Commentarius In Apocalypsin
- 21.2.2
Καὶ ἐκ τούτου δείκνυται τὸ τῆς καινότητος ὄνομα μεταποιήσεως τῆς ἐπὶ τὸ φαιδρότερον γνώρισμα, ἧς ἡ ἄνω ἱερουσαλὴμ τεύξεται, ἐκ τῶν ἀσωμάτων δυνάμεων ἄνωθεν μέχρις ἀνθρώπων καταβαίνουσα, διὰ τὸ κοινὴν γενέσθαι κεφαλὴν ἀμφοτέρων Χριστὸν τὸν Θεὸν ἡμῶν. αὕτη δὲ ἡ πόλις ἐξ ἁγίων συναρμολογεῖται λίθων, ἀκρογωνιαῖον δὲ τὸν Χριστὸν ἔχουσα. λέγεται δὲ πόλις μὲν, ὡς τῆς βασιλίδος Τριάδος οἰκητήριον· νύμφη, ὡς κολλωμένη τῷ δεσπότῃ καὶ συναπτομένη εἰς ἄκραν καὶ ἀδιάστατον συνάφειαν. κεκοσμημένη δὲ ὡς ἔσωθεν κατὰ τὸν ψαλμῳδὸν, τὴν δόξαν καὶ τὴν ὥραν ἐν τῇ ποικιλίᾳ τῶν ἀρετῶν ἔχουσα.
- 21.3.1
Καὶ ἤκουσα φωνῆς μεγάλης.
- 21.3.2
Οὐρανόθεν ὁ ἅγιος διδάσκεται ἀληθινὴν εἶναι ταύτην τὴν σκηνὴν, ἧς ἦν ἡ τῷ Μωϋσῷ παραδειχθεῖσα τύπος, μᾶλλον δὲ προτύπωσις τύπου τῆς σήμερον Ἐκκλησίας τύπος τυγχάνουσα· ἐν αὐτῇ τῇ ἀχειροποιήτῳ σκηνῇ οὐκ ἔστι κλαυθμὸς οὐδὲ δάκρυον. ὁ γὰρ τῆς ἀεννάου χαρᾶς χορηγὸς τὸ ὁρᾶσθαι πᾶσι δωρήσεται τοῖς ἁγίοις τὴν εὐφροσύνην τὴν ἄληκτον. τὸ δὲ “ τὰ πρῶτα “ ἀπῆλθε,” σημαίνει, ὅτι ἡ τῶν ἁγίων κακοπάθεια, καὶ τῶν ἀσεβῶν ἡ ἀλαζονεία πέρας εἴληφεν ἑκατέρῳ τούτων κατάλληλον.
- 21.5.1
Ἀληθινοὶ καὶ πιστοί εἰσι.
- 21.5.2
Ἀληθινοὶ οἱ λόγοι ὡς ὑπ’ αὐτῆς τῆς ἀληθείας ἐκφερόμενοι, καὶ μηκέτι διὰ συμβόλων, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων γινωσκόμενοι. ἀρχὴ δὲ καὶ τέλος ὁ Χριστὸς, ὡς πρῶτος διὰ τὴν θεότητα καὶ ἔσχατος διὰ τὴν ἀνθρωπότητα, καὶ ὡς ἀπὸ τῆς πρώτης τῶν ἀσωμάτων κτίσεως μέχρι τῶν τελευταίων ἀνθρώπων τὴν οἰκείαν κινῶν πρόνοιαν.
- 21.6.1
Ἐγὼ τῷ διψῶντι δώσω.
- 21.6.2
Τῷ διψῶντι τὴν δικαιοσύνην παρέξειν ἐπαγγέλλεται τὴν χάριν τοῦ ζωοποιοῦ Πνεύματος. δωρεὰν δὲ, “ ὅτι οὐκ ἄξια τὰ παθή- “ μάτα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν τοῖς ἁγίοις “ ἀποκαλύπτεσθαι,” ἢ δωρεὰν, ὅτι οὐκ ἔστι ταύτην χρήμασιν, ἀλλ’ ἔργοις ἀγαθοῖς κτήσασθαι, φιλανθρωπίᾳ τοῦ παρέξοντος.
- 21.7.1
Ὁ νικῶν δώσω αὐτῶ.
- 21.7.2
Ὁ νικῶν φησι τὸν πρὸς τοὺς ἀοράτους δαίμονας πόλεμον, τῶν ἀγαθῶν τούτων τεύξεται, υἱὸς Θεοῦ γενόμενος, καὶ τοῖς πατρικοῖς ἐντρυφῶν ἀγαθοῖς.
- 21.8.1
Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις.
