Commentarius In Apocalypsin
- 8.5.4
Διὰ τούτων ἁπάντων τὰ πρὸ τῆς συντελείας χαρακτηρίζονται φόβητρα. Ἄγγελοι δὲ τούτοις διακονοῦνται, ὡς ἰατροὶ συμπαθεῖς, καυτῆρσι καὶ τομαῖς τοὺς τὴν δεινοτάτην τῆς ἁμαρτίας νόσον ἀσθενοῦντας θεραπεύοντες, ἢ τό γε μετριώτερον τοῖς ῥᾳθυμοτέροις τὴν μέλλουσαν ἐπικουφίζοντες κόλασιν, εἰ ὁπωσοῦν εὐχαρίστως ἐνέγκωσιν.
- 8.7.1
Καὶ ὁ πρῶτος ἐσάλπιζε.
- 8.7.2
Ταῦτα τισὶν ἔδοξεν αἰνίττεσθαι τὴν ἐν γεέννῃ τῶν ἁμαρτωλῶν κόλασιν, πολυτρόπως διὰ τῶν αἰσθητῶν ὀδυνηρῶν τροπολογουμένην. ἄλλοι δὲ, διὰ τὸ μάλιστα οὐ τὴν τρίτην μοῖραν εἶναι τῶν κολαζομένων ἐν τῷ μέλλοντι ἐκ τοῦ παντὸς τῶν ἀνθρώπων πληρώματος, ἀλλὰ τὴν πλείονα, τὰς πρὸ τῆς συντελείας μᾶλλον ταῦτα πληγὰς ἐμφαίνειν νομίζουσι· καὶ τὴν μὲν χάλαζαν δηλοῦν τὸ οὐρανόθεν ἥκειν κατὰ δίκαιον κρίμα τὰς τοιαύτας μάστιγας· τὸ δὲ πῦρ σὺν τῷ αἵματι, τὰς ἐκ βαρβαρικῶν χειρῶν γινομένας πυρπολήσεις τε καὶ ἀνδροκτασίας, τοῦ πολέμου, οὐ τοὺς ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ τῆς γῆς ἐκφόρια πάντα καταναλίσκοντος.
- 8.8.1
Καὶ ὁ δεύτερος Ἄγγελος.
- 8.8.2
Καὶ τὴν θάλασσαν κατὰ τὸ δόξαν τισὶν σὺν τοῖς ἐν αὐτὴ τῷ καθαρσίῳ πυρὶ καιομένην, τὰ μετὰ τὴν ἀνάστασιν δηλοῦσθαι διὰ τούτων νενόμιστο, εἰ μὴ ἡ τοῦ τρίτου μνήμη ἀνάρμοστος ἡμῖν πρὸς τοῦτο κατεφαίνετο· πλείονες γὰρ τῶν σωζομένων οἱ κολαζόκολαζόμενοί, ὡς φησὶν ὁ Κύριος. κατὰ μέν τοι ἀναγωγὴν οὐδὲν ἀπεικὸς τὸν παρόντα βίον τροπικῶς ὠνομασμένον θάλασσαν, ταῦτα ὑφίστασθαι, καὶ τῶν ἐν αὐτῷ τὸ τρίτον ταῖς πληγαῖς συντελεῖσθαι, διὰ τὴν τῶν θείων κριμάτων ἄβυσσον, ἢ τοὺς μὲν παρὰ πόδας κολάζει, τοῖς δὲ μακροθυμεῖ, πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν. ὄρος δὲ μέγα ἡγούμεθα νοεῖσθαι τὸν διάβολον, πυρὶ τοῦ καθ’ ὑμῶν θυμοῦ καιόμενον, τῇ δὲ γεέννῃ τηρηθησόμενον, ἐν τῷ καιρῷ αὐτοῦ συγχωρήσεως. τὸ τρίτον τῶν ἐν θαλάσσῃ νήσων τε καὶ πλοίων καἰ νηκτῶν διαφθερεῖ, ὥσπερ πάλαι ἐπὶ τοῦ Ἰὼβ πεποίηκεν. εἰ δὲ καὶ τοῖς ἐν θαλάσσῃ τοῦ βίου δι’ ἔργων ἣ λόγων τὴν τριάδα βλασφημοῦσιν ὁ ψυχικὸς ἐπάγεται θάνατος, οὐδὲν ξένον οὐδὲ τοῦ σκοποῦ ἀπεμφαῖνον.
- 8.10.1
Καὶ ὁ τρίτος Ἄγγελος.
- 8.10.2
Τὴν διὰ τοῦ ἀψίνθου δηλουμένην πικρίαν τὴν τοῖς κολαζομένοις ἐν γεέννῃ ἁμαρτωλοῖς ἐγγινομένην ὀδύνην φασὶ τινὲς αἰνίττεσθαι, οὓς διὰ τὸ πλῆθος εἰκὸς καλεῖσθαι ὕδατα. ἡγούμεθα δὲ καὶ διὰ τούτων τὰ κατὰ τὸν δηλωθέντα καιρὸν ἀλγεινὰ σημαίνεσθαι· τὸν δὲ ἀστέρα δηλοῦν, ἣ οὐρανόθεν τοῖς ἀνθρώποις ταῦτα ἐπέρχεσθαι, ἣ τὸν διάβολον διὰ τούτου σημαίνεσθαι· οὗτος γὰρ ἀνατροπὴν θολερὰν καὶ πικρὰν δι’ ἡδονῆς ποτίζων τοὺς ἀνθρώπους, καὶ διὰ ταύτης συγχωρούμενος τὰς τιμωρητικὰς αὐτοῖς ἐπάγειν ἐνταῦθα μάστιγας, οὐ πᾶσι, τῷ δὲ τρίτῳ μέρει διὰ τὴν τοῦ Θεοῦ μακροθυμίαν, καὶ τὸ μὴ ἀπιστεῖσθαι τὴν ἐν τῷ μέλλοντι ἀνταπόδοσιν τοῖς ἀνυπομονήτοις θανάτου ψυχικοῦ καθίσταται αἴτιος· ὅτι δὲ πικρὰ συμβήσεται τοῖς πρὸ τῆς συντελείας εὑρισκομένοις, προλαβὼν ὁ Κύπιος ἐπιστώσατο.
- 8.12.1
Καὶ ὁ τέταρτος Ἄγγελος.
- 8.12.2
Ἡγούμεθα συγγενῆ καὶ ταῦτα τοῖς παρὰ τῷ Ἰωὴλd εἰρημένοις περὶ ἡλίου καὶ σελήνης, τοῖς ἤδη προεκτεθεῖσι κατὰ τὴν δεσποτικὴν περὶ τῆς συντελείας ἀπόφασιν. φαμὲν δὲ διὰ τοῦ τρίτου τῶν φωστήρων καὶ ἀστέρων τὸ τρίτον τῆς ἡμέρας καὶ τῆς νυκτὸς δηλοῦσθαι διάστημα, ὡς ἃν γνοίοιμεν, ὅτι οὐδὲ τότε ἄκρατον ὁ Θεὸς ἐπάγει τὴν κάκωσιν, ἀλλὰ τὸ τρίτον τοῦ χρονικοῦ διαστήματος καὶ συγχωρῶν τοὺς πεπληγότας ἀλγύνεσθαι, λεληθότως τούτους παρακαλεῖ κατὰ τὸ πλέον μέρος τὸ λειπόμενον· τίς γὰρ οἴσει τὸ ποτήριον τῆς θείας ὀργῆς ἀκήρατον;
- 8.13.1
Καὶ εἶδον καὶ ἤκουσα.
- 8.13.2
Καὶ διὰ τούτων τὸ συμπαθὲς καὶ φιλάνθρωπον τῶν θείων Ἀγγέλων δείκνυται, θεομιμήτως οἰκτεῖρον τοὺς παιδευομένους τοὺς πλημμελήσαντας· πολλῷ δὲ πλέον τοὺς μὴ ταῖς μάστιξι πρὸς ἐπιστροφὴν βλέποντας, οἷς καὶ μάλιστα τὸ οὐαὶ ἁρμόζει, ὡς ἐπὶ γῆς οἰκοῦσιν καὶ φρονοῦσι τὰ γήινα. τοῖς γὰρ ἐν οὐρανῷ ἔχουσι τὸ πολίτευμα, ἀφορμὴ τὰ δυσχερῆ στεφάνων καὶ βραβείων γίνονται.
- 9.1.1
Καὶ ὁ πέμπτος Ἄγγελος.
