Anonymi in analyticorum posteriorum librum alterum commentarium
- 49.1
p. α 15 Ἀλλ’ ἔστι λογικὸς συλλογισμὸς τοῦ τί ἐστιν.
- 49.2
Λογικὸν συλλογισμὸν τὸν μὴ ἀποδεικτικὸν ἀλλὰδιαλεκτικόν τε καὶ δι’ ἐνδόξων συνάγοντα εἴωθε λέγειν. ιἰπὼν δὲ τὴν τοιαύτην δεῖξιν λογικὴν εἶναι ἀλλ’ οὐκ ἀποδεικτικὴν ἐξῆς προτίθεται φητῆσαι, εἰ ὅλως ἐνδέχεται, πῶς λαὶ τίνα πρόπον. καὶ ὐπομνήσας ἡμᾶς τῶν κατ’ ἀρχὰς εἰρημένων ἀποδείξει κατὰ τὴν πρὸς αὐτὰ ἀκολουθίαν, ὅτι ἀπόδεξιν μὲν οὐχ οἶόν τε ὁρισμοῦ γενέσθαι, ἔστι μέντοι δι' ἀποδείξεως τρόπον τινὰ ὁρισμὸν εὐρεῖν. καὶ τοῦτο δ’ ἦν ἠπορημένον, πῶς οἶόν τε δείκνυσθαι τὸ τί ἦν εἶναι· ἐδόκει γὰρ ἄτοπον εἶναι τοῦτο. μέλλων δὲ περὶ τούτου ζητεῖν τε καὶ λέγειν πρῶτον ἡμᾶς τῶν κατ ἀρχὰς εἰρημένων ὑπομιμνήσκει χρησίμων αὐτῷ πρὸς τὴν τοῦ προκειμένου θεωρίαν ἐσομένων· διὸ καὶ προσέθηκε τὸ Ι εἰπόντες πάλιν ἐξ αρχης.
- 50.1
p. 93 a16 Ὥσπερ γὰρ τὸ διοτι ζητουμεν.
- 50.2
Ὅτι ὥσπερ τὸ ὅτι τοῦ διότι προγινώσκεται, οὔτως καὶ τὸ εἰ ἔστι τοῦ 5 τί ἐστιν, ἐνίοτε δὲ καὶ ἅμα δῆλα γίνεται, οὐ μὴν ἔμπαλιν.
- 51.1
p. 93 a21 Τὸ δ’ εἰ ἔστιν ὀτὲ μὲν κατὰ συμβεβηκὸς ἔχομεν, ὀτὲ δ’ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος.
- 51.2
Λαβὼν τὸ ἕπεσθαι τὴν τοῦ τί ἐστιν γνῶσιν τῇ γνώσει τοῦ εἶναι τὸ πρᾶγμα μετὰ ταῦτα, πῶς τῇ τοῦ εῖναι τὸ πρᾶγμα γνώσει ἔπεται καὶ ἡ τοῦ τί ἐστι γνῶσις πολλάκις, ὥσπερ καὶ ἡ τοῦ διὰ τί ἐστι τῇ τοῦ ὅτι ἔστι γνώσει, δείκνυσι. τὴν γὰρ ὕπαρξιν τοῦ πράγματος, περὶ περὶ οὖ ἦν ἡ ζήτησις τησις εἰ ἔστι, ποτὲ μὲν ἀπὸ συμβεβηκότων ποτὲ δέ τι τῆς οὐσίας αὐτοῦ λαβόντες ἔχομεν. καὶ ἡ μὲν ἀπὸ συμβεβηκότων γνπωσις τῆς τοῦ οράγνατις υπαρξεως ουδὲν πρὸς τὴν γνῶσιν τοῦ τί ἐστι τὸ πρᾶγμα συντελεῖ· ἡ δὲ ἀπὸ τῶν αὐτῷ τῷ πράγματι ὐπαρχόντων γνῶσις τοῦ εἶναι αὐτὸ ἀφορμὴ καὶ ὀδός ἐστι τῆς τοῦ τί ἐστι νώσεως. καὶ ὠς ἂν ἕχοιμεν πρὸς τὴν ἀπὸ τῶν ὐταρχόντων καθ’ αὐτὸ καὶ ὄντων γενῶν τε καὶ μερῶν τοῦ ζητουμένου πράγματος εἰ ἔστι γνῶσιν, οὕτως ἔξομεν καὶ πρὸς τὴν τοῦ τί ἐστιν. ἀπὸ μὲν γὰρ τῶν κοινοτέρων εἰδότες ὅτι ἐστι πορρωτέρω τοῦ εἰδέναι τί ἐστιν ἐσόμεθα, ὅτι μηδ6 ὅτι ἔστιν ἴσμεν ἀκριβῶς τε καὶ προσεχπως· εἰ δ’ ἀπὸ τῶν ἰδίων καὶ οἰκείων αὐτοῦ τὴν τοῦ εῖναι αὐτὸ γνῶσιν δ’ εἴημεν ἂν καὶ τὴν τοῦ τί ἐστι γνῶσιν ἔχοντες ἢ πλησίον ὄντες.
- 52.1
p. 93 a 27 Καθ’ ὅσων δὲ ἔχομέν τι, ῥᾷον.
- 52.2
Ὦν ἔχομεν τὴν γνῶσιν τοῦ εἶναι τῷ ἔχειν τι αὐτῶν τῶν ἐν τῇ οὐσίᾳ σίᾳ ὑπαρχόντων αὐτοῖς, ῥᾷον τοῦ ἐστι ζήτησίς τε καὶ εὕρεσις.
- 53.1
p. 93 a 29 Ὦν οὖν ἔχομέν τι τοῦ τί ἐστιν, ἔστω πρῶτον μὲν ὦδε.
- 53.2
Τὰ εἰρημένα γνώριμα βούλεται ἐπὶ παραδειγμάτων ποιῆσαι καὶ δεῖξαι, πῶς μὲν ἡ τοῦ εἶναι δι’ οἰκείων ἀπόδειξις γνῶσις] γένεται, πῶς δὲ τὸ τί ἐστιν ἐν ἀποδείξει λαμβάνεται, καὶ πῶς, εἰ ἀπὸ συμβεβηκότων ἡ τοῦ ὅτι ἔστι γνῶσις εἴη, οὐδὲν αὔτη συντελεῖ πρὸς τὴν κοῦ τί ἐστιν εὕρεσιν. καὶ πρῶτον μὲν λαμβάνει παραδείγματα, ὦν τὴν γνῶσιν τοῦ εἶναι ἐκ τῆς ιὐσίας ας καὶ ἀπὸ τῶν καθ’ αὐτὸ ὐπαρχόντων αὐτοῖς ποιούμεθα, εῖτα εἶτα λήψεται καὶ τῶν ρῶν οὐκ ἀπὸ τῆς οὐσίας. καὶ δείξει πότε ἡ πότε ἠ τοῦ εἶναι ἀπόδειξις τῆς τοῦ τί ἦν εἶναι γνώσεως γένεται, καὶ πῶς μὲν δἰδότες τὸ ὅτι ἔστιν ἄμα ἴσμεν καὶ τὸ τί ἐστι, πῶς δὲ τὸ μὲν ὅτι ἔστι γνωσόμεθα διὰ συλλογιλμοῦ, γισμοῦ, οὐδέπω δὲ γνώριμον ἕξομεν τὸ ἐστι. δοκεῖ δοκεῖ δέ μοι ὁ ‘μέν’ σύνδεσμος ἐκ περιττοῦ περιττοῦ ἴνα ᾖ· ὦν οὖν ἔχομεν τοῦ ὅτι ἔστι γνῶσιν κιά τινος τῶν ἐν τῷ τί καὶ ἐν τῇ οὐσίᾳ αὐτῶν ὄντων, ἔστω ἔστω πρῶτον δεικνύμενον. καὶ ἐχέτω οὕτως· ῶν, φησίν, ἔχομεν ἐν τῇ τοῦ εῖναι γνώσει περιεχόμενον τὸ τί ἐστιν ἴστω παραδειγματικὸν ὃ παρατέθεται.
- 54.1
p.93a35 Οταν δ' εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι ἴσμεν.
- 54.2
Τῷ ὅταν δ' εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι προσέθηκε τὸ ἂν διὰ μέσων ᾖ δηλωτικὸν <ὂν> τοῦ ἂν δι' οἰκείων καὶ αἰτίων μὴ συμπεράσματος μόνον ἀλλὰ καὶ τοῦ πράγματος'· ταῦτα γὰρ κυρίως μέσα. ἡ γὰρ διὰ τοιούτων μέσων, ἅ καὶ κυρίως ἐστὶ μέσα, γνῶσις τοῦ ὅτι ἔστιν ἄμα γνῶσίς ἐστι καὶ τοῦ διὰ τί ἐστιν. ἀλλὰ καὶ τοῦ τί ἐστι γνῶσίς ἐστιν, ὡς ἐρεῖ· ὁ γὰρ τοιοῦτος ὁρισμός ἐστι τοῦ ἑτέρου τῶν ἀκρων. εἰ δὲ μὴ διὰ μέσυ, τουτέστιν εἰ δὲ μὴ δι' αἰτίου ἀλλὰ διά τινος συμβεβηκότος ἔχομεν γὰρ] γνῶσιν τοῦ τῷ ἑτέρῳ ἄκρῳ τὸ ἕτερον ὐπάρχειν, μόνον τὸ ὅτι ἔστιν εἰσόμεθα, οὐκέτι δὲ τὸ διὰ τί ἐστιν οὐδὲ τὸν ὁρισμὸν ἕξομεν.
- 55.1
p. 93a39 ἰ τοίνυν τῷ Γ ὑπάρχει τὸ B.
- 55.2
Εἴη ἂν καταλληλότερον, εἰ ἡ λέξις ἔχοι ἀντὶ τοῦ εἰ τοίνυν τὸ εἰ γὰρ τῷ Γ ὑπάρχει τὸ Β'· τούτῳ γὰρ ἀκολουθεῖ τὸ εἰ δὲ μή, τὸ ὅτι, τὸ διότι δὲ οὕ. |
- 56.1
p. 93b12 Ἂνδὲπάλιντούτουἄλλο μέσον ᾖ, ἐκτῶνπαραλοίπων ἔσται λόγων.
