Ancient Textssearch the texts themselves, not just their titles

← All works

Commentarius In Apocalypsin

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,254 sections

  1. 27.10

    Μὴ προειπὼν στρατεύματα, ἀριθμὸν τούτου ποιεῖται. δῆλον οὖν ὡς οἱ ταξιάρχας τοὺς τέσσαρας ἐκλαβόμενοι, Μιχαὴλ, Γαβριὴλ, Οὐριὴλ, Ῥαφαὴλ, οὐκ ἀδοκίμως ἠνέχθησαν. φιλεῖ γάρ πὼς τῷ ταξιάρχῃ τὸ στῖφος ἕπεσθαι. χιλίας δὲ χιλιάδας καὶ μυρίας μυριάδας τῶν λειτουργούντων ἐν τῷ Δανιὴλ μάθοιμεν ἄν. ἐπιδιπλάσιον δὲ νῦν τοῦ μυριοστοῦ ἀριθμοῦ τὸ πλῆθος τὸ ἑπόμενον τοῖς ταξιάρχαις διέξεισιν ὁ ὁρῶν, τῷ ἀνυποστόλως μετὰ τὴν ἀνανθρώπησιν τοῦ Κυρίου, Ἀγγέλους ἀνθρώποις ἐνδιαιτᾶσθαι. διὸ καὶ τὸ ἀναβαίνοντας καὶ καταβαίνοντας εἰρῆσθαι ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.

  2. 27.11

    Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῆ ὁράσει, καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων, ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς, καὶ θεῖον. ἀπὸ τῶν τριῶν πληγῶν τούτων, ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρὸς, καὶ τοῦ καπνοῦ, καὶ τοῦ θείου, τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. ἡ γὰρ ἐξουσία τῶν ἵππων, ἐν τῷ στόματι αὐτῶν ἐστὶ, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεων ἔχουσαι κεφαλὰς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.

  3. 27.12

    Tοὺς ἐφέδρους τῶν ἵππων, εἴτε δυνάμεις θείας ὑποληπτέον κατ’ ἠθῶν καὶ παθῶν κληρωσαμένας τὸ ἀγκτικόν τε καὶ πρὸς τὸ κρεῖττον ῥυθμιστικόν. οὕτω γὰρ καὶ τοὺς ἵππους οἱ πωλοδάμναι ῥυθμίζουσιν ἀναβαίνοντες κημῷ τε καὶ χαλινοῖς. εἴτε καὶ θεῖα προστάγματα ζήλῳ τῶν ἀπολλυμένων εἰς πυρίνην ἀπεικασθέντα καὶ ὑακινθίνην καὶ θειώδη παντευχίαν. ἀφ’ οὗ καὶ Δαβὶδ, τοῦ θείου φημὶ ζήλου,) τὸ, “ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ,’’ μηνυρεῖ d, “καὶ “ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγῆναι καὶ ἄνθρακας ἀναφθῆ- “ ναι.” ὁποτέρῳ τούτων πρόσθοιτό τις, μᾶλλον καθ’ ἡδονήν μοι ἔσται, τοῦ πρὸς πονηροὺς ἀπευθύνοντος τὸ ἴνδαλμα.

  4. 27.13

    Καὶ αἱ κεφαλαὶ τῶν ἵππων, ὡς κεφαλαὶ λεόντων.

  5. 27.14

    Τὸ ὄχημα τῶν θείων κριμάτων, εἴτε πρὸς πνευματικοὺς καὶ ἀγγελικοὺς τὸν βίον ἀνθρώπους μεταλαμβάνει τις, ἣ καὶ πρὸς ἤθη καὶ πάθη, οὐδὲν διοίσει τῷ μὴ φιλαύτως τῷ ὁράματι προσκειμένῳ. κεφαλαῖς δὲ λεόντων ἀπεικάσθησαν εἰς δεῖγμα, ὅτι τούτους τοὺς διακονουμένους τοῖς θείοις οὐκ ἀναβεβλημένως τὴν λειτουργίαν χρὴ μετιέναι. “ ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ πάσης “ τομώτερος μαχαίρας. διόπερ ὡς ἑκατοντάρχης τὸ κεφάλαιον ἐμφανίζει τὴν ἀγανάκτησιν μετὰ λεοντιαίου σφοδρότητος, ὡς οὐκ ἂν ἄλλω,, ἢ οὕτως ἕξειν τὸν ἀκροατὴν εἰς συγκατάθεσιν ἔμπρακτον. οὐκ ἄμοιρος δὲ τῆσδε καὶ Παῦλος τῆς περινοίας, ὁπότε Κορινθίοις τὴν μετὰ ῥάβδου αὐτοῖς ἐπιδημίαν ἑαυτοῦ ἀπειλεῖ. τοῦτο μὲν οὖν αἱ κεφαλαὶ ὑπαινίττοντο. τὰ στόματα δὲ τὸ ἀπὸ τῆς ἐγγύτητος ὀλέθριον ἄσθμα, οὐ πόρρωθεν δι’ ὁράσεως ἐλπιζόμενον, ἀλλ’ ἀγχοτάτω τῇ προσπελάσει, τὸ ἀναπόδραστον ἐμπεδούμενον, πυρὸς μὲν τὸ ἀφανιστικὸν, καπνοῦ τὸ μετ’ ὀργῆς, (“ἀνέβη γὰρ “ καπνὸς ἐν ὀργῇ αὐτοῦ,”) θείου δὲ τὸ ἀπὸ θείας μήνιδος ἐμφαίνοντος, ἣ καὶ τὸ θεαρέστως τοῖς ἀκολάστοις ἐπενεχθῆναι ταῦτα. ὅτι δὲ ὀχήματι τῶν ἑαυτοῦ κριμάτων καὶ μυστηρίων εἴωθε χρῆσθαι τὸ θεῖον τοῖς ἰσαγγέλως βιοῦσιν, ἱκανῶς τὸ παρ’ αὐτοῦ πρὸς Ἀνανίαν χρηματισθὲν περὶ Παύλου παραστήσει, δι’ ὧν φησὶ “ Παῦλον “ σκεῦος ἐκλογῆς εἶναι,” ἀκαμάτως βαστάζειν ἔχοντα τὰ θεοπρεπῆ δόγματα, ἅπερ διὰ τοῦ ὀνόματος παρεδήλωσεν, ἐπειδὰν ἔφη, “ τοῦ “ βαστάσαι τὸ ὄνομά μου,” ὄνομα ἀντὶ τοῦ τὴν δόξαν εἰπὼν καὶ μεγαλειότητα, καὶ πᾶν τὸ ὑπὲρ λόγον, ἤγουν κατανόησιν, οὐ μόνον θνητὴν, ἀλλὰ καὶ ἀγγελικήν.

  6. 27.15

    Ἡ γὰρ ἐξουσία τῶν ἵππων, ἐν τῷ στόματι αὐτῶν εστι.

  7. 27.16

    Τί τοῦτο ; τὸ τὴν ἐξουσίαν ἀνατιθέναι τῷ στόματι, καὶ οἱονεὶ τὴν αἰτίαν τοῦ ἀπεστάλθαι τοὺς ἵππους ; ἢ τὸ ἀπὸ τῶν στομάτων αὐτῶν ἐμφαίνει ἀπειλὰς ἐκφοβούντων ἀνθρώπους τοῦ ἀπέχεσθαι τῶν πονηρῶν ἐπιτηδευμάτων, τοῦ μὴ ταῖς οὐραῖς αὐτῶν ἐκδοθῆναι; εἰς οὐρὰς γὰρ τὰ τέλη καὶ τὴν ἔκβασιν τῶν ἀπολλυμένων διατυπῶν, καὶ δή γε καὶ αὐτὴν τὴν ἔκβασιν διαμορφῶν, ὄφεσιν ἀπεικάζει ὁμοίας ἔχουσι κεφαλὰς, ἐξ αὐτῆς δηλαδὴ τῆς ἐφόδου τὸ ὀλέθριον ἐμφανιζούσας καὶ ἀναπόδραστον, καὶ τὸ ἀμελλητὶ τὴν κάκωσιν ἐπιφέρειν, οὐκ οὔσης ἔτι περινοίας τὴν κάκωσιν διαδιδράσκειν.

  8. 27.17

    Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια, καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναται, οὔτε ἀκούειν, οὔτε περιπατεῖν . καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

  9. 27.18

    Ὑπερβολὴν ἀναισθησίας ὁ λόγος σημαίνει, ἤγουν ἀναλγησίας καὶ ἀκολασίας, τὸν τῆς ἐπ’ αὐτοὺς διὰ φιλανθρωπίαν φειδοῦς τέως ὑπερτιθέμενον σωτηρίας καιρὸν εἰς μάτην ἀναλωσάντων, καὶ εἰς τὸ τὴν κατ’ ἀξίαν τῆς ῥᾳθυμίας αὐτῶν ἀνταπόδοσιν ἀποφέρειν· καίτοι γε καὶ πρὸ ὀμμάτων ἐνεργουμένης τῆς τῶν πονηρῶν ἀντιμισθίας. οἱ δὲ οὐχ ὅπως τῇ θέᾳ τῶν φοβερῶν τῶν αὐτοῖς ἑτοίμων e, βελτίους γεγόνασιν ἑαυτῶν, εἰ μὴ καὶ χείρους καὶ τοῖς ἀτοπωτέροις f ἐνδολιχεύοντες.

  10. 27.19

    Οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν.

  11. 27.20

    Οὐ τοῦτο φησὶν, ὅτι οἱ μὴ μετανοήσαντες ἐν τῷ ἐκεῖσε βίῳ, πῶς γὰρ καὶ τίς ἡ μετάγνωσις ἐν τῷ ἀναλλοιώτῳ βίῳ ;) ἀλλ’ ὅτι οἱ ζῶντες ἔτι καὶ μὴ ἐκ τῆς ἀκοῆς καὶ θέας τῶν τότε ἐσομένων μετανοήσαντες ἀπὸ τῶν ἔργων ὧν κατεῖδον g, παρέθεντο πρὸς τὰ πρῶτα τῆς δαιμονομανίας καὶ εἰδωλολατρείας, καὶ τὰ πρὸς τὸ σέβας τὴν δυσμένειαν φέροντα, οὐ τὸ ἀναίσθητον ὑπειδόμενοι τῶν χειροκμήτων, ἀλλ’ ὅτι ἐπ’ ἀνομίᾳ ἀνομίαν προσέθεσαν. διόπερ καὶ τῆς ἀληθοῦς ἀπεκλείσθησαν δικαιοσύνης. τίς γὰρ δικαιοσύνη φονῶντι τὸν ὁμόφυλον h, ἢ διὰ ξίφους ἐπιφορᾶς, ἢ διὰ φαρμάκων ἐπιβουλῆς ; τίς δὲ τὸν ἀφειδῶς ἑαυτῷ χρώμενον οὐ μισήσει ; καὶ ὅσα καὶ ἐχθρὸς ἐπιβούλως διακείμενος αὐτῷ, μηχανᾶσθαι εἰς αὐτὸν οὐ κατοκνήσει ; τίς γὰρ τὸ i διὰ πορνείας μυσαρίαν καὶ προσεδρείαν τοῦ θεῖον εἶναι σκήνωμα ἑαυτὸν ἀποστερεῖν, εἴγε τῷ θείῳ Παύλῳ πειστέον) οὐ βδελυγμίαν σχοίη καὶ ἀποτρόπαιον j ; τὸν κλέμμασι δὲ προσλιπαροῦντα ἐκεῖνος ἂν οἰκειώσαιτο, ὃς καὶ ἑαυτῷ τὸ ἀσύμφορον ἐμνηστεύσατο, τὰ πρὸς τὸ ζῆν ἐφόδια διὰ μελέτης ἔχοντος ἐκφορεῖν τοῦ οἰκειουμενου.

  12. 28.1

    Περὶ Ἀγγέλου περιβεβλημένου νεφέλην καὶ ἶριν, καὶ τὸ κοινὸν τέλος προμηνύοντος.

  13. 28.2

    Καὶ εἶδον ἄλλον Ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός· καὶ εἶχεν ἐν τῆ χειρὶ αὐτοῦ βιβλαρίδιον ἀνειμένον· καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς. καὶ ἔκραξε φωνῇ μεγάλη, ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.

  14. 28.3

    Ἡ μὲν νεφέλη, τὸ ἀφανὲς καὶ ἀόρατον παριστᾷ. ἡ δὲ ἐπὶ τῆς κεφαλῆς ἶρις, τὸ κεφάλαιον ὑπογράφει τῆς ἀγγελιώτιδος τάξεως τῆς ἐξ ἀρετῶν τῶν θεαρέστων τῆς κτίσεως, καὶ τοῦ περὶ τὴν Ἀποστολὴν ποικίλου, τὴν ἐγγύτητα καὶ στάσιν κατευμεγεθούσης. τοιοῦτον γὰρ ἡ ἐν νέφεσιν ἶρις, ἐξ ἡλιακῆς ἀκτινοβολίας ποικίλοις χρώμασιν ἰνδαλλομένη. ἡ δὲ πρὸς ἥλιον τοῦ προσώπου ὁμοίωσις, τί ἂν ἄλλο, ἣ τὸ ἡλιῶδες σημαίνοι ; καὶ ὅτι ὅποι ἂν καὶ παρῶσιν, ἡμερινῶν ἔργων διάταξιν ἐκτελοῦσιν, ὑπὸ φωτὶ ἀπροσίτῳ καὶ ὑπερουσίῳ καταλαμπόμενοι.

  15. 28.4

    Εἶδον Ἄγγελον ἰσχυρόν.

