Ancient Textssearch the texts themselves, not just their titles

← All works

Commentarius In Apocalypsin

First Thousand Years of Greek · First Thousand Years of Greek · 612 sections

  1. 17.6.1

    Καὶ εἶδον τὴν γυναῖκα.

  2. 17.6.2

    Τὸ φερωνύμως ταῖς πράξεσιν ἐπιτίθεσθαι γραφικῶς τὰ ὀνόματα ταῖς πόλεσιν, ἐκ πολλῶν μαθεῖν ἔξεστιν, ὅθεν καὶ ἡ πάλαι Βαβυλὼν οὕτως ὠνόμασται. καὶ ἡ πρεσβυτέρα δὲ Ῥώμη Βαβυλὼν ἐν τῇ ἐπιστολῇ Πέτρου προσηγόρευται. κυριωτέρως δὲ καὶ ἡ παρὰ Πέρσαις τὸ κράτος ἔχουσα, καὶ Βαβυλὼν καὶ πόρνη προσαγορευθήσεται, ἤ πᾶσα πόλις ἑτέρα, φόνοις καὶ αἵμασι χαίρουσα. τούτων τοίνυν μίαν ὁρᾶν τὸν Εὐαγγελιστὴν φασὶ μεμολυσμένην τοῖς τῶν ἁγίων αἵμασιν, οἷα δεῖ παθεῖν ἐφ’ οἷς ἐπὶ συντελείᾳ τοῦ χρόνου τῆς κοσμικῆς βασιλείας τὸ κράτος φέρουσαν, εἴτε τὴν παλαιὰν Ῥώμην, εἴτε τὴν νέαν, εἴτε τὴν ὡς ἐν ἑνὶ σώματι γενικῶς ἐκληφθεῖσαν βασιλείαν νοῆσαι τις ἕληται. ἐν ἑκάστῃ γὰρ τούτων ἁμαρτήματα διάφορα καὶ αἱμάτων ἁγίων ἐκχύσεις, πῆ μὲν πλέον, πῆ δὲ ἔλαττον γεγενῆσθαι μεμαθήκαμεν.

  3. 17.8.1

    Τὸ θηρίον ὃ εἶδες.

  4. 17.8.2

    Θηρίον ὁ διάβολος οὗτος ἀποκτανθεὶς τῷ σταυρῷ τοῦ Χριστοῦ, πάλιν ἐπὶ συντελείᾳ ἀναζῆν λέγεται, ἐνεργῶν ἐν σημείοις καὶ τέρασι πλάνης διὰ τοῦ Ἀντιχρίστου τὴν τοῦ Σωτῆρος ἄρνησιν. διὰ τοῦτο ἦν μὲν καὶ ἴσχυε πρὸ τοῦ σταυροῦ, οὐκ ἔτι δὲ μετὰ τὸ σωτήριον πάθος, ἐκνευρισθεὶς καὶ τῆς ἐξουσίας ἐξωσθεὶς, ἣν κατὰ τῶν ἐθνῶν τῆς εἰδωλολατρείας ἐκέκτητο. παρέσται δὲ ἐν τῇ συντελείᾳ ἀναβαίνων ἐκ τῆς ἀβύσσου, ἢ ὅθεν κατεδικάσθη, ἢ ἐκ τοῦ παρόντος βίου τροπικῶς ἀβύσσου ὠνομασθέντος, διὰ τὸ τῆς ἐμπολιτευομένης ἁμαρτίας βάθος τὸ τοῖς τῶν παθῶν πνεύμασι ῥιπιζόμενον καὶ κυματούμενον. ἔνθεν γὰρ ὁ Ἀντίχριστος τὸν Σατανᾶν ἐν ἑαυτῷ φέρων ἐπ’ ὀλέθρῳ τῶν ἀνθρώπων παραγίνεται, ὁδεύσων εἰς ἀπώλειαν ἐν τῷ αἰῶνι τῷ μέλλοντι.

  5. 17.8.3

    Καὶ θαυμάσονται οἱ κατοικοῦντες.

  6. 17.8.4

    Θαυμάσονται φησὶ τὴν τοῦ θηρίου παρουσίαν διὰ τὰ τῆς ἀπάτης τέρατα, οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῶν αἰωνίως ζώντων, καὶ οἱ μὴ προστοιχειωθέντες ταῖς τοῦ Χριστοῦ περὶ αὐτοῦ προρρήσεσι, λογιζόμενοι πῶς τὴν ἀρχαίαν δυναστείαν ἀπέλαβεν.

  7. 17.9.1

    Ὧδε ὁ νοῦς ἔχων σοφίαν.

  8. 17.9.2

    Πνευματικῶν ὄντων τῶν εἰρημένων, πνευματικῆς σοφίας χρεία, φησὶ, πρὸς τὸ νοῆσαι τὰ λεγόμενα. ζ οὖν κεφαλὰς καὶ ζ ὄρη νοεῖσθαι φασὶν, ἐν αἷς ἐγκαθῆσθαι τὴν παγκόσμιον Βαβυλῶνα φησὶ, ζ τόπους ἐν ὑπεροχῇ καὶ δυναστείᾳ κοσμικῇ τῶν λοιπῶν ἐξέχοντας, ἐφ’ οὓς κατὰ καιροὺς τὴν τοῦ κόσμου βασιλείαν στηριχθῆναι ἔγνωμεν· οἶον, πρῶτον ἐν Νινευῇ, τὴν Ἀσσυρίων ἀρχὴν, δεύτερον ἐν Ἐκβατάνοις τὴν Μηδῶν δυναστείαν, ἀπὸ Ἀρβάκου κρατήσασαν τῶν Ἀσσυρίων, ὦν τὸν βασιλέα Σαρδανάπαλον καθελεῖν ὁ Ἀρβάκης ἱστόρηται. μετὰ τούτους ἐν Βαβυλῶνι τὸ Χαλδαίων κράτος ὁ Ναβουχοδονόσορ ἐβασίλευσεν. ἔπειτα μετὰ τὴν τούτων κατάλυσιν ἐν Σούσοις τὴν Περσῶν ἡγεμονίαν ὑπὸ Κύρου κτισθεῖσαν. μετὰ δὲ τὴν ταύτης ὑπὸ Ἀλεξάνδρου καθαίρεσιν, τὴν τῶν Μακεδόνων βασιλείαν. μετὰ δὲ τούτους ἐν τῆ πρεσβυτέρᾳ Ῥώμῃ τὴν τῶν Ῥωμαίων ἰσχύν. ἐπὶ μὲν Αὐγούστου Καίσαρος μετὰ τοὺς πρώην βασιλεῖς αὐτῆς καὶ ὑπάτους μοναρχήσασα, ὑπὸ δὲ ἀσεβῶν μέχρι Κωνσταντίνου κατασχεθεῖσα, ὧν μετὰ τὴν κατάλυσιν εἰς τὴν νέαν Ῥώμην τὰ τῶν φιλοχρίστων βασιλέων μετενεχθῆναι βασίλεια. διὰ τοίνυν τῶν ζ κεφαλῶν, ζ πόλεις δηλώσας, διὰ δὲ τῶν ζ ὀρέων, ζ ἀναστήματα τοῦ λοιποῦ τῆς γῆς σώματος ὑπερανέχοντα οὐ τοπικῇ θέσει, ἀλλὰ δόξης ἀξιώματι· καὶ βασιλεῖς ὁμοίως εἶπεν ἢ τοὺς δοξασθέντας τόπους τῇ βασιλικῇ προεδρίᾳ, ἢ τοὺς πρώτως ἐν ἑκάστῃ τῶν προλεχθεισῶν βασιλεύσαντας, ἑκάστου κατὰ τὴν περίφρασιν πᾶσαν τὴν βασιλείαν λείαν περιορίζοντος· οἷον Νίνου τῆς Ἀσσυρίων, Ἀρβάκου τῆς Μηδῶν, Ναβουχοδονόσορ τῆς Βαβυλῶνος, Κύρου τῆς Περσῶν, Ἀλεξάνδρου τῆς Μακεδόνων, Ῥωμύλου τῆς παλαιᾶς Ῥώμης, Κωνσταντίνου τῆς νέας. ὧν τὰς μὲν ε ἤδη πεπτωκέναι φησὶ, δὲ ἕκτην ἐφ’ ἧς ὡράθη ἡ Ἀποκάλυψις, ἑστάναι ταύτην ἐν τῇ παλαιᾷ ‘pώμῃ, τὴν δὲ ζ μήπω ἐληλυθέναι, τὴν ἐν τῇ νέᾳ Ῥώμῃ, τὴν μέχρι τοῦ Ἀποστάτου βασιλεύουσαν, ὀλίγον κρατοῦσαν ὡς πρὸς τὰς πρότερόν φησιν· ὧν αἱ μὲν ἦρξαν ἔτη ὑπὲρ τὰ φᾶ, αἱ δὲ ὑπὲρ τὰ ᾳ. ἄλλως τε δὲ καὶ πᾶς ἀριθμὸς χρονικὸς, ὀλίγος πρὸς τὴν μέλλουσαν τῶν ἁγίων βασιλείαν τὴν ἀτελεύτητον. τὸ δὲ θηρίον, τουτέστιν ὁ Ἀντίχριστος, ὄγδοος μὲν ὡς μετὰ τὰς ζ βασιλείας, ἐκ τῶν ζ δὲ ὡς ἐκ μιᾶς αὐτῶν βλαστάνων. οὐ γὰρ ἐξ ἄλλου ἔθνους, ἀλλὰ Ῥωμαίων βασιλεὺς ἐπὶ ἀπωλείᾳ τῶν αὐτῷ πειθομένων ἐλεύσεται. ἄλλος δὲ αἰῶνας τούτους ἐξέλαβεν, ὧν τοὺς μὲν πέντε παρωχηκέναι φησὶ, τὸν δὲ ἕκτον ἑστάναι ἐν ᾧ ταῦτα ἑώρα. τὸν δὲ ζ τὸν μετὰ χ ἔτη μήπω ἐληλυθότα, ἐρχόμενον δὲ, ὀλίγον δεῖ μεῖναι φασί.

