Ancient Texts

← Library

Anonymi in analyticorum posteriorum librum alterum commentarium

First Thousand Years of Greek · First Thousand Years of Greek · 315 sections

  1. 1.1

    p. 891b23 Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα.

  2. 1.2

    Ὅτι φυσει τροτερον το εἰ ἔστι· του ὅτι ἔστιν· ὁ γὰρ τὸ ὅτι χει τόδε τῷδε ζητῶν, ὡς ὁμολογούμενον ἤδη εἶναι τὸ ὑποκείμενον περὶ οὖ ζητεῖ, <ζητεῖ> εἰ ὑπάρχει αὐτῷ τι ἢ μή. τὸ δὲ ὅσαπερ ἐπιστάμεθα ἀντὶ τοῦ ὅσων ἐπιστήμην λαμβάνομεν᾿· οὐ γὰρ ἃ ἐπιστάμεθα ζητοῦμεν, ἀλλ᾿ ἅ γνῶναι θέλομεν.

  3. 2.1

    p. 89b25 ὅταν μὶν γὰρ πότερον τόδε ἥ τόδε ζητῶμεν εἰς ἀριθμὸν μὸν θέντες, οἰον τότετρον ἐκλείπει ὁ ἥλιος ἢ οὔ, τὸ ὅτι ζητοδμεν.

  4. 2.2

    Ὅτι τέτταρα τὰ ζητούμενα, ἃ εὑρόντες γενώσκομεν εἰ ἔστι, τί ἐστιν. ὅτι ἔστι, διότι ἐστίν. ἢ γὰρ τὴν ὕπαρξιν καὶ τὴν οὐσίαν ζητοῦμέν τινος ἁπλῶς, εἰ ἔστιν ἢ μή· γνόντες δ᾿ ὅτι τὸ τί ἐστι ζητοῦμεν. ἢ τὸ ὑπάρχον τινὶ καὶ κατηγορούμενον, τουτέστι πότερον τόδε ἢ τόδε, ζητοῦμεν, οἶον πότερον ἐκγείπει ὁ ἥλιος ἢ οὕ· μαθόντες δὲ τὸ ὅτι τὸ διότι τότε ζητοῦμεν καὶ τὴν αἰτίαν. τούτων οὖν τῶν τεσσάρων τὸ μὲν εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐν τοῖς ἀπλοῖς καὶ ἀσυμπλόκοις ζητοῦμεν, τὸ δὲ ὅτι καὶ τὸ διότι ἐν τοῖς συμπεπλεγμένοις, τουτέστιν ὅτι ὐπάρχει τί τινι ἢ μὴ ὑπάρχει καὶ διότι ὐπάρχει ἢ μὴ ὑπάρχει. ἐν πάσαις δὲ ταύταις ταῖς ζητήσεσι τὸ μέσον ζητεῖται ἤτοι τὸ αἴτιον. ἀλλ’ ἐν μὲν τῇ εἰ ἔστι καὶ ὅτι ἔστι ζτεῖται εἰ ἄρα ἔστι μέσον ἢ οὔ· ἐν δὲ τῇ τί ἐστι καὶ διότι τί τὸ μέσον ζητεῖται. καὶ τὰ διαλεκτικὰ δὲ προβλήματα ζητούμενά τινα ὄντα καὶ αὐτὰ τῇ τῶν ζητουμένων διαιρέσει τῇ νῦν εἰρημένῃ ὑπάγεται· πάντα γάρ, τά τε ἀπὸ τοῦ γένους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος καὶ τοῦ ὁρισμοῦ, ἐν τῷ εἴδει τῶν ζητουμένων τῷ ὅτι ἐστί. δύο γάρ τινα λαβόντες ἐπὶ πάντων αὐτῶν ζητοῦμεν εἰ τὸ ἕτερον τῷ ἐτέρῳ ὑπάρχει· καὶ γὰρ περὶ τῶν ὀρισμῶν σμῶν ζητοῦμεν, εἰ ἔστιν ὀρισμὸς ὅδε τοῦδε.

  5. 3.1

    p. 89 b 31 Ἕνια δ’ ἄλλον τρόπον ζητοῦνμεν, οἶον εἰ ἔστιν ἢ μὴ ἔστι κένταυρος ἢ θεός.

  6. 3.2

    0 μὲν γὰρ ζητῶν, εἰ κένταυρος ἔστιν, ἁπλῶς ζητεῖ περὶ τῆς τοῦ κενταύρου ὑπάρξεως, καὶ τοῦτό ἐστι τὸ εἰ ἔστιν· ὁ δὲ ζητῶν, εἰ λευκὸς ὁ κένταυρος, οὐκέτι ἀπλῶς τοῦ πράγματος ποιεῖται τὴν ζήτησιν, ἀλλὰ τὸ ὅτι ζητεῖ ἀριθμόν τινα τῶν ζητουμένων ἔχων.

  7. 4.1

    p. 89 b 33 Τὸ δὲ εἰ ἔστιν ἢ μὴ ἀπλως λέγω.

  8. 4.2

    εἰπὼν τὸ εἰ ἔστι τὸ ἁπλῶς προσέθηκε δεικνὺς αὐτοῦ τὴν διαφορὰν τὴν πρὸς τὸ ὅτι ἔστιν, ὃ εἶπεν ‘ἐν ἀριθμῷ’ ’οὐχ ἁπλῶς’.

  9. 5.1

    p. 89 b 38 Ἇρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν.

  10. 5.2

    Ὅτι τὸ μὶν ὅτι ἔστι καὶ εἰ ἔστι ζητοῦντες εἰ ἔστι μέσον ζητοῦμεν, τὸ δὲ διότι ἐστὶ καὶ τί ἔστι τί τὸ μέσον ζητοῦμεν.

  11. 6.1

    p. 89 b 38 Ὅταν δὲ γνόντες ἢ τὸ ὄτι ἢ εἰ ἔστιν.

  12. 6.2

    Πάλιν τὴν διαφορὰν τοῦ ὅτι ἔστι καὶ τοῦ εἰ ἔστιν ἐσήγωσεν ἐν] τῇ προσθέσει τοῦ ἐπὶ μέρους ἢ ἁπλῶς. ὁ μὲν γὰρ ζητῶν περὶ τῆς οὐσίας τινός, οἶον ἆρα ἔστι κενόν, ἁπλῶς περὶ τοῦ ὑποκειμένου ἐνὸς ὄντος τὴν ζήτησιν ποιεῖται· ὁ δὲ τὸ ὄτι ζητῶν μεμερισμένην εἰς πλείω τὴν ζήτησιν ἔχει. ἤτοι οὖν ἐπὶ μέρους εἶπε τὸ μεμερισμένον, ὃ εἶπεν ἐν ἀρχῇ “εἰς ἀριθμὸν θέντες”, ἢ ἐπὶ μέρους φησίν, ὅτι ὁ ζητῶν, εἰ τόδε τῷδε ἐπάρχει, ζητεῖ εἰ τοῦτο τούτου τί ἐστιν. ὁ γὰρ ζητῶν, εἰ ὁ ἄνθρωπος ζῷόν ἐστι, ζητεῖ εἰ τὸ ζῷόν τι τοῦ ἀνθρώπου ἐστί· καὶ γὰρ τὸ γένος τί ἐστιν οὖ ἐστι γένος. ἀλλὰ καὶ ’ο ζητῶν, εἰ ἡ χιὼν λευκή, ζητεῖ εἰ τῆς χιόνος τι τὸ λευκόν ἐστι· καὶ γὰρ τὸ συμβεβηκὸς ἐκείνου ἐστὶν ᾦ συμβέβηκεν. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ σελήνη ἐκγείπει, ζητεῖ εἴ τι τῆς σελήνης ἡ ἕκλειψις, εἰ γὰρ παθος ἐστὶν αὐτῆς.