- 56.2
Ἐπεὶ πολλάκις τοῦ μὲν διὰ τί δοκεῖ γίνεσθαι συλλογισμὸς τῷ τὸν μέσον ὅρον τῶν καθ' αὑτὸ ὑπαρχόντων λαμβάνεσθαι, οὐ μὴν ἀναπόδεικτον τοῦτο τῷ τὸν μέσον ὅρον μὴ εἶναι ὁρισμὸν τοῦ ἐτέρου τῶν ἄκρων μηδὲ τὴν κυρίαν αἰτίαν εἶναι, ὅταν, φησί, τοιοῦτον τὸ μέσον ληγθῇ ὡς ἔτι καὶ τοῦτο ἀποδεικτὸν εἶναι ἐκ τῶν ὐπολοίπων, ἅ καὶ αὐτὰ καθ' αὑτὰ ὑπάρχει αὐτῷ καὶ μέρη πώς ἐστιν αὐτοῦ, χρὴ μέσον ὅρον λαμβάνοντας ἀποδει κνύναι τὴν πρότασιν. ὅταν μἐν γὰρ ὁρισμὸς εἴη τὸ εἰλημμένον τοῦ μείζονος ἀκρου, ἄμεσός ἐστιν καὶ ἀναπόδεικτος ἡ πρότασις ἐκείνη· οὐ γὰρ οἶόν τε μέσον ὅρον εὑρόντα τινὰ ἀποδεῖξαι τὸν ὁρισμόν· δέδεικται γάρ ὅτι ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστιν. ὅταν δ' ᾖ μὲν ἐκ τῆς οὐσίας ὁ μέσος ὅρος μηδέπω δ' ὀρισμὸς ᾖ, ἐκ τῶν ὐπολοίπων καὶ παραλελειμμένων φησὶ δεῖν, ἅ καὶ αὐτὰ καθ' αὐτὰ ὐπάρχει τῷ δεικνυμένῳ καὶ ἔστιν αὐτῷ προσεχέστερα, τὸν μέσον ὅρον λαμβάνοντα δεικνύναι, μέχρις ἂν ὁρισμὸς γένηται τὸ μέσον τοῦ κατηγορουμένου· τότε γὰρ ἄμεσος ἡ πρότασις καὶ ἀναπόδεικτος.
- 57.1
p. 93 b 16 Ὥστε συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται οὐδὲ αποοειςις.
- 57.2
Ὅτι ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἦν εἶναι, γίνεται δὲ γνώριμον ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς αἰτίας ἀποδείξει, ἥτις ἐστὶ καὶ κυρίως ἀπόδειξις· ἡ γὰρ προσεχὴς αἰτία καὶ ἡ πρώτη καὶ οἰκεία τῆς τοῦ ὅτι δείξεως διὰ τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι δείκνυται. διὸ καὶ ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἐστιν οὐδὲ συλλογισμός, γίνεται μέντοι δῆλον διὰ ἀποδείξεως ἀποδεικνύντες γὰρ τὸ ὅτι ἔστι διὰ τοῦ τί ἧν εἷναι τοῦ κατηγορουμένου ὅρου ἐν τῷ συμπεράσματι τὴν ἀπόδειξιν ποιούμεθα· τοῦτο δὲ γίνεται ἐφ’ ὧν τὰ αἴτια ἄλλα ἐστὶ τῶν αἰτιατῶν καὶ ἀποδεικτά. ἐφ' ὧν δὲ τὰ αὐτὰ x003E; αἴτια τοῖς αἰτιατοῖς, ταῦτα ἀναπόδεικτα· διὸ οὐκέτι ἐπὶ τούτων ἡ τοῦ διὰ τί ἐστι ζήτησίς τε καὶ εὕρεσίς ἐστι καὶ τοῦ τί ἦν εἶναι, ὅτι τὴν ἀρχὴν μηδὲ ζητοῦμεν ἐν τούτοις τὸ διὰ τί ἐστιν. ἔστι δὲ τὸ αὐτὸ τό τε πρᾶγμα καὶ τὸ αἴτιον αὐτοῦ ἐφ' ὧν ὁ ὁρισμὸς λαμβάνεται τοῦ προκειμένου πράγματος· τοῦ γὰρ ἀνθρώπου αἴτιον τὸ ζῷον πεζὸν δίπουν ταὐτὸν ἂν αὐτῷ. διὸ οὐκ ἔστι τούτου ἄλλο τι αἴτιον· ἀλλ' οὐδ' ἀπόδειξις πάλιν ἐστὶ τοῦ τί ἐστιν.
- 58.1
p. 93 b19 Ὥσπερ καὶ ἐν τοῖς διαπορήμασιν εἴπομεν.
- 58.2
Ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἀπορηθεῖσιν ἐρρήθη, τινῶν τὸ τί ἧν εἷναι δι' ἀποδείξεως εὑρίσκεταί τε καὶ γνωρίζεται, οἷς τῆς ὑπάρξεως ἕτερόν τί ἐστιν αἴτιον· οἷς δὲ οὐκ ἔστιν αἴτιον, τούτων οὐδ' ὁ ὁρισμὸς δι' ἀποδείξεως γινώσκεται.
- 58.3
Ρ. 93 b21 Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον, τῶν δ' οὐκ ἔστι καὶ τὰ ἑξῆς.
- 58.4
Δείξας ὅτι ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς προσεχοῦς αἰτίας δείξει καὶ ἡ τοῦ τί ἐστι γνῶσίς τε καὶ εὕρεσις γίνεται, εἰπὼν δὲ τοῦτο γίνεσθαι ἐφ’ οὗ ἐστιν αἴτιον ἄλλο ἐφ' ὧν γὰρ ἀποδεικτὸν τὸ ὅτι ἔστι, καὶ αἴτιόν τι ἔχειν· ἐπὶ μὲν γὰρ τινῶν τὸ εἶναι καὶ τὸ ὅτι ἔστιν ἀποδεικτόν τέ ἐστι καὶ διὰ μέσου αἰτίου δείκνυται· ἐπ' ἐνίων δ' ἀναπόδεικτον· τὰ γὰρ πρῶτα ὅτι ἔστιν, οὐκ ἀποδείκνυται) τὴν αὐτήν φησιν ἔσεσθαι διαφορὰν καὶ τῶν τί ἔστι καὶ τῶν ὁρισμῶν. τοὺς μὲν γὰρ αὐτῶν οὐκ ἐν ἀποδείξει ληφθήσεσθαι, ἂν ἁπλῶς τὰ ὧν] ἐν οἷς εἰσιν οὐ δι' ἀποδείξεως ὄντα δείκνυται· τοὺς δ' ἐν ἀποδείξει ληφθήσεσθαι, ὅταν τὰ ὧν οἱ ὁρισμοὶ ὅτι ἔστιν ἀποδείκνυται· οἱ γὰρ μέσοι ὅροι, δι' ὧν ἀποδείκνυνται, ἔσονται ὁρισμοὶ αὐτῶν.
- 59.1
p. 93 b 29 Ὁρισμὸς δ' ἐπειδὴ λέγεται εἶναι λόγος τοῦ τί ἐστι.
- 59.2
Ποσαχῶς ὁ ὁρισμὸς λέγεται καὶ περὶ ποίου τὰ δεδειγμένα εἴρηται, δείκνυσί τε καὶ λέγει. ἦν δὲ ἐν οἷς προέθετο καὶ τοῦτο εἰπείν, τό τε τί ἐστιν ὁρισμὸς καὶ ὧν. ἐπεὶ οὖν ὁ ὁρισμὸς λέγεται λόγος τοῦ τί ἐστι, πλεοναχῶς ἀκούσεται· τὸ γὰρ τί ἐστι καὶ τὸ τί τί σημαίνει, ἀλλὰ καὶ τίς ἡ οὐσία τοῦ πράγματος, ἀλλὰ καὶ τὸ εἶναι δηλοῖ. ὥστε ὁ ὁρισμὸς τῶν πλεοναχῶς λεγομένων εἴη ἄν. λόγος γὰρ τοῦ τί ἐστιν εἴη ἂν καὶ ὁ δηλωτικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ᾧ ἐστὶ ἐστὶ καῚ τὸ δεύτερον προστε | θειμένον τῇ λέξει μόνῃ διαφέρον αὐτοῦ τὸ ἢ λόγος ἕτερος ὀνοματώδης, τουτέστι ταὐτὸν τῷ ὀνόματι σημαίνων λόγος καὶ ἕτερος τοῦ τὴν οὐσίαν δηλοῦντος· ὃν καὶ ἔχοντες, φησί, τὸν λόγον τὸν ὀνοματώδη τὸν δηλοῦντα τὸ τί σημαίνει τούνομα, ζητοῦμεν ἔτι τὸ διὰ τί ἐστιν. ὁ γὰρ τοῦ τριγώνου λόγον ἔχων, ὅτι τὸ τρεῖς γωνίας σημαῖνον, ὀνοματώδη λόγον ἔχει καὶ δηλοῦντα τί σημαίνει τοὔνομα· ἔτι γὰρ ζητεῖται ἐπὶ τῶν τοιούτων λόγων τὸ διὰ τί ἐστι τὸ τοῦτο σημαῖνον. χαλεπὸν δέ φησιν εἶναι λαβεῖν τὴν αἰτίαν τοῦ εἶναι ὃ ἀγνοεῖ τις ὅτι ἔστι· δύσκολον γὰρ καὶ ἀδύνατον ὁρισμὸν μετὰ τῆς αἰτίας τινὸς λαβεῖν τούτον ὃ μὴ οἶδέ τις ὅτι ἔστι τὴν ἀρχήν. ἄδηλον δὲ ἐπὶ τούτων τοῦτό ἐστι, διότι ἡ τοιαύτη γνῶσις τοῦ ὅτι ἔστιν ἀπὸ συμβεβηκότος γίνεται.
- 60.1
p. 93b 35 Λόγος δ' εἷς ἐστι διχῶς, ὀ μὲν συνδέσμῳ, ὥσπερ ἡ Ἰλίας.
- 60.2
Ταῦτα ἐν μέσῳ εἴρηκεν ἐνδεικνύμενος περὶ τοῦ ὁρισμοῦ, ὅτι λόγον εἶναι ἕνα δεῖ οὐ συνδέσμῳ ἀλλὰ τῷ ἓν καθ’ ἑνὸς δηλοῦν μὴ κατὰ συμβεβηκός. οὐ γὰρ εἷς λόγος ὁ ἓν ἔχων τὸ ὑποκείμενον καὶ ἓν τὸ κατηγορούμενον συμβεβηκότα μέντοι ἄμφω, οὐδ' ὁ συμβεβηκὸς οὐσίας κατηγορῶν εἷς κυρίως λόγος, εἰ καὶ πρότασις μία· οὐ γὰρ μίαν φύσιν σημαίνει. διὰ ταύτης δὲ τῆς λέξεως παραιτοῖτο αν τὸν τοιοῦτον ὁρισμὸν τῷ ὀνόματι ταὐτὸν σημαίνοντα· συνδέσμῳ γὰρ εἷς εἶναι δύναται.
- 61.1
p. 94 a3 Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἐστι βροντή.
