Ancient Textssearch the texts themselves, not just their titles

← All works

Commentarius In Apocalypsin

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,254 sections

  1. 33.12

    Δράκοντα τὸν Σατανᾶν καλεῖ, διὰ τὸ σκολιόν· οὕτως γὰρ αὐτὸν καὶ ὁ Ἡσαΐας καλεῖ “τὸν δράκοντα λέγων “τὸν ὄφιν τὸν σκόλιον. πυρρὸν ’δε δία τὸ αιμοβορον y καὶ ὀργίλον. ἣ δία τὸ πυρῶδες τῆς ἀγγελικῆς οὐσίας· οὐ γὰρ τῆς οὐσίας ἠλλοίωται τῆς ἀγγελιωτίδος, ἀλλὰ τῆς προαιρέσεως, δι’ ἣν καὶ ἐκπέπτωκεν. οὐρανὸν δὲ ἐνταῦθα, ὃς τὸν ἀέρα φάσκει, οὐ κατὰ σκοπὸν βάλλει· πῶς γὰρ ἐκπέπτωκεν τούτου ὁ τὴν ἐξουσίαν, κατὰ Παῦλον εἰπεῖν, ἔχων ἐν αὐτῷ, “ κατὰ τὸν ἄρχοντα,” λέγοντα, “ τοῦ σκότους τοῦ ἀέρος τούτου ; κεφαλὰς δὲ αὐτοῦ, τὰς πονηροτέρας αὐτοῦ δυνάμεις καὶ ταῖς πνευματικαῖς ἐνεργείαις ἀντιθέτους. ἣ τὰ κατὰ τὸ Εὐαγγέλιον τῇ σεσαρωμένῃ ἐνοικιζόμενα οἰκίᾳ. ἣ τὰς ἑπτὰ κακίας, ἃς ὁ Σολομῶν ἐν καρδίᾳ εἶναί φησι τοῦ ἐχθροῦ.

  2. 33.13

    x Ἀκολούθως τοῖς ἀρχῇ εἰρημένοις ἡ ὀπτασία καὶ νῦν τὰ κατὰ τὸν Ἀντίχριστον τελεώτερον διηγήσασθαι βουλομένη. ἀρχὴν τοιγὰρ καὶ τὴν τοῦ Κυρίου σύλληψίν τε καὶ γέννησιν, ὡς ἀντιζήλως ταύτης καὶ τοῦ κοινοῦ τῶν πάντων ἡμῶν ἐχθροῦ Σατανᾶ τὸν Ἀντίχριστον προβαλλομένου, κλέψει τῇ ὁμοιότητί τινας τῶν νοθεστέρων καὶ ῥᾳθυμότερον τῶν περὶ Χριστοῦ προφητικῶν ἐπακούοντας. τὰ κατὰ Ἀντίχριστον τοίνυν τῆς ὀπτασίας παραθεῖναι ἀφορμημένης ὡς τοῦ Κυρίου γεννήσεως· ἄλλην ἀρχὴν πρεσβυτέραν ἐκτίθησιν τὴν κατὰ τὸν Σατανᾶν τῆς ἐκ τοῦ οὐρανοῦ καταπτώσεως, ἣν καὶ ἐν τῇ ἑξῆς ὀπτασίᾳ τρανότερον προθῆται. νῦν γοῦν ἐκεῖνο συνιστᾶν βουλομένη, ὡς ὁ ἀντίζηλος τῇ τοῦ ἀληθινοῦ Χριστοῦ προβησόμενος ἐνανθρωπήσει· ἀεὶ καὶ ἀρχῆθεν τοῖς ὑπὲρ ἑαυτὸν * * * λμίσας, καὶ οὗπερ εἶχεν ἐκπέπτωκεν αὐτῇ φάλαγγι καὶ συμμορίᾳ· καὶ δὴ καὶ τῇ παρουσίᾳ τοῦ Κυρίου τὰ δι’ ἔθους τολμήσας τῇ γεννήσει διὰ τοῦ Ἡρώδου· τῇ λοιπῇ οἰκονομίᾳ διὰ τῶν Φαρισαίων * * ἑξῆς προκισομένων. ὡς οὖν ἐπ’ ἐκείνοις τὸ μετὰ αἰσχύνης ἧττον, οὕτως κἂν τοῖς ἐν τῇ Ἀντιχρίστου παρουσίᾳ πολλὰ τεχνιτεύσας ἀπατηλὰ ὅμως τῷ αἰωνίῳ πυρὶ πανστρατίᾳ δοθείη· τούτων τῇ προεκθέσει τῆς ὀπτασίας ἡμᾶς κατηαφαλμένης, ἀναπολογήτους, πεποίηκε τοὺς μετὰ τὴν προφώνησιν ἁλωσομένους. ταῦτα κατὰ σύνοψιν τεθεωρηκότες χωρῶμεν ἤδη πλατύτερον καὶ τοῖς κατὰ μέρος.

  3. 33.14

    Καὶ κέρατα δέκα.

  4. 33.15

    Τὸ κέρας, δυνάμεως καὶ δόξης σημαντικόν ἐστιν. δυνάμεως ἐν τῷ Δαβὶδ, “ καὶ πάντα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθή- “ σεται τὸ κέρας τοῦ δικαίον.” δόξης δὲ, δι’ ὧν φησιν Ἄννα, “ ὑψώθη κέρας μου ἐν Θεῷ μου . ” δέκα δὲ τὰ κέρατα, ἣ τὰ ἀντιδιαστελλόμενα τῖς δέκα ἐντολαῖς τοῦ νόμου πλημμελήματα καὶ τὰ τελειωτικὰ τῆς Σατανικῆς ἀποστασίας ἐγχειρήματα, ὁ γὰρ δέκα ἀριθμὸς ἐκ μονάδος πρῶτος τέλειος ἀριθμὸς καὶ γεννητικὸς τελειότητος. ἢ τὰς διαιρέσεις τῆς βασιλείας κόσμον φερούσας αὐτῷ, ὡς ταῖς διχοστασίαις χαίροντι. ἑπτὰ δὲ διαδήματα τὰ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ, ἰσάριθμα ταῖς κεφαλαῖς, διότι οἱ ἐν ταῖς δαιμονικαῖς ἐνεργείαις νικῶντες, ἐκεῖθεν τοὺς στεφάνους καοίζονται, ὅθεν πόνοις καὶ ἱδρῶσι τὴν νίκην ἤραντο. Περὶ τούτων καὶ ὁ μέγας Μεθόδιος ἐπὶ λέξεως οὕτως φησι· “ ὁ δράκων ὁ μέγας ὁ “ πυρρὸς, ὁ ἑπτακέφαλος ὁ σύρων τὸ τρίτον τῶν ἀστέρων. ὃς ἕστη- “ κεν ἐφεδρεύων, ἵνα τὸ τέκνον τῆς ὠδινούσης καταφάγῃ διάβολός “ ἐστιν.’’ καὶ ἑξῆς “ ἀλλ’ ἀστοιχεῖ καὶ σφάλλεται τῆς ἄγρας, “ ἄνω πρὸς ὕψος ἁρπαζομένων τῶν ἀναγεννωμένων.”