  9. 17.12.1

    Καὶ τὰ δέκα κέρατα.

  10. 17.12.2

    Τὰ δέκα κέρατα ταῦτα, καὶ Δανιὴλ ἐθεώρησε τοῦ Ἀντιχρίστου προηγουμένου, ἐξ ὧν τὰ τρία ἐκριζῶν, τοὺς λοιποὺς ἑαυτῷ ὑποτάξει. μίαν δὲ ὥραν, ἢ τὸ βραχὺ τοῦ χρόνου φησὶν, ἢ τὴν μίαν τοῦ ἐνιαυτοῦ ὥραν, ἤγουν τροπὴν, δηλαδὴ τρίμηνον, μεθ’ ἢν τῷ Ἀντιχρίστῳ ὡς ὑπερέχοντι ὑποταγήσονται· διὸ οἱ τὴν κακὴν ὁμονοήσαντες ὁμόνοιαν, τῷ Ἀντιχρισαῳ τῳ συντασσόμενοι, τῷ Χριστῷ ἀντιτάξονται. ἀλλὰ νικήσει αὐτοὺς ὁ δι’ ἡμᾶς σφαγιασθεὶς ἀμνὸς τοῦ Θεοῦ· οὐ γὰρ ἀφῄρηται τὴν κατὰ πάντων βασιλείαν καὶ κυριότητα τῷ γεγενῆσθαι ἄνθρωπος, ἵνα τοὺς ἐκλεκτοὺς κοινωνοὺς τῆς ἑαυτοῦ βασιλείας κτήσηται.

  11. 17.15.1

    Καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες.

  12. 17.15.2

    Ὅ λέγει τοῦτο ἐστιν. ὁ διάβολος ἐνεργήσῃ, φησὶν, τοῖς ὑπ’ αὐτοῦ ἡνιοχουμένοις ι κέρασι, τῷ μὲν Χριστῷ ἀντιτάξασθαι, τὴν δὲ ἐκπορεύσασαν τῶν θείων ἐντολῶν πολυάνθρωπον πόλιν, καὶ ταῖς αὐτοῦ ἡδοναῖς ὑπηρετήσασαν, ἐρημῶσαι, καὶ δίκην αἱμοβόρου θηρίου τῶν αὐτῆς αἱμάτων πλησθῆναι· ὅτε τὴν ταύτης πυρπόλησιν εὐφροσύνης ὑπόθεσιν, καὶ τῶν ἀνθρωπίνων σαρκῶν τὴν κατατομὴν, τροφὴν οἰκείαν ἡγήσεται. καὶ ὁ ἀεὶ τῇ διχονοίᾳ χαίρων, συμφωνίαν τοῖς ἀποστατικοῖς τότε δωρήσεται κέρασιν. τὸ δὲ ἐπαγόμενον τὴν ἑωραμένην γυναῖκα νοεῖσθαι τὴν μεγίστην πόλιν, τὴν ἐπάνω τῶν βασιλέων τῆς γῆς τὸ κράτος ἔχουσαν, ἀναμφίβολον ποιεῖ τὸ τῆς κατὰ τοὺς καιροὺς ἐκείνους κρατούσης δυναστείας τὰ πάθη προφητεύεσθαι.

  13. 18.1.1

    Καὶ μετὰ ταῦτα εἶδον Ἄγγελον.

  14. 18.1.2

    Kἀντεῦθεν τὸ φωτεινὸν καὶ λαμπρὸν τῶν ἁγίων δείκνυται δυνάμεων, πολλῷ τῷ μέτρῳ τὸ ἀστρῷον καὶ φωτιστικὸν ὑπερνικῶν σέλας.

  15. 18.2.1

    Ἔπεσε Βαβυλὼν ἡ μεγάλη.

  16. 18.2.2

    Καὶ ἐν Ἡσαΐᾳ περὶ τῆς Χαλδαίων μητροπόλεως Βαβυλῶνος, τῆς ὑπὸ Κύρου καὶ Περσῶν ἁλούσης, συγγενῆ τούτοις προεφητεύετο, ἅτε θηρίων καὶ πνευμάτων ἀκαθάρτων μελλούσης πληροῦσθαι, διὰ τὴν παντελῆ ἐρήμωσιν. ἔθος γὰρ τοῖς τε θηρίοις τοῖς τε πονηροῖς δαίμοσι, τὰς ἐρήμους διώκειν, διά τε τὴν θείαν οἰκονομίαν τῆς αὐτῶν βλάβης τοὺς ἀνθρώπους ἐλευθερούσης, διά τε τὸ οἰκεῖον μισάνθρωπον. πῶς δὲ τοῦ οἴνου τῆς πορνείας τῆς ἰδίας τὰ ἔθνη ἐπότισεν ἡ παροῦσα Βαβυλών; ἢ πάντως καθηγεμων πάσης παρανομίας τούτοις γινομένη, καὶ ταῖς ὑπηκόοις πόλεσι διὰ δώρων ἄρχοντας, ἐχθροὺς τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης ἐκπέμπουσα.

  17. 18.2.3

    Καὶ οἱ βασιλεῖς τῆς γῆς.

  18. 18.2.4

    Διὰ τὴν ὑπερβολὴν, φησὶ, τοῦ ἐξ ἀδικίας πλούτου ἐν τοῖς ὑπὲρ τὴν χρείαν ἐκτεινομένη καὶ καταστρηνιῶσα τῶν δεομένων, τοῖς τῆς γῆς ἐμπόροις κέρδους ὑπόθεσις γέγονεν.

  19. 18.4.1

    Καὶ ἤκουσα ἄλλην.

  20. 18.4.2

    Ὅπερ τῷ Λὼτ ἐν Σοδόμοις ἐλέγετο, “ σώζων σῶσον τὴν “ σεαυτοῦ ψυχήν.’’ καὶ ἐν Ἡσαΐᾳ “ Ἐξέλθετε ἀπ’ αὐτῆς καὶ “ ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀνταῦθα φησὶ, φευκτὴ γὰρ ἡ μετὰ τῶν παραπικραινόντων τὸν Θεὸν συνδιάθεσις.

  21. 18.6.1

    Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτή.

  22. 18.6.2

    Ταῦτα, ἢ ὡς πρὸς τοὺς ἐν αὐτῇ ἀθῴους καὶ πεπονθότας ὑπὸ τῶν ἐν αὐτῇ κρατούντων κάκιστα φησὶν, ὡς αἰτίους διὰ τῆς τῶν ἀλγεινῶν ὑπομονῆς τῆς τῶν ἐπαγαγόντων ταῦτα κολάσεως· ἢ μετάβασιν δηλοῖ ἀπὸ προσώπων εἰς πρόσωπα ἐκ τῶν ἠδικημένων πρὸς δυνάμεις τινὰς ἁγίας τιμωρητικὰς, οἰκειουμένας διὰ φιλοθεΐαν τὰς εἰς τοὺς συνδούλους γενομένας παρ’ αὐτῆς κακώσεις. διπλοῦν δὲ τὸ ποτήριον φησὶν, ἢ διὰ τὸ κἀνταῦθα καὶ τῷ μέλλοντι τοὺς λίαν ἁμαρτωλοὺς κολάζεσθαι, ἢ διὰ τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐξ ὧν ἡ πρᾶξις κοινὴ καὶ καθ’ ὧν ἡ κόλασις, διὰ τὸ τῆς θείας φιλανθρωπίας πέλαγος, διπλᾶ ὀργιζομένης, τὰ καὶ αὐτῆς τῆς ἀκράτου δικαιοσύνης ἀποδέοντα, διὰ τὸ τὴν ἁμαρτίαν ἔχειν, καὶ ἐν τῷ τολμᾶσθαι πολλάκις τὴν ἐκ τοῦ συνειδότος κόλασιν.