- 21.8.2
Πάντοθεν ἡμᾶς ὁ διψῶν τὴν σωτηρίαν ἡμῶν Θεὸς, εἰς τὴν κληρονομίαν τῶν ὑπ’ αὐτοῦ ἀγαθῶν, διά τε χρηστῶν διά τε σκυθρωπῶν προτρέπεται. ὑπ’ ὄψιν ἡμῖν ἄγων τὴν τῆς ἄνω Ἱερουσαλὴμ λαμπρότητα, καὶ τῆς γεέννης τοῦ πυρὸς τὴν ἀφεγγῆ καὶ ὀδυνηρὰν σκυθρωπότητα, ἵνα ἢ πόθῳ τῆς αἰωνίου δόξης ἢ φόβῳ τῆς ἀπεράντου αἰσχύνης, ὡς καιρός ἐστι, τὸ ἀγαθὸν ἐργασώμεθα, σὺν τοῖς λοιποῖς ἀπηγορευμένοις, καὶ τοὺς δειλοὺς καὶ ἀνάνδρους ἐν τῆ κατὰ τοῦ διαβόλου πάλῃ τῷ δευτέρῳ θανάτῳ φήσας καταδικασθήσεσθαι.
- 21.9.1
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ Ἀγγέλων.
- 21.9.2
Διὰ τούτων δείκνυται μὴ μόνον τὰς κακωτικὰς ἐπάγειν πληγὰς τοὺς Ἀγγέλους, ἀλλὰ καὶ τὰ χαροποιὰ δεικνύειν. ὃ γὰρ τότε τὴν πληγὴν τοῖς ἀξίοις ἐπάγων, νῦν τὴν μακαριότητα τῆς Ἐκκλησίας τῷ ἁγίῳ ὑποδείκνυσιν. καλῶς δὲ τὴν νύμφην τοῦ ἀρνίου γυναῖκα φησιν· ὅτε γὰρ ὡς ἀμνὸς ἐσφαγιάσθη Χριστὸς, τότε αὐτὴν τῷ οἰκείῳ αἵματι ἐνυμφεύσατο. ὥσπερ γὰρ τοῦ Ἀδὰμ καθεύδοντος διεπλάσθη ἡ γυνὴ τῇ τῆς πλευρᾶς ἀφαιρέσει, οὕτω καὶ τῷ Χριστῷ ἐν τῷ σταυρῷ ἑκουσίως διὰ θανάτου ὑπνώσαντι τῇ ἐκχύσει τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ αἵματος ἡ Ἐκκλησία συστᾶσα τῷ τυθέντι δι’ ἡμᾶς ἥρμοσται.
- 21.10.1
Καὶ ἀπήνεγκέ με ἐν πνεύματι.
- 21.10.2
Τὸ ἀπενεχθῆναι ἐν πνεύματι δηλοῖ, τῷ ἐκ γῆς ἀρθῆναι τῷ φρονήματι διὰ τοῦ πνεύματος, πρὸς τὴν τῶν οὐρανίων κατανόησιν. ἐπ’ ὄρος δὲ μέγα τὴν ἀνηγμένην καὶ ὑπερκόσμιον τῶν ἁγίων ζωὴν, ἐν ᾗ ἡ γυνὴ τοῦ ἀρνίου, ἡ ἄνω Ἱερουσαλὴμ, ὑπὸ Θεοῦ κοσμηθήσεται καὶ δοξασθήσεται.
- 21.11.1
Ὁ φωστὴρ αὐτῆς.
- 21.11.2
Φωστὴρ τῆς Ἐκκλησίας ὁ Χριστὸς, διὰ μὲν τῆς κρυσταλλιζούσης ἰάσπιδος, ὡς ἀειθαλὴς καὶ ζωόδωρος καὶ ὡς καθαρός· δι’ ἑτέρων δὲ ἑτέρως ὡς σκιαγραφούμενος· οὐδὲ γὰρ ἑνὸς εἴδους παραδείγματι τῶν ποικίλων αὐτοῦ περὶ ἡμᾶς εὐεργεσιῶν τὸ πολύτροπον διαγραφῆναι δύναται.
- 21.12.1
Ἔχουσα τεῖχος μέγα.
- 21.12.2
Τεῖχος μέγα τῆς Ἐκκλησίας ἰσχυρὸν φρουρητικόν τε τῶν ἐν τῇ ἁγίᾳ πόλει, ὁ Χριστός ἐστιν, ἐν ᾧ πυλῶνες Ἰησοῦ οἱ ἅγιοι Ἀπόστολοι· δι’ ὧν τὴν προσαγωγὴν καὶ τὴν εἴσοδον πρὸς τὸν Πατέρα ἐσχήκαμεν, καὶ αὐτοὶ δὲ συνεργούμενοι ὑπὸ Ἀγγέλων ιβ τῶν προυχόντων τῷ Θεῷ κατὰ τὴν ἀγχιστείαν τὴν ἐν ἁγιότητι. εἰ γὰρ ἑκάστῳ τῶν πιστῶν Ἄγγελον ἔσεσθαι φύλακα πεπιστεύκαμεν, πολλῷ μᾶλλον τοῖς θεμελιωταῖς τῆς Ἐκκλησίας ἔδει τοὺς ἐν Ἀγγέλοις πρωτεύοντας συνεργοὺς πρὸς τὸ ἀγγελικὸν κήρυγμα νοεῖσθαι ἀκόλουθον. τὰ δὲ ὀνόματα τῶν φυλῶν τοῦ νοητοῦ Ἰσραὴλ ἐπὶ ταῖς ἀποστολικαῖς εἰσόδοις γέγραπται. ἐπειδὴ καὶ τὰ τοῦ αἰσθητοῦ Ἰσραὴλ ἐν τῇ ἐπωμίδι τοῦ πάλαι κατὰ καιρὸν ἀρχιερέως ἐγέγραπτο. καὶ γὰρ ἡ γραφὴ νῦν διὰ τῶν ὀνομάτων τούτων τὴν περὶ τῶν πιστῶν μέριμναν τοῖς Ἀποστόλοις προσμαρτυρεῖ, καθὼς ὁ Παῦλος φησὶν, “ ἔχειν τὴν “ μέριμναν πασῶν τῶν ἐκκλησιῶν.”
