Anonymi in analyticorum posteriorum librum alterum commentarium
- 95.1
p. 96 b15 Χρὴ εὲ ὅταν ὅλον τι πραγματεύηταί τις.
- 95.2
Ὅτι διὰ τῶν ὁρισμῶν τῶν ὑπὸ τὸ γένος πρώτων καὶ ἀτόμων εἰδῶν εὑρίσκομεν τὸν τοῦ γένους ὁρισμόν, πρώτον μὲν τὸ γένος αὐτοῦ λαμβάνοντες (ἔχει γὰρ γένος, εἴ γε ὁριστόν ἐστιν), ἔπειτα ὅσα κοινῶς ὑπάρχει ἐν τοῖς ὁρισμοῖς τῶν ἀτόμων αὐτοῦ εἰδῶν. ἃ γὰρ κοινὰ πάντων τῶν ὑπὸ τὸ γένος ἐστὶν εἰδῶν μηδενὶ ἄλλῳ ὑπάρχοντα, ταῦτα συμπληροῖ τὸν τοῦ γένους αὐτῶν ὁρισμόν· ὡς γὰρ ὃ μόνων <κοινὸν> τῶν ἐν τῷ τί ἐστι τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τοῦτο ὁρισμὸς τοὺ εἴδους, οὕτω καὶ ἃ μόνοις πᾶσι τοῖς ὑπὸ τὸ γένος ἀτόμοις εἴδεσιν ὑπάρχει ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενα, ταῦτα τὴν οὐσίαν συμπληροῖ τοῦ γένους αὐτῶν.
- 96.1
p. 96 b25 Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς.
- 96.2
Εἰπών, τί ἐστιν ὁρισμὸς καὶ πῶς οἷόν τε ὁρίζεσθαι, ἐφεξῆς λέγει περὶ τῆς διαιρετικῆς μεθόδου, καὶ δείκνυσιν αὐτῆς τὸ χρήσιμον πρὸς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ, πρὸς γὰρ τὸ λαμβάνειν τὰ καθόλου τε καὶ καθ' αὑτὰ κατηγορούμενα ἐπὶ π[λέον, ἐξ ὧν ἀθροιζομένων τε καὶ συντιθεμένων ἡ ἴδιος οὐσία τοῦ προκειμένου δηλοῦται· ἐκ γὰρ τῆς διαιρέσεως τῆς κατὰ τὰς διαφορὰς τοῦ γένους, οὗ εἶδός τι ὁρίσασθαι ζητοῦμεν, τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ληψόμεθα τοῦ προκειμένου. χρήσιμοι δ' αἱ διαιρέσεις, εἰ καὶ μηδὲν δεικνύουσι συλλογιστικῶς, πρὸς τὸ ἀθροίζειν ἐξ αὐτῶν τὸ τί ἐστι καὶ τὸν ορισμόν· τοῦτο γὰρ εἶπε τὸ συλλογίζεσθαι. χρήσιμοι καὶ πρὸς τὴν τάξιν τῶν ἐν τοῖς ὁρισμοῖς λαμβανομένων καὶ πρὸς τὸ μηδὲν παραλιπεῖν.
- 97.1
p. 96 b32 Εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ καὶ ἕν τι τὸ ζῷον ἥμερον.
- 97.2
Τουτέστιν εἰ κατὰ τὴν διαίρεσιν ἅπαν τὸ ἐκ τῆς διαιρέσεως λαμβανόμενον καὶ συντιθέμενον τῷ διῃρημένῳ ἕν τι γίνεται καὶ γένος τοῦ μετ’ αὐτὸ καὶ ἐκ τούτου τοῦ γινομένου ἐκ τῆς συνθέσεως ἡ διαίρεσις γίνεται, δῆλον ὡς ἀεὶ ἡ δευτέρα διαίρεσις εἰς ἐλάττω ἔσται καὶ οὐκ ἔσται πρὼτον τὸ ἐπ' ελαττον ὂν τοῦ ἐπὶ πλέον ὄντος ἐν τῇ συνθέσει τῶν εἰλημμένων. ἐπειδὴ δ' ἡ διαφορὰ καθ' αὑτὴν λάμβανομένη οὐ δοκεῖ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, διὰ τοῦτο συντιθεμένην αὐτὴν τῷ τεμνομένῳ ἕν τι εἶπε γίνεσθαι καὶ οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τῷ ἓν τοῦτο γίνεσθαι γένος τοῦ μετ’ αὐτὸ καὶ πάλιν διαιρεῖσθαι. διὸ χρήσιμος ἡ διαίρεσις τὴν τάξιν ταύτην δεικνῦσα· ἀεὶ γὰρ τὸ διαιρούμενον τοῦ ἐκ τῆς διαιρέσεως γινομένου πρῶτον ληφθήσεται.
- 98.1
p. 96 b34 Ἢ ὅ τι δήποτέ ἐστι τὸ ἓν γινόμενον, ἀναγκαῖον διελόμενον αἰτεῖσθαι. ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν τῶν ἐν τῷ τί ἐστιν.
- 98.2
Ἀντὶ τοῦ ‘ἀνάγκη πρῶτον διελόμενον αἰτεῖσθαι καὶ λαμβάνειν ἐκ τῆς διαιρέσεως τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον τοῦ προκειμένου'· τὸ γὰρ μὴ δι' ἀποδείξεως λαμβάνειν αἰτεῖσθαι λέγει.
- 99.1
p. 96 b36 Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος.
- 99.2
Δείξας, ὅτι πρὸς τὴν τάξιν τῶν ἐν τῷ ὁρισμῷ λαμβανομένων ἑκάστου χρήσιμος ἡ διαίρεσις, καὶ πρὸς τὸ μηδέν φησι παραλειφθῆναι τῶν ὀφειλόντων ἐν τῷ ὁρισμῷ παραληφρθῆναί τε καὶ τεθῆναι χρήσιμον εἶναι τὴν διαίρεσιν. κατὰ γὰρ τὰς οἰκείας καὶ προσεχεῖς ἑκάστῳ γένει διαφορὰς <εἰ> γίνεται ἡ διαί|ρεσις, οὐδὲν παραλειφθήσεται· οἰκεῖαι δὲ καὶ προσεχεῖς τῷ διαιρουμένῳ γένει διαφοραὶ ἐἰς ἃς πᾶν τὸ ὑπὸ τὸ διαιρούμενον γένος ἐμπίπτει· εἰ γὰρ μὴ αἱ προσεχεῖς αὐτῷ λαμβάνοιντο διαφοραί, πολλὰ ἂν παραλείποιτο. ἔδειξε δέ, τίνες οἰκεῖαι καὶ προσεχεῖς διαφοραὶ καὶ τίνες οὐκ οἰκεῖαι, δι' ἃς καὶ παραλείπεταί τινα, διὰ τοῦ παραδείγματος.
- 100.1
p. 97 a2 Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου, καὶ τῶν ἔξω γενῶν καὶ τῶν ὑπ' αὐτό, οἷον ὅρνιθος, εἰς ἣν πᾶς ὄρνις, καὶ ἰχθύος, εἰς ἣν πᾶς πᾶς ἰχθύς. οὕτω μὲν οὖν βαδίζοντι ἔστιν ὅτι οὐδὲν παραλέλειπται.
- 100.2
Ἔξω γένη ἢ τὰ ἀνωτέρω καὶ κοινότερα αὐτοῦ τοῦ ζῴου, οὗ ἐμνημόνευσεν, ἢ ἔζω τὰ ἕτερα καὶ κεχωρισμένα τοῦ ζῴου καὶ τῆς οὐσίας, ὧν εἴη ἂν τὰ ὑπὸ τὰς ἄλλας κατηγορίας. ἢ τῶν ἔξω καὶ τῶν ὑφ' αὑτά ἀντὶ τοῦ ‘τῶν μὴ ὑπαλλήλων ὄντων ἀλλὰ κεχωρισμένων'· τοιαῦτα γὰρ ἥ τε ὄρνις καὶ ὁ ἰχθύς.
- 101.1
p. 97 a5 Ἄλλως δὲ καὶ παραλιπεῖν ἀνγκαῖον καὶ μὴ εἰδέναι.
- 101.2
Εἴτε παραλέλειπται εἴτε μὴ. ἢ ‘οὐδ' ὁρίζεσθαι δύναται οὐδ' ἔχειν τὴν κατὰ τὸν ὁρισμὸν γνῶσιν'.
- 102.1
p. 97 a6 Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον.
- 102.2
Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι λέγει τὴν ὅτι ὁρίσασθαι ἀδύνατόν ἐστέ τι τῶν ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα. ἐπεὶ δὲ δοκεῖ πιθανότητά τινα εἰσφέρειν, τίθησιν αὐτήν. ἔστι γὰρ ὁ λόγος ὁ τοῦτο οἰόμενος δεικνύναι τοιοῦτος· δεῖ τὸν ὁριζόμενόν τι εἰδέναι τὴν πρὸς τὰ διαφέροντα αὐτοῦ πάντα διαφοράν· οὗ μὲν γὰρ μὴ διαφέρει τι, τούτῳ ταὐτόν ἐστιν, οὗ δὲ διαφέρει, ἕτερον. τὸν δὴ ὁριζόμενόν τι ὡς διαφέρον τῶν ἄλλων δεῖ εἰδέναι αὐτοῦ τὰς διαφορὰς αἷς τῶν ἄλλων διαφέρει· μὴ γὰρ εἰδώς τις τοῦτο καὶ τὸ ταὐτὸν ἕτερον καὶ τὸ ετερον ταὐτὸν ἡγήσεται. οὕτως δ' οὐδ' ἀποδώσει τὴν οἰκείαν τινὸς οὐσίαν· ἂν γὰρ οὕτω τύχῃ, οὐδὲν κωλύει τὸν ἀποδιδόμενον λόγον κοινὸν εἶναι καὶ ἄλλων τινῶν. ἀλλὰ μὴν ἀδύνατον τὴν πρός τινα διαφοράν τινος εἰδέναι μὴ εἰδότα κἀκεῖνα ὧν τὸ προκείμενον διαφέρει. δεῖ ἄρα πάντα εἰδέναι τὸν ὁριζόμενόν τι, καὶ γὰρ καὶ τοῦτο >ὁ> ὁρίζεται ὁ ὁριζόμενος πῶς γὰρ ἂν αὐτὸ ὁρίσαιτο;) καὶ τἆλλα πάντα ὦν ὡς ἕτερον ὄν αὐτὸ ὁρίζεται. ὅτι δὲ μὴ ὑγιὴς ὁ λόγος
- 103.1
p. 97 a11 Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος.