  5. 33.16

    Καὶ ἡ οὐρὰ αὐτοῦ, σύρει τὸ τρίτον τῶν ἀστέρων.

  6. 33.17

    Τρίτον μέρος τῶν ἀστέρων ἐκλήθησαν, οἱ περὶ ἕνα τοῦ b ἀριθμοῦ τῆς τριάδος διεσφαλμένοι e, ὡς Ἄρειος καὶ Μακεδόνιος. ἡ ἔρημος δὲ, εἰς ἣν ἐλθοῦσα τρέφεται ἡ Ἐκκλησία, ἡ κακῶν ἔρημος καὶ στείρα φθορᾶς. τὸ δὲ τὴν οὐρὰν ἕλκειν τὸ τρίτον τῶν ἀστέρων, καὶ οὕτω θεωρητέον. δύο τινὰ νομίζομεν δηλοῦσθαι διὰ τούτων. ἣ τὴν προτέραν αὐτῷ ἐξ οὐρανοῦ πτῶσιν μετὰ τῶν συναποστατῶν Ἀγγέλων διὰ τοῦ ἐσχάτου κινήματος τοῦ φθόνου. τοῦτο γὰρ ἡ οὐρά. πρῶτον γὰρ ἡ ἔπαρσις ἡ σύρασα ἐκεῖνον b πρὸς φθόνον καὶ τούτους εἰς τὴν γῆν κατέρραξεν. ἢ τοῦ ἐχθροῦ μετὰ τὴν θλάσιν αὐτοῦ τῆς κεφαλῆς ἣν ὑπὸ τῶν τοῦ Κυρίου ὑπέστη μαθητῶν λαβόντων ὑπ’ αὐτοῦ “ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ “ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τὴν κακὴν,’’ τὴν μετὰ τοῦτο οὐραίαν κίνησιν· ἤγουν τὴν ἐσχάτην, τοὺς ἀστηρίκτους κατενεγκοῦσαν ἐκ τοῦ οὐρανίου φρονήματος, ἀστέρας τροπικῶς ὀνομασθέντας διὰ τὴν ἐκ τοῦ βαπτίσματος λαμπρότητα. c οὔτω γὰρ καὶ Δανιὴλ περὶ τοῦ Ἀντιόχου προεφήτευσεν εἰς τύπον ἐσόμενον τοῦ Ἀντι- Ἀντιχριστου.

  7. 33.18

    Καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν.

  8. 33.19

    Συγκατέβαλε γὰρ ἑαυτῇ πλείστων Ἀγγέλων μοίραν συναποστατῆσαι πείσασα ἀπὸ Θεοῦ, καὶ πεποίηκε χθονίους τοὺς οὐρανίους, καὶ σκότος, τοὺς λαμπροὺς ὡς ἀστέρας.

  9. 33.20

    Καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρρενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ. καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ὑπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ ἐκτρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.

  10. 33.21

    Τὸ δὲ ἑστηκέναι τὸν Δράκοντα ἐπιβούλως κατὰ τοῦ τόκου εἰσκευαζόμενον, τοῦτο δηλοῖ ὅτι πολλὴν ἐπιμέλειαν πεποίηται τῷ τεχθέντι ἐξαρτίσαι τὰ δυσχερῆ, καὶ τινὰ ταῦτα εἴρηται.

  11. 33.22

    Καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεόν.

  12. 33.23

    Ὁ μὲν ἰοβόλος δράκων ἐνήδρευσε καὶ παρέθηξεν d Ἡρώδην ἀνελεῖν τὰ ἐν Βηθλεὲμ βρέφη, ὡς ἐν ἐκείνοις καὶ Χριστὸν ἀναιρήσων. ρήσων. τὸ δὲ παιδίον Θεοῦ e προνοία, τοῦ Πατρὸς χρηματίσαντος τῷ Ιωσὴφ, παραλαβόντα αὐτὸ καὶ τὴν μητέρα αὐτοῦ φεύγειν Αἴγυπτον, διέφυγε τὴν ἐπιβουλὴν, ὡς μέλλοντος Ἡρώδου ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου. ἐπεὶ οὖν ταῦτα καὶ πατρικῇ προνοίᾳ διὰ τοῦ χρηματισμοῦ τὸ παιδίον αἰσθητὴν σωτηρίαν εἰς ἁρπαγὴν ἔταξε, πρὸς τὸν Θεὸν, λέγων, καὶ πρὸς τὸν θρόνον αὐτοῦ, οἱονεὶ ἐκ τῆς θείας προνοίας καὶ δεσποτείας διακειμένης f τῆς σωτηρίας τῷ παιδίῳ. τοῦτο γὰρ ὁ θρόνος βούλεται δηλοῦν.

  13. 33.24

    Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον.

  14. 33.25

    g Οἱ πρὸς τὴν Ἐκκλησίαν τὴν γυναῖκα μεταλαμβάνοντες, τὴν ἁρπαγὴν τοῦ τέκνου πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ διττῶς ἐξηγήσαντο, τήν τε ἐνθάδε τῶν δικαίων ἀπὸ τῶν πειρασμῶν ὑπὸ Θεοῦ ἐξαίρεσιν, καθὸ καὶ ἡ ὑπόσχεσις τοῦ “ ἑξάκις ἐξ “ ἀναγκῶν ἐξελεῖται σε· καὶ ἡ τοῦ, “ οὐκ ἀφήσει ἡμᾶς ὑπὲρ ὃ “ δυνάμεθα πειρασθῆναι· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ τὴν ἔκ- “ βασιν·’’ καὶ τὴν τελευταίαν ἐν τῆ ἀποκαταστάσει, ὅτε οἱ Θεῶ φίλοι ἁρπαγήσονται ὑπὸ νεφελῶν εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ σὺν ταῖς ἀγγελικαῖς δυνάμεσι πρὸς τῷ θρόνῳ τοῦ Θεοῦ ἔσονται. Ἡ δὲ τῆς γυναικὸς φυγὴ εἰς τὴν ἔρημον, τὴν τῶν ἐκλεκτῶν φυγὴν σημαίνει, ἣν ἐπὶ παρουσίας h τοῦ Ἀντιχρίστου ὑπὸ τοῦ διαβόλου ἐνεργουμένης i, φεύξονται οἱ Κορυφαιότατοι τῆς Ἐκκλησίας, ἐκ j τῶν πολιτικῶν θορύβων καὶ κοσμικῶν Φεύγοντες k ἡδονῶν· φεύξονται δὲ ὅπου σύνηθες αὐτοῖς ἐν θλίψει ὑποχωρεῖν, κατὰ τὸ “ Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου. ἡ μνήμη δὲ δι’ ἐγκρατείας. “ πᾶς γάρ,’’ φησιν, ὁ Παῦλος “ ὁ ἀγωνιζόμενος πάντα ἐγκρα- “ τεύεται.” εἰς τὴν ἔρημον οὑν ὑποστέλλοντες ἑαυτοὺς οἱ τῆς Ἐκκλησίας τηνικάδε πάσης ἡδονῆς καὶ κακίας, πάμφορον δὲ πάσης ἀρετῆς καὶ θεοφιλίας 1, ἐκεῖ τὰς προσβολὰς τῶν δαιμόνων διαφεύξονται. εἰκὸς δὲ καὶ τὴν αἰσθητὴν ἔρημον διασώζειν τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς καὶ τὴν τοῦ ἀποστά- του ἐπιβουλὴν ἑαυτοὺς, ὡς καὶ πρότερον τοὺς Χριστοῦ μάρτυρας. ἐπὶ ἔτη δὲ τρία ἥμισυ, τοῦτο γὰρ αἱ χίλιαι διακόσιαι ἑξήκοντα ἡμέραι χρονικὸν συντελοῦσι διάστημα, m ἡ ἀποστασία, καθ’ ἣν οἱ ἐναθλοῦντες καρτερικῶς ἕξουσι τὸν ἀναρρήσεως στέφανον, παρὰ τοῦ εἰδότος ἀξίως τῶν πόνων παρέχειν τὰς ἀμοιβὰς ἀγωνοθέτου ἀγαθοῦ Θεοῦ.