- 21.13.1
Ἀπὸ ἀνατολῶν, πυλῶνες τρεῖς.
- 21.13.2
Τὸ τετραμερὲς σχῆμα τῶν πυλώνων, καὶ ἡ τρισσὴ αὐτῶν ἀνάπτυξις τὴν ἐκ τῆς τετραπεράτου οἰκουμένης τῆς προσκυνητῆς τριάδος δηλοῖ ἐπίγνωσιν, ἣν διὰ τοῦ ζωοποιοῦ σταυροῦ εἰλήφαμεν. σταυροειδὲς γὰρ τὸ σχῆμα τῆς τῶν πυλώνων θέσεως.
- 21.14.1
Καὶ τὸ τεῖχος τῆς πόλεως.
- 21.14.2
Θεμέλιοι τοῦ τείχους οἱ ιβ Ἀπόστολοι, ἐφ’ οὓς ἡ τοῦ Χριστοῦ Ἐκκλησία τεθεμελίωται· ὣν τὰ ὀνόματα ὡς ἐν προγραφῇ τούτοις ἐπιγέγραπται πρὸς τὴν τῶν ἀναγινωσκόντων εὐμάθειαν.
- 21.15.1
Καὶ ὁ λαλῶν μετ’ ἐμοῦ.
- 21.15.2
Ὁ χρυσὸς κάλαμος δηλοῖ τὸ τίμιον τοῦ τε μετροῦντος Ἀγγέλου καὶ τῆς μετρουμένης πόλεως, ἧς τεῖχος τὸν Χριστὸν ἐξελάβομεν· οὐχ ὑπὸ ἀνθρώπων, ὑπὸ δὲ Ἀγγέλων μετρουμένης, διὰ τοῦ καθαροῦ καὶ σοφοῦ τῶν ὑπερκοσμίων φύσεων, αἷς εἰκὸς ἔγνωσται τῆς ἄνω πόλεως τό τε μέγεθος ἥτε εὐπρέπεια. ἡγούμεθα δὲ τεῖχος ἐνταῦθα καὶ τὴν θείαν περιβολὴν καὶ σκέπην νοεῖσθαι, ἐν ᾗ οἱ ἅγιοι φυλαχθήσονται.
- 21.16.1
Καὶ ἡ πόλις τετράγωνος.
- 21.16.2
Τετράγωνος αὕτη διὰ τὸ ἑδραῖον καὶ πάγιον. αἱ δὲ ιβ χιλιάδες τῶν σταδίων ἃς ἔχειν φησὶ τὴν πόλιν, ἴσως μὲν σημαίνουσι τὸ ταύτης μέγεθος, ἴσως δὲ καὶ διὰ τὸν ἀριθμὸν τῶν ιβ Ἀποστόλων δι’ ὧν αὐτὴ κατοικίζεται.
- 21.16.3
Καὶ τὸ πλάτος.
- 21.16.4
Τὸ μέτρον τοῦ βάθους τοῦ τείχους πηχῶν ρμδ. δωδεκάκις γὰρ ὁ ιβ ἀριθμὸς συντιθέμενος, ὁ τὴν ἀποστολικὴν διδασκαλίαν ἐμφαίνων, τοῦτον ἀποτελεῖ τὸν ἀριθμόν.
- 21.18.1
Καὶ ἦν ἡ ἐνδόμησις.
- 21.18.2
Ἡ ἐνδόμησις τοῦ τείχους ἡ ἰάσπις τὴν ἀειθαλῆ καὶ ἀμάραντον ζωὴν τῶν ἁγίων ἐνδείκνυται· καθαρὸν δὲ τὸ χρυσίον αὐτῆς ὡς ὕαλος, διὰ τὸ διαυγὲς καὶ λαμπρὸν τῶν αὐτῆς οἰκητόρων.
- 21.19.1
Οἱ θεμέλιοι τοῦ τείχους.
- 21.19.2
Οἱ ιβ θεμέλιοι, ιβ λίθοι τίμιοι· ὣν η΄ ἐν τῷ λογείῳ τοῦ ἀρχιερέως πάλαι ἀνεφέροντο. οἱ δὲ δ' παρηλλαγμένοι εἰσὶν, ἵνα φανῇ καὶ τὸ σύμφωνον τῆς νέας πρὸς τὴν παλαιὰν, καὶ τὸ ὑπερέχον τῶν ἐν αὐτῇ διαλαμψάντων. οἱ Ἀπόστολοι τοίνυν πάσῃ ἀρετῇ διὰ τῶν τιμίων λίθων ἐκφαινόμενοι κεκόσμηνται.