- 103.2
Οὐκ εἴ τί τινος διαφέρει, ἕτερον τοῦτο εὐθὺς ἐκείνου· τὸ γὰρ ἕτερόν τινος οὐ κατὰ πᾶσαν διαφορὰν ἕτερον (πολλὰ γὰρ ὁμοειδῆ ὄντα ἀλλήλοις διαφέρει ἀλλήλων) καὶ οὐχ ὑγιὲς ἁπλῶς τὸ τὰ διαφέροντα ἀλλήλων ἕτερα εἶναι, ἀλλὰ δεῖ προσκεῖσθαι τὸ κατ᾿ οὐσίαν. τὰ γὰρ κατ᾿ οὐσίαν καὶ διαφορὰν εἰδοποιὸν διαφέροντα ἕτερα, οὐ τὰ καθ’ ἡντιναοῦν· ἐπεὶ καὶ κατὰ τὰ συμβεβηκότα μυρίαι διαφοραὶ ἐν τοῖς ὁμοειδέσιν, ἀλλ᾿ οὐ διὰ τοῦτο ἕτερα ἀλλήλων <·εἰ γὰρ ἕτερα ἀλλήλων>, καὶ οἱ λόγοι αὐτῶν καὶ ἡ οὐσία ἕτερα.
- 104.1
p. 97 a 14 Εἶτα ὅταν λάβη τὰ ἀντικείμενα καὶ τὰ ἑξῆς.
- 104.2
Ὀτι μὴ πάντα ἀναγκαῖον εἰδέναι τὸν ὁριζόμενόν τι καὶ διαιρούμενον προσχρώμενον τῇ διαιρετικῇ. ὅταν γὰρ λάβῃ ἐν τῇ διαιρέσει τὰ ἀντικείμενα κατὰ τὰς διαφοράς, λάβῃ δ᾿ οὕτως τὰ ἀντικείμενα ὡς πᾶν ἐμπίπτειν τὸ ὑπὸ τὸ γένος τὸ διῃρημένον ἐν τῷ ἑτέρῳ τῶν ἀντιδιῃρημένων, γνώριμον δ᾿ ᾖ καὶ τὸ ζητούμενον ἐν ποτέρῳ, τοῦτο λήψεται, κἂν μὴ γνωρίζῃ πόσα καὶ τίνα ἐστὶ τὰ ὑπὸ τὰς ἀντιδιῃρημένας διαφοράς· οὐ γὰρ ἐκ τοῦ εἰδεναι, πόσα καὶ τίνα τὰ <λογικὰ καὶ τὰ> ἄλογά ἐστι, γνώριμον ὅτι ὁ ἄνθρωπος λογικός, ἀλλ᾿ ἐκ τοῦ εἰδέναι ἐν τίνι ἐστὶ τὸ εἶναι λογικόν. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων διαφορῶν· ἂν γὰρ οὕτω προϊὼν κατὰ τὴν διαίρεσιν τὴν εἰς τὰ ἀντικείμενα γινομένην ἔλθῃ εἰς ταῦτα ὧν μηκέτι ἐστὶ διαφορά (τοιαῦτα δέ ἐστι τὰ ἄτομα εἴδη), δῆλον ὡς ὁρισμὸν ἐκ τῆς συνθέσεως τῶν διαφορῶν, ἐν αἷς ἔλαβεν εἶναι τὸ ζητούμενον, ἕξει οὐκ εἰδὼς τίνα καὶ πόσα ἐστὶ τὰ ὑπὸ τἀς ἀντικειμένας διαφοράς.
- 105.1
p. 97 a19 Τὸ δ᾿ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ᾖ ἀντικείμενα.
- 105.2
Οὐ γὰρ ἐκ τοῦ εἰδέναι πάντα τὰ τῶν ζῴων γένη γνώριμον γίνεται τὸ ῾πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογον᾿, ἀλλ᾿ ἐκ τοῦ εἰδέναι ὅτι μηδέν ἐστι τούτων μεταξύ.
- 106.1
p. 97 a21 Ἀνάγκη γὰρ ἅπαν ἐν θατέρῳ.
- 106.2
Τοῦτο οὐκ ἀργῶς προσέθηκε· δύναται γὰρ ἄμεσος μὲν ἡ διαίρεσις γεγονέναι μὴ οἰκεία δὲ τῷ προ(??) ειμένῳ γένει· τὸ γὰρ ὁλόπτερον καὶ σχιζόπτερον εἰ ἰαὶ ἄμεσα ἐπὶ ζῴου πτηνοῦ, ἀλλ' οὐκέτι τῷ ζῴῳ | συντεθέντα πάντα τὰ ζῷα περιλήψεται τῷ μὴ ζῴου οἰκεῖα εἶναι.
- 107.1
p. 97 a 23 Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρεσεων καὶ τα εςης.
- 107.2
Εἰπὼν ὅτι χρήσιμος ἡ διαιρετικὴ μέθοδος πρὸς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν, εἰ καὶ μὴ πρὸς συλλογισμόν, νῦν λέγει τίνα χρὴ παραλαμβάνειν τε καὶ φυλάττειν τὸν βουλόμενον διὰ τῶν διαιρέσεων κατασκευάζειν ὁρισμόν. κατασκευάζειν δὲ ὅρον εἶπεν οὐ τὸ ἀποδεικνύναι· οὐδὲ γὰρ ἔστιν ἀποδεῖξαι ὅρον· οὐδὲ γὰρ πᾶν, εἴ τι κατασκευάζεται, τοῦτο καὶ ἀποδείκνθται. κατασκευάσαι οὖν τὸ εὑρεῖν τε καὶ συνθεῖναι καὶ ἀποδοῦναι εἶπε. τὸ δὲ διὰ τῶν διαιρέσεων προσέθηκεν· εἰσὶ γάρ τινες ἀποδεδομένοι μένοι ὅροι οὐκ ἐκ διαιρεσεως, ὡς οἱ τῶν πρώτων γενῶν· οὐ γὰρ οἷόν τε τοὺς τούτων λόγους ἐκ διαιρέσεως ἀποδοῦναι, εἴ γε καὶ αὐτοὶ ὅροι. τριῶν δέ. φησί, δεῖ στοχάζεσθαι τοὺς διὰ τῆς διαιρέσεως κατασκευάζοντάς τε καὶ ἀποδιδόντας τοὺς ὅρους, πρῶτον μὲν τοῦ λαβεῖν τὰ κατηγορούμενα ἐν τῷ τί ἐστι· ταῦτα δέ ἐστι τό τε γένος καὶ αἱ διαφοραί· δεύτερον τῆς τούτων τάξεως, τί πρῶτον καὶ τί δεύτερον, τρίτον ὅτι πάντα ταῦτα συντεθέντα ὁρισμός ἐστι τοῦ προκειμένου καὶ οὔτε ἔΜ τι οὔτε περιττεύει.
- 108.1
p. 97 a35 Ὅτι δὲ πάντα ταῦτα, φανερόν.
- 108.2
Ὀτι πάντα ταῦτα, τὰ εἰλημμένα τε οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι καὶ τεταγμένα οὕτως ὡς τὰ πρῶτα τοῖς μετὰ ταῦτα ἕπεσθαι, ὁρισμός ἐστι τοῦ προκειμένου.
- 109.1
p. 97 a37 Τοῦ δὲ τελευταίου μηκέτι εἶναι διαφοράν.
- 109.2
25 Τὸ μὲν πρῶτον ῥηθὲν ἁρμόζει ἐπὶ μόνων τῶν ἀτόμων εἰδῶν· ταῦτα γὰρ οὐκέτι διαφοραῖς διαιρεῖται· ἀδιάφορα γὰρ κατ' εἶδος. τὸ δὲ δεύτερον ῥηθὲν κοινότερόν ἐστιν· οὐ γὰρ μόνον ἐπὶ τῶν ἀτόμων εἰδῶν ἁρμόζει ἀλλὰ καὶ ἐπὶ τῶν ὁριστῶν γενῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα εἴη τις τῶν εἰλημμένων καὶ συντεθειμένων τῷ πρώτῳ γένει διαφορὰ διαιρετική, ἀλλ' οὖν, ἂν ᾖ ὃ βουλόμεθα ὁρίσασθαι καὶ ὁ ἀποδεδομένος λόγος ταὐτὸν τῷ εἴδει, οὐκέτι διελοῦμεν.
- 110.1
p. 97 b2 Ἢ γὰρ γένος ἢ διαφορὰ ἂν εἴη.