  16. 28.5

    Οἷς ἔτι ζῶσιν οὐ διὰ σπουδῆς γέγονεν τῇ θεᾷ κατὰ τῶν πλημμελούντων βασανιστηρίων ἐπὶ μετάνοιαν ἀπιδεῖν, ἀλλ’ ἐνέμειναν ἐνηδόμενοι ταῖς ἀσελγείαις αὐτῶν· κατὰ τοῦτο, “ Ἄγγελον, φησὶν, “ εἶδον ἐξ οὐρανοῦ καταβαίνοντα·” τὸ δραστικὸν τῇ περιβολῇ ἐμφανίζοντα, ὅτι θεῖος, διὰ τῆς νεφέλης· ἐπεὶ καὶ τὸν Θεὸν νεφέλη καὶ γνόφον περικυκλοῦν, ὁ θεῖος Δαβὶδ ἀνυμνεῖ. νεφέλῃ τὸ ἀειδὲς ἀπεικάζων, ἤγουν τὸ ἀσώματον καὶ ἀσχημάτιστον, τῆς οὐσίας αὐτοῦ. ἀφ’ οὗ καὶ τοῖς προφήταις ἡ πολυσχημάτιστος τοῦ Θεοῦ ἐμφάνεια πεποίκιλται, τουτέστι τῇ φύσει μονίμου ὡς ἀπαράβλητον αἰσθητοῖς παραβληθέντος. ἐπεὶ δὲ θεῖος, πῶς οὐκ ἰσχυρός; τί γὰρ τοῖς θείοις καὶ μάλιστα θεοπείθεσιν ἀμήχανον;

  17. 28.6

    Καὶ οἱ πόδες αὐτοῦ, ὡς στῦλοι πυρός.

  18. 28.7

    Οἱ πόδες τὴν κατάβασιν ὑπαινίττονται, ἥτις οὐκ ἄλλου τινὸς ἕνεκεν, ἣ τοῦ τιμωρήσασθαι ἀσεβεῖς. l Ἡ νεφέλη καὶ ἡ ἴρις καὶ τὸ ἡλιοπρεπὲς πρόσωπον τοῦ φωτὸς ἐμφαίνειν βούλονται οὐράνιον καὶ ποικίλον τῷ ὄντι ταῖς ἀρεταῖς· καὶ τὸ φωτεινὸν τῆς ἀγγελικῆς οὐσίας τε καὶ νοήσεως. διόπερ καὶ αἱ διάφοροι αὐτοῖς ἐγχειρίζονται λειτουργίαι τῇ πεφυκυίᾳ τῇ διεξοδευομένου τοῦ ἐγχειρήματος. διὸ καὶ ὡς στῦλοι πυρός. στύλοις δὲ πυρὸς ἀπεικάσθησαν, οὐ τοῦ φωτιστικοῦ, ἀλλὰ τοῦ καυστικοῦ. καὶ ἀμεταθέτους ἀπὸ τῶν πονηρῶν αὐτῶν ἐπιτηδευμάτων.

  19. 28.8

    Οὗ καὶ ἡ παρὰ τῷ ὑμνογράφῳ, “ φωνὴ Κυρίου διακόπτουσα “ φλόγα πυρός.” τῷ καταλλήλῳ μισθῷ τοῦ πόνου καὶ τοὺς ἐργάτας δεξιώσεται. τὸ δὲ ἐν τῇ χειρὶ αὐτοῦ βιβλίον ἀνεῳγμένον, τί ἂν βούλοιτο; τοῦτο τὸ ἀνεῳγμένον βιβλίον, καὶ παρὰ τῷ Δανιὴλ εἴρηται, ὅτε κριτήριον παρ’ αὐτῷ κάθηται, καὶ βίβλοι ἀνοίγονται περιέχουσαι πάντων τῶν ἀπ’ αἰῶνος ζησάντων τὰς πράξεις καὶ τὰ ὀνόματα. τέως μὲν οὖν τὸ βιβλίον τὴν ἐντυχίαν τῶν ἐν αὐτῷ γεγραμμένων οὔτινα ἐμφαίνει ὡς μετὰ τοῦτο ἀπαγορεύοντα· εἰ δὲ ἐν τῷ Δανιὴλ μὲν βίβλοι, ἐνταῦθα δὲ βιβλίον ἐμφαίνει ὁ ὁρῶν, οὐδὲν διάφωνον. παρὰ μὲν γὰρ τῷ Δανιὴλ, βίβλοι τῆς παγκοσμίου κρίσεως ἐμφαίνουσαι δικαίων τε καὶ ἀδίκων τὴν διάγνωσιν· ἐνταῦθα δὲ μόνον τῶν ἀθεμίτοις ἔργοις ἐμβιωσάντων. ὧν καὶ ἐξῃρημένως αἱ πράξεις οὐκ ἐν βιβλίῳ, ἀλλ’ ἐν βιβλιδαρίῳ, ὑποκοριστικῷ ὀνόματι τὴν ὀλιγότητα τῶν ἐγκειμένων παραδηλοῦντος l τοῦ Ἀποστόλου, ἐπὶ τῇ καθολικῇ τῆς κρίσεως ἀποφάνσει, καὶ τὰ ταύτην συμπληροῦντα ἐξανυόμενα.

  20. 28.9

    Καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης.

  21. 28.10

    Τὸ τῶν μὲν τῶν ποδῶν τῇ ὑγρᾷ ἐπερεῖσαι συναγωγῇ, τὸν δὲ τῆ ξηρᾷ, τὸ μέγεθος ὑπεμφαίνοντος ἐστι τοῦ κατειληφότος. τὸν δὲ τὸν δεξιὸν τῇ ὑγρᾷ, τὸν ἀριστερὸν δὲ τῇ ξηρᾷ, οὐκ ἄλλως οἶμαι ἢ τῇ θέσει τῶνδε τῶν στοιχείων ἑπόμενος. ἀέρι γὰρ λεπτομερεῖ τὴν ὑπόστασιν ὄντι, τὸ ἁδρομερέστερον ὕδωρ ὑπόκειται, ὥσπερ m τῷ ὕδατι ἡ ξηρά n. οὐκ ἄλλως οὑν o οἴμαι ἢ ὅτι τὰ δεξιὰ ἀεὶ δυναμικώτερα τῶν ἀριστερῶν· ἀφ’ οὗ καὶ Δαβὶδ τὸ, “ δεξιὰ Κυρίου ἐποίησε δύναμιν,’’ ἀνυμνεῖ, πλειόνων δηλαδὴ ὄντων τῶν κατὰ θάλασσαν ἀνοσιουργῶν, πειρατῶν λέγω καὶ καταποντιστῶν p, ἐκ ναυμαχίας ἢ τινὸς ἄλλης ἐπιβουλῆς, τῆς ὑγρᾶς ὑποστάσεως ἀμοχθοτέραν τοῖς κακούργοις, καθ’ ὧν ἐπιβούλως διάκεινται, τὴν ἔξοδον q παρεχομένης. ἐπεὶ οὖν ταῦτα, ἐπιτετευγμένως τὸ δυναμικώτερον τοῖς κακούργοις r προσνέμεται. καὶ ὅτι τοῦτο, ὁ θεοπάτωρ s ἐχέγγυος πιστώσασθαι t, ἐν οἷς τὴν καθ’ ἡμῶν τῶν ἐπιβούλων ἡμῖν δαιμόνων προσβολὴν, βοηθείᾳ ἡμῶν χρωμένων τῇ τοῦ ὑψίστου, ἐκ μὲν τοῦ ἀριστεροῦ κλίτους χιλιοπλασίαν τὴν πτῶσιν τῶν ἐν σκότει διαπορευομένων ἐπιβούλων ἡμῖν ὑπογράφων, τὸ δεκαπλάσιον τῷ δεξιῷ ἀφωρίσατο. καὶ περὶ μὲν τῆς ἐμβολῆς τῶν ποδῶν τοιαῦτα. τὸ δὲ κράξαι φωνῇ με- γαλῃ καὶ u λεοντιαίῳ ἀπηχήσει, τῆς ὀργῆς ἐστι σύμβολον. διὸ καὶ μυκηθμῷ παρεβλήθη. περὶ οὗ καὶ ἔφθημεν κατὰ τὸ ἡμῖν δ᾿ ἐφικτὸν φιλανθρωπίᾳ Θεοῦ παραθέμενοι. ἑπομένως δὲ τῇ κραυγῇ αἱ ἑπτὰ βρονταὶ ἐλάλησαν. ταύτας δὲ τὰς ἑπτὰ βροντὰς, ἣ ἑπτὰ φωνὰς ἐξ ἑνὸς τοῦ αὐτοῦ διαρθρουμένας φοβερῶς Ἀγγέλου τὰς ἀγγελικὰς δυνάμεις εἶναι νομίζομεν, διὸ καὶ βρονταῖς ἀπεικάσθησαν. κάσθησαν. ἢ τὰ προειρημένα ἐν τοῖς ἔμπροσθεν ἑπτὰ πνεύματα. x τοῦτο γὰρ νοεῖν ἡμῖν ὑποβάλλεται ἡ τοῦ ἄρθρου πρόσθεσις, ἐν οἷς φησὶν, “ ἐλάλησαν αἱ ζ΄ βρονταί.” ἀεὶ γὰρ γραμματικῶν παῖδες τὰ ἄρθρα προεγνωσμένου τινὸς ἀναπόλησιν βούλονται ποιεῖσθαι.

  22. 28.11

    Ὥσπερ λέων μυκᾶται.

  23. 28.12

    Οὐ προσφυῶς ἐπὶ λέοντος ἡ διὰ τοῦ μυκᾶσθαι φωνή. ἐπὶ βοῶν γὰρ μᾶλλον, λέουσι δὲ τὸ βρύκειν ἣ Βρύχειν y ἀφώρισται. ὅτι μέντοι τοῦτο οὐ παρέργως ἐπῆλθεν ἐρεῖν αὐτῷ z, ὁ ταῦτα διεξιὼν συνετίζει, μὴ ἐπιμείνας τῇ τοῦ μυκᾶσθαι χρήσει, ἀλλὰ πρὸς τὸ ἔκραξε μεταβάς. περὶ μὲν οὖν λεόντων βοῆς ἀκριβολογουμένοις ταῦτα. ἐπὶ δὲ ἁμαρτωλῶν τιμωρουμένων ὀδυνηρᾶς φθογγῆς τί τὸ μᾶλλον a κατάλληλον, ἣ τὸ βρύκειν, ἀφ’ οὗ βρυγμός b ; τῷ συγκρουσμῷ γὰρ τῶν ὀδόντων τὸ ἄγαν αὐτοὺς πήγνυσθαι τῷ ἀναλογισμῷ * οση ἀύτει ἐν τῷ προσκαίρῳ τούτῳ βιῷ πλημμεληθέντων ἐν ἀνελπιστίᾳ τοῦ θάλπειν εἰδότος **αὐτοῦ ὄργανον τοῦ ἡλίου Θεοῦ ὥσπερ κρυμῷ κατειλημμένοι. ἀσταθούσης τῆς φυσικῆς δυνάμεως καὶ μὴ μένειν ἐν ἑαυτῇ οἷαστε οὔσης, κλόνῳ πιέζεται τῶν μελῶν. ἐξ οὗ καὶ τοῖς ὀδοῦσι τούτου προσγινομένου τὸ βρύκειν παρίσταται. βρύκειν δὲ ὠνομάσθη c, ἀπὸ τοῦ βρώσει ἐοικέναι, ὡς ἐπὶ τοῦ ἐσθίειν ἀλλήλοις τῶν ὀδόντων συγκρουομενων.

  24. 28.13

    Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ, ἔμελλον γράφειν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ, καὶ μὴ αὐτὰ γράψῃς. καὶ ὁ Ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν. καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτὴ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκ ἔτι ἔσται, ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου Ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, τελεσθήσεται τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλισε τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις.

  25. 28.14

    Ἐντεῦθεν ἀριδήλως αἱ βρονταὶ ἀγγελικαὶ δυνάμεις γνωρίζονται. λαλεῖ γὰρ ἡ οὐσία, οὐχ ἡ βροντὴ, ἀπήχησις οὖσα, τῇ γενέσει καὶ τῷ εἶναι ἀφαιρουμένη.

  26. 28.15

    Ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν.

  27. 28.16

    Τοῦ γράφειν ἤτοι πρόδηλα ποιεῖν ἀνθρώποις διὰ γραφῆς τὰ ὁρώμενα ἐκωλύθη. σφραγῖδι δὲ οἱονεὶ ἀσφαλεῖ κατοχῇ ἐν τῇ διανοίᾳ σου συντήρει, φησὶν, ἔκφορον δὲ διὰ γραφῆς μήδ’ ὅλως ποιοῦ· ἴσως ὅτι μὴ λυσιτελεῖ πρὸ τῆς παρουσίας τῶν τελευταίων καιρῶν ἐμφανίζεσθαι, ἐπεὶ καὶ Δανιὴλ ἐσφραγισμένους τοὺς τῶν τοιούτων λόγους ἐδιδάσκετο· λυσιτελεῖν δὲ τὸ ταμιεύεσθαι, εἰκαστικῶς εἴπομεν ἃν τῶν διαταξαμένων κολάσεων τὸ σφοδρὸν, φιλανθρωπίᾳ τοῦ ἐλεήμονος Θεοῦ μὴ ἰσόσταθμον ἐπάγοντος τὴν ἀντέκτισιν. ἐξ οὗ καὶ τὸ, “ μὴ κατὰ τὰς ἀνομίας ἡμῶν, καὶ “ κατὰ τὰς ἁμαρτίας ἀνταπόδομα a,” ὁ ὑμνογράφος φησὶν ἡμῖν b. ἀξίως δὲ τοῦ κολάζοντος τῆς εὐμενείας καὶ ἀγαθότητος, περὶ ἧς καὶ Γρηγόριος μὲν ὁ θεῖος τὸν λόγον περὶ τοῦ Ἀδὰμ φησὶ, “ καὶ γίνεται φιλανθρωπία ἡ τιμωρία· οὕτω “ πείθομαι κολάζειν Θεόν. καὶ ἐν ἑτέρῳ πάλιν ὁ αὐτὸς περὶ αὐτῶν. “ οὕτε τὸν ἔλεον ἄκριτον, οὔτε τὴν κρίσιν ἀνήλεον. διὸ καὶ προμηθείας ἄκρας ἐχεμυθεῖν τὰ τοιαῦτα, καὶ μὴ ἐμφανῆ καθιστᾷν ἀκολά(??)τοις τοῖς καὶ νεωτέροις, ὡς Εὐάγριος βούλεται. “ λανθανέτω,” φάσκων “ ταῦτα τοὺς νεωτέρους καὶ “ περὶ κρίσεως ὑψηλότερος λόγος· οὐ γὰρ ἴσασι πόνον “ λογικῆς καταδικασθείσης τὴν ἄγνοιαν.” ὡς τῆς ἀγνοίας οὐκ ἄλλου βασανιστηρίου κακοῦ ἐναμίλλου ψυχῇ λογικῇ, ἡ τὸ μετά γε Θεὸν τὸ πρὸς πάντα ἐγρηγορὸς συνουσίωται· παρὸ καὶ τῶ αὐτεξουσίῳ τετίμηται, ὡς μηδὲν ἐξ ἀγνοίας δυστυχεῖν ἐχούσης τῶν συνιστώντων αὐτήν. οὗ διολωλότος αὐτῇ, τι ἃν ἄλλο ζημιωδέστερον ἔσται;

  28. 28.17

    Ἐλάλησαν αἱ ἑπτὰ βρονταί.