  13. 7.1

    p. 90 α 2 Λέγω δὲ τὸ ὅτι ἢ εἰ ἔστιν ἐπὶ μέρους καὶ ἁπλῶς.

  14. 7.2

    Ὁτι τὸ ὅτι ἢ <εἰ ἔστιν ᾔ> ἐπὶ μέρους ἢ ἁπλῶς. καὶ. τὸ μὲν ἐπὶ 10 μέρους τὸ ὅτι ἔστι ζητεῖ, τὸ δὲ ἁπλῶς τὸ εἰ ἔστιν.

  15. 8.1

    p. 90 a 5 Συμβαίνει ἅρα ἐν ἁπάσαις ταῖς ζτηήσεσι.

  16. 8.2

    Ὅτι ἐν ταῖς τέσσαρσι ζητήσεσι τὸ αἴτιον ζητεῖται, ὅπερ μέσον ἐστίν· ἀλλ’ ἐπὶ μὲν τοῦ ὅτι ἔστι καὶ εἰ ἔστι τὸ εἰ ἔστιν αἴτιον ζητεῖται, ἐπὶ δὲ του τι εστι και οια τι εστι τί τὸ αιτιον.

  17. 9.1

    p. α 9 Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδί.

  18. 9.2

    Ὄτι καὶ ἐπὶ τοῦ τί ἐστιν, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδὶ ἀλλ’ ἁπλῶς τὴν οὐσίαν, καὶ πάλιν ἐπὶ τοῦ διἀ τί ἐστιν, ὃ καὶ αὐτὸ ἐδήλωδε διὰ τοῦ εἰπεῖν ἢ τὸ μὴ ἁπλῶς ἀλλά τι τῶν καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, τὸ τί ἐστι τὸ αἴτιον ζητεῖται ἢ του εἰναι απλῶς τὸ πράγμα ἢ τοῦ ὑπάρχειν τὸ ἕτερον τῷ ἑτέρῳ. δὲ λέγει τὸ ὑποκείμενον, οὐχ ἁπλῶς δὲ ἀλλὰ τινὰ ὅντα τὰ συμβεβγκότα τε καὶ κατηγορούμενα.

  19. 10.1

    p. 90 α 14 Ἐν ἅπασι γὰρ τούτοις φανερόν.

  20. 10.2

    Ev ἄπασί φησι τούτοις, ἃ ἦν οὐ τῶν καθ’ αὑτὸ ὄντων ἀλλὰ τῶν ἄλλοις ὑπαρχόντων, φανερὸν εἶναι ὅτι ταὐτόν ἐστιν ἐστιν ἐπ’ αὐτῶν τὸ τί ἐστι καὶ διὰ τί ἐστι. καὶ δείκνυσιν αὐτὸ οὕτως ἔχον τῷ ὁρισμῷ τῷ ἑκάστου αύτῶν ποτὲ μὲν τὸ τί ἐστι ποτὲ δὲ τὸ διὰ τί ἐστι προστιθεὶς καὶ δεικνὺς ἐξαρμόζον αὐτῷ καὶ τὸ διὰ τί ἐστιν. εἰ δὲ τὸ διὰ τί ἐστιν ἐφαρμόζει τῷ τί ἐστιν, εἴη ἂν καὶ ἡ τοῦ τί ἐστι ζήτησις μέσου ζήτησις, ὅταν εἰς τὴν δεῖξιν τοῦ διὰ τί ἐστι παραλαμβάνηται, ὅταν δὲ αὐτοῦχάριν λαμβάνηται, αἰτίας μόνον, οὐ δι᾿ ἣν ἄλλο ἄλλῳ ὑπάρχει, ἀλλὰ δι᾿ ἣν τοῦτό ἐστι.

  21. 11.1

    p. 90a21 Ἆρ᾿ ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ; ἆρ᾿ ἔστιν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν;

  22. 11.2

    Δείξας ἑκάστου τῶν ἐν ἄλλοις ὑπαρχόντων τὸ τί ἐστι καὶ αἴτιον εἶναι αὐτῷ <τοῦ> ὑπάρχειν τινὶ καὶ ὅλως τοῦ εἶναι, ἑξῆς παράδειγμα παρατίθεται τοῦ εἰ ἔστι ζητήματος, δεικνὺς ὅτι<ὁ τὸ> εἰ ἔστι τι ζητῶν ζητεῖ εἰ μέσον ἐστί τι αὐτοῦ ὃ αἴτιόν ἐστιν αὐτῷ τοῦ εἶναι. ὁ δὲ λόγος ὁ αὐτὸς καὶ ἐπὶ τοῦ ὅτι ἔστιν. ὁ γὰρ ζητῶν, ἆρα ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ, ζητεὶ μὲν εἰ ἔστι συμφωνία ὀξέος καὶ βαρέος· ἔστι δ᾿ ὃ ζητεῖ ἇρ᾿ ἔστιν ἐν ἀριθμῷ ὁ λόγος, ὃς λόγος καὶ αἴτιος τοῦ συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν τῷ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν μὲν τοῦ ὅτι ἔστι ζητοῦμεν εἰ ἔστιν αἴτιον τοῦ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχει, ἐπὶ δὲ τοῦ εἰ ἔστιν εἰ [ἔστι] τὸ αὐτὸ τοῦτο, ὃ αἴτιον ὑπάρχει, καὶ αὐτὸ τῶν ὄντων τί ἐστι καὶ αὐτό ἐστι.

  23. 12.1

    p. 90 Ὅτι δ᾿ ἐστὶ τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον αἰσθητόν.

  24. 12.2

    Tὸ τοῦ μέσου τὴν ζήτησιν εἶναι ἐν πᾶσι τοῖς ζητουμένοις (ἐν οἷς μὲν γὰρ ζητοῦμεν, εἰ ἔστι τι μέσον, ἐν οἷς δὲ τί ἐστιν ἢ τί ἐστιν· εἰς γὰρ ταῦτα πᾶσα ζήτησις ὑπάγεται· καὶ γὰρ τὸ ὅτι ὑπὸ εἰ ἔστι) πιστοῦται ἀπὸ τούτων ὧν τὸ μέσον αἰσθητόν ἐστιν. ἐπὶ τούτων γὰρ μὴ αἰσθανόμενοι μὲν τοῦ μέσου καὶ τὸ ὅτι ἔστι καὶ τὸ διὰ τί ἐστι ζητοῦμεν, ὁμοίως καὶ τὸ τί ἐστιν· αἰσθανόμενοι δὲ οὐδὲν ἔτι ζητοῦμεν· ἐκ γὰρ τῶν πολλάκις τῇ αἰσθήσει φανερῶν ἡ διάνοια κατὰ τὴν ἐν αὐτοῖς ὁμοιότητα ἀθροίζει τὰ καθόλου.

  25. 13.1

    p. 90a31 Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτό ἐστι.

  26. 13.2

    Ὅτι ταὐτόν ἐστι τὸ τί ἐστιν εἰδέναι καὶ τὸ διὰ τί ἐστι. μνημονεύσας δὲ τοῦ διὰ τί καθόλου καὶ κοινῶς περὶ αὐτοῦ λέγει ὅτι διττὴ ἡ περὶ τοῦ διὰ τί ζήτησις. ἢ γὰρ ἁπλῶς ζητεῖται καὶ οὐκ ἐν ὑπάρξει ἄλλου. ἀλλ᾿ ὡς ἐπὶ τῆς τοῦ τί ἐστι ζητήσεως, ἢ τῶν ὑπαρχόντων τισὶ τὸ διὰ τί ζητεῖται, ὥσπερ ἐφ᾿ ὧν παρέθετο παραδειγμάτων, διὰ τί δύο ὀρθαῖς ἴσαι αἱ τοῦ τριγώνου γωνίαι, καὶ διὰ τί ἡ ἷρις οὐ μείζων ἡμικυκλίου.