- 21.19.3
Ὁ θεμέλιος ὁ πρῶτος.
- 21.19.4
Διὰ τῆς ἰάσπιδος χλωριζούσης τὴν χροιὰν κατὰ τὴν σμάραγδον, εἰκὸς τὸν κορυφαῖον Πέτρον δηλοῦσθαι· ἅτε τὴν νέκρωσιν τοῦ Χριστοῦ βαστάσαντα ἐν τῷ σώματι, καὶ τὸ ἀειθαλὲς καὶ νεάζον ἐν τῇ πρὸς αὐτὸν ἀγάπῃ ἐνδειξάμενον, ὁδηγῆσαν καὶ ἡμᾶς εἰς τόπον χλόης διὰ θερμῆς πίστεως.
- 21.19.5
Ὁ δεύτερος σάπφειρος.
- 21.19.6
Διὰ τοῦ σαπφείρου ἐοικότος τῷ οὐρανίῳ σώματι, τὸν Ἀπόστολον Παῦλον σημαίνεσθαι, ἕως τρίτου οὐρανοῦ ἀναληφθέντα, κἀκεῖ ἕλκοντα τοὺς αὐτῷ πειθομένους, ἔνθα εἶχεν ἐν οὐρανοῖς τὸ πολίτευμα.
- 21.19.7
Ὁ τρίτος χαλκηδών.
- 21.19.8
Οὗτος ἐν τῷ ἱερατικῷ λογείῳ οὐ φέρεται, ἀλλ’ ἄνθραξ ὃς ἐνταῦθα οὐ κεῖται. σκοπητέον οὖν μήποτε τὸν ἄνθρακα οὕτως ἐκάλεσεν ὁ ἅγιος. ἄνθραξ δὲ ὁ Ἀπόστολος Ἀνδρέας, ὡς ἀναφθεὶς ἐκ τοῦ Πνεύματος.
- 21.19.9
Ὁ τέταρτος σμάραγδος.
- 21.19.10
Διὰ τοῦ σμαράγδου χλωροῦ τὴν χροιὰν τυγχάνοντος, καὶ ἐλαίῳ τρεφομένου, τήν τε διαύγειαν καὶ τὴν ὥραν ἐξ αὐτοῦ προσλαμβάνοντος τὸ τοῦ Εὐαγγελιστοῦ Ἰωάννου δηλοῦσθαι κήρυγμα, τὸ φαιδρύνον ἐλαίῳ τὴν ἐξ ἁμαρτημάτων ἡμῶν κατήφειαν, καὶ τὸ ἀειθαλὲς ἐν τῇ πίστει δωρούμενον τοῦ πολυτίμου τῆς θεολογίας χαρισματος.
- 21.20.1
Ὁ πέμπτος σαρδώνυξ.
- 21.20.2
Διὰ τοῦ σαρδώνυχος τοῦ τὴν τοῦ ἀνθρωπίνου ὄνυχος μετὰ διαυγείας ἔχοντος, δηλοῦσθαι εἰκὸς τὸν Ἰακὼβ, πρὸ τῶν ἄλλων τὴν σωματικὴν διὰ Χριστὸν δεξάμενον νέκρωσιν, ἣν ὁ ὄνυξ χαρακτηρίζει, ἀμοιρῶν ἐν τῷ τέμνεσθαι αἰσθήσεως.
- 21.20.3
Ὁ ἕκτος σάρδιον.
- 21.20.4
Διὰ τοῦ σαρδίου ἅτε πυρροῦ τὴν χροιὰν καὶ διαυγοῦς, θεραπευτικῆς τε ὄντος δυνάμεως οἰδημάτων καὶ τῶν ἀπὸ σιδήρου πληγῶν, τῆς τοῦ Φιλίππου ἀρετῆς τὸ κάλλος χαρακτηρίζεται, φαιδρυνομένης τῷ πυρὶ τοῦ θείου Πνεύματος, καὶ θεραπευούσης τῶν πεπλανημένων τὰ ψυχικὰ τραύματα, ἅπερ ὑπὸ τοῦ διαβόλου τρωθέντες ἐδέξαντο.
- 21.20.5
Ὁ ἕβδομος χρυσόλιθος.
- 21.20.6
Διὰ τοῦ χρυσολίθου χρυσῷ ἐοικότος τὴν στιλβότητα ὁ Βαρθολομαῖος τάχα εἰκονίζεται, ταῖς πολυτίμοις ἀρεταῖς κατηγλαϊσμένος, καὶ τῷ θείῳ κηρύγματι.
- 21.20.7
βήρυλλος.
- 21.20.8
Διὰ τοῦ βηρύλλου θαλασσοβαφοῦς καὶ ἀερίζοντος, τῷ ὑακίνθῳ πλησιάζοντος, τὸν Θωμᾶν σημαίνεσθαι μακρὰν διαπόντιον ἀποδημίαν μέχρις Ἰνδῶν διὰ τὴν αὐτῶν σωτηρίαν στειλάμενον.
- 21.20.9
Ὁ ἔνατος τόπαζον.