  29. 28.18

    τὰς βροντὰς, δυνάμεις ἀγγελικὰς εἶναι οἰητέον, βρονταῖς ἀπεικαζομένας διὰ τὸ καταπληκτικὸν τῶν ὑπ’ αὐτῶν ἐκφωνουμένων. τοιαῦται γὰρ αἱ τῶν ἀσωμάτων ἁγίων Ἀγγέλων φωναὶ, καὶ ἀπ’ αὐτῆς τῆς ἐμφανείας τὸ καταπληκτικὸν ἔχουσαι, ὡς δῆλον ἀπὸ τοῦ τὸν Δανιὴλ, μηδὲ προσηνῆ θέαν Ἀγγέλου, μήτιγε ἀπειλητικὴν, ἐνεγκεῖν. ὅτι δὲ αἱ ζ΄ βρονταὶ οὐχ οὕτως ἑνὸς Ἀγγέλου φωνὰς ἀλλ’ ἑτέρους ἁγίους Ἀγγέλους ἐκδεκτέον τοῦ πρώτου τῇ τάξει δευτερεύοντας, ὁ θεῖος Διονύσιος c ἱκανὸς πιστώσασθαι ἐκ τῆς κατ’ αὐτὸν διωρισμένης ἀγγελικῆς εὐταξίας. σφραγίσαι δὲ τὰς τῶν ἑπτὰ βροντῶν ἀγγελίας ἡ ἐντολὴ παραδίδοται, τουτέστιν, ἐν ἀπορρήτῳ κατέχειν, ὡς τῆς περὶ τούτων τελείας καταλήψεως καὶ τρανοτέρας εἰδήσεως, τοῖς τελευταίοις χρόνοις ἀποκειμένης συμφερόντως.

  30. 28.19

    Ἦιρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν.

  31. 28.20

    Χεὶρ τῆς πράξεως σύμβολον d. ὥσπερ καὶ ὅταν λέγῃ Δαβὶδ “ νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου.” ἀντὶ τοῦ τὰς πράξεις ἀθῴους ἤτοι ἀνενόχους ἀποφανῶ οὐδενὶ οἱάστε ἐπηρεάζοντι θορυβεῖσθαι. ἡ τῆς δεξιᾶς ἔπαρσις τὸ ἔμπρακτον τοῦ ὀμνύοντος ὑπαινίττεται καὶ δυναμικώτερον. διὸ καὶ εἴρηται, “ δεξιὰ Κυρίου “ἐποίησε δύναμιν.”

  32. 28.21

    Ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας.

  33. 28.22

    Δοκεῖ μὲν ἀνελλήνιστον εἶναι. ὀμνύειν γὰρ λέγεται κατά τινος, οὐκ ἔν τινι. πλὴν οὐκ ἀπαίσιον ἦν τὰ ἐν τῷ ζῶντι ὀμνύναι, τῷ κατὰ βούλησιν παριστᾷν τοῦ καθ’ οὗ ὁ ὅρκος παρείληπται. Θεὸς μὲν, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὅπερ δι’ ἔθος τοῖς ὀμνύουσιν, ὀμνύει καθ’ ἑαυτοῦ. “ καὶ κατ’ ἐμαυτοῦ “ ὤμοσα λέγει Κύριος.’ Ἄγγελοι δὲ ὡς κτίσμα κατὰ τοῦ κτίστου ὀμνύουσι, τὴν ἡμετέραν ἀπιστίαν διὰ τοῦ θείου τῆς παραλήψεως πιστούμενοι. ὤμοσε γὰρ χρόνον μηκέτι εἶναι, καλῶς καὶ ἀληθῶς, “ ὅτι χρόνος οὐκ ἔσται ἔτι.” τὸ γὰρ τότε διαστηματικὸν ῥεῦμα τῆς χρονικῆς ὑποστάσεως, ἀνέσπερόν τε ἔσται καὶ ἀδιάκοπον, καὶ διὰ τοῦτο οὐ χρόνος. τίς γὰρ ἡλιακοῦ φωτὸς χρεία ἣ συστολὴ καθ’ ἣν ἀνάπαυσις τῶν ἀπὸ τῆς ἡμέρας κόπων τοῖς ζώοις ἐγγίνεται; χωρὶς δὲ τούτων, τίς ἡλιακοῦ φωτὸς χρεία ; τῶν μὲν δικαίων φωτὶ καταλαμπομένων, ὃ ἐστι Θεὸς, τῶν ἀσεβῶν δὲ ἐν σκότῳ διατελουμένων τῷ πονηρῷ ἑαυτῶν συνειδότι. ἥλιος μὲν οῦν ἔσται, ὅτι μηδ’ εἰς ἀνυπαρξίαν χωρήσῃ ὁ νῦν κόσμος, ἀλλ’ εἰς ἀνακαινισμόν. ὥσπερ δὲ νῦν ἄστρα μέν ἐστι καὶ ἐν ἡμέρᾳ, οὐ μὴν καθορᾶται, ὑπερνικώντων τὴν ἐκείνων λαμπηδόνα τοῦ ἡλίου τῶν μαρμαρυγῶν, καὶ οὕτως, ὥστε ὅτι εἰσὶν ἐν οὐρανῷ ἀγνοεῖσθαι, οὕτω καὶ τότε. τὸ γὰρ ὅτι οὐδὲ μία αἰτία τοῦ εἰς ἀνυπαρξίαν. χωρῆσαι παντελῆ τῷ νῦν κόσμῳ τέως ἀγνοεῖν, οὐχ ἡ τυχοῦσα ἄγνοια.

  34. 28.23

    Ὅτι χρόνος οὐκ ἔτι ἔσται.

  35. 28.24

    Χρόνον μὴ εἶναι ὤμοσεν, οὐ τῶν τηνικαῦτα, ἀλλὰ τῶν ὅτε μέλλει σαλπίζειν ὁ ἕβδομος Ἄγγελος. διὸ καὶ οὕτως ἀκουστέον μετὰ προσθήκης “ ὅτι χρόνος οὐκ ἔτι ἔσται ἀπὸ τοῦ νῦν. οὐ γὰρ οὖν κατὰ τοῦτο ὁ ὅρκος, ἀλλ’ ὅτι ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου Ἀγγέλου. κατὰ σχῆμα δὲ ἐλλείψεως b εἴρηται. ἐλλείπει γὰρ τὸ, τότε ἔσται του χρόνου ἡ ἀπουσία, του ’τον ἤλιον μὴ μετρεῖν τὰ χρονικὰ διαστήματα. ὅτε γὰρ μέλλει σαλπίζειν ὁ ἕβδομος Ἄγγελος, τότε καὶ τὰ χρονικὰ διαστήματα ἐλλείψει, καὶ πᾶσα ἡ τῶν ἀσεβῶν ἐπιστήσεται κόλασις, διαφόροις ἐκδικίαις συντελουμένη. καιρῷ τοιγαροῦν τῷ προσήκοντι σαλπίζοντος, ἔσται συντέλεια, οὐ νῦν ὅτε ἐν τῇ θεωρίᾳ τὸ σαλπίσαι. κατὰ δὲ τὸν προσήκοντα καιρὸν καὶ τὰ σαλπίζοντα, τέλος λήψεται, φησὶ, καὶ τὸ μυστήριον ὃ εὐηγγέλισε Θεὸς τοῖς ἑαυτοῦ δούλοις τοῖς προφήταις. ἄχρι γὰρ τῆς κρίσεως καὶ τῆς τῶν ἑκάστῳ βεβιωμένων ἀντιδόσεως, προεφήτευσαν οἱ προφῆται. ὃ, καὶ Παύλῳ τῷ θείῳ δοκεῖ, γλώσσας τε παύσασθαι κατ’ ἐκεῖνο καιροῦ, καὶ προφητείας καταργηθήσεσθαι. εὐαγγελισμὸν δὲ τὴν τούτων ἔκβασιν καλεῖ, διὰ τὴν ἡτοιμασμένην τοῖς ἁγίοις ἀνάπαυσιν.

  36. 28.25

    Καὶ ἡ φωνὴ ἢν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσα μετ’ ἐμοῦ καὶ λέγουσα, ὕπαγε καὶ λάβε τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ Ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. καὶ ἀπῆλθον πρὸς τὸν Ἄγγελον λέγων αὐτῷ, δοῦναί μοι τὸ βιβλιδάριον, καὶ λέγει μοι, λάβε καὶ κατάφαγε αὐτὸ, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.

  37. 28.26

    Δεῖ πρὸς ἐντελεστέραν τῶν λεγομένων γνῶσιν τῷ προκειμένῳ ῥητῷ, ἣ τὸ ὑπαρκτικὸν ῥῆμα προσνέμειν, ὡς εἶναι οὕτως· “ καὶ ἡ “ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, ἦν πάλιν λαλοῦσα μετ’ ἐμοῦ καὶ “ γουσα.” ἣ “ταύτην τὴν φωνὴν ἤκουσα πάλιν λέγουσαν μετ᾿ ἐμοῦ.” εἰ γὰρ μὴ καθὸ ἕτερον τούτων προενεχθείη ἐξακουόμενον τὸ προκείμε- νον ῥητὸν, ἣ τῷ ὑπαρκτικῷ συναρμολογούμενον ῥήματι· ἢ τοῦ ἐνεπγήματος ἐξ εὐθείας πτώσεως εἰς αἰτιατικὴν πτῶσιν προαγομένην τοῦ λέγουσαν· ἵν’ ᾐ τὸ ἐνέργημα κατ’ αἰτιατικὴν προαγομένην φημὶ δηλοῦσαν καὶ λέγουσαν μετὰ προσθήκης τῆς πρὸς τὸ ἐνέργημα προσοχῆς· τοῦτο δέ ἐστι τὸ “ ἤκουσα πάλιν λέγουσαν, ὕπαγε “ λάβε τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ “ τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. ἄλλη τις ἀγγελικὴ ὑπερτέρα δύναμις τῷ Εὐαγγελιστῇ ἐγκελεύεσθαι φαίνεται διὰ τοῦ βιβλίου c τὴν γνῶσιν τῶν Χρησμῳδηθέντων ὑποδέξασθαι. τί δὲ ἐλάλει; λαβεῖν τὸ βιβλίον ἐκ τοῦ Ἀγγέλου.

  38. 28.27

    Λάβε καὶ κατάφαγε αὐτό.

  39. 28.28

    Κατὰ τὸ προσταχθέν μοι φησὶν ἀπῆλθον πρὸς τὸν Ἄγγελον αἰτῶν τὸ βιβλιδάριον, καὶ λαβὼν ἔφαγον κατὰ τὸ ἐκείνου πρόσταγμα, ὃ καὶ ἦν ὡς ἐδόκει καὶ τῷ δεδωκότι, γλυκὺ μὲν κατ’ ἀρχὰς, διὰ τὴν τῶν μελλόντων γνῶσιν. τοῦτο γὰρ αἰνίττεται διὰ τοῦ στόματος, ὅτι δι’ αὐτοῦ ἡ τοῦ ἐσθίειν ἀρχή. πικρὸν δὲ ἐν κοιλίᾳ, κοιλίαν, τὸ διανοητικὸν λέγων ἢ χωρητικὸν τῶν λογικῶν τροφῶν. ἐπεὶ γὰρ ἔγνω τὰς τῶν ἀσεβῶν κολάσεις ἐξ ἔργων ἐσχηκυίας τὴν ὕπαρξιν τῶν ἀπηχθημένων, διὸ καὶ ὡς βδελλυκταὶ Θεῷ, ἔγνω d καὶ ὡς τῷ τῆς θεωρίας ἠξιωμένῳ διὰ συμπάθειαν τοῦ ὁμογενοῦς πικρίας παραίτιον e γενήσεται ἡ γνῶσις f τοῦ ὁμογενοῦς ἐβδελυγμένου Θεῷ, καὶ διὰ τοῦτο κολάσεσιν ἀξίως ὑποβληθησομένου. g Ἔστι καὶ ἄλλως περὶ τοῦ πικροῦ θεωρῆσαι καὶ τοῦ γλυκέος. ἐπεὶ γὰρ ὁ ταῦτα ὁρῶν ἅγιος ἀπείρατος τοιούτων ἀνοσιουργιῶν ὑπῆρχεν· κελεύεται διὰ τῆς καταπώσεως τοῦ βιβλίου, αἵτε ὀνομασίαι καὶ αἱ πράξεις τῶν ἀσεβῶν καὶ αἱ διὰ ταύτας κολάσεις ἐνεφέροντο, τοῦτο καταπιεῖν· τοῦτο γὰρ τὴν ὡς ἔτυχεν πεῖραν ὑποβάλλεται· ἀλλὰ καταφαγεῖν, τουτέστιν ἐν πείρᾳ τοῦ πράξαντος γενέσθαι· ὡς καὶ αὐτουργὸν νομισθῆναι διὰ πολλῆς πειρᾶς ἐληλακότα τῶν τοιούτων, διόπερ καὶ κατ’ ἀρχὰς μὲν διὰ τὴν γνῶσιν ἥτις ἀεὶ περισπούδαστος ἀνθρώπους γλυκύτητος ἔμφασιν παρασχεῖν· πικρίας δὲ διὰ τὴν ἀπαραλόγιστον γνῶσιν τῶν τῇ ἀμοιβῇ τῶν ἀνοσιουργιῶν ἑαυτῶν ὑποκειμένων. Ἔστι καὶ οὕτως περὶ τούτων εἰπεῖν. καὶ ἐπειδὴ ἐν τῷ βιβλίῳ τούτῳ πᾶσα ἐναπόγραφος ἡ τῶν ἐν τῷδε τῷ βίῳ ἐμπεπολιτευμένων h ἀγωγὴ, εἰκότως κατ’ ἀρχὰς μὲν τῇ τῶν ἀγαθουργῶν ἐντυχίᾳ χαρμόσυνον γλυκανθῆναι θῆναι ἐφαίνετο i. ἐπὶ πολὺ δὲ προβάντι, ὅπερ ἡ κατάποσις εἰσηγεῖται, καὶ ταῖς τῶν κακούργων περιενεχθέντι βδελυρίαις, ὀδύνης ἀναπλησθῆναι καὶ πικρίας· ὀδύνης, διὰ τὸν ἐκ τῶν βασάνων τῶν ἁμαρτωλῶν ὀλολυγμόν· πικρίας, ὅτι μὴ ἐνάμιλλον καὶ αὐτοὶ ὁμογενεῖς ὄντες τοῖς κατωρθωκόσιν ἠνέχθησαν. ἣ πῶς ἃν τὸ ἱερὸν λόγιον ἐκτελοῖτο τὸ “ χαίρειν μετὰ χαιρόντων, καὶ μετὰ κλαιόντων ὑποτιθέμενον;

  40. 29.1

    Οπως τὸ βιβλιδάριον ἐκ χειρὸς τοῦ ᾿Αγγέλου ὁ Εὐαγγελιστὴς εἴληφεν.