  27. 14.1

    p. 90a32 Τοῦτο δ᾿ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι.

  28. 14.2

    Ἔοικε διὰ τούτων λέγειν ὅτι καὶ ἐπὶ τῶν ἁπλῶς τὸ τὶ ἐστιν αἴτιόν ἐστιν αὐτοῖς τοῦ εἶναι, οἶον τί ἐστι τρίγωνον· τοῦτο γὰρ αἰτιον τοῦ εἶναι τῷ τριγώνῳ.

  29. 15.1

    p. 90a38 Ἀρχὴ δὲ ἔστω τῶν μελλόντων, ἥπερ ἐστὶν οἰκειοτάτη τῶν ἐχομένων λόγων.

  30. 15.2

    Μέλλει γὰρ προελθὼν ζητεῖν εἰ τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς δείκνυται διὰ συλλογισμοῦ. οἰκεῖον δὲ τούτῳ τὸ περὶ οὗ νῦν ἀπορεῖ, ὅ ἐστιν εἰ οἷόν τε τὸ αὐτό τι ἅμα κατὰ τὸ αὐτὸ καὶ δι᾿ ὁρισμοῦ καὶ δι᾿ ἀποδείζεως εἰδέναι, ὡς πᾶν τὸ διὰ τοῦ ἑτέρου αὐτῶν γινωσκόμενον καὶ διὰ τοῦ ἑτέρου γινώσκεσθαι ἅμα | δύνασθαι.

  31. 16.1

    p. 90b1 Ἀπορήσειε γὰρ ἄν τις ἇρ᾿ ἔστι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό.

  32. 16.2

    Τὸ κατὰ τὸ αὐτὸ προσέθηκεν, ὅτι ἔνδοξον περὶ τινος τοῦ αὐτοῦ γνῶσιν ἡμᾶς ἔχειν κατ᾿ ἄλλο μὲν δι᾿ ὁρισμοῦ, κατ᾿ ἄλλο δὲ δι᾿ ἀποδείζεως· τοῦ γὰρ τριγώνου τί μέν ἐστι δι᾿ ὁρισμοῦ γνῶσιν ἔχομεν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, δι᾿ ἀποδείφεως. ἀλλ᾿ οὐ περὶ τούτου ἡ ζήτησις, ἀλλ’ εἰ ἑκάτερον τούτων καὶ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως εστι γινωσκειν.

  33. 17.1

    p. 90 b 3 Ὀ μὲv γὰρ ὁρισμὸς τοῦ τί ἐστιν εἶναι δοκεῖ, τὸ δὲ τί ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν.

  34. 17.2

    Ὅτι μὴ πᾶν τὸ συλλογισμῷ δεικνύμενον καὶ δι’ ὁρισμοῦ δείκνυται· οἱ μὲν γὰρ ὀρισμοὶ καθόλου καταρατικοί, οἱ δὲ συλλογισμοὶ οἱ μὲν δευτέρῳ σχήματι στερητικοί, οἱ δὲ ἐν τρίτῳ μερικοί.

  35. 18.1

    p. 90 b 8 Οἶον ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει.

  36. 18.2

    Πᾶν τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχει, τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχον τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, πᾶν ἄρα τρίγωνον τὸς ἐντὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει.

  37. 19.1

    p. 90 b 9 Τούτου δὲ λόγος ὅτι τὸ ἐπίστασθαί ἐστιν.

  38. 19.2

    Ὅ τι μὴ οἶόν τε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει εἰδέναι μηδ’ ἔστι τούτων, ὦν ἀπόδειξίς ἐστι, δι’ ὁρισμοῦ γνῶσις.

  39. 20.1

    p. 90 b 18 Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁρισμὸς ἅπαντος οὖπερ καὶ ἀπόδειξις, δῆλον. τί δέ, οὖ ὀρισμός, ἆρα ἆρα παντὸς ἀπόδειξίς ἐστιν ἢ οὔ;

  40. 20.2

    Δείξας, ὄτι μὴ ἔΜ οὖ ἀπόδειξίς ἐστι καὶ ὀρισμός, νῦν ἀντιστέψας δείκνυσιν ὠς οὐ καρόλου δεδειχὼς ὅτι οὖ ἐστιν ἀπόδειξις, τούτου οὐκ ἔστιν ὁρισμός. καίτοι διὰ τοῦ εἰπεῖν ἱκανὴ δὲ πίστις καὶ ἐκ τῆς ἐπαγωγῆς· γωγῆς· οὐδὲν γὰρ πώποτε ὁρισάμενοι ἔγνωμεν, οὔτε τῶν καθ’ αὑτὸ ὐπαρχόντων οὔτε τῶν συμβεβηκότων καθόλου δοκεῖ πεποιηκέναι τὸν λόγον. ἔστι ἔστι ὃ ἀντιστρίψας δείδνυσιν ὅτι μηδὲ παντὸς οὖ ὁρισμός, τούτου καὶ ἀπόδειξις. ἐπὶ δὲ τούτοις δείξει ὅτι θηδ’ ὅλως κατὰ τὸ αὐτό τι ἔστι καὶ καὶ ἀποδείξεως καὶ δι’ ὁρισμοῦ εἰδέναι· ὁ γὰρ ὁρισμὸς οὐδὲν ἅλλο ἄλλῳ ὐπάρχον δείκνυσιν, οὔτε τῶν καθ’ αὑτὸ οὔτε τῶν κατὰ συμβεβηκός, ὦν ὁ συλλογισμὸς δεικτικός.

  41. 21.1

    p. 90b21 Ὥστ᾿ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτον ἐστι τὸ τὴν ἀπόδειξιν ἔχειν, συμβήσεταί τι ἀδύνατον.

  42. 21.2

    Ὅτι μὴ οἷόν τε τοῦ αὐτοῦ ἐπιστήμην ἔχειν δι᾿ ἀποδείξεώς τε καὶ ὁρισμοῦ. εἰ γὰρ τοῦ ἀποδεικτοῦ ἐπιστήμη ἡ δι᾿ ἀποδείξεως γνῶσις, εἰ εἴη πᾶν τὸ δι᾿ ὁρισμοῦ γνωστὸν καὶ δι᾿ ἀποδείξεως, ἀποδεικτὸν μὲν ἂν εἴη· ἐνδέχοιτο δ᾿ ἂν αὐτὸ καὶ χωρὶς ἀποδείξεως εἰδέναι ἔχοντα αὐτοῦ τὸν ὁρισμόν, ἐπειδὴ καὶ ἡ δι᾿ ῥισμοῦ γνῶσις ἐπιστημονική. ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι· οἱ δὲ ὁρισμοὶ ἀρχαὶ τῶν ἀποδείξεων.

  43. 22.1

    p. 90b38 Ἔτι ἕτερον τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστι δεῖξαι. ὁ μὲν οὖν ὁρισμὸς τί ἐστι δηλοῖ, ἡ δὲ ἀπόδειξις ὅτι ἢ ἔστι τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστι.

  44. 22.2

    Πρῶτον ἔδειξεν ὅτι ἑτέρων ἐστὶν ἥ τε ἀπόδειξις καὶ ἡ δι᾿ ὁρισμοῦ γνῶσις. νῦν δ[ε προσαποδείκνυσιν ὅτι καὶ ἕτεραι, ἀποδεικνὺς ὅτι μηδ᾿ ὅλως ἐστὶν ἀποδεικτικὴ ἡ ὁριστική· ἐδύνατο γὰρ ὅσον ἐπὶ τοῖς πρώτοις κειμένοις ἑτέρων μὲν εἶναι, ἀποδεικτικὴ μέντοι καὶ αὐτὴ εἶναι.