  23. 18.8.1

    Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ.

  24. 18.8.2

    Μίαν ἡμέραν, ἢ τὸ ἀθρόον καὶ ὀλίγον τοῦ καιροῦ φησιν, ἐν ᾧ ἔκ τε ῥομφαίας καὶ λιμοῦ, πένθος αὐτῇ προσγενήσεσθαι, ἔκ τε λοιμοῦ φθαρήσεσθαι, καὶ πυρὸς κατακαυθήσεσθαι. ἢ καὶ αὐτῆς τῆς ἡμέρας τὸν δρόμον, ἣ ταῦτα αὐτῇ προφητεύει πείσεσθαι. μετὰ γὰρ τὸ ἐγκρατεῖς γενέσθαι τοὺς ἐχθροὺς τῆς πόλεως, ἐξαρκεῖ καὶ μία ἡμέρα πᾶσαν τοῖς ἡττηθεῖσιν ἐπαγαγεῖν κάκωσιν, καὶ πολυειδεῖς θανάτου τρόπους· ἰσχύοντος τοῦ Θεοῦ κολάζειν τοὺς ἀμετανοήτως ἐξαμαρτάνοντας.

  25. 18.9.1

    Καὶ κλαύσουσι καὶ κλαύσονται.

  26. 18.9.2

    Βασιλεῖς ἐνταῦθα τοὺς ἄρχοντας λέγει, οὓς προσαγορεύει τὴν ἐκ τῶν θείων ἐντολῶν πορνείαν ἐν αὐτῇ πράξαντας κλαύσεσθαι, τὴν αὐτῆς ὁρῶντας ἣ ἀκούοντας πυρπόλησιν καὶ ἐρήμωσιν, καταπληττομένους τὴν ἀθρόαν μεταβολὴν, πῶς ἐν ἀκαριαίῳ καιρῷ γέγονεν.

  27. 18.11.1

    Καὶ οἱ ἔμποροι τῆς γῆς.

  28. 18.11.2

    Καὶ τοὺς ἐμπόρους κλαύσεσθαι φησὶν ἐπ’ αὐτῇ, διὰ τὸ μηκέτι δύνασθαι ἐν αὐτῇ ἐμπορεύεσθαι. τῶν γὰρ ἐν δυναστείᾳ καὶ τρυφῇ φθειρομένων περιττὴ ἡ τούτων ὠνὴ καὶ κατάχρησις.

  29. 18.12.1

    Καὶ πᾶν ξύλον θύινον.

  30. 18.12.2

    Προυπακουστέον τούτοις τὸ, οὐδεὶς ἀγοράζει· σκοπεῖν δὲ χρὴ τίνι τῶν πόλεων ἄρα ἡ τῶν τοιούτων εἰδῶν ὠνὴ συνήθης, καὶ τίσι μᾶλλον ἀνθρώποις ἡ τῶν περισσῶν κτῆσις περισπούδαστος διὰ τρυφὴν ἄμετρον. διὰ δὲ τοῦ ῥαίδων, τὰ ὀχήματα εἰκὸς σημαίνεσθαι· ῥαιδιοὺμ γὰρ Ῥωμαϊστὶ τὸ ὄχημα, ἡ δὲ τούτου γενικὴ πληθυντικὴ ῥαιδιόρουμ, ἥτις κατὰ συγκοπὴν ῥαίδων γέγονεν.

  31. 18.13.1

    Καὶ σωμάτων ψυχὰς ἀνθρώπων.

  32. 18.13.2

    Οὔτε ψυχὰς ἀνθρώπων τοῦ λοιποῦ ἐμπορεύσῃ, φησὶ, καταδουλοῦσα τοὺς ἐλευθέρους, οὔτε τῶν πάλαι λιπαρῶν καὶ λαμπρῶν ἕξεις τὴν ἀπόλαυσιν.

  33. 18.15.1

    Οἱ πλουτήσαντες ἀπ’ αὐτῆς.

  34. 18.15.2

    Ὑπ᾿ ὄψιν ἄγει τὰ τῆς Βαβυλῶνος ταύτης πάθη, διὰ τῶν ἐν αὐτῇ θρήνων τὸ τῆς συμφορᾶς διαγράφων μέγεθος, ὅπερ πείσεται ἡ τὸ πρὶν αὐχοῦσα ἐπὶ βασιλικῷ ἀξιώματι.

  35. 18.17.1

    Καὶ πᾶς κυβερνήτης.

  36. 18.17.2

    Εἰ καὶ θάλασσα τροπικῶς ὁ παρὼν βίος ὡς πολυκύμων εἴρηται, καὶ οἱ ἐν αὐτῇ ἐμπορευόμενοι ἰχθύες ὡς τῷ βιωτικῷ νηχόμενοι κλύδωνι, ἀλλ’ εἰκὸς καὶ τὴν ταῦτα πάσχουσαν πόλιν, αἰσθητῇ θαλάσσῃ γειτνιῶσαν, τὰ παρὰ τῶν ἐν αὐτῇ πλεόντων δεχομένῃ, πένθους τούτοις διὰ τῆς οἰκείας ἐρημώσεως ὑπόθεσιν ἔσεσθαι. ταὐτὸν δὲ παθεῖν ἐπάναγκες καὶ τοὺς τῆς παγκοσμίου Βαβυλῶνος, ἤγουν συγχύσεως ἐμπόρους, ἐν τῇ συντελείᾳ τῶν ὁρωμένων θρηνεῖν ἀπαραμύθητα, τῶν ἡδέων τοῦ παρόντος βίου ἀβουλήτως χωριζομένους, καὶ ὑπὸ τοῦ συνειδότος ἐπὶ ταῖς οἰκείαις πράξεσι κεντουμενους.

  37. 18.20.1

    Εὐφραίνου ἐπ’ αὐτῇ οὐρανέ.

  38. 18.20.2

    Διὰ τοῦ οὐρανοῦ ἢ τοὺς Ἀγγέλους φησὶν, ἢ τοὺς ἐν αὐτῷ ἔχοντας ἁγίους τὸ πολίτευμα, μεθ’ ὦν τοῖς Ἀποστόλοις καὶ προφήταις τὴν εὐφροσύνην ἐγκελεύεται· ὅτι περ ἐφ’ οἷς ὑβρισμένοι παρ’ αὐτῆς εἰσὶν, ἐκδεδίκηνται, ἢ ὡς πολλάκις διὰ τῆς παραβάσεως τῶν θείων ἐντολῶν ἀτιμασθέντες, ἅτε ἐμβοήσαντες ἀνόνητα τοῖς τῆς λεχθείσης πόλεως οἰκήτορσιν· ἢ ὡς ἐν τῆ καθ’ ὅλης τῆς γῆς συγκεχυμένῃ δυναστείᾳ διὰ τὸν Θεὸν σφαγιασθέντες, ὅτι τοῖς λογίοις αὐτοῦ διηκονήσαντο· ὅθεν οἱ μὲν προφῆται ὑπὸ Ἰουδαίων, οἱ δὲ Ἀπόστολοι ὑπὸ τῶν ἐθνῶν, οἷς μάλιστα τὸν λόγον ἐκήρυξαν, ἀπεκτάνθησαν. οὐχ ὡς χαιρέκακοι δὲ τῇ τῶν παιδειῶν ἐπιφορᾷ χαίρουσιν, ἀλλ’ ὡς ἐπιθυμίαν διάπυρον περὶ τὴν διακοπὴν τῆς ἁμαρτίας ἔχοντες, ὡς ἂν οἱ ταύτῃ δουλωθέντες ἡμερωτέρας τύχωσιν ἐν τῷ μέλλοντι τῆς κολάσεως, δι’ ὧν ἐνταῦθα μαστίζονται.

  39. 18.21.1

    Καὶ ἦρεν εἷς Ἄγγελος.

  40. 18.21.2

    Καθάπερ, φησὶν, ὁ μύλος καταδύνει ὁρμήματι εἰς τὴν θάλασσαν, οὕτως καὶ ἡ τῆς Βαβυλῶνος ταύτης ἀθρόον ἔσται καθαίρεσις, ὥστε μήτε ἴχνος αὐτῆς φυλαχθῆναι εἰς τὰ μετέπειτα. τοῦτο γὰρ σημαίνει ἡ τῶν κιθαρῳδῶν καὶ μουσικῶν καὶ λοιπῶν ἔκλειψις· τὴν δὲ αἰτίαν φησὶν, ὅτι πάντα τὰ ἔθνη τῇ οἰκείᾳ φαρμακείᾳ ἐπλάνησεν, καὶ αἱμάτων προφητικῶν καὶ λοιπῶν ἁγίων δοχεῖον γέγονεν· δι’ ὧν ἁπάντων τὴν ἀσεβῆ παρὰ Πέρσαις Βαβυλῶνα διὰ τούτων δηλοῦσθαι εἰκὸς, ὡς πολλῶν ἁγίων κατὰ διαφόρους καιροὺς μέχρι τοῦ νῦν δεξαμένην αἵματα, καὶ ὡς μαγείαις καὶ ἀπάταις διηνεκῶς χαίρουσαν· καὶ τοῦτο ἡμῖν εὐχῆς ἔργον ταύτην τὰ προφητευθέντα δέχεσθαι, τῆς κατὰ Χριστοῦ καὶ τῶν αὐτοῦ δούλων ἀλαζονείας τὰ ἐπίχειρα.