  15. 33.26

    Ἡ γυνὴ ἔφυγε σὺν τῷ παιδίῳ. καὶ ἡ μητὴρ διέδρα εἰς ἔρη- μον τὴν πάσης θεοφιλοῦς ἔρημον ἐργασίας· ἐκεῖ γὰρ ἠφόριστο τόπος αὐτῇ ὑπὸ Θεοῦ ἐκτρέφεσθαι ἡμέρας χιλίας σξ τὸν χρόνον τῆς Ἡρώδου ζωῆς, ὡς καὶ τὸ ἅγιον Εὐαγγέλιον ἀναγράφει.

  16. 33.27

    Ὁ τὴν γυναῖκα παραγραφόμενος, μὴ πρὸς τὴν τοῦ Κυρίου μητέρα καὶ τὴν κατ’ αὐτὸν οἰκονομίαν ἔκληψιν ἔχειν ὀρθῶς, ἀλλὰ πρὸς τὴν Ἐκκλησίαν, τῷ πάλαι ταῦτα γενέσθαι· τῶν δὲ ἐσομένων τὴν Ἀποκάλυψιν παρέχειν, οὐ τῶν γεγενημένων, πῶς αὐτὸς ὥσπερ ἐπιλαθόμενος τὸ κατὰ τὸν διάβολον ἐξαρχῆς πτῶμα προφέρεις ;

  17. 34.1

    Περὶ τοῦ γενομένου πολέμου μεταξὺ τῶν ἁγίων ἀγγέλων, καὶ τῶν πονηρῶν δυνάμεων, καὶ τῆς καταπτώσεως τοῦ δράκοντος.

  18. 34.2

    Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ. ὁ Μιχαὴλ καὶ οἷ’ Ἄγγελοι αὐτοῦ ἐπολέμησαν μετὰ τοῦ δράκοντος, καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ Ἄγγελοι αὐτοῦ, καὶ οὐκ ἴχυσαν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ. καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν. καὶ οἱ Ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν.

  19. 34.3

    n Ὥσπερ κατ’ ἐπανάβασιν ἀεὶ τῆς εἰρημένης ἀρχῆς ἀρχὴν πρεσβυτέραν ἐπινοεῖ ὁ χρηματίζων, ἧς ἐν μέρει καὶ πρόσθεν ἐπεμνήσθη τὰ κατὰ τὸν Ἀντίχριστον ἡμῖν διεξιών. ἀρχὴ γὰρ πρώτη τῶν κατ’. αὐτὸν, ἡ ἐξ οὐρανοῦ αὐτοῦ πτῶσις· διὸ καὶ ὁ Κύριός Φησι, “ ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. τί τοῦτο λέγων ; τὸ πρὸ πολλοῦ ἔναγχος καὶ καθ’ ἑαυτὸν γενέσθαι, οὐχ οὕτως νοεῖν χρὴ, ἀλλ’ ἐπεὶ ὁ συνουσιωμένος τῷ κατ’ ἄνδρα Θεοῦ Λόγος καὶ Θεὸς καὶ πρὸς μίαν ὑπόστασιν τοῦ Ἰησοῦ Χριστοῦ συντελῶν κατὰ τὴν θείαν φύσιν, ἀνεκφοιτήτως συνῆν τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀιδίως, ταύτῃ καὶ τὴν τοῦ διαβόλου πτῶσιν ἐθεᾶτο. εἰ δὲ μὴ ὅτι τῷ παρωχημένῳ διαστήματι τοῦ ῥήματος ἐχρήσατο, ἐθεώρησα, εἰπὼν, ἀλλ’ “ ἐθεώρουν,” ἀμαθῶς τις ἐπηρεάζειν τῷ ῥητῷ βούλεται, ἵστω ὁ τοιοῦτος ὅτι τὰ θεῖα ἅτε ἀεὶ ὄντα ἐνεργεῖ, διαφοραῖς χρονικαῖς οὐκ ὑποκεῖται, ἵνα μὴ παλαιότητι λανθάνῃ πρὸς ἀνυπαρξίαν χωροῦντα, κατὰ τὸ “ πᾶν τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ σοφὸν λόγιον. τῶν θείων τοίνυν ἀεὶ ἐνεργῶν ὄντων καὶ τὸ ἐνεστὼς ἀδιαλείπτως καταπλουτούντων, εἰκότως καὶ ὁ Κύριος τὸ ἐθεώρουν ἔφη, οὐ τὸ έθεώρησα· ὁ τότε γὰρ παρὼν θεϊκῶς καὶ νῦν οἰκονομικῶς εἰς μίαν ὑπόστασιν συντελῶν ἀδιάσπαστον, καὶ τὰ θεῖα διὰ τὴν ἄκραν ἕνωσιν καὶ σώματι ἀνθρωπίνῳ αὐτοῦ οἰκειοῖ· διὸ καὶ τὸ “ ἐθεώρουν’’ ἀνυποστόλως καὶ τῷ ἀνθρωπίνῳ προσνέμει. διόπερ ἔπει φησι, ἐνεργὴς ἡ τοῦ Σατανᾶ τῶν οὐρανίων ἀποριφὴ, δίδωμι ὑμῖν τὴν ἐξουσίαν κατὰ τῶν πάλαι κειμένων ἀπραγματεύτως σὺν θάρρει πατεῖν.