- 9.1.2
Ἀστέρα τινὲς ἔφασαν καταβάντα ἐν τῇ γῇ, ἤγουν ἐν τῇ κρίσει τῇ ὑπολειφθείσῃe κοιλάδι Ἰωσαφάτ, Ἄγγελον θεῖον εἶναι ἐπὶ τῶν κολάσεων, φρέαρ δὲ τῆς ἀβύσσου τὴν γεένναν, καὶ ἐξ αὐτοῦ τὸν καπνὸν ἐξιόντα, ἀθέατον τοῖς κολαζομένοις τὸν ἥλιον καὶ τὸν ἀέρα ἀπεργάζεσθαι. ἀκρίδας δὲ τοὺς σκώληκας, περὶ ὡν φησὶν ο Ἡσαΐας, “ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.” τὸ δὲ μὴ τὴν τὸν χόρτον, ἀλλὰ τοὺς ἀνθρώπους βασανίζεσθαι, διὰ τὸ ἀπαλλάττεσθαι τῆς φθορᾶς ταῦτα· μῆνας δὲ πέντε τούτους βασανίζεσθαι, χρόνον τινὰ ὡρισμένον ἐπιτεταμένως τούτους κολάζεσθαι, μετὰ δὲ τοῦτον ὑφειμένων μὲν, ἀλλ’ αἰωνίως. ἄλλοι δὲ τὸν μὲν ἀστέρα λέγουσιν θεῖον θεῖον Ἄγγελον, καὶ τοῦτον κατὰ συγχώρησιν θείαν, τοὺς καταδεδικασμένους ἐν τῆ ἀβύσσῳ πονηροὺς ἀνάγειν δαίμονας, οὓς ὁ Χριστὸς ἐνανθρωπήσας ἔδησεν, ὅπως πρὸ τῆς συντελείας τὰ οἰκεία ἐνεργήσαντας, ἀτελευτήτου τύχωσι κολάσεως. Καπνὸν δὲ τὸν προηγούμενον τῶν πονηρῶν ἔργων ἐκ τῶν προσβολῶν αὐτῶν ζόφον, ὧν παραδεχθεισῶν, ἐξουσία τούτοις βασανίζειν τοὺς ἀνθρώπους δίδοται. ἡ δὲ τοῦ ἡλίου καὶ τῶν ἀστέρων σκότωσις, τὴν τῶν ἀπολαυόντων ἀνθρώπων τοῦ φωτὸς δηλοῖ ψυχικὴν τύφλωσιν, ἣ τὴν ἐπὶ τοῖς δυσχερέσι διάθεσιν· σκότος γὰρ τοῖς ἐν ὀδύναις τὸ φῶς νενόμισται.
- 9.3.1
Ἐξῆλθον ἀκρίδες.
- 9.3.2
Τὸ τὰς νοητὰς ἀκρίδας πλήττειν τοὺς ἀνθρώπους κατὰ τῶν σκορπίων ὁμοίωσιν, δηλοῖ τὸ ἐν τῷ τέλει τῶν πράξεων τῶν πονηρῶν, τὸν βλαπτικὸν τῆς ψυχῆς ἐγκεκρύφθαι θάνατον, ὃν ὑφίστανται οἱ μὴ σεσημειωμένοι τῇ θείᾳ σφραγῖδι τὰ μέτωπα, καὶ τῷ φωτισμῷ τοῦ ζωοποιοῦ σταυροῦ διὰ Πνεύματος Ἁγίου περιλαμπόμενοι. τοὺς δὲ πέντε μῆνας τοῦ βασανισμοῦ αὐτῶν σημαίνειν, ἣ τὸ τοῦ χρόνου μικρὸν, “ εἰ γὰρ μὴ ἐκολοβώθησαν,’ φησὶν ὁ Κύριος, “ “ ἡμέραι ἐκεῖναι, οὐκ ἃν ἐσώθη πᾶσα σάρξ· ἣ χρόνον τινὰ διὰ τὰς πέντε αἰσθήσεις, δι’ ὧν ἡ ἁμαρτία τοῖς ἀνθρώποις εἰσέρπει· ἢ καιρὸν ὡρισμένον, Θεῷ δὲ μόνῳ γνωστόν.
- 9.6.1
Καὶ ἐν ταῖς ἡμέραις.
- 9.6.2
Καὶ διὰ τούτων ἡ ὑπερβολὴ σημαίνεται τῶν κολάσεων· ἔθος γὰρ τοῖς ἐν ὀδύναις ἐπικαλεῖσθαι τὸν θάνατον. τὸ δὲ τοῖς αἰτοῦσι τοῦτον ἀνωδύνως μὴ παραγίνεσθαι, τῶν θείων κριμάτων ἤρτηται, οἷς λυσιτελὲς κρίνεται τῇ πικρίᾳ τῶν ὀδυνηρῶν ἐπιφορῶν στυγητὴν γενέσθαι τοῖς ἀνθρώποις τὴν ἁμαρτίαν, ὡς τούτων μητέρα καὶ πρόξενον.
- 9.7.1
Καὶ τὰ ὁμοιώματα.
- 9.7.2
Καὶ διὰ τούτων ὁμοίως καὶ τῶν ἐφεξῆς λεχθησομένων τὰς ῥηθείσας ἀκρίδας, τιμωρητικοὺς θείους Ἀγγέλους τινὲς ἐξέλαβον, παραβολικῶς ἐξ ἑκάστου τῶν εἰρημένων τροπολογουμένους, ἣ διὰ τὸ φοβερὸν καὶ καταπληκτικὸν, ἢ διὰ τὸ ταχὺ, ἢ διὰ τὸ κολαστικὸν τοῖς ἀξίοις ἐπάγειν τὴν ἐν γεέννῃ κόλασιν.
- 9.7.3
Ἄλλοι δὲ διὰ τούτων τῶν ἀκρίδων τοὺς πονηροὺς μᾶλλον νοεῖσθαι δαίμονας εἰρήκασιν, τοὺς ἡτοιμασμένους εἰς τὸν κἀς ἡμῶν πόλεμον· καὶ ἐπὶ τῶν κεφαλῶν στεφάνους χρυσοειδεῖς τῆς καθ’ ἡμῶν νίκης φέροντας, οἵους ἡμεῖς ὅταν ἡττηθῶμεν τὴν κακὴν νίκην δι’ ἡδονῆς νικῶντες, στέφεσθαι νομίζομεν. τὰς δὲ τρίχας τῶν γυναικῶν σημαίνειν, τὸ ἡδυπαθὲς τῶν δαιμόνων καὶ πρὸς πορνείαν διεγερτικόν. τοὺς δὲ λεοντιαίους ὀδόντας, τὸ φονικὸν καὶ ἰοβόλον· τοὺς δὲ θώρακας τὸ σκληροκάρδιον.
- 9.9.1
Καὶ ἡ φωνὴ τῶν πτερύγων.
- 9.9.2
Τὴν φωνὴν τῶν πτερύγων τῶν νοητῶν ἀκρίδων ἀπεικασθείσῃ φωνῇ ἁρμάτων πολλῶν πολεμικῶν νομίζομεν, διὰ τὸ μετάρσιον αὐτῶν καὶ ὀξύ· πολεμοῦσι γὰρ ἡμᾶς ἀπὸ ὕψους, ὥς φησιν Δαβίδ. τὰς δὲ ὁμοιωθείσας σκορπίοις οὐρὰς αὐτῶν, τὰ τῶν ἁμαρτιῶν τέλη αἰνίττεσθαι τίκτοντα τὸν ψυχικὸν θάνατον. ἡ γὰρ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον· δι’ ἧς ἡ πεντάμηνος βάσανος τοῖς ἀνθρώποις ἐπάγεται, διά τε τὰς πέντε αἰσθήσεις, διά τε τὸ τοῦ χρόνου ὀλίγον, τῷ μέλλοντι αἰῶνι συγκρινόμενον. τὸν δὲ βασιλέα τούτων, τὸν διάβολον νοεῖσθαι ἀκόλουθον, τὸν ἀληθῶς τοὺς αὐτῷ πειθομένους ἀπολλύοντα· πρὸς ὃν ὅπως ἄσπονδον ἀναλάβωμεν πόλεμον, ἀπειλεῖ ἡμῖν τὰς δύο οὐαὶ μετὰ ταῦτα ἐλεύσεσθαι.
- 9.13.1
Καὶ ὁ ἕκτος Ἄγγελος.