  45. 23.1

    p.91a7 Φανερὸν ἄρα ὅτι | οὔτε οὗ ὁρισμός, τούτου πάντως ἀπόδειξις, δειξις, οὔτε οὗ ἀπόδειξις, τούτου πάντως ὁρισμός.

  46. 23.2

    Ὅτι ἀδύνατον ὁρισμοῦ ἀπόδειξιν γενέσθαι, δοκεῖ πως ἤδη διὰ τῶν εἰρημένων δεδεῖχθαι. ὅτι γὰρ μηδενὸς τοῦ αὐτοῦ δι᾿ ὁρισμοῦ τε καὶ ἀποδείξεως ἡ δεῖξις, προεῖπεν, ὅτι οὐ γὰρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός· ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστι καὶ οὐσίας, ἡ δ᾿ ἀπόδειξις τοῦ ὅτι ἔστιν ἀλλ᾿ οὐ τοῦ τί ἐστι· καὶ ὁ μὲν ὁρισμὸς δεῖξις τῆς οὐσίας, αἱ δ᾿ ἀποδείξεις οὐ τὴν οὐσίαν δεικνύουσι· καὶ ὁ μὲν ὁρισμὸς ἀρχὴ ἀποδείξεως, ἡ δὲ ἀρχὴ τῆς ἀποδείξως οὐκ ἀποδεικτή. εἰ δὴ ταῦτα ὑγιῆ, οὐκ ἂν εἴη ὁρισμῦ ἀπόδειξις· ἕπεται γὰρ τοῦτο κἀκείνοις. ὃ εἰ καὶ διά τινων ἐπιχειρήσεων δοκεῖ πως δεδεῖχθαι, ἀλλ᾿ ἄλλο τοῦτο τὸ πρόβλημα ἐκείνων καὶ ἄλλης δείξεως δεόμεθα. ἐπ᾿ ἐκείνων μὲν γὰρ ἐζητεῖτο εἰ τοῦ αὐτοῦ δύναται γνῶσις καὶ δι᾿ ἀποδείξεως καὶ δι᾿ ὁρισμοῦ γίνεσθαι· νῦν δ᾿ εἰ ἔστι τὸν ὁρισμόν τινος δι᾿ ἀποδείξεως δεῖξαι ὑπάρχοντα αὐτῷ.

  47. 24.1

    p. 91 a 14 Ὁ μὲv γὰρ συλλογισμός τι κατά τινος δείκνυσι διὰ τοῦ μέσου· τὸ δὲτί ἐστιν.

  48. 24.2

    Ὅτι τοῦ τί ἐστιν οὐκ ἐστι συλλογισμὸς καὶ ἀπόδειξις, ὅτι ὁ ὁρισμὸς ἵδιόν ἐστιν ἐν τῷ τί ἐστι κατηγορύμενον· τὸ γὰρ ἅλλως ἴδιον συμβεβηκὸς καὶ οὑκ ἐν τῷ τί ἐστι κατηγορούμενον.

  49. 25.1

    p. α 24 Τὸ δὲ ἐστιν ἄμθω ταῦτα ἕξει· ἔσται8 ἄρα καὶ τὸ B κατὰ τοῦ Γ, τὸ τί ἐστιν.

  50. 25.2

    Δείξας ὅτι δεῖ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν εἶναι τὸ τί ἐστι, τουτέστι τὸν ὁρισμόν, ἐπήνεηγκε τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἔχει, τῷ ‘δέ’ ἀντὰ τοῦ ‘δή’ χρησάμενος. ἔστιν οὖν τὸ λεγόμενον· τὸ δὴ τί έστιν ἄμφω ταῦτα ἕξει, τό τε AB καὶ τὸ ΒΓ δηλονότι· οὐ γὰρ μόνη ἡ AB πρότασις ἀλλὰ καὶ ἡ ΒΓ ἕξει τὸ τί ἐστι. δείξας δὲ ταῦτα τὸ ἐπόμενον ἄτοπον ἐριξέρει λέγων.

  51. 26.1

    p. α 25 Εἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἀμφω ἔχει, ἐπὶ τοῦ μεσου εσται προτερον.

  52. 26.2

    Ὅτι μὲν τὸ τί ἐστιν ἀντὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ ὀρισμοῦ ἔλαβεν, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τῷ τί ἐστιν τὸ τί ἦν εἶναι· τὸ γὰρ οὕτως ἐν τί ἐστιν ὡς τὸ τί εἶναι κατηγορούμενον δεῖ ἐν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν. ἀλλ’ εἰ τοῦτο, τὸ A πρῶτον ὁρισμὸς διὰ] τοῦ B, εἰ διὰ τούτου δεκνύοιτο τοῦ Γ ὁρισμὸς ὄν. καὶ τοῦτο μὲν οὖν ἄτοπον. εἰ μὲν γὰρ τὸ B ἄλλο τοῦ Γ, τὸ A πλειόνων ὁρισμὸς ἂν εἴη, ὄπερ ἀδύνατον. εἰ δὲ ταὐτὸν εἴη τὸ B τῷ Γ, Τὸ ἐν ἀρχῇ λήψεται· βουλόμενος γὰρ δεῖξαι τὸ A ὂν ὀρισμὸν τοῦ Γ λαμβάνει αὐτὸ ὁρισμὸν εῖναι τοῦ B, ὅ ἐστι ταὐτὸν τῷ Γ, ἢ ὡς ἐρεῖ ἔτι σαφέστερον, βουλόμενος δεῖξαι, ὅτι ὁρισμοῦ ἀπόδειξις ἐστιν, ἔλαβε χωρὶς ἀποδείξεως τὸ A τοῦ B ὀρισμὸν εἶναι. ἕπεται μὲν οὖν καὶ ταῦτα. ὃ δὲ δείκνυσίν <ἐστιν> ὅτι ὁ οὕτως ἀποδεικνὺς οὖ βούλεται δι’ τὸν ὀρισμὸν λαβεῖν, τούτου χωρὶς ἀποδείξεως εῖναί τινα ὁρισμὸν λαμβάνει. εἰ γὰρ λήψεται τὸ Α κατὰ τοῦ B ὡς ὁρισμὸν καὶ ἐν τῷ τί τί εἶναι καὶ τὸ Β ὁμοίως τοῦ Γ ὁρισμόν, δῆλον ὅτι καὶ τὸ Β ὁρισμόν τινα καὶ λόγον λήψεται· οὕτω γὰρ ἔσται τὸ Β τοῦ Γ τί ἧν εἶναι. τοῦτο δ᾿ ἐβούλετο δεῖξαι τὶ τί ἧν εἶναι τοῦ Γ δι᾿ ἀποδείξεως δεικνύμενον. ὃ οὖν βούλεται δεῖξαι, ἔλαβε· λαμβάνει γὰρ τὸ Β τοῦ Γ ὁρισμὸν εἶναι.

  53. 27.1

    p. 91a30 Τούτου δ᾿ ἔσται ἄλλος λόγος.

  54. 27.2

    Ἢ τούτου, τοῦ Α, ἔσται ἄλλος λόγος ἤτοι ὁρισμός, τὸ Β, ἢ τούτου, τοῦ ΓΒ, πάλιν ἔσται ἄλλος λόγος μέσος ὁ δυνάμενος δεῖξαι ὅτι τὸ Β τοῦ Γ ὁρισμός ἐστιν, ἢ τούτου δ᾿ ἔσται ἄλλος λόγος, τουτέστι τοῦ ΒΑ ἔσται ἄλλος ὁρισμός, ὃς καὶ τοῦ Γ ἔσται ὁρισμός.

  55. 28.1

    p.91a33 Δεῖ δ᾿ ἐν ταῖε δυσὶ προτάσεσι καὶ τοῖς πρώτοις καὶ ἀμέσοις σκοπεῖν.

