Ancient Textssearch the texts themselves, not just their titles

← Library

Commentarius In Apocalypsin

First Thousand Years of Greek · First Thousand Years of Greek · 612 sections

  1. 13.3.3

    Καὶ ἐθαύμασεν ὅλη ἡ γῆ.

  2. 13.3.4

    Τὸ εἰς τὸν Ἀντίχριστον θαῦμα καὶ εἰς τὸν ἐνεργοῦντα ἐν αὐτῷ διάβολον τὴν ἀναφορὰν ἕξει· δι’ ἐκείνου γὰρ ὁ Δράκων προσκυνηθήσεται, δι’ οὗ καὶ νεκροὺς ἐγείρων, καὶ σημεῖα ἐπιτελῶν τοῖς πεπηρωμένοις τὰ τῆς διανοίας ὄμματα φανήσεται.

  3. 13.5.1

    Καὶ ἐδόθη αὐτῷ στόμα.

  4. 13.5.2

    Κατὰ θείαν συγχώρησιν φησὶ, τὰ τρία ἥμισυ ἔτη τὴν ἐξουσίαν ἕξει τῆς τε πρὸς Θεὸν βλασφημίας, τῆς τε τῶν ἁγίων κακώσεως. σκηνὴ δὲ τοῦ Θεοῦ καὶ ἡ ἐν σαρκὶ τοῦ λόγου σκήνωσις, ἤγουν ἡ ἐνανθρώπησις, καὶ ἡ ἐν τοῖς ἁγίοις ἀνάπαυσις, καθ’ ὧν πάντων εἰς βλασφημίαν τραπήσεται, προσέτι δὲ καὶ τῶν ἁγίων Ἀγγέλων. Καὶ ἐδόθη αὐτῷ ἐξουσία. Κατὰ πάσης μὲν φυλῆς, φησὶν, καὶ γλώσσης τῇ πονήρᾳ ἐξουσίᾳ χρήσεται, ἐκείνων δὲ κρατήσει, ὧν τὰ ὀνόματα ἐν τῇ τῆς ζωῆς οὐ γέγραπται.

  5. 13.9.1

    Εἴτις ἔχει οὖς.

  6. 13.9.2

    Αξια φησὶ ἕκαστος τῶν πεπραγμένων δέξηται τὰ ἐπίχειρα. οἱ πρὸς τὸ κακοῦν τοὺς πλησίον ἕτοιμοι ὑπὸ τοῦ διαβόλου αἰχμαλωτισθήσονται καὶ τῇ Σατανικῇ μαχαίρᾳ τὸν ψυχικὸν ὑποστήσονται θάνατον, ᾧ δι’ ἔργων ἡττήθησαν, τούτῳ δουλούμενοι· οἱ δὲ πίστιν εἰλικρινῆ καὶ ὑπομονὴν ἀμετάθετον ἐν τοῖς πειρασμοῖς ἔχοντες ἀνεξάλειπτοι τῆς βίβλου τῆς ζωῆς ἔσονται.

  7. 13.11.1

    Καὶ εἶδον ἄλλο θηρίον.

  8. 13.11.2

    Τὸ θηρίον τοῦτο, οἱ μὲν τὸν Ἀντίχριστον φασὶν, ἑτέροις δὲ ἔδοξε τὰ δύο αὐτοῦ κέρατα τὸν Ἀντίχριστον καὶ τὸν ψευδοπροφήτην αἰνίττεσθαι. ὁμολογουμένου δὲ καὶ τοῦ ψευδοπροφήτου ἐν ἰδίῳ προσώπῳ ἔρχεσθαι, οὐκ ἄτοπον τὸν μὲν δράκοντα εἰς τὸν Σατανᾶν νοεῖσθαι, τὸ δὲ θηρίον τὸ ἐκ τῆς θαλάσσης ἀναβαῖνον, εἰς τὸν Ἀντίχριστον· τὸ δὲ παρὸν ἐκ τῆς γῆς μὲν ἀνερχόμενον, δηλαδὴ τῆς γηΐνης καὶ χαμαιπετοῦς πολιτείας, ἔχων δὲ δέκα κέρατα ὅμοια ἀρνίῳ, διὰ τὸν ἐν δορᾷ προβάτου λύκον ἔνδον τὸ φονικὸν περικαλύπτειν, καὶ διὰ τὴν ἐν προοιμίοις αὐτοῦ τῆς εὐσεβείας μόρφωσιν εἰς τὸν ψευδοπροφήτην. ἐλάλει δέ, φησιν, ὡς δράκων. τὰ γὰρ τοῦ ἀρχεκάκου διαβόλου πράξει τε καὶ φθέγξεται· ἐξουσία γὰρ αὐτῷ σημείων καὶ τεράτων δίδοται, ἵνα ποιῇ ἔμπροσθεν τοῦ Ἀντιχρίστου, προοδοποιῶν αὐτῷ τὴν τῆς ἀπάτης ὁδόν.

  9. 13.12.1

    Καὶ ποιήσει τὴν γῆν.

  10. 13.12.2

    Πάντα πράξει διὰ γοητείας, φησὶν, ὁ τοῦ ψευδοχρίστου πρόδρομος πρὸς ἀπάτην τῶν ἀνθρώπων, πρὸς τὸ, Θεὸν νενομίσθαι τὸν Ἀντίχριστον, ὡς ὑπὸ τοιούτων τεραστίων ἐργάτου μαρτυρούμενον, κατὰ μίμησιν Ἰωάννου τοῦ βαπτιστοῦ τοῦ τῷ Σωτήρι’ τοὺς πειθομένους προσάγοντος. τὴν δὲ τῆς πληγῆς τοῦ θηρίου θεραπείαν, εἰρῆσθαι φασὶ τὴν τῆς διῃρημένης βασιλείας δοκοῦσαν πρὸς ὀλίγον γίνεσθαι ἕνωσιν· ἣ τῆς φθαρείσης τοῦ Σατανᾶ τυραννίδος πρός μικρὰν διὰ τοῦ Ἀντιχρίστου ἀνόρθωσιν, ἢ τινὸς τῶν προσοικειωμένων αὐτῷ τεθνεῶτος ἀπατηλὴν ἀνάστασιν. οὐ θαυμαστὸν δὲ ἐν ἀφθαλμοῖς τῶν ἀπατωμένων πῦρ ὁρᾶσθαι οὐρανόθεν κατερχόμενον, ὅπου γε καὶ ἐν τῇ ἱστορίᾳ τοῦ Ἰὼβ τοῦτο κατεληλυθὸς, κατὰ θείαν συγχώρησιν καὶ Σατανικὴν ἐνάργειαν, καὶ τὰ κτήνη αὐτοῦ καταναλῶσαν μεμαθήκαμεν.

  11. 13.14.1

    Καὶ πλανᾶ τοὺς κατοικοῦντας.

  12. 13.14.2

    Πλανᾷ φησι τοὺς ἐν τῇ γῇ τὴν διηνεκῆ κατοίκησιν τῆς καρδίας ἔχοντας· τοὺς γὰρ ἐν οὐρανῷ κεκτημένους τὸ πολίτευμα, οὐκ ἀπατᾷ ἡ αἴσθησις, ἠσφαλισμένους ἀκριβῶς τῇ προαναφωνήσει τῆς αὐτοῦ ἐλεύσεως.

  13. 13.14a.1

    Λέγων τοῖς κατοικοῦσιν.