  41. 29.2

    Καὶ ἔλαβον τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ Ἀγγέλου, καὶ κατέφαγον αὐτό. καὶ ἦν ἐν τῷ στόματί μου, ὡς μέλι γλυκύ. καὶ ὅτε ἔφαγον αὐτὸ, ἐπικράνθη ἡ κοιλία μου, καὶ λέγει μοι, δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς, καὶ ἐπὶ ἔθνεσι, καὶ γλώσσαις, καὶ βασιλεῦσι πολλοῖς.

  42. 29.3

    Καὶ λέγει μοι, Δεῖ σε πάλιν προφητεῦσαι.

  43. 29.4

    Διὰ τούτων δείκνυται μὴ αὐτίκα μετὰ τὴν ὅρασιν τῆς ἀποκαλύφεως τὴν ἔκβασιν τῶν ὁραθέντων ἐπακολουθεῖν, ἀλλὰ δεῖν τὸν μακάριον τοῦτον πολλοῦ τοῦ χρόνου παρατεινομένου μέχρι τῆς συντελείας τοῦ θνητοῦ κόσμου τούτου, καθὸ ταῦτα τὴν πλήρωσιν λάβοι, πολλοῖς προφητεύσειν· εἴτε διὰ γνώσεως τοῦ Εὐαγγελίου αὐτοῦ ἐν ᾧ τινὰ τῶν μελλόντων ἐμφέρεται, ἢ καὶ διὰ τῆς προκειμένης ᾿Αποκαλύψεως. τοιγαροῦν ἐξ ἐκείνου ἄχρι τοῦ νῦν ὁ θεσπέσιος οὗτος προφητεύει· τότε μὲν αὐτόχρημα δι’ ἑαυτοῦ διὰ τοῦ Εὐαγγελίου καὶ τῆς ᾿Αποκαλύψεως, ὡς ἤδη εἴρηται. οὐκ ἀγνοεῖν δὲ δεῖ ὡς ἀπὸ τούτου τοῦ ῥητοῦ τοῦ, “δεῖ δεῖ σε πάλιν “ προφητεῦσαι,” ἔχουσι δόξαν οἱ πολλοὶ, ὡς μέχρι τῆς ὁ μακάριος οὗτος ᾿Απόστολος ζῶν ἥξει κατὰ τὸν καιρὸν] τοῦ ᾿Αντιχρίστου μετὰ ᾿Ενὼχ καὶ ῾Ηλιοῦ, ἅμα αὐτοῖς ἐπανορθούμενος k τοὺς τηνικαῦτα ἀνθρώπους, καὶ ὑπὸ τοῦ ᾿Αντιχρίστου ἀποκτανθήσεται l.

  44. 29.5

    Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων, Ἔγειραι, καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ, καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ, καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω, καὶ μὴ αὐτὴν μετρήσης, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας τεσσαρακονταδύο.

  45. 29.6

    Tὸν κάλαμον ὃν δεδόσθαι αὐτῷ ὁ Εὐαγγελιστής φησιν, εἴτε γνῶσίν τις ἐθέλοι καλεῖν νοερῶν πραγμάτων, καθὸ καὶ Δαρὶδ “ κάλαμον ὀξυγράφου κεκτῆσθαι τὴν ἑαυτοῦ γλῶσσαν αὐχεῖ, γλώσσης εὐμοιρῆσαι τρανοῦν ἐπιτηδείας ἅτε γράψας κάλαμος τὰ πρὸς γραφὴν ὑποκείμενα· ὡς οὖν ἐκείνῳ κάλαμος τροπικῶς εἴληπται, οὕτως καὶ νῦν τὸν Ευαγγελιστὴν τὴν γνῶσιν τὴν νοερῶς αὐτῷ ἐγγινομένην, διὰ καλάμου δόσεως φησὶ χρηματίσαι· ὃς καὶ ῥάβδῳ τῇ ὁμοιώσει ἀπείκαστο, τῆς ῥάβδου πάλιν τὸ ὑπερειστικὸν καὶ δραστήριον αἰνιττομένης, ὡς ὁ ὑμνολόγος “ διὰ “ ῥάβδου δόσεως τῆς ἀπὸ Κυρίου καὶ ἐκ Σιῶν τὴν κατακυρίευσιν “ τῶν ἐθνῶν” εὐαγγελίζεται. τὴν τῶν νοερῶν τοίνυν γνῶσιν διὰ τῆς τοῦ καλάμου δόσεως, ὑποδηλοῦντος τὸν χρηματισμὸν, ὡς δι’ ἄλλων ἀψύχων, τοῦ θυσιαστηρίου λέγω καὶ θρόνου καὶ τῶν τοιούτων, οὐκ ἀπεικὸς ὐπολαβεῖν n. οὐ γὰρ ἄψυχα ταῦτα νοεῖν, οὐδ’ ὡς ὁρᾶται, κατὰ τὸ κρεῖττον δὲ τῆς ὑπάρξεως καὶ νοερὸν, ἤγουν τὴν διακριτικὴν γνῶσιν τῶν ὁρωμένων, εἰς δόσιν ἄν o τις ἀλληγοροῖ. πῶς γὰρ ὁ κάλαμος ἄψυχος ὢν ἔλεγεν, “ ἔγειραι p καὶ “ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ;” ἐκ τούτου οὖν συνέσει μετρεῖσθαι τὸν τοῦ Θεοῦ ναόν. εἰ δέ τις εἴποι ὑπὸ τούτου τοῦ Ἀγγέλου καὶ τὸν κάλαμον δεδόσθαι, καὶ ἀκηκοέναι αὐτὸν, “ ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦτον,” φαμὲν τὸν δηλοῦν γνώσεως ἀναλογοῦν τῷ λαμβάνοντι· ἤτοι γνώσεως ἄξιοι οἱ παρὰ Θεοῦ καὶ τῶν θείων Ἀγγέλων δι’ ἔργων ἀγαθῶν γινωσκόμενοι· “ ἔγνω γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ θεῖόν φησι ταῦτα μὲν περὶ τούτων. ἐπειδὴ δέ τινες ἑτέρως περὶ τούτων διαφόρως ἠνέχθησαν, λέγω δὴ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἃ καὶ μετρηθῆναι τὸ πρόσταγμα, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ, ναὸν Θεοῦ καὶ θυσιαστήριον τὴν παλαιὰν τοῦ Θεοῦ διαθήκην ἀποφηνάμενοι, αὐλὴν δὲ τὴν νέαν, οὐ κατὰ σκοποῦ βάλλοντες, (οὔτω γὰρ ἂν εἴησαν τὰ παλαιὰ μυστικώτερά τε καὶ Ἱερώτερα q τῆς κατὰ Χριστὸν διαθήκης, εἴγε καὶ ὁ ναὸς καὶ τὸ θυσιαστήριον τῆς αὐλῆς τιμιώτεερα s,) οὐχ οὕτως τὸ ἐπιτεταγμένον s τοῦ ἐξηγουμένου προβαίνειν εἰκός t. ἀλλ’ εἰ μὲν ὅτι στοιχειωδέστερα τῆς νέας ἐκεῖνα, καὶ πρὸς θεοσέβειαν ἀρχαΐζοντα, ἐξ οὗ καὶ μετρητοὶ οἱ κατ’ αὐτὴν τὸ ἀριστεῖον ἀπενεγκάμενοι, ἔχει τινὰ λόγον ἡ ἔκληψις, καθὸ καὶ τὰ νηπιώδη τῆς ἀνδρώδους ἡλικίας προτερεῖ· καὶ τὰ σκιαγραφούμενα τῶν χρωμάτων ἐπαλείψεως· εἰ δὲ πρὸς θεοπρέπειαν καὶ ἀνθρωπίνου ἤθους κατάστασιν, καὶ, ἵνα τρανότερον φῶ, τὴν u τοῦ πλάστου πρὸς ἡμᾶς κηδεμονικὴν Φιλοστοργίαν x, ἀπαράβλητος τῇ y νέᾳ διαθήκῃ ἡ κατὰ νόμον. ἐντεῦθεν καὶ τὸ παρ’ ἐκείνῃ σπανίζοι διὸ καὶ ἀριθμῷ ὑποβέβληται ἡ τῶν θεοφιλῶν φημὶ εὕρεσις τῶν κατὰ τὴν νέαν καὶ ἀριθμὸν ὑπερτεινόντων. εἴη ἃν οὖν αὐλὴ ἡ τοῦ Θεοῦ ᾿Εκκλησία, ἀπεριόριστος οὖσα καὶ τόπῳ καὶ τοῖς κατ’ αὐτὴν τοποχωροῦσιν z ἔθνεσιν ἀνεικάστοις. μὴ θορυβείτω δὲ τὸ πρόσταγμα τὸ ἔξωθεν τοῦ ναοῦ ἐκβάλλον αὐτήν. οὐ γάρ τι ἄλλο, ἣ τῆς νομικῆς στενοχωρίας τῶν ἀκριβασμάτων, περιτομῆς. σαββατισμῶν, καὶ τῶν ἄλλων περιττῶν ἁγνισμάτων a ἐλευθέραν ἀποφαίνοντος εἶναι τὸν λόγον· καὶ τὸ αἴτιον, ὅτι ἔθνεσιν ἐδόθη μὴ ταῖς νομικαῖς παρατηρήσεσι ζῆν, ὅτι τὸ ἀπαρατήρητον τοῖς ἔθνεσι τοῖς κατὰ Χριστὸν βιοῦν ἐθέλουσιν ἐδόθη. τῷ δὲ τὴν πόλιν τὴν ἁγίαν πατηθῆναι μῆνας τεσσαρακονταδύο, πόλιν ἁγίαν τὴν ᾿Εκκλησίαν ἐκάλεσεν, ἣν· ἴσμεν b πατεῖσθαι ὑπὸ ἐθνῶν, οἷς ἐδόθη οἱονεὶ ἐν αὐτῇ ἀναστρέφεσθαι, ὑπὸ μὲν Χριστιανῶν θεοφιλῶς, ὑπὸ δὲ ἀπίστων καταφρονητικῶς καὶ ὀλεθρίως. ἐπεὶ δέ τινες τὸ ἐκβεβλῆσθαι τὴν αὐλὴν τὴν τῶν ἀπίστων ἐθνῶν τε καὶ Ἰουδαίων συναγωγὴν ἐξεδέξαντο, οὓς καὶ ἐφυβρίστως ἐν αὐτῇ διαδιώκειν c φασὶ τοὺς πιστοὺς, μάλιστα κατὰ τὸν τοῦ ᾿Αντιχρίστου καιρὸν, κατὰ τῶν Χριστιανῶν τοῦτο ἐξειλήφασι d.

  46. 29.7

    Καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας τεσσαρακονταδύο.

  47. 29.8

    Τῶν τεσσαρακονταδύο μηνῶν τὸν χρόνον, συντομίας εἶναι δηλωτικὸν ὑπειλήφαμεν, κατὰ τὴν παρουσίαν τοῦ ᾿Αντιχρίστου, δι’ ἣν θλιβερὰν οὖσαν ἄγαν τοῖς φιλοθέοις, ὁ ἀληθὴς e Θεὸς ὁ Χριστὸς κολοβοῦσθαι f αὐτὰς τὰς ἡμέρας λέγει. εἰσὶ δὲ οἱ τεσσαρακονταδύο μῆνες, τρία ἥμισυ ἔτη, ἐν οἷς συμβήσεται g τοὺς πιστοὺς καὶ δοκίμους πατεῖσθαι καὶ διώκεσθαι. h Οὕτω μὲν οὖν κατὰ τοὺς τὴν ἐκβολὴν τῆς αὐλῆς τὴν συναγωγὴν ἐξολέσαι εἰληφόσι τῶν ἀπίστων καὶ Ἰουδαίων. κατὰ δὲ τοὺς τὴν ᾿Εκκλησίαν δοξάζοντας, μ μῆνας καὶ β, μὴ μόνον τῆς τοῦ ᾿Αντιχριστοῦ εἶναι παρουσίας, ἀλλὰ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως εἶναι σημαντικούς· οἳ πρὸς παράθεσιν τῶν ἀπ’ ἀρχῆς κτίσεως κόσμου βραχεῖς τοὺς πρὸ Χριστοῦ τῆς παρουσίας μέχρι τῆς συντελείας λέγω· πόσος γὰρ οὗτος ὁ ἀπὸ Χριστοῦ τῆς παρουσίας οὐδόλως τῆς κιλιοστίας δραξάμενος πρὸς τὸν πεντακισχιλίοστον καὶ πλέον συμπληροῦντα παραμετρούμενος. εἰ δὲ τὸ καταπατεῖσθαι πρὸς τὸ ἀνειμένως ἀναστρέφεσθαι ἐκληφθὲν ἐμποδῶν τοῖς τοῦ ᾿Αντιχριστοῦ καιροῖς, θλιβερωτάτους ὄντας καὶ ἐπιμόχθους τοῖς εὐσεβέσι κατασταίη. εἶχεν ἃν οὖν ἡ ἔκληψις χάριν τοῖς θεοφιλέσι τὸ **νετον τοῦ βίου. ἐπεὶ δὲ καὶ τοῦ διδασκάλου τούτοις προαγγελία πρὸς θλίψεις τὰς ἐν τῷ κόσμῳ ὑπαλείφουσα καὶ ἀγῶνας, δι’ ὧν φησὶν “ ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε·” ἦν δὲ τοῖς εὐκταιότερον μάλιστα τοῦ θεανθρώπου ἣ τὸ κατὰ γνώμην τοῦ διδάσκαλον ὅσαι ἡμέραι χωρεῖν. πῶς ἃν τὸ ἐπίμοχθον οἰηθείη λογιεῖσθαι τοὺς θεολέκτους; ἀλλ’ οὐ πολλῆς ἀνάμεστον ἡδονῆς τὸ τοῖς δεινοῖς τοῦ βίου ἐγκαρτερεῖν, προξένοις οὖσι τῆς ἀιδίου μακαριότητος; διὰ ταῦτα μὲν οὖν ἀνθεκτέον τῆς περὶ τὴν ἐκβολὴν τῆς αὐλῆς εἰς τὴν ἐξ ἐθνῶν ᾿Εκκλησίαν ἐκλήψεως.