- 21.20.10
Διὰ τοῦ τοπαζίου ἐρυθροῦ ὄντος καὶ ἐοικότος τῷ ἄνθρακι καὶ ὀπὸν ἀφιέντος γαλακτώδη ὀφθαλμιῶσιν ἀλεξίπονον, ἡ τοῦ Εὐαγγελιοτοῦ Ματθαίου ψυχὴ δηλοῦται, πεπυρωμένη τῷ θείῳ ζήλῳ, καὶ κεκοσμημένη τῇ τοῦ οἰκείου αἵματος διὰ Χριστὸν ἐκχύσει, ἐξιωμένη τε διὰ τοῦ Εὐαγγελίου τοὺς τῇ καρδίᾳ τυφλώττοντας, καὶ γάλα τοὺς ἀρτιγενεῖς τῇ πίστει ποτίζουσα.
- 21.20.11
Ὁ δέκατος χρυσόπρασος.
- 21.20.12
Διὰ τοῦ χρυσοπράσου βαθυτέρου τὴν χροιὰν παρὰ τὸν χρυσὸν ὑπάρχοντος τὸν Θαδδαῖον σημαίνεσθαι, τὸν τῷ Αὐγάρῳ τὴν Χριστοῦ βασιλείαν, τὴν διὰ τοῦ χρυσοῦ δηλουμένην, καὶ τὴν διὰ τοῦ πράσου σημαινομένην αὐτοῦ νέκρωσιν, εὐαγγελισάμενον.
- 21.20.13
Ὑάκινθος.
- 21.20.14
Διὰ τοῦ ὑακίνθου τὴν ἰδέαν κυανίζοντος, ἤγουν ἀερίζοντος, τὸν Σίμωνα ὡς ζηλωτὴν τῶν τοῦ Χριστοῦ χαριομάτων καὶ οὐράνιον ἔχοντα φρόνημα, εἰκὸς σημαίνεσθαι ὑπολαμβάνομεν.
- 21.20.15
Ἀμέθυσος.
- 21.20.16
Διὰ τοῦ ἀμεθύσου τῇ μορφῇ πὼς πυρίζοντος, τὸν Ματθίαν ἴσως σημαίνεσθαι, τοῦ θείου πυρὸς ἐν τῇ τῶν γλωσσῶν διανομὴ καταξιωθέντος, καὶ τὸν τοῦ ἐκπεπτωκότος τόπον ἀναπληρώσαντος, πόθῳ τῆς πρὸς τὸν ἐκλεξάμενον εὐαρεστήσεως.
- 21.21.1
Καὶ οἱ δώδεκα πυλῶνες.
- 21.21.2
Οἱ ιβ πυλῶνες δηλαδὴ οἱ αὐτοὶ Ἀπόστολοι, δι’ ὧν τὴν θύραν καὶ τὴν ὁδὸν ἐπέγνωμεν, ιβ εἰσὶ μαργαρῖται, ἐξ ἑνὸς πολυτιμήτου μαργαρίτου Χριστοῦ τὴν διαύγειαν κτησάμενοι.
- 21.21.3
Καὶ ἡ πλατεῖα τῆς πόλεως.
- 21.21.4
Ἓν παράδειγμα τὴν ἀκρίβειαν τῶν τῆς ἄνω πόλεως ἀγαθῶν παραστῆσαι οὐ δύναται· διὸ τὴν πλατεῖαν τῆς πόλεως, διὰ μὲν τὸ πολυτελὲς καὶ εὔχρουν, ὡς χρυσίον, διὰ δὲ τὸ καθαρὸν, ὡς κρύσταλλον, ἐθεάσατο.
- 21.22.1
Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ.
- 21.22.2
Τοῖς ἔχουσι τὸν Θεὸν φρουρὰν καὶ σκέπην, τίς χρεία ναοῦ αἰσθητοῦ ; οὗτος γὰρ ἔσται τῶν ἁγίων καὶ ναὸς καὶ ἔνοικος, ἐνοικῶν ἐν αὐτοῖς καὶ ἐμπεριπατῶν, καθὼς ἐπήγγελται τῷ ἀρνίῳ· ὁ δι’ ἡμᾶς σφαγιασθεὶς ἀμνὸς τοῦ Θεοῦ, ᾧτ’ δηλαδὴ οὐσιωδῶς καὶ τὸ ζωοποιὸν Πνεῦμα συντέτακται. ἀκταὶ.
- 21.23.1
Καὶ ἡ πόλις.
- 21.23.2
Ἔνθα ὁ τῆς δικαιοσύνης νοητὸς ἥλιος, αἰσθητῶν φωστήρων οὐ χρεία, αὐτὸς γὰρ αὐτοῖς ’δοξα, καὶ λύχνος.
- 21.24.1
Καὶ περιπατήσουσι τὰ ἔθνη.