  14. 13.14a.2

    Ἱστόρηται πολλάκις γοητείαις λαλῆσαι δι’ εἰκόνων καὶ ξοάνων καὶ δένδρων καὶ ὑδάτων, διά τε Ἀπολλωνίου, διά τε ἑτέρων, δαίμονας· οὕτω τοίνυν καὶ τὸν ὑπασπιστὴν τοῦ Ἀντιχρίστου οὐδὲν ἀπεικὸς διὰ δαιμόνων ἐνεργούντων ποιῆσαι εἰκόνα τῷ θηρίῳ, καὶ δεῖξαι ταύτην λαλοῦσαν, παρασκευάσαι τε ἀναιρεῖσθαι τοὺς τούτην μὴ προσκυνοῦντας.

  15. 13.16.1

    Ἵνα δῶσιν αὐτοῖς χάραγμα.

  16. 13.16.2

    Καὶ τὸ χάραγμα δὲ τοῦ ὀλεθρίου ὀνόματος τοῦ ἀποστάτου, πᾶσιν ἐπιθεῖναι σπουδάσει ὁ ψευδοπροφήτης· ἐν μὲν ταῖς δεξιαῖς, ἵνα τῶν ἀγαθῶν ἔργων ἐκκόψῃ τὴν ἐνέργειαν, ἐν δὲ τοῖς μετώποις, ἵνα ἐν τῆ πλάνη καὶ τῶ σκότει διδάξῃ τοὺς ἀπατωμένους παρρησιάζεσθαι. καὶ τὴν ψῆφον δὲ τοῦ θηρίου πλατῦναι πανταχοῦ ἐπιτηδεύσει, ἔν τε ὠναῖς καὶ πράσεσιν, ἵνα τοῖς τοῦτο μὴ λαμβάνουσιν, ἐκ τῆς τῶν ἀναγκαίων ἐνδείας, βίαιος ἐπαχθῇ θάνατος.

  17. 13.18.1

    Ὧδε ἡ σοφία ἐστίν.

  18. 13.18.2

    Τὴν μὲν ἀκρίβειαν τῆς ψήφου ὡς καὶ τὰ λοιπὰ τὰ περὶ αὐτοῦ γεγραμμένα, ὁ χρόνος ἀποκαλύψει καὶ ἡ πείρα τοῖς νήφουσιν. εἰ γὰρ ἔδει, καθώς φασί τινες, σαφῶς γνωσθῆναι τὸ τοιοῦτον ὄνομα, ὁ τεθεαμένος ἂν αὐτὸ ἀπεκάλυψεν· ἀλλ’ οὐκ εὐδόκησεν ἡ θεία χάρις ἐν θείᾳ βίβλῳ τὸ τοῦ λυμεῶνος ὄνομα ταγῆναι· ὡς ἐν γυμνασίας δὲ λόγῳ πολλά ἐστιν εὑρεῖν ὀνόματα, τὸν ἀριθμὸν τοῦτον περιέχοντα, προσηγορικά τε καὶ κύρια. κύρια μὲν, οἷον Λαμπέτις, Τειτὰν διὰ τῆς διφθόγγου ἐκ τοῦ τενῶ μέλλοντος, ὁμοίως Λατεῖνος, Βενέδικτος, ὅπερ ἑρμηνεύεται εὐλογμηένος ἣ εὐλογητὸς, κατὰ μίμησιν τυχὸν τοῦ ἀληθῶς εὐλογημένου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· προσηγορικὰ δὲ, κακὸς ὁδηγὸς, ἀληθὴς βλαβερὸς, παλαιβάσκανος, οἷς ἐκ τῶν ἐναντιουμένων αὐτοῦ τῇ πλάνῃ ἐπικληθήσεται, τὴν οἰκείαν δόξαν ἐν τῇ αἰσχύνῃ τιθέμενος.

  19. 14.1.1

    Καὶ εἶδον· καὶ ἰδοὺ ἀρνίον.

  20. 14.1.2

    Ἀρνίον ὁ Χριστὸς ἀναμφιβόλως ὡμολόγηται, ἐπὶ τὸ ὄρος δὲ Σιῶν οὐ τῆς παλαιᾶς ἑστὼς, ἀλλὰ τῆς νέας τῆς τοῦ ζῶντος Θεοῦ πόλεως.

  21. 14.1a.1

    Χιλιάδας ἔχουσαι τὸ ὄνομα.

  22. 14.1a.2

    Αἱ χιλιάδες αὗται, ἢ τὸ πολύφορον τοῦ Ἀποστολικοῦ σπόρου δηλοῦσι, τὴν ἐν ἑκάστῳ χάριτος δωδεκάκις χιλιοστὸν ἀπεργαζομένης τέλειον τὸν καρπὸν τῆς τῶν σωζομένων πίστεως, ἣ τοὺς ἀπὸ τῆς νέας διαθήκης παρθένους, κατά τε τὸν ἔσω κατά τε τὸν ἔξω ἄνθρωπον σημαίνουσιν. ἐν γὰρ τοῖς παλαιοῖς σπάνιον τὸ τῆς παρθενίας κατόρθωμα παρὰ σφόδρα ὀλίγοις εὑρισκόμενον, ὅθεν ἑτέρας ταύτας πάρα τὰς πρότερον εἰρημένας οἰητέον τὰς ὀνομαστὶ ἐκ τῶν φυλῶν τοῦ Ἰσραὴλ συναγομένας, αἷς παρθενίαν οὐ προσμεμαρτύρηκεν. τούτων δὲ πάντων τὰ μέτωπα τῷ φωτὶ τοῦ θείου προσώπου σφραγίζονται, δι’ οὗ τοῖς ὀλοθρευταῖς Ἀγγέλοις αἰδέσιμοι φαίνονται.

  23. 14.2.1

    Καὶ ἤκουσα φωνήν.

  24. 14.2.2

    Ἡ φωνὴ τῶν πολλῶν ὑδάτων καὶ τῆς βροντῆς καὶ τῶν καθαριζόντων, τὸ διαπρύσιον δηλοῖ τῆς τῶν ἁγίων ὑμνῳδίας καὶ τῆς ἐμμελοῦς αὐτῶν καὶ εὐήχου καὶ συμφώνου ᾠδῆς, τῆς πᾶσαν περιηχούσης τὴν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς πρωτοτόκων ἐκκλησίαν καὶ πανήγυριν· καθάπερ ἐν συμφωνίᾳ χορδῶν, τῇ συμπνοίᾳ τῶν ἁγίων ἐξηχουμένῃ, ἣν τῆ νεκρώσει τῶν τοῦ σώματος ἐπιθυμιῶν κατώρθωσαν. ταύτην δέ, φησιν, ἕτερος μαθεῖν οὐ δύναται, πλὴν αὐτῶν, διότι τῷ μέτρῳ τῆς πολιτείας, καὶ ἡ γνῶσις συμπαρεκτανθήσεται· καθάπερ καὶ τοῖς ἀνθρώποις ἐν οἰκέταις, ἀναλόγως τῇ εὐνοίᾳ ἡ τῶν δεσποτικῶν μυστηρίων φανέρωσις δίδοται.

  25. 14.4.1

    Οὗτοι εἰσὶν οἱ μετὰ γυναικῶν.

  26. 14.4.2

    Τούτους ἡγούμεθα μετὰ τοὺς ὠνομασμένους κδ πρεσβυτέρους, τῶν λοιπῶν εἶναι προὔχοντας, διά τε τὴν παρθενίαν, καὶ τὸ ἐν γλώσσῃ τε καὶ χερσὶν ἄμωμον, μετὰ τὴν αὐτοῦ ἐπιδημίαν κτωμένους τὴν ἐν ἀρεταῖς λαμπρότητα· δι’ ἧς τὴν καινὴν ᾠδὴν διδάσκονται, τὴν τοῖς πολλοῖς οὐ μόνον ἐν τῷ παρόντι βίῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἄγνωστον. εἰ γὰρ καὶ τὸ τέλειον τῆς γνώσεως ἐλεύσεται τότε, καταργουμένης τῆς μερικῆς γνώσεως κατὰ τὸν Ἀπόστολον, ἀλλ’ ἀναλόγως τῇ ἐνταῦθα πολιτείᾳ τῶν ἁγίων, ἡ τῶν θείων μυστηρίων ἔσται φανέρωσις, “ πολλαὶ γὰρ μοναὶ παρὰ “ τῷ Πάτρι’ ὥσπερ καὶ διαφοραὶ κολάσεων.