- 61.2
Ὁ μὲν διὰ τί λέγων τὴν αἰτίαν λέγει τοῦ συμπεράσματος· οὕτω ὁ· ἀπόδειξις γίνετι. ὁ δὲ λέγων τί ἐστι βροντή, συνάψας ὡς ἕνα λόγον, λέγει τὸ συμπέρασμα μετὰ τῆς αἰτίας. τοῦτο γὰρ αἴτιον τοῦ μὴ ἀπόδειξιν ἁπλῶς εἶναι· τῇ γὰρ θέσει διαφέρει τῆς ἀποδείξεως. τὸν γὰρ αὐτὸν λόγον ἄλλως μὲν ὁριζόμενοι λέγομεν, ἄλλως δ' ἀποδεικνύντες. ἀποδεικνύντες γὰρ ‘βροντή ἐστι πυρὸς ἀπόσβεσις ἐν νέφει, ἡ ἀπόσβεσις πυρὸς ἐν νέφει ψόφος ἐστὶν ἐν νέφει, βροντὴ ἄρα ἐστὶ ψόφος ἐν νέφει' ἢ συνείροντες οὕτως ‘βροντή ἐστι διὰ ἀπόσβεσιν πυρὸς ἐν νέφει ψόφος', ὁριζόμενοι δὲ λέγομεν βροντὴν εἶναι ψόφον ἐν νέφει διὰ πυρὸς ἀπόσβεσιν, ταύτὰ μὲν λέγοντες δι' ἀμφοτέρων τῶν λόγων, οὐ μὴν ὁμοίως, ἀλλ' ἐν μὲν τῷ ὁρισμῷ τὴν αἰτίαν καὶ τὸν μέσον ὅρον ὕστερον τιθέντες, ἐν δὲ τῇ ἀποδείξει μέσον τε καὶ πρὸ τοῦ συμπεράσματος. ἀπόδειξιν δὲ συνεχῆ ἔφη, ἢ ὅτι ἐν πρώτῳ σχήματι· τὰ γὰρ ἐν τούτῳ συνεχῆ τὴν τάξιν καὶ τὴν ἀκολουθίαν λαμβάνει τῷ τὸν μέσον μὴ ἔξω τῶν ἄκρων ἀλλὰ μεταξὺ κεῖσθαι. ἢ συνεχῆ, ὅτι μὴ διῃρημένη εἰς προτάσεις ἀλλ' ὑφ' ἓν ἐξενηνεγμένη· ὁ γὰρ λέγων λόγος ‘διὰ τὸ ἀποσβέννυσθαι τὸ πῦρ ἐν τοῖς νέφεσιν ὁ ἐγγινόμενος ἐν αὐτοῖς ψόφος βροντή ἐστιν' οὐκ ἔχει διῃρημένον τὸν λόγον εἰς τὰς προτάσεις οὐδὲ δὶς τὸν μέσον λαμβανόμενον, ἀλλὰ συνεχεῖς εἴρηκε τοὺς ὅρους.
- 62.1
p. 94 a13 Τρίτος δὲ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα.
- 62.2
Πῶς μὲν ἔστι τοῦ τί ἐστιν ἀπόδειξις, ὅτι λαμβάνεται ἐν ἀποδείξει· οὐκ ἔστι δ' οὕτως ὥστε ἀπόδειξιν αὐτοῦ εἶναι. ἣ ὅτι ὅτι τοῦ μὲν ὡς συμπεράσματος ὁρισμοῦ ἔστιν, τοῦ δ' ὡς2 ἀποδείξεως οὐκ ἔστι.
- 62.3
Καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστιν ἀπόδειξις. τῶν μὲν γὰρ ἀπὸ τῆς αἰτίας λαμβανομένων, οἳ τῆς ἀποδείξεως διαφέρουσι θέσει, καὶ τῶν ἀναποδείκτων θέσεων, οἷοί εἰσιν οἱ τῶν ἀμέσων ὁρισμοί, οὐχ οἷόν τε ἀπόδειξιν εἶναι, οὐδὲ τῶν κατὰ τὸ εἶδος καὶ τὴ αἰτίαν· τῶν δ' ὡς συμπερασμάτων ὄντων ὁρισμῶν ἔστιν ἀπόδειξις.
- 62.4
Ἔτι δ' ὁρισμὸς ποσαχῶς λέγεται, ὅτι τετραχῶς.
- 62.5
Καὶ πῶς τὸ τί ἐστι δείκνυσι ἰαὶ πῶς οὔ· ὡς μὲν γὰρ ἐν ἀποδείξει λαμβανόμενος δείκνυσιν, ὡς δὲ δι' ἀποδείξεως δεικνύμενος οὐ δείκνυσι.
- 62.6
καὶ τίνων ἔστι καὶ τίνων οὔ, ὅτι τῶν μὲν ἁπλῶν ἔστι, τῶν δὲ συνθέτων οὐκ ἔστιν· ὁ γὰρ ὁρισμὸς λόγος ἓν καθ' ἑνὸς δηλῶν. ἢ ὅτι οὐκ ἔστι μὲν τῶν ἀναποδείκτων θέσεων, τῶν δ' ἄλλων ἔστιν.
- 62.7
Ἔτι δὲ πρὸς ἀπόδειξιν πῶς ἔχει, ἔχει, ὅτι θέσει διαφέρει τῆς ἀποδείξεως, καὶ ὅτι ὃ μὲν δείκνυται δι' ἀποδείξεως, οὐκέτι δι' ὁρισμοῦ, καὶ ἔμπαλιν, καὶ ὅτι ὁρισμὸς ἀποδείξει ταὐτὸν τῇ θέσει διαφέρων.
- 63.1
p. 94 a20 Ἐπεὶ δ' ἐπίστασθαι οἰόμεθα.|
- 63.2
Ὅτι τετραχῶς τοῦ αἰτίου λεγομένου, εἰδικοῦ, ὑλικοῦ, ποιητικοῦ, τελικοῦ, ὁ μέσος ὅρος δύναται ἀφ' ἑκάστου τούτων x003E; τεσσάρων λαμβάνεσθαι ἐν τῇ τοῦ διὰ τί γνώσει τε καὶ ἀποδείξει, ἥτις καὶ μάλιστα ἐπιστήμαη ἐστί.
- 64.1
p. 94 a 23 Πᾶσαι αὗται διὰ τοῦ μέσου δείκνυνται.
- 64.2
Πάσας τὰς αἰτίας φησὶ διὰ τοῦ μέσου δείκνυσθαι, τουτέστι λαμβάνεσθαι διὰ τοῦ μέσου· οὐ γὰρ αἱ αἰτίαι διὰ τοῦ μέσου ἀποδείκνυνται, ἀλλὰ λαμβανόμεναι διὰ τοῦ μέσου καὶ μέσοι ὅροι γινόμεναι ἐν ταῖς ἀποδείξεσι δείκνυνται, ὡς ἐδείχθη ἐπὶ τῆς κατὰ τὸ τί ἦν εἶναι αἰτίας.
- 64.3
Διὰ τοῦ τίνος ὄντος ὀρθή; ἐδήλωσε τὸν τρόπον τῆς αἰτίας, ὅτι τὴν ὡς ὕλην αἰτίαν ζητεῖ. τοῦ δὲ συμπεράσματος τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι αἴτιον ὡς ὑλη μέσος ὅρος ληφθεὶς τὸ δύο ὀρθῶν ἡμίσεια· δέδεικται δὲ τοῦτο ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχείων. οὐχ ὅτι δὲ ὕλη τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι τὸ ἡμίσειαν >εἶναι> δύο ὀρθῶν λέγει, ἀλλ' ὅτι τοῦτο ληφθὲν τὰς δύο προτάσεις ἐποίησεν, αἳ ὗλαί εἰσι τοῦ σθλλογισμοῦ. ὡς συλλογισμοῦ οὖν ὕλη ἀλλ' οὐχ ὡς τοῦ ὀρθὴν εἶναι τὴν ἐν ἡμικυκλίῳ· τοῦτο γὰρ μᾶλλον ὡς τοῦ τί ἦν εἶναι αἴτιον εἶναι τὸ ἡμίσειαν εἶναι δύο ὀρθῶν, εἰ λόγον τις τοῦτο τῆς ὀρθῆς ἀποδοίη.
- 65.1
p. 94a32 Τοῦ B οὖν ὄντος ἡμίσεος δύο ὀρθῶν τὸ A τῷ Γ ὑπάρχει καὶ τὰ ἑξῆς.
- 65.2
Ὅτι ὁ μέσος ὅρος οὗτος ὁ τὰς δύο προτάσεις ποιῶν καὶ διὰ τοῦτο ὡς ὕλη ἐν τῷ συλλογισμῷ αἴτιος ὢν καὶ ἴσος ὢν τῷ A, ἐπεὶ ὁ ἴσος τινὶ ὀνόματι λόγος ὁρισμὸς ἐκείνου εἶναι δοκεῖ, κατὰ τοῦτο τὸ σημαινόμενον, φησίν, εἴη ἂν ὁρισμὸς καὶ τί ἧν εἶναι τοῦ κατηγορουμένου ἐν τῷ συμπεράσματι τί σημαίνει ἡ ὀρθὴ λέγων, οὐ τίς ἡ οὐσία αὐτῆς· ἧν γάρ τι τοῦ ὁρισμοῦ σημαινόμενον καὶ τοιοῦτον· ὁ γὰρ λέγων ὁρισμὸς ὅτι δύο ὀρθῶν ἡμίσειά ἐστι τί σημαίνει ἡ ὀρθὴ λέγοι ἄν, οὐ τί ἐστιν. εἰ δὴ ὁ μέσος ὅρος, καθὸ αἴτιος τῶν δύο προτάσεων, τὴν ὑλικὴν αἰτίαν ἔχει, δῆλον ὅτι κατ᾿ ἄλλο μὲν ὡς ὕλη αἴτιος ἔσται, κατ᾿ ἄλλο δὲ ὡς εἶδος ἢ ποιητικὸν ἢ τελικὸν αἴτιον. εἰ γὰρ κατὰ πάντας τοὺς τρόπους τοῦ αἰτίου μέσος λαμβάνεται, ὡς δείκνυσι, καθ᾿ ὃν δ᾿ ἄν ληφθῇ, τῷ μέσος εἶναι αἴτιός ἐστι τῶν δύο προτάσεων, εἴη ἄν, καθ᾿ ὅν ἄν τρότον αἰτίου λαμβάνηται, ἀναγκαίως ὡς ὕλη γινόμενος αἴτιος. οὐ μόνον δ᾿ ἡ τοιαύτη ὕλη, <ἥ> τις ἐστὶν ἐν συλλογισμῷ οὖσα τοῦ συμπεράσματος ὕλη, ἀλλὰ καὶ ἡ κυρίως λεγομένη ὕλη, ἥτις ἐστὶ τοῦ δεικνυμένου πράγματος ὕλη, μέσος ὅρος λαμβάνεται ἐν συλλογισμῷ.