- 21.24.2
Τὰ μὲν οὖν σωζόμενα ἔθνη ἐν φωτὶ αὐτῆς, φησὶ, περιπατήσουσιν· οἱ δὲ ἐν τῇ γῇ τῶν παθῶν βασιλεύσαντες, τὴν τῶν ἀγαθῶν πράξεων δόξαν καὶ τιμὴν ἐν αὐτῇ οἴσουσι. τὸ δὲ μὴ κλεισθῆναι τὰς πύλας δηλοῖ, ἣ τὸ ἀσφαλὲς τῶν οἰκητόρων αὐτῆς καὶ ἄτρεπτον, ἣ τὸ κἀκεῖ τοὺς θείους πυλῶνας τῆς ἀποστολικῆς διδασκαλίας ἠνεῶχθαι πᾶσιν, πρὸς τὴν τῶν τελειοτέρων μάθησιν. ἡμέρα δὲ ἔσται ἐκεῖ καὶ οὐ νύξ· ἡ γὰρ νὺξ τοῖς ἁμαρτωλοῖς ἀποκληρωθήσεται.
- 21.26.1
Καὶ οἴσουσι τὴν δόξαν.
- 21.26.2
Ἡ λαμπρότης καὶ ἡ δόξα τῶν ἐν τοῖς ἔθνεσι Χριστῷ εὐαρεστησάντων, ἐν τῇ πόλει ἐκείνῃ ἐκείνῃ ὄντ’ αἰ. πᾶν δὲ κοινὸν καὶ ἀκάθαρτον ἐκεῖ οὐκ εἰσελεύσεται. τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ;
- 22.1.1
Καὶ ἔδειξέ μοι ποταμὸν καθαρόν.
- 22.1.2
Τῆς ἄνω Ἱερουσαλὴμ ὁ πεπληρωμένος ὑδάτων πολλῶν ποταμὸς τοῦ Θεοῦ ἐκπορευόμενος, τὸ ζωοποιὸν Πνεῦμα ἐστὶν, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον, καὶ διὰ τοῦ ἀρνίου διὰ μέσου τῶν ὑπερτάτων δυνάμεων, αἳ θρόνος τοῦ Θεοῦ ὀνομάζονται, τὰς πλατείας πληροῦν τῆς ἁγίας πόλεως, δηλαδὴ τὸ πλῆθος αὐτῆς.
- 22.2.1
Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν.
- 22.2.2
Ὁ ποταμὸς οὗτος, φησὶ, ποτίζει τοὺς πεφυτευμένους αὐτῷ ἁγίους, ξύλον ζωῆς τροπικῶς ὠνομασμένους κατὰ μετοχὴν καὶ μίμησιν τοῦ τῆς ζωῆς ξύλου. ιβ δὲ καρποὺς βλαστάνοντας, τουτέστιν ἀδιάλειπτον τὴν τῶν καρπῶν βλαστάνοντας ἔκφυσιν. καὶ γὰρ πληρέστατος ἔσται ὁ τῆς καρποφορίας τῶν ἁγίων αἰὼν, ὃς ἐνταῦθα δωδεκάμηνος προσηγόρευται, διά τε τοῦ παρ’ ἡμῖν ἐνιαυτοῦ τὴν συνήθειαν, διά τε τῶν ιβ Ἀποστόλων τὸ κήρυγμα.
- 22.2.3
Καὶ ἄλλως δέ ἐστι τοῦτο νοῆσαι, διὰ μὲν τοῦ ποταμοῦ ὡς εἴρηται, τὰ τοῦ ζωοποιοῦ Πνεύματος χαρίσματα, ἅπερ διὰ τοῦ θρόνου Πατρὸς καὶ Υἱοῦ, δηλαδὴ τῶν χερουβικῶν τάξεων, οἶς ὁ Θεὸς ἐνθρονίζεται, εἰς τὴν πλατεῖαν τῆς πόλεως, τουτέστι τὴν πολυάνθρωπον τῶν ἁγίων πληθὺν ἔξεισιν, ὡς ἐκ πρώτων μετοχετευόμενα. ξύλον δὲ τῆς ζωῆς, τὸν Χριστὸν σημαίνεσθαι, ἐν τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ περὶ τὸ Πνεῦμα νοούμενον, καὶ διὰ τοῦ οἱ ιβ καρποὶ τοῦ Ἀποστολικοῦ χοροῦ ἀνέκλειπτον τὸν τῆς θεογνωσίας καρπὸν ἡμῖν δωρούμενοι, δι’ ὧν ἐνιαυτὸς Κυρίου δεκτὸς, καὶ ἡ ἡμέρα τῆς ἀνταποδόσεως ἡμῖν καταγγέλλεται.
- 22.2.4
Καὶ τὰ φύλλα τοῦ ξύλου.