  56. 28.2

    Ὅτι δεῖ ἐκθεμένους καὶ λαβόντας δύο προτάσεις ἀμέσους ἐπισκοπεῖν τὸ δεδειγμένου ἐπὶ τῶν στοιχείων αὐτῶν· οὕτως γὰρ μάλιστα φανερὸν γένοιτο τὸ λεγόμενον ἐξεταζόμενον ἐπὶ τῶν προτάσεων καὶ τῆς ὕλης, ὅτι δεῖ ἄμφω τὰς προτάσεις ἐν τᾠ τί ἦν εἶναι κατηγορεῖσθαι. |

  57. 29.1

    p.91b12 Ἀλλὰ μὴν οὐδ᾿ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται, καθάπερ ἐν τῇ ἀναλύσει τῇ περὶ τὰ σχήματα εἴρηται.

  58. 29.2

    Ὅτι οὐδὲ διὰ τῆς διαιρετικῆς μεθόδου διὰ συλλογισμοῦ δείκνυται ὁ ὁρισμός, ὅτι μηδὲ συλλογίζεται ὁ διαιρέσει χρώμενος. ἐν μὲν γὰρ τῷ συλλογισμῷ τεθέντων τινῶν ἐξ ἀνάγκης ἕπεται τὸ δι᾿ ἐκείνων δεικνύμενον· ἐπὶ δὲ τῆς διαιρέσεως οὐδαμοῦ τοῖς τεθεῖσί τε καὶ ληφθεῖσιν ἐξ ἀνάγκης ἕπεται τὸ δεικνύμενον. ὥσπερ γὰρ ὁ ἐπακτικῶς τι δεικνὺς λαμβάνει μέν τινα δι᾿ ὧν δεικνύναι τι πειρᾶται, οὐ μὴν συλλογίζεται, διότι μὴ ἐξ ἀνάγκης τοῖς ληφθεῖσιν ἕπεται τὸ δεικνύμενον, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως ἔχει. οὐ γὰρ δεῖ τὸ διὰ συλλογισμοῦ δεινύμενον συμπέρασμα ἐρωτᾶσθαι καὶ τῷ συγχωρεῖσθαι ὑπό τινων τίθεσθαι· καὶ γὰρ συλλογισμοῦ συμπλερασμα ἐξ ἀνάγκης δεῖ ἕπεσθαι.

  59. 30.1

    p.91b20 Καὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον, ζῷον πεζόν, οὐκ ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλὰ λαμβάνει καὶ τοῦτο.

  60. 30.2

    Οὐ γάρ, εἰ ἰδίᾳ ἑκάτερον ἀληθὲς περὶ τοῦ ἀνθρώπου, ἤδη καῖ ἅμα ἀνάγκη, ὡς ἐπὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, καὶ αὐτὸς δὲ αὐτοῦ προϊὼν μνημονεύσει.

  61. 31.1

    p. 911321 Διαφέρει δ’ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων οὕτω ποιεῖν.

  62. 31.2

    Ὅτι οὐ μόνον οὐ δεικνύουσι διὰ συλλογισμοῦ τὸν ορισμόν, ὅν οὐδ’ ἄλλως οἶόν τε δεῖξαι διὰ συλλογισμοῦ, ὡς προείρηται, ἀλλ’ οὐδὲ τὰ δυνα τὰ μὲν διὰ. συλλογισμοῦ δείκνυσθαι ὑπάρχειν τῷ ἀνθρώπῳ διὰ συλλογισμοῦ δεικνύουσιν ὑπάρχειν, ἀλλὰ λαμβάνουσιν ἀσυλογίστως. ἀσυλλογίστως γὰρ λαμβάνοντες τὰ ἐξ ὦν ὀ ὁρισμὸς χρῶνται αὐτοῖς πρὸς τὴν σύνθεσιν τοῦ ὁρισμοῦ δυναμένοις διὰ συλλογισμοῦ λαμβάωεσθαι· ἕκαστον γοῦν τῶν ἐν τῷ ὁριστικῷ λόγῳ τοῦ ἀνθρώπου διὰ συλλογισμοῦ ἔστι δεῖξαι ὑπάρχον τῷ ἀνθρώπῳ. ἐπὶ τύτοις ὅτι τὸ λομβανόμενον καὶ συντιθέμενον <ἐκ> τῶν τὴν διαίρεσιν δοθέντων μὴ δείκνυται ὁρισμὸς εἶναι. λέγει γὰρ τί κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι τὸ πᾶν, τουτέστι τί χωσύει ταῦτα, ὦν ἕκαστον κατ’ ἰδίαν ἐλήθφθη τῷ ἀνπρώπῳ ὑπάρχον, καὶ ἅμα ἀληρεύεσθαι κατὰ τοῦ ἀνθρώπου, μὴ μέντοι τὴν σύθεσιν αὐτῶν ῥισμὸν εἶναι τοῦ ἀνθρώπου;

  63. 31.3

    Προσθεῖναι τὸ ἐν τῇ τοῦ ζῷου διαιρέσει τὸ ἀρρεν καὶ τὸ θῆλυ λαβεῖν ἢ ἂλλην τινὰ ἐναντέωσιν κατὰ τὴν ὕλην ἢ κατά τι συμβεβηκὸς οὖσαν ἀλλ’ οὐ κατ6 εἶκος. ἀφεῖναι, εἰ τὸ ζῷον εἰς πεζόν τε ἰαὶ ἔνυδρον τέμοι· οὖτος γὰρ τὸ πτηνὸν παρέλιπεν. εἰς δίπουν καὶ πολύπουν ὐπερβῇ τὸ πεζόν.

  64. 32.1

    p. 91 b 30 Τοῦτο δ’ ἀναγκαῖον, εἰ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπέπτει.

  65. 32.2

    Ἔστι δὲ μὴ ἐμπίπτοντα εἰς πάσαν τὴν διαίρεσιν τὰ γένη, ὅσῳ ἀνωτέρω ἦν. τὰ δ’ ἅτομα εἴδη εἰς πᾶσαν ἐμπίπτει τὴν διαίρεσιν, οἶον ὁ ἄνθρωπος.

  66. 32.3

    p. 91 b 31 ’Αλλὰ συλλογισμὸς ὅμως οὐκ ἔστιν, εἴπερ, ἄλλον τρόπον γνωρέζειν ποιεῖ.

  67. 32.4

    Οτι εἰ καὶ μὴ συλλογίζεται ἡ διαιρετικὴ μέθοδος, ἀλλὰ κατὰ ἄλλον τρόπον γνωρίζειν ποιεῖ, ὡς καὶ ἡ ἐπαγωγή, εἰ καὶ μὴ ἀποδείκνυσιν, ἀλλ’ ὅμως δηλοῑ τι.

  68. 33.1

    p. 91 b 34 Συλλογισμὸν δ’ οὐ λέγει ὁ ἐκ τῆς διαιρεσεως λέγων τὸν ἐρισμόν.

  69. 33.2

    Οτι ὁ ἐκ τῆς διαιρέσεως συντιθεὶς τὸν δορισμὸν καὶ λαμβάνων οὐ συλλογίζεται ἀλλὰ διὰ παραβολῆς δείκνυσιν.|

  70. 34.1

    p. 92a6 Ἀλλ᾿ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ᾿ οὐσίαν.