- 66.1
p. 94b8 Ὅσων δ᾿ αἴτιον τὸ ἕνεκά τινος, οἷον διὰ τί περιπατεῖ; καὶ τὰ ἑφῆς.
- 66.2
Ὄντος τοῦ συλλογισμοῦ τοιούτου, μετὰ ταῦτα δείκνυσι πῶς τὸ ὑγιαίνειν. ὅπερ τέλος καὶ οὗ ἕνεκα τῷ δεῖν ἀπὸ δείπνου περιπατεῖν, μέσος ὅρος ἐλήφθη. δοκεῖ γὰρ ἐπὶ τοῦ προκειμένου συλλογισμοῦ τοῦτο μὲν κατηγορεῖσθαι, τὸ δὲ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας μέσος ὅρος εἰλῆφθαι. δεικνὺς δὴ τοῦτο λέγει τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν, τὸ οὗ ἕνεκα;ὅ ἴσον ἐστὶ τῷ ῾τί οὗν αἴτιον ὡς τέλος τε καὶ οὗ ἕνεκα τῷ Γ, τῷ ἀπὸ δείπνου περιπατεῖν, δι᾿ ὃ καὶ τὸ A ὑπάρχει αὐτῷ;᾿. τὸ δὴ Β, φησίν, ὅπερ ἧν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας, ὅ ἐστιν ὡς λόγος καὶ ὁρισμὸς τῆς ὑγείας εἰλημμένος. τοῦ γὰρ τὸ B τοῦ A ὥσπερ ὁρισμὸν καὶ λόγον εἶναι δεικτικὸν παρέθετο εἰπὼν τὸ γὰρ A οὕτως ἀποδοθήσεται· ὑγιαίνειν γάρ ἐστι τὸ μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας. ὁ ἄρα τοῦ αἰτίου τοῦ οὗ ἕνεκα ὅρος μέσος τεθεὶς ἔδειξε τὸ διὰ τί. εἰπὼν δὲ τοῦτο δ' ἐστὶν ὥσπερ ἐκείνου λόγος, τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία (οὐ γὰρ οὗτος ἁπλῶς ὑγείας ὁρισμός), ὅτι ὡς ὁρισμὸν ὄντα τῆς ὑγείας λαμβάνει ὁ δι' αὐτοῦ δεικνύς, ἐδήλωσεν εἰπὼν τὸ γὰρ A οὕτως ἀποδοθήσεται· Ι τὸ γὰρ ὑγιαίνειν οὕτως ἀποδώσει ὁ διὰ τούτου δεικνὺς ὑγείας χάριν γίνεσθαι τὸν ἀπὸ δείπνου περίπατον. οὐκοῦν εἰ τῆς μὲν ὑγείας, ὅ ἐστιν οὗ ἕνεκα, λόγος καὶ ὁρισμός ἐστι τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, διὰ δὲ τὸ μὴ δεῖν ἐπιπολάζειν τὰ σιτία τὸ ἀπὸ δείπνου περιπατεῖν, δι' αἰτίου τοῦ οὗ ἕνεκα μέσου τεθέντος εἴη ἂν ὁ συλλογισμὸς γεγονὼς τοῦ ἀπὸ δείπονυ δεῖν περιπατεῖν οὐδὲν γὰρ διαφέρει ἢ αὐτό τι ἢ τὸν ὁρισμὸν αὐτοῦ ληφθῆναι), ὡς εἶναι τὸν συλλογισμόν· τῷ ἀπὸ δείπνου περιπατεῖν ἕπεται τὸ μὴ ἐπιπολάζειν τὰ σιτία τῶ στόματι τῆς κοιλίας ἴσον ὂν τῷ ὑγιαίνειν· τὸ δ' ὑγιαίνειν καὶ μὴ ἐπιπολάζοντα ἔχειν τὰ σιτία προσῆκον καὶ δέον· τὸ ἀπὸ δείπνου ἄρα περιπατεῖν προσῆκον. ἢ οὕτως· δεῖ ὑγιαίνειν, τουτέστι μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας· τοῦτο δὲ γίνεται διὰ τοῦ μετὰ δεῖπνον περιπάτου· δεῖ ἄρα μετὰ δεῖπνον περιπατεῖν.
- 67.1
p. 94 b18 Τί οὖν αιτιον τῷ Γ τοῦ τὸ A ὑπάρχειν; καὶ τὰ ἑξῆς.
- 67.2
Δαβὼν τὸν δοκοῦντα τῆς ὑγείας ὁρισμόν, <ὃν> εἴληφε μέσον ὅρον, διὰ τούτου δείξας μέσον ὅρον ἐν τῇ ἀποδείξει γινόμενον τὸ οὗ ἕνεκα αἴτιον, ὅτι μηδὲν διαφέρει τὸν ὁρισμὸν ἢ οὗ ὁ ὁρισμός ἐστι λαβεῖν μέσον, ἐνεδείξατο εἰπὼν δεῖ δὲ μεταλαμβάνειν τοὺςλόγους· ἐν γὰρ τῇ μεταλήψει τῶν ὀνομάτων εἰς τοὺς λόγους φανερώτερα γίνεται τὰ λεγόμενα. ἐπὶ γοῦν τοῦ προκειμένου τὸ μὲν τὸν ἀπὸ δείπνου περίπατον ὑγείας χάριν γίνεσθαι οὔτε γνώριμον τῷ μὴ δῆλον εἶναι πῶς ἐστιν αἴτιον ὑγείας· ἀντὶ δὲ τῆς ὑγείας μεταληφθέντος τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία τᾷ στόματι τῆς κοιλίας γνώριμον τὸ τὸν περίπατον τούτου χάριν γίνεσθαι· ὃ εἰ ἔστι τοῦ ὑγιαίνειν λόγος, ἅμα ἂν εἴη γνώριμον γινόμενον καὶ ὅτι ὁ ἀπὸ δείπνου περίπατος ὑγείας ἕνεκα γίνεται. τὸ οὖν δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους εἶπε δεικνὺς ἡμῖν ὅτι οὕτως ἂν ἀποδεικνύοιμεν καὶ γνώριμον τὸ λεγόμενον ποιοῖμεν, εἰ τὸν ὁρισμὸν λαβόντες τοῦ οὗ ἕνεκα δι' ἐκείνου δεικνύοιμεν αὐτό. ὁ δὲ τοῦ οὗ ἕνεκα ὁρισμὸς οὐδὲν ἄλλο ἢ τὸ οὗ ἕνεκέν ἐστιν· ὥστε, ὅταν οὗτος ᾖ μέσος, τὸ οὗ ἕνεκεν αἴτιον μέσον λαμβάνεται.
- 68.1
p. 94 b23 Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα.
- 68.2
Ὅτι αἱ γενέσεις ἀνάπαλιν ἔχουσιν ἐπὶ τῶν τελικῶν αἰτίων καὶ ἐπὶ τῶν ποιητικῶν· τὰ μὲν γὰρ ποιητικὰ αἴτια πρῶτα γίνεται τοῦ πράγματος, τὰ δὲ τελικὰ τελευυταῖα.
- 69.1
p. 94 b27 Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ αναγκης.
- 69.2
Ὀτι ἐνδέχεται τὸ αὐτὸ καὶ ἐξ ἀνάγκης εἶναι καὶ ἕνεκά του. ὁμοίως τε καὶ γενέσθαι ἐνδέχεται ἐξ ἀνάγκης καὶ ἕνεκά του. καὶ ἔστι τὸ μὲν ἐξ ἀνάγκης αἴτιον τὸ ὑλικόν, τὸ δὲ ἕνεκά του <τὸ> τελικόν, ὡς δύο αἰτίας τὸ αὐτὸ ἔχειν τοῦ εἶναι, ὡς τὸ διὰ τοῦ λαμπτῆρος φῶς, καὶ τοῦ γίνεσθαι, ὡς τὴν βροντήν, τήν τε ὑλικὴν καὶ τὴν τελικήν ἔστι δ' ἐν τοῖς κατὰ φύσιν γινομένοις τὸ μὲν ἐξ ἀνάγκης γινόμενον παρὰ τῆς ὕλης, τὸ δ' ἕνεκά τινος παρὰ τοῦ εἴδους), πλεῖστα δὲ τοιαῦτα ἅμα εἶναι ἄμφω ἔχοντα ἐν τοῖς φύσει γινομένοις τε καὶ συνεστῶσι· διττὴ γὰρ ἡ φύσις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἠ ὑλική.
- 70.1
p. 94 b34 Πλεῖστα δὲ τοιαῦτά ἔστι, καὶ μάλιστα ἐν τοῖς κατὰ φυσιν συνισταμενοις.
- 70.2
Πλεῖστα εἶπεν ἐν τοῖς κατὰ φύσιν. οὐ γὰρ μονον ἐν τούτοις ἀλλὰ καὶ ἐν τοῖς κατὰ τέχνην γινομένοις· ὁ γὰρ λαμπτὴρ κατὰ τέχνην γεγονὼς ἔχει τοῦ φωτίζειν ἀμφότερα τὰ αἴτια.
- 71.1
p. 94 b36 Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δ' ἐξ ἀνάγκης.
- 71.2
Ὅτι δύο αἱ φύσεις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἡ ὑλική.
- 72.1
p. 94 b37 Ἡ δὲ ἀνάγκη διττή.
- 72.2
Ὅτι καὶ ἡ ανάγκη διττή, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ βίᾳ.
- 73.1
p. 94 b37 Η μὲν γὰρ κατὰ φύσιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίᾳ ἡ παρα την ορμην.
- 73.2
Τὸ μὲν κατὰ φύσιν ἀναγκαῖον πᾶν ἔχει καὶ τὴν ἕνεκά <του> ἠ γὰρ κατὰ τὸ εἶδος αἰτία τοιαύτη, ἐκτὸς εἰ μὴ πήρωμά τι γεγονὸς εἴη ἢ ἄλλο ἐπακολούθημα ὑλικοῦ περιττώματος. ἡ δὲ βίαιος ἀνάγκη δύναται καὶ τὸ ἕνεκά του ἔχειν· ῥίψοι γὰρ ἄν τις τὸν λίθον καὶ τινὸς χάριν· οὐ μὴν ἀλλὰ καὶ δύναται καὶ εἰκῇ καὶ μάτην γίνεσθαι.
- 74.1
p. 95 a3 Εν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτομάτου ὑπάρχει.
