Ancient Texts

← Library

Anonymi in analyticorum posteriorum librum alterum commentarium

First Thousand Years of Greek · First Thousand Years of Greek · 315 sections

  1. 144.2

    Ἠρεμήσαντος τοῦ καθόλου ἀντὶ τοῦ ‘κατὰ ταὐτὸ καὶ ὑσαύτως αὐτοῦ μείναντός τε καὶ νοηθέντος καὶ μὴ ὡς ἐπὶ πολλὰ τὴν μετάβασιν ἔχοντος ἀλλ' ὡς ἑνὸς μείναντος ἐν τῇ ψυχῇ'. τί δ' ἐστὶ τὸ καθόλου, ἐξηγησόμεθα· τὸ γὰρ ἓν ἐπὶ πᾶσι τοῖς καθ' ἕκαστα καὶ πολλοῖς κατὰ τὴν ὁμοιότητα κα]τ ταυτότητα τὰν ἐν αὐτοῖς ληφθεῖσαν ἐν τῇ ψυχῇ, τοῦτό ἔστι τὸ καθόλου. ὃ καθόλου τέχνης ἀρχὴ καὶ ἐπιστήμης γίνεται. ἡ μὲν γὰρ ἐμπειρία ἀπαγὴς ἔτι· ἡ δὲ καθόλου πρότασις πεπηγυῖά τε καὶ ἐπὶ ταὐτοῦ μένουσα καὶ ἐκ τῆς τῶν ὑπ' αἴσθησίν τε καὶ μνήμην ἐλθόντων ὁμοιότητος καὶ τῆς ἐπὶ τούτοις ἐμπειρίας περί|ληψιν ὁμοίαν ποιουμένη καὶ τῶν ὁμοίων μὲν τουτοις οὐκ ἐληλυθότων δὲ εἰς αἴσθησιν ὡς † ἐν τῇ καὶ τούτοις πάντων ἐχόντων κατὰ τὴν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον μετάβασιν.

  2. 144.3

    Περὶ γένεσιν μὲν οὖσα, τουτέστι περὶ γενητόν τε τε καὶ ποιητὸν οὖσα. ποιητὸν δ' οὐχ ἁπλῶς ἀλλ' ἡμῖν ποιητόν ἐστι τέχνης ἀρχή.

  3. 144.4

    Ἂν δὲ περὶ τὸ ὄν. ἤτοι λέγει περὶ ἀγένητον καὶ ἀίδιον καὶ οὐκ ἐν γενέσει τὴν ἐπιστήμην· ἐδείχθη γὰρ ὅτι αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις περὶ ἀίδια. ἢ μᾶλλον ὂν ἂν λέγοι οὗ ὡς ὄντος ἡ ἀντίληψις ἐγένετο, οὐχ ὡς ὑφ' ἡμῶν γινομένου· ἡ γὰρ ἀπὸ τοῦ τοιούτου ἐκ τῆς μνήμης τε καὶ ἐμπειρίας τοῦ καθόλου μονὴ ἐπιστήμης ἀρχή. καὶ γὰρ φυσικὴ ἐπιστήμη καίτοι περὶ τὰ κινούμενα οὖσα καὶ περὶ γένεσιν· ἁπλῶς γὰρ ἡ μὲν τέχνη περὶ τὸ ὑφ' ἡμῶν γινόμενον, διὸ καὶ ἡ ἀρχὴ τοῦ εἶναι αὐτῇ ἐν ἡμῖν, ἡ δ' ἐπιστήμη περὶ τὰ μὴ ὑφ' ἡμῶν γινόμενα ἀλλ' ὄντα.

  4. 145.1

    p. 100 a13 13 Η δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο.

  5. 145.2

    Οὕτως καὶ ἐν τῇ ψυχῇ συμβαίνει τῇ λογικὴν τὴν δύναμιν ἐχούσῃ τῆς τοιαύτης ἐν αὐτῇ στάσεως. ἐκ γὰρ τῶν αἰσθητῳν παραρρεόντων καὶ ἄλλοτε ἄλλων γινομένων μνήμης γινομένης καὶ ἐμπειρίας ἐκ τῆς μνήμης, ἐπὶ ταύτῃ στάσις τοῦ ἐπὶ ταύτῃ τῇ ἐμπειράᾳ καθόλου, ἔπειτα ἄλλου ὁμοίου, καὶ οὕτως ἐπὶ τὸ καθόλου καὶ τὴν ἀρχὴν ἡ ἀπὸ τῶν τοιούτων στάσεών τε καὶ περιλήψεων πρόοδος. τὸ δ' ἕως ἐπ' ἀρχὴν ἦλθεν ἤτοι ἐπὶ τῶν ἐν τῇ ψυχῇ νοουμένων τε καὶ ἀθροιζομένων εἶπεν· ἡ γὰρ ἐπὶ τοῖς αἰσθητοῖς <τοῦ> καθόλου συναίσθησίς τε καὶ σύστασις καὶ ἡ ἐπὶ πρώτοις καθόλου λῆψις τῆς ἀρχῆς καὶ τοῦ πρώτου κοινοῦ λῆψις. ἢ ἀρχὴν καὶ ἐν τῷ στρατοπέδῳ εἶπε τὸν ἀθροισμὸν καὶ τὴν τάξιν τε καὶ τὴν ἄθροισιν καὶ τὴν παράταξιν τοῦ παντὸς στρατοπέδου. λέγει δ' ἐπιτηδειότητα καὶ δύναμιν τὴν ψυχὴν ἔχειν τοῦ δύνασθαι φυλάσσειν τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη.

  6. 146.1

    p. 100 a14 Ὃ δ' ἐλέχθη μὲν πάλαι.