- 9.13.2
Τούτους φασί τινες τοὺς τέσσαρας Ἀγγέλους, Μιχαὴλ εἶναι, καὶ Γαβριὴλ, καὶ Οὐριὴλf, καὶ Ῥαφαὴλ, τοὺς προδεδειγμένους τῇ εὐφροσύνῃ τῆς θείας θεωρίας, ἀπολύεσθαι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως μετὰ ἀναριθμήτων Ἀγγέλων εἰς τὴν τῶν ἀσεβῶν κατάκρισιν, δι’ ὧν τὸ τρίτον ἀφανίζεται.
- 9.13.3
Ἄλλοι δὲ πονηροτάτους εἶναι δαίμονας φασὶ, δεθένταςg ἐν τοῦ Χριστοῦ παρουσίᾳ, οὓς κατὰ θεῖον πρόσταγμα ἐκ τοῦ ὑπερουρανίου θυσιαστηρίου ἐξερχόμενος Ἄγγελος λύει, ἤτοι τὸν ἐν τῇ παλαιᾷ σκηνῇ ἀντίτυπον, ὑπὸ θείου Ἀγγέλου λύεσθαι· ὥστε ταράξαι τὰ ἔθνη, μὴ μόνον κατὰ Χριστιανῶν, ἀλλὰ καὶ κατ’ ἀλλήλων· ὡς ἃν οἱ δόκιμοι καὶ πιστοὶ φανεροὶ γένωνται, καὶ μειζόνων ἀμοιβῶν καὶ τῶν ἄνω μόνων ἄξιοι. οἱ δὲ χοιρώδεις ἀσεβεῖς καὶ λίαν ἁμαρτωλοὶ καὶ ἀμετανόητοι ἐνδίκως ἐνταῦθα δι’ αὐτῶν κολαζόμενοι, ἡμερωτέρας τῆς καταδίκης ἐν τῇ κρίσει τύχωσιν. εἰ δὲ τῷ Εὐφράτῃ προσδέδενται, οὐδὲν ξένον. οἱ μὲν γὰρ εἰς τὴν ἄβυσσον, οἱ δὲ εἰς τοὺς χοίρους τότε, οἱ δὲ εἰς ἑτέρους τόπους κατὰ τὸ παραστάνον h τῷ Θεῷ ἄχρι καιροῦ κατεδικάσθησαν. μετὰ δὲ τὸν παντελῆ αὐτῶν κατὰ ἀνθρώπων πόλεμον, ἄγονται αἰωνίως κολασθησόμενοι. ἴσως δὲ διὰ τῆς τοῦ Εὐφράτου μνήμης δηλοῦται, ἐκ τῶν μερῶν ἐκείνων ἐξιέναι τὸν Ἀντίχριστον. περὶ δὲ τοῦ πλήθους τῶν δαιμόνων ἀμφιβάλλειν οὐ χρή. πάντα γὰρ τὸν ἀέρα πεπληρῶσθαι αὐτῶν ἔφασαν τινὲς τῶν ἁγίων.
- 9.17.1
Καὶ οὕτως εἶδον τοὺς ἵππους.
- 9.17.2
Ἵππους οἶμαι λέγεσθαι τοὺς θηλυμανεῖς καὶ κτηνώδεις ἀνθρώπους, ἢ τοὺς ὑποβεβηκότας καὶ ἀρχομένους ἐν τοῖς δαίμοσιν, ἐπιβάτας δὲ τοὺς τούτων κατάρχοντας· ἔθος γὰρ τούτοις οὐ μόνον ἀλλήλοις ὑπηρέταις, ἀλλὰ καὶ πονηροῖς ἀνθρώποις ὀργάνοις πρὸς τὴν τῶν ὁμοφύλων ἐπιβουλὴν κεχρῆσθαι. τοὺς δὲ πυρίνους καὶ ὑακινθίνους πυρώδεις θώρακας, τῆς ἀερίου τῶν πονηρῶν πνευμάτων οὐσίας, καὶ τῆς κακίστης ἐνεργείας εἰναι σημαντικοὺς φαμέν. αἱ δὲ κεφαλαὶ τῶν λεόντων τὸ φονικὸν αὐτῶν καὶ θηριῶδες αἰνίττεται. τὸ δὲ ἐκπορευόμενον πῦρ σὺν καπνῷ καὶ θείῳ ἐκ τοῦ στόματος αὐτῶν, δι’ οὗ τὸ τρίτον τῶν ἀνθρώπων ἀποκτείνεσθαι ἠπείληται, ἢ τὰς τῶν ἰοβόλων αὐτῶν προσβολῶν καὶ εἰσηγήσεων ἁμαρτίας τοὺς καρποὺς τῆς καρδίας φλογιζούσας αἰνίττεται, ἣ τὰς ἐκ τῶν βαρβαρικῶν χειρῶν ἐπαγομένας πυρπολήσεις ταῖς πόλεσι καὶ αἱματεκχύσεις κατὰ θείαν συγχώρησιν, δι’ ὧν τὸ τρίτον μέρος τῶν ἀνθρώπων ἠφάνισται. καλῶς δὲ τὰς οὐρὰς αὐτῶν ὁμοίας φησὶν ὄφεσιν. τὰ γὰρ βέλη τῶν δαιμονικῶν ὑποσπορῶν ἰοβόλος ἁμαρτία καὶ ψυχικὸς θάνατος.
- 9.20.1
Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων.
- 9.20.2
Καὶ τοῦτο τῶν προηγουμένων ἤρτηται· εἰπὼν γὰρ ἀνωτέρω ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀποκτανθῆναι τὸ τρίτον τῶν ἀνθρώπων, καὶ ἐν τῷ μεταξὺ παρενθεὶς τινὰ ἐπήγαγε, “ καὶ οἱ λοιποὶ τῶν “ ἀνθρώπων,” ὅσοι φειδοῦς ἀξιωθέντες καὶ ταῦτα μὴ πεπονθότες ἀμετανόητοι μεμενήκασι, μήτε εἰδωλολατρίᾳ μήτε τοῖς φόνοις καὶ ταῖς πορνείαις καὶ τοῖς κλέμμασιν αὐτῶν καὶ ταῖς γοητείαις ἀποταξάμενοι τοῖς αὐτοῖς ὑποκείσονται. δηλοῦται δὲ ἐκ τούτων παγκόσμιον τὴν ὀργὴν ἐπάγεσθαι. ποικίλη γὰρ πλάνη βακχεύει ἐν τοῖς μὴ ἐπεγνωκόσι τὴν ἀλήθειαν ἔθνεσι, τοῖς μὲν εἴδωλα προσκυνοῦσι, τοῖς δὲ κτίσιν ἀντὶ τοῦ κτίσαντος, κἀν τὰ μάλιστα καὶ τοῖς τὸν Θεὸν ὁμολογοῦσιν εἰδέναι, ἀρνουμένοις δὲ δι’ ἔργων· καὶ τὴν μὲν μόρφωσιν τῆς εὐσεβείας περικειμένοις, τὴν δὲ δύναμιν αὐτῆς ἀρνουμένοις.
- 10.1.1
Καὶ εἶδον ἄλλον. Ἄγγελον.
- 10.1.2
Τοῦτον ἅγιον Ἄγγελον νοεῖσθαι, ἥ τε νεφέλη καὶ ἡ ἴρις καὶ τὸ ἡλιοπρεπὲς φῶς ἐμφαίνουσιν. διὰ τούτων γὰρ τὸ οὐράνιον καὶ ποικίλον ἐν ἀρεταῖς καὶ τὸ φωτεινὸν τῆς ἀγγελικῆς οὐσίας τε καὶ νοήσεως δείκνυται. οἱ δὲ τοῦ πυρὸς στῦλοι, τὸ φοβερὸν καὶ κολαστικὸν κατὰ τῶν ἀνοσιουργῶν σημαίνουσι, τῶν τε ἐν γῇ λῃστευόντων, τῶν τε ἐν θαλάσσῃ πειρατευόντων· διὸ τῇ μὲν τὸν δεξιὸν πόδα, τῇ δὲ τὸν ἀριστερὸν ἐπέθηκεν, ἵνα τῶν ἐν ἑκατέρᾳ παρανόμων τὴν δίκην αἰνίξηται· τὸ δὲ βιβλίον ἅτε μικρὸν ὂν καὶ ὑποκοριστικῶςf λεχθὲν, τῶν σφόδρα πονηροτάτων τὰ ὀνόματα τὰς πράξεις περιέχειν φαίνεται, οἷον τῶν ἐν γῇ λῃστευόντων, ἣ ἑτέρως ἀνοσιουργούντων, καὶ τῶν ἐν θαλάσσῃ πειρατευόντων, ὧν τὴν κόλασιν αἰνίττεται, τοὺς πόδας ἐκτείνων ἔπι τε τῆς γῆς ἐπί τε τῆς θαλάσσης ὁ Ἄγγελος.