  48. 30.1

    Περὶ ᾿Ενὼχ καὶ ᾿Ηλία διελέγχειν μελλόντων τὸν ᾿Αντίχριστον.

  49. 30.2

    Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι μένοι σάκκους. οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶτες. καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσι τὸν οὐρανὸν ἐξουσίαν κλεῖσαι, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν. καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων, στρέφειν αὐτὰ εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν, ὁσάκις ἐὰν θελήσωσιν, ἐν πάση πληγῇ.

  50. 30.3

    ᾿Επειδὴ πάντα ἐν τῇ ὀπτασίᾳ διεπλάσθη τῷ Εὐαγγελιστῇ, τὰ κατὰ τὴν ἔνσαρκον τοῦ Κυρίου οἰκονομίαν, ἡ γέννησις, οἱ πειρασμοὶ, αἱ διδασκαλίαι, αἱ κατ’ αὐτοῦ παροινίαι, ὁ σταυρὸς, ἐπὶ τούτοις καὶ ἡ ἀνάστασις, ἡ δευτέρα τε παρουσία· καὶ πρὸς τούτοις, ἡ τῶν ἁγίων τε καὶ ἁμαρτωλῶν ἀντίδοσις· μόνα δὲ παρελείφθη τὰ τῆς δευτέρας παρουσίας. ἐξ ὑποστροφῆς νῦν τὰ περὶ τούτων διδάσκεται. καὶ ὅτι μὲν ᾿Ηλίας ἥξει ὁ προφήτης δῆλον h, προαγορευσάσης τῆς γραφῆς διὰ Μαλαχίου χρησμῳδοῦντος, “ ἰδοὺ “ ἐγὼ ἀποστέλλω ὑμῖν ᾿Ηλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν “ ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· ὃς “ καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς “ πλησίον αὐτοῦ.” i ἀλλὰ καὶ ὁ Χριστὸς περὶ βαπτιστοῦ, ὡς ὁ Ματθαῖός φησι τοῦτο τὸ λόγιον * * φάσκων· “ καὶ εἰ θέλετε δέξασθαι, οὗτος ἐστὶν ᾿Ηλίας ὁ μέλλων ἔρχεσθαι, τὴν κατάδοσιν προφητεῦσαι. ἀλλ’ ἐπειδὴ πολλὴν εἶχεν ὁμοιότητα καὶ ἡ πρώτη τοῦ Κυρίου παρουσία πρὸς τὴν ἐσχάτην, τὰ πρὸς ἐπιστροφὴν τῶν πλανωμένων διοικουμένη ὑπὸ ὁμοίῳ τὴν δίαιταν ἀνδρὶ τῷ Θεσβίτῃ· διὰ τοῦτο, ὡς μὴ τῆς κυρίας ἐφεστώσης, ὁμοίας δὲ, ἐπ’ ἐκείνοις τὴν καταδοχὴν τίθησιν. εὐγνωμονοῦσιν γὰρ οὐδὲν τὸ διάφορον τῆς χρείας τῆς παρουσίας, εἰ μὴ χρόνου. τῆς γὰρ ἐπιστροφῆς ταύτης οὐδὲν πρὸς ἐκεῖνο τὸ διαλλάττον· περὶ μὲν οὖν ᾿Ηλία ταῦτα. περὶ δὲ τοῦ ᾿Ηνὼχ, μαρτυρίαν μὲν ὅσον πρὸς τὴν παρουσίαν ἀπὸ τῆς γραφῆς οὐκ ἔχομεν, πλὴν τοῦ διὰ μεταθέσεως ἀπαθανατισθῆναι. λόγος δὲ φέρεται ἐκ παραδόσεως φοιτῶν τῇ ᾿Ηκκλησίᾳ ἀπαρατρέπτως j, καὶ αὐτὸν ἥξειν μετὰ Ηλιοῦ τοῦ Θεσβίτου, (φασὶ γὰρ αὐτοὺς κατὰ τὸν καιρὸν τοῦ ᾿Αντιχριστοῦ ἥξειν καὶ προδιαμαρτύρασθαι τοῖς οὖσι τότε, μὴ τοῖς ἀπατηλοῖς τοῦ ᾿Αντιχρίστου παράγεσθαι σημείοις,) καὶ τῇ διαμαρτυρίᾳ ταύτῃ τριβῆναι χρόνον τριετίας καὶ ἡμίσεως. τοῦτο γὰρ αἱ χίλιαι διακόσιαι ἑξήκοντα ἡμέραι χρονικὸν ἀποτελοῦσι διάστημα. ἡ δὲ τῶν σάκκων περιβολὴ, τὸ μετὰ εὐτελείας προβῆναι καὶ πένθους καὶ σκυθρωπότητος παριστᾷ k. τούτους τοὺς δύο οὑς ἐλαίαις Ζαχαρίας ὁ προφήτης ἀπεικάζει, καὶ λυχνίαις δυσίν· ἐλαίαις, διὰ τὸ, τὸ ἔλαιον τὴν τροφὴν τοῦ φωτὸς πηγάζειν, λυχνίαις δὲ, ὅτι ὄχημα τῆς ἀληθείας γεγόνασιν. ἥτις τὸ δι’ ἀρετῶν ἀληθινὸν φῶς ὀνομαζόμενον ὑποδύεται, καὶ Φρυκτωρεῖ l τοὺς πελαγίζοντας m, ὃ καὶ αὐτοῖς περιγίνεται παρρησιάζουσι. τῷ δὲ ἐνώπιον ἑστάναι τοῦ Κυρίου τῆς γῆς τί ἂν ἄλλο σημαίνει, ἢ τὸ αγχοτατως u τοῦ κριτοῦ ζώντων καὶ νεκρῶν τῆς αὐτῶν παρουσίας τὴν ἔφοδον γίνεσθαι o;

  51. 30.4

    P Περὶ τῶν δύο ἐλαίων καὶ λυχνιῶν Ζαχαρίας ὁ προφήτης εἶδεν λυχνίαν ἑστῶσαν, ἑπτὰ λύχνους ὑπερείδουσαν καὶ δύο κλάδους ἐλαίων· ἀλλὰ τοὺς κλάδους ἑστῶτας ἐν δύο λύχνων μυξωτῆρσιν· οὕτω πῶς λέγει, ὅτι δύο κλάδοι τῶν ἐλαίων οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν, μυξωτῆρας λέγων τὸ πρὸς τὸ χεῖλος τοῦ λύχνου μέρος κατ’ ἐξοχὴν κοιλαινόμενον πρὸς ὑποδοχὴν τῆς θρυαλλίδος. καὶ πρὸς ταύτην τὴν πεῦσιν ἤκουσε παρὰ τοῦ χρηματίζοντος Ἀγγέλου· τοὺς υἱοὺς εἶναι τῆς πιότητος, οἳ παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς. τούτους ἀπαραλογίστως κἀνταῦθα ὁ τὴν ᾿Αποκάλυψιν διασκευάζων τῷ ᾿Αποστόλῳ ὑποφαίνει, ὅτι μὴ ἀλλαχόθεν ἐστὶν εὑρεῖν τὴν τῶν ἐλαιῶν χρῆσιν, ἢ ἀπὸ τοῦ εἰρημένου Ζαχαρίου τῆς προφητείας. καὶ ὅτι ἀπὸ τούτου ἡ λῆψις τοῦ προφήτου τὸ μετὰ τῶν ἄρθρων κεῖσθαι τὸ, ὅτι “ οὗτοι εἰσὶν αἱ δύο ἐλαίαι καὶ αἱ δύο βεβαιοῖ· τὰ ἄρθρα γὰρ ἀεὶ πρὸς προεγνωσμένον τι ἀναφέρουσι, πλὴν ὅτι τοὺς ἐκεῖ δύο μυξωτῆρας, ἐνταῦθα δύο λυχνίας ἐκάλεσε. καὶ ὡς ἐκεῖ μὲν ἀπὸ μέρους τὸ ὅλον δηλῶν προφητικῇ συντομίᾳ καὶ κρυφιότητι· ἐνταῦθα δὲ τῇ κατὰ Χριστὸν ἐπιδημίᾳ ἐκφαντορικῶς κεχρημένη τοῖς κατὰ νόμον τε καὶ προφήταις αἰνίγμασι, τοὺς μυξωτῆρας εἰς λυχνίας μετέλαβεν. ἥτις λυχνία καὶ τῶν λύχνων ὄχημα, ἐν οἷς καὶ τὸ τῆς θείας φιλανθρωπίας σύμβολον ἔλαιον τεθησαύρισται, καὶ τὸ ἐλλύχνιον τοῦ φωτὸς χορηγὸν, τοῦ νόμου μηδὲν φιλανθρωπίας ἐπιφαίνοντος, εἰ μὴ ὅσον ὑπολυχνιαία αὐτῇ ἀμαυρά· ὥσπερ ὅταν ἀγαπᾶν μὲν τὸν φίλον διαγορεύει, μισεῖν δὲ τὸν ἐχθρὸν. ὅτι μὲν οὖν ἐλαῖαι καὶ αἱ δύο λυχνίαι οἱ προμαρτύρασθαι προβεβλημένοι ἐνώπιον τοῦ Κυρίου τῆς γῆς οἱονεὶ ἐκκαλύπτεσθαι, εὐπρεποῦς οὔσης τῆς δευτέρας τοῦ Κυρίου παρουσίας, τοῦτο γὰρ τὸ κατενώπιον βούλεται δηλοῦν, εἴρηται ἤδη.

  52. 30.5

    Πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν.

  53. 30.6

    q Τοῦτο τῶν λίαν πιστοτάτων. εἰ γὰρ ὁ εἷς αὐτῶν ᾿Ηλίας τοιαύτην ἔσχεν ἐξουσίαν καὶ πρώην, πῶς ἄπιστον πληροῦντα τὴν Χριστοῦ διακονίαν καὶ προτρέχοντα τῆς παρουσίας αὐτοῦ, μὴ οὕτως ἐν σημείοις καὶ τέρασι προβῆναι; ἐπειδὴ γὰρ ἡ παρουσία τοῦ ᾿Αντιχριστοῦ, ὡς καὶ Παῦλος φησὶ, κατ’ ἐνέργειαν γίνεται τοῦ Σατανᾶ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους· ὁλικὸν γὰρ τοῦτο εἰς συγκατάθεσιν καὶ πίστιν τὸ τερατουργεῖν. φημὶ δὲ παρὰ τοῦτο καὶ οἱ δύο οὗτοι προφῆται οἱ περὶ αὐτοῦ λέγοντες, σημείοις χρήσονται καὶ αὐτοὶ δυνατοῖς, διὰ τοῦ ἀληθινοῦ ἑαυτῶν τὰ κατὰ πλάνην καὶ ἀπάτην ἐλέγχοντες, καὶ τοὺς ὁρῶντας εἰς πίστιν καὶ συγκατάθεσιν ἕλκοντες. βαβαὶ δὲ τῆς θείας ἀγαθότητος ἀντίρροπον τῇ πλάνῃ τὴν ἀλήθειαν ἀντιταξάσης ! ἐν δυνάμει γὰρ ἀληθινῶν σημείων καὶ τεράτων τοὺς ἁγίους τούτους καθοπλίσασα, τοὺς ἐναντίους αὐτοῖς καταισχυνεῖ· μετὰ τῶν τεράτων τῶν ἀληθῶν καὶ λόγοις διδασκαλικοῖς ἐπιστρέφοντας, καὶ πρὸς τούτοις καὶ μάστιξιν, ἀνομβρίας λέγω καὶ πυρὸς, καὶ ταῖς τῶν στοιχείων μεταπτώσεσιν ἐπὶ τὸ βλαπτικὸν προκωρούσαις τοῖς ἀνεπιστρόφως διακειμένοις r, ἀντίρροπον κομιζομένων τῆς κατὰ ἁγίων λύσσης καὶ μιαιφόνου ὁρμῆς τὴν παιδείαν· καὶ οὕτω μὲν οἱ ἀσύνετοι καὶ ἀπειθεῖς. οἱ δὲ βελτίους καὶ πρὸς ἐπιστροφὴν ἀπιδόντες κατὰ τὸ, “ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα, καὶ τὸ, “ “ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται “ ἐν κημῷ καὶ χαλινῷ τοὺς μὴ ἐγγίζοντας πρὸς αὐτὸν ἄγχοντα,” ἐκέρδαναν, εἰ καὶ βιαίως, ἀλλ’ οὖν τὸ σωτήριον αὐτοῖς ἐπιβραβευθὲν παρὰ τοῦ μὴ ἁμαρτωλοῦ τὸν θάνατον θέλοντος, ἀλλὰ πολυτρόπως τὴν δι’ ἐπιστροφῆς τὴν μετάνοιαν αὐτοῦ διοικουμένου.

  54. 30.7

    Καὶ πατάξαι τὴν γῆν.

  55. 30.8

    ᾿Αντιρρόπως κατὰ θείαν χρηστότητα τῇ πληγῇ ἐπιφέρεται καὶ ἡ ἴασις. ἐπειδὴ γὰρ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους, πάντων φαρμάκων καὶ ἐπαοιδῶν ἔσται περιφανέστερος ὁ ψευδόχριστος κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ὁ ἀγαθὸς Θεὸς τοὺς ἁγίους τούτους καθοπλίσει ἐν δυνάμει σημείων ἀληθινῶν, τῇ παραθέσει τούτων τὸ ψεῦδος ἀπελέγξοντας. καὶ τοὺς πεπλανημένους παντοίοις εἴδεσιν ἐπιστροφῆς ἐπανάξοντας, τὸν δὲ πλάνον παραδειγματίσοντας, καὶ μηδὲν πεισομένους ὑπ’ ἐκείνου λυπηρὸν μηδ᾿ ὑφ’ ἑτέρου, ἄχρι περάτων τῆς ἑαυτῶν προφητείας.