- 110.2
Ὅτι οὐδέτερον τούτων λείπει τῷ πάντα κατὰ τὴν συνέχειαν τῆς τῶν γενῶν διαιρέσεως εἰλῆφθαι. τί τε γὰρ πρῶτον γένος ἦν, καὶ τοῦτο μετὰ τῶν διαφορῶν συλλαμβανόμενον μέχρι τῆς τελευταίας ἐποίει γένη· δεῖ γὰρ τὸ διαιρούμενον διαιρεῖσθαι ὡς γένος· διὸ γένος μὲν οὐ λείπει. ἀλλὰ μὴν αὐδὲ διαφορά τις· πᾶσαι γὰρ κατὰ τάξιν εἰσὶν εἰλημμέναι ὡς μηδεμίαν ἡμᾶς ὑπερβεβηκέναι. ἀλλὰ μὴν οὐδὲ ὑστέρα τις ὀφείλουσα προστεθῆναι παρεῖται· οὐ γὰρ ἂν ἔτι ἦν ταὐτὸν κατ' εἶδος τό τε ὁριστὸν καὶ ὁ ὅρος, εἰ ἔλειπέ τις διαφορά, ἀλλ' ἦν ἂν ὁ ἀποδεδομένος λόγος γένους τινὸς τοῦ ὀριστοῦ, οὐκ αὐτοῦ τούτου ὃ ὁριζόμεθα. τὸ γένος δὲ τοῦ οἰκείου εἴδους ἕτερον καὶ διαφέρον τῷ εἴδει· ὧν γὰρ διαφέροντες οἱ ὁρισμοί, ταῦτα τῷ εἴδει ἕτερα· ἔκειτο δ' ἡμῖν μηδὲν κατ' εἶδος ὁ ἀποδεδομένος λόγος διαφέρειν τοῦ ὃ ὁριζόμεθα.
- 111.1
p. 97 b7 Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα.
- 111.2
Εἰπὼν διὰ μέσου περὶ τῆς διαιρετικῆς μεθόδου καὶ δείξας τὸ ἀπ' αυτῆς πρὸς τοὺς ὁρισμοὺς χρήσιμον ἐπάνεισι πρὸς τὰ πρότερον εἰρημένα· ἦν δὲ ὅτι ἐκ τοῦ ὁρισμοῦ τῶν ὑπὸ τὸ γένος ἀτόμων εἰ δῶν δεῖ τὸν τοῦ γένους ὁρισμὸν λαμβάνειν· εἶπε γὰρ " τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων τὰ συμβαίνοντα ἐκ τῶν ὁρισμῶν ἔσται δῆλα”. ἐκείνοις γὰρ συνάπτει ταυτα καὶ δείκνυσι πῶς τῷ προειρημένῳ τρόπῳ χρώμενοι πρὸς τοὺς τῶν κοινῶν ὁρισμοὺς καὶ τὰ γενῶν μὲν φαντασίαν ἔχοντα οὐκ ὄντα δὲ γένη γνωρίζειν οἷοί τ’ ἐσόμεθα. ἔστι γάρ τινα, ἃ διὰ τὸ κοινοῦ τινος ὀνόματος τετυχηκέναι δοκεῖ εἶναι ὁμογενῆ ὄντα ὁμώνυμα, ὥσπερ τὸ ὂν κοινὸν μὲν ὄνομα, οὐκέτι δὲ καὶ πρᾶγμα· ὁμοίως καὶ τὸ ἀγαθόν. οὐ δεῖ δὴ ὡς γενος τι τούτων τὸν ὁριζόμενον λαμβάνειν. ὅπως οὖν τοῦτο δυνησόμεθα φυλάσσεσθαι, διὰ τούτων διδάσκει, καὶ πῶς εὑρήσομεν τὸν τῶν γενῶν ὁρισμὸν απὸ τῶν εἰδῶν. ὃ καὶ ἐν τοῖς ἐπάνω φθάνει εἰρηκέναι· κάτωθεν γὰρ ἀρχομένη ἡ εὕρεσις τῶν ὁρισμῶν, καθὰ ὑπογράφει.
- 112.1
p. 97 b 24 Εἰ δὲ μηδέν, εἴδη δύο ἂν εἴη τῆς μεγαλοψυχίας.
- 112.2
Τοῦτο εἶπεν οὐζ ὡς εἴδη γένους λαμβάνων οὕτως γὰρ ἂν καὶ ἡ μεγαλοψυχία γενος ἧν εἴδη ἔχουσα δύο), ἀλλ' ὅτι ὁμώνυμος ἡ μεγαλοψυχία.
- 113.1
p. 97 b26 Αἰεὶ δ' ἐστὶ πᾶς ὅρος καθόλου.
- 113.2
Ἀφορίσας, ὅσα παρακολουθεῖ τοῖς ὁρισμοῖς, καὶ ὧν δεῖ στοχάζεσθαι τοὺς ὁριζομένους λέγει.
- 114.1
p. 97 b28 Διὸ δεῖ ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν.
- 114.2
Καθ' ἕκαστα λέγει οὐ τὸ τὶ καὶ τὸ ὄντως ἄτομον (μαχόμενα ἂν λέγοι τοῖς προειρημένοις) ἀλλὰ τὸ ἄτομον εἶδος· τοῦτο γὰρ ἐν τοῖς ὁριστοῖς τὸ καθ’ ἕκαστον· ὡς γὰρ ὁριστὸν καὶ καθ' ἕκαστον, οὐχ ἁπλῶς. ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ ἐν τοῖς ἀδιαφόροις· τὰ γὰρ μηκέτι εἰς εἴδη διαιρούμενα ἀδιάφορα κατὰ τὰς κυρίως διαφοράς. ῥᾷον δ' ὁρίσασθαι τὸ ἄτομον εἶδος, ὁτι τὰ καθ' ὧν τοῦτο κατηγορεῖται φανερώτερά εἰσι τῶν εἰδῶν ὧν τὸ γένος κατηγορεῖται. ἀπὸ δὲ τῆς τῶν ὑποκειμένων κοινότητος καὶ ταυτότητος ἐδείχθη ἀθροιζόμενος ὁ ὁρισμὸς τῶν κατηγορουμένων. εἰ δὴ γνωριμέτεροι οἱ τῶν εἰδῶν ὁρισμοὶ ἢ οἱ τῶν γενῶν, ἀπὸ τῶν εἰδῶν χρὴ μεταβαίνειν ἐπὶ τὸν τῶν γενῶν ὁρισμὸν καθ' ὃν εἴρηται τρόπον, οὐκ ἄνωθεν διαιρουμένους ἀλλὰ κάτωθεν συντιθέντας.
- 115.1
p 97 b29 Καὶ γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον.
- 115.2
Τῷ γὰρ φανερώτερα εἶναι τὰ τοῖς ἀτόμοις εἴδεσιν ὑποκείμενα ῥᾳδία γνωσθῆναι ἡ κατὰ ταῦτα ὁμωνυμία. εἰ τοίνυν δεῖ μὲν ὁριζομένους φυλάττεσθαι τὰς ὁμωνυμέας, εὐφυλακτότεραι δ' ἐν τοῖς εἴδεσι, καὶ διὰ τοῦτο ἄρα ἀπὸ τῶν εἰδῶν χρὴ τὴν ἀρχὴν τῶν ὁρισμῶν ποιεῖσθαι.
- 116.1
p, 97b31 Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι.
- 116.2
Ὅτι ὥσπερ ἐν ταῖς ἀποδείξεσι πάντως προηγεῖται τὸ συλλογίσασθαι (οὐ γὰρ οἷόν τε ἀπόδειξιν ἀσυλλόγιστον εἶναι), οὕτω καὶ ἐν τοῖς δεῖ εἶναι τὸ σαφές· οὐ γάρ ἐστιν ὁρισμὸς ὁ μὴ σαφὴς λόγος, εἴ γε ἐπαγγέλλεται ὁ ὁρισμὸς γνώριμον ποιῆσαι τὸ ζητουμενον.
- 117.1
p. 97 b35 Καὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν.
- 117.2
Ὄτι οὐ δεῖ πειρᾶσθαι ὁμωνύμου τινὸς ὁρισμὸν ἀποδιδόναι. ἐπὶ τούτοις λέγει πρὸς σαφήνειαν συντελεῖν καὶ τὸ διὰ κυρίων ὀνομάτων τοὺς ὁρισμοὺς ἀποδιδόναι καὶ μὴ χρῆσθαι μεταφοραῖς μηδὲ τροπικοῖς ὀνόμασιν· ἀσαφείας γὰρ αἴτια τὰ τοιαῦτα ἐπὶ πλείονα ἐφαρμόζεσθαι δυνάμενα. διαλέγεσθαι δέ φησι τὸ διαλεκτικῶς ὁμιλεῖν.
- 118.1
p. 98 a1 Πρὸς δὲ τὸ ἔχειν τὸ προβλήματα.
- 118.2
Παραδίδωσιν ἡμῖν διὰ τούτων μέθοδον δι' ἧς εὐπορεῖν δυνησόμεθα εἰς τὸ λέγειν τὰ προβλήματα. λέγειν δὲ προβλήματά ἐστι τό τε αὐτὰ δύνασθαι καὶ προβάλλειν καὶ τὸ τὰς αἰτίας αὐτῶν ἀποδιδόναι, ἐφ' οὗ καὶ νῦν τῷ λέγειν αὐτὸς κέχρηται, ἐπὶ γὰρ τοῦ λέγειν τὰς αἰτίας τῶν ζητουμένων, ὡς καὶ προϊὼν δηλώσει· λέγει γὰρ προβλήματα ἐν οἷς ζητεῖται τὸ διὰ τί [ἢ] δι' οὗ παραδίδωσι τρόπου. † ἢ ὀ ἅμα ἀμφότερα δεικνύμενα, καὶ ἡ εὕρεσις τῶν προβλημάτων καὶ ἡ εὕρεσις ἦς αἰτίας. ἔστι δ' αὐτῷ πολλὰ βιβλία τοιούτων προβλημάτων. πῶς οὖν εὐπορήσομεν τοῦ τὴν αἰτίαν ἐν τοῖς προβαλλομένοις ἀποδιδόναι, ὑπογράφει· οὐ γὰρ περὶ ὁρισμῶν ἐστιν ἃ λέγει νῦν, ὡς ᾠήθησάν τινας.