  41. 18.22.1

    Οὐ μὴ φανῇ ἐν σοὶ ἔτι.

  42. 18.22.2

    Ἐναντιοῦσθαι πως δοκεῖ τῇ ὑπολήψει ταύτῃ τὸ ἐκ τῶν ἀρχαίων τῆς Ἐκκλησίας διδασκάλων κατὰ τῆς παρὰ Ῥωμαίοις Βαβυλῶνος ταῦτα φάναι προφητεύεσθαι, διὰ τὸ ἐν τῷ δ θηρίῳ ἑωρᾶσθαι τὰ δέκα κέρατα, τουτέστιν ἐν τῇ Ῥωμαίων ἀρχῇ, καὶ ἐξ αὐτῆς τὸ ἐκβλαστάνον ἐκριζοῦν τὰ τρία, καὶ τὰ λοιπὰ ὑποτάττον, καὶ ὣς βασιλέα Ῥωμαίων ἐλεύσεσθαι· προσχήματι μὲν τοῦ θάλπειν καὶ συγκροτεῖν τὴν ἀρχὴν αὐτῶν, τῆ δὲ ἀληθείᾳ τοῦ τὴν τελείαν αὐτῆς λύσιν ἐργάσασθαι. διὸ ὡς εἴρηται, τὴν ὡς ἑνὶ σώματι ἀρχῆθεν μέχρι τοῦ νῦν κρατήσασαν βασιλείαν ταύτην τις ἐκλαβὼν, ὡς ἀληθῶς καὶ Ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων ἐκχεάσαν αἵματα, οὐκ ἂν διαμάρτοι τοῦ προσήκοντος. καὶ γὰρ εἷς χορὸς καὶ στρατὸς καὶ μία πόλις λέγονται, κἂν ὑπαλλαγῶσιν οἱ ἀναπληροῦντες τούτων ἕκαστον. οὕτως καὶ βασιλεία μία, κἂν εἰς πολλοὺς χρόνους καὶ τόπους μερίζηται.

  43. 19.1.1

    Μετὰ ταῦτα ἤκουσα ὡς φωνήν.

  44. 19.1.2

    Τὸ μὲν ἀλληλούϊα θεῖον αἶνον σημαίνει, τὸ δὲ ἀμὴν, ἀληθῶς, ἢ γένοιτο. ἅπερ κοινῶς ἔκ τε τῶν Ἀγγελικῶν δυνάμεων, ἔκ τε τῶν ἰσαγγέλων ἀνθρώπων τῷ Θεῷ φησὶν ἀναπέμπεσθαι τρισσῶς, διὰ τὴν τρισυπόστατον Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἑνιαίαν θεότητα. ὅτι καὶ τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ τῆς χειρὸς Βαβυλῶνος ἐξεδίκησεν, καὶ τοὺς αὐτῆς οἰκήτορας διὰ τῆς κολάσεως εὐηργέτησεν, ἐκκοπὴν τῆς ἁμαρτίας ἐργασάμενος. διὰ δὲ τὸ εἰς αἰῶνας αἰώνων τὸν καπνὸν ἀναβαίνειν τῆς πόλεως δηλοῦται ἢ τὸ εἰς τὸ διηνεκὲς τῶν ἐπελθουσῶν αὐτὴ κολάσεων ἀνεπίληστον, ἢ τὸ μερικῶς αὐτὴν δοῦσαν δίκας, μετριωτέρως μὲν, αἰωνίως δὲ ὅμως, ἐν τῷ μέλλοντι κολασθήσεσθαι.

  45. 19.5.1

    Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου.

  46. 19.5.2

    Θρόνος τοῦ Θεοῦ τὰ Χερουβὶμ καὶ Σεραφὶμ, ἀφ’ ὧν ὑμνεῖν αὐτὸν κελεύονται, οὐχ οἱ μεγάλοι μόνον, ἀλλὰ καὶ οἱ μικροὶ ἐν κατορθώμασι, καταλλήλως ἕκαστος τῆς οἰκείας δυνάμεως. οἶμαι δὲ καὶ οἱ νῦν μικροὶ τῇ ἡλικίᾳ καὶ ἀτελεῖς παῖδες, μεγάλοι ἀνιστάμενοι, τὸν μεγαλουργὸν Θεὸν ὑμνήσουσιν.

  47. 19.6.1

    Καὶ ἤκουσα ὡς φωνήν.

  48. 19.6.2

    Ἡ φωνὴ τοῦ ὄχλου καὶ τῶν πολλῶν ὑδάτων καὶ τῶν βροντῶν δηλοῖ τὸ διαπρύσιον a ἐν ὑμνολογίᾳ πασῶν τῶν Ἀγγελικῶν καὶ οὐρανίων ἀναριθμήτων οὐσῶν δυνάμεων, ἅς τινες τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν ἐνόησαν, μεθ᾿ ὧν καὶ ἅπαν τὸ τῶν σύστημά τε καὶ πλήρωμα δοξολογεῖ τὸν κτίσαντα. ἐβασίλευσε δὲ ὁ Χριστὸς, ὣν φυσικῶς ὡς δημιουργὸς ἐδέσποζε, τούτων διὰ τῆς ἐνανθρωπήσεως βασιλεύσας, ἣ κατὰ γνωμικὴν οἰκείωσιν, ἣ ἐξουσίαν βασιλεῖ καὶ κριτῇ πρέπουσαν. γάμον δὲ ἀρνίου τὴν τῆς Ἐκκλησίας πρὸς τὸν Χριστὸν συνάφειαν φησὶν, ἧς ἁρμοσταὶ οἱ θει-οι γεγόνασιν Ἀπόστολοι, δι’ ωτν αὐτῇ ὁ ἀρραβὼν ἐδόθη τοῦ Πνεύματος, ὡς ἀποληψομένην τότε τὴν πρόσωπον κατὰ πρόσωπον εἰλικρινῆ συνάφειαν.

  49. 19.7.1

    Καὶ ἡ γυνὴ αὐτοῦ.

  50. 19.7.2

    Tὸ βύσσινον τὴν Ἐκκλησίαν ἐνδεδύσθαι δηλοῖ τὸ λαμπρὸν τῶν ἀρετῶν, καὶ ἐννοήσει λεπτὸν καὶ ὑψηλὸν ἐν θεωρήμασιν. τούτοις γὰρ τὰ θεῖα ἐξυφαίνονται δικαιώματα. δεῖπνον δὲ Χριστοῦ ἡ τῶν σωζομένων ἑορτὴ καὶ εὐφροσύνη ἐναρμόνιος, ἧς μακάριοι οἱ τευξό- τευξόμενοι, καὶ τῷ ἁγίῳ τῶν καθαρῶν ψυχῶν νυμφίῳ εἰς τὸν αἰώνιον νυμφῶνα συνεισελευσόμενοι. πολλῶν δὲ ὄντων τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν, καὶ πᾶσαν ὑπερβαινόντων διάνοιαν, πολυωνύμως ἡ τούτων μετοχὴ προφέρεται· ποτὲ μὲν ὡς βασιλεία οὐρανῶν διὰ τὸ ἔνδοξον αὐτῆς καὶ τίμιον, ποτὲ δὲ ὡς παράδεισος διὰ τὴν ἀν- έκλειπτον τῶν ἀγαθῶν πανδαισίαν, ποτὲ δὲ ὡς κόλποι Ἀβραὰμ, διὰ τὴν ἐκεῖ τῶν κεκμηκότων ἀνάπαυσιν· ποτὲ δὲ ὡς νυμφὼν καὶ γάμος, οὐ μόνον διὰ τὴν εὐφροσύνην τὴν ἄληκτον, ἀλλὰ καὶ διὰ τὴν εἰλικρινῆ καὶ ἄρρητον τοῦ Θεοῦ πρὸς τοὺς αὐτοῦ δούλους συνά- φειαν, τοσοῦτον ὑπεραίρουσα τὴν τῶν σωμάτων πρὸς ἄλληλα κοι- νωνίαν, ὅσον φῶς σκότους, καὶ μύρον δυσωδίας διέστηκεν.

  51. 19.10.1

    Καὶ ἔπεσον ἔμπροσθεν.