- 10.3.1
Καὶ ἔκραξε φωνή.
- 10.3.2
Ἡ φωνὴ δὲ τοῦ Ἀγγέλου βρυχμῷ λέοντος ἀφωμοιωμένη, τὸ φοβερὸν καὶ ἀνύποιστον τῆς αὐτοῦ ἀπειλῆς ἐνδείκνυται. τὰς δὲ ἑπτὰ βροντὰς ἡγούμεθα, ἢ ἑπτὰ φωνὰς νοεῖσθαι ἐξ ἑνὸς διαρθρουμένας Ἀγγέλου, ἢ ἑπτὰ ἑτέρους ἁγίους Ἀγγέλους, τὰ μέλλοντα προαγορεύοντας, ὡς ἐντεῦθεν δηλοῦσθαι τοῦ προτέρου Ἀγγέλου τούτους εἷναι δευτερεύοντας, καὶ ἐκεῖθεν τὴν ἀφορμὴν τοῦ προφητεύειν λαμβάνοντας.
- 10.4.1
Καὶ ὅτε ἐλάλησαν.
- 10.4.2
Καὶ διὰ τούτων δείκνυται ἄδηλα εἶναι νῦν τὰ δι’ αὐτῆς τῆς πείρας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως ἑρμηνευόμενα, ἐξ ὧν ἐκ τῆς οὐρανίου φωνῆς ὁ Εὐαγγελιστὴς ἔμαθεν, τῇ μὲν διανοίᾳ τὰς φωνὰς ἐνσημήνασθαι, τὴν δὲ τελείαν κατάληψιν, καὶ τὴν τρανὴν τούτου διασάφησιν τοῖς τελευταίοις χρόνοις ταμιεύεσθαι· ἐσφραγισμένους γὰρ καὶ ἐμπεφραγμένους τοὺς τοιούτους λόγους, καὶ ὁ Δανιὴλ ἐδιδάσκετο.
- 10.5.1
Καὶ ὁ Ἄγγελος ὃν εἶδον.
- 10.5.2
Κύριος μὲν κα οὐδενὸς ἔχων μείζονος ὀμόσαι, καθ’ ἑαυτοῦ ὄμνυσιν, Ἄγγελοι δὲ ὡς κτίσματα, κατὰ τοῦ κτίσαντος, τὰ ὑπ’ αὐτῶν λεγόμενα διὰ τὴν ἡμετέραν ἀπιστίαν πιστούμενοι· ὄμνυσι δὲ χρόνον μηκέτι εἶναι ἢ ἐν τῷ μέλλοντι, ἐν ᾧτ’ οὐ χρόνον ἡλίῳ μετρούμενον, ἀλλὰ ζωὴ αἰώνιος, ἀριθμὸν χρονικὸν ὑπερβαίνουσα. ἣ χρόνος μακρὸς οὐκ ἔσται μετὰ τὰς ἓξ φωνὰς τοῦ Ἀγγέλου τοῦ πληρωθῆναι τὰ προφητευθέντα.
- 10.7.1
Ἀλλ’ ἐν ταῖς ἡμέραις.
- 10.7.2
Ἐκ τούτων σημαίνειν οἶμαι τὴν τῶν ἓξ αἰώνων παραδρομὴν ἐν ταῖς ἡμέραις τοῦ ἑβδόμου αἰῶνος· διὰ τῆς ἑβδόμης σημαινομένης σάλπιγγος, τὰ ἐκ τῶν ἁγίων προφητῶν εἰρημένα πρὸ τῆς συντελείας συμβήσεσθαι πέρας δέχεσθαι. εὐαγγελισμὸς δὲ ἡ τούτων ἐκπλήρωσις, διὰ τὴν ἡτοιμασμένην τοῖς ἁγίοις ἀνάπαυσιν.
- 10.8.1
Καὶ ἡ φωνὴ ἢν ἤκουσα.
- 10.8.2
Κἀνταῦθα ἄλλη τις ἀγγελικὴ ὑπερτέρα δύναμις τῷ εὐαγγελιστῇ ἐγκελεύεσθαι φαίνεται, διὰ τῆς βίβλου τὴν γνῶσιν τῶν χρησμοδοτηθέντων ὑποδέξασθαι.
- 10.9.1
Καὶ λέγει μοι, λάβε.
- 10.9.2
Γλυκεῖα μέν σοι, φησὶν, ἡ τῶν μελλόντων γνῶσις, πικρανεῖ δέ σου ὅμως τὴν κοιλίαν, δηλαδὴ τὴν καρδίαν, τὴν τῶν λογικῶν τροφῶν χωρητικὴν, τῇ συμπαθείᾳ τῶν τὰς θεηλάτους κατὰ θεῖον κρίμα δεχομένας μάστιγας. νοεῖται δὲ καὶ ἑτέρως. ἐπείπερ ἅγιος ὢν, τῇ πείρᾳ τῶν πράξεων οὐκ ἐγεύσατο, διὰ τῆς τοῦ βιβλίου καταπόσεως, τοῦ τὰς πράξεις τῶν ἀνοσιουργῶν περιέχοντος· τὸ ἐν ἀρχαῖς τῆς ἁμαρτίας γλυκὺ, πικρὸν δὲ μετὰ τὴν πρᾶξιν διὰ τὴν ἀμοιβὴν διδάσκεται.
- 10.9.3
Γλυκεῖα ἡ βίβλος ἐν τοῖς προοιμίοις διὰ τὰ φαιδρὰ, ἐπίπονος δὲ πρὸς τὰ τέλη διὰ τὰς πληγὰς, ὥσπερ καὶ ἡ ἁμαρτία γλυκεῖα τῇ γεύσει, πικρὰ δὲ τῇ πέψει, καὶ τῇ ἀναδόσει. συμπαθεῖς δὲ ὄντες οἱ ἅγιοι, μετὰ χαιρόντων χαίρουσι, καὶ μετὰ κλαιόντων κλαίουσι.
- 10.10.1
Καὶ ἔλαβον τὸ βιβλίον.
- 10.10.2
Διὰ τούτου δείκνυται, ἢ τὸ μὴ εὐθέως μετὰ τὴν ὅρασιν τῆς θείας Ἀποκαλύψεως τὰ ὁραθέντα πέρας δέχεσθαι, ἀλλὰ δεῖν τὸν μακάριον διά τε τοῦ Εὐαγγελίου, τε τῆς παρούσης Ἀποκαλύψεως, μέχρι συντελείας προφητεύειν τὰ μέλλοντα τοῖς ἀναγινώσκουσιν, ἣ τὸ μήπω τοῦτον θανάτου γεύσασθαι. ἐπὶ τέλει δὲ ἐλεύσεσθαι τῆς ἀπάτης τοῦ Ἀντιχρίστου τὴν παραδοχὴν κωλύσονται.
- 10.11.1
Καὶ λέγουσί μοι, δεῖ σε.
- 10.11.2
Διὰ τοῦ καλάμου τούτου δείκνυται πάντα νοερὰ εἶναι τὰ ἐν οὐρανοῖς φαινόμενα, καὶ τὰ παρ’ ἡμῖν ἄψυχα, ὥσπερ καὶ τὸ θυσιαστήριον καὶ ὁ θρόνος καὶ ἕτερα τινά· ἐπεὶ πῶς ὁ δοθεὶς αὐτῷ κάλαμος ἔλεγε, “ ἔγειραι καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ·” οὗ δείκνυται, ἀγγελικῇ συνέσει ἐκμετρεῖν τὸν ναὸν τοῦ Θεοῦ. εἰ δέ τις εἴποι ὑπὸ τοῦ αὐτοῦ Ἀγγέλου καὶ τὸν κάλαμον δεδόσθαι αὐτῷ, καὶ ἀκηκοέναι “ ἔγειραι καὶ μέτρησον τὸν ναὸν τοῦτον, τὸν κάλαμον μέτρον δηλοῦν γνώσεως, ἀναλογοῦν τῷ λαμβάνοντι, ἧς ἀξιοῦνται οἱ παρὰ Θεοῦ καὶ τῶν θείων Ἀγγέλων, δι’ ἔργων ἀγαθῶν γινωσκόμενοι, κατὰ τὸ, “ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.”
- 11.1.1
Καὶ ἐδόθη μοι κάλαμος.