- 74.2
Καὶ τῶν μὲν φύσει γινομένων καὶ ἐξ ἀνάγκης καὶ αὐτομάτως τινὰ γίνεται· τὸ γὰρ αὐτόματον ἐν τοῖς Ι γινομένοις φύσει. τῶν δ' ἀπὸ διανοίας ἐξ ἀνάγκης μὲν οὐδὲν γίνεται· τὸ δ' αὐτόματον, ἤτοι τὸ ἀπὸ τύχης, ἔνια μὲν αὐτῶν ἐπιδέχεται, ἔνια δ' οὔ. καὶ διὰ τούτων δείκνυσιν ὅτι τὸ ἕνεκά του ποιεῖν ἔν τε τῇ φύσει ἐστὶ καὶ ἐν τῇ διανοίᾳ.
- 75.1
p. 95 a5 Τὰ δὲ καὶ ἀπὸ τυχης, οἷον ὑγίεια καὶ σωτηρία.
- 75.2
Εἰπὼν τὰ μὲν ἀπὸ διανοίας γινόμενα μὴ γίνεσθαι ἀπὸ τύχης τὰ δὲ γίνεσθαι, τίνα ἐστὶ καθόλου, ἐν οἷς τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι, λέγει. τῶν γὰρ κατὰ τέχνην γινομένων ὅσα ἐνδέχεται καὶ οὕτως καὶ οὕτως γίνεσθαι, τουτέστι καὶ κατὰ τὴν βούλησιν τοῦ τεχνίτου καὶ παρὰ ταύτην, ἐν τούτοις τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι. εἰσὶ τοιαῦται τῶν τεχνῶν αἱ στοχαστικαί· αὗται γὰρ περὶ τοιαῦτα καταγίνονται ὡς ἐνδέχεσθαί ποτε καὶ τὸ ἀντικείμενον ἀποβῆναι, διὰ τὸ μὴ εἶναι ὡρισμέωα καὶ πρόδηλα οἷς τε χρῶνται καὶ μὴ. περὶ δὲ τὰ οὕτως ἐνδεχόμενα καὶ μὴ οὕτως καὶ ἡ τύχη ἐστίν, ὅταν μὴ κατὰ βούλησιν τοῦ τεχνίτου γένηται, καὶ] ὅτι τὸ ἕνεκά του ἢ φυσει η τεχνῃ, ού μὴν από τυχης.
- 76.1
p. 95 a6 Μάλιστα δὲ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως.
- 76.2
’Ev γὰρ τοῖς ἐνδεχομένοις καὶ οὕτως καὶ μὴ οὕτως, οὐ τοῖς ἀπὸ τύχης γινομένοις ἀλλ᾿ ὅσα ἐνδεχόμενά ἐστι γινόμενα κατὰ τέχνην, ἐν τούτοις ἐνδέχεται ταὐτὰ καὶ ἀπὸ διανοίας καὶ κατὰ τέχνην καὶ ἀπὸ τύχης γίνεσθαι, σθαι, ὅταν γὰρ τῷ γινομένῳ κατὰ τέχνην ἄλλο τι ἀπαντήσῃ παρὰ τὸ οὗ χάριν ἐγίνετο. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὴ ἀπὸ τὐ χης γένηται τὸ γενόμενον, τότε ἕνεκά του καὶ ἀπὸ διανοίας γίνεται.
- 77.1
p. 95a10 Τὸ δὲ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις καὶ τοῖς γςεγε- νημένοις.
- 77.2
Τὸ αὐτό, φησίν, αἴτιον εἶναι δεῖ τῷ εἴδει (τοῦτο γὰρ ἐνδεῖ τῇ λέξει) τοῖς γινομένοις τοῦ γίνεσθαι καὶ τοῖς γεγονόσι τοῦ γεγονέναι καὶ τοῖς ἐσομένοις τοῦ ἔσεσθαι καὶ τοῖς οὗσι τοῦ εἶναι, ἀλλὰ τοῖς μὲν γινομένοις γινόμενον τὸ αὐτό, τοῖς δὲ γεγονόσι γεγονός, τοῖς δὲ ἐσομένοις ἐσόμενον, ὥσπερ τοῖς οὖσιν ὄν. τὸ δ᾿ ὥσπερ καὶ τοῖς οὖσιν οὐκ ἀργῶς πρόσκειται· ὃ γὰρ τοῖς οὖσι, τοῦτο κἀκείνοις ὁμοίως κατὰ τὸν χρόνον ἀκολουθεῖ. εἰπὼν δὲ τὸ αὐτὸ αἴτιον εἶναι, πῶς τὸ αὐτό, ὅτι οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει, ἐδήλωσεν εἰπὼν πλὴν τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινόμενον, τοῖς δ᾿ ἐσομένοις ἐσόμενον· ἰσοχρονεῖ γὰρ τὸ αἴτιον τῷ αἰτιατῷ· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ κατ᾿ ἀριθμὸν ἅμα τε εἶναι καὶ ἔσεσθαι. εἰκότως δὲ συνδιαιρεῖται κατὰ τοὺς χρόνους τὰ κυρίως αἴτια τοῖς αἰτιατοῖς· ἄμα γὰρ τῇ φύσει ὡς πρός τι, ὥστ᾿ ἀδύνατον ὄντος τοῦ αἰτίου μὴ καὶ τὸ αἰτιατὸν εἶναι. ἢ εἰ αἴτιον λαμβάνοιτο καὶ [μὴ] οὗ ἐστιν αἴτιον ἐπὶ τῶν μὴ ἅμα, σώξοιτ᾿ ἄν τό τε μηδὲν ἀναιτίως γίνεσθαι καὶ τὸ μὴ πάντα ἐξ ἀνάγκης, ὃ ἔθεντό τινες ὡς ἑπόμενον τῷ μηδὲν ἀναιτίως γίνεσθαι, κάτωθεν καὶ ἀπὸ τῶν ὑστέρων τὴν ἀνάγκης ἀκολουθίαν ἡμῶν λαμβανόντων. ἣν καὶ ἐν τοῖς φυσικοῖς μὲν ἔδειξεν εἰπὼν ἐν τῷ γίνεσθαι ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον εἶναι· εἰ γὰρ τὸ ὕστερον, ἐξ ἀνόγκης τὸ πρότερον. καὶ νῦν δὲ τὸ αὐτὸ λέγει, ὅτι ἐκ τῶν ὑστέρων ἀρχόμενον σώζεἐσόμενον· τὸ τῶν μὲν γεγονότων γεγονὸς καὶ τὸ αἴτιον εἶτιον εἶναι, τῶν δ᾿ ἐσομένων ἐσόμενον· οὐκέτι μέντοι, εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον, ὅτι μὴ πάντως ὄντι τῷ πρώτῳ ἕπεται τὸ καὶ αἰτίῳ εἷναι.
- 78.1
p. 95 a22 Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον ἅμα γίνεται.
- 78.2
Ἀνάγκη πάντα τὰ αἴτια καὶ τὰ αἰτιατὰ συνυπάρχειν ἀλλήλοις, ἐὰν τὰ κατ’ ἐνέργειαν ὄντα αἴτια λαμβάνηται· ταῦτα γὰρ καὶ κυρίως αιτια καὶ συνυπάρχοντα ἐξ ἀνάγκης τοῖς ὁμοίως λαμβανομένοις αἰτιατοῖς. αἴτια γὰρ τὰ μὲν δυνάμει ἐστὶ τὰ δ' ἐνεργείᾳ τὰ δὲ τῷ πεποιηκέναι· ὡς δ' ἔχει τὰ αἴτια, οὕτως ἔχει καὶ τὰ αἰτιατά.
- 79.1
p. 95 a24 Ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρ' ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ.
- 79.2
Πῶς ἡ κατὰ τοὺς χρόνους ἀκολουθία σώζεται ἐφ' ὧν μὴ συνυπάρχειν δοκεῖ μηδὲ σύγχρονον τὸ αἴτιον τῷ αἰτιατῷ, ἀλλὰ τὸ μὲν αὐτῶν πρῶτον εἶναι τὸ δὲ δεύτερον; δοκεῖ γὰρ εἶναί τινα καὶ οὕτως αἴταια· τοῦτο δ' ἐν οἷς τὸ πρῶτον γεγονὸς δοκεῖ τοῦ μετ' αὐτὸ <αἴτιον> εἶναι. δ' ὅτι μή ἐστι πάντως τὸ πρῶτον γεγονὸς αἴτιόν τινι τῶν μετ' αὐτό. λαμβάνει δὲ πάντας τοὺς χρόνους, καθ' ἃς δύναται | τὸ πρῶτον τῶν μετ' αὐτὸ αἴτιον λαμβάνεσθαι συμπλοκάς, ζητῶν πῶς τῆς ἀκολουθίας λαμβανομένης δύναται ἀληθὲς εἶναι τὸ πρῶτον τῶν μετ' αὐτὸ αἴτιον εἶναι, ἐπεὶ δεῖ πάντως ἀκολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ τὸ αἰτιατόν.
- 80.1
p. 95 a26 Τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον.
- 80.2
Ἀντὶ τοῦ ‘τοῦ ὕστερον γεγονότος πρὸ αὐτοῦ γεγονός', ὡς ἄμφω ἐπὶ τῶν γεγονότων εἶναι, οὐ μὴν καὶ ἅμα, ὥσπερ τὸ δεύτερον ἄμφω ἐπὶ τῶν ἐσομένων καὶ τὸ τρίτον ἄμφω ἐπὶ τῶν γινομένων· τοιοῦτον γὰρ λαὶ τοῦ γίνεσθαι δ', εἴ τι ἔμπροσθεν ἐγένετο· γράφεται δὲ καὶ τοῦ γίνεσθαι τὸ τοῦτο γεγονέναι. διὰ γὰρ τούτων εἴληφε ποτὲ μὲν ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀμφότερα, τό τε αἴτιον καὶ τὸ αἰτιατόν, ποτὲ δ' ἐπὶ τοῦ μέλλοντος. σώζεται δ' ἐπὶ τούτων ἡ ἀκολουθία, ἐὰν ἀπὸ τῶν ὑστέρων γένηται καὶ τῶν αἰτιατῶν.
- 81.1
p. 95 a28 Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα καὶ τὰ ἑξῆς.