- 119.1
p, 98 a13 Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματα.|
- 119.2
Φησὶ μὴ μόνον ἐπὶ τῶν κοινὸν καὶ ἕν τι ἐχόντων ὄνομα κατηγορούμενον χρήσιμον εἶναι τὴν προειρημένην ἐκλογὴν πρὸς τὴν τῆς ἐν Τοῖς προβλήμασιν αἰτίας ἀπόδοσιν, ἀλλὰ καὶ ἐφ' ὧν οὐκ ἔστι μὲν ἓν καὶ ταὐτὸν τὸ κοινόν, κατ' ἀναλογίαν δὲ τὴν ταυτότητα ἔχει. τὰ γὰρ διαφέροντα καὶ ἐν διαφερουσιν ὄντα ὅταν τὴν αὐτὴν ἀναλογίαν ἔχῃ, πάντα τὰ ἐν οἷς ἐστι κοινά πως καὶ αὐτὰ γίνεται, οὐχ ἁπλῶς ἀλλὰ κατὰ ἀναλογίαν. οὐδὲ γὰρ κοινὸν ἓν ἐπὶ τῶν ἐχόντων σήπιον καὶ ὀστοῦν καὶ ἄκανθαν, ὥσπερ ἐπὶ τῶν κέρατα ἐχόντων ἓν ἦν τὸ κερασφόρον, ἀλλ' ἀναλογίᾳ τὸ ἓν ἐπ' αὐτῶν λαμβάνεται· ὃν γὰρ λόγον ἔχει τὸ ὀστοῦν ἐν τοῖς τῶν ζῴων ὑπόποσι, τοῦτον ἐν μὲν ἰχθύσιν ἄκανθα, ἐν δὲ σηπίαις τὸ σήπιον· ἕκαστον γὰρ αὐτῶν ἐν ἑκάστῳ τῶν ἐν οἷς ἐστιν ἔρεισμά τί ἐστι.
- 120.1
p. 98 a24 Τὰ δ' αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῷ τὸ αὐτὸ μέσον εχειν.
- 120.2
Ποῖα τὰ αὐτὰ προβλήματα, ὅτι ἢ ὧν τὸ αὐτὸ αἴτιον καὶ μέσον ἐστί, καὶ τοῦτο ἢ τῷ γένει μόνῳ ταὐτόν ἐστιν ἢ καὶ τῷ γένει καὶ τῷ εἴδει ταὐτόν ἐστιν, ἢ ὧν τὸ αἴτιον ὑπὸ τὸ ἔτερον αἴτιόν ἐστι, τουτέστι τὸ τοῦ ἑτέρου αἴτιον ὑπὸ τὸ τοῦ ἑτέρου αἴτιόν ἐστι. τίθησι δ᾿ ἑξῆς καὶ τὸ κατὰ ἀναλογίαν. διὰ τούτων δὲ διδάσκει ἡμᾶς, πῶς γνωσόμεθα ὅσα ταὐτὰ ὄντα ἀλλήλοις προβλήματα μὴ δοκεῖ διὰ τὸ ἐπὶ διαφόρου ὕλης ἐρωτᾶσθαι, ὡς δύνασθαι πρὸς ἕν αὐτῶν εὐπορήσαντας τῆς αἰτίας ἔχειν καὶ περὶ τῶν ἄλλων ὁμοίως λέγειν. καὶ θεόφραστος δὲ ἐπραγματεύσατο περὶ τὴν σναγωγὴν τῶν ὁμοίων προβλημάτων. ἀλλ᾿ ἐκεῖνος μὲν ἱστορεῖ ἐν ἐκείνοις τίνα ὅμοια ἀλλήλοις ἐστὶ τῶν προβλημάτων· Ἀριστοτέλης δὲ νῦν διδάσκει τίνι κρινοῦμεν τὰ ταὐτὰ ἀλλήλοις προβλήματα. λέγει δὴ διχῶς ταὐτὰ εἶναι ἀλλήλοις· ἢ τῷ τὸ αὐτὸ μέσον ἔχειν, οἷον ὅτι πάντα ἀντιπερίστασις. ἔστι δὲ [εἰ] ἐπὶ τῶν τοιούτων προβλημάτων κοινὸν μέσον ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, οἷον διὰ τί χειμῶνος μᾶλλον πέττομεν; διὰ τί καθεύδοντες πυκνὸν ἀναπνέομεν; διὰ τί αἱ πηγαὶ τοῦ χειμῶνος θερμότεραι; παντων γὰρ τούτων αἴτιον τὸ αὐτό, ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, ὅ καὶ μέσος ὅρος ἐστί. καὶ τούτων πάλιν τῶν διὰ τὸ τὸν αὐτὸν μέσον ἔχειν τῶν αὐτῶν ὄντων ὑποδιαίρεσιν ποιεῖταί τινα πρὸ τοῦ τὸν δεύτερον εἰπεῖν τρόπον, καθ᾿ ὅν καὶ αὐτὸν τὰ αὐτὰ ἀλλήλοις προβλήματα γίνεται· τῶν γὰρ τὸ αὐτὸ αἴτιόν τε καὶ μέσον ἐχόντων τὰ μὲν τῷ γένει ταὐτά ἐστιν, οὐ μὴν τῷ εἴδει, τὰ δὲ πρὸς τῷ γένει καὶ τῷ εἴδει ταὐτά ἐστι.
- 121.1
p. 98a35 Περὶ δ᾿ αἰτίου καὶ οὗ αἴτιον ἀπορήσειεν ἄν τις.
- 121.2
Ἤδη μὲν περὶ τοῦ συνυπάρχειν τὰ αἴτια τοῖς αἰτιατοῖς εἶπεν· ἔδειξε γὰρ τῶν μὲν ὄντων ὄντα, τῶν δὲ γεγονότων γεγονότα, τῶν δ᾿ ἐσομένων ἐσόμενα καὶ τῶν γινομένων γινόμενα τὰ αἴτια. νῦν δὲ ἀπορίαν τινὰ κινεῖ τοιαύτην περὶ αὐτοῦ τούτου· κεῖται καὶ δέδεικται ὅτι τὸ αἴτιον μέσος ὅρος ἐστὶν ἐν ἀποδείξει· ἀλλὰ μὴν καὶ τοῦτο ὡμολόγηται, ὅτι ὄντος τοῦ μέσου πᾶσα ἀνάγκη καὶ τὸ συμπέρασμα εἶναι, ὥστ᾿ ὄντος τοῦ αἰτίου καὶ τὸ αἰτιατόν, ὅπερ ἐστὶ τὸ συμπέρασμα, ἀναγκαῖον εἶναι. τούτου κειμένου ζητεῖ εἰ ἀντιστρέφει, ὡς καὶ τοῦ αἰτιατοῦ ὄντος, ὅπερ ἦν τὸ συμπέρασμα, ἐξ ἀνάγκης καὶ τὸ αἴτιον εἶανι, ὃ ἦν μέσον. ἔστι δὲ ἡ λύσεις ὅτι, εἰ μὲν μὴ συνυπάρχει τῷ αἰτιατῷ ὄντι τὸ τεθὲν αὐτοῦ καὶ ληφθὲν αἴτιον, ἄλλο ἂν αὐτοῦ καὶ οὐκ ἐκεῖνο αἴτιον εἴη· δεῖ γὰρ ὄντος τοῦ αἰτιατοῦ εἶναι τὸ αἴτιον δι' ὃ τοῦτό ἐστιν· εἰ δὲ συνυπάρχοι, κύκλῳ ἡ δεῖξις ἔσται, καὶ ἔσται τὸ αὐτὸ ποτὲ μὲν αἴτιον ποτὲ δὲ αἰτιατόν.
- 122.1
p. 98 b16 Εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων.
- 122.2
Ὅτι εἰ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων τὸ (τὸ πρότερόν ἐστιν οὗ ἐστιν αἴτιον, εἰ καὶ μὴ τῷ χρόνῳ, ἀλλὰ τῇ καὶ τοῦ μὲν ἐκλείπειν τὴν σελήνην αἴτιον ὁμολογεῖται τὸ ἐν μέσῳ εἶναι Ι τὴν γῆν, τοῦ δ' ἐν μέσῳ εἶναι τὴν γῆν οὐκ αἴτιον τὸ ἐκλείπειν, καὶ εἰ ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦδιὰ τί, ἡ δὲ μὴ διὰ τοῦ αἰτίου τοῦ ὅτι, δῆλον ὅτι ἡ ἑτέρα δεῖξις ἡ τὸ αἴτιον συνάγουσα οὐ δι' αἰτίου γίνεται· ὅτι γὰρ ἐν μέσῳ ἐστὶν ἡ γῆ, οἶδε διὰ τῆς ἐκλείψεως, διότι δέ, οὔ. ὥστε οὐ δι' ἀλλήλων ἀποδείκνυνται· ἡ γὰρ ἀπόδειξις δι' αἰτίου.