- 11.1.2
Ἰστέον δὲ ὥς τινες τὸν μὲν τοῦ Θεοῦ ναὸν, τὴν παλαιὰν διαθήκην ἐνόησαν, τὴν δὲ αὐλὴν, τὴν νέαν, διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ σωζομένων οὖσαν ἀμέτρητον· τοὺς δὲ τεσσαράκοντα δύο μῆνας, σημαντικοὺς τῆς τοῦ χρόνου βραχύτητος, ὧν κρατοῦσι τὰ τῆς νέας διαθήκης μυστήρια, μέχρι τῆς δευτέρας Χριστοῦ παρουσίας ὑπέλαβον. ἄλλοι δὲ ναὸν Θεοῦ ζῶντος, τὴν Ἐκκλησίαν φασὶ προσαγορεύεσθαι, ἐν ᾗ θυσίας λογικὰς τῷ Θεῷ προσφέρομεν· αὐλὴν δὲ ἐξωτέραν, τὴν τῶν ἀπίστων ἐθνῶν ἣ Ἰουδαίων συναγωγὴν, ὡς ἀναξίαν ὑπ’ Ἀγγέλου μετρηθῆναι διὰ τὴν ἀσέβειαν. τοὺς γὰρ παρανόμους ἀγνοεῖν λέγεται ὁ Θεός. τὸ δὲ πατεῖσθαι τὴν ἁγίαν πόλιν, εἴτε τὴν νέαν Ἱερουσαλὴμ, εἴτε τὴν καθολικὴν Ἐκκλησίαν μῆνας μβ ὑπὸ τῶν ἐθνῶν, σημαίνειν οἰμαι ἐν τῇ παρουσίᾳ τοῦ Ἀντιχρίστου, γg ἔτη τοὺς πιστοὺς καὶ δοκίμους πατεῖσθαι καὶ διώκεσθαι.
- 11.3.1
Καὶ δώσω τοῖς δυσί.
- 11.3.2
Τούτους τὸν Ἑνὼχ καὶ Ἠλίαν πολλοὶ τῶν διδασκάλων ἐνόησαν, καιρὸν θεόθεν ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ληψομένους ἐπὶ ἔτη η ἀπὸ τξ ἡμερῶν ἀριθμούμενα, καὶ διὰ τῆς παραβολῆς τῶν σάκκων τὸ σκυθρωπὸν καὶ πένθους ἄξιον ἐπὶ τοῖς ἀπατωμένοις ἐμφαίνοντας, καὶ τοὺς τότε εὑρισκομένους τῆς πλάνης τοῦ Ἀντιχρίστου ἀπάγοντας.
- 11.5.1
Καὶ εἴ τις θέλει αὐτούς.
- 11.5.2
Ἐπειδὴ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους πάντων τῶν φαρμάκων καὶ ἐπαοιδῶν ἔσται ὁ ψευδόχριστος περιφανέστερος, ἅτε πᾶσαν τὴν τοῦ διαβόλου δεχόμενος ἐνέργειαν, ἐν δυνάμει ἀληθινῶν σημείων καὶ τεράτων τοὺς ἁγίους τούτους καθοπλίσει ὁ Θεὸς, τῇ παραθέσει τῆς ἀληθείας καὶ τοῦ φωτὸς τὸ ψεῦδος καὶ τὸ σκότος ἀπελέγξοντας· καὶ τοὺς μὲν πεπλανημένους ἐπιστρέψοντας, διά τε φόβου διδασκαλικοῦ, διά τε μαστίγων παιδευτικῶν, ἀνομβρίας καὶ πυρὸς καὶ τῆς τῶν στοιχείων μεταποιήσεως, καὶ τῶν ὁμοίων· τὸν δὲ πλάνον παραδειγματίσοντας, καὶ μηδὲν μήτε ὑπ’ ἐκείνου μήτε ὑφ’ ἑτέρου πεισομένους ἄχρι τοῦ τῆς οἰκείας προφητείας πέρατος.
- 11.7.1
Καὶ ὅταν τελέσω.
- 11.7.2
Μετὰ τὸ διαμαρτύρασθαι αὐτούς φησι τὴν τῆς ἀπάτης ἀποφυγὴν, τὸ θηρίον, δηλαδὴ ὁ Ἀντίχριστος, ὁ ἐκ τῶν σκοτεινῶν καὶ βυθίων τῆς γῆς χωρίων ἐξιὼν, ἐν οἷς ὁ διάβολος καταδεδίκασται, ἀνελεῖ αὐτοὺς κατὰ θείαν συγχώρησιν, καὶ ἄταφα αὐτῶν καταλήψει τὰ σώματα ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ, δηλαδὴ τῇ πάλαι κατεστραμμένῃ, ἐν ἡ καὶ ὁ Κύριος πέπονθεν· ταύτῃ ὡς ἔοικεν καθιστῶν τὰ βασίλεια κατὰ μίμησιν Δαβὶδ, οὗ Ἰησοῦς ὁ Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κατὰ σάρκα γεγέννηται. ἵνα κἀν τούτῳ ἑαυτὸν εἶναι τὸν Χριστὸν πιστώσηται, πληροῦντα τὸ προφητικὸν λόγιον, τὸ φάσκον, “ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ “ πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω· πλανώμενοι Ἰουδαῖοι, εἰς τὴν ἐκείνου παρουσίαν ἐκλαμβάνουσιν.
- 11.9.1
Καὶ βλέπουσιν ἐκ τῶν λαῶν.
- 11.9.2
Οἱ ἅπαξ, φησὶ, προκατειλημμένοι τοῖς ψευδέσι τοῦ Ἀντιχρίστου τέρασι, καὶ τὸ θεοστυγὲς αὐτοῦ ὄνομα ταῖς καρδίαις ἀνεξάλειπτον ἐγγράψαντες, ἔκ τε Ἰουδαίων, ἔκτε ἐθνῶν, ταφῆναι μὲν τὰ ἅγια σώματα κωλύσουσιν, ἐπὶ δὲ τῇ ἀπαλλαγῇ τῶν μαστίγων, ἃς πρὸς ἐπιστροφὴν προσέφερον, εὐφρανθήσονται.
- 11.11.1
Καὶ μετὰ τὰς τρεῖς ἡμέρας.
- 11.11.2
Ἰσαρίθμους ἡμέρας τοῖς ἔτεσι τῆς αὐτῶν προφητείας νεκρωθέντες φησὶν, ἀναστήσονται, καὶ εἰς οὐρανὸν ἐν τῷ δεσποτικῷ ὀχήματι τῇ νεφέλῃ ἀνελεύσονται, φόβος καὶ κατάπληξις τοῖς ὁρῶσι γινόμενοι.
- 11.12.1
Καὶ ἐθεώρησαν αὐτούς.
- 11.12.2
Ἴσως μὲν αἰσθητῶς τότε ταῦτα γενήσεται, νοητῶς δὲ τὸν σεισμὸν τὴν τῶν σαλευομένων μετάθεσιν ἐπὶ τὸ σταθερὸν καὶ βέβαιον δηλοῦν νομίζομεν. τὸ δέκατον δὲ τῆς πόλεως πίπτειν τῷ τῆς ἀσεβείας πτώματι, μήτε τῇ ἐκείνων ἁρπαγῇ σωφρονιζόμενον, ὡς τῶν λοιπῶν σωθησομένων· αἱ γὰρ ἑπτὰ χιλιάδες ἀναιρούμεναι, τοὺς τῷ ἑβδοματικῷ τοῦ παρόντος βίου χρόνῳ προστετηκότας, καὶ τὴν ὀγδόην τῆς ἀναστάσεως μὴ ἀναμένοντας, σημαίνειν φαίνονται οὓς καὶ ἀποκτανθῆναι ἐπάναγκες, τὸν ἐν γεέννῃ δεύτερον θάνατον τὴν αἰώνιον κόλασιν, ἢ τυχὸν ἑπτακισχίλιοι ἔσονται οἱ ἐξ Ἰουδαίων τῷ Ἀντιχρίστῳ πειθόμενοι.
- 11.13.1
Καὶ οἱ λοιποὶ ἔμφοβοι.
- 11.13.2
Μαστιζομένων τῶν ἀπίστων καὶ δοξαζομένων τῶν μαρτύρων χριστοῦ, οἱ ἄξιοι, φησὶ, τῆς σωτηρίας τὸν Θεὸν δοξάσουσι· μετὰ δὲ τὰς δύο, φησὶν, οὐαὶ, ἡ τρίτη ἔρχεται, ἡ διὰ τῆς ζ σάλπιγγος.