  27. 14.6.1

    Καὶ εἶδον Ἄγγελον ἄλλον.

  28. 14.6.2

    Τὸ μεσουράνημα τὸ ὑψηλὸν δηλοῖ, καὶ τὸ οὐράνιον εἶναι τὸν φανέντα Ἄγγελον, ἄνωθεν πεμφθέντα πρὸς τὸ χαμόθεν τοὺς ἀνθρώπους διὰ τῆς μεσότητος ἀναγαγεῖν εἰς οὐρανοὺς τῇ οἰκείᾳ μεσιτείᾳ, τείᾳ, ὥστε ἑνωθῆναι τὸ τῆς Ἐκκλησίας σῶμα, Χριστῷ τῇ κεφαλῇ ἡμῶν· τὸ δὲ αἰώνιον Εὐαγγέλιον, τὸ ἐξ, αἰῶνος τοῦτο παρὰ Θεῷ προωρίσθαι. φησὶ δὲ τοῦτο, τὸν μὲν Θεὸν φοβεῖσθαι, μὴ δειλιᾷν δὲ τὸν Ἀντίχριστον, ἀποκτεῖναι τὴν ψυχὴν σὺν τῷ σώματι μὴ δυνάμενον, ἀλλ’ εὐθύμως αὐτῷ ἀντιτάξασθαι πρὸς ὀλίγον κρατοῦντι, διὰ τὴν ἐγγύτητα τῆς κρίσεως, καὶ τῆς τῶν βεβιωμένων ἀνταποδόσεως.

  29. 14.6.3

    Καὶ ἄλλος δεύτερος Ἄγγελος.

  30. 14.6.4

    Βαβυλῶνα καλεῖ φερωνύμως τὴν τοῦ κόσμου σύγχυσιν, καὶ τὴν βιωτικὴν ταραχὴν, ἢν ὅσῳ οὔπω προλέγει παύσεσθαι. οἶνον δὲ θυμοῦ, πορνείας καλεῖ, οὐ μόνον τὴν ἐξ εἰδωλολατρείας βακχείαν καὶ τῶν φρενῶν ἔκστασιν, ἀλλὰ καὶ τὴν ἐκ πάσης ἁμαρτίας μέθην καὶ παραφορὰν, καθ’ ἣν πάντες οἱ ἐκ τοῦ Θεοῦ πορνεύοντες ἐξολοθρευθήσονται. πίπτει δὲ ἡ τοιαύτη Βαβυλὼν τέλεον ἐν τῇ ἀναδείξει τῆς ἄνω Ἰερουσαλὴμ ἀνασπωμένη πρόρριζος, τῶν τῆς ἀνομίας ἐργατῶν πεμπομενων εἰς τὸ πυρ’ τὸ αἰώνιον.

  31. 14.8.1

    Καὶ ἄλλος Ἄγγελος τρίτος.

  32. 14.8.2

    Εἴτις, φησὶ, τῷ τεθηριωμένῳ Ἀντιχρίστῳ ὑποκύπτει, καὶ τὴν δυσσεβῆ πολιτείαν μετέρχεται τὴν ἐκεῖνον εἰκονίζουσαν, καὶ ἢ λόγῳ ἣ ἔργοις τοῦτον κηρύσσει Θεόν. τοῦτο γὰρ δηλοῦν δύναται τὸ ἐπὶ τοῦ μετώπου καὶ τῆς χειρὸς διδόμενον χάραγμα, καὶ αὐτὸς κοινωνήσει αὐτῷ τῆς τοῦ τιμωρητικοῦ ποτηρίου πόσεως, ἀκράτου μὲν καὶ ἀμιγοῦς θείων οἰκτιρμῶν, διὰ τὸ τῆς κρίσεως δίκαιον· κεκερασμένον δὲ ἐκ διαφόρων τιμωριῶν διὰ τὸ τῆς αὐθαιρέτου κακίας πολυσχεδὲς καὶ πολύτροπον. καλῶς δὲ οἶνος θυμοῦ καλεῖται ἡ κόλασις, ἐπακολούθημα οὖσα τοῦ τῆς ἀσεβείας οἴνου τοῦ τοὺς πίνοντας μεθύσκοντος· δι’ ὧν γάρ τις ἁμαρτάνει, δι’ καὶ κολάζεται.

  33. 14.11.1

    Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ.

  34. 14.11.2

    Τὸν καπνὸν τοῦτον, ἣ τὸ ἄσθμα δεῖ νοεῖν τὸ ἐκ τῶν κολαζμένων κάτωθεν μετὰ στεναγμῶν ἀναδιδόμενον, ἣ καπνὸν τὸν τοῦ πυρὸς ἐκπεμπόμενον, του τοὺς ἐμπεπτωκότας κολάζοντος. εἰς αἰῶνα δὲ αἰώνων αὐτὸς ἀναβαίνειν λέγεται, ἵνα μάθωμεν ἀτελεύτητον εἶναι, ὥσπερ τὴν τῶν δικαίων τρυφὴν, οὕτω καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν.

  35. 14.11.3

    Καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν.

  36. 14.11.4

    Ἡμέραν καὶ νύκτα, οὐχ ὡς ἡλίῳ μετρουμένην τὴν τοῦ μέλλοντος αἰῶνος, φησὶ, κατάστασιν, ἐν ᾗ μὴ ἔχειν ἀνάπαυσιν τοὺς ἀσεβεῖς προαγορεύει, ἀλλ’ ἣ πρὸς τὴν ἐν τῷ παρόντι χρόνῳ συνήθειαν, τῷ νυξὶ καὶ ἡμέραις ἀριθμουμένῳ, ἣ ἡμέρας, τῆς τῶν ἁγίων ζωῆς νοουμένης· νυκτὸς δὲ τῆς τῶν βεβήλων κολάσεως, ἧς τεύξονται οἱ τὰς διαβολικὰς πράξεις, καὶ τὰς κατὰ Χριστοῦ βλασφημίας τοῦ ἀποστάτου θηρὸς, δι’ ὧν πράττουσιν εἰκονίζοντες, καὶ τὸ τούτου ὄνομα ταῖς ἑαυτῶν καρδίαις ὡς τίμιον ἐγχαράττοντες.

  37. 14.12.1

    Ὧδε ἡ ὑπομονὴ τοῦ ὀνόματος αὐτοῦ.

  38. 14.12.2

    Οἱ μὲν ἀσεβεῖς, φησὶ, δι’ αἰῶνος ἐν τῷ μέλλοντι βασανισθήσονται, οἱ δὲ ἅγιοι ὧδε τὴν τῆς ὑπομονῆς καρτερίαν ἐπιδείκνυνται, ἐν χρόνῳ ταχέως παραρρέοντι, τὰς θείας ἐντολὰς καὶ τὴν εἰς Χριστὸν πίστιν ἄσυλον φυλάττοντες.

  39. 14.13.1

    Καὶ ἤκουσα φωνῆς.