  20. 34.4

    ο Ὁ πόλεμος δὲ ὃν πόλεμόν φησιν ἡ γραφὴ διὰ τὸ τὸν Σατανᾶν τραχηλιάσαι κατὰ τοῦ Θεοῦ, τουτέστι διὰ τὸ σκληρὸν αὐτῷ καὶ ἀγέρωχον ἀντανατεῖναι τράχηλον, καὶ πρὸς ἀποστασίαν ὁρμῆσαι· μακροθύμως δὲ τοῦ Θεοῦ τὴν τόλμαν αὐτοῦ φέροντος, ὁ Ἀρχάγγεολς Γαβριὴλ ὑποβάσει τῆς θείας καὶ μακαρίας φύσεως, αὐτὴ γὰρ κατὰ τὸ λόγιον οὔτε πράγματα ἔχει, οὔτε ἑτέροις παρέχει· τῷ γὰρ ἀνάρχῳ καὶ ἐξ οὐδενὸς ἔχοντι τὸ εἶναι ὁ τῆς ἐξ οὐκ ὄντων οὐσίας, καὶ τούτῳ p μόνῳ τὸ ἀλλοιοῦσθαι κληρωσαμένης ὅτι ἐξ οὐκ ὄντος· διὸ καὶ ὡς ἐξ ἑτέρου εἰς ἕτερον προελθὸν καὶ τὴν ἀλλοίωσιν ἐπιδέχεται τῆς θείας οὐσίας ὡς ὑπερουσίου, καὶ οὐκ ἐχούσης ἀρχὴν οὐδὲ τροπήν· ἡ δὲ ἀλλοίωσιν παρ’ ἑαυτῇ ἐμφαινούσης· τι γὰρ τῷ ἀεὶ ὄντι εἰς ἑτεροίωσιν ἐνθεωρηθείη ; διάτοι τοῦτο τοιγαροῦν οὑν τοῦ θείου τῇ ἀτρεπτότητι αὐτοῦ κεχρημένου, ἡ μετ’ ἐκεῖνο τῶ ἐξ οὐκ ὄντων ὑποστῆναι καὶ ἀλλοιοῦσθαι ἀνευρηκυῖα ἧς κατάρχων Μιχαὴλ παρὰ τῆς παλαιᾶς γραφῆς γνωρίζεται, σὺν τῇ ὑπ’ αὐτὸν νοερᾷ στρατιᾷ τῷ στασιώδει Σατανᾷ καὶ τῇ μετ’ αὐτοῦ δαιμονικῇ τάξει πολεμικῶς συμβαλὼν, τὸ κράτος κατ’ αὐτοῦ ἤρατο, καὶ τοῦ οὐρανίου αὐτὸν ἐνδιαιτήματος ἐξέωσε, τοῦτο γὰρ δηλοῖ τὸ μὴ εὑρεθῆναι τόπον αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ· καὶ ἐβλήθη κάτω εἰς γῆν. ἣ αἰσθητῶς τοῦτο παθὼν, ἣ ὅτι τοῦ ἀγγελικοῦ καὶ οὐρανίου ἀποστερηθεὶς ἀξιώματος, εἰς γηϊνὸν κατερίφη φρόνημα· εἶτα ὥσπερ ἀμυνόμενος τὸν Θεὸν διὰ τὴν πτῶσιν, ἐπεὶ μὴ αὐτὸν ἀνταμύνασθαι οἷός τε ἐστι, τοὺς αὐτοῦ δούλους τοὺς ἀνθρώπους πειρᾷ· ταύτῃ τὸν δεσπότην αὐτῶν οἰόμενος ἀδικεῖν.

  21. 34.5

    Ὁ ἐν τῷ οὐρανῷ πόλεμος, διὰ τὴν πρώτην ἀλαζονείαν καὶ τὸν κατὰ τοῦ Ἀδὰμ φθόνον συνέστη. p οὐκ αὐτοῦ Θεοῦ παραταξαμένου. τὸ γὰρ ὑπερανεστηκέναι πᾶσαν γεννητὴν καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι προβᾶσαν ὑπ’ αὐτοῦ φύσιν. διὸ καὶ τὸ ἀλλοιωτὸν αὐτῇ διηνεκῶς νεκῶς πρόσεστιν. αὐτὸς ἡ μακαρία τῷ ὄντι εἰ παντὸς οὔτινος οὐν ἀπροσδεὴς ὡς ἵνα τολμηρῶς ἐρεῖν αὐθέδραστος φύσις, διὸ καὶ τοῦ πόθε * * ποῖα ἀπαράδεκτος. τῆς μετ’ ἐκείνην οὖν ἀγγελιωτίδος οὐσίας, ἧς Μιχαὴλ κατάρχειν ὁ θεῖος τέτακται, τὸν πόλεμον ἐπανελομένου, νελομένου, καὶ πάλαι μὲν καὶ κατ’ ἀρχὰς, τελεώτερον δὲ κατὰ τὸ Χριστοῦ πάθος· διό φησιν αὐτὸς “ νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου “ κέκριται” ἀντὶ τοῦ τέλεον κατακέκριται· ἄρχειν δὲ καὶ τοῦ ἀέρος τοῦ κόσμου καὶ Παῦλος ὁ θεῖός φησι τὸν διάβολον. τοῦ ἀρχιστρατήγου τοίνυν Μιχαὴλ μὴ φέροντος τὴν τοῦ διαβόλου ἀλαζονείαν, καὶ πολεμικῷ κράτει τῆς οἰκείας ἐνδιατριβῆς ἀπορρίψαντος ἐκεῖνον πάλαι, καθώς φησιν ’Iεζεκιὴλ, ὑπὸ τοῦ Χερουβὶμ ἐκβεβλῆσθαι αὐτὸν ἐκ μέσου λίθων πυρίνων, τῶν ἀγγελικῶν λέγων τάξεων. διὰ τὸ εὑρεθῆναι ἐν αὐτῷ τὰ ἀδικήματα, αὖθις ἐν τῇ τοῦ Χρίστου παρουσίᾳ, ὡς εἴρηται, ὑπὸ τῶν διακονουμένων αὐτῷ τῷ Κυρίῳ Ἀγγέλων, μετὰ τῶν ὑπ’ αὐτοῦ πειρασμῶν τοῦ διαβόλου, ὡς ἠτιμωμένον δοῦλον ἀποπεμψαμένων αὐτὸν, ἐκπέπτωκε τελεώτερον.