- 11.15.1
Καὶ ὁ ἕβδομος Ἄγγελος.
- 11.15.2
Κἀνταῦθα πάλιν τοὺς ἁγίους Ἀγγέλους καὶ τοὺς εὐαγγελικῶς πολιτευομένους εὐχαριστίαν ἀναπέμπειν τῷ Θεῷ, φησιν, ὅτι ἣν ὁ Θεὸς, ὡς Θεὸς, ἐξ ἀρχῆς βασιλείαν ἐκέκτητο, λαβεῖν δι’ ἡμᾶς ὡς ἄνθρωπος ἠξίωσεν· τοῖς δὲ ἀπίστοις ἔθνεσιν, ἐπὶ τοῦτο ὀργισθεῖσιν, ὡς ἂν προσφάτῳ καὶ ξένῃ διδαχῇ μακροθυμήσας, ἐπὶ τέλει τὴν δίκην ἐπήγαγε. Καὶ ἦλθεν ἡ ὀργή σου. Καιρὸν τῶν νεκρῶν φησὶ, τὸν καιρὸν τῆς τῶν νεκρῶν ἀναστά- σεως, ἐν ᾧ ἑκάστῳ κατάλληλα δοθήσεται τὰ ἐπίχειρα· διὰ δὲ τῶν προφητῶν καὶ ἁγίων καὶ τῶν φοβουμένων τὸν Θεὸν, τὰ τρία εἰκὸς νοεῖσθαι τάγματα τῶν ἐν ἑκατὸν καρποφορούντων καὶ ἐν ξ καὶ λ, τῶν Ἀποστόλων ὁμολογουμένως τῆς πρώτης τευξομένων λήξεως, καὶ τῆς ἐπὶ ιβ θρόνων ἱδρύσεως· μικροὺς δὲ καὶ μεγάλους, εἴτε τοὺς ἧττον ἁγίους καὶ τοὺς μᾶλλον τούτων ὑπερέχοντας, εἴτε μικροὺς ὡς ἐξουθενημένους τοὺς ἁμαρτωλοὺς, μεγάλους δὲ τοὺς δικαίους φασὶν εἰρῆσθαι.
- 11.19.1
Καὶ ἠνοίγη ὁ ναός.
- 11.19.2
Διὰ τῆς ἀνοίξεως τοῦ οὐρανοῦ καὶ τῆς ὁράσεως τῆς κιβωτοῦ τῶν ἡτοιμασμένων ἀγαθῶν τοῖς ἁγίοις δηλοῦται ἡ Ἀποκάλυψις, ἅπερ ἐν τῷ χριστῷ, ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, πάντα κέκρυπται· τότε δὲ ἀποκαλυφθήσεται, ὅτε τοῖς ἀνόμοις καὶ ἀσεβέσι φωναὶ καταπληκτικαὶ καὶ ἀστραπαὶ καὶ βρονταὶ ἐλεύσονται, καθάπερ χάλαζα ἐπομβρύουσα τούτους τὰ τῆς γεέννης κολαστήρια, ἐν τῷ σεισμῷ τῆς τῶν παρόντων μεταθέσεως.
- 12.1.1
Καὶ σημεῖον μέγα ὤφθη.
- 12.1.2
Ταύτην τινὲς δι’ ὅλου τὴν θεοτόκον νενοήκασι, πρὶν ἢ γνωσθῆναι αὐτῇ τὸν θεῖον τόκον, παθοῦσαν τὰ ἐχόμενα. ἄλλος δὲ εἰς τὴν Εκκλησίαν τοῦτο ἐξέλαβεν, ἀνάρμοστα τῇ γεννήσει τῇ δεσποτικῇ τὰ περὶ αὐτῆς ἡγησάμενος, διὰ τὸ ἤδη πρὸ πολλοῦ τετέχθαι τὸν Κύριον. γυνὴ οὖν ἡ περιβεβλημένη τὸν ἥλιόν ἐστιν ἡ Ἐκκλησία, ὃ δὲ ἡμῖν ἐσθὴς, τοῦτο ἐκείνῃ τὸ φῶς· ὃ δὲ ἡμῖν χρυσὸς ἢ λίθος διαφανὴς, τοῦτο ἐκείνῃ τὰ ἄστρα. ἐπιβέβηκε δὲ ἐπὶ σελήνης· σελήνη τροπικῶς ἡ πίστις τῷ τῶν ἀποκαθαιρομένων τὴν φθορὰν τὸ ἐκ τῆς σελήνης ἠρτῆσθαι τὴν ὑγρὰν ὠδίνουσαν καὶ ἀναγεννῶσαν τοὺς ψυχικοὺς εἰς πνευματικοὺς, καὶ τὴν καθ’ ὁμοίωσιν ἰδέαν αὐτοὺς καὶ μόρφωσιν μορφοῦσαν τοῦ Χριστοῦ· ὥστε ἐν ἑκάστῳ ἡμῶν γεννᾶσθαι τὸν Χριστὸν νοητῶς. καὶ διὰ τοῦτο ἡ Ἐκκλησία σπαργανοῖ καὶ ὠδίνει, ἄχρις ἃν μορφωθῇ ὁ Χριστὸς ἐν ἡμῖν, ὅπως ἕκαστος τῷ μετέχειν Χριστοῦ, Χριστὸς γένηται. ἡ Ἐκκλησία τοίνυν τὸν ἥλιονh τῆς δικαιοσύνης περιβέβληται καὶ τὸ νομικὸν φῶς τῆς νυκτοφαοῦς σελήνης, καὶ τὴν ὡς σελήνην ἀλλοιουμένην κοσμικὴν ζωὴν ὑπὸ τοὺς πόδας κέκτηται, καὶ ἐπὶ τῆς κεφαλῆς τὸν τῶν ἀποστολικῶν δογμάτων τε καὶ ἀρετῶν περίκειται στέφανον. ὠδίνει i δὲ καθ’ ἕκαστον τῶν ἀναγεννωμένων δι’ ὕδατος καὶ πνεύματος ἡ Ἐκκλησία, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς, διὰ τὸ ἀμβλώματα εἶναι τοὺς ἐκ τοῦ ἀληθινοῦ φωτὸς Χριστοῦ ἐκπίπτοντας, καὶ σύνδρομον τῇ ζωῇ τὸν διὰ ἀπιστίας ὑπομένοντας θάνατον.
- 12.3.1
Καὶ ὤφθη ἄλλο σημεῖον.
- 12.3.2
Οὐρανὸν ἐνταῦθα τὸν ἀέρα φησι, δράκοντα δὲ πυρρὸν τὸν διά- βόλον· πυρρὸν διὰ τὸ φονικὸν αὐτοῦ καὶ αἱμοχαρὲς, ἢ διὰ τὸ πυρῶδες τῆς ἀγγελικῆς οὐσίας. ἑπτὰ δὲ κεφαλὰς, τὰς ζ πονηροτέρας αὐτοῦ δυνάμεις καὶ ταῖς πνευματικαῖς ἐνεργείαις ἐναντίας, ἢ τὰ ζ πνεύματα, ἅπερ ἐν Εὐαγγελίοις εἴρηκεν ὁ Χριστός. τὰ δὲ κέρατα δηλοῦσιν ἢ τὰ ἀντιδιαστελλόμενα ταῖς νομικαῖς ἐντολαῖς πλημμελήματα, ἢ τὰς διαιρέσεις τῆς βασιλείας αὐτοῦ. διότι οἱ ταῖς δαιμονικαῖς ἐνεργείαις νικῶντες, ἐκεῖθεν τοὺς στεφάνους κομίζονται. τὸ τρίτον δὲ τῶν ἀστέρων, τοὺς περὶ ἕνα τοῦ ἀριθμοῦ τῆς τριάδος διεσφαλμένους φησίν. ἄλλος δὲ διὰ τούτων δύο τινὰ δηλοῦσθαι φησιν, ἢ τὴν προτέραν αὐτοῦ ἐξ οὐρανοῦ πτῶσιν, τὴν τοὺς σὺν αὐτῷ ἀποστάτας Ἀγγέλους διὰ τοῦ ἐσχάτου κινήματος τοῦ φθόνου δι’ ἔπαρσιν κατασύρασαν, ἢ τὴν μετὰ τὸ θλασθῆναι τὴν κεφαλὴν αὐτοῦ οὐραίαν κίνησιν, τοὺς ἀστηρίκτους κατενεγκοῦσαν ἐκ τοῦ οὐρανίου φρονήματος, ἀστέρας τροπικῶς ὀνομασθέντας, διὰ τὴν ἐκ τοῦ βαπτίσματος λαμπρότητα.