  52. 19.10.2

    Μὴ προσκύνει με, φησὶν, ὁ θεῖος Ἄγγελος ὡς τὰ μέλλοντα προλέγοντα· ἡ γὰρ εἰς Χριστὸν ὁμολογία, ἤγουν μαρτυρία αὕτη χορηγός ἐστι προφητικοῦ πνεύματος. καὶ ἑτέρως δὲ νοητέον, ὅτι διὰ τοῦτο ἡ προφητεία, ἵνα βεβαιωθῇ ἡ Χριστοῦ μαρτυρία καὶ ἡ πίστις ὑπὸ τῶν ἁγίων διαμαρτύρηται. διὸ μὴ τῷ συνδούλῳ προσ- κύνει, ἀλλὰ τῷ πάντων τὸ κράτος ἔχοντι.

  53. 19.11.1

    Καὶ εἶδον τὸν οὐρανόν.

  54. 19.11.2

    Tὸ ἠνεῶχθαι τὸν οὐρανὸν δηλοῖ τὴν τοῦ ὁραθέντος κριτοῦ παρου- σίαν ἐλεύσεσθαι, ὥσπερ ἡ τῶν ἐνταῦθα παραπετασμάτων συνολκὴ τῶν ἐπὶ γῆς δικαστῶν, τὴν κατὰ τῶν ὑπευθύνων κρίσιν καὶ ἀπό- φασιν. ὁ δὲ λευκὸς ἵππος τὴν τῶν ἁγίων φαιδρότητα τὴν μέλλουσαν, ἧς ἐποχούμενος κρινεῖ τὰ ἔθνη τοῖς ὀφθαλμοῖς, ἤγουν τῇ ἐποπτικῇ δυνάμει αὐτοῦ ἀφωρίζων φλόγα πυρὸς δικαίοις μὲν φωτιστικὴν, ἀλλ’ οὐ καυστικὴν, ἁμαρτωλοῖς δὲ καυστικὴν, ἀλλ’ ἀφώτιστον. τὰ δὲ πολλὰ διαδήματα, ἣ τὴν κατὰ πάντων αὐτοῦ βασιλείαν τῶν ἐν οὐρανῷ καὶ γῇ αἰνίττεται· τοσαῦτα γὰρ ὅσα καὶ τὰ ἐν Ἀγγέλοις τάγματα, καὶ τὰ ἐπὶ τῆς γῆς σκῆπτρα καὶ τὰ ἐν ἁγίοις ἀνθρώποις συστήματα, ἣ τὰ ἐν πάσαις ταῖς περὶ ἡμᾶς οἰκονομίαις κατὰ τῶν ἁμαρτωλῶν διὰ μακροθυμίας νίκην.

  55. 19.12.1

    Ἔχων ὀνόματα γεγραμμένα.

  56. 19.12.2

    Τὸ ἄγνωστον τοῦ ὀνόματος τὸ τῆς οὐσίας αὐτοῦ σημαίνει ἀκατάληπτον· ταῖς γὰρ οἰκονομίαις ὣν πολυώνυμος, ὡς ποιμὴν, ὡς ἥλιος, ὡς φῶς, ὡς ζωὴ, ὡς δικαιοσύνη, ὡς ἁγιασμὸς, ὡς ἀπολύτρωσις, καὶ ταῖς ἀποφάσεσιν ὁμοίως, ὡς ἄφθαρτος, ὡς ἀόρατος, ὡς ἀθάνατος, ὡς ἀναλλοίωτος, τῇ οὐσίᾳ ἀνώνυμος καὶ ἀνέφικτος ἑαυτῷ μόνῳ, σὺν τῷ Πατρικαὶ τῷ Πνεύματι γινωσκόμενος.

  57. 19.13.1

    Καὶ περιβεβλημένος ἱμάτιον.

  58. 19.13.2

    Διὰ τούτων τὰ προεκτεθέντα πιστοῦται, πῶς ὁ ἀνώνυμος καὶ πᾶσιν ἄγνωστος, ἐνταῦθα Λόγος ὀνομάζεται· ἣ πρὸς ἔνδειξιν τῆς υἱϊκῆς ὑποστάσεως, καὶ τῆς ἀπαθοῦς ἐκ πατρὸς γεννήσεως, καθάπερ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ πρόεισιν, ἣ τῷ πάντων τῶν ὄντων τοὺς λόγους ἐν ἑαυτῷ φέρειν, ἣ τὸ ἐξαγγελεὺς εἶναι τῆς πατρικῆς σοφίας τε καὶ δυνάμεως.

  59. 19.14.1

    Καὶ τὰ στρατεύματα. Διὰ τούτων αἱ οὐρανίαι τάξεις σημαίνονται, τῷ λεπτῷ τῆς οὐσίας καὶ τῷ τῶν νοημάτων ὑψηλῷ καὶ λαμπρῷ τῶν ἀρετῶν κατηγλαισμέναι, καὶ τῆς ἀκριβοῦς πρὸς Θεὸν ἑνώσεως.

  60. 19.15.1

    Καὶ ἐκ τοῦ στόματος αὐτοῦ.

  61. 19.15.2

    Ἡ ῥομφαία αὕτη δηλοῖ τὴν ἐπαχθησομένην τοῖς ἀσεβέσι καὶ ἁμαρτωλοῖς κόλασιν κατὰ δίκαιον κρίμα καὶ πρόσταγμα ἐκ τοῦ θείου στόματος ἐκφερόμενον, δι’ οὗ τῇ ἀθραύστῳ τῶν ἀπεράντων κολάσεων πρὸς ἀνενεργησίαν τῆς πολυσχεδοῦς κακίας ποιμαν- θήσονται. τὴν δὲ ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ πατεῖ, ὅτι ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλ’ αὐτῷ τὴν κρίσιν ὡς ἀνθρώπῳ δέδωκεν, ἣν φυσικῶς ὡς Υἱὸς ἀρχῆθεν ἐκέκτητο.

  62. 19.16.1

    Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον.

  63. 19.16.2

    Τοῦτο τὸ ὄνομα δηλοῖ, τὸ τῆς θείας ἐνανθρωπήσεως ἄτμητον, καθ’ ἣν Θεὸς ὢν, σαρκὶ πέπονθεν, καὶ ἄνθρωπος ὑπάρχων, Βασιλεύς βασιλέων ἐστὶ καὶ Κύριος κυρίων, τῶν βασιλευσάντων τῶν παθὼν, καὶ τὸ κῦρος καὶ τὸ κράτος κάτα τῆς ἁμαρτίας κτησαμένων διὰ Χριστοῦ, καὶ συμβασιλευσάντων αὐτῷ ἐν τῷ μέλ- λοντι.

  64. 19.17.1

    Καὶ εἶδον ἕνα ἄλλον.

  65. 19.17.2

    Τοῦτον ἕνα τῶν ὑπερεχόντων Ἀγγέλων εἶναι νομίζομεν, τοῖς λοιποῖς Ἀγγέλοις εὐφροσύνην ἐγκελευόμενον ἐπὶ τῇ τῶν ἁμαρτωλῶν κολάσει, καὶ τῇ τῆς ἁμαρτίας ἐκλείψει. ὄρνεα δὲ τοὺς Ἀγγέλους διὰ τὸ ὑψιπετὲς καὶ μετάρσιον πρὸς ἡμετέραν σαφήνειαν ὠνόμασεν, οἷς τροφή ἐστιν ἡ τοῦ θείου θελήματος ἐκπλήρωσις. ἐν μεσουρανήματι δὲ, ἵνα καὶ τοῖς Ἀγγέλοις καὶ τοῖς ἀνθρώποις μεθεκτὴ ἡ ἄνοδος, καὶ ἡ προλεχθεῖσα εὐφροσύνη γένηται, ὧν ἡ μεσιτεία ἀναγωγικὴ τῶν κάτω καθέστηκεν, δι’ ὧν οἱ ἅγιοι εἰς ἀπάντησιν τοῦ Κυρίου ἁρπάζονται.

  66. 19.17.3

    Δεῦτε συνάχθητε εἰς τὸν δεῖπνον.