  40. 14.13.2

    Ἡ ἐκ τοῦ οὐρανοῦ φωνὴ οὐ πάντας μακαρίζει τοὺς νεκροὺς, ἀλλὰ τοὺς ἐν Κυρίῳ ἀποθνήσκοντας, τοὺς νεκρωθέντας ἐν κόσμῳ, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας, καὶ Χριστῷ συμπάσχοντας. ἐκείνοις γὰρ ὄντως ἡ τοῦ σώματος ἔξοδος, κόπων ἀνάπαυσις· ἡ δὲ τῶν ἔργων ἀκολούθησις, στεφάνων ἀμαράντων καὶ βραβείων δόξης ὑπόθεσις, πολλῷ τῷ μέτρῳ ὑπερνικώντων τῶν ἐπάθλων τοὺς ἄθλους, οὓς πρὸς τὰς ἀοράτους δυνάμεις διήθλησαν.

  41. 14.14.1

    Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη.

  42. 14.14.2

    Νεφέλην νοοῦμεν ἣ αἰσθητὴν τὴν ὑπολαβοῦσαν τὸν Χριστὸν ἀπὸ τῶν ἀποστολικῶν ὀφθαλμῶν, ἣ ἀγγελικήν τινα δύναμιν διὰ τὸ καθαρὸν καὶ μετέωρον, δι’ ὧν λογιζόμεθα τὸν Χριστὸν εἶναι ἐπὶ τῆς νεφέλης, ὀπτανθέντα υἱῷ ἀνθρώπου ὅμοιον.

  43. 14.14.3

    Ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον.

  44. 14.14.4

    Τὸν ἐπὶ τῷ Χριστῷ στέφανον, σημαντικὸν εἶναι τῆς βασιλείας τῶν τε ὁρατῶν καὶ τῶν ἀοράτων δυνάμεων. χρυσὸν δὲ τοῦτον, διὰ τὸ παρ’ ἡμῖν τῆς ὕλης ταύτης τίμιον. τὸ δὲ δρέπανον συντελείας δηλωτικόν. θερισμὸν γὰρ τὴν τοῦ κόσμου συντέλειαν ἐκάλεσεν ὁ Σωτῆρ’ ἐν τοῖς Εὐαγγελίοις.

  45. 14.15.1

    Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν.

  46. 14.15.2

    Ἡ τοῦ Ἀγγέλου κραυγὴ περιφραστικῶς δηλοῖ τὴν ἱκεσίαν πασῶν τῶν ἐπουρανίων δυνάμεων, ἐφιεμένων τὴν μὲν τῶν δικαίων τιμὴν, τὴν δὲ τῶν ἁμαρτωλῶν ἐκκοπὴν τῆς ἁμαρτίας θεάσασθαι· ἐφ’ ᾧ παύσασθαι τὰ κινούμενα καὶ παραρρέοντα, φανερωθῆναι δὲ τὰ ἀκίνητα καὶ μένοντα. τὸ γὰρ ξηρανθῆναι τὸν θερισμὸν, δηλοῖ τὸν τῆς συντελείας καιρόν. ὅτε πεπανθεὶς ὡς σῖτος ὥριμος ὁ τῆς εὐσεβείας σπόρος, τῶν οὐρανίων ἀποθηκῶν ἀξιωθήσεται, εἰς λ καὶ ξ καὶ ρ τῷ γεωργῷ τὴν καρποφορίαν παρεχόμενος.

  47. 14.17.1

    Καὶ Ἄγγελος ἄλλος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου.

  48. 14.17.2

    Δείκνυται ὁ παρὼν Ἄγγελος τῶν λειτουργῶν εἶναι δυνάμεων ἐκ τῶν ἑξῆς. ἐκ μὲν τοῦ ἐν οὐρανοῖς ναοῦ σὺν ὀξεῖ δρεπάνῳ ἐξερχόμενος, τὴν δὲ τῶν λίαν ἀσεβῶν τρύγην ποιησάμενος.

  49. 14.18.1

    Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν.

  50. 14.18.2

    Καὶ ἐκ τούτου μανθάνομεν τὰς ἀγγελικὰς δυνάμεις ἐπιτετάχθαι τοῖς κτίσμασιν, τὴν μὲν τοῖς ὕδασι, τὴν δὲ τῷ πυρὶ, τὴν δὲ ἑτέρῳ τινὶ μέρει τῆς κτίσεως. τούτου τοίνυν τὸ τιμωρητικὸν διὰ τὸ ἐπιτετάχθαι τῷ πυρὶ μανθάνομεν τῶν ὑπερτέρων Ἀγγέλων ὄντα ἐγκελεύσασθαι μετὰ κραυγῆς τῷ τὸ δρέπανον ἔχοντι, τρυγῆσαι τοὺς τῆς ἀμπέλου τῆς γῆς βότρυας, δι’ ὧν οἱ τὸ ποτήριον τοῦ θυμοῦ Κυρίου πληροῦντες ἀσεβεῖς καὶ παράνομοι χαρακτηρίζονται· θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων, ἀντὶ οἴνου εὐφροσύνης τῷ ἀγαθῷ γεωργῷ καρποφορήσαντες.

  51. 14.19.1

    Εἰς τὴν ληνὸν τὴν μεγάλην.

  52. 14.19.2

    Ληνὸς τοῦ θυμοῦ, ὁ τῷ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ ἡτοιμασμένος χῶρος τῆς κολάσεως· μεγάλη δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῷ βασανιζομένων· “ πλατεῖα γὰρ ἡ τῆς ἀπωλείας ὁδὸς καὶ “ εὐρύχωρος, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς, ὡς ὁ κόριος φησὶν ἐν τῷ Εὐαγγελίῳ.

  53. 14.20.1

    Καὶ ἐπατήθη ἡ ληνός n.

  54. 14.20.2

    Ἐντεῦθεν δείκνυται ὅτι ἔξω τῆς ἐπουρανίου πόλεως Ἱερουσαλήμ ἐστὶν ὁ τῆς βασάνου τόπος καὶ τῶν ταύτης ἀξίων. τὸ δὲ αἶμα αὐτῶν ἄχρι τῶν χαλινῶν τῶν ἵππων φθάσαι ἀπὸ σταδίων ᾳχ σημαίνειν εἰκὸς, τὸ μηκόθεν μὲν διὰ τῶν τιμωρῶν Ἀγγέλων, οὓς τροπικῶς ἵππους ὀνομάζειν τὴν θείαν γραφὴν σύνηθες· μέχρι δὲ τῶν χαλινῶν αὐτῶν φθάνειν τὰς ἐκείνων οἰμωγάς φησί· χαλινούς δὲ αἱ ἅγιαι δυνάμεις, τὸ θεῖον ἔχουσι πρόσταγμα. δυνατὸν δὲ καὶ ἑτέρως νοηθῆναι τὸ εἰρημένον. ὅτι περ ἐπειδὴ ἵπποι θηλυμανεῖς ταῖς ἡδοναῖς ἐγκείμενοι οἱ παράνομοι γεγόνασιν, ἄχρι τῶν χαλινῶν ταῖς τιμωρίαις ληφθήσονται, ὅτι χαλινὸν ἐν ταῖς ἡδοναῖς οὐκ ἔγνωσαν. διὰ δὲ τῶν ᾳχ σταδίων, τὸ μέγα χάσμα τὸ διαχωρίζον τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν διδασκόμεθα· διὰ τὸ ἐν πονηρίᾳ τέλειον καὶ τὸ βδελυκτὸν ἐν ταῖς πράξεσι, τῆς μὲν δεκάδος τῶν ἑκατοντάδων δηλούσης τῆς κακίας τὸ μέγεθος τελέως· τῆς δὲ ἑξάδος τὴν ἐπιμελῆ αὐτῶν τῆς ἁμαρτίας ἐργασίαν, διὰ τὴν παράχρησιν τῆς ἐν ἑξαημέρῳ δημιουργηθείσης κτίσεως, καὶ τὸ ἐν χ ἔτει τοῦ Νῶε κατακλυσθῆναι πᾶσαν τὴν γῆν.