  22. 34.6

    q Τοῦτο καὶ πατέρων παράδοσις καὶ Παπίου διαδόχου τοῦ Εὐαγγελίστου Ἰωάννου, οὗ καὶ ἡ προκειμένη ἀποκάλυψις, διαβεβαιοῖ· Παπίας δὲ καὶ ἐπ’ αὐτῆς λέξεως οὕτως φησι περὶ τοῦ πολέμου, ὅτι “ εἰς οὐδὲν συνέβη τελευτῆσαι τὴν τάξιν αὐτῶν’’ οἱονεὶ τὴν πολεμικὴν ἐγχείρησιν· “ ἐβλήθη γὰρ ὁ δράκων, ὁ μέγας, ὁ ὄφις ὁ “ ἀρχαῖος καὶ ὁ Σατανᾶς καὶ διάβολος καλούμενος, καὶ ἐβλήθη “ εἰς τὴν γῆν, αὐτὸς καὶ οἱ ἄγγελοι αὐτοῦ.’’ διώνυμος δέ ἐστι· Σατανᾶς γὰρ καὶ διάβολος καλεῖται. τινὲς δὲ ταύτην τὴν ἔκπτωσιν τοῦ διαβόλου μετὰ τὸ βάπτισμα καὶ τὸν πειρασμὸν τοῦ Χριστοῦ γεγονέναι λέγουσι, καὶ μετὰ τὸ εἰρηκέναι αὐτῷ τὸν Χριστὸν, “ ὕπαγε Σατανᾶ.’’ καὶ σφόδρα τοῦτο τοῖς περὶ τῆς Θεοτόκον κου εἰρημένοις ἁρμόζειν δοκεῖ. διώνυμος δὲ καλεῖται· Σατανᾶς μὲν, ὡς ἀντικείμενος τῶ δεσπότη m, διάβολος δὲ, ὡς διαβάλλων Θεὸν ἀνθρώποις, ὡς τῷ Ἀδὰμ, καὶ τὰς ἀρετὰς καὶ τοὺς τῶν ἀρετῶν ἐργάτας.

  23. 34.7

    n Ἰστέον δὲ ὅτι οὐ τοπικὴ μετὰ τὴν σταύρωσιν τοῦ Κυρίου ἡ τοῦ διαβόλου γέγονε κατάπτωσις, ὡς ἔστον o καὶ αὐτοῦ τῷ θείῳ Ἀντωνίῳ ὁμολογεῖ, “ τοῦ ἐχθροῦ, φάσκων, “ αἱ ῥομφαίαι ἐξέλιπον εἰς “ τέλος.” ἔκπτωσις γὰρ αὐτοῦ ἡ τῶν πονηρῶν αὐτῶν ἀθέτησις μετὰ τοῦ τῆς οὐρανίου ἀρχῆς τῆς ἀποβολῆς, ὡς εἴρηται τελεώτερον. εἴρηται δὲ καὶ Ἰουστίνῳ τῷ ἁγίῳ μάρτυρι μετὰ τὴν Χριστοῦ παρουσίαν καὶ τὴν κατ’ αὐτοῦ ἐν γεέννῃ ἀπόφασιν, βλάσφημον μάλιστα γενέσθαι τὸν διάβολον, καίπερ μὴ πρότερον οὕτως ἀναιδῶς τὸν Θεὸν βλασφημήσαντα. διὸ καὶ εὐθυβόλως περὶ αὐτοῦ εἰρῆσθαι τὸ “ πέπηγεν ἡ καρδία αὐτοῦ ὡς λίθος” διὰ τὸ τῆς πονηρίας ἀνένδοτον. εἰ δὲ ἡ προσδοκία τῆς κολάσεως πονηρότερον αὐτὸν ἀπειργάσατο, πῶς ἃν κολαζόμενος ἣ αὐτὸς ἣ ἐργάτης τῶν αὐτοῦ κακιῶν διὰ τῆς ἐν τῇ γεέννῃ πυρώσεως τὸν ῥύπον τῆς ἁμαρτίας ἐκπλυθήσονται ; οὐ μὴ γενομένου, πῶς πέρας ἕξουσι τῆς κολάσεως κατὰ τοὺς ματαιόφρονας, οἳ καὶ μὴ διὰ μηδὲν ἄλλο, διαγοῦν τὸ ἀμεταμέλητα εἶναι τὰ χαρίσματα τοῦ Θεοῦ ὧν ἓν καὶ ἡ μνήμῃ τῇ ἀνθρωπίνῃ δευσοποιῶς καὶ εἰς ἀνέκπλυτον μονιμότητα ἐμμολυνθεῖσα ψυχὴ, πῶς ἃν ἐνδελεχῶς αὐτῇ ἐγκειμένη καὶ τῆς ἐκπτώσεως παριστώσης τὸ σκυθρωπὸν, οὐχὶ καὶ πυρὸς αὐτὴν αἰσθητικώτερον δαπανήσει; “ τι γάρ,’’ φησι τὸ λόγιον ; “τῆξις “ καρδίας, ἔμμονος λογισμός.’’ εἰ δὲ καὶ τῇ εν * * μακάριοι οἱ ἁμαρτωλοὶ, ἡμεῖς τῇ ἀνυπαρξίᾳ καὶ τῶν ἀρρήτων ἀπαλλαγέντες ἀλγεινῶν ἀλλ’ εἰς ἀδιάλυτον ζωὴν, τίς ἔτι τούτων ἐλπίς ;

  24. 34.8

    Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ, λέγουσαν· ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν, καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου, καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου. διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ, καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ τῇ γῆ καὶ τῇ θαλάσσῃ, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.

  25. 34.9

    Τῆς οὐρανίας ἀξιωθεὶς ἀνόδου, ἀφ’ οὗ καὶ τὸν πόλεμον ἐθεάσατο, καὶ τὴν κατὰ τοῦ Σατανᾶ καὶ τοῦ διαβόλου τῶν Ἀγγέλων τῶν θείων νίκην, ἀκοῦσαι φησὶ καὶ φωνὴν λέγουσαν, ὡς πολλάκις παρεθέμην, ἀντὶ τοῦ δηλοῦσαν παραλαμβανομένην n. τί δὲ δηλοῦσαν ; τὴν εὐφροσύνην τῶν Ἀγγέλων ἣν ἔσχον ἐπὶ τῇ νίκῃ τοῦ Σατανᾶ, καὶ τοῦ διαβόλου, ὃν δυσὶ τούτοις ὀνόμασιν ἐτίμησαν ταῖς ἐνεργείαις αὐτοῦ ἰσαρίθμοις. ἐπεὶ καὶ παντὶ ἀντίκειται ἀγαθῷ, καὶ διαβάλλων οὐ παύεται ἐξ ἀρχῆς, ὡς ἤδη εἴρηται. εὐφρόσυνον οὖν ᾄδουσιν ᾠδὴν ἐπὶ τῇ νίκῃ καὶ ἐκβολῇ τούτου. οὐ γάρ ἐστι κοινωνία οὐδὲ καὶ μερὶς πιστῷ μετὰ ἀπίστου. καὶ τίς δὲ ἡ ᾠδή ; “ ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ βασιλεία καὶ ἡ δύναμις ἡ τοῦ Θεοῦ,’’ καὶ διέλαμψεν ἀκριβέστατα ἡ τούτου δύναμις καὶ ἡ ἐξουσία καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ ἀπῆλθεν ἀφ’ ἡμῶν νικηθεὶς τῇ συνεργείᾳ αὐτοῦ ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν. τὸ δὲ “ἄρτι,’’ οὐ τὸ νεαρὸν σημαῖνον ἐνταῦθα παρείληπται, ἀλλὰ τὸ ἐντελὲς καὶ ἀπαραλόγιστον, καὶ ἀναμφίβολον καὶ τῇ ἀρχῇ κατάλληλον. αἱ ἀρχαὶ γὰρ τοῖς τέλεσι δοκιμάζονται, εἰ γὰρ μὴ τοῦτο, οὐκ ἃν οὐδὲ ἀρχὴ λεχθείη· τίνος γὰρ ἃν καὶ εἴη ἀρχὴ τὸ τέλος οὐ φέρουσα ;

  26. 34.10

    Τῶν ἀδελφῶν ἡμῶν.