- 122.3
Ταῦτα εἰπὼν καὶ λύσας τὴν δοκοῦσαν ἐπιφέρεσθαι ἀπορίαν κειμένου τοῦ συνυπάρχειν τῷ αἰτιατῷ τὸ αἴτιον, ἔδειξεν ἐξ ἕτοίμου εἰληφέναι τὸ λαβεῖν ἕπεσθαι μὲν τῷ αἰτίῳ τὸ αἰτιατόν, εἰ εἰ μὴ καὶ τῷ αἰτιατῷ ἕποιτο καὶ συνυπάρχοι τὸ αἴτιον, ἄλλο ἔσεσθαι αὐτοῦ αἴτιον καὶ μὴ τὸ κείμενον <τῷ> τό τε αἰτιατὸν καὶ τὸ συμπέρασμα ἐπὶ μέσῳ τινὶ καὶ πάντως εἶναι. ὃ οὖν ἐδύνατο ἐπενεχθῆναι τῇ δείξει ἐκείνῃ, τοῦτο ὑποφέρει καὶ πειρᾶται λέγειν ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι; ἂν γὰρ ἐνδέχηται τοῦτο, ἐξ ἀνάγκης ἀντιστρέφει τῷ αἰτιατῷ τὸ αἴτιον ᾧ τεθέντι εἵπετο. πάντως μὲν γὰρ αἰτίῳ τινὶ ἀντιστρέφει τὸ αἰτιατόν, οὐ μὴν πάντως τῷδε δι' οὗ ἐδείχθη, εἰ οἷόν τε τοῦ αὐτοῦ πλείω αἴτια εἶναι. ἑκάστῳ μὲν γὰρ τῶν αἰτίων μέσῳ ληφθέντι ἐξ ἀνάγκης ἀκολουθήσει τὸ συμπέρασμά τε καὶ τὸ αἰτιατόν, οὐ μήν, εἰ τὸ συμπέρασμα καὶ τὸ αἰτιατόν ἐστιν, ἐξ ἀνάγκης ηδη καὶ τόδε τὸ αἴτιον ἔσται, τῷ δύνασθαι καὶ ἄλλο αἴτιον εἶναι αὐτοῆ, εἴ γε πλείω τοῦ αὐτοῦ αἴτια. [ἀπορήσας δὲ μήποτ' ἄρα ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, ἑξῆς τίθησι πῶς δυνατὸν τὸ αὐτὸ κατὰ διαφόρους αἰτίας ὑπάρχειν πλείοσι, διὰ τούτου δεικνὺς καὶ συνιστὰς ὅτι τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι.]
- 123.1
p. 98 b19 Εἰ οὖν ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τί.
- 123.2
Εἰ τὸ μέν, δι' οὗτινος τὸ εἶναι καὶ ἡ οὐσία γνωρίζεται, αἴτιον, τὸ δὲ μὴ οὕτως ἔχον οὐκ αἴτιον, τούτων δὲ τὸ μὲν ἕτερον διὰ τοῦ ἑτέρου γνωρίζεται, οὐκέτι δὲ καὶ ἀνάπαλιν, οὐκ ἂν ὡς αἴτια ἀλλήλων εἶεν ἀντιστρέφοντα.
- 124.1
p. 98 b23 Ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἰναι;
- 124.2
Ἀπορήσας μήποτε ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἷναι, δηλονότι κατὰ τὸν αὐτὸν τρόπον τοῦ αἰτίου, τίθησι πῶς δύναται τὸ αὐτὸ κατὰ πλείους αἰτίας ὑπάρχειν πλείοσι, διὰ τούτου δεικνὺς καὶ συνιστὰς ὅτι τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι· εἰ γὰρ τοῦ τὸ αὐτὸ πλείοσιν ὑπάρχειν πλείους αἰτίαι εἰσί, καὶ τοῦ αὐτῦ πλείω αἴτια οἷόν τε εἶναι. καὶ ὅτι μὴ τῷ αὐτῷ τὸ αὐτὸ διὰ πλειόνων αἴτιον ὑπάρχειν οἷόν τε, δείκνυσι. λαμβάνει δὲ εἰς τὴν ἀναίρεσιν αὐτοῦ ὅτι ἀεὶ τὸ πρόβλημα καθόλου ἐστίν· οὐ γὰρ τοῦ τῷδε ὑπάρχειν τι ἡ αἰτία ἐν τοῖς προβλήμασι ζητεῖται ἀλλὰ τοῦ τοῖσδε καθόλου ὑπάρχειν καὶ οἷόν τε ὑπάρχειν. ὁ γὰρ τὴν αἰτίαν ζητῶν τοῦ τὸ ζῷον, καθὸ ζῷόν ἐστιν, ὑπάρχειν τισὶ κοινήν τινα αἰτίαν ζητεῖ, καθ' ἣν πᾶσιν, οἷς ὑπάρχει, ὑπάρχει· δεῖ γὰρ τὸ αἴτιον καὶ οὐ αἴτιον, τοῦτο δ' ἐστὶ τὸ αἰτιατόν, καθόλου ἄμφω ὑπάρχειν τινί, ᾧ ὑπάρχει τε καὶ ᾧ ἐστιν οἷά τε ὐπάρχειν. καὶ διὰ τοῦτο τρῶτον μὲν καὶ καθ' αὑτὸ ὑπάρχει τῷ κοινῷ τε καὶ τῷ γένει, εἰ γένος τι εἴη ὁμοίως ἑκατέρου αὐτῶν, ἔπειτα διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοῖς εἴδεσι πᾶσιν αὐτοῦ, <εἰ εἴη> εἴδη ἐφ' ὧν τὸ αἰτιατὸν καὶ τὸ αἴτιόν τε καὶ μέσον ἀντιστρέφει. δείξας δ' ἐφ' ὧν τὸ αἰτιατόν, ἐπὶ τούτων πάντων καὶ τὸ αἴτιον, ἀνεῖλε τὸ δύνασθαι τοῦ αὐτοῦ πλείω αἴτια εἶναι κατὰ τὸν εἰρημένον τρόπον. εἰ γὰρ ἄλλο μὲν εἴη αἴτιον τοῦ τὸ A τῷ Δ ὑπάρχειν, οἷον τὸ B, ὡς ἔλαβεν, ἄλλο δὲ πάλιν τοῦ τῷ E τὸ A ὑπάρχειν, οἷον τὸ Γ, οὐκ ἐφ' ὧν τὸ A κατηγορεῖται, ὅπερ ἐστὶ τὸ αἰτιατόν, ἐπὶ τούτων καθόλου καὶ τὸ αἴτιον κατηγορηθήσεται. οὕτως δ᾿ οὐδ᾿ αἴτιον ἔσται τὸ ἀποδεδομένον τοῦ ἐν τῷ τροβλήματι ζητουμενο᾿.
- 125.1
p. 99 a1 Πότερον δ᾿ ἐνδέχεται μὴ τὸ αὐτὸ αἴτιον εἶναι.
- 125.2
Δείξας ὅτι τὸ αὐτὸ τῷ αὐτῷ οὐχ οἷόν τε διὰ πλειόνων ὑπάρχειν αἰτίων (τὸ γὰρ καθόλου ᾧ πρώτῳ ὑπάρχει, δι᾿ ἑνὸς αἰτίου ὑπάρχει· δι᾿ οὗ δὲ τούτῳ, διὰ τούτου καὶ ἑκάστῳ τῶν ὑπὸ τοῦτο) νῦν ὃ παρέθετο παράδειγμα, πρὸς τὸ δύνασθαι τὸ αὐτὸ πλείοσί τισιν ὑπάρχειν διὰ διαφόρων αἰτίων ζητεῖ πῶς ἔχει καὶ εἰ οἷόν τε τοῦτο. οἷον εἰ τὸ ζῷον δι᾿ ἄλλου μὲν μέσου ἀνθρώπῳ, δι᾿ ἄλλου δ᾿ ἀετῷ δείκνυται ὑπάρχον· τοῦ γὰρ τὸ ζῷον ὑπάρχειν οἷς ὑπάρχει δόξει πλείω εἶναι τὰ αἴτια· τοῖς μὲν γὰρ τὸ πτηνόν, τοῖς δὲ τὸ πεζόν, τοῖς δὲ τὸ ἔνυδρον. λύων δὴ τοῦτο καὶ τὸ διττὸν τοῦ αἰτίου ἐνδεικνύμενος (οὐ γὰρ πάντως τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τοῦ πράγματός ἐστιν αἴτιον) τοῦτο δὴ δεικνὺς λέγει ὅτι, εἰ μὲν καθ᾿ αὑτὸ ἀποδέδεικται, τουτέστιν εἰ διὰ τοῦ αἰτίου, ὃ τοῦ πράγματός ἐστιν αἴτιον, ἡ δεῖξις εἴη γινομένη, τὸ αὐτὸ αἴτιον ἀνάγκη ἐπὶ πάντων λαμβάνεσθαι οἷς δείκνυται τὸ αὐτὸ ὑπάρχον. οὗ τὴν αἰτίαν παρέθετο, ἣν ἔδειξεν ἤδη, εἰπὼν ‘ὁρισμὸς γὰρ τοῦ ἄκρου ἐστὶ τοῦ κατηγορουμένου καὶ τοῖς πλείοσιν ὑπάρχοντος ἡ αἰτία | δι᾿ ἧς δείκνυται, καὶ οὗτος ὁ μέσος ὅρος᾿· ἡ γὰρ τοιαύτη αἰτία ἰατὰ κοινόν τι καὶ ταὐτὸν τοῖς πλείοσιν ὑπάρχει. εἰ δὲ μὴ εἴη ἀποδεικνύμενον διὰ τοῦ αἰτίου ἀλλὰ διὰ σημείου ἢ διὰ συμβεβηκότος μέσου λαμβανομένου, ἐνδέχεται ἄλλῳ δι᾿ ἄλλου τὸ αὐτὸ ὑπάρχον δείκνυσθαι.