  7. 146.2

    Ὅτε ἔλεγεν “ἐκ δ' ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ”.

  8. 147.1

    p. 100 a16 Καὶ γὰρ αἰσθάνεται μὲν τὸ καθ’ ἕκαστον.

  9. 147.2

    Λέγει τὴν αἴσθησιν μὲν αἰσθάνεσθαι ὧν ἂν αἰσθάνηται καὶ] ἐπὶ τῶν καθ' ἕκαστα· τῶν γὰρ ἐν τοῖς καθ' ἕκαστα καὶ ἀτόμοις ἡ αἴσθησις αἰσθητική· ἡ δ' ἀντίληψις αὐτὴ τοῦ καθόλου γίνεται. ὃ βουλόμενος δεῖξαι, πῶς γίνεται, παραδείγματι ἐχρήσατο τῷ ἀνθρώπῳ καὶ τῷ Καλλίᾳ, οὐχ ὡς τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος ἢ τοῦ Καλλίου καθὸ Καλλίας ὄντος αἰσθητοῦ, ἀλλ' ὃ λέγει διὰ τούτων ποιεῖ γνώριμον. ὡς γὰρ ὁ ἀνθρώποτ ἐννοιαν ἔχων οὐχ ὡς Καλλίου τοῦ ἀνθρώπου ἤ τινος τῶν καθ' ἕκαστα τὴν ἔννοιαν ἔχει ἀλλὰ τούτου ὃς κατὰ πάντων τῶν καθ' ἕκαστα ἀνθρώπων κατηγορεῖται κοινῶς, ὢν ἐν πᾶσιν αὐτοῖς, οὕτως ἡ ὄψις ἡ τοῦ ἐν τῇ χιόνι λευκοῦ αἰσθανομένη οὐχ ὡς χιόνος λευκῆς αἰσθάνεται ἀλλ' ὡς λευκοῦ· ὃ λευκὸν κοινόν ἐστι τῇ χιόνι πρὸς τὰ λευκὰ πάντα· καὶ γὰρ ὁρᾷ τὸ ἐν αὐτῇ λευκόν, ἀλλ' οὐχ ᾗ χιών.

  10. 148.1

    p. 100 b2 Οἷον τοιονδὲ ζῷον.

  11. 148.2

    Τὸ μετὰ προσθήκης τινὸς λεγόμενον μεμερισμένον, οἷον ζῷον τοιονδί, τὸ δὲ χωρὶς προσθήκης ἀμερές, τουτέστιν οὐ διῃρημένον.

  12. 149.1

    p. 100 b 5 Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων.

  13. 149.2

    Ὅτι οὐ τῇ διὰ ἀποδείξεως γνώσει ἡ αὐτή ἐστιν ἡ τῶν ἀρχῶν γνῶσις, καὶ ὅτι ὁ νοῦς ἐστιν ὁ τὰς ἀρχὰς γινώσκων τῆς ἐπιστήμης, καὶ ὅτι ὄντος τοῦ ἐν ἡμῖν νοῦ διττοῦ, τοῦ μὲν θεωρητικοῦ τοῦ δὲ πρακτικοῦ, καὶ ὄντος τοῦ μὲν πρακτικοῦ περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν τοῦ δὲ θεωρητικοῦ περὶ τὰ ἀίδια καὶ ἀεὶ ὁμοίως ἔχοντα, τοῦ μὲν πρακτικοῦ νοῦ δύναμις ἥ τε δοξαστικὴ καὶ ἡ λογιστική, τοῦ δὲ θεωρητικοῦ ἥ τε νοητικἠ καὶ ἡ ἐπιστημονική· ὧν αἱ μὲν τοῦ πρακτικοῦ οὐκ ἀεὶ ἀληθεύουσιν, αἱ δὲ τοῦ θεωρητικοῦ ἀεί. καὶ ὅτι δόξα ἐστὶν ὑπόληψις ἄνευ ἀποδείξεως, διὸ καὶ ἀβέβαιος, καὶ λογισμὸς δὲ ἀπατᾶται πολλάκις τῷ μηδὲ τὴν ὕλην, περὶ ἣν καὶ] ἔστιν, ἀναδέχεσθαι τὴν ἀκριβῆ γνῶσιν· περὶ γὰρ τὰ ἐνδεχόμενα, περὶ ὧν καὶ τὸ βούλεσθαι. αἱ γὰρ αἰσθήσεις ἄλλως ἀληθεῖς, οὐ κατὰ σύνθεσίν τινα· τοῦτο γὰρ ἴδιον τῆς λογικῆς ψυχῆς.

  14. 150.1

    p. 100 b15 Καὶ ἡ μὲν ἀρχὴ τῆς ἀρχῆς εἴη ἄν.

  15. 150.2

    Εἰπὼν ἀρχὴν ἐπιστήμης εἶναι τὸν νοῦν, ἔχειν δὲ καὶ ἀρχὰς τῶν ἐπιστητῶν τὰς ἀμέσους προτάσεις, νῦν λέγει ὅτι ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης εἴη ἂν τῆς ἀρχῆς τῶν ἐπιστητῶν γνῶσις, ἡ δὲ πᾶσα ἐπιστήμη παντὸς τοῦ ἐπιστητοῦ· ὡς γὰρ ἡ ἀρχὴ πρὸς τὴν ἀρχήν, οὕτως τὸ πᾶν, οὗ ἡ ἀρχή, πρὸς τὸ πᾶν πρᾶγμα, οὗ τῆς ἀρχῆς ἦν ἡ τῆς ἐπιστήμης ἀρχὴ γνωστική τε καὶ θεωρητική.

← Previous — showing 301315 of 315

First Thousand Years of Greek. CTS URN tlg9004.tlg001.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.