  27. 34.11

    Ἀδελφοὺς Ἄγγελοι τοὺς ἀνθρώπους καλοῦσιν, μιμήσει τοῦ ἑαυτῶν δεσπότου. αὐτὸς γὰρ διὰ τοῦ προφήτου φησὶν, “ ἀπαγ- “ γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.’’ ἀλλὰ καὶ δι’ ἑαυτοῦ πρὸς τὴν Μαγδαληνὴν Μαρίαν· “ πορεύου πρὸς τοὺς ἀδελφούς κα εἶπε αὐτοῖς.

  28. 34.12

    Ἡμέρας δὲ καὶ νυκτὸς.

  29. 34.13

    Tὴν κατηγορίαν τὴν κατὰ τῶν ἀδελφῶν ἡμῶν φησὶ συγκροτεῖν τὸν κατήγορον, τὸ ἐνδελεχὲς, καὶ ἀδιάλειπτον παριστῶν o τῆς τοῦ πονηροῦ καθ’ ἡμῶν ἐπηρείας. τί γὰρ καὶ ἄλλο εἴη διὰ σπουδῆς τῷ διὰ τὸ ὑπερβάλλον τῆς πλημμελείας εἰς ὄνομα ἀνευρηκότι p τὴν ἐμπληξίαν ;

  30. 34.14

    Διαβάλλει γὰρ ἀεὶ καὶ Θεὸν πρὸς ἀνθρώπους, ὡς διὰ τοῦ ὄφεως πρὸς τὸν Ἀδὰμ, καὶ ἀνθρώπους πρὸς τὸν Θεὸν, ὡς τὸν Αὐσίτην Ἰώβ.

  31. 34.15

    Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν, διὰ τὸ αἷμα τοῦ ἀρνίου.

  32. 34.16

    Ἐνίκησαν τοῖς ἴσοις αὐτὸν ἀμυνάμενοι διὰ πολέμου, ὡς καὶ αὐτὸς τοὺς Θεῷ φίλους ἀπηυθαδιάσατο. ἀπῆλθεν γοῦν καὶ καθηρέθη τῆς ἀξίας, οὐκέτι χώραν ἔχων ἑστάναι ἐνώπιον τοῦ Θεοῦ καὶ κατηγορεῖν τῶν ἀνθρώπων ὡς ἐπὶ τοῦ Ἰώβ. ἐνίκησαν οἱ μάρτυρες q τὸν δοκοῦντα ἀήττητον εἶναι, ὡς καὶ κατὰ τοῦ Θεοῦ τολμῆσαι, μῆσαι, συνεργῷ χρησάμενοι τῷ αἵματι τοῦ ἀρνίου. πῶς; ὥσπερ γὰρ ἐκεῖνος οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν ἔδωκε τὸ ἑαυτοῦ αἷμα, οὗ τύπος καὶ ὁ ἐν τῇ παλαιᾷ τοῦ Πάσχα ἀμνὸς, οὐχ ὑπὲρ ἑαυτοῦ σφαζόμενος, ἀλλ’ ὑπὲρ τῶν Ἐβραίων τῆς ἀσφαλείας, τοῦ μὴ τὸν ὀλοθρευτὴν ὑποδύντα τῇ οἰκίᾳ τὸν ὄλεθρον ἐπαρτίσαι τοῖς πρωτοτόκοις. οὕτω καὶ οἱ Χριστοῦ μάρτυρες τῷ ζήλῳ τῆς σφαγῆς τοῦ ἑαυτῶν δεσπότου καὶ τῆς ἑαυτῶν ψυχῆς‘ καὶ τῆς ζωῆς προἐκριναν τὴν μίμησιν τοῦ δεσποτικοῦ πάθους. s οὗ γενομένου εὐφραίνεσθαι τὸ τέλος παρέχει, τοὺς τοῦ πικροῦ γειτόνηματος t τοῦ Σατανᾶ ἀπηλλαγμένους. σκοπεῖν δὲ κἀνταῦθα τὸ χρονικὸν διάστημα τὰ μέλλοντα τῷ παρωχηκότι προσνέμων. τίς γὰρ ἀγνοεῖ ὅτι ταῦτα τὰ νῦν ἐξαγγελλόμενα, οὐ τοῦ παρωχημένου, ἀλλὰ τοῦ μέλλοντος τὴν γνῶσιν παρέχει· τῆς κατὰ τὴν συντέλειαν λέγω διεξόδου ; τοῦτο δέ μοι ἐπῆλθεν εἰπεῖν διὰ τὸ τινὰς τῇ τοῦ χρονικοῦ διαφορᾷ διαστήματος τὴν γυναῖκα καὶ τὸν ταύτης τόκου * * ἄρρενα ἀλλοτριοῦν ἐπιχειρῆσαι τῆς περὶ τὴν τοῦ Κυρίου μητέρα ἐκλήψεως. Καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας.

  33. 34.17

    Λόγον τὸν ζῆλον καὶ τὴν μίμησιν τῆς τοῦ Κυρίου διὰ σταυροῦ μαρτυρίας.

  34. 34.18

    Διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ.

  35. 34.19

    Tὴν οἰκείαν εὐφροσύνην οἱ Ἄγγελοι παραδηλοῦντες, ἣν ἔσχον ἐπὶ τῇ καθαιρέσει τοῦ Σατανᾶ, ἐπινίκιον ᾄδουσιν ᾠδὴν τῷ Θεῷ· ἄρτι λέγοντες, ἐγένετο ἡ σωτηρία καὶ ἡ βασιλεία διέλαμψε, καὶ ἡ ἐξουσία τῆς τοῦ Θεοῦ δυνάμεως, ὅπως ἐστὶ παντοδύναμος. αὐτοῦ γὰρ συνεργείᾳ νενικήκαμεν τὸν ἐχθρὸν.

  36. 34.20

    Οὐαὶ τῆ γῇ καὶ τῆ θαλάσσῃ.