  67. 19.17.4

    Τὸ μὲν προηγούμενον τοῦ Θεοῦ θέλημα, ὃ καὶ εὐδοκία λέγεται, καὶ δεῖπνον αὐτῷ περιπόθητον, ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· τὸ δὲ δεύτερον κολασθῆναι τοὺς ἑαυτοῖς ἐπισπωμένους τὴν κόλασιν. τὸ τοίνυν πατρικὸν θέλημα ὁ Χριστὸς βρῶσιν οἰκείαν ἐκάλεσε. τοῦτο τοίνυν ἐνταῦθα δεῖπνον Θεοῦ ὀνομάζεται, μάζεται, τυγχάνον τῶν ἀνθρώπων ὧν ἕκαστος δι’ ἔργων ἐπεθύμησεν ἢ βασιλείας ἢ τιμωρίας. διὰ δὲ τῆς βρώσεως τῶν σαρκῶν αημαίνεται ὁ τῶν σαρκικῶν πάντων ἀφανισμὸς, καὶ ἡ τῶν ἀρχικῶν ἐπὶ γῆς ὀνομάτων ἔκλειψις. ἵππων δὲ μέμνηται, οὐχ ὡς αὐτῶν ἀναστησομένων, ἀλλὰ διὰ μὲν τούτων ἢ τοὺς θηλυμανεῖς, ἢ τοὺς ὑποβεβηκότας ἐν πονηρίᾳ, ἢ καὶ ἀμφότερα. διὰ δὲ τῶν ἐπιβατῶν αὐτῶν, τοὺς ἐν κακίᾳ προὔχοντας αἰνιττόμενος· ὃ καὶ παρακατιὼν ἐσαφήνισεν εἰπὼν, ἐλευθέρων τε καὶ δούλων, μικρῶν τε καὶ μεγάλων. διὰ μὲν τῶν ἐλευθέρων καὶ μεγάλων τοὺς μᾶλλον ἐξουσιαστικῶς ἁμαρτάνοντας. διὰ δὲ τῶν δούλων καὶ μικρῶν τοὺς ἧττον ἣ κατὰ γνώμην ἣ καθ’ ἡλικίαν ἢ κατὰ ἀσθένειαν.

  68. 19.19.1

    Εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς.

  69. 19.19.2

    Τοὺς τῷ διαβόλῳ στρατευομένους πληθυντικῶς ὀνομάσας διὰ τὸ πολυσχεδὲς τῆς ἁμαρτίας, καίπερ ἐλάχιστον μέρος τῶν Ἀγγελικῶν δυνάμεων καὶ ἰσαγγέλων ἀνθρώπων ὑπάρχοντας τοὺς τῷ Χριστῷ ἑπομένους, ἑνικῶς στράτευμα εἶπε, διὰ τὸ τῆς γνώμης ἑνιαῖον θέλημα.

  70. 19.20.1

    Καὶ ἐπιάσθη τὸ θηρίον.

  71. 19.20.2

    Εἰ καὶ τῷ Σωτήρι’ Χριστῷ οὗτοι, δηλαδὴ ὁ Ἀντίχριστος καὶ ὁ ψευδοπροφήτης σὺν τοῖς πειθαρχήσασιν αὐτοῖς βασιλεῦσι καὶ ἄρχουσιν, ἀντετάξαντο, ἀλλ’ ἀμφότεροι ἡττηθέντες ὁ τε Ἀντίχριστος καὶ ὁ ψευδοπροφήτης, σημείοις καὶ τέρασι ποιήσας τὸν ἀπατεῶνα εὐπαράδεκτον, ὑπὸ τῆς θείας δίκης καταλαμβάνονται.

  72. 19.20.3

    Ζῶντες ἐβλήθησαν.

  73. 19.20.4

    Εἰκὸς μὲν οὗτοι τὸν κοινὸν οὐκ ἀποθνήσκουσι θάνατον, ἀλλ’ ἐν ῥιπῇ ὀφθαλμοῦ ἀπαθανατιζόμενοι τῷ δευτέρῳ θανάτῳ τῇ λίμνῃ τοῦ πυρὸς καταδικάζονται. εἰ δέ τισιν οὐ τοῦτο δοκεῖ, διὰ τὸ φήσαι τὸν Ἀπόστολον ἀναιρεῖσθαι αὐτὸν τῷ πνεύματι τοῦ θείου προστάγματος, εἰκὸς εὑρίσκεσθαι τοὺς δύο ζῶντας ἐν ἀφθάρτῳ τῷ σώματι μετὰ τὴν καταργηθεῖσαν αὐτῶν ὑπὸ Θεοῦ δυναστείαν, τῷ πυρὶ τῆς γεέννης παραδίδοσθαι, ἥτις αὐτοῖς ἔσται θάνατος καὶ ἀναίρεσις τῷ θείῳ τοῦ Χριστοῦ προστάγματι.

  74. 19.21.1

    Καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν.

  75. 19.21.2

    Δύο θανάτων ὄντων, τοῦ μὲν πρώτου τοῦ χωρισμοῦ τῆς ψυχῆς τοῦ σώματος· τοῦ δὲ δευτέρου, τῆς εἰς γεένναν ἐκπομπῆς· ἢ τοίνυν καὶ οὗτοι σὺν τῷ Ἀντιχρίστῳ τὸν πρότερον διὰ σαρκὸς προηγησάμενοι θάνατον τῆ τοῦ Θεοῦ ῥομφαίᾳ, δηλαδὴ τῷ Χριστοῦ προστάγματι, εἶθ᾿ οὕτως τὸν δεύτερον ὑπέστησαν θάνατον. ἢ ὅτι καὶ τούτους φησὶ κοινωνῆσαι τοῖς ἀπατήσασιν αὐτοῖς τοῦ δευτέρου μόνου θανάτου τῆς αἰωνίου κολάσεως. τὸ δὲ χορτασθῆναι τὰ ὄρνεα τῶν σαρκῶν αὐτῶν, ἣ κατὰ τὸ προαποδοθὲν καὶ νῦν ἐξέλαβεν, ἢ ὅτι τοῖς ἁγίοις προσκορής ἐστιν καὶ ἐπαχθὴς καἰ βδελυκτὴ σαρκικὴ κίνησις.

  76. 20.1.1

    Καὶ εἶδον Ἄγγελον καταβαίνοντα.

  77. 20.1.2

    Ἐνταῦθα τὴν ἐν τῷ δεσποτικῷ πάθει τοῦ διαβόλου διηγεῖται καθαίρεσιν, ἐν ᾧ καταδεδίκασται εἰς τὴν ἄβυσσον καὶ εἰς τὴν γέενναν. Ἄγγελον δὲ τῇ τοιαύτῃ ἀποφάσει διακονούμενον φησι ἵνα δείξῃ καὶ τῶν λειτουργικῶν δυνάμεων τοῦτον ἥττονα κατὰ δύναμιν. ἅλυσιν δὲ πρὸς ἡμετέραν σαφήνειαν ὠνόμασε τὴν καθεκτικὴν αὐτοῦ τῆς πονηρίας ἐνέργειαν.

  78. 20.2.1

    Καὶ ἔδησεν αὐτὸν χίλια ἔτη.

  79. 20.2.2

    Χίλια ἔτη οὐ πάντως τὰ τοσαῦτα τῷ ἀριθμῷ, τουτέστι δεκάκις ρ, ἀλλὰ τῶν πολλῶν ἢ τοῦ τελείου εἶναι σημαντικὸν τὸν χίλιον ἀριθμόν. πολλὰ μὲν γὰρ ταῦτα πρὸς τὸ κηρυχθῆναι πανταχοῦ τὸ Εὐαγγέλιον. τελείου δὲ σημαντικὰ, ὅτι ἐν αὐτοῖς τῆς παιδικῆς ἐν νόμῳ πολιτείας ἀπαλλαγέντες, “ εἰς ἄνδρα “ τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ κεκλήμεθα. χίλια τοίνυν ἔτη ὁ ἀπὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως χρόνος μέχρι τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως, εἴτε ὡς ἐξειλήφαμεν, εἴτε δεκάκις ρ, ὥς τισι νενόμισται, εἴτε καὶ τούτων ἀποδέοντα, τῷ Θεῷ μόνῳ ἔγνωσται, τῷ εἰδότι μέχρι τίνος συμφέρει ἡμῖν τὴν μακροθυμίαν, καὶ τοῦ τῇδε βίου τὴν παράτασιν ἔκρινεν· μεθ’ ἣν συνταράξει τὴν οἰκουμένην πᾶσαν ὁ Ἀντίχριστος, τὴν τοῦ ἀρχεκάκου ἐν ἑαυτῷ χωρῶν ἐνέργειαν, καὶ τὴν τρύγα τῆς αὐτοῦ ἰοβόλου κακίας ἐν ἀνθρώποις ἐκχέων· ἅτε εἰδὼς τὸ τῆς αὐτοῦ κολάσεως ἀπαράβατον.

  80. 20.4.1

    Καὶ εἶδον θρόνους.

  81. 20.4.2

    Καὶ ἤδη μὲν διδασκαλικοὶ θρόνοι τοῖς ἁγίοις Ἀποστόλοις δέδονται, δι’ ὧν τὰ ἔθνη πεφωταγώγηνται. δοθήσονται δὲ κατὰ τὴν θείαν ὑπόσχεσιν καὶ ἐν τῷ μέλλοντι εἰς κατάκρισιν τοῖς ἀπωσαμένοις τὸ εὐαγγελικὸν κήρυγμα. καὶ τοῖς λοιποῖς δὲ ἁγίοις μάρτυσι τοῖς ὑπὸ Χριστοῦ παθοῦσι, καὶ μὴ δεξαμένοις τοῦ νοητοῦ θηρίου χάραγμα, δηλαδὴ τὴν εἰκόνα τῆς αὐτοῦ ἀποστασίας, ἐδόθη κρίμα, τουτέστιν ἐξουσία τοῦ κρίνειν· διὸ δαίμονας μέχρι τοῦ νῦν ὡς ὁρῶμεν κρίνουσι, συνδοξαζόμενοι τῷ Χριστῷ μέχρι συντελείας τοῦ παρόντος αἰῶνος, ὑπὸ βασιλέων εὐσεβῶν καὶ ἀρχόντων πίστων προσκυνούμενοι, καὶ πᾶσι τὴν θεόσδοτον διὰ τῶν θαυμάτων δύναμιν ἐπιδεικνύμενοι.