  71. 34.2

    Ζητεῖ εἰ οἷόν τε τὸν ὁρισμὸν ἐξ ὑποθέσεως συλλογίσασθαί τε καὶ δεῖξαι. τὸν δὲ ὁρισμὸν τὸ τί ἐστι κατ᾿ οὐσίαν εἶπε. τὸ γὰρ πρὸς τῷ ἐν τῷ τί ἐστι κατηγορεῖσθαί τινος καὶ τὴν οὐσίαν σημαῖνον αὐτοῦ ὁρισμός ἐστιν ἐκείνου· ὁ γὰρ ὁρισμὸς ἡ ἐκάστου οὐσία καὶ τὸ εἶναι. ἐξ ὑποξέσεως δὲ εἶπεν οὐ τὸ δι᾿ ὑποθετικοῦ συλλογισμοῦ, ἀλλὰ διὰ τοῦ ὑποθέσθαι τινὰ καὶ τούτοις πρὸς τὴν δεῖξιν χρήσασθαι. ἔστι δ᾿ ὃ λαμβάνει καὶ ὑποτίθεται τὸ τὸν ἐκ τῶν <ἐν τῷ> τί ἐστι κατηγορουμένων ἰδίων λόγον τουτέστι τὸν ἐκ τῶν <ἐν τῷ> τί ἐστι κατηγορουμένων ἰδίων λόγον τούτου ὁρισμὸν εἶναι. ὃ εἶναι τοῦ τί ἐστιν ὁρισμὸν ὑποτίθεται ἀλλὰ οὐκ ἀποδείκνυσιν. ᾧ εἰ προσληφθείη ῾ὅδε τοῦδε ἴδιός ἐστι λόγος ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων᾿, συνάγοιτ᾿ ἂν ῾τόδε τοῦδε ἄρα ὁρισμός ἐστιν᾿. ἀλλὰ πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γὰρ λαμβάνει τὸν μέσον τῷ μείζονι· οὐδὲν γὰρ διαφέρει εἰπεῖν ῾τόδε τοῦδε ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἴδιόν ἐστι᾿ τοῦ εἰπεῖν ῾τόδε τοῦδε ὁρισμός ἐστι᾿. δείκνυσι δὲ τι καὶ ἄλλο ἄτοπον τῇ τοιαύτῃ δείξει ἑπόμενον, ὅτι γὰρ μὴ ὑπόθεσις ἐν τῷ συλλογισμῷ δεόντως λαμβάνετια.

  72. 35.1

    p.92a8 Ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν.

  73. 35.2

    Τὰ γὰρ αὐτάρκη πρὸς τὸ ἴδιον ποιῆσαι τὸ ἐξ αὐτῶν τῶν καθ᾿ αὑτὰ κατηγορουμένων ἱκανὰ πρὸς ὁρισμόν. τὸ δὲ τοῦτο γὰρ ἐστι τὸ εἶναι ἐκείνῳ ἴσον ἐστὶ τῷ ῾ἐν γὰρ τούτῳ ἐστὶ τὸ εἶναι τῷ πράγματι οὗ τὸν ὁρισμὸν δείκνυμεν, καὶ τοῦτο ὁρισμὸς αὐτοῦ᾿.

  74. 36.1

    p. 92a20 Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ, οἷον εἰ τῷ κακῷ ἐστι τὸ διαιρετῷ εἶναι.

  75. 36.2

    Ὅτι μηδὲ ὁ ὑποθετικῶς δεικνύναι καὶ συλλογίζεσθαι πειρώμενος ὁρισμὸν ὃ βούλεται ποιεῖ· τὸ γὰρ ἐξ ὑποθέσεως νῦν τὸ ὑποθετικῶς λέγει. καὶ γὰρ ἡ τοιαύτη δεῖξις τὸ ἐν ἀρχῇ λήψεται. θέλων γὰρ τις δεῖξαι, ὅτι δι᾿ ἀποδείξεως ὁρισμὸς δείκνυται, εἰς τὴν αὐτοῦ τούτου δεῖξιν ὁρισμόν τινος λαμβάνει ἄνευ ἀποδείξεως· ὃν εἰ βούλοιτο πάλιν δεῖξαι διὰ συλλογισμοῦ, οὐκ ἄλλως δείξει ἢ διὰ τοῦ πάλιν ὁρισμόν τινος αἰτήσασθαι καὶ λαβεῖν, καὶ τούτου γε οὖ ὁρισμὸν δοκεῖ διὰ τούτου δεδειχέναι. λαβὼν γὰρ λαβὼν γὰρ τοῦ ἀγαθοῦ ὀρισμός ἐστι τὸ ἀδιαίρετον, οὅτω πάλιν δείξει τοῦ κακοῦ λόγον ὅντα τὸ διαιρετόν· δι’ ἀλλήλων ἄρα.

  76. 37.1

    p. 92 b 24 Λαμβάνειν δ’ εἰς τὸ δεῖξαι τὸ τί ἡν εἶναι ἕτερον μέν τι ἔστω.

  77. 37.2

    Τουτέστιν εἰς τὴν δεῖξιν τοῦ τί ἦν εἶναι καὶ τοῦ ὀρισμοῦ ἕτερόν τι λαμβάνει ὃ οὐ κεχώρισται· διὰ γάρ τινος ληφρέντος μέσου ἑτέρου ρῶν ἑξ ὦν τὸ συμπέρασμα ὅρων ὁ συλλογισμὸς καῖ ἐκ προτάσεών τινων. ὃ ἐδήλωσεν εἰπὼν καὶ γὰρ ἐν ταῖς ἀποδείζεσιν ὅτι ἔστι τόδε κατὰ τοῦδε λαμβάνεται, τουτέστι πρόρασις, οὐ μἠν αὐτὸ ὄ δεῖ δεῖξαι ἢ ὃ τὸ αὐτό ἐστι τῷ δεικνυμένῳ ἢ ἀντιστρέφει αὐτῷ. ὁ γὰρ τοιοῦτόν τι λαμβάνων τὸ ἐν ἀρχῇ αἰτεῖται λαμβάνων πρὸς ἄλλο, ἄλλως τε ἐπεὶ καὶ ἀμρότερα ὁμοίως δεῖται δείξεως.

  78. 38.1

    p. 92 a 34 Πῶς οὖν δὴ ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν ἢ τὸ τί εστιv;

  79. 38.2

    Οτι οὐχ οἶόν τέ ἐστι τὸν ὁρισμὸν δεῖξαι, οὔτε δι’ ἀποδείξεως καὶ σμλλογισμοῦ οὔτε δι’ ἐπαγωγῆς οὔτε δι’ αἰσθήσεως. ὁ μὲν γὰρ ἀποδεικνύς τι καὶ συλλογιζόμενος ἐξ ὀμεολογουμένων τινῶν δῆλον ποιεὶ τὸ δι’ αὐτῶν ἐξ ἀνάγκης δεικνύμενον· ὁ δὲ ὁριζόμενος οὐ λαβών τινα δι’ αὐτῶν δείκνυσιν ἐξ ἀνάγκης Ι ὄντα τὸν δεικνύμενον ὁρισμόν. καὶ ἔτι δέδεικται ὅτι οὐκ ἔστιν ὀρισμοῦ ἀπόδειξις. ἀλλ’ οὐδὲ διἱ ἐπαγωγ[γς. ἡ γὰρ ἐπαγω\γὴ διὰ τῶν καθ’ ἕκαστα φανερῶν ὄντων τὸ κιαθόλου πιστοῦται· ὁ δὲ ὁριζόμενος οὐχ οὕτως δείκνυσιν ὁρισμόν. καὶ 6 μὲν ἐπαγωγῇ χρώμενος δείκνυσι τὸ ὅτι ἔστιν ἢ ὅτι οὐκ ἔΜ ἐκ τῶν ληφθέντων· ὁ δὲ ὁριζόμενος οὐχ ὅτι ἐστιν ἢ οὐκ ἔστιν ἀλλὰ τί ἔστι προτίθεται δεῖζαι. ὅτι δὲ μηδὲ δι’ αἰσθήσεως ἔστι δεῖξαι ὁρισμόν, πρόδηλον· οὐδὲ γὰρ αἰσθητὸν ὅλως οὕτε ὁ ὁρισμὸς οὔτε τὸ ριστόν, εἵ γε καθόλου, ὡς δείξει ἅμα τῷ δαιτύλῳ εἰπεῖν ‘τοῦτό ἐστιν ὀρισμός’, ὡς ‘τοῦτό ἐστι γλυκύ’ ἤ τι ἄλλο τῶν αἰσθητῶν.