- 81.2
Ὅτι ἐπὶ τῶν γεγονότων οὐκ ἀναγκαία ἡ ἀπὸ τοῦ πρώτου γεγονότος ἀρχὴ τῆς ἀκολουθάς ἐπὶ τὸ μετ' αὐτὸ καὶ δι' αὐτὸ γεγονὸς ὡς εἶναι, ὥσπερ ἐπὶ τοῦ αἰτίου ἀληθὲς τὸ γεγονέναι, οὕτως καὶ ἐπὶ τοῦ αἰτιατοῦ πάντως ἀληθὲς τὸ καὶ αὐτὸ γεγονέναι, οὔτε ἐὰν ὁρίσαντες τὸν χρόνον λέγωμεν οὔτε ἐὰν ἀορίστως· ἐνδέχεται γὰρ τοῦ πρώτου γεγονότος, οἷον τοῦ θεμελίου, τὴν οἰκίαν μηδέπω γεγονέναι. οὕτω δ' οὐκ ἀκολουθήσει τῷ αἰτίῳ τὸ αἰτιατόν, εἴ γέ ἐστιν οὐκ ἀληθὲς τὸ εἰ γέγονε τὸ αἴτιον, γεγονέναι καὶ τὸ αἰτιατόν. ἐν γὰρ τῷ μεταξὴ χρόνῳ, ἐν ᾧ τὸ μὲν ἕτερον γέγονεν, οἷον ὁ θεμέλιος, τὸ δὲ ἕτερον οὔ, ὡς ἡ οἰκία, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι, ἐπεὶ θεμέλιςο γεγονε, καὶ οἰκία γέγονεν· τὸ γὰρ γεγονέωαι λεγόμενον τὸ μήπω γεγονὸς οὐκ ἀληθές. ὥστε <οὐ> συγχρονήσει τῷ αἰτιατῷ τὸ αἴτιον οὕτω λαμβανομένης τῆς ἀκολουθίας. δεῖ δὲ τὸ ὥστ' ἐπεὶ τοῦτ' ἀληθὲς τοῖς πρὸ αὐτοῦ συνάπτειν ἔτι· οὔτε Τὰρ ἀοριστου οὔτε ὁρισθέντος ἔσται χρόνου ὃ ἐδήλωσε διὰ τούτου. ὡς δ' ἐπὶ τῶν γεγονότων ψευδὴς ἡ ἀκολουθία, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων· οὐ γὰρ ἀληθὲς ἐπὶ τῶν ἐσομένων ἔσται ἀεὶ ὅτι, εἰ τὸ πρῶτον, ἔσται καὶ τὸ μετ' αὐτό, οὐδ' ἐπεὶ τόδε γέγονε, τόδε ἔσται. καὶ λέγει τούτου τὸ αἴτιον, ὃ καὶ τῶν φθασάντων ἐστὶν αἴτιον, ὅτι τὸ μέσον δεῖ, τουτέστι τὸ αἴτιον τὸ χυρίως αἴτιον τοιοῦτον ᾧ πάντως τὸ αἰτιατὸν συνθπάρχει ὁμόγονον εἶναι τῷ αἰτιατῷ, τουτέστι τοῦ αὐτοῦ χρόνου καὶ συνθπάρχειν λαὶ ὁμοῦ γίνεσθαι.
- 82.1
p. 95 a39 Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τὸν χρονον.
- 82.2
Ζητεῖ, εἰ μὴ ἐξ ἀνάγκης ἕπεται τοῖς πρώτοις τὰ δεύτερα μηδ' ἐστὶ τὸ πρῶτον γινόμενον καὶ αἴτιόν τινος ἐσομένου, διὰ ποίαν αἰτίαν μετὰ τὰ πρῶτα γίνεταί τινα καὶ ἔστι συνέχεια αὐτῶν, ὥστε μετὰ τὸ γεγπμέμαο τόδε τι, φέρε εἰπεῖν θέρος, γίνεσθαι μετόπωρον καὶ μὴ διαλείπειν, εἴ γε μὴ ἐστιν αἴτιον τοῦ μετοπώρου τὸ θέρος. ἐν μὲν οὖν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως ζητῶν τοῦτο φυσικὴν αὐτοῦ τὴν αἰτίαν ἀποδέδωκεν, ὅτι ἡ τοῦ πέμπτου σώματος ἀίδιος περιφορὰ αἰτία τοῦ τὴν γένεσιν συνείρειν. ἐνθάδε δὲ ὅσον μόνον λῦσαι τὸ ἀπορούμενον λέγει. φησὶ γὰρ ὅτι οὐδὲ τὴν ἀρχήν ἐστι συνεχῆ τὰ γινόμενα τοῖς γεγονόσιν· οὐ γάρ, εἰ ὁ χρόνος ὁ πᾶς συνεχὴς ἑαυτῷ, ἤδη καὶ ὁ τούτων χρόνος, ἐν ᾧ ταῦτα γίνεται, συνεχής. ὥστ' εἰ μὴ εἴη τοῦτο, οὐδ' ἂν αἴτια αὐτοῦ δεόντως ἐπιζητοῖτο. ὅτι οὖν μή ἐστιν ἐχόμενα καὶ συνεχῆ τὰ γεγονότα τοῖς γινομένοις, δείκνυσι δείξας πρῶτον ὁτι μηδὲ τὰ γεγονότα ἀλλήλοις ἐστὶ συνεχῆ, εἰ τὸ μὲν πρῶτον εἴη γεγονός, τὸ δὲ μετ' αὐτό. ὅτι δὲ τὰ γεγονότα οὐκ ἔστι συνεχῆ ἀλλήλοις, παρίστησι διὰ τοῦ πᾶν τὸ γεγονός, ὅτε πρῶτον γέγονε, μὴ ἐν χρόνῳ ἀλλ' ἐν πέρατι χρόνου γεγονέναι. τὸ μὲν γὰρ γινόμενον πᾶν ἐν χρόνῳ γίνεται, τὸ δὲ γεγονὸς ἐν πέρατι χρόνου· τοῦτο δ' ἐστὶ τὸ νῦν, ὃ ἀδιαίρετον. δέδεικται δὲ ταῦτα εν τῇ Φυσικῇ ἀκροάσει. εἰ δὲ συνεχῆ μὲν ταῦτα τῶν ἐν χρόνῳ ὦν ὁ χρόνος συνεχής, τὰ δ' ἐν οἶς τὰ γεγονότα γέγονεν οὔτε χρόνοι πέρατα γὰρ χρόνων καὶ οὐ χρόνοι) οὔτε συνεχῆ οὐδὲν γὰρ συνεχὲς ἐξ ἀδιαιρέτων), οὐδ' ἂν τὰ γεγονότα συνεχῆ ἀλλήλοις εἴη· ὡς γὰρ ἐκ στιγμῶν οὐχ οἷςον τε συνεχὲς γενέσθαι, οὕτως οὐδὲ ἔκ τῶν ἐν οἷς τὰ γεγονότα. δείξας δέ, ὅτι τὰ γεγονότα οὐ δύναται εἶναι συνεχῆ ἀλλήλοις, ἑξῆς δείκνυσιν ὅτι μηδὲ γεγονός τι γινομένῳ συνεχὲς οἷόν τ’ εἶναι. τὸ μὲν γὰρ γεγονὸς ἐν ἀδιαιρέτῳ γέγονεν, ἐν γὰρ τῷ νῦν· τὸ δὲ γινόμενον ἐν διαιρετῷ, ἐν χρόνῳ γάρ· οὐχ πἷόν τε δὲ συνεχὲς εἶναι διαιρετὸν ἀδιαιρέτῳ. συνεχῆ γὰρ ταῦτα ὧν κοινὸς ὅρος· τὸ ὁ ἀδιαίρετον οὐδὲν ἔχον κοινὸν <οὐδ’ ὅρον κοινὸν> ἕξει πρός τι.
- 83.1
p. 95 b10 Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου περὶ κινήσεως δεῖ λεχθῆναι περὶ τούτων.
- 83.2
Ἐν τοῖς τελευταίοις τέτρασι λόγοις τῆς Φυσικῆς ἀκροάσεως· εἴρηται γὰρ ἐν ἐκείνοις τίνα τὰ συνεχῆ, τίνα τὰ ἐχόμενα, τίνα τὰ ἐφεξῆς, τίνα χωρίς, τίνα ἅμα· ἀλλὰ καὶ τὴν αἰτίαν ἐν ἐκείνοις ἀποδέδωκε τοῦ τὴν γένεσιν συνειρειν.
- 84.1
p. 95 b13 Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως ἔχοι τὸ μέσον τὸ αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω.
- 84.2
Οὐκ εἶπε ‘πῶς συνεχοῦς γινομένης τῆς γενέσεως' ἀλλ' ἐφεξῆς· ἔδειξε γὰρ ὅτι μὴ συνεχής. πῶς οὗν τὸ μέσον ἔχει, ὃ καὶ αἴτιον τῆς τῶν ἄκρων συναγωγῆς, ἐν τοῖς ἐφεξῆς γινομένοις, εἴρηκε, τουτέστι πῶς λαμβανόμενον μέσον τε καὶ αἴτιον ἂν εἴη τοῦ τε πράγματος καὶ τοῦ συμπεράσματος, ὅτι ἀπὸ τῶν ὑστέρων λαμβανόντων αὐτῶν τὴν ἀκολουθίαν, τουτέστιν ἀναγκαῖον καὶ ἐν τούτοις, εἰ οὕτω λαμβάνοιτο ἡ ἀκολουθία, πρώτου λαμβανομένου τοῦ αἰτιατοῦ, τὸ μέσον τοῦ ὑστέρου αἴτιον εἶναι. τὸ δὲ προσεχὲς αἴτιον καὶ τὸ οὗ αἴτιον ἄμεσα· τοῦτο δ', ὅτι συνυπάρχουσιν ἀλλήλοις τό τε αἴτιον καὶ τὸ αἰτιατόν. ὅτι δὲ πρῶτον εἶπε τὸ ὕστερον γεγονός τῆς ἀκολουθάς γὰρ πρῶτον γίνεται), ἐδήλωσεν εἰπὼν ἀρχὴ δὲ τὸ Γ· τοῦτο γὰρ ὑποθέμενος εἶναι τὸ ὕστερον γεγονὸς ἀρχὴν αὐτὸ εἴπε διὰ τὸ ἐγγύτερον εἰναι τοῦ νῦν.
- 85.1
p. 95 b22 Οὕτω δὲ λαμβάνοντι τὸ μέσον.