  37. 34.21

    Οὐ τῇ ἀναισθήτῳ κτίσει τὸ οὐαὶ, ἀλλὰ τοῖς γήινα φρονοῦσι καὶ σποδὸς οὖσι, κατὰ τὸ γεγραμμένον, “ καὶ ὡς ἡ θάλασσα ἀστα- “ τοῦσιν,” ἀγομένοις καὶ φερομένοις ἐν τῇ τοῦ βίου κυβείᾳ· τούτων γὰρ ὁ κοινὸς ἐχθρὸς στρατευόμενος, τὸ ἑαυτοὺ s καταθύμιον ἀνύσει. τοῖς νήφουσι γὰρ καὶ πρὸς Θεὸν ἀνατεινομένοις οὐ μόνον πρὸς βλάβην οὐ καταβήσεται t ἀλλὰ καὶ πρὸς ὠφέλειαν, ὡς διαγυμναζομένοις ὡς ὑπὸ παιδοτρίβῃ, καὶ τοῖς πειρασμοῖς δοκιμωτέροις ἀποτελουμένοις. πλείονα δὲ τὸν θυμὸν ἕξειν φησὶ, τὸ ὑπόγυιον u τῆς αὐτοῦ πτώσεως λογιζόμενος x. πόσος γὰρ ὁ ἀπὸ τῆς καταπτώσεως τοῦ διαβόλου καιρὸς, εἴτε ὁ ἀπ’ ἀρχῆς, εἴτε ἀπὸ τῆς Χριστοῦ παρουσίας πρὸς τοὺς ἀτελευτήτους τῆς κολάσεως αὐτοῦ αἰῶνας παραμετρούμενος . θυμὸν οὖν ἔχων μέγαν διώξει, φησι, τὴν γυναῖκα.

  38. 35.1

    Ὅπως ὁ δράκων διώκων τὴν Ἐκκλησίαν οὐ παύεται.

  39. 35.2

    Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄρρενα. καὶ ἐδόθησαν τῆ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπως τρέφηται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμὸν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήση, καὶ ἐβοήθησεν ἡ γῆ τῆ γυναικὶ, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς, καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ. καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικὶ, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.

  40. 35.3

    y Οἱ τὴν γυναῖκα τὴν Ἐκκλησίαν μεταλαμβάνοντες, οὕτως περὶ τῆς διώξεως αὐτῆς φησὶν, ὅτι ὅτε εἶδεν ὁ διάβολος τῷ Χριστῷ μετὰ τὸ βάπτισμα προσπαλαίσας ὅτι ἡττήθη, ὡσαύτως καὶ πρὸς αὐτοῦ μαθητὰς τοὺς Ἀποστόλους ὁπλισάμενος ᾐσχυνήθη διὰ θανάτον τοῦ ὑπὲρ Χριστοῦ ζωὴν εὑρομένους, ἑαυτὸν δὲ ὡς ὄφιν εἰς γῆν καταδικασθέντα καὶ γῆν ἐσθίειν, τοὺς γαιώδεις τὸ φρόνημα, καὶ μηδὲν τῆς οὐρανίου κεκτημένους παλινζωΐας τε καὶ διαίτης, ἤρξατο πάλιν φησὶ, τὴν Ἐκκλησίαν διώκειν ἐξ ἧς ὁ ἄρρην τοῦ Κυρίου λαὸς, ὁ μηδὲν θηλυπρεπὲς φέρων τῶν ταῖς ἡδοναῖς πεφυκότων τοῦδε τοῦ βίου ἐκλύειν καὶ μαλακίζειν, ἀλλ’ ἐξ ἀρχῆς τῇ πρὸς Θεὸν ἀγάπῃ καὶ τὸν πλήσιον συγκροτούμενος, ἔσχεν συνελαφριζίσας καὶ μετεωροποιεῖν ἐκβιαζούσας, λῆψιν ἀπὸ Θεοῦ τὰς δύο πτέρυγας τοῦ ἀετοῦ τοῦ μεγάλου, ὅς ἐστιν “ ὁ ἐπιβαίνων “ ἐπὶ Χερουβεὶμ πέταται,” ὡς τῷ θεοπάτορι Δαβὶδδοκεῖ. δοκεῖ. αἱπτέρυγες δὲ τι ἂν ἄλλο οἴοιντο, ἣ αἱ δύο διαθῆκαι Θεοῦ πρὸς ἡμᾶς τῆς παλαιᾶς καὶ καινῆς. αἵτινες πτέρυγες μετεώρους ἄγουσι πρὸς τὴν ἔρημον πάσης διύγρου ἡδονῆς τοὺς κεχρημένους αὐταῖς γνησίως· ἀεὶ μὲν, μάλιστα δὲ ἐν τῇ τοῦ Ἀντιωρίστου παρουσίᾳ· ὃν κρατεῖν κάτα ’τον ἤδη ῥηθέντα χρόνον τῶν τρίων καὶ ῆμσὲως ἐτῶν· ἐν ᾧ καὶ οἱ κατὰ τὴν αἰσθητὴν ἔρημον ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κρυπτόμενοι φεύξονται.

  41. 35.4

    Ἀλλωσ. Οἱ τὴν γυναῖκα εἰς τὴν τοῦ Κυρίου μητέρα ἐξειληφότες ἐπανάληψίν φασι ταῦτα τῶν ἤδη εἰρημένων. οὐ γὰρ τοῦτο λέγει ὅτι μεθ’ ὃ εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, εὐθὺς ἐδίωκε τὴν γυναῖκα. ἀλλ’ ἐπειδὴ εἶδεν ἑαυτὸν ὁ δράκων ἐν οἷς ὑπῆρχε x κακοῖς, καὶ ὅτι ἐκπέπτωκε τῆς ἀγγελικῆς ἀξίας, πικρὸς γέγονε λίαν κατὰ τῶν ἀνθρώπων. γ καὶ τὴν γυναῖκα τὴν τὸν Σωτῆρα τῶν ἀνθρώπων γεννήσασαν ἐδίωκεν τοῦ ἀπόλεσαι, ἐπεὶ ἔγνω τὸν ἐξ αὐτῆς τεχθησόμενον Σωτῆρα ἔσεσθαι τῶν ἀνθρώπων. μὴ φέρων οὖν τὴν τοσαύτην μεταβολὴν, εἰ αὐτὸς μὲν ἐξ οὐρανοῦ ἐκπέπτωκεν, ἄνθρωποι δὲ εἰς οὐρανοὺς δι’ ἀρετῆς ἀναφοιτήσουσι τῇ τοῦ ἐξ αὐτῆς γεννηθησομένου φιλανθρώπῳ δυνάμει καὶ θεϊκῇ ἐξουσίᾳ, τὸ ὅσον ἐφ’ ἑαυτῷ οὐκ ἀνῆκεν τὰ ἐμποδοστατοῦντα τεχνάζειν εἰς ἅπαν.

  42. 35.5

    Καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου.