- 126.1
p.99 a2 Ἢ εἰ μὲν καθ᾿ αὑτὸ ἀποδέδεικται καὶ μὴ κατὰ σημειον.
- 126.2
Τὸ μὲν σημεῖον ἀεὶ τῷ πράγματι παρακολουθεῖ· τὸ δὲ συμβεβηκὸς δύναται καὶ ἔξωθεν >εἶναι>.
- 127.1
p. 99 a6 Εἰ δὲ μὴ, ὁμοίως ἕξει τὸ μέσον· εἰ μὲν ὁμώνυμα.
- 127.2
Εἰ δὲ μὴ καθ' αὑτὸ εἴη ἀποδεικνύμενον μηδὲ διὰ τῶν καθ' αὑτὸ ὑπαρχόντων, ὁμοίως ἕξει τὸ μέσον, ὡς ἂν ἔχῃ καὶ τὸ οὗ ἡ αἰτία ζητεῖται. τοῦτο δὲ προσέθηκεν, ἐπειδὴ ἔδειξεν ὅτι καὶ τὸ αἴτιον δύναται μὴ καθ' αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ἢ σημεῖον λαμβάνεσθαι καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ εἰπὼν σ', ὅτι μὴ δοκεῖ τὰ τοιαῦτα προβλήματα, προσεθηκε τὸ εἰ δὲ μὴ, ἀντὶ τοῦ ‘εἰ δὲ καὶ ταῦτα ζητοῖτο ὡς προβλήματα', ὁμοίως ἕξει τὸ μέσον, αἂν μὲν ὁμώνυμον ᾖ τὸ αἰτιατόν, τοιοῦτον ἔσται καὶ τὸ αἴτιον, ἂν δὲ ὡς ἐν τῷ γένει, καὶ τὸ αἴτιον τοιοῦτον· ὁμοίως καὶ εἰ κατὰ ἀναλογίαν.
- 128.1
p. 99 a 16 Ἔχει δ' οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις.
- 128.2
Τὸ μὲν ἔχει δ' οὕτω τὸ παρακολουθεῖν εἶπεν ἀντὶ τοῦ ‘ἔχει δὲ οὕτω περὶ τὸ παρακολουθεῖν'. τῷ δὲ παρακολουθεῖν ἀντὶ τοῦ ἀντιστρέφειν κέχρηται. τὸ δὲ κατάλληλον τῆς λέξεως τοιοῦτον· ἔχει δὲ οὕτω τὸ παρακολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ οὗ αἴτιον καὶ ᾧ αἴτιον. ἔστι δὲ τὸ μὲν ᾧ αἴτιον τὸ ὑποκείμενον, τὸ δὲ οὗ αἴτιον τὸ τούτῳ ὑπάρχον. λέγει δὲ ταῦτα περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν αἰτίων. εἰπὼν δ' τοῖς πρὸ τούτου ὅτι τὸ τοῦ πράγματος ἀλλὰ μὴ τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τὸ οὗ αἴτιον ἀντακολουθεῖ ἀλλήλοις τῷ εἶναι τὸ αἴτιον ὁρισμὸν τοῦ αἰτιατοῦ φθάνει τε γὰρ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς τοῦτο, καὶ νῦν δ' ἐρεῖ· τούτῳ γὰρ κέχρηται πρὸς τὴν δεῖξιν τοῦ μὴ δύνασθαι τὸ αὐτὸ πλείοσι δι' αἰτίας διαφόρους ὑπάρχον δείκνυσθαι ἀποδεικτικῶς) χρησάμενος δὲ καὶ τῷ καθόλου τινὸς τό τε αἴτιον καὶ τὸ αἰτιατὸν κατηγορεῖσθαι, νῦν λέγει πότε καὶ τὸ οὗ τό τε αἰτιατὸν καὶ τὸ αἴτιον καθ' αὑτὸ κατηγορεῖται ἀντιστρέφει ἐκείνοις, τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ· τοὺς γὰρ ὅρους ἀντιστρέφειν, ἐφ' ὧν καὶ ἡ κύκλῳ δεῖξις γίνεται.
- 129.1
p. 99a18 Καθ' ἕκαστον μὲν λαμβάνοντι τὸ οὗ αἴτιον.
- 129.2
Ὅτι ἀντακολουθεῖ καὶ ἀντιστρέφει τὸ αἴτιον καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ αἴτιον, ὅ ἐστιν ὁ ὑποκείμενος ὅρος, οὐκ ἀεί, ἀλλ' εἰ μὲν καθ’ ἕκαστον εἶδος λαμβάνοιμεν τὸν ὑποκείμενον ὅρον, οὗ τὴν αἰτίαν τοῦ ὑπάρχειν τι αὐτῷ ζητοῦμεν, ἐπὶ πλέν ἔσται τὸ οὗ τῆς ὑπάρξεως τὸ αἴτιον ζητοῦμεν, τὰ οἷς ὑπάρχει τὸ κατηγορούμενον, ἐπ' ἴσης ἔσται ὅ τε ὑποκείμενος ὅρος καὶ ὁ κατηγορούμενος, καὶ τὸ μέσον τε καὶ αἴτιον ὁμοίως ἕξει. ὡς γὰρ ἐχει τὸ κατηγορούμενον πρὸς τὸ ὑποκείμενον, οὕτω καὶ τὸ αἴτιον· ὁρισμὸς γὰρ τὸ αἴτιον δέδεικται τοῦ κατηγορουμένου. πρῶτον δὲ μέσον φησὶ τὸ προσεχὲς αἴτιον τῷ κατηγορουμένῳ, οὗ μηκέτι ἄλλο μέσον ἐστίν, ὃ καὶ αὐτὸ πρῶτον ἄκρον εἶπεν.
- 130.1
p. 99 a21 Ἔστι δὲ τὸ μέσον τὸ πρῶτον λόγος τοῦ πρώτου ἄκρου.
- 130.2
Διὰ τοῦτο καὶ πᾶσαι αἱ επιστῆμαι δι' ὁρισμοῦ γίνονται· πᾶσαι γὰρ ἀποδεικνύουσι τὰ κατ' αὐτάς· αἱ δ' ἀποδείξεις διὰ τοῦ αἰτίου· τὸ δ' αἴτιον λόγος καὶ ὁρισμὸς τοῦ πρώτου ἄκρου· τοῖς γὰρ τῶν πρώτων ὁρισμοῖς χρῶνται πρὸς τὰς τῶν μετὰ ταῦτα ἀποδείξεις.
- 131.1
p. 99 a23 Οἷον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῇ ἀμπέλῳ.
- 131.2
Διδάσκει πῶς τὸ πρῶτον μέσον τοῦ πρώτου ἄκρου ὁρισμός ἐστι καὶ διὰ τί προσέθηκε τῷ μέσῳ τὸ πρῶτον. τοῖς γὰρ φυλλορροοῦσι πᾶσι τὸ φυλλορροεῖν διὰ δύο μέσων ὑπάρχον δείκνυται, διά τε τοῦ πλατυφύλλου καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔστι προσεχὲς τῷ μὲν ὑποκειμένῳ μέσον τὸ πλατύφυλλον, ὃ ἐπὶ θάτερον πρὼτον μέσον εἶπε, τῷ δὲ κατηγορουμένῳ, τῷ φυλλορροεῖν, ἡ πῆξις τοῦ ὑγροῦ, ὅπερ καὶ ὁρισμός ἐστι τοῦ κατηγορουμένου καὶ πρῶτον μέσον ὡς ἐγγύτερον τῆς κατηγορίας καὶ αἰτία καὶ ὁρισμὸς αὐτοῦ ὄν. κάτωθεν δ' ἀρχομένῳ ἀπὸ τοῦ ὑποκειμένου πρῶτον μέσον τὸ κοινὸν ἐπὶ πάντων τῶν τοιούτων· τοῦτο δ' ἐστὶ τὸ πλατύφυλλον· τοῦτο γὰρ δηλοῖ τὸ ὁποῖά ἐστι τὰ φυλλορροοῦντα. τούτου δὲ πάλιν τοῦ κοινοῦ καὶ τοῦ φθλλορροεῖν μέσον τὸ πήγνυσθαι τὸ ὑγρόν, ὃ αἰτία ἐστὶ καὶ ὁρισμὸς τοῦ φυλλορροεῖν.
- 132.1
p. 99 a30 Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει.|
- 132.2
Εἶπε μὲν περὶ τῆς τῶν ὅρων ἀκολουθήσεως τῆς ἐν ταῖς ἀποδείξεσι καὶ τῶν ὅρων καθόλου, ἐν οἷς τὸ πρὸ τοῦ πράγματος αἴτιον λαμβάνεται, ὃ καὶ ὁρισμὸς ἦν τοῦ ἐν τῷ προβλήματι κατηγορουμένου. καὶ τίνες μὲν ἀντιστρεφουσι τῶν ὑποκειμένων τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ δείξας, τίνες δ' οὔ, τὸ αὐτὸ τοῦτο δείκνυσιν ἐπὶ ὅρων τε καὶ συλλογισμῶν τῇ ἐκθέσει τῶν ὅρων γνωριμώτερον καὶ πιστότερον ποιῶν τὸ δεδειγμένον.
- 133.1
p. 99a35 Ἅπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει.