  55. 15.1.1

    Καὶ εἶδον ἄλλο σημεῖον.

  56. 15.1.2

    Πανταχοῦ τὸν ζ ἀριθμὸν παραλαμβάνει, τὰς ἐν ταῖς ζ ἡμέραις τοῦ παρόντος αἰῶνος τολμωμένας ἀδικίας, ἑπτὰ πληγαῖς καὶ ἑπτὰ Ἀγγέλων σημαίνων ἀναστέλλεσθαι, μεθ’ ἃς τὴν μέλλουσαν τῶν ἁγίων διαγωγὴν διὰ τῆς ὑελίνης θαλάσσης αἰνίττεται.

  57. 15.2.1

    Καὶ εἶδον ὡς θάλασσαν.

  58. 15.2.2

    Τὴν ὑελίνην θάλασσαν σημαίνειν φασὶ τό τε πλῆθος τῶν σωζομένων καὶ τῆς μελλούσης λήξεως τὴν καθαρότητα, τήν τε τῶν ἁγίων λαμπρότητα, ἣν ταῖς τῆς ἀρετῆς μαρμαρυγαῖς ἐκλάμψουσι. τὸ δὲ μεμίχθαι ἐκεῖ πῦρ εἰκὸς, διὰ τὸ τὴν θείαν γνῶσιν καὶ τὴν τοῦ ζωοποιοῦ Πνεύματος χάριν διὰ τοῦ πυρὸς σημαίνεσθαι. ἢ διὰ τοῦ πυρὸς τὴν πάντων δοκιμασίαν καὶ διάκρισιν αἰνίττεται, ὅπερ τοῖς καθαροῖς καὶ ἀκιβδήλοις οὐ λυμανεῖται, διακοπτόμενον ἀμιγῶς εἰς διαφόρους ἐνεργείας· καὶ τοῦ μὲν καυστικοῦ τοῖς ἁμαρτωλοῖς, τοῦ δὲ φωτιστικοῦ τοῖς δικαίοις κατανεμηθησομένου· τὰς δὲ κιθάρας ἐμφαίνειν τὴν τῶν καλῶν νέκρωσιν, καὶ τὴν ἐμμελῆ ζωὴν ἐν συμφωνίᾳ τῶν ἀρετῶν κρουομένην τοῦ πληκτρωτοῦ θείου Πνεύματος. καὶ ἐκ μὲν τῆς Μώσεως ᾠδῆς τῶν ἐν νόμῳ πρὸ τῆς χάριτος δικαιωθέντων τὴν ὑμνῳδίαν Θεῷ ἀναπεμπομένην μανθάνομεν· νομεν· ἐκ δὲ τῆς τοῦ ἀρνίου ᾠδῆς τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν ὁσίως πολιτευσαμένων τὴν ἀκατάπαυστον εὐχαριστίαν.

  59. 15.5.1

    Καὶ μετὰ ταῦτα εἶδον.

  60. 15.5.2

    Σκηνήν φησιν ἐνταῦθα τὴν ἐν οὐρανοῖς, ἧς καθ’ ὁμοίωσιν τῷ Μωϋσῇ πῆξαι τὴν κάτω σκηνὴν ὁ Θεὸς ἐχρημάτισεν. ἐκ τούτου δὲ τοῦ ναοῦ ἐξελεύσεσθαι φησὶ τοὺς Ἀγγέλους ἐνδεδυμένους λίνον, ἢ λίθον καθαρὸν, καθά τινα τῶν ἀντιγράφων ἔχουσι, διὰ τὴν τῆς φύσεως αὐτῶν καθαρότητα, καὶ τὴν πρὸς τὸν ἀκρογωνιαῖον λίθον Χριστὸν ἐγγύτητα, καὶ τῶν ἀρετῶν τὴν λαμπρότητα· ἐζωσμένους δὲ τὰ στήθη χρυσὸν, διὰ τὸ τῆς φύσεως δυνατόν τε καὶ καθαρὸν καὶ τίμιον, καὶ τὸ ἐν ταῖς διακονίαις ἀνεμπόδιστον.

  61. 15.7.1

    Καὶ ἓν ἐκ τῶν τεσσάρων.

  62. 15.7.2

    Τὸ ἐκ τῶν τεσσάρων ζώων ἑνὸς λαβεῖν τοὺς Ἀγγέλους τὰς ζ χρυσᾶς φιάλας, τὰς γεμούσας τοῦ θυμοῦ Κυρίου, δηλοῖ τὸ ἐκ τῶν πρώτων ἀεὶ εἰς τὰ δεύτερα τὴν γνῶσιν τῶν πρακτέων ἐν ουρανοις μετοχετεύεσθαι.

  63. 15.8.1

    Καὶ ἐγεμίσθη ὁ ναὸς.

  64. 15.8.2

    Διὰ τοῦ καπνοῦ τὸ φοβερὸν καὶ καταπληκτικὸν τῆς θείας ὀργῆς μανθάνομεν, ἧς πληροῦσθαι τὸν ναὸν διδασκόμεθα, καὶ κατὰ τῶν ἀξίων αὐτῆς χωρεῖν ἐν τῷ καιρῷ τῆς κρίσεως, καὶ πρὸ ταύτης δὲ κατὰ τῶν τῷ Ἀντιχρίστῳ πειθομένων καὶ τὰ τῆς ἀποστασίας ἔργα πραττόντων. τοῦτο δὲ τοῖς ἑξῆς δείκνυται.

  65. 15.8.3

    Καὶ οὐδεὶς ἠδύνατο.

  66. 15.8.4

    Ἐντεῦθεν στοχαζόμεθα ὅτι ἄχρι τοῦ διασταλῆναι τῶν δικαίων τὴν θείαν κατὰ τῶν ἀσεβῶν ἀγανάκτησιν, μηδαμῶς τοὺς ἁγίους τοὺς ἐν τῇ ἄνω Ἱερουσαλὴμ τυχεῖν λήξεως, καὶ τῆς ἐν τῶ ναῷ Θεοῦ ἱερουργίας καὶ ἀναπαύσεως. τελεσθῆναι γὰρ δεῖ, φησι, τὰς πληγὰς, δι’ ἃς τὰ ἐπίχειρα τῆς ἁμαρτίας παρέχεται, καὶ τούτοις τῆς αἱρεθείσης αὐτοῖς τυχεῖν ἀποφάσεως· εἴθ’ οὕτω δοθῆναι τοῖς ἁγίοις τὴν τῆς ἄνω μητροπόλεως οἴκησιν. τῶν δὲ πληγῶν ἑκάστην, τοῖς ἐν τῇ συντελείᾳ εὑρισκομένης ο προσαρμόζων τίς, οὐκ ἃν τοῦ πρέποντος διαμαρτήσεται· φιλάνθρωπος γὰρ ὣν ὁ Θεὸς πρὸς τὸ σμικρυνθῆναι αὐτὰς ἐν τῷ μέλλοντι ἀτελευτήτους κολάσεις, καὶ ἐν τῇ παρούσῃ ζωῇ τοῖς ἀξίοις ἐπαχθῆναι συγχωρήσει· διά τε Ἑνὼχ καὶ Ἠλιοῦ τῶν προφητῶν τιμωρητικὰς μάστιγας, διά τε τῆς τῶν στοιχείων καινοτομίας, διά τε τῶν ἐν πολέμων συμπιπτόντων ἀλγεινῶν, πρὸς μετρίαν γοῦν τῶν ἡμαρτημένων ἔκτισιν.