  43. 35.6

    Οὐ γέγονεν ἡ γυνή, φησιν, ὑπὸ χεῖρα τοῦ Σατανᾶ, ἀλλὰ ταῖς δοθείσαις δυσὶ πτέρυξιν ἔφυγεν εἰς τὴν ἔρημον. πτέρυγας δύο λέγει, χρηματισμοὺς παρὰ τῶν Ἀγγέλων, ἕνα μὲν τὸν τοὺς Μάγους γους μὴ ἀνακάμψαι πρὸς Ἡρώδην διαστειλάμενον, ἕτερον δὲ φεῦγε εἰς Αἴγυπτον φάσκοντα, καὶ ἴσθι ἐκεῖ, ἥτις ἢν ἔρημος θεοσεβείας. ὃ καὶ παράδοξον, ἐν ἀσεβέσι τὸ θεῖον ἐκτραφῆναι. πάντως δὲ ἐπικουρίᾳ πατρῴᾳ τοῦ ἀπ’ οὐρανῶν Πατρὸς εἰς γνῶσιν, τοῦ καὶ ἀπὸ τῶν χειρόνων τὰ κρείττω σθενοποιεὶν εἰδότος. ἐρήμου δὲ τῆς Αἰγύπτου καὶ τῆς Ἡρώδου ἐξουσίας. εἴρηται δὲ καὶ τῆς μητρὸς τόπος ἡ ἔρημος ὡς ἁρμοζόντως αὐτῇ τὸ ἀνενόχλητον τόπον ποριζούσης. καιρὸν δὲ καὶ καιροὺς καὶ ἥμισυ καιροῦ, τὴν διατριβὴν τὴν εἰς ἔρημον σχεῖν, ὃ εἰς τρία ἔτη καὶ ἥμισυ συγκεφαλαιοῦται ὁ τῆς ζωῆς Ἡρώδου χρόνος, ἐν ᾧ ἤρξατο κατὰ τῆς Χριστοῦ λυσσήσας ἀπωλείας.

  44. 35.7

    Καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ.

  45. 35.8

    Τῆς ἐπιβουλῆς ἀποτυχὼν τῆς κατὰ τῆς παρθένου ὁ ὄφις, ἄλλην ἡμῖν ένεκαίνισε a κατὰ τῆς παρθένου καὶ τοῦ ταύτης υἱοῦ δραματουργίαν, τὰ κατὰ τὸν σταυρὸν λέγων, δι’ ὧν καὶ τῇ μητρὶ τὴν διὰ τὸ πάθος ἀπιστίαν ἐνεσκεύαζε, καὶ τῶ υἱῶ τὴν διὰ ἀπώλειαν. ποταμὸν δὲ ἐκ τοῦ στόματός, φησι, τὸν ὄφιν ἐκβαλεῖν τοὺς πειρασμοὺς, ὡς σύνηθες εἰς ὕδωρ καὶ ποταμοὺς ἀλληγορεῖν τῇ γραφῇ b. πῆ μὲν διὰ τοῦ Ἰωνᾶ λέγουσα “ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης καὶ ποταμοὶ ἐκύκλωσάν με.” πῆ δὲ διὰ τῆς παραβολῆς αὐτοῦ τοῦ Κυρίου· “ κατέβη’’ φάσκοντος, “ ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ οὐκ “ ἐδυνήθησαν τὴν ἐπὶ τὴν πέτραν θεμελιωμένμν οἰκίαν καταβαλεῖν.” ποταμὸν οὖν ἐν τῷ πάθει τοῦ Κυρίου πειρασμὸν τῇ μητρὶ ἐγγινόμενον μένον λέγει. ὃν καὶ Συμεὼν ὁ πρεσβύτης φησὶ τῇ παρθένῳ. “ καὶ “ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία c.” καὶ τὸ αἴτιον, εἰς παράτασιν τοῦ ἀληθῶς αὐτὴν ὠδινῆσαι καὶ τεκεῖν, ἀλλ’ οὐ φαντασίᾳ. διὸ καὶ τὰ τῶν ἀληθῶν μητέρων παθεῖν, ὀδυνομένην ἐπὶ τῷ τόκῳ· τοῦτο γὰρ νοοῖτο “ ὅπως ἃν ἀποκαλυφθῶσιν ἐκ πολλῶν “ καρδιῶν διαλογισμοί.

  46. 35.9

    Εκ τοῦ στόματος αὐτοῦ.

  47. 35.10

    Οἱονεὶ ἐκ προστάγματος αὐτοῦ ὁ πονηρὸς δαίμων ἔβαλεν τοὺς πειρασμούς· “ ποταμοφόρητον” δὲ ἀντὶ τοῦ ἀποπνίξει. τότε γὰρ εμψυχα ὕπο ποταμῶν ἄγεται καὶ φέρεται, ὅταν ἀποπνιγῇ.

  48. 35.11

    Καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί.

  49. 35.12

    Τὸ μὲν καταπιεῖν τὴν γῆν τὸν ποταμὸν, δηλοῖ τὸ διὰ θανάτου τὸν Κύριον δέξασθαι διὰ τοῦ μνήματος d ποταμὸν δὲ αὐτὸν ἐκάλεσεν, ὡς καὶ πειρασμῶν ἔμπλεον. ἀφ’ ὣν καὶ θανεῖν ἠνέσχετο, καὶ ταφῆναι· καὶ εἰρήνης· ἀφ’ οὗ καὶ “ ὡς ποταμὸν εἰρήνης ὁ προφήτης φησί· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ Παῦλον τὸν θεῖον “ ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ “ λύσας·” καταπιοῦσα δὲ τοῦτον ἡ γῆ πάλιν ἀνέδωκεν ἀνεβίω γὰρ πάλιν τριήμερος, πατήσας τὸν θάνατον, ἐπεὶ κατὰ τὸν θεσπέσιον Πέτρον, “οὐκ ἦν δυνατὸν κρατεῖσθαι ὑπ’ αὐτοῦ τὸν “ ἄρχοντα τῆς ζωῆς. οὕτως δὲ τὸ ῥητὸν τοῦτο ἀναγνωστέον, τελείαν στιγμὴν τιθέντας εἰς τὸ “ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί·’’ εἶτα ὡς ἐξ ἐρωτήσεως τοῦ, τίνα δὲ τρόπον ἐβοήθησεν ; ἐπιφέρειν ὡς ἀπόκρισιν τὸ “ κατέπιεν ἡ γῆ τὸν ποταμὸν ὃν ὁ δράκων ἔβαλλεν ἐκ “ τοῦ στόματος αὐτοῦ·’’ τούτου δὲ γενομένου πρὸς ὀργὴν τοῦ δράκοντος, ἕτερον πάλιν οὗτος ὁ δράκων ἐνεσκευάσατο πόλεμον. ἀλλ’ ἐρεῖ τὶς, ὅτι τὸ καταπιεῖν τὴν γῆν τὸν ποταμὸν εἰκότως παραδεκτέον εἰς τὸν τοῦ Κυρίου θάνατον καὶ τὴν ταφὴν, τὸ δὲ ἀναβιῶναι πόθεν ληπτεὸν μὴ ἐγκειμένου τῇ Ἀποκαλύψει τὸ μοῦ κατάπτωσιν ἐξήμεσεν αὐτὸν, ἤτοι τὸν πειρασμόν. οὕτως γὰρ ἂν ἐνδίκως καὶ τῇ ὀργῇ καταληπτὸς ὁ δράκων· τὸ γὰρ