- 133.2
Τουτέστι τοῦτο γὰρ νῦν λέγω καθόλου. τοῦ γὰρ καθόλου κατηγορουμένου τὸ μὲν ἐπ' ἴσης ἐστίν, ὃ καὶ ἀντιστρέφει· καὶ εἷπε πρῶτον δὲ καθόλου ᾧ ἕκαστον μὲν οὐκ ἀντιστρέφει, ἅπαντα δ' ἀντιστρέφει· τοῦτο δ' ἐστὶν ὃ μὴ διὰ μέσου τινὸς ἀλλὰ πρῶτον κατηγορεῖται· τὸ δὲ μὴ ἐπ' ἴσης καθ' αὑτὸ μέν, οὐ μὴν πρώτως ἀλλὰ διὰ μέσου.
- 134.1
p. 99 a36 Δεῖ ἄρα τὸ A ἐπὶ πλέον τοῦ Β παρεκτείνειν.
- 134.2
Τουτέστιν εἰ δὲ ἐπὶ πλέον τὸ A τοῦ Β κατηγορεῖται, οὐκέτι ἂν εἴη τοῦτο αἴτιον αὐτοῦ· τί γὰρ μᾶλλον τοῦτο ἢ ἄλλο τι δι' οὗ καὶ αὐτοῦ τοῦ Δ κατηγορεῖται καὶ ἄλλων τινῶν παρὰ τὸ ὧν τὸ Β κατηγορεῖται; καὶ πῶς τοῦτο ἔχει, ἑξῆς δείκνυσιν.
- 135.1
p. 99a37 Εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α.
- 135.2
Ὀ λέγει τοιοῦτόν ἐστιν· εἰ τὸ A μὴ μόνον τοῖς Δ πᾶσιν ὑπάρχει, οἷς ὑπάρχον ἐδείχθη διὰ τοῦ B, ἀλλὰ καὶ τοῖς E, ἔσται πάντα τὰ E ἄλλα τοῦ B, δηλονότι οὐχ ὑπὸ τὸ Β· τὸ γὰρ B κατὰ μόνων ὦρ Δ κατηγορεῖται. εἰ γὰρ μὴ ἔξω πίπτει τοῦ B τὰ E, οὐκέτ' ἂν ἐπὶ πλέον εἴη τὸ A εἰλημμένον τῶν τε E καὶ τῶν Δ, εἰ εἴη ταὐτὰ τὰ E τοῖς Δ ὄντα πάντα ὑπὸ τὸ Β. ὃ ἔδειξεν εἰπὼν εἰ γὰρ μὴ, πῶς ἔσται εἰπεῖν ὅτι ᾧ τὸ E, τὸ A παντί, ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ E; οὕτως γὰρ γίνεται ἐπὶ πλέον τὸ Α τοῦ E, ἐὰν τῷ μὲν Ε τὸ A παντίν, μηκέτι δὲ καὶ ἀντιστρέφει· τοῦτο δὲ ἔσται, ἂν πλείοσιν αὐτὸ ὑπάρχον <ᾖ> ἢ τὸ Β. ἂν γὰρ μόνων ὧν τὸ E κατηγορεῖται, ἐπ' ἴσης ἔσται τὸ τοῖς ὧν κατηγορεῖται ὄντων ὑπὸ τὸ Β ὥστε καὶ τῷ A τὸ E παντί. ὁμοίως καὶ ἐπὶ τοῦ Δ. εἰπὼν δὲ τοῦτο καὶ δείξας ὅτι μὴ ὑπὸ τὸ Β τὸ E ἔσται, ἐπιφέρει· διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον, οἷον τὸ A τᾷ Δ; ὃ ἴσον ἐστὶ τῷ ‘διὰ τί γὰρ οὐκ ἔστι τι τοῦ καὶ τὸ A τοῖς Ε ὑπάρχειν αἴτιον, ὥσπερ καὶ τοῦ τοῖς Δ ὑπάρχειν αὐτὸ αἴτιον ἦν, τὸ γὰρ B; τοῦτο δὲ λέγει ἐξηγούμενος ὃ εἶπε καὶ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ εἰ δὲ μὴ, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ γὰρ καὶ τοῖς E τὸ A ὑπάρχει ἄλλοις οὖσι τῶν Δ, καὶ τούτοις δι' αἰτίου τινὸς ὑπάρξει. τὸ γὰρ οἷον τὸ A τῷ Δ εἶπεν ἀντὶ τοῦ ‘ὁποῖον καὶ ὅτε τὸ A τοῖς Δ ὑπάρχειν ἐδείκνυτο'· ὑπάρχειν γὰρ ἐδείκνυτο διὰ μέσου τοῦ Β. ᾧ ἐπήνεγκεν ἅμα ἄρα καὶ τὰ E ἔσται τι ἕν. ὁμοίως ἄρα καὶ τὰ E ἔσται τι ἕν, τουτέστιν ὑφ' ἕν τι καὶ ἓν κατὰ παντὸς αὐτῶν κατηγορούμενον ἔσται, ὡς ἦν τὰ Δ ὑπὸ τὸ B. εἰ δή ἐστι τὰ E ὑπό τι ἔη τοῦτο αὖ ἐπισκεψώμεθα. κἂν εὕρωμεν ὅ τι ποτέ ἐστιν ἐκεῖνο <ὃ> πάλιν αἴτιον τὸ A τοῖς E ὑπάρχειν, ἔστω τὸ Γ τοῦτο, ὃ πᾶσι τοῖς E ὑπάρχει, αὐτῷ δὲ παντὶ τὸ A.
- 136.1
p. 99 b4 Ἐνδέχεται δὴ τοῦ αὐτοῦ πλείω αἴτια εἶναι.
- 136.2
Δείξας, ὅτι ἐπὶ πλέον λεγομένου τοῦ κατηγορουμένου οὐκ ἀδύνατον ἐν συλλογισμῷ διὰ πλειόνων αἰτίων τε καὶ μέσων συνάγεσθαι τὸ αὐτὸ τοῖς διαφόροις κατ' εἶδος ὑπάρχον, ἐπιφέρει ὅτι ἐνδέχεται τοῦ αὐτοῦ αἴτια πλείω εἶναι, ἀλλ' οὐ τοῖς αὐτοῖς τᾷ εἴδει· δι' ἄλλου γὰρ αἰτίου ἡ οὐσία ζῴῳ καὶ δι' ἄλλου λίθῳ. τοῦτο δ' ἐπὶ μὲν τῶν ἐν συλλογισμῷ αιτίων τοῦ συμπεράσματος, ἐφ' ὧν νῦν ποιεῖται τὸν λόγον, οἷόν τε· εἶπε γὰρ ‘ἂν διὰ συμβεβηκότων καὶ σημείων ὁ συλλογισμὸς γένηται'. ἐπὶ δὲ τῶν ἀποδείξεων καὶ τὼν δι' αἰτίου συλλογισμῶν οὐχ οἷόν τε ὂν ἐδείχθη· ἦν γὰρ τὸ τοιοῦτον αἴτιον ὁρισμὸς τοῦ κατηγορουμένου, ὃς καὶ τοῖς κατ' εἴδος διαφέρουσιν ὁ αὐτιος τοῦ τὸ γένος αὐτοῖς ὑπάρχειν· καὶ γὰρ ἵππῳ καὶ ἀνθρώπῳ τὸ ζῷον διὰ τοῦ αἰσθητικοῦ ἀποδεικτικῶς.
- 137.1
p. 99 b5 Τὰ μὲν τετράποδα τῷ μὴ ἔχειν χολήν.
- 137.2
Ἔσται οὖν τὸ μακρόβιον πλεοναχῶς λεγόμενον. ὧν γὰρ τῆς ὑπάρξεως αἴτια πλείω, ταῦτα πλεοναχῶς λέγεται, εἴ γε τὸ αἴτιον ὁρισμός ἐστι τοῦ αἰτιατοῦ· οὗ γὰρ πλείω αἴτια, τούτου καὶ λόγοι πλείους, οὐχ ὡς ταὐτοῦ δηλωτικοί· οὗ δὲ λόγοι πλείους οὕτως, τοῦτο τῶν πλεοναχῶς λεγομένων.
- 138.1
p. 99 b7 Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθὺς ἔρχονται.
- 138.2
Τὰ γὰρ μέσα αἴτια ὡς ἐν συλλογισμῷ. οὕτως δὲ καὶ πλείους ἔσονται συλλογισμοί, καὶ ἕξει ταύτην τὴν τάξιν τὰ μέσα πρὸς ἄλληλα, ἣν εἶχεν, ὅτε δι' ἑνὸς ἐδείκνυτο μέσου τὸ συμπέρασμα, τὸ μέσον πρὸς τὸ κατηγορούμενον· τὰ γὰρ ἐπάνω τῶν μέσων τε καὶ αἰτίων κατηγορουμένων τάξιν ἔχει καὶ ἐπὶ πλέον δυνάμενα λέγεσθαι, οἷον οὐσία, ἔμψυχον, αἰσυητικόν, πεζόν, λογικόν, ἄνθρωπος.
- 139.1
p. 99 b9 Πότερον δ' αἴτιον τῶν μέσων τὸ πρὸς τὸ καθόλου πρῶτον.