  67. 16.2.1

    Καὶ ἀπῆλθεν ὁ πρῶτος Ἄγγελος.

  68. 16.2.2

    Ἡ φιάλη ἐνταῦθα καθάπερ τὸ ποτήριον ἐπὶ κολαστικῆς ἐνεργείας ἐκλαμβάνεται, ἧς, φησιν, ὑπὸ τοῦ Ἀγγέλου ἐκχυθείσης, ἕλκος πονηρὸν γενήσεσθαι, τὴν ἐν καρδίᾳ πύου σφύζουσαν ὀδύνην αἰνιττόμενον, τὴν ἐγγινομένην ταῖς τῶν ἀποστατῶν καρδίαις, ὅταν θεηλάτοις πληγαῖς μαστιζόμενοι, μηδεμιᾶς ἐκ τοῦ θεοποιηθέντος παρ’ αὐτοῖς Ἀντιχρίστου ἰάσεως τεύξωνται. ἴσως δὲ καὶ αἰσθητῶς τὰ τούτων τραυματίζεσθαι σώματα, πρὸς ἔλεγχον τῆς ἑλκωθείσης αὑτῶν ψυχῆς τοῖς διαβολικοῖς τῆς πλάνης τοῦ ἀπατεῶνος βέλεσιν.

  69. 16.3.1

    Καὶ ὁ δεύτερος Ἄγγελος.

  70. 16.3.2

    Ἴσως πρὸς ἔλεγχον τῆς τοῦ ψευδοχρίστου ἀσθενείας καὶ τῶν ἀπατωμένων εὐκολίας διὰ τῶν ἁγίων προφητῶν Ἐνὼχ καὶ Ἠλιοῦ μεταβαλεῖν, ὡς νεκροῦ τουτέστιν ἐσφαγμένου, τὴν θάλασσαν, καὶ φθορὰν τῶν ἐν αὐτῇ ἀπεργάσασθαι, καθάπερ πάλαι ἐν Αἰγύπτῳ διὰ Μώσεως πεποίηκεν πρὸς ἔλεγχον τῆς τοῦ Φαραὼ σκληρότητος καὶ τῆς οἰκείας δυνάμεως ἔνδειξιν· ὅπως οἱ τότε ἄνθρωποι φοβηθῶσι τὴν κτίσιν ἀντιτασσομένην αὐτοῖς ἐπὶ τῇ τοῦ λυμεῶνος τιμῇ θεόμενοι. εἰκὸς δὲ ἦν καὶ τὰς ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν πολέμοις σφαγὰς διὰ τούτων σημαίνεσθαι, τοῦ Γὼγ καὶ τοῦ Μαγὼγ κατ’ ἀλλήλων κινουμένων ἐν τοῖς τέσσαρσι τῆς οἰκουμένης μέρεσι· προσέτι δὲ καὶ τῶν ἀπειθούντων αὐτῷ βασιλέων πανστρατιᾷ κατακοπτομένων, καὶ σφαγῶν κατὰ τόπους γινομένων, ἡ μὲν θάλασσα ταῖς ναυμαχίαις μολυνθήσεται, οἱ δὲ ποταμοὶ τοῖς τῶν ἐκεῖ θνησκόντων αἵμασι κερασθήσονται.

  71. 16.4.1

    Καὶ ὁ τρίτος Ἄγγελος.

  72. 16.4.2

    Κἀντεῦθεν δείκνυται τοῖς στοιχείοις ἐπιτετάχθαι Ἀγγέλους, ὧν ἕνα ὄντα καὶ τὸν ἐπὶ τῶν ὑδάτων φησὶν ὑμνεῖν τὸν Θεὸν ἐπὶ τῇ κατ’ ἀξίαν ἐπενεχθείσῃ καταδίκῃ τοῖς παραβεβηκόσιν· ὅτι τοῖς τὰς χεῖρας μολύνασι τοῖς τῶν ἁγίων αἵμασιν, αἷμα ποτὸν δεδώκασι. δείκνυται δὲ διὰ τούτων ἣ τὸ πολλοὺς ἐν τῷ καιρῷ ἐκείνῳ διὰ τῆς ἐν τῇ πίστει ἐνστάσεως τοῦ προφητικοῦ ἀξιοῦσθαι χαρίσματος, τοὺς καὶ ὑπὸ τῶν τοῦ διαβόλου ὑπασπιστῶν ἀναιρουμένους, ἣ τοὺς τῶν θείων προφητῶν ἀποστρεφομένους τὸ κήρυγμα, καὶ δικαιοῦντας αὐτῶν τὴν ὑπὸ τῶν Ἰουδαίων ἀναίρεσιν, καὶ κοινωνοὺς αὐτῶν τῆς σφαγῆς τῇ προθέσει γινομένους.

  73. 16.5.1

    Καὶ ἤκουσα τοῦ θυσιαστηρίου.

  74. 16.5.2

    Τὸ θυσιαστήριον ποτὲ μὲν τὸν Χριστὸν δηλοῖ, ὡς ἐν αὐτῷ καὶ δι’ αὐτοῦ προσφερομένων τῶν πατρίων λογικῶν ὁλοκαυτώσεων· ποτὲ δὲ τὰς Ἀγγελικὰς δυνάμεις ὡς ἀναγωγικὰς τῶν ἡμετέρων προσευχῶν, καὶ τῶν πνευματικῶν ὁλοκαρπωμάτων. ἐκ τούτου τοίνυν τοῦ λειτουργικοῦ θυσιαστηρίου φησὶ τὴν φωνὴν ἐνεχθῆναι, δικαιοῦσαν τὰ πάντα νοῦν ὑπερβαίνοντα τοῦ Θεοῦ κρίματα.

  75. 16.8.1

    Καὶ ὁ τέταρτος Ἄγγελος.

  76. 16.8.2

    Ἴσως μὲν καὶ αἰσθητῶς τοῦ ἡλίου φλογμῷ τὸ τηνικαῦτα καυματισθήσονται οἱ ἄνθρωποι, ἵνα πρὸς μετάνοιαν ἔλθωσιν. ἴσως δὲ διὰ τοῦ ἡλίου καὶ τὸν τῆς ἡμέρας δρόμον αἰνίττεται, καὶ τῷ τῶν πειρασμῶν καύσωνι, τοὺς ἀξίους μαστίγων φησὶ καυματίζεσθαι, ἵνα τῇ τῶν ἀλγεινῶν ἐπαγωγῇ τὴν ἁμαρτίαν μισήσωσιν. ἀλλ’ οἱ ἄφρονες, ἀντὶ τῆς τῶν οἰκείων πταισμάτων ἐπιγνωμοσύνης, κατὰ Θεοῦ τὴν γλῶσσαν ἀκονήσουσι, τὴν θείαν αἰτιώμενοι ἀγαθότητα.

  77. 16.10.1

    Καὶ ὁ πέμπτος Ἄγγελος.

  78. 16.10.2

    Τὸ ἐπιχεθῆναι τὴν φιάλην ἐπὶ τὸν τοῦ θηρίου θρόνον σημαίνει τὸ ἐπὶ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου τὴν τοιαύτην ὀργὴν ἐκχεῖσθαι, καὶ ἐσκοτωμένην δείκνυσθαι, ἅτε ἀφεγγεῖ τῷ τῆς δικαιοσύνης ἡλίῳ τυγχάνουσαν. ἡ δὲ τῶν γλωσσῶν μάσησις, τὴν ὑπερβολὴν τῆς ὀδύνης δηλοῖ, ἧ οἱ πλανηθέντες ὑπ’ αὐτοῦ κατασχεθήσονται ὑπὸ τῶν θεηλάτων πληγῶν μαστιζόμενοι, ὅπως ἃν γνόντες ὅτι ἀπατηλός ἐστιν ὁ πη αὐτῶν ὡς Θεὸς δοξαζόμενος, τῆς πλάνης παύσωνται. οἱ δὲ ἐντεῦθεν οὐ πρὸς μετάνοιαν, ἀλλὰ πρὸς βλασφημίαν τραπήσονται.