  80. 39.1

    p. 92 b 4 Ἕτι πῶς δείξει τὸ τί ἐστιν; ἀνάγκη γὰρ τὸν εἰδότα τὸ τί ἐστιν ἄνθ\ρωπος ἢ ἄλλο ὁτιοῦν εἰδέναι.

  81. 39.2

    καθόλου ἐπαπορεῖ πῶς ὅλως ἔστι τὸ τί ἐστι δεῖξαι. εἰ γὰρ δεῖ μὲv τὴν τοῦ τί ἐστι δεῖξ τῇ τοῦ ὅτι ἔστι συμπεπλέχθαι, ταῦτα δὲ ἕτερα ἀλλήλων, οὔτε δ’ ἡ ὁριστικὴ οὔτε ἡ ἀποδεικτικὴ μία πλειόνων ἐστίν, οὐκ ἅν εἴη τὸ τί ἐστι καὶ τὸν ὀρισμὸν δεῖξαι. ταῦτα δ’ ἐδήλωσεν εἰπὼν ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἕστι, τῶς τῷ αὐτῷ λόγῳ δείξει; εἰπὼν γὰρ ἄμφω δεῖν γνωρίζεσθαι μετὰ ταῦτα ζητεῖλ, πῶς δι’ ἑνὸς λόγου ἀμφότερα δειχθείη διαξέροντα.

  82. 40.1

    p. 92 b 8 ’Αλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς καὶ τὰ ἐξῆς.

  83. 40.2

    Γὸ γὰρ ἄλλο ἄλλῳ ὑπάρχον διὰ συλλογισμοῦ δείκνυται. ἐπεὶ δὲ καὶ ὀ ὀρισμὸς καὶ ἠ οὐσία ἐκάστου ὐπάρχει ἐκείνῳ οὖ ἐστι καὶ δύναταί τις καὶ ἐπὶ τοῦ ὀρισμοῦ ἀκούειν <τὸ> ὅτι ἔστι, διὰ τῦτο προσέθηκε τὸ εἰ μὴ οὐσία εἴη, τουτέστιν εἰ μἠ ὁρισμὸς εἴη. μόνον γὰρ τῷ ὅτι ὐπάρχει ὁ ὀρισμὸς ὑπάρχων οὐ δείκντθται δε’ ἀποδείξεως· τὸ γὰρ εῖναί τινι καὶ ὐπάρχειν οὐκ ἔστιν ὀρισμός τινος, ουδ6 ὁ εἶναί τι ἀποδεικνὺς τὸν ὁρισμὸν αὐτοῦ δείκνυσιν· οὐδενὸς γὰρ ὀρισμὸς τὸ εῖναι. οὐδὲ γὰρ γένος ὅλως τὸ ὂν καὶ τὸ εἶναι καὶ μία φύσις ὡς δύνασθαι καὶ μέρος ἐρισμοῦ εῖναι· τοἲοῦτον δὲ τὸ γένος· ὁ γὰρ ὀρισμὸς μιᾶς φύσεώς ἐστι δηλωτικός. καὶ τοῦ εἶναί τι ἄρα ἀπόδειξις ἔσται. οὐκ ἄρα ὀ ὁριζόμενος τὸ εἶναι τοῦτο ὄ ὁρίζεται δεῖξει διὰ τοῦ ὁρισμοῦ· ἀπόδειξις γὰρ δεικτικὴ τούτου.

  84. 41.1

    p. 92 b 15 Τί μὲν γὰρ σημαίνι τὸ τρίγωνον, ἔλαβεν ὀ τρης, ὅτι δ’ ἔστι δείκνυσι.

  85. 41.2

    Λαβὼν ὅτι ἀπόδειξίς ἐστι τοῦ ὅτι ἔστι δεικτική, ἕχων δὲ ὅτι καὶ ὁ ορισμὶς καὶ ἡ ἀπόδειξις ἑκάτερον αὐτῶν τίνος ἐστίν, ἐστίν, ἐπὶ τούτοις λέγει τί οῦν δείξει ὁ ὁριζόμενος τί ἐστίν; ἢ τὸ τρίγωνον; ὄ ἴσον ἐστὶ <τῷ> τί οῦν δείκνυσιν ὁ ὁριζόμενος καὶ τὸ τί ἐστιν ἀποδιδούς τινος; ἢ τὸ τί ἐστιν ἐχεῖνο ὃ ὁρίζεται; ὁ γὰρ τὸ τρίγωνον ὁριζόμενος τί ἐστι τὸ τρίγωνον λέγει, ἀλλ’ οὐχ ὅτι ἔστιν· ἄλλο γὰρ ἐκεῖνο δι’ ἀποδείξεως δεικνύενον’. καὶ τὸ ἀκολουθουν ἀτοπον ἐριφέρει· ὅ τις δρισμῷ ὁρισμῷ οἶδεν, ὅτι ἕστι τοῦτο, οὐκ εἴστεται· ἄλλη γὰρ ἡ τοῦτο δεικνύουσα· κτῦτο δ’ ἀδύνατον, ὃ μὴ οἶδέ τις εἰ ἔστι, τοῦτο τί ἐστιν εἰδέναι.

  86. 42.1

    p. 92 b 19 Φονερὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους κτῶν ὅρων.

  87. 42.2

    Ὅτι μὴ τοῦ ὅτι ὅτι ἔστι ὁριστὸν ὁ ὁρισμός ἐστι δεικτικός· εἰ γὰρ καὶ ἐν ὑπάρξει ἐστὶν οὖ ὁ ὁρισμὸς ἀποδέδοται, ἀλλ’ ὅ γε ὁρισμὸς τὸ εἶναι αὐτοῦ οὐ δείκνυσιν. ὁ γὰρ τοῦ κύκλου ὀρισμὸς οὔτε εῖναι τὸv κύκλον δείκνυσι τοῦτο γὰρ δηλοῖ αὐτῷ διὰ τί ἐστιν)· οὐδὲ γὰρ ἐνσημαίνεται ἐν τῷ ὁρισμῷ αἰτία δι’ ἣν ἔστι τοῦτο οὖ ὀρισμόν τις ἀποδέδωκεν· ἀλλ’ οὐδὲ τοῦ διὰ τί ἐστι τοῦτο κυκλος.

  88. 43.1

    p. 92 b 24 ’Αλλ’ ἀεὶ ἔφεστι λέγειν τὸ διὰ τί. εἰ ἄρα ὁ ὁριζόμενος δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει τοὔνομα καὶ τὰ ἑξῆς.

  89. 43.2

    Δείξας, ὅτι οὐκ ἔστιν ὁ ὁρισμὸς τοῦ εἶναι τὸ τρᾶγμα τὸ ὁριστὸν δει κτικός τε καὶ γνωστικός, λαμβάνει ὡς ἑπόμενον τούτῳ τὸ μὴ εἶναι τὸν ὁρισμὸν πράυματός τινος δηγωτικὸν ἀλλὰ τοῦ λαμβανομένου τί σημαίνει τὸ λεγόμενον, ὡς εἶναι αὐτὸν λόγον ὀνόματι ταύτὸν σημαίνοντα. εἰ γὰρ δεῖ μὲν τὸν ὀριζόμενον ἢ τί ἐστι τὸ πρᾶγμα δεικνύναι η τι σημαινει τοὔνομα λέγειν, οὐ δείκνυσι δὲ τί ἐστι τὸ πρᾶγμα Ι τῷ τὴν αρχὴν μὴ εῖναι δι’ ὁρισμοῦ εἰδέναι ὅτι ἔστι, τὸ καταγειπόμενον ἂν εἴη μηυντικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ὅπερ ἄτοπον δείκνυσιν.