- 12.4.1
Καὶ ὁ δράκων ἕστηκεν.
- 12.4.2
Τοῦτο φησὶν, ὅτι ἀεὶ ὁ ἀποστάτης ἀντικρὺ τῆς Ἐκκλησίας ὁπλίζεται τοὺς ἀναγεννωμένους κατὰ καιρὸν ἐξ αὐτῆς οἰκεῖον βρῶμα ποιεῖσθαι ὀρεγόμενος. μᾶλλον δὲ διὰ τῆς Ἐκκλησίας καὶ αὐτὸν τὸν Χριστὸν διώκων ὡς κεφαλὴν αὐτῆς, καὶ τὰ τῶν πιστῶν οἰκειούμενον.
- 12.5.1
Καὶ ἔτεκεν υἱὸν ἄρρενα.
- 12.5.2
Διηνεκῶς ἡ Ἐκκλησία διὰ τῶν βαπτιζομένων τὸν Χριστὸν γεννᾷ, ὡς ἐν ἐκείνοις μορφούμενον ἄχρι τῆς συμπληρώσεως τῆς πνευματικῆς ἡλικίας. ἄρρην δὲ ὁ τῆς Ἐκκλησίας υἱὸς λαὸς καὶ ταῖς ἡδοναῖς ἀσύλητος k, δι’ οὗ καὶ ἤδη μὲν ταῖς τῶν δυνατῶν Ρωμαίων χερσὶ, ταῖς κραταιαῖς ὡς ὁ σίδηρος, ἐποίμανε τὰ ἔθνη Χριστὸς ὁ Θεὸς ἡμῶν. ποιμανεῖ δὲ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, κριτὰς καθιστῶν τοὺς ἰσχυροὺς τῇ πίστει, ὡς σίδηρον, κατὰ τῶν εὐθρύπτων καὶ ἀσθενῶν σκευῷν τῶν ἐθνῶν δι’ ἀπιστίαν ὄντων.
- 12.5.3
Καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς.
- 12.5.4
Ἁρπάζονται μέν φησι, τὰ τέκνα τῆς Ἐκκλησίας, τουτέστιν οἱ ἅγιοι ἐν πειρασμοῖς ἐνταῦθα, ἁρπαγήσονται δὲ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ σὺν τῷ Θεῷ καὶ τῷ θρόνῳ αὐτοῦ ταῖς ὑπερτάταις ἀγγελικαῖς δυνάμεσι συνέσονται.
- 12.6.1
Καὶ ἡ γυνὴ ἔφυγεν.
- 12.6.2
Ὅτε, φησὶν, ὁ ἐν τῷ Ἀντ’ιχρίστῳ ἐνεργῶν δυνάμενος δι’ αὐτοῦ κατὰ τῆς Ἐκκλησίας παρατάξεται, οἱ ταύτης ἐκλεκτοὶ τῶν πολιτικῶν θορύβων καὶ τῶν κοσμικῶν ἡδονῶν διαπτύοντες, εἰς τὴν ἔρημον πάσης κακίας πολιτείαν φεύξονται, ἐν πάσῃ ἀρετῇ διαλάμποντες, κἀκεῖ τῶν πολεμούντων δαιμόνων τε καὶ ἀνθρώπων τὰς προσβολὰς ἐκφεύξονται. εἰκὸς δὲ καὶ τὴν αἰσθητὴν ἔρημον σώζειν τοῖς ἐν ὄρεσι καὶ σπηλαίοις διὰ τὴν τοῦ ἀποστάτου ἐπιβουλὴν φεύγουσιν. ἐπὶ ἔτη δὲ (??) τὰ ὑπὸ τῶν ᾳοξ ἡμερῶν δηλούμενα, ἐν οἷς κρατήσει ἡ ἀποστασία.
- 12.7.1
Καὶ ἐγένετο πόλεμος.
- 12.7.2
Καὶ ταῦτα τῇ τε πρώτῃ τοῦ διαβόλου ἐκπτώσει τῆς ἀγγελικῆς τάξεως, τῇ τε διὰ τοῦ δεσποτικοῦ σταυροῦ καθαιρέσει ἁρμόζειν δύναται, ὅτε τῆς ἀρχαίας τυραννίδος ἐκβέβληται· οὗ τὴν ἀλαζονείαν τοὺς θείους Ἀγγέλους ἅμα τῷ αὐτῶν ἀρχιστρατήγῳ Μιχαὴλ τῆς οἰκείας συνδιατριβῆς ἀπορρίψαι πρότερον, καθὼς ἡ ’Iεζεκιὴλ ἔφη· ἐν δὲ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τοὺς διακονουμένους αὐτῷ μετὰ τὸν πειρασμὸν εἰς τέλος νενίκηκεν. εἰ δὲ μετὰ τοῦ ἄρθρου κεῖται ὁ Σατανᾶς, οὐκ ἄλλος ὣν παρὰ τὸν διάβολον, εἰ καὶ κεῖται καθ’ ὑπερβατὸν, οἷον ὁ διάβολος καὶ ὁ Σατανᾶς, ἀλλ’ ὡς τὰ δύο καλούμενος, τὸ μὲν διὰ τὸ διαβάλλειν τὸν Θεὸν τοῖς ἀνθρώποις, ὡς τῷ Ἀδὰμ αὐτὸν βάσκανον ὑπογράψας· τὸ δὲ ὡς ἀντικείμενος καὶ τῷ δεσπότῃ καὶ τοῖς δούλοις. ἰστέον δὲ ὅτι οὐχ οὕτω τοπικὴ μετὰ τὸν σταυρὸν ἡ τοῦ διαβόλου γέγονε κατάπτωσις, ὡς ἡ τῶν προτέρων ἀνενεργησία. ία. ἔκπτωσις οὖν αὐτοῦ, ἡ τῶν πονηρῶν ἐγχειρημάτων ἀθέτησις, μετὰ τοῦ τῶν οὐρανῶν καὶ τῆς οἰκείας ἀρχῆς τελείως ἀποβεβλῆσθαι, ὡς εἴρηται.
- 12.10.1
Καὶ ἤκουσα φωνήν.
- 12.10.2
Ἡ κατηγορία καὶ ἡ διαβολὴ ἡ κατὰ τῶν ἀνθρώπων τὸν διάβο- λον, ὅπερ ἐστὶ, κέκληκεν, ὡς εἴρηται. εὐφραίνονται δὲ οἱ Ἄγγελοι ἐπὶ τῇ τούτου ἐκβολῇ· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος.
- 12.11.1
Καὶ αὐτοὶ ἐνίκησαν.
- 12.11.2
Καὶ κατηγορούμενοι παρ’ αὐτοῦ, φησὶν, οἱ ἅγιοι καὶ διαβαλ- λόμενοι πρὸς ἅπαντας ἀνθρώπους τοὺς αὐτῷ πειθομένους, ὅμως αὐτὸν νενικήκασι τοῖς ὑπὲρ Χριστοῦ πάθεσιν· εὐφραίνεσθαι δὲ τὰς ἄνω δυνάμεις ἐπὶ τῇ αὐτοῦ πτώσει, καὶ λυπεῖσθαι ἐπὶ τῇ τῶν προστετηκότων τοῖς γηίνοις ἐπιβουλῇ θεομιμήτως ἀκόλουθον· οὐαὶ δὲ τοῖς κατοικοῦσι τὴν γῆν, δηλαδὴ τοῖς μὴ ἐν οὐρανῷ ἀλλ’ ἐπὶ γῆς ἔχουσι τὸ πολίτευμα. πολλοὶ γὰρ τῶν ἐν τῇ γῇ τὸν ἐχθρὸν νικῶσι καὶ νικήσουσι, καὶ περ πλέον νῦν τοῖς ἀγωνιζομένοις θυμούμενον, διὰ τὴν ἐγγύτητα τῆς αὐτοῦ κολάσεως, ὅθεν ἐπάναγκες τοὺς φρονοῦντας τὰ γήινα καὶ τῇ θαλάσσῃ τοῦ βίου κλυδωνιζόμενοι f ἐνταῦθα ταλανίζεσθαι.
- 12.13.1
Καὶ ὅτε εἶδεν ὁ δράκων.