  79. 16.12.1

    Τὸν ποταμὸν τὸν μέγαν.

  80. 16.12.2

    Εἰκὸς τὸν Εὐφράτην ποταμὸν κατὰ θείαν συγχώρησιν ὀλιγούμενον, τοῖς βασιλεῦσι τῶν ἐθνῶν διδόναι πάροδον εἰς τὴν κατ’ ἀλλήλων καὶ λοιπῶν ἀνθρώπων ἐξολόθρευσιν· οὓς ἐκ τῶν Σκυθικῶν μερῶν διὰ τῆς τοῦ Μαγὼγ καὶ Γὼγ μνήμης κινεῖσθαι νομίζομεν. εἰκὸς δὲ καὶ τὸν Ἀντίχριστον ἐκ τῶν ἀνατολικῶν μερῶν τῆς Περσικῆς γῆς, ἔνθα ἡ φυλὴ τοῦ Δὰν, ἐκ ῥίζης Ἑβραίων ἐξερχόμενον ἅμα ἑτέροις βασιλεῦσιν ἣ μεγιστᾶσι, βασιλικὸν κληρουμένους ὄνομα, τὸν Εὐφράτην περαιοῦσθαι, ἣ σωματικὸν ἣ ψυχικὸν θάνατον τοῖς ἀνθρώποις ἐπάξοντα, τοῖς μὲν διὰ πίστεως καὶ καρτερίας, τοῖς δὲ δι’ ἀνδρίας καὶ ἐκλύσεως.

  81. 16.13.1

    Καὶ εἶδον ἐκ τοῦ στόματος.

  82. 16.13.2

    Κἀν τούτων δείκνυται ἐν ἰδίῳ προσώπῳ τόν τε διάβολον ὡς δράκοντα, τόν τε Ἀντίχριστον ὡς θηρίον, τόν τε ψευδοπροφήτην ὡς ἕτερον παρὰ τούτων μνημονεύεσθαι, ἐξ ὧν φησιν ἐοικότα βατράχοις ἐκπορεύεσθαι Πνεύματα, διὰ τὸ ἰῶδες αὐτῶν καὶ ἀκάθαρτον καὶ βορβορῶδες, καὶ πρὸς τὰς διύγρους ἡδονὰς ἑρπηστικὸν τῶν πονηρῶν δυνάμεων, αἳ τοῖς τοῦ διαβόλου καὶ τοῦ ψευδοχρίστου καὶ τοῦ ψευδοπροφήτου προστάγμασι τοῖς σημαινομένοις διὰ τοῦ στόματος, ἀπατηλὰ σημεῖα καὶ τέρατα τοῖς ἀνθρώποις δείξουσιν, ὡς διὰ τῶν ἑξῆς μαθησόμεθα.

  83. 16.14.1

    Εἰσὶ γὰρ πνεύματα.

  84. 16.14.2

    Τὰ διὰ τῶν δαιμόνων ἐνεργούμενα φησὶ ψευδῆ σημεῖα, τοὺς πειθομένους αὐτοῖς εἰς πόλεμον κατὰ τῆς μεγάλης καὶ ἐπιφανοῦς τοῦ Θεοῦ ἡμέρας, τοῦ κριτοῦ ζώντων καὶ νεκρῶν, ἐπιστρατεύσουσι, καὶ πάντως οἱ θεομάχοι ἡττώμενοι ἀνόνητα κλαύσονται, τὴν προτέραν πλάνην ὀδυρόμενοι.

  85. 16.15.1

    Ἴδου ἔρχομαι ὡς κλέπτης.

  86. 16.15.2

    Τὸ γρηγορεῖν καὶ φυλάττειν τὰ ἱμάτια δηλοῖ τὸ ἐπαγρυπνεῖν ταῖς ἀγαθαῖς πράξεσιν· αὗται γὰρ τῶν ἁγίων ἱμάτια, ὧν τὸν ἐστερημένον ἀνάγκη ὡς γυμνὸν καὶ ἀσχημοσύνης πεπληρωμένον αἰσχύνεσθαι. τὸ δὲ Ἀρμαγεδὼν, διακοπὴ ἣ διακοπτομένη ἑρμηνεύεται. ἐκεῖ γὰρ τὰ ἔθνη συναγόμενα ἐκκόπτεσθαι νοεῖν ἀκόλουθον, ὑπὸ τοῦ διαβόλου στρατηγούμενα, τοῦ τοῖς ἀνθρωπίνοις αἵμασι χαίροντος· ἣ ἐξέγερσις δώματος, ἢ ἐξέγερσις εἰς τὰ ἔμπροσθεν.

  87. 16.17.1

    Καὶ ἐξῆλθεν φωνὴ μεγάλη.

  88. 16.17.2

    Ἡ ἀγγελικὴ φωνὴ οὐρανόθεν γέγονεν, τουτέστι τὸ θεῖον ἐτελέσθη πρόσταγμα. αἱ δὲ ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναὶ τὸ καταπληκτικὸν τῶν γινομένων, καὶ τὴν μέλλουσαν τοῦ Χριστοῦ παρουσίαν σημαίνουσιν. ὁ δὲ σεισμὸς τὴν τῶν ὄντων μεταποίησιν κατὰ τὸν Ἀπόστολον Παῦλον δηλοῖ.

  89. 16.19.1

    Καὶ ἐγένετο ἡ πόλις μεγάλη.

  90. 16.19.2

    Πόλιν μεγάλην οὐ πλήθει καὶ μεγέθει οἰκοδομημάτων, ἀλλ’ ἐν θεοσεβείᾳ ἀρχαιοτάτην καὶ μεγίστην τὴν Ἱερουσαλὴμ ὑπολαμβάνομεν, ἅτε μεγαλυνθεῖσαν τοῖς Χριστοῦ παθήμασι καὶ ἀντιδιαστελλομένην ταῖς ἐθνικαῖς πόλεσιν, ταύτην τὴν εἰς τρία τομὴν φασὶ, τῶν ἐν αὐτῇ Χριστιανῶν, Ἰουδαίων καὶ Σαμαρειτῶν, ἣ τῶν βεβαιοπίστων, καὶ τῶν ῥυπαραῖς πράξεσι μολυνάντων τὸ βάπτισμα, καὶ τῶν μηδ’ ὅλως προσδεξαμένων Ἰουδαίων τὸ κήρυγμα. νῦν μὲν γὰρ Ἰουδαῖοι καὶ Σαμαρεῖται, τῷ φόβῳ τῶν εὐσεβῶς βασιλευόντων τὰ οἰκεῖα κρύπτουσι βουλεύματα, καὶ σὺν ἡμῖν δοκοῦσι τάττεσθαι, ὡσαύτως δὲ καὶ οἱ ἀληθῶς Χριστιανοὶ τοῖς τὸ ὄνομα μόνον κεκτημένοις ἀναμὶξ τυγχάνουσιν. ὅταν δὲ ἡ τῶν πειρασμῶν τούτους ἐλέγξῃ πύρωσις, τότε ἡ εἰς τρία τομὴ διὰ τούτων γενήσεται, τῶν τε εὐσεβῶν τῶν τε δυσσεβῶν, τῶν τε ἁμαρτωλῶν, τῶν ὁμοτρόποις προσχωρούντων, καὶ πρὸς οἰκείαν μοῖραν ἀποκρινομένων. αἱ δὲ τῶν ἐθνῶν πόλεις πίπτουσαι δηλοῦσιν, ἣ τὴν αὐτῶν κατάπτωσιν, ἣ τῆς ἐθνικῆς πολιτείας τὴν ἔκλειψιν, τῇ παρουσίᾳ τῆς θείας βασιλείας.