  56. 30.9

    Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου, ποιήσει μετ’ αὐτῶν πόλεμον, καὶ νικήσει αὐτοὺς, καὶ ἀποκτενεῖ αὐτούς· καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, γυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη. βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς ἥμισυ. καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς μνῆμα· καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαρήσονται ἐπ’ αὐτοῖς, καὶ εὐφρανθήσονται, καὶ δῶρα δώσουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἔπι τῆς γῆς.

  57. 30.10

    Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν.

  58. 30.11

    Ποῖαν; ὅτι οὗτος ὁ παρὼν οὐκ ἔστιν ὁ Χριστός. ἀπατεὼν δὲ καὶ ὀλέθριος πλάνος. ἥξει δὲ, ὅσον οὔπω, ὁ τοῦ Θεοῦ Υἱὸς, ᾧ καὶ πιστευτέον ὡς Σωτῆρι, καὶ ἐπὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων καὶ πάλαι παραγεγονότι, καὶ νῦν παραγινομένῳ.

  59. 30.12

    Τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου.

  60. 30.13

    Θηρίον τὸν ᾿Αντίχριστον λέγει, διὰ τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ αἱμοβόρον. ἄβυσσον δὲ τὸν τῶν ἀνθρώπων βίον, τὸν πικρὸν ταῖς ἁμαρτίαις καὶ λυπηρὸν q καὶ ἀστατοῦντα ταῖς περιφυσήσεσι καὶ ἀντιπνοίαις τῶν πονηρῶν πνευμάτων. οὐ γὰρ ἐξ ἄλλης φύσεως ἐγερθήσεται ὁ ἀλιτήριος οὗτος, ἀλλ’ ἐκ τῆς ἡμετέρας καὶ ἀνθρωπίνης οὐσίας. ἄνθρωπος γὰρ ἔσται κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ὡς ἤδη εἴρηται. τοῦτο οὖν φησὶ, τὸ θηρίον πολεμήσει r τοῖς ἁγίοις τούτοις προφήταις, ἀποκτενεῖ αὐτοὺς, καὶ τὰ σώματα αὐτῶν ἄταφα ῥίψει ἐν ταῖς πλατείαις τῆς ῾Ιερουσαλήμ. ἐν αὐτῇ γὰρ βασιλεύσει ὡς Ἰουδαίων βασιλεὺς, οὓς ἀπατήσει καὶ ἕξει s πρὸς πάντα ὑπουργοῦντας καὶ πειθομένους. καὶ ὁ Κύριος παρὰ Ἰωάννῃ, “ ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ “ λαμβάνετέ με. ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, “ ολήψεσθε.” Σόδομα δὲ τὴν ῾Ιερουσαλὴμ καὶ φησὶ καλεῖσθαι, οἱονεὶ κατὰ ἀλληγορίαν· Σόδομα, διὰ τὴν τότε ἀσέλγειαν ἐν αὐτῇ ἐσομένην Ἰουδαίων καὶ κακοξενίαν· Αἴγυπτον, ὡς καταδουλουμένην καὶ ἀδικοῦσαν τοὺς Χριστοῦ δούλους, ὡς καὶ ἐκείνη τὸν ᾿Ισραήλ.

  61. 30.14

    u Καὶ νικήσει αὐτοὺς, καὶ ἀποκτενεῖ αὐτοὺς.

  62. 30.15

    Μετὰ τὸ διαμαρτύρασθαι, φησὶ τῆς ἀπάτης τὴν ἀποφυγὴν τὸ θήριον ὁ ᾿Αντίχριστος ἀπὸ τῶν σκοτεινῶν καὶ βυθίων τῆς γῆς χώρων ἐξιὼν, εἰς οὓς κατεδικάσθη ὁ διάβολος, τῇ τοῦ Κυρίου διὰ σαρκὸς ἐπιδημίᾳ, πολεμήσει μετ’ αὐτῶν καὶ νικήσει αὐτοὺς, καὶ ἀνελεῖ κατὰ θείαν συγχώρησιν, καὶ ἀτάφους ἐάσει.

  63. 30.16

    Καὶ τὸ πτῶμα αὐτῶν.

  64. 30.17

    Τῶν πτωμάτων αὐτῶν ἤτοι τῶν σωμάτων, ἃ πτώματα λέγεται διὰ τὸ τῆς ἑαυτῶν ἐν τῆ ζωὴ δόξης καὶ τοῦ ὕψους διὰ τοῦ θανάτου ἐκπεπτωκέναι, ταῦτα ἄταφα ποιήσει κατὰ τῆς πλατείας τῆς παλαιᾶς ῾Ιερουσαλὴμ καὶ κατεστραμμένης. ἐν αὐτῇ γὰρ καὶ βασιλεύσει ὡς Ἰουδαίων βασιλεὺς, εἰς παράστασιν δῆθεν τοῦ προφητικοῦ λογίου, τοῦ “ ὅτι ἀναστήσω τὴν σκήνην Δαβὶδ “ πεπωκυίαν,” καὶ κατὰ μίμησιν τοῦ ἀληθινοῦ Χριστοῦ. ὃς καὶ αὐτὸς ἐκεῖ κατὰ σάρκα γεγέννηται. τούτῳ γὰρ τῷ προφητικῷ ἐκτραχηλιζόμενοι Ἰουδαῖοι εἰς τὴν ἐκείνου παρουσίαν ἀνατιθέασιν.

  65. 30.18

    Ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη.

  66. 30.19

    Κύριος, τῶν δύο μαρτύρων δηλονότι.

  67. 30.20

    Καὶ βλέπουσιν ἐκ τῶν λαῶν.

  68. 30.21

    ῾Ορῶντες δὲ οἱ τῷ ᾿Αντιχρίστῳ ἐκ πάσης φυλῆς ἑξηπατημένοι Ἰουδαῖοι τὴν ἀναίρεσιν τῶν δύο μαρτύρων, χαρήσονται, ὡς τοῦ σφῶν βασιλέως νενικηκότος, καὶ δώροις χαριστηρίοις δεξιώσονται ἀλλήλους. καὶ τὰ σώματα αὐτῶν ἄταφα ποιήσουσι μεῖναι, ἀμοιβὴν τοῦτο παρέχοντες τοῖς δύο προφήταις. s βασάνου μὲν αἰσθητῆς οὐδεμιᾶς· οὐ γὰρ αἰσθητὰ αὐτῶν σώματα αἱ πληγαί· ἀλλ’ ἡ ἄρα εἰς τὴν κτίσιν· ἣ καὶ ταῖς ἑαυτῶν ἐπισκώπτοντες ἁμαρτίαις καὶ διελέγχοντες καὶ τὴν ἀπάτην ἑαυτῶν ἀνακαθαίροντες βασανίσωσιν ὄντως.

  69. 31.1

    Ὄπως ἀναιρεθέντες ὑπὸ τοῦ ᾿Αντιχρίστου ἀναστήσονται ᾿Ενὼχ καὶ Ἠλίας, καὶ τοὺς ἠπατημένους ἐκπλήξουσιν. Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν εἰς αὐτοὺς, καὶ ἕσαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας φδκ αὐτούς. καὶ ἤκουσα φωνὴν μεγάλην ἐκ οὐρανοῦ λέγουσαν αὐτοῖς· ἀνάβητε ὧδε. καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῆ νεφέλη, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. ἐν ἐκείνῃ τῆ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν. καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτὰ, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο, καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ. ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν. ἡ οὐαὶ ἡ τρίτη, ἰδοὺ ἔρχεται ταχύ.

  70. 31.2

    ᾿Ισαρίθμους ἡμέρας τοῖς ἔτεσι τῆς προφητείας νεκρωθέντας ἀναστήσειν Φησίν t. ἐξέστη u πάλιν χρονικῆς δηλώσεως ἀπὸ μελλούσης συντελείας εἰς παρωχημένην μεπακρουσθεὶς, κἀνταῦθα x τὸ ἀπαράβατον τῶν δηλουμένων σοφῶς πῶς ἐμφανὲς y μετὰ τῆς πρεπούσης καθιστῶν ἀκριβείας.

  71. 31.3

    Καὶ φόβος μέγας ἔπεσεν.

  72. 31.4

    Φόβος μέγας εἴρηται ἤτοι καὶ αἰσθητῶς συμβαίνων τότε, τούτων μελλόντων, ἢ καὶ ἑτέρως z παρουδὲν δὲ περὶ τούτων ἀσχολεῖσθαι χρὴ, ἀφ’ ἑκατέρου τῇ ψυχῇ τῶν ἐγρηγορέναι Φιλούντων, τοῦ σωτηρίου θεαρέστως a ποριζομένου.

  73. 31.5

    Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῆ νεφέλῃ.

  74. 31.6

    Νεφέλη ἀεὶ τῶν θείων πραγμάτων ὑπουργὸς, ἤτοι περιπολοῦσα, ὡς ἐν τῷ, “ νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. ἢ καὶ ὀχοῦσα ὥς περ ἐν ἄλλοις καὶ δὴ καὶ ἐνταῦθα. ἡ γὰρ νεφέλη εἴρηται b ἀπὸ νεφῶν, τὸ παχὺ καὶ ὑδατῶδες ἀποβαλόντων, ἃ νέφη ἐξ ἀναθυμιάσεως τῆς ὑγρᾶς οὐσίας πέφυκε τὴν ὑπόστασιν λαμβάνειν τῇ ἐξατμίσει. τοιγαροῦν τῶν νεφῶν τῆς νεφέλης τὸ εἶναι οἰκειουμένων, ἐνθεωρεῖται ἐν αὐτῇ ἀδηλία τις μετά τινος αἴγλης, ἥτις ἐξ ἀνακλάσεως ἡλιακῆς ἀκτῖνος, κατ’ ἔμπτωσιν ἐκτελεῖται. διόπερ καὶ ἀεὶ τοῖς θείοις δηλώμασι συμπαρομαρτεῖ, ἐκεῖνο αἰνιττομένη, ὡς τὰ θεῖα c οὔτε πάντη ἄδηλα d ἡμῖν, οὔτε πάντως ἐκδήλως παρεχόμενα e, ἀλλ’ οἷον ἀκράτου φωτὸς ἔλλαμψιν τῇ κρυφιότητι ὑπογυμναζομένη g. κατ’ αὐτὸ δὴ τοῦτο καὶ νῦν ἡ νεφέλη τῇ πρὸς οὐρανὸν ἀνόδῳ τῶν προφητῶν ὑπηρετεῖ. διὸ καὶ, ὡς ἔθος τὰ τοιαῦτα μετὰ τοῦ ἄρθρου παρείληπται. ἐν τῇ νεφέλῃ γὰρ ἀναβῆναι i φησὶν, οὕτω τῆς μυήσεως ἐντελλομένης, τῶν ἄρθρων, ὡς πρὸ μικροῦ ὑπεμνήσαμεν, προεγνωσμένου τινὸς ἀναπόλησιν εἰσηγουμένων. καὶ περὶ μὲν νεφέλης, ταύτῃ τεθεωρείσθω, ἥτις k κατὰ τὸ ἕτοιμον τῆς λέξεως, νεφέλη εἴρηται διὰ τὸ ἀπὸ νέφους τὴν ὑπόστασιν ἐσχηκέναι ἀποτιναχθέντος l πᾶν τὸ παχὺ καὶ ὑδατῶδες. ἀναθυμίασις γὰρ ὑγρὰ τὰ νέφη συνίστησιν, ἧς ἀποτιναχθείσης εἰς ὑετὸν, καὶ οἱονεὶ πέψεως m γενομένης, τὸ ἄπεπτον τούτου εἰς νεφέλης χωρεῖ γένεσιν· ἥντινα n δὲ o λεπτότῶν τητᾷ καὶ διαφάνειαν καὶ Ἕλληνες l. ἤτοι φῶς ἡλιακὸν ἐμφιλοχωρεῖ, ὡς εἶναι οἱονεὶ νέφος πεφωτισμένον καὶ διαυγές m.

  75. 31.7

    ᾿Εν ἐκείνη τῆ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας.

  76. 31.8

    n Δηλοῦ γινομένου ὡς καὶ αἰσθητῶς συμβαίνειν μελλόντων τούτων καὶ νοητῶς κατὰ θεωρίαν, πρὸς οὐδὲν τούτων ἀπαγορευτέον. τὸν γὰρ σεισμὸν νοητῶς καὶ ἐπὶ τῶν σαλευομένων τὴν μετάθεσιν ἐπὶ τὸ σταθερὸν καὶ βέβαιον δηλοῦν νομίζομεν. τὸ δέκατον δὲ τῆς πόλεως πίπτειν τὸ τῆς ἀσεβείας πτῶμα, μήτε τῇ τῶν ἀναιρεθέντων ἀπαλείψει σωφρονισθέντων, ὡς τῶν λοιπῶν σωθησομένων. αἱ γὰρ ζ΄ χιλιάδες ἀναιρούμεναι τοὺς τῷ ἑβδοματικῷ χρόνῳ προστετηκότας τοῦ παρόντος βίου, καὶ τὴν ὀγδόην τῆς ἀναστάσεως μὴ ἀναμένοντας, σημαίνειν φαίνεται, οὓς καὶ ἀποκτανθῆναι τὸν ἐν τῇ γεέννῃ αἰώνιον τῆς κολάσεως θάνατον. ὡς οὐχ οἷόν τε τὸν αἰσθητὸν τοῦτον οὐκέτι χώραν ἔχοντα ἐν ἐκείνῳ τῷ ἀκηράτῳ αἰῶνι ἐμφιλοφωρεῖν, ἐξ ἧς κατὰ δίκης οἱ λοιποὶ χαριστήριον ἀνέπεμψαν τῷ Θεῷ δόξαν τοῦ οὐρανοῦ. ὡς οὐκέτι τῶν γηίνων ἤτοι τῶν τῇ φθορᾷ συστοίχων ἐνεργουμένων, ὡς θείας ἐπισκοπῆς δεῖσθαι. ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν. ἡ τρίτη ἔρχεται, καθ’ ἣν ὁ ἕβδομος Ἄγγελος σαλπίσει.

  77. 31.9

    Καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε.