  90. 44.1

    p. 92 b 30 Ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ἄν εἶεν καὶ τὰ ἑξῆς.

  91. 44.2

    Ef ὁ ὁρισμὸς λόγος ὀνίματι ταὐτὸν σημαίνων, μὴ οιον τε δ’ ἀπο9δεῖξαι ὅτι τοῦτο τὸ ὅνομα τοῦτο δηλοῖ θέσει γὰρ καὶ σμνθήκῃ τὰ ὀνόματα, οὐκ ἀνάγκῃ τινί), οὐδ’ ἄν τοῦ τοῦτο τὸ ὄνομα τοῦτο σημαίνειν πέστιν τινὰ ἔχοιμεν. οὐδ’ οἱ ὁρισμοὶ τοίνυν τοῦτο προσδηλοῦσι, τὸ εἶναι ἕκαστον αὐτῶν δηλωτικὸν τοῦ σημαινομένου ὑπὸ τοῦδε τοῦ ὀνόματος.

  92. 45.1

    p. 92 b 35 ’Εx μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καἰ συλλογισμὸς φαίνεται ταὐτὸν ὄν καὶ τὰ ἐξπης.

  93. 45.2

    Τὰ δεδειγμένα ἀνακεραλαιοῦται, ὄτι τε μὴ ταὐτὸν συλλογισμὸς καὶ ὁρισμός († ὃ ἂν ἐναργὲς ἔλαβεν· ἄλλος γὰρ ἐκατέρου αὐτῶν λόγος) καὶ ὄτι μὴ τοῦ τοῦ συλλογισμὸς καὶ ὁρισμός, εἴ γε ὁ μὲν τοῦ τί ἐστιν, δ δὲ τοῦ ὄτι ἐστιν. ἂ πρῶτα ἔδειξε διὰ τοῦ μήτε τὸ διὰ συλλογισμοῦ δεικνύμενον δι’ ὁρισμοῦ δείκνμσθαι μήτε, οὖ ἐστιν ὁρισμός, τοῦτο καὶ συλλογισμοῦ δείκνυσθαι. ἀλλὰ καὶ ὅτι ὅτι μήτε ὁ ὁρισμὸς αὐτὸς ἢ ἀ\ποδείκνυσί τι ἢ ὅλως δείκνυσιν· οὔτε γὰρ εῖναι τὸ πρᾶγμα ἀποδείκνυσιν, οὔθ’ ὅτι ἐκείνου ἐστὶν οὖ ἀποδίδοται δείδνυσι. διὸ οὔτε ὁρισμῷ ἔστι γνῶναι ὅτι τόδε τοῦδε ὀρισμός οὐδὲν γὰρ δείκνυσιν ὁ ὁρισμός) οὔτε ἀποδείξει, ἐπεὶ μή ἐστιν ἀπόδειξις τοῦ τί ἐστιν, ὡζ δέδεικται· πᾶσα γὰρ τοῦ ὅτι ἔστι.

  94. 46.1

    p. 93 a1 Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς καὶ τί οὐ καλῶς.

  95. 46.2

    Οὔτε γὰρ τὸ μὴ δύνασθαι τὸ αὐτὸ δι’ διρισμοῦ καὶ δι’ ἀποδείξεως γινώσκεσθαι πάντῃ καλῶς εἴρηται, οὔτε τὸ μὴ ὅλως εῖναί τινα δεῖξιν ὀρισμοῦ, ὡς ἐρεῖ.

  96. 47.1

    p. 93 a3 Ἐπεὶ δ’ Ἐπεὶ ὠς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ τί ἐστιν.

  97. 47.2

    Ἐπιχειρεῖ πρῶτον δεῖξαι ὄτι ἐστιν ὀρισμὸν ἀποδεῖξαι δε’ ὀρισμοῦ. συγχρῆται δ’ εἰς τὴν ἀπόδειξιν τοῖς προδεδειγμένοις αὐτῷ· δέδειχε γὰρ πρὸ ἀλίγου δι’ ὦν εἶπεν “ἐν ἅπασι γὰρ τούτοις φανερόν ἐστιν ὅτι ταὐτά ἐστι τὸ τί ἐστι καὶ διὰ τί ἀστιν”. ἔδειξε γὰρ διὰ τούτων ὅτι ὁ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν ζητῶν αἴτιον ζητεῖ· ὁ γὰπ ὀρισμὸς ἑκόστου καὶ αἴτιον. τούτῳ δὴ προσχρῆται. εἰ γὰρ ὁ ὁρισμὸς αἴτιον, ὀ ὀρισμόν τινος εἰδὼς καὶ αἵτιον οἶδε. δὲ τὸν ὁρισμόν ὁρισμόν τινος εἰδότα εἰδέναι τὸ αἴτιον αὐτῷ τοῦ εἶναι τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ αἴτιον τοῦ τοῦ τί ἐστι) δέδεικται· ταὐτὸ γὰρ ἔκειτο > ἡ τοῦ τί ἐστι ζήτησις καὶ αἰτίας ζήτησις.

  98. 47.3

    Δύναται τῷ λόγος δὲ τούτου εἰρηκέναι <αἴτιον> τοῦ δύνασθαι δειχθῆναι διὰ συλλογισμοῦ. καὶ εἴη ἂν ἡ πρò αὐτοῦ οὐχ ὁλόκληρος ἀλλ’ ἐλλιπῶς εἰρημένη· ἐπεὶ δ’ ἔστιν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἵτιον τοῦ τί ἐστι· λείποι γὰρ ἂν αὐτῇ τὸ οἶόν τε διὰ συλλογισμοῦ τὸ τί ἦν εῖναι δείκνυσθι’. ἐπεὶ τοίνυν ὁ ὁρισμὸς αἴτιον, ἢ ταὐτὸν ἔσται τούτῳ οὖ αἴτιον ἢ ἄλλο αὐτοῦ. τῶν γὰρ αἰτίων τὰ μὲv ταὐτά ἐδείνοις, ἐκείνοις, ὠρ αἴτια, ὁλόκηγρον αὐτῶν δηλοῦντα δηλοῦντα τὴν οὐσίαν· τοῦ γὰρ τὸν ἄνθρωπον ζῷον πεζὸν δέπουν εἶναι οὐκ ἄλλο τὸ αἴτιον παρ’ αὐτὸ τοῦτο, καὶ ὄλως ὁ ἑκάστου οἰκεῖος ὅρος.

  99. 48.1

    p. 93 a 5 Λόγος δὲ τούτου, ὅτι ἔστι τι τὸ αἴτιον· καὶ τοῦτο ἢ ταὐτὸ ἢ ἄλλο.

  100. 48.2

    Δύναται τὸ καὶ τοῦτο ἢ ταὐτὸ ἢ ἄλλοτ̓̀ͅ εἰρηκέναι οὐχ οὐχ ὠς συλχρῶν εἶναι τὸ αὐτὸ αὑτοῦ αἴστιον δοκεῖ γὰρ ἄλλο εῖναι τὸ αἴτιον καὶ τὸ οὖ ἐστιν αἴτιον ἐν πᾶσιν) ἀλλ69 ὑπὲρ τοῦ ὀλοκλήρῳ χρῆσθαι διαιρέσει. καὶ εἴη ἂν τὸ εἰ τοίνουν ἐστὶν ἄλλο ἐπενηνεγμένον σημαντικὸν τοῦ ὀφείλειν τὸ αἴτιον ἄλλο εἶναι.

Next → — showing 1100 of 315

First Thousand Years of Greek. CTS URN tlg9004.tlg001.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.