  82. 20.5.1

    Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων.

  83. 20.5.2

    Δύο ζωὰς καὶ δύο νεκρώσεις ἤγουν θανάτους ἐκ τῆς θείας γραφῆς εἶναι διδασκόμεθα. ἔστι τοίνυν ἡ μὲν πρώτη ζωὴ, ἡ μετὰ τὴν τῆς ἐντολῆς παράβασιν πρόσκαιρος καὶ σαρκικὴ, ἡ δὲ μετὰ τὴν τῶν τοῦ Χριστοῦ ἐντολῶν τήρησιν ἐπηγγελμένη τοῖς ἁγίοις ζωὴ αἰώνιον καὶ θάνατοι δὲ ὡσαύτως δύο· ὁ μὲν τῆς σαρκὸς πρόσκαιρος, ὁ δὲ δι’ ἁμαρτημάτων ἔκτισιν ἐπαγόμενος ἐν τῷ μέλλοντι αἰώνιος· ὅπερ ἐστὶν ἡ τοῦ πυρὸς γεέννα. καὶ νεκρῶν δὲ διαφορὰν γινώσκομεν· οἱ μὲν γὰρ φευκτοὶ, δηλαδὴ οἱ ταῖς πράξεσι τὴν δυσωδίαν καὶ τὴν νέκρωσιν ἐπιφερόμενοι, οἱ δὲ ἐπαινετοὶ, οἱ τῷ Χριστῷ συσταυρούμενοι, καὶ τῷ κόσμῳ νεκρούμενοι. οἱ οὖν ἀπηγορευμένοι νεκροὶ οὐ ζῶσι σὺν Χριστῷ ἄχρι τελεσθῶσι α τουτέστι τέλειος ἀριθμὸς, ὁ ἀπὸ τῆς πρώτης αὐτοῦ παρουσίας, μέχρι τῆς δευτέρας διήκων.

  84. 20.6.1

    Μακάριος καὶ ἅγιος ὁ ἔχων.

  85. 20.6.2

    Οἱ μέρος ἐν τῇ πρώτῃ ἀναστάσει ἔχοντες, τουτέστιν ἐν τῇ ἐγέρσει τῇ ἐκ τῶν τοῦ θανάτου νεκρῶν πράξεων καὶ ἐννοιῶν, οὗτοι μακάριοι· οὐχ ἕξει ἐπὶ τούτων ἐξουσίαν ὁ δεύτερος θάνατος, τουτέστιν ἡ ἀτελεύτητος κόλασις, ἀλλ’ ἱερατεύσουσι καὶ βασιλεύσουσι μετὰ Χριστοῦ τὰ ἰᾶ ἔτη, μέχρι τοῦ λυθῆναι τὸν Σατανᾶν καὶ πλανῆσαι τὰ ἔθνη, οὐχ ὡς τότε τὴν βασιλείαν ἀφαιρούμενοι, ἀλλὰ βεβαιοτέρως αὐτὴν καὶ ἐμφανεστέρως κτησάμενοι· ὀλίγος γὰρ ὁ χρόνος μετὰ τὴν τοῦ διαβόλου λύσιν μέχρι τῆς κατ’ αὐτοῦ ἀποφάσεως, καὶ τῆς ἐν γεέννῃ κολάσεως. ὥστε τὸ, “ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ,’’ ἐπανάληψιν οἰητέον τῶν προτέρων. καὶ γὰρ τὰ νῦν διὰ τῆς πείρας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως τῶν ἁγίων γέρα ὁρώμενα καὶ θαύματα, ἔμελλε τότε, ὅτε τῷ Εὐαγγελιστῇ ὠπτάνετο. τοίνυν δύο θανάτων ὄντων, ἀνάγκη καὶ τοσαύτας ἀναστάσεις ἐκδέξασθαι. πρῶτος οὖν ὁ σωματικὸς θάνατος τῇ ἀνθρωπίνῃ παρακοῇ δοθεὶς ἐπιτίμιον, δεύτερος ἡ αἰώνιος κόλασις. πρώτη ἀνάστασις ἡ ἐκ νεκρῶν ἔργων ζωοποίησις, δευτέρα ἡ ἐκ φθορᾶς τοῦ σώματος εἰς ἀφθαρσίαν μεταποίησις.

  86. 20.7.1

    Καὶ ὅτ’ ἂν τελεσθῇ τὰ χίλια.

  87. 20.7.2

    Τινὲς τὸν προρρηθέντα τῆς χιλιετίας χρόνον τὰ τρία ζ m ἔτη τὰ ἀπὸ τοῦ βαπτίσματος Χριστοῦ μέχρι τῆς αὐτοῦ εἰς οὐρανοὺς ἀναλήψεως ἐξειλήφασι, μεθ’ ὃ λυθῆναι τὸν διάβολον ὑπενόησαν. ἕτεροι δὲ μετὰ τὴν πλήρωσιν τῶν ζ ἐτῶν, τὴν πρώτην ἀνάστασιν τῶν νεκρῶν δίδοσθαι μόνοις τοῖς ἁγίοις ἔφασαν, ἵνα ἐν τῇ γῇ ταύτῃ ἐν ᾗ τὴν καρτερίαν ἐπεδείξαντο, τρυφῆς καὶ δόξης ἀπολαύσωσιν ἔτη ἰᾶ, καὶ μετὰ τοῦτο τὴν καθόλου γίνεσθαι ἀνάστασιν, οὐ δικαίων μόνων ἀλλὰ καὶ ἁμαρτωλῶν. οὐδὲν δὲ τούτων ἡ Ἐκκλησία δέδεκται· διὸ τὸν τοῦ Εὐαγγελικοὺ κηρύγματος χρόνον, τὴν χιλιετίαν ἐκληπτέον νῦν τὴν ἐν τελειότητι καρποφορίαν τῆς πίστεως. ὡς γὰρ εἴρηται οὐκ ἀνάγκη τὰ τοσαῦτα τῷ ἀριθμῷ νοῆσαι τὰ ἁ, ἀλλὰ τὸ πλῆθος, καὶ τὸ ἐν καρποφορίᾳ τέλειον. τότε τοίνυν λυόμενος, ὡς εἴρηται, ὁ Σατανᾶς τῆς φυλακῆς αὐτοῦ, πλανήσει πάντα τὰ ἔθνη, καὶ τὸν Γὼγ καὶ τὸν Μαγὼγ κινήσει “ εἰς πόλεμον πρὸς τὴν τῆς οἰκουμένης ἐρήμωσιν. εἶναι δὲ ταῦτα τινὲς μὲν Σκυθικὰ ἔθνη νομίζουσιν ὑπερβόρια, ἅπερ καλοῦσιν Οὐνικὰ, πάσης ἐπιγείου βασιλείας πολυανθρωπότερά τε καὶ πολεμικώτερα, μόνῃ δὲ τῇ θείᾳ χειρὶ πρὸς τὸ κρατῆσαι τῆς οἰκουμένης πάσης επεχομενα, ἄχρι τῆς τοῦ διαβόλου λύσεως. τινὲς δὲ τὸν Γὼγ, ἀθροίζοντα ἣ ἄθροισμα, καὶ τὸν Μαγὼγ ἐπῃρμένον διὰ τῆς Ἑβραίδος γλώσσης ἑρμηνεύουσιν, ὡς διὰ τῶν ὀνομάτων ἣ τὸ ἄθροισμα τῶν ἐθνῶν ἣ τὸ ὑπερήφανον διασημαίνεσθαι.

  88. 20.8.1

    Καὶ ἀωέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς.