  78. 31.10

    o Τί αἰνιττόμενος διὰ τούτου· ἢ τὸ ὅτι τοῦ κόσμου τὸ τηνικαῦτα δοκοῦν τέλειον καθοπότερον ἀρετῆς καὶ κακίας μὴ σωφρονισθὲν τῇ τιμωρίᾳ τῶν ἐκλελοιπότων, καὶ πρὸς τὸ ὄντως ὂν μεταθέμενον, τῷ αἰωνίῳ κατακρίματι παραπεμφθείη;

  79. 31.11

    Καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα.

  80. 31.12

    Ἰδικώτερον κέχρηται τῆ ἐπαγγελίᾳ. οὐ γὰρ τὰ ὀνόματα ἀπεκτάνθη. πῶς γὰρ τὰ ἐν τάξει συμβεβηκότων κείμενα; ἃ χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς γίνεται καὶ ἀπογίνεται, ὡς οἱ περὶ ταῦτα δεινοὶ ἐμφανίζουσιν. ἀλλ’ ἐκείνων ἀναιρεθέντων τῶν καθ’ ὧν τὰ ὀνόματα τέθειται, τὸ λεγόμενον νοητέον P. οὐ γὰρ κατὰ κενοῦ ἡ θέσις, κἀκεῖνα τῷ ὀλέθρῳ ὑπεβλήθη.

  81. 32.1

    Περὶ τῆς ἑβδόμης σάλπιγγος, καὶ τῶν ὑμνούντων τῷ Θεῷ ἁγίων ἐπὶ τῆ μελλούσῃ κρίσει.

  82. 32.2

    Καὶ ὁ ἕβδομος Ἄγγελος ἐσάλπισε, καὶ ἐγένοντο φωναὶ μέγ’ ἄλαι ἐν τῷ οὐρανῷ, λέγουσαι, ἐγένετο ἡ βασιλεία τοῦ κόσμου, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι, οἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ, λέγοντες· εὐχαριστοῦμέν σοι Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὣν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην, καὶ ἐβασίλευσας. καὶ τὰ ἔθνη ὠργίσθησαν, ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις, καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

  83. 32.3

    Τὰ τῆς τρίτης οὐαὶ, ἡ τοῦ ἑβδόμου Ἀγγέλου σάλπισις παριστᾷ, φωνὰς μεγάλας ἐν οὐρανῷ ἐξηχουμένας, δήλωσιν ἐμποιούσας. τοῦτο γὰρ βούλεται τὸ λέγειν, ὡς καὶ προείπομεν. τί οὖν q τὸ δηλούμενον, “ ἐγένετο ἡ βασιλεία;” ἀεὶ μὲν ὁ Θεὸς οὔτε ἀρξάμενος, οὔτε παυσάμενος βασιλεύειν ὁρατῶν τε καὶ ἀοράτων, καὶ νοουμένων τε πάντων r καὶ ἀνεννοήτων, (ὅτι μηδὲ πάντων ἡ ἀνθρωπίνη περιδράττεται νόησις,) ἀλλὰ καὶ ἀνάρχως καὶ ἀτελευτήτως ἐστὶ πάντων Κύριος ὁ δεσπότης. ἐπειδὴ δὲ ἡ κοσμικὴ ἀρχὴ καὶ βασιλεία ἔσθ’ ὅτε τὸ ἀνυπότακτον ἐπεδείξατο αὐτῷ οἰκείαις ματαιότησι κορυφουμένη, ἧκε δὲ ἀπὸ τούτου s ὀνειρώττουσα δόξα τῷ θνητῷ τούτῳ κόσμῳ πρὸς φθορὰν καταντῶσα· λυθέντων t καὶ παυσαμένων τῶν ἐπὶ γῆς βασιλευόντων καὶ τυραννούντων οὐκ ἀληθῶς, ἀλλ’ ἐν ἐσόπτρῳ τε καὶ ἰνδάλματι, μόνος ὁ τῷ ὄντι Θεὸς καὶ βασιλεὺς κρατεῖν καὶ βασιλεύειν t εἰς τοὺς αἰῶνας ἀδιαδόχῳ u κράτει καὶ ἐξουσίᾳ εἴρηται.

  84. 32.4

    Καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι.

  85. 32.5

    x Οἱ κδ΄ οὗτοί τινες προτεθεώρηται ἤδη. διὸ κἀνταῦθα καὶ τοὺς ἁγίους Ἀγγέλους καὶ τοὺς ἀγγελικῶς τούτῳ τῷ βίῳ ἐμπολιτευσαμένους εὐχαριστίαν ἀναπέμψαι φησιν τῷ παντοκράτορι, ὃς ἔχει τὸ ὁ ὢν καὶ ὁ ἢν. τὸ ὢν ἐπὶ τῆς Ἀγίας ἁρμόζει Τριαδος, ὡς προείρηται· καὶ τὸ ἦν, εἰ καὶ τὰ μάλιστα περὶ τοῦ Πατρὸς εἴρηται τὸ ὁ ὣν, περὶ δὲ τοῦ Υὶοῦ ἰοῦ τὸ ὁ ἢν, ἀλλ’ οὑν καὶ κατὰ τῶν τριῶν ὑποστάσεων εἰρῆσθαι τις ἀναμφιβάλοι, ὃς ἐμφρόνως τὰ θεῖα καὶ θεοπρεπῶς διαιτῶν προτεθύμηται· πλὴν γὰρ τῶν ὑποστατικῶν χαρακτηρισμάτων τἄλλα πάντα ἀνυποστόλως κατὰ τῶν τρίων ἐναρμόττεται προσώπων· ὥστε η εὐχαριστία τῶν πρεσβυτέρων εἰς τὴν Ἀγίαν ἀνατίθεται τριάδα, καὶ κοινῇ καὶ καθέκαστον· εἰλῆφθαι δὲ τὴν δύναμιν τὴν μεγάλην δι’ ἐπιγνώσεως ἀληθοῦς ἐν τῇ παραδρομῇ τῶν σκιῶν, ἣν ὡς Θεὸς ἐξ ἀρχῆς βασιλείαν ἐκέκτητο, ἔδωκεν ἀνθρώποις· δι’ ὃ καὶ εἴρηται, “ δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύρραννοι “ γῆς.” ταύτην ὡς ἄνθρωπος μάλιστα ὁ δι’ ἡμᾶς γενόμενος λαβεῖν κατηξίωσεν. οὗ γενομένου καὶ τῆς ἐπιγείου βασιλείας ἀπολωμένης, εἰκότως τὰ ἔθνη ὠργίσθησαν, καθαιρεθείσης τῆς αὐτῶν δυναστείας· ἔθνη λέγων τὰ τῶν δαιμόνων συστήματα καὶ τῶν ἀπίστων ἀνθρώπων τὰ τάγματα, ὡς ἂν καὶ τῶν δαιμόνων ἀποστερουμένων τῆς ἑαυτῶν λατρείας καὶ δὴ καὶ ἐθνῶν, ἅτε τῇ προσφάτῳ καὶ ξένῃ διδαχὴ. μακροθυμήσας, ἐπὶ τέλει τὴν δίκην ἐπήνεγκεν, ἀξίαν καὶ τῆς θείας ἀνεξικακίας καὶ τῆς ἐκείνων σκληρότητος καὶ ἀγνωμοσύνης.

  86. 32.6

    Ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν.

  87. 32.7

    Ἐπειδὴ ἡ πτῶσις καὶ τὴν ἁπλῶς κάθεξιν σημαίνει, ἵνα μὴ τοῦτο ὑποληφθείη, ἐπήγαγεν “ ἐπὶ τὰ πρόσωπα αὐτῶν,” ὅπερ τῇ δεσποτικῇ ἐποφείλεται παρὰ τῶν ὑποδεεστέρων τιμῇ.

  88. 32.8

    Καὶ ἦλθεν ἡ ὀργή σου.

  89. 32.9

    Πόλλα, φησι, μακροθυμήσας ἔτι τοῖς πάλαι, ἐπεὶ μηδὲν ἀπώναντο τῆς χρηστότητός σου, νῦν κατὰ καιρὸν ἦλθες. καιρὸν δὲ τῶν νεκρῶν, τὸν y τῆς παγκοσμίου φησὶν ἀναστάσεως, ἐν ᾧτ’ ἑκάστῳ καταλλήλως δοθήσεται τὰ ἐπίχειρα. διὰ δὲ τῶν προφητῶν, καὶ τῶν ἁγίων, καὶ τῶν φοβουμένων τὸν Θεὸν, τὰ τρία τάγματα τῶν ρ΄ καὶ ξ΄, καὶ λ΄ καρποφορούντων φησὶ, τῆς πρώτης λήξεως τῶν Ἀποστόλων ἀξιουμένων, καὶ τῆς ἐπὶ δώδεκα θρόνων ἱδρύσεως. ὡσαύτως καὶ τοὺς προφήτας z μάλιστα τοὺς ὑπολυσσώσαις a κατ’ αὐτῶν βασιλέων τιμωρίαις ὑποβληθέντας b. μικροὺς δὲ καὶ μεγάλους. μικροὺς, τοὺς ἧττον ἁγίους, μεγάλους, τοὺς μᾶλλον ὑπερέχοντας ἁγιότητι. ἐπεὶ δὲ διττὸς ὁ φόβος, ὁ μὲν προκαταρκτικὸς, ὁ δὲ τελειωτικὸς, καὶ τοῦ μὲν προκαταρκτικοῦ, τοῖς οὔπω τὴν ἀθῴωσιν εἰληφόσι συνόντος, τοῦ τελειωτικοῦ δὲ, τοῖς ἤδη ὑπὸ Θεοῦ ἀνειλημμένοις, οἷς καὶ διὰ φόβου ἀεὶ τὸ μή τι αὐτοῖς ἐνδεῖ, ὃν c εἰκὸς ὑπεῖναι τοῖς σφόδρα ἀγαπῶσιν, οὐκ ἀποβλητέον d οἶμαι τὸ ἀπὸ τῶν ἁγίων ὑποσταλῆναι τοὺς φοβουμένους, ὡς τῶν μὲν μικρῶν τῷ ὄντι φόβῳ ἐνεχομένων, τῶν δὲ μεγάλων οἳ ἔχουσι τὸ θαῤῥεῖν, ὥσπερ εἴρηται, καὶ τῷ θάρρει φόβον παρομαρτεῖν. ἑκατέροις τοίνυν ὁ φόβος διὰ τὴν ἀντίδοσιν τὴν πρὸς ἀξίαν τῶν βεβιωμένων καὶ τὴν ἀντιμισθίαν, τοῖς μὲν μεγάλοις, αὐτὸ τοῦτο τὸ μὴ πεποιθέναι ἑαυτοῖς προσεῖναι τὸ ἀνελλιπὲς, τοῖς μικροῖς δὲ ἀνενδοιάστως ἐλπιζομένοις e σώζεσθαι, καὶ ὅτε τοὺς τοῦ Θεοῦ δούλους ὑπέβαλλον ἀπηνέσι κακοῖς, καὶ οἶς ἄλλοις ἀτόποις αὐτῶν ἔργοις ἐμίαναν τὴν γῆν καὶ διέφθειραν f.

  90. 33.1

    Περὶ τῶν διωγμῶν τῆς ἐκκλησίας τῶν προτέρων, καὶ τῶν ἐπὶ τοῦ Ἀντιχρίστου.

  91. 33.2

    Καὶ ἠνοίχθη ὁ ναὸς ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Κυρίου ἐν τῷ ναῷ αὐτοῦ. καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ χάλαζα μεγάλη.

  92. 33.3

    Μετὰ τὴν εὐχαριστήριον δόξαν τῶν Ἀγγέλων καὶ τῶν ἰσαγγέλως λῶς ζησάντων, ἠνοἰχθαι τὸν οὐρανόν φησι, καὶ ὀφθῆναι τὴν κιβω- τὸν τῆς διαθήκης. οὐρανὸν τὴν ὑπεράνθρωπον λέγων γνῶσιν, ἐν ᾧτ’ καὶ τεθησαύρισται “ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, “ καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς “ ἀγαπῶσιν αὐτόν. ἐν τούτῳ τῷ τῆς γνώσεως οὐρανῷ, καὶ ἡ κιβωτὸς ὤφθη τῆς διαθήκης. τι δὲ δι’ αὐτῆς δηλοῦν ἐθελούσης τῆς ὀπτασίας ; τὸ ὅτι, ὥσπερ ἐν ἐκείνῳ καιρῷ εἴρηται Μωϋσῇ, συμβολικὰ ταῦτα τὰ παραταττόμενα αὐτῷ, ἀλλ’ οὐκ ἐνεργείας ἐχόμενα, “ ὄρα γάρ, φησι, “ ποιήσεις πάντα κατὰ τὸν τύπον “ τὸν δειχθέντα σοι ἐν τῷ ὄρει,’’) οὕτω καὶ νῦν μὴ ἐπ’ αὐτῶν ἐναπομένειν ταῦτα εἰσηγεῖται τῶν ὁρωμένων, καταλλήλως δὲ τῷ οὐρανίῳ ὕψει μετεωρίζων f τὴν γνῶσιν. καὶ ἐπειδὴ τῇ ὑποδείξει Μωϋσῇ τῆς κιβωτοῦ τῆς διαθήκης, προτέλεια g αἱ ἀστραπαὶ βρονταὶ κατὰ τὸ ὄρος ἐν ᾧ ταῦτα χρηματισθῆναι εὐδόκητο, ἀθιγὲς h τοῖς ἀλόγοις καὶ θηριώδεσιν ἀπειργάζοντο, οὕτω καὶ ἐνταῦθα τῆ ὑποδείξει τῆς κιβωτοῦ, καὶ τὰ καθήκοντα ταύτῃ τῆ ὀπτασίᾳ ἐπηκολούθει.

  93. 33.4

    Καὶ ἐγένοντο ἀστραπαί.

  94. 33.5

    Αὕτη ἐστὶν ἡ τρίτη οὐαὶ, ἥτις τοῖς ἁμαρτωλοῖς ἡτοιμάσθη, ὥσπερ ἡ ἐποψία τῶν ὑποκειμένων ἀγαθῶν τοῖς ἁγίοις τέως ἀδιαγνώστοις ἀνθρώποις, διὰ δὲ τῆς ἀνοίξεως τοῦ ναοῦ τοῦ Θεοῦ τοῦ ἐν τῷ οὐρανῷ, εἰς γνῶσιν ἀφικομένοις. περὶ ὧν καὶ ὁ Σωτῆρ’ ἐν τῷ δείπνῳ τῷ μυστικῷ φησι· “ ἀπαρτὶ οὐ μὴ πίω ἀπὸ τούτου “ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν αὐτὸ πίνω καινὸν “ μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. τότε γὰρ οἱ καλῶς βιώσαντες i τῆς παλινξωΐας ἠξιωμένοι, τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ὁσίοις] ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς τεύξονται.