- 12.13.2
Ὅτε φησὶν ὁ διάβολος τῷ Χριστῷ προσπαλαίσας μετὰ τὸ βάπτισμα ἡττήθη, καὶ πρὸς τοὺς ἁγίους Ἀποστόλους ὁπλισάμενος ᾐσχύνθη, διὰ θανάτου ζωὴν εὑραμένους αὐτοὺς θεασάμενος, καὶ ὡς ὄφις εἰς γῆν εἰλήσθη, καὶ γῆν ἐσθίειν κατεδικάσθη, τὰ γήινα φρονήματα, τότε τὴν Ἐκκλησίαν πάλιν διώκειν ἤρξατο, τὴν τὸν ἄρσενα τοῦ Θεοῦ λαὸν, τὸν ταῖς ἡδοναῖς ἀθήλυντον, τεκοῦσαν καὶ τίκτουσαν· ἀλλ’ ἐξ ἀρχῆς αὐτὴ ἡ περὶ Θεὸν καὶ τὸν πλησίον ἀγάπη, καὶ ἡ ἀντιληπτικὴ τοῦ σταυρωθέντος δι’ ἡμᾶς πρόνοια δίδοται, καὶ αἱ δύο διαθῆκαι· δι’ ὧν πάντων αἱ πτέρυγες τοῦ ἀετοῦ σημαίνονται· ὅπως ταύταις μετεωροποροῦσα, εἰς τὴν ἐρημον πάσης διύγρου ἡδονῆς πολιτείαν τρέφηται· ἀεὶ μὲν, ἐν δὲ τῇ τοῦ Ἀντιχρίστου παρουσίᾳ, ὃν κρατεῖν τὰ ῥηθέντα χρόνον τῶν (??) ἐτῶν, πολλαχοῦ γέγραπται· ἐν ᾧ καὶ οἱ κατὰ τὴν αἰσθητὴν ἔρημον ὄρεσι καὶ σπηλαίοις κρυπτόμενοι, τοῦτον ἔσθ’ ὅτε φεύξονται, τὸν δράκοντα καὶ ὄφιν διὰ τὸ σκολιὸν ὀνομαζόμενον.
- 12.15.1
Καὶ ἔβαλεν ὁ ὄφις.
- 12.15.2
Φευγούσης, φησὶ, τῆς Ἐκκλησίας εἰς τόπους ἀβάτους τὴν τοῦ πλάνου ἔφοδον, ἐκ τοῦ στόματος αὐτοῦ, δηλαδὴ ἐκ προστάγματος, ὀπίσω αὐτῆς ὕδωρ ποταμηδὸνg, τουτέστιν ἀθέων ἀνδρῶν ἢ πονηρῶν δαιμόνων ἣ ποικίλων πειρασμῶν πλῆθος, κα’ αὐτῆς ἐξελεύσεται, ὅπως αὐτὴν δουλώσηται. ἡ δὲ γῆ φησιν ἐβοήθησεν αὐτῇ· ἣ τῷ τῆς ὁδοῦ μήκει καὶ τῇ τῶν τόπων ἀνυδρίᾳ καὶ ξηρότητι τὰς τῶν πονηρῶν ὁρμὰς ἐπέχουσα, καὶ τὸν ἐκ τῶν πειρασμῶν ποταμὸν τούτου χάριν καταπίνουσα· ἣ τῇ ταπεινοφροσύνῃ, λεγόντων τῶν ἁγίων, ἐγώ εἰμι γῆ καὶ σποδὸς, οὐχ ἁπλῶς, ἀλλ’ ἐνδιαθέτως, καὶ πάσας τοῦ διαβόλου τὰς παγίδας καταργούσας h.
- 12.17.1
Καὶ ὠργίσθη ὁ δράκων.
- 12.17.2
Τῶν ἐγκρίτων τῆς Ἐκκλησίας διδασκάλων καὶ τῶν τῆς γῆς ὑπερορώντων τῶν πρὸς τὴν ἐν ἐρήμῳ μεθισταμένων ταλαιπωρίαν, εἰ τούτων διαμάρτοι ὁ Ἀντίχριστος, κατὰ τῶν ἐν κόσμῳ στρατευομένων τῷ Χριστῷ ἐξοίσει, φησὶ, τὸν πόλεμον, ὅπως ταῖς τοῦ βίου πραγματείαις εὐαλώτους τούτους εὑρὼν τροπώσηται. πολλοὶ δὲ αὐτὸν καὶ ἐκ τούτων διὰ τὸ γνησίως τὸν Χριστὸν ἠγαπηκέναι νικήσουσιν.
- 12.18.1
Καὶ ἐστάθην ἐπὶ τὴν ἄμβον.
- 12.18.2
Τινὲς μὲν τὸ θηρίον τοῦτο δευτερεύουσαν τινὰ δύναμιν τοῦ Σατανᾶ τῶν λοιπῶν δαιμόνων ἄρχουσαν ἐξειλήφασιν. τὸ δὲ μετ’ αὐτὸ ἐκ τῆς γῆς ἀνιὸν, τὸν Ἀντίχριστον· παρ’ ἄλλοις δὲ εἰς τὸν Ἀντίχριστον τὸ παρὸν θηρίον ἐξείληπται, ἐκ τῆς φιλοταράχου τοῦ βίου τούτου θαλάσσης καὶ πολυκύμονος ἐξερχόμενον. τὰ δὲ δέκα κέρατα σὺν τοῖς διαδήμασι καὶ ἑπτὰ κεφαλαῖς τήν τε τοῦ διαβόλου πρὸς αὐτὸν ἕνωσιν αἰνίττονται, ταῦτα γὰρ αὐτῷ ἀνωτέρῳ ἑρμηνεύεται, τήν τε εἰς δέκα τῆς γῆς βασιλείας ἐπ’ ἐσχάτων διαίρεσιν, καὶ τὴν τῷ κόσμῳ τούτῳ σύστοιχον ἑβδοματικὴν βασιλείαν· ἑπτὰ μὲν ἡμέραις ἐκμετρουμένην, ἑπτὰ δὲ διαδοχαῖς διαιρουμένην· κἀς ἣν ἄρχων τοῦ αἰῶνος τούτου κέκληται ὁ ἐνεργῶν ἐν αὐτῷ Σατανᾶς. ὀνόματα δὲ βλασφημίας ἐν ταῖς κεφαλαῖς αὐτοῦ, τουτέστιν τοῖς ὑπασπισταῖς αὐτοῦ· οὗτ’ οἱ γὰρ ἐξ ἀρχῆς τὸν Χριστόν. βλασφημεῖν οὐ παύονται.
- 13.2.1
Καὶ τὸ θηρίον ὃ εἶδον.
- 13.2.2
Διὰ μὲν τῆς παρδάλεως ἡ Ἑλλήνων, διὰ δὲ τῆς ἄρκου ἡ Περσῶν, διὰ δὲ τοῦ λέοντος ἡ Βαβυλωνίων βασιλεία σημαίνεται, ὧν κρατήσει ὁ Ἀντίχριστος ὡς Ῥωμαίων βασιλεύσας ἐρχόμενος, καὶ τὴν τούτου ἀρχὴν καθαιρήσων, ὅταν τοὺς ὀστρακίνους δακτύλους ποδῶν κατὰ τὸν Δανιὴλ θεάσηται· δι’ ὧν εἰς ι δηλοῦται ἀσθενὴς καὶ εὔθρυπτος τῆς βασιλείας διαίρεσις.
- 13.2.3
Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων.
- 13.2.4
Δώσει, φησὶν, ὁ Σατανᾶς ὁ νοητὸς δράκων τῷ Ἀντιχρίστῳ πᾶσαν ἐξουσίαν ἐν σημείοις καὶ τέρασι ψεύδους πρὸς τὴν τῶν ἀστηρίκτων ἀπώλειαν.
- 13.3.1
Καὶ μίαν ἐκ τῶν κεφαλῶν.
- 13.3.2
Κεφαλὴν ὡς ἐσφαγμένην, εἶτέ τινα τῶν ἀρχόντων αὐτοῦ τεθανατῶσθαι, καὶ ὑπ’ αὐτοῦ διὰ γοητείας ἀπατηλῶς ἀνίστασθαι φαινόμενον, ἢ τὴν Ῥωμαίων βασιλείαν τῇ διαιρέσει σφαγὴν τρόπον τινὰ ὑπομένουσαν, τῇ μοναρχία τεθεραπεῦσθαι δοκοῦσαν, κατὰ τὴν εἰκόνα Αὐγούστου Καίσαρος.
← Previous · Next → — showing 201–300 of 612
First Thousand Years of Greek. CTS URN tlg4102.tlgX03.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.