  89. 20.8.2

    Ὡς ἐκ φωλεῶν τινῶν θῆρες ἄγριοι, οὕτω, φησὶν, ἐκ τῶν οἰκείων τόπων ὕπο του διαβόλου καὶ τῶν σὺν αὐτῷ δαιμόνων στρατηγουμενοι ἐν τῇ γῇ καταπλατυνθήσονται, ὡς τὴν παρεμβολὴν τῶν ἁγίων δηλαδὴ τὴν Ἐκκλησίαν τὴν ἐν τοῖς τέσσαρσι πέρασι τῆς οἰκουμένης ἡδρασμένην πορθήσονται. πρὸς ἔτι δὲ καὶ τὴν νέαν Ἱερουσαλήμ τὴν ἠγαπημένην πόλιν χειρωσάμενοι, ἐξ ἧς ὁ θεῖος νόμος διὰ τῶν Ἀποστόλων εἰς τὴν οἰκουμένην διέδραμεν· ἔνθα καὶ τὸν Ἀντίχριστον φασὶν ἐν τῷ ναῷ τοῦ Θεοῦ καθῆσθαι, εἴτε ἐν τῷ Ἰουδαικῷ τῷ πάλαι καθαιρεθέντι, καὶ ὑπ’ αὐτοῦ ἀνορθοῦσθαι προσδοκωμένῳ τοῖς θεομάχοις Ἰουδαίοις, εἴτε ἐν τῷ ἀληθινῷ θείῳ ναῷ τῇ καθολικῇ Ἐκκλησίᾳ τὰ ἀλλότρια σφετεριζόμενον, καὶ ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεὸς, καθώς φησιν ὁ Ἀπόστολος. πῦρ δὲ ἐκ τοῦ οὐρανοῦ κατιὸν καὶ καῖον τόν τε διάβολον καὶ τοὺς ὑπ’ αὐτὸν, τόν τε ψευδοπροφήτην καὶ τὸ θηρίον, ἣ ὁρατόν φησιν, ἢ τὴν παρουσίαν αὐτοῦ, ἐν ἡ ἀνελεῖ αὐτὸν τῷ πνεύματι τοῦ στόματος αὐτοῦ.

  90. 20.11.1

    Καὶ εἶδον θρόνον λευκὸν μέγαν.

  91. 20.11.2

    Διὰ τοῦ θρόνου τοῦ λευκοῦ δηλοῦται ἡ ἀνάστασις τοῦ Θεοῦ, ἣν ἐν τοῖς λαμπροῖς ταῖς ἀρεταῖς ποιήσεται ἁγίοις, τούτοις ἐνθρονιζόμενος. ἡ δὲ φυγὴ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τὴν τούτοις δημαίνει παρέλευσιν, καὶ εἰς τὸ βέλτιον ἀνανέωσιν, ἐν οἷς τόπος τροπῆς οὐχ εὑρεθήσεται· οὐ γὰρ ἡ ὑπόστασις, οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἐξαφανίζεται, ἀλλὰ “ τὸ σχῆμα παράγει τοῦ κόσμου “ τούτου,” τουτέστιν ἐν οἷς ἡ παράβασις ἐγένετο· ὅτι ἐπαλαιώθη ὁ ἄνθρωπος ἐν αὐτοῖς, καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦτο πρόσκαιρον ἐγένετο, προειδότος τὰ πάντα τοῦ Θεοῦ. ἐκπυρωθήσεται μὲν γὰρ πρὸς κάθαρσιν καὶ ἀνακαινισμὸν κατὰ τὸν Ἀπόστολον Πέτρον πᾶς κατακλυζόμενος ὁ κόσμος πυρὶ, οὐ μὴν εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν· καὶ προιών φησι καὶ ὁ Παῦλος, ὅτι “ καὶ “ αὕτη ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς” καὶ τὰ ἑξῆς. ὥστε τὴν δι’ ἡμᾶς γεγενημένην κτίσιν, μεθ’ ἡμῶν τὴν ἐπὶ τὸ κρεῖττον ἀλλοίωσιν ἀκόλουθον δέχεσθαι, μὴ χωροῦσαν εἰς ἀνυπαρξίαν, ὥσπερ οὐδὲ ἡμεῖς μετὰ θάνατον.

  92. 20.12.1

    Καὶ εἶδον τοὺς νεκρούς.

  93. 20.12.2

    Νεκρούς φησιν, ἢ πάντας τοὺς ἀνθρώπους, ὡς τὴν τοῦ σώματος νέκρωσιν ὑπομένοντας, ἢ τοὺς νεκρωθέντας τοῖς παραπτώμασι. μεγάλους δὲ καὶ μικροὺς, ἢ τοὺς καθ’ ἡλικίαν, ἢ τοὺς μᾶλλον καὶ ἧττον τὰ τῆς νεκρώσεως ἔργα πράξαντας, καὶ ἀναλόγως κολασθησομένους ταῖς πράξεσιν· ἢ μεγάλους μὲν τοὺς δικαίους, μικροὺς δὲ καὶ μηδαμινοὺς τοὺς ἁμαρτωλοὺς, διὰ ψυχῆς εὐτέλειαν. τὰ δὲ βιβλία τὰ ἀνοιγόμενα σημαντικά ἐστι τῶν ἑκάστου πράξεων τῆς γνώσεως. ἡ δὲ μία βίβλος τῆς ζωῆς ἐστιν, ᾗ τὰ τῶν ἁγίων ἐγγέ- γραπτο ὀνόματα.

  94. 20.13.1

    Καὶ ἔδωκεν ἡ θάλασσα.

  95. 20.13.2

    Ἕκαστόν φησι, σῶμα εἰς ἅπερ ἀναλύεται, ἐξ ἐκείνων καὶ συνί- σταται καὶ ἀναδίδοται, εἴ τε γῇ, εἴτε θαλάσσῃ παραδοθῇ. θάνατος δὲ καὶ ᾅδης οὐ ζῷα ἔμψυχα, ἀλλὰ θάνατος μὲν χωρισμὸς ψυχῆς καὶ σώματος, ᾅδης δὲ τόπος ἡμῖν ἀειδὴς, ἤγουν ἀφανὴς, ὁ τὰς ψυχὰς ἐντεῦθεν ἐκδημούσας δεχόμενος· νεκραὶ δὲ ψυχαὶ, αἱ τὰς νεκροποιούσας πράξεις ἐπιφερόμεναι, " δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ " Θεοῦ, καθὰ γέγραπται.

  96. 20.14.1

    Καὶ ὁ θάνατος καὶ ὁ ᾅδης.

  97. 20.14.2

    Tὸ τὸν θάνατον καὶ τὸν ᾅδην εἰς τὴν λίμνην τοῦ πυρὸς βάλ- λεσθαι δηλοῖ, ἢ τὸ γεγραμμένον " ἔσχατος ἐχθρὸς καταργεῖται ὁ ** θάνατος,’’ ἢ τὰς προξένους τοῦ τῆς ἁμαρτίας θανάτου πονηρὰς δυνάμεις, τὰς τὸν ᾅδην ἐχούσας κατάλυμα, κἀκεῖ τοὺς πειθομένους παραπεμπούσας εἰς τὸ πῦρ καταποντίζεσθαι. ὥσπερ γὰρ πόλεις οἱ ταύτης διοικήτορες λέγονται, οὕτω καὶ θάνατος καὶ ᾅδης, οἱ τούτων αἴτιοι. εἰ δὲ πάντες οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῆς ζωῆς εἰς τὴν λίμνην τοῦ πυρὸς βληθήσονται, θαυμάζειν οὐ χρή. καὶ γὰρ ὡς πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ τῶν σωζομένων, οὕτω κἀκεῖ διάφοροι τόποι καὶ τρόποι κολάσεων, τῶν μὲν δριμυτέρων, τῶν δὲ μαλθακωτέρων· ὧν πειραθήσονται οἱ μὴ ἠξιωμένοι τῆς βίβλου τῆς ζωῆς.

  98. 21.1.1

    Καὶ εἶδον οὐρανὸν καινόν.

  99. 21.1.2

    Κἀνταῦθα οὐκ ἀνυπαρξίαν δηλοῖ τῆς κτίσεως ἀλλὰ ἀνακαι- νισμὸν ἐπὶ τὸ βέλτιον. τὸ γὰρ παλαιωθὲν ἀνακαινιζόμενον, οὐ τῆς οὐσίας ἀφανισμὸν, ἀλλὰ τοῦ γήρως καὶ τῶν ῥυτίδων σημαίνει τὴν ἀπόξεσιν. σημειωτέον δὲ ὅτι περὶ μὲν οὐρανοῦ καὶ γῆς φησὶν, ὅτι παρῆλθεν, ἀντὶ τοῦ ἠλλάγη, καὶ τὴν εἰς τὸ κρεῖττον ἐδέξατο κατά- στασιν. περὶ δὲ τῆς θαλάσσης φησὶν, ὅτι οὐκ ἔστιν ἔτι. τίς γὰρ χρεία θαλάσσης δὴ δεομένων ἀνθρώπων τοῦ πλέειν αὐτὴν, ἢ δι’ αὐτῆς πορίζεσθαι τὰ ἐν ταῖς μακρὰν κειμέναις χώραις γεωργού- μένα ἀγώγιμα, καὶ τὸν ταραχώδη βίον καὶ πολυκύμονα σημαινούσης, μὴ αὐτῆς εἶναι τότε χρεία; οὐδὲν γὰρ ταραχῆς ἢ φόβου ἐν τοῖς ἁγίοις τότε καταλειφθήσεται.

  100. 21.2.1

    Καὶ τὴν πόλιν τὴν ἁγίαν.

← Previous · Next → — showing 401500 of 612

First Thousand Years of Greek. CTS URN tlg4102.tlgX03.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.