- 139.2
Ὅτι ὦν συμπερασμάτων πλείω ἐστὶ τὰ τὰ μέσα, τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν. εἰπὼν γὰρ ἐφ' ὧν πλείω τὰ μέσα, ὅτι καὶ τὰ αἴτια πλείω, ὅσα γὰρ τὰ μέ|σα, ζητεῖ ἑξῆς, ὧν συμπερασμάτων πλείω ἐστὶ τὰ μέσα, πότερον αὐτῶν ἐστι μᾶλλον αἴτιον τὸ πρὸς τὸ καθόλου πρῶτον, τουτέστι τὸν πρῶτον κατηγορούμενον ὅρον, καθ' οὗ ληφθὲν τὸ πρῶτον κατηγορούμενον τὴν πρώτην καθόλου πρότασιν ποιεῖ, ἢ τὸ πρὸς τὸ ἔσχατον καὶ ὑποκείμενον, ὃ ἄτομον εἶπεν, ἤτοι ὡς ἀληθῶς ἂν ἄτομον ἢ εἶδος ἄτομον. τὸ δὲ τοῖς καθ' ἕκαστα λέγοι ἂν ἀντὶ τοῦ ‘τοῦ τὸ πρῶτον καθόλου ὑπάρχειν τοῖς καθ' ἕκαστα'. φησὶ δ' ὅτι τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν, καὶ προστίθησι τὴν αἰτίαν· τοῦ γὰρ τὸ πρωτον λέγων πρῶτον ὃ εἶπεν ἄτομον καὶ ἔσχατον ὑποκείμενον) τοῦ δὴ τοῦτο ὑπὸ τὸν πρῶτον ὅρον καὶ καθόλου εἶναι τὸ προσεχὲς αὐτῷ μέσον αἴτιον. τῷ γὰρ Δ τὸ Γ αἴτιον τοῦ τὸ B αὐτῷ ὑπάρχειν, δι' ὃ καὶ A αὐτῷ ὑπάρχει. διὸ τοῦ μὲν τῷ Δ τὸ Α ὑπάρχειν τὸ Γ αἴτιον· τοῦτο γὰρ αὐτῷ προσεχές· τοῦ δὲ πάλιν τῷ Γ τὸ A ὑπάρχειν τὸ Β· πάλιν γὰρ τῷ Γ τὸ Β προσεχές. τῷ δέ γε Β τὸ A οὐκέτι δι' ἄλλου μέσου, εἰ μεσον εἴη. τοῦτο γὰρ εἶπε διὰ τοῦ τούτῳ δὲ τὸ] αὐτό· εἰ γάρ ἐστιν ὁρισμὸς αὐτοῦ, οὐκέτι ἂν αὐτῷ δι' ἄλλου μέσου ὑπάρχοι.
- 140.1
p. 99 b15 Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως.
- 140.2
Τὸ ἀποδεικτικὸν τῇ ἐπιστήμῃ προσέθηκεν, ἐπεὶ κοινότερον ἐπιστήμη καὶ κατ' ἄλλων κατηγορεῖται. οὐκέτι δὲ τῆς ὁριστικῆς πραγματείας, περὶ ἧς καὶ αὐτῆς ἐν τούτῳ τὸν λόγον πεποίηται, καὶ ἐμνημόνευσεν ἰδίᾳ, ἐπεὶ καὶ αὐτὴ πρὸς τὴν τῶν ἀποδείξεων γένεσίν τε καὶ σύστασιν συντελεῖ. περὶ γὰρ ὁρισμῶν προηγουμένως ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ λέγει· ἡ γὰρ κυριωτάτη ἀπόδειξις ἡ διὰ τοῦ διὰ τί δέδεικται διὰ τοῦ ὁρισμοῦ του κατηγορουμενου ακρου γινομενη.
- 141.1
p. 99 b17 Περὶ δὲ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι.
- 141.2
Ζητεῖ περὶ τῶν ἀρχῶν τῶν ἀποδεικτικῶν αὗται δ' εἰσὶν αἱ ἄμεσοι 20 καὶ πρῶται προτάσεις), πῶς τε γίνονται γνώριμοι, ἐπεὶ μὴ διὰ ἀποδείξεως καὶ συλλογισμοῦ, καὶ τίς ἕξις ἢ δύναμις τῆς ψυχῆς ἐστιν ἡ γνωρίζουσα αὐτάς.
- 142.1
p. 99 b32 Ἀνάγκη ἄρα ἔχειν υέν τινα δύναμιν.
- 142.2
Λύων τὴν ἀπορίαν τῷ μὲν ἐκ γενέσεως ἡμᾶς ἔχειν τὴν γνῶσιν τῶν ἀρχῶν ὡς ἀτόπῳ <οὐ> συγχωρεῖ, πῶς >δ᾿> ὕστερον αὐτὴν ἀναλαμβάνομεν, πειρᾶται λέγειν. καὶ ἐπεὶ ἀδύνατον μὴ προὑπαρχούσης τινὸς γνώσεως μάθησίν τινα γενέσθαι, ἄτοπ[ον δὲ καὶ τὸ τῶν ἀρχῶν ἀεί τινας ἀρχὰς εἶναι μᾶλλον γνωρίμους τῶν μετ' αὐτάς, πῶς καὶ ἐνυπαρχούσης τινὸς ἡμῖν γνώσεως ἡ τῶν ἀρχῶν ὕστερον ἐγγίνεται γνῶσις καὶ οὐκ ἐπ' ἄπειρον τοῦτο πρόεισι, λέγει. ἀνάγκη γὰρ ἔχειν μέν τινα δύναμιν ἡμᾶς προϋπάρχουσαν τῆς τῶν ἀρχῶν γνώσεως, ἀφ' ἧς ἡ γνῶσις ἡ τούτων γίνεται ἀδύνατον γὰρ ἄλλως), μὴ τοιαύτην δ' εἶναι ταύτην ἡ ἔσται τούτων τιμιωτέρα τῷ ἀκριβεστέρα εἶναι, ὥσπερ ἐστὶν τῶν ἀρχῶν τῆς ἐπιστήμης γνῶσις τιμιωτέρα τῶν <ὧν> μετ' αὐτὴν καὶ δι' ἐκείνων γίνεται γνῶσις. ἡ μὲν γὰρ τοιαύτη ἀρχή, δι' ης τι δείκνυται, κυριωτέρα πρὸς γνῶσιν καὶ ἀκριβεστέρα τοῦ δι' ἐκείνης γνωρίμου γινομένου· ἡ δ' οὕτως οὖσα ἀρχὴ ὡς δύναμίς τις ὑποβεβλημένη καὶ ὕλης λόγον ἐπέχουσα πρὸς τὰ συνιστάμενα ἐξ αὐτῆς τε καὶ ἐπ' αὐτῇ οὐκ ἔστιν ἀκριβεστέρα τοῦ ἐπ' αὐτῇ γινομένου τε καὶ συνισταμένου οὐδὲ κατὰ τοῦτο τιμιωτέρα οὐ γὰρ ἀκριβέστερον τὸ ἀτελὲς τοῦ τελείου, ὅτι μηδ' ἡ ὕλη τοῦ εἴδους.
- 143.1
p. 99 b39 Εν οἷς δ' ἔνεστιν αἰσθανομένοις ἔχειν ἔτι ἐν τῇ ψυχῇ.
- 143.2
Ὀτι <ἔστιν> ἐν οἷς δύναμίς ἐστι τοῦ φυλάσσειν τε τὸ αἴσθημα καὶ καὶ ἔχειν τι ἐν τῇ ψυχῇ αἰσθομένοις μετὰ μετὰ τὴν αἴσθησιν, ἔστι δ' ἃ καὶ ὡς ἕν τι ἐν τῇ ψυχῇ φυλάσσειν οἷά τ’ ἐστὶ τὰ ἐκ τῶν πολλῶν καὶ ὁμοίως κατ’ αἴσθησιν ἐνεργὰ καὶ λογικά ἐστιν. ἐν οἷς γὰρ πλείων γνῶσις τοῦ κατὰ τὴν αἴσθησιν πάθους, τὰ μὲν ἐκ τῆς τῶν ελειόνων αἰσθητῶν μνήμης τε καὶ μονῆς λόγον κτᾶται, τὰ δ' οὔ. κατὰ διαφορὰν γὰρ τῆς δεχομένης ψυχῆς τὸ αἴσθημα οἰκεία τις κατασκευὴ γίνεται ἐκ τῶν ἀπὸ τῶν αἰσθητῶν μνημῶν. ἐκ μὲν γάρ τοῦ αἰσθήματος καὶ τῆς μονῆς τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ μνήμη τε καὶ φαντασία. ἔστι γὰρ ἡ φαντασία κίνησίς τις τῆς ψυχῆς ὑπὸ τοῦ ἀπὸ τῆς αἰσθήσεως μείναντος οἷον γὰρ αἰσθητῷ ἐντὸς ὄντι τῷ ἐγκαταλείμματι τούτῳ, ὃ καὶ φανταστὸν καλεῖται, ἐπιβάλλουσα ἡ ψυχὴ ἡ φανταστικὴ ἀλλοιοῦταί πως, ὡς ἡ αἴσθησις τῷ αἰσθητῷ ὄντι ἐκτός. ᾧ ὅταν μὲν ὡς πρότερον ὁραθέντι καὶ ὡς ὁμοίως ἐπιβάλλει ὁμοίως, μένωηται· ἡ δ' ἕξις καὶ ἡ ἀντίληψις ἡ ὡς εἰκόνος αὐτοῦ καὶ ὁμοιώματος γινομένη μνήμη. εἰ δὲ μὴ ὡς τοιούτου μηδὲ συναναφερει τὸ εἶναι αὐτὸ εἰκόνα καὶ ὁμοίωμα οὗ πρότερον ᾔ σθετο, φαντασία τὸ τοιοῦτον, οὐκέτι δὲ καὶ μνήμη.
- 144.1
p. 100 a6 Ἔκ δὲ ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου.
← Previous · Next → — showing 201–300 of 315
First Thousand Years of Greek. CTS URN tlg9004.tlg001.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.