  95. 33.6

    Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ. γυνὴ περιβεβλημένη τὸν ἥλιον καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανοι ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα, ἔκραζεν ὠδίνουσα; καὶ βασανιζομένη τεκεῖν.

  96. 33.7

    k Γυνὴ τοσαύτης ἠξιωμένη δόξης ἔφθημεν εἰρηκότες ὡς οὐρανὸν τὰ ὑπερφερῆ τῆς θνητῆς φύσεως νοήματα κατονομάζει· τὸ γὰρ τοῖς δεικνυμένοις ἐπιβάλλειν τὴν γνῶσιν ἐπιτευκτικῶς, καὶ οἴεσθαι τοῦτο ἀμαθῶς διατείνεσθαι, θρασείας καὶ αὐθάδους φρενός· τὸ δὲ ὰνεπερείστως k καὶ ὃ λαβεῖν κατηξίωται συμμέτρως τῇ ἑαυτοῦ καθάρσει, τοῦτο γνωρίζειν τοῖς ἄλλοις, ἐπιεικοῦς ἀνδρὸς καὶ μετρίου. διόπερ ἐκεῖνα προθέντες ἃ παρὰ τῶν πρὸ ἡμῶν ἔγνωμεν περὶ τῶν προκειμένων, τὰ πρὸς ἀποδοχὴν ὁποτέρου τῇ γνώμῃ του αἱρουμένου ἔωμεν· τὴν τοίνυν ταύτην τὴν γυναῖκα οἱ μὲν εἰς τὴν τοῦ Κυρίου μητέρα ὑπέλαβον τὴν ὀπτασίαν ἀναφέρουσαν δεῖξαι τὰ κατὰ τὸν Ἀντίχριστον πρὸ βραχέως διεξελθὼν, ἐπειδὴ τοῦ ἐπιστῆναι τοῦτον καὶ ὑπὸ τοῦ Σατανᾶ προχειρισθῆναι οἱ λόγοι εἴρηνται, σπουδῇ τοῦ Σατανᾶ πείθειν ἐξ ἀπάτης l βουλομένου τοὺς ἤδη προσνεμηθέντας Χριστῷ, καὶ ἐξ ὑποστροφῆς πρὸς αὐτὸν αὐτομολῆσαι· ὃς καὶ m τοῖς ἀπ’ ἀρχῆς τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου κακούργως ἐπιβαλὼν ἐξ ὁμοιώσεως τούτων τὴν ἀπάτην· προέθετο n ἐνστήσασθαι, καὶ μάλιστα Εβραίοις o τὰς περὶ Χριστοῦ προφητείας ἐκείνῳ μᾶλλον προσοικειοῦσιν ἣ τῷ p Χριστῷ. ταύτῃ τοι ἡ θεωρία τὴν ἀπάτην διορθουμένη, τὴν τοῦ Κυρίου δι’ ἡμᾶς προβάλλεται οἰκονομίαν, ὡς ἤδη τελεσθεῖσαν, καὶ μὴ ἃν ἄλλην αὐτῇ ἐνάμιλλον ἔσεσθαι δυναμένην. διὸ περὶ μὲν τῆς μητρὸς, ἅτε καθαρᾶς καὶ τῶν γηίνων ἀπηλλαγμένης, ἐν οὐρανῷ ταύτην γράφει, καὶ οὐκ ἐν γῇ, ὡς ἰσάγγελον. ἄλλα καίπερ οὕτω τῇ καθαρότητι ὑπερανέχουσα, τοῦ αὐτοῦ ἡμῖν μετεῖχεν φυράματος· τι γάρ φησιν ὁ Δαβὶδ περὶ τῆς συλλήψεως τοῦ Κυρίου ; “ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν “ ἡ στάζουσα ἐπὶ τὴν γῆν. ” γῆν τὴν ἁγίαν καλοῦσα τοῦ Κυρίου μητέρα, ὡς ὁμοούσιον ἡμῖν τοῖς γηίνοις· τὸ γὰρ ἀνόσιον Εὐτυχοῦς δόγμα περὶ τῆς θεοτόκου, καὶ τῆς τοῦ Κυρίου σαρκώσεως, ἔξω ποῦ θείων περιβόλων ῥιπτέσθω. τὸ δὲ περιβεβλῆσθαι αὐτὴν τὸν ἥλιον, καὶ τὴν σελήνην ἔχειν ὑποπόδιον, ὁ Ἀββακοὺμ ἱκανὸς παραστῆσαι δι’ ὧν φησίν, “ ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει “αὐτῆς,” αὐτῆς, ἥλιον λέγων τῆς δικαιοσύνης τὸν Σωτῆρα Χριστὸν, τῷ εὐαγγελικῷ κηρύγματι ὑψωθέντα καὶ μετεωρισθέντα· τῆς δὲ σελήνης, τουτέστι τῆς τῶν Ἰουδαίων συναγωγῆς οὐκ ἔτι προσθήκην δεξαμένης. οὐ γὰρ ἔτι μετὰ τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν προσθήκην ἐκ τῶν ἐθνῶν ἔλαβε διὰ προσηλύτων. μᾶλλον μὲν οὖν καὶ ὠλίγωται Χριστιανοῖς προσχωρούντων Ἰουδαίων. ἀλλὰ καὶ τὸ περιβεβλῆσθαι τὸν ἥλιον, τὸ ἐσκεπάσθαι τὴν ἁγίαν παρθένον τῷ ἡλίῳ τῷ νοητῷ, ἤτοι τῷ Χριστῷ, δυνάμεθα ὑπολαβεῖν, καὶ τὴν σελήνην, τὴν κατὰ νόμον λατρείαν καὶ πολιτείαν· ἅτε ὑποβιβασθεῖσαν καὶ παρὰ πολὺ μείονα ἑαυτῆς γενομένην τῷ εὐαγγελικῷ κινηθεῖσαν πυρσεύματι r. ἄλλως τε καὶ ὅτι ὁ νόμος καὶ τὰ νομικὰ προστάγματα ὑπὸ Χριστοῦ τοῦ Ἠλίου φωταγωγεῖται, ὡς καὶ ἡ σελήνη ὑπὸ τοῦ ἡλίου τοῦ αἰσθητοῦ. ἴσως s δὲ πρὸς τὸ δηλούμενον ἀκολουθότερον ἦν εἰπεῖν, τῷ ἡλίῳ μὴ περιβεβλῆσθαι τὴν γυναῖκα, περιβεβληκέναι δὲ τὸν ἐν γαστρὶ ἐχόμενον ἥλιον. ἀλλ’ ἵνα δείξῃ ἐν τῇ ὀπτασίᾳ ὅτι καὶ κυοφορούμενος ὁ Κύριος, καὶ τῆς οἰκείας μητρὸς καὶ πάσης τῆς κτίσεως ὑπερεῖχε, σκέπῃ αὐτὸν ἔφη περιβεβληκέναι τὴν μητέρα. t συνῳδεῖ τούτῳ καὶ τὸ ὑπὸ τοῦ Γαβριὴλ τῇ παρθένῳ ῥηθέν, “ δύναμις ὑψίστου ἐπισκιάσει τὸ σκέπην γὰρ περιβεβληκέναι ταὐτὸν ὑπάρχει τῷ ἐπισκιάζειν.

  97. 33.8

    Ἕτεροι πάλιν, ὧν καὶ Μεθόδιος ὁ ἅγιος ὁ Πατάρων, εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἁρμόζει τὸ ὅραμα, ἀσύμβατα τῆς δεσποτικῆς γεννήσεως νομίσας ταῦτα, διὰ τὸ ἤδη πρὸ πολλοῦ τετέχθαι τὸν Κύριον. ἡ Ἐκκλησία τοίνυν τὸν Ἥλιον τῆς δικαιοσύνης περιβέβληται καὶ τὸ νομικὸν φῶς τῆς νυκτοφαοῦς σελήνης. ταύτῃ γὰρ ὁ νόμος ἀπείκασται, ὡς ὑπὸ σκότῳ τῆς θεοσεβείας τὴν περίγειον πᾶσαν κατέχοντι, ἀμυδρὰν αὐγὴν, λάμψιν λέγω θεογνωσίσς, παρασχούσῃ· καὶ δή γε καὶ ὡς ἀλλοιουμένη κοσμικῇ ζωῇ ὑπὸ τοὺς πόδας τῆς Ἐκκλησίας λέλογχε. ἄστρασί τε ὁ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος δώδεκα κεκόσμηται, ἀριδήλως τοῖς Ἀποστόλοις ἡ Χριστοῦ Ἐκκλησία. ἀλλά γε δὴ ὁ αὐτός φησι Μεθόδιος καὶ ὡς τῆς σελήνης ἠρτημένης τῆς ὑγρᾶς οὐσίας, ἥτις τροπικῶς καλεῖται θαλάσσᾳ, τὸ ἅγιον βάπτισμα δηλοῦν· ὀλέθριον μὲν δαίμοσι, σωτήριον δὲ ἀνθρώποις εὐγνώμοσι. τὴν Ἐκκλησίαν οὖν φησὶν ἡγητέον τὴν γυναῖκα, οὐ τὴν ἁγίαν παρθένον γεννῶσαν τὸν Χριστόν. γάλα γὰρ τοῦτο τετέλεστο τὸ μυστήριον τῆς ἐνανθρωπήσεως. ὁ δὲ Ἰωάννης τῶν μελλόντων οὐ τῶν ἤδη γεγεννημένων τὴν γνῶσιν ἀποκαλύπτεται. ἡ τοίνυν Ἐκκλγσία, ἤγουν ἡ νέα Σιῶν, ὠδίνει, κατὰ Παῦλον τὸν θεῖον εἰπεῖν, καὶ στενάζει γεννῶσα τοὺς ἀπολυτρουμένους, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς. δέδοικε δὲ τὸν δράκοντα. ἐστ’ ἃν ἐκφύγῃ τὰς μηχανὰς αὐτοῦ, καὶ τέκῃ κατ’ ἄνδρα ἕκαστον τὸν Χριστὸν, νοητῶς ἐμμορφωθέντα ἐν ἑκάστῳ· διὸ καὶ σπαργᾷ καὶ ὠδίνει ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ἡμῖν γεννηθεὶς, ὥστε ἕκαστος τὸ μετέχειν Χριστοῦ γεννᾶται.

  98. 33.9

    Καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανοι.

  99. 33.10

    s Τὸ ὑποκάτω τῶν ποδῶν κατὰ τοὺς τὴν γυναῖκα τὴν ἐν τῷ οὐρανῷ εἰς τὴν θεομήτορα ἐξειληφότας εἴρηται· περὶ δὲ τοῦ ἐπὶ τῆς κεφαλῆς στεφάνου τοῦτό φασιν, ὡς στεφανοῦται ἡ παρθένος Μαρία τοῖς ιβ Ἀποστόλοις Χριστὸν κηρύσσουσιν· ὁποῖον γὰρ τὸ κλέος Χριστοῦ κηρυσσομένου τῆς τοῦτον τεκούσης ἀναφαίνεται· τὸ δὲ τὴν ἐν γαστρὶ ἔχουσαν καὶ ὠδίνουσαν κράζειν βασανιζομένην τῷ τόκῳ ὁ Ἀμώς, φησιν, Ἡσαΐας ἀπολύσασθαι, δι’ ὧν φάσκει “ πρὶν “ τὴν ὠδίνουσαν τεκεῖν, καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων “ ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν·’ καὶ Γρηγόριος δὲ ὁ Νύσης ἐν λόγῳ ιγ τῆς εἰς τὰ ἄσματα ἑρμηνείας, περὶ τοῦ Κυρίου φησι, “ “ ἀσυνδύαστος μὲν ἡ κυοφορία, ἀμόλυντος δὲ ἡ λοχεία, ἀνώδυνος “ καὶ ἀῳδός.’’ Ἐπεὶ δὲ ἡ μὲν Ἀποκάλυψις κράζειν τὴν ὠδίνουσαν, καὶ βασανίζεσθαι ἐπὶ τῷ τόκῳ παριστᾷ· ὁ δὲ προφήτης καὶ ὁ θεῖος πατὴρ οὐδὲν τοιοῦτόν φασιν, ἐκεῖνο ἐρῶμεν ὡς ἀμφότερα συνέβη τῇ παρθένῳ. καὶ γὰρ ἔκραζε καὶ ἐν ἀθυμίᾳ ἦν, τὸν μνηστῆρα ὑπονοοῦσα μοιχείας αὐτὴν ἐγκλήματι ὑπόδικον καταστήσειν t, ὃ καὶ τὸ Εὐαγγέλιόν φησι διὰ τοῦ λάθρα ἀπολύσαι αὐτὴν βουλεύεσθαι. ἐπεὶ δὲ Ἀγγέλῳ θείῳ τῆς ὑπονοίας ταύτης ἀπηλλάγη, ἐκ Πνεύματος Ἄγ’ ἴου τὴν κυοφορίαν u εἶναι ἐμπεδοῦντος, τότε καὶ αὐτὴ ἐξέφυγε πᾶσαν τὴν ὀδυνοῦσαν x αὐτὴν πραγματείαν. εἰ δὲ μηδὲν τοιοῦτον περὶ τῆς παρθένου τὸ Εὐαγγέλιον ὑποφαίνει, οἷον ὅτι ἠγωνία διὰ τὴν κυοφορίαν, οὐδὲν πρᾶγμα. οὕτω γὰρ καὶ Μωσέα ἐρεῖς ψευδῶς περὶ ἑαυτοῦ ἱστορῆσαι, ὁπηνίκα ὁρῶν ἑαυτὸν ὑπὸ τῶν Αἰγυπτίων ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ κρυφίαις ἐντυχίαις σιγῇ καρτερῶν, ἤκουεν πρὸς τοῦ Θεοῦ “ τι βοᾷς πρός με ”

  100. 33.11

    Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ. καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ, ἑπτὰ διαδήματα, καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν.

← Previous · Next → — showing 601700 of 1,254

First Thousand Years of Greek. CTS URN tlg4102.tlgX02.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.