- 85.2
Οὕτω φησὶ τὴν ακολουθίαν κάτωθεν λαμβάνεσθαι καὶ τὸ μέσον καὶ αἴτιον προγενέστερον τιθέντι· οἷον πάλιν τῶν Γ Δ εἰ μέσον τι ἄλλο λάβωμεν, ἔσται συμπέρασμα τὸ Γ Δ, ὃ ἦν πρότερον προτέρῳ. καὶ οὕτω δὴ ἀεὶ τῶν λαμβανομένων πρότερον ἐν τῇ ἀκολουθίᾳ μέσον τι μεταξὴ γεγονὸς αὐτῶν λαμβανόντων ἡμῶν ἤτοι στήσεταί ποτε ἡ τοῦ μέσου λῆφις εἰς ἄμεσον ἀκολουθίαν, ἢ ἀεὶ καὶ ἐπ' ἄπειρον ἔσται πάλιν τῶν γεγονότων μέσον τι γεγονὸς λαμβάνειν. ὅσον μὲν οὖν ἐπὶ τῷ χρόνῳ ἀεὶ ἔσται μέσον τι πάντων δύο γεγονότων· τῷ γὰρ πᾶν τὸ γεγονὸς ἐν τῷ νῦν γεγονέναι, πάντων δὲ τῶν νῦν μεταξὺ χρόνον ἐπ' ἄπειρον εἶναι διαιρετὸν πάντων ἔσται τῶν γεγονότων τι μεταξὺ δυνατὸν λαβεῖν. ἐπεὶ δὲ μὴ ἀνάγκη ἐν παντὶ τῷ χρόνῳ γεγονέναι τι ἢ γίνεσθαι οὐ γὰρ συνεχῆ τὰ γινόμενα, ὡς ἔδειξεν), ἔσται τινὰ καὶ ἄμεσα γεγονότα λαβεῖν, ὧν μεταξὺ μὲν τοῦ γεγονότος χρόνος ἔσται, οὐ μὴν καὶ γεγονός τι μεταξύ, ὡς εἶναι αὐτὰ ἐφεξῆς ἀλλήλοις μηδενὸς αὐτῶν γεγονότος μεταξύ. οὕτως οἷόν τε ἔσται ἄμεσα γεγονότα λαβεῖν, αἳ ἀρχαὶ τῆς ἀποδείξεως κατὰ τὴν ἀκολουθίαν τὴν προειρημένην ἔσονται, καὶ ἔσται ἡ ἀρχὴ ἀπὸ τοῦ ἐσχάτου νῦν γεγονότος. αὐτὸς δὲ περὶ μὲν τοῦ ἄμεσά τινα ληφθήσεσθαι μετὰ τὸ τελευταῖον μὲν γεγονὸς πρῶτον δὲ λαμβάνειν οὐ διαβεβαιούμενος, ὅτι μέντοι ἔσται τι τι ὃ πρῶτον ληφθήσεται, ὃ οὕτως μέσον ἔσται τῷ μηδὲν μηδέπω γεγονέναι μετ' αὐτό, ὃ πρὸ τούτου ἐλάμβανε, τοῦτο πάντως ἔσεσθαι λέγων· τὸ γὰρ τῷ νῦν ἐνεστῶτι πλησίον, μεθ' ὃ οὐθὲν γέγονε, πρῶτον καὶ ἀρχὴ καὶ ἄμεσον.
- 86.1
p. 95 b25 Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται· εἰ γὰρ ἀληθὲς εἰπεῖν.
- 86.2
Ὡς ἐπὶ τῶν γεγονότων εἶχε κατὰ τὸ μὴ εἶναι συνεχῆ ἀλλήλοις τὰ γεγονότα ἀλλ' εἶναι πάντων τῶν γεγονότων μεταξὺ χρόνον, ὃς ἐπ' ἀπειρόν ἐστι διαιρετός συνεχὴς γάρ), οὕτως καὶ ἐπὶ τῶν ἐσομένων. οὐδὲ γὰρ τὰ ἐσόμενα συνεχῆ ἀλλήλοις· καὶ γὰρ τὸ ἐσόμενον ἐν ἀτόμῳ, ὡς καὶ τὸ γεγονός· γέγονε μὲν γὰρ ἐν χρόνῳ, παύεται δὲ τοῦ γεγονέναι καὶ γεγονός ἐστιν ἐν ἀτόμῳ. εἶναι δὴ <δεῖ> καὶ μεταξὺ τούτων χρόνον ἐπ' ἄπειρον διαιρετόν. δεῖ δὲ καὶ ἐπὶ τῶν ἐσομένων καὶ τῶν ἐπ' ἐκείνων συλλογισμῶν ἀρχὴν λαμβάνειν ἀμέσους προτάσεις· οὐ γάp. εἰ πάντων τῶν ἐσομένων χρόνος μεταξύ, ἤδη καὶ τῶν ἐσομένων ἐσόμενόν τι, ὥσπερ οὐδὲ τῶν γεγονότων γεγονός. ἢ ἄμεσον ἀρχὴν εἶπεν ἀντὶ τοῦ ‘ἔσχατόν τι Ι ὁρίσαν τὰ ἐσόμενα ἀφ’ οὗ ἡ ἄνοδος ἐπὶ τὰ τρὸ αὐτοῦ ἐσόμενα'. ἢ ἀρχὴ ἄμεσος ληπτέα ἀντὶ τοῦ ‘πρότασίς τις χωρὶς μέσου, ἥτις ἀρχή ἐστι τοῦ συλλογισμοῦ'. δείκνυσι δὲ τὴν εἰρημένην ἀκολουθίαν οὕτως ἔχουσαν καὶ ἐπὶ τῶν ἔργων τε καὶ πραγμάτων τῶν τε ἤδη γενομένων καὶ τῶν ἐσομένων.
- 87.1
p. 95 b38 Ἐπεὶ δὲ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν ουσαν.
- 87.2
Εἰπὼν τίνα μὲν τάξιν ἔχει τὸ αἴτιον ἐν τοῖς κυρίως αἰτίοις, ὃ καὶ ὁμόγονα εἶπε, τίνα δ' ἐν τοῖς ἐφεξῆς γινομένοις, καὶ δείξας ἐπιμαρτυρούενα τὰ δεδειγμένα καὶ ἐπὶ τῶν ἔργων, ἐπεὶ καὶ τῶν ἔργων λαὶ τῶν γινομένων ἐστί τινα <ἃ> καὶ ἀντιστρέφει ὡς μὴ μόνον τῷ ὑστέρῳ τὸ πρὸ αὐτοῦ γεγονὸς ἀλλὰ καὶ τῷ πρώτῳ τὸ μετ' αὐτό κύκλῳ γὰρ ἡ γένεσίς τινων), λέγει περὶ τούτων, τίνα δύναται ἀντιστρέφειν ὡς ἀλλήλων αἴτια γίνεσθαι, καὶ ἐφ' ὧν ἡ κύκλῳ γένεσις γίνεται. ὅτι δὲ τούτου αἴτιον τὸ ἐπ' ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν, δείκνυσι· τὸ γὰρ εἴπερ ἕποιντο ἀλλήλοις τὸ μέσον καὶ οἱ ἄκροι τὸ ἐπ' ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν δηλοῖ. ἐπὶ μὲν γὰρ τῆς οἰκίας καὶ τῶν λίθων οὐκ ἀντιστρέφει· οὐ γάρ, εἰ ἕπεται τῇ γενέσει τῆς οἰκίας ἡ τῶν λίθων παρασκευή, ἤδη ἰαὶ τᾖ τῶν λίθων παρασκευῇ ἡ τῆς οἰκίας γέωεσις. ἀλλ' οὐδ' ἐπὶ τῶν ὁμογόνων, ὡς ἔφη, αἰτίων· οὐ γάρ, εἰ ἡ τῆς γῆς ἀντίφραξις αἰτία τῆς ἐκλείψεως, ἤδη καὶ ἡ ἔκλειψις αἰτία τῆς ἀντιφράξεως τῆς γῆς. φησὶ δὲ γίνεσθαι τὴν κύκλῳ δεῖξιν καὶ τὴν ἀντιστροφὴν τῶν αἰτιῶν, ἐφ' ὧν ἕπονται ἀλλήλοις οἱ τρεῖς ὅροι τοῦ συλλογισμοῦ ἐπ' ἴσης ὄντες καὶ ἄλλοτε ἄλλου μέσου τε καὶ αἰτίου τιθεμένου.
- 88.1
p. 96 a8 Ἔστι δ' ἔνια μὲν γινόμενα καθόλου· ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἤ ἔχει ἢ γίνεται.
- 88.2
Δείξας ἐπὶ τῶν γινομένων ἐφ' ὧν μὲν τὴν ἀκολουθίαν ὑγιᾶ ἐκ τῶν ὑστέρων ἀρχομένην, ἐφ' ὧν δὲ καὶ ἀπὸ τῶν πρώτων, ὡς ἐπὶ τῶ κύκλῳ γινομένων, τὴν αἰτίαν τῶν διαφόρων ἀκολουθήσεων ἔοικε διὰ τούτων λέγειν. ἐπεὶ γὰρ τὰ μὲν τῶν γινομένων καθόλου γίνεται, ὃ ἐξηγούμενος εἶπεν ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται τοιοῦτον γὰρ τὸ καθόλου), τὰ δ' ἀεὶ μὲν οὔ, ὡς ἐπὶ τὸ πολὺ δέ τοιαῦτα γὰρ τὰ πλεῖστα τῶν γινομένων κατὰ φύσιν), ἐν μὲν τοῖς ἀναγκαίως γινομένοις ἀκολουθεῖ καὶ τῷ πρώτῳ τὸ μετ' αὐτό, οὐκέτι δὲ ἐν τοῖς ἐνδεχομένοις, ἀλλ' ἐπὶ τούτων ἡ ἐκ τῶν ὑστέρων ὑγιὴς ἀκολουθία, ὥσπερ καὶ ἐπὶ πάντων τῶν κατὰ τέχνην γινομένων. τῶν δὲ ἐνδεχομένων συμπερασμάτων ἐν ταῖς ἀποδείξεσιν ἀνάγκη ἰαὶ τὸ μέσον ἐνδεχόμενον εἶναι· εἰ γὰρ ἄμφω εἶεν καθόλου αἱ προτάσεις, τουτέστιν ἀναγκαῖαι, <ἀνάγκη> πάντως εἶναι καὶ συμπέρασμα ἀναγκαῖον· ὑπόκειται δ' ἐνδεχόμενον εἶναι. ὡς δ' ἐπὶ τῶν ἄλλων ἄμεσοί τινές εἰσιν ἀρχαὶ συλλογιστικαὶ προτάσεις] οὐ γὰρ οἷόν τ’ ὲπ' ἄπειρόν τινων τὰ μέσα λαμβάνεσθαι), οὕτω καὶ ἐπὶ τῶν ἐνδεχομένων τε καὶ ὡς ἐπὶ τὸ πολὺ ἔσονταί τινες ἄμεσοι προτάσεις ἀρχὴν ἔχουσαι τὸ ὡς ἐπὶ τὸ πολὺ ἢ εἶναι ἢ γίνεσθαι.
- 89.1
p. 96 a 20 Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται.
- 89.2
Τουτέστιν ἐν τοῖς ὅροις λαμβάνεται τοῖς ἐξ ὧν ὁ συλλογισμός· εἴρηκε γὰρ ὅτι μέσος ὅρος οὗτος ἐν ταῖς ἀποδείξεσι λαμβάνεται. ἢ ἀντὶ τοῦ ‘εἰς τοὺς ὁρισμούς'· οἱ γὰρ θέσει διαφέροντες ὁρισμοὶ τῆς ἀποδέίξεως καἰ τὸ τί ἐστι τοῦ πράγματος, τουτέστι τὸ εἶναι τὸ πρᾶγμα λαμβάνουσι διὰ τοῦ τὴν αἰτίαν τῆς ὑπάρξεως αὐτοῦ λαμβάνειν.