- 22.2.5
Φύλλα τοῦ ξύλου δηλαδὴ τοῦ Χριστοῦ αἱ ἐπιπολαιότεραι τῶν θείων κριμάτων νοήσεις, ὥσπερ καρποὶ ἡ τελεωτέρα γνῶσις ἡ ἀποκαλυπτομένη ἐν τῷ μέλλοντι. ταῦτα τὰ φύλλα εἰς θεραπείαν, δηλαδὴ εἰς τὴν τῆς ἀγνοίας ἀποκάθαρσιν τῶν ὑποβεβηκότων ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ ἐθνῶν ἔσονται. πολλαὶ γὰρ μοναὶ περὶ τὰ πρακτικὰ τὴν ἑκάστου ἀναλογίαν τῶν πράξεων. καὶ ἑτέρως δὲ τοῦτο νοητέον. ξύλον ζωῆς ποιοῦν καρποὺς ιβ τὸν ἀποστολικὸν χορὸν κατὰ μετοχὴν τοῦ ὄντος ξύλου τῆς ζωῆς, τούτων καρποὶ οἱ ἐν ρ καρποφορήσαντες, φύλλα δὲ οἱ ἐν ξ, οἳ καὶ τοῖς ἐν λ τοῖς ἐκ τῶν ἐθνῶν τὴν θεραπείαν προσοίσουσι, τοῖς ὑποβεβηκόσι τὴν θείαν αἴγλην πορθμεύοντες, ἅπερ διὰ τῶν καρποφορησάντων ἐν ρ ἐδέξαντο. ξαντο. ὅση γὰρ φύλλων καὶ καρπῶν διαφορὰ, τοσαύτη καὶ τῶν τότε σωζομένων, τῶν μὲν ἧττον, τῶν δὲ πλεῖον δοξαζομένων καθὼς γέγραπται.
- 22.3.1
Καὶ πᾶν κατάθεμα.
- 22.3.2
Τοῦ ἀναθέματος δισσῶς νοουμένου, τοῦ μὲν ὡς τῶ Θεῷ μόνω ἀνατιθεμένου, τοῦ δὲ ὡς τῷ διαβόλῳ ἀνακειμένου, τοῦτο ἐνταῦθα κατ’ ἐπίτασιν εἰρῆσθαι φασὶ κατάθεμα· τῷ γὰρ ὄντι τὸ τοιοῦτον οὐκ ἀνατίθεται, ἀλλὰ κατατίθεται τῷ διαβόλῳ ὑποταττόμενον καὶ συγκαταδικαζόμενον, ὅπερ ἐν τῇ πόλει ἐκείνη οὐκ ἔσται.
- 22.3.3
Καὶ ὁ θρόνος τοῦ Θεοῦ.
- 22.3.4
Οἱ γινόμενοι, φησὶ, θρόνος Θεοῦ διὰ τῆς ἐν αὐτοῖς τοῦ Θεοῦ ἀναπαύσεως, αὐτοὶ τῆς πόλεως οἰκήτορες ἔσονται, καὶ ὄψονται αὐτὸν οὐ δι’ αἰνιγμάτων, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· ἕξουσι δὲ ἀντὶ χρυσοῦ ὃ πάλαι ὁ ἀρχιερεὺς ἐφόρει, οὐκ ἐπὶ τῶν μετώπων μόνον τὸ θεῖον ὄνομα, ἀλλὰ καὶ ἐν ταῖς καρδίαις ἐγκεχαραγμένον, δηλοῦν τὴν εἰς αὐτὸν πεπαρρησιασμένην ἀγάπην ἁγίαν καὶ ἀμετάθετον.
- 22.5.1
Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ.
- 22.5.2
Τοῖς δὲ τὸν Κύριον, φησὶ, τῆς δόξης φωτισμὸν καὶ βασιλέα ἔχουσιν, οὐκ ἔσται χρεία λυχνιαίου ἢ καὶ ἡλιακοῦ φωτὸς, ὑφ’ οὑ αἰῶνας αἰώνων βασιλευθήσονται, μᾶλλον δὲ συμβασιλεύσουσιν.
- 22.6.1
Καὶ εἶπεν μοι.
- 22.6.2
Μέχρι τῶν ἐνταῦθα τὴν τοῦ Ἀγγέλου ὀπτασίαν καὶ τῶν τεθεαμένων τὴν ἑρμηνείαν παραθέμενος, λοιπὸν ὡς ἐξ οἰκείου προσώπου φησὶ, πιστοὶ δὲ καὶ ἀληθινοὶ οἱ λόγοι, ὡς ἐκ τῆς ἀληθείας ὄντες.
- 22.6.3
Καὶ Κύριος ὁ Θεός.
- 22.6.4
Εἰ Θεὸς τῶν προφητῶν ὁ Χριστὸς ὃς τὸν Ἄγγελον αὐτοῦ ἀπέστειλε διὰ μέσου τοῦ τὴν ὀπτασίαν ἑωρακότος Ἰωάννου, δεῖξαι τοῖς δούλοις αὐτοῦ τὰ μέλλοντα γίνεσθαι, εὔδηλον ὅτι συγκαταβατικῶς κατ’ οἰκονομίαν τῷ Υἱῷ ἐν τοῖς προομίοις ἔφη δίδοσθαι διὰ τὴν σάρκα τὴν Ἀποκάλυψιν.
- 22.7.1
Ἰδοὺ ἔρχομαι ταχύ.
- 22.7.2
Ἔθος ἐστὶ τοῦτο καὶ τοῖς θείοις προφήταις, ὡς ἐξ οἰκείου προσώπου τὰ θεῖα χρησμῳδεῖν. τὸ δὲ “ ταχὺ ἔρχομαι,” ἢ δηλοῦντος ἐστὶ τὴν τοῦ παρόντος καιροῦ βραχύτητα συγκρίσει τοῦ μέλλοντος, ἢ τῆς ἑκάστου τελευτῆς τὸ ἀθρόον καὶ σύντομον ἑκάστῳ γὰρ τέλος ἡ ἐντεῦθεν αὐτοῦ μετάστασις.