  91. 16.19.3

    Καὶ Βαβυλὼν ἡ μεγάλη.

  92. 16.19.4

    Καὶ ἡ συγκεχυμένη φησὶ τοῖς εἰκαίοις τοῦ βίου περισπασμοῖς, καὶ μεγαλυνθεῖσα τῷ ἐξ ἀδικιῶν πλούτῳ πολυάνθρωπος πληθὺς, τὸ ποτήριον τῆς ὀργῆς τοῦ Θεοῦ πίεται ὡς ἐκ λήθης διὰ μακροθυμίας εἰς μνήμην ἐλθόντος τῆς τοῦ πατηθέντος δικαίου, καὶ τῆς ἐν λόγοις καὶ ἔργοις δυσσεβείας, ἐκδικήσεως.

  93. 16.20.1

    Καὶ πᾶσα νῆσος ἔφυγεν.

  94. 16.20.2

    Νήσους τὰς Ἐκκλησίας, καὶ ὄρη τοὺς ἐν αὐταῖς προὔχοντας νοεῖν ἀκόλουθον. φεύγειν δὲ τούτους ἐν τῷ καιρῷ τῆς τῶν προρρηθέντων ἐπαγωγῆς κατὰ τὸν τοῦ Κυρίου λόγον ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς, καὶ ἀπὸ δυσμῶν εἰς ἀνατολάς· ἔσται γὰρ θλίψις, οἵα οὐ γέγονεν ἀπὸ καταβολῆς κόσμου, οὐδ’ οὐ μὴ γένηται, τῶν μὲν δι’ ἁμαρτίας κολαζομένων, τῶν δὲ δι’ ἀρετὴν προσδοκιμὴν ὑπομενόντων τὰ δυσχερῆ.

  95. 16.21.1

    Καὶ χάλαζα μεγάλη.

  96. 16.21.2

    Τὴν χάλαζαν ἅτε οὐρανόθεν κατερχομένην, τὴν θεήλατον ὀργὴν ἄνωθεν ἐρχομένην νενοήκαμεν· τὸ δὲ ταλαντιαῖον αὐτῆς, τὸ τέλειον, διὰ τὴν ἐν ταῖς ἁμαρτίαις ἀκρότητα καὶ βαρύτητα, ἧς χαρακτηριστικὸν τὸ τάλαντον. τὸ δὲ μὴ πρὸς μετάνοιαν, ἀλλὰ βλασφημίαν χωρῆσαι τοὺς ὑπ’ αὐτῆς πληττομένους, τὸ σκληρὸν καὶ ἀνένδοτον τῆς αὐτῶν καρδίας παρίστησιν.

  97. 17.1.1

    Τὸ κρίμα τῆς πόρνης.

  98. 17.1.2

    Ταύτην τὴν πόρνην τινὲς εἰς τὴν παλαιὰν Ῥώμην ὡς ἐπάνω ζ ὀρέων κειμένην ἐξέλαβον, τὰς δὲ ζ κεφαλὰς τοῦ αὐτὴν βαστάζοντος θηρίου· ζ βασιλεῖς τοὺς ἀσεβεστέρους, ἀπὸ Δομετιανοῦ μέχρι Διοκλητιανοῦ τὴν Ἐκκλησίαν διώξαντας. ἄλλοι δὲ ταύτην εἶναι τὴν καθ’ ὅλου ἐπίγειον βασιλείαν φασίν· ὡς ἐν ἑνὶ σώματι, ἣ τὴν μέχρι τῆς παρουσίας τοῦ Ἀντιχρίστου βασιλευομένην πόλιν. ἡ γὰρ παλαιὰ Ῥώμη πρὸ πολλοῦ τὸ τῆς ἀσεβείας1 κράτος ἀπέβαλεν. εἰ ὑποθώμεθα αὐτῇ τὸ ἀρχαῖον πάλιν ἀναστρέφειν ἀξίωμα. εἰ δὲ μὴ τοῦτο, ἔσται ἡ κρατοῦσα σήμερον. καὶ ἑτέρως δὲ νοητέον τῆς προρρηθείσης πόρνης τὴν ἐρήμωσιν, ἣν ὡς γυναῖκα ἑωρακέναι φησὶ τὸν Ἀπόστολον, διὰ τὸ τεθεμελιωμένον πρὸς ἁμαρτίαν καὶ ἄνανδρον. δρον. καθημένην δὲ ἐπὶ θηρίον κόκκινον, διὰ τὸ, τῷ διαβόλῳ τῷ φονίῳ καὶ αἱμοχαρεῖ ταύτῃ διὰ πονηρῶν πράξεων ἐπαναπαύεσθαι· διὸ συνεργὸς ἐν ταῖς κατὰ Θεοῦ βλασφημίαις τῷ ἀποστάτῃ γίνεται ὠμότητος καὶ ἀγριότητος καὶ φονικῆς γνώμης· τό τε θηρίον, τό τε κόκκινον χρῶμα γνώρισμα. περὶ δὲ τῶν ζ κεφαλῶν καὶ τῶν ι κεράτων, ἐν τοῖς ἑξῆς ἐκ τοῦ θείου Ἀγγέλου μαθησόμεθα.

  99. 17.4.1

    Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη.

  100. 17.4.2

    Κόκκινον καὶ πορφύραν περιβέβληται, ὡς τῆς ἡγεμονίας τῆς κατὰ πάντων σύμβολα ὄντα. διὸ λίθῳ τιμίῳ καὶ μαργαρίταις κεκόσμηται. ἣ διὰ μὲν τοῦ ποτηρίου τὸ πρὸς πόσιν ἡδὺ τῶν πονηρῶν πράξεων, διὰ δὲ τοῦ χρυσοῦ τὸ τίμιον ἐνδείκνυται· εἰς ἔνδειξιν ὅτι οὐ διακόρως ἀλλ’ ἐν δίψει τῆς οἰκείας ἀπωλείας τὴν κακίαν μετέρχεται. διὸ ἑαυτῇ τὰ βδελύγματα, τουτέστι τὰ βδελυκτὰ τῷ Θεῷ ἐπιτηδεύματα ἐπλήθυνεν· ἧς ἡ φιλάμαρτος πληθὺς ποτίζεται, ὡς ἡδὺ πόμα σπῶσα τὴν βδελυκτὴν τῆς ἁμαρτίας μέθην, καὶ τῆς ἐκ Θεοῦ πορνείας τὴν βεβήλωσιν. ἡ δὲ τοῦ μετώπου γραφὴ τὸ ἀπηρυθρασμένον m τῆς τῶν πλημμελημάτων δηλοῖ ἐκπληρώσεως, καὶ τῆς καρδιακῆς συγχύσεως. ἡ δὲ μήτηρ, τὸ τῆς ψυχικῆς πορνείας εἶναι ταύτην διδάσκαλον ταῖς ἀρχομέναισ πόλεσι τὰς βδελυκτὰς τῷ Θεῷ παρανομίας τίκτουσα.

← Previous · Next → — showing 301400 of 612

First Thousand Years of Greek. CTS URN tlg4102.tlgX03.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.