- 90.1
p. 96 a21 Καὶ τίνα τροπον ἀπόδειξις ἢ ὁρισμὸς ἔστιν αὐτοῦ ἢ οὐκ ἔστιν, εἴρηται πρότερον.
- 90.2
Τοῦ τί ἦν εἶναι δηλονότι δεικοικόν, ὡς αὐτὸς εἴρηκε πρότερον. ἀπόδειξις μὲν γὰρ ἁπλῶς δέδεικται ὅτι μὴ ἔστι τοῦ τί ἐστιν, ὅτι δ' ἐν ἀποδείξει λαμβάνεται καὶ δι' ἀποδείξεως γνωρίζεται. ἀλλὰ καὶ ὁρισμὸς αὐτοῦ ὁ μὲν λέγων ‘λόγος ὁ δηλῶν τί σημαίνει τοὔνομα' οὐκ ἔστι. τῶν δὲ ἄλλων σημαινομένων τοῦ ὅρου κυριώτατα μὲν ἦν ὅρος ‘λόγος ὁ θέσει τῆς ἀποδείξεως διαφέρων'· διὰ γὰρ τοῦ τὴν αἰτίαν λαμβάνειν τῆς ὑπάρξεως τοῦ πράγματος καὶ τὸ εἶναι τὸ πρᾶγμα ἐδεικνυέ πως. ἤδη δὲ καὶ τὸ ὡς ἀρχὴ ἀποδείξεως καὶ τὸ ὡς συμπέρασμα· καὶ γὰρ ταῦτα ὁρισμοί πως τοῦ τί ἦν εἶναι.
- 91.1
p. 96 a22 Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα. |
- 91.2
Μέθοδον ἡμῖν παραδίδωσι δι' ἧς θηρεύθειν τε καὶ εὑρίσκειν δυνησόμεθα τὸν ἑκάστου τῶν ζητουμένων ὁρισμόν, ἐπεὶ μὴ οἷόν τε δι' ἀποδείξεως δείξεως αὐτὸν δεικνύναι. καὶ ἐπεὶ ὁ ὁρισμὸς ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων, τοθτέστι τῶν ἐν τῇ οὐσίᾳ, πῶς δυνησόμεθα λαμβάνειν τὰ χρήσιμα πρὸς τοὺς ὁρισμοὺς τοὺς εκάστου, λέγει. τῶν δὴ ὑπαρχόντων τισὶ τὰ μὲν τισὶ μόνοις ὑπάρχει, ὡς μονάδι ἡ ἀρχὴ καὶ στιγμῇ τὸ ἀμέγεθες, τὰ δὲ καὶ τούτοις καὶ ἄλλοις καὶ επὶ πλέον ἐπεκτείνεται. καὶ τῶν ἐπὶ πλέον ἐπεκτεινομένων τὰ μὲν οὐχ ὑπερβαίνει τὸ γένος τὸ ἐκείνου οὗ βοθλόμεθα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα λαβεῖν, τὰ δὲ καὶ ἐπὶ τὰ ἀνομογενῆ ἐπεκτείνεται· οὐ γὰρ ὁμοίως ὑπάρχει ἢ] τῷ ἀνθρώπῳ τὸ ζῷόν τε καὶ τὸ λευκόν. τῶν δὴ καθόλου κατηγορουμένων ὅσα ἐπὶ πλέον λεγόμενα τοῦ προκειμένου μὴ ἐπὶ πλέον τοῦ γένους αὐτοῦ ἐπεκτείνεται, ταῦτα λαμβάνονται ὡς τῆς οὐσίας αὐτοῦ καὶ τοῦ τί ἦν εἶναι δηλωτικά. τῶν γὰρ ἐπὶ πλέον κατηγορουμένων τινὸς οὕτως μὴ μέντοι ἐκβαινόντων τὸ γένος, ἐν ᾧ ἐστιν, οὗ τὸ ἐπὶ πλέον κατηγορούμενον εἴληπται, ἂν ληφθῇ ταῦτα, ὧν ἕκαστον ἐπὶ πλέον μὲν τοῦ ὁριζομένου ἐστί, πάντα δὲ ὁμοῦ μόνῳ καὶ παντὶ ὑπάρχει τῷ ὁριζομένῳ, ἐκεῖνα τὴν οὐσίαν αὐτοῦ ἐνδείξεται. καὶ εἴη ἂν ὁρισμὸς ὁ ἐκ τῶν καθόλου τε καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν.
- 92.1
p. 98a32 Τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα ληφθῇ πρῶτον.
- 92.2
Πρῶτον μὲν δείκνυσιν ὅτι ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων συντιθέμενος λόγος ἀναγκαίως ὐπάρχει τῷ ὑποκειμένῳ, δεύτερον δὲ ὅτι καὶ ὁρισμός ἐστιν αὐτοῦ. δεῖ δ' ἀντὶ τοῦ τὰ καθόλου δ' ἀναγκαῖα γε- γράφθαι ‘τὰ καθόλου γὰρ ἀναγκαῖα'· ὡς γὰρ αἴτιον τοῦ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι παρέθετο τὸ ἀναγκαῖα εἶναι τὰ καθόλου. τό τε γὰρ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου κατηγορεῖσθαι, φανερὸν <ὂν> τῷ δεδεῖχθαι διὰ τοῦ πρὸ τούτου βιβλίου, ὃ καὶ αὐτὸς εἶπε τοῦ ἐπεὶ <δὲ> δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω, ὃ καὶ αὐτὸ εἴρηται] ἂν εἴη τοῦ τὴν πρώτην πρότασιν εἶναι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου] ἀναγκαῖα. <ὃ> εἴρηται μὲν καὶ αὐτὸ ἐν τῷ πρώτῳ, καὶ ἐν δὲ πρὸ ὀλίγου εἴρηκεν οὕτως· ‘τοῦτο γὰρ τὸ καθόλου, τὸ ἐπὶ παντὶ καὶ ἀεί”. εἴη εἴη δ' ἂν ἐν πρώτῳ σχήματι συναγόμενον τὸ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι διὰ μέσου τοῦ καθόλου.
- 93.1
p. 96 b6 Ὅτι δὲ οὐσία, ἐκ τῶνδε δῆλον.
- 93.2
Ἐπειδὴ μηδέπω αὔταρκες πρὸς τὸ εἶναι ὁρισμὸν τὸ ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον καὶ εἶναι τοῦτο ἐκεῖνα, δείκνυσιν, ὅτι καὶ οὐσία καὶ ὁρισμὸς ὁ εἰρημένος λόγος. εἰ γὰρ μή ἐστιν ὁρισμός, κατηγορεῖται δ' ἐν τῷ τί ἐστιν, εἴη ἂν γένος· τὸ γὰρ ἴδιον οὐκ ἐν τῷ τί ἐστιν, εἴ γε συμβεβηκός. ᾧ λόγῳ εἰ μέν τι ὄνομα εἴη ἐπιτεταγμένον, εἴη ἂν ὠνομασμένον τὸ γένος· εἰ δε μὴ εἴη δι' ὀνόματος δηλούμενον, ἀνώνυμον. ἔνια μὲν γὰρ γένη ἀνώνυμά ἐστι καὶ καὶ διὰ λόγου δηλοῦται, ὡς τὸ ζῷον πεζὸν ἢ ζῷον πτηνόν· ταῦτα γὰρ γέμξ μέν, ἀλλ' ἀνώνυμα. καθόλου γάρ, ὅταν γένος μετὰ διαφορῶν τινος κατηγορῆται καὶ μὴ ᾖ ὁρισμὸς αὐτοῦ, γένος αὐτοῦ γίνεται ὁ προειρημένος λόγος καὶ ἐπὶ πλειόνων κατηγορούμενος εἰδῶν καὶ οὐ τῆς τριάδος μόνον· τὰ γὰρ γένη ἐπὶ πλέον τῶν οἰκείων εἰδῶν, εἰ καὶ μὴ ἀεὶ ἐνεργείᾳ, κατά γε δ;θμα,ομ ἀεί. ἀλλὰ μὴν οὐδενὶ ὑπάρχει ἄλλῳ τὰ προειρημένα ἢ ταῖς ἀτόμοις τριάσιν· οὐσία ἄρα τὰ προειρημένα τῆς τριάδος. ὃ γὰρ κατὰ μηδενὸς ἄλλου κατηγορεῖται ἢ κατὰ τῶν ἀτόμων τῶν ὑπὸ τὸ εἶδος καὶ κατὰ πάντων αὐτῶν οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖται, ἠθροισμένον ἐκ τῶν ἐπὶ πλέον ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ εἴδους, ὑφ' ὃ τὰ ἄτομα, τοῦτο τοῦ εἴδους τοῦ κατὰ τῶν ἀτόμων ὁρισμός ἐστι. τῷ δὲ ὑποκείσθω ἀντὶ τοῦ ‘κείσθω καὶ ὁμολογείσθω' κέχρηται· οὐ γὰρ ἀμφισβητεῖ κατ’ αὐτοῦ.
- 94.1
p. 96 b10 Εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλῳ.|
- 94.2
Ὑπογράψας τὴν μέθοδον τὴν ὁριστικὴν ἐπὶ τῶν ἀτόμων εἰδῶν καὶ δείξας ὁρισμὸν ὄντα παντὸς εἴδους ἀτόμου λόγον ὃς ἤθροισται ἐκ τοιούτων, ἃ ἐν τῷ τί ἐστι κατηγορεῖται κατὰ μόνων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, καὶ πιστωσάμενος τὸ εἶναι τοῦ προκειμένου ὁρισμὸν τὸν εἰρημένον λόγον ἐκ τοῦ κατὰ μόνων αὐτὸν κατηγορεῖσθαι των ἀτόμων τῶν ὑπ' ἐκεῖνο, νῦν δείκνυσιν ὅτι καὶ ὁ τῶν γενῶν ὁρισμὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος εἰδῶν, ἐν οἷς ἐστι τῷ γένει τὸ εἶναι, εὑρίσκεται. ἐπεὶ γὰρ ὁρισμοὶ οὐ μόνον ἀτόμων εἰσὶν εἰδῶν ἀλλὰ καὶ γενῶν, πῶς δυνησόμεθα καὶ τοὺς τῶν γενῶν ὁρισμούς, ὧν εἰσι γενῶν ὁρισμοί, εὑρίσκειν; τὰ δὲ αὐτὰ πρῶτά τε εἴδη καὶ ἄτομα ἐκ παραλλήλου εἶπεν.
← Previous · Next → — showing 101–200 of 315
First Thousand Years of Greek. CTS URN tlg9004.tlg001.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.