- 22.8.1
Ταὶ ἐγὼ Ἰωάννης οὐ βλέπων.
- 22.8.2
Ὠσπερ ἐν τῷ Εὐαγγελίῳ πεποίηκεν εἰπὼν, “ καὶ ὁ ἑωρακὼς “ μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν ἡ μαρτυρία αὐτοῦ, οὕτω κἀνταῦθα αὐτήκοος εἶναι καὶ αὐτόπτης τῶν προφητευθέντων ὁμολογήσας, τὰ ἑωραμένα ἐπιστώσατο. ἔδειξε δὲ καὶ τοῦ τυπώσαντος Ἀγγέλου τὸ εὐλαβὲς, ὅπως τὴν προσκύνησιν τοῦ συνδούλου οὐ προσήκατο, ἀλλ’ εὐγνωμόνως τῷ κοινῷ δεσπότῃ προσένειμεν.
- 22.10.1
Καὶ λέγει μοι· οὐ σφραγίσῃς.
- 22.10.2
Ἐντεῦθεν εἰς τὸ δεσποτικὸν μέτεισι τοῦ Χριστοῦ πρόσωπον λέγων, μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας, καὶ γὰρ ἀξία ἡ βίβλος τῆς παρὰ τῶν πιστῶν ἀναγνώσεως. διὰ τε γὰρ τῆς ἡτοιμασμένης τοῖς ἁμαρτωλοῖς κολάσεως, διά τε τῆς ἐπηγγελμένης τοῖς ἁγίοις ἀναπαύσεως ὁδηγεῖ πρὸς τὴν ὄντως ζωὴν τοὺς ἐντυγχάνοντας.
- 22.11.1
Καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω.
- 22.11.2
Οὐχ ὡς εἰς ἀδικίαν καὶ ῥυπαρίαν προτρέπων τὰ παρατεθέντα εἴρηκεν, ἀλλ’ ὡς τὸ τῆς γνώμης φυλάττων ἀκατανάγκαστον, ὡς ἂν εἴποι, ἕκαστος τὸ ἀρεστὸν αὐτῷ ποιησάτω, τινὰ οὐ βιάζομαι, τὴν προαίρεσιν δείξας, ἑκάστῳ ἐπιτηδεύματι πέρας ἀκολουθεῖν κατάλληλον, ὅταν ἔρχωμαι ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
- 22.13.1
Ἐγὼ τὸ ἄλφα.
- 22.13.2
Οὐκ ἔστι, φησὶ, πρὸ ἐμοῦ, οὔτε μετ’ ἐμὲ θεὸς ἕτερος· οὔτε γὰρ τῆς ἀρχῆς ἔστι τί πρεσβύτερον, οὔτε τῆς θεικῆς βασιλείας καὶ ἐξουσίας ἔσται τέλος. εἴρηται δὲ καὶ ἀνωτέρω πρῶτος ὁ Χριστὸς διὰ τὴν θεότητα, ἔσχατος δὲ διὰ τὴν ἀνθρωπότητα.
- 22.14.1
Μακάριοι οἱ ποιοῦντες.
- 22.14.2
Ὄντως μακαρισμοῦ ἄξιοι οἱ τοιοῦτοι, ἐξουσίαν γὰρ ἕξουσιν τῇ ἀλήκτῳ ζωῇ, τῷ ξύλῳ τῆς ζωῆς Χριστῷ τῷ Θεῷ ἡμῶν ἐπαναπαύεσθαι καὶ ἐντρυφᾷν τῇ αὐτοῦ θεωρίᾳ καὶ τοῖς ἀποστολικοῖς πυλῶσι, δηλαδὴ τοῖς αὐτῶν διδάγμασιν εἰς τὴν ἄνω πόλιν διὰ τῆς ἀληθινῆς θύρας εἰσελεύσονται, μὴ ὑπερπηδῶντες ἑτέρωθεν καθὼς οἱ μισθωτοὶ ποιμένες, ἀλλ’ ὑπὸ τοῦ θυρωροῦ τῆς ζωῆς εἰσαγόμενοι.
- 22.15.1
Ἔξω οἱ κύνες.
- 22.15.2
Κύνες οὐ μόνον οἱ ἀναιδεῖς καὶ ἄπιστοι, καὶ οἱ ἐν τῆ κατατομῇ κακοὶ ἐργάται, κατὰ τὸν ἀπόστολον, καὶ οἱ μετὰ τὸ βάπτισμα ἐπιστρέψαντες εἰς τὸν ἴδιον ἔμετον, διὸ σὺν τοῖς πόρνοις καὶ εἰδωλολάτραις τῆς ἄνω ἀλλοτριοῦνται πόλεως.
← Previous · Next → — showing 501–600 of 612
First Thousand Years of Greek. CTS URN tlg4102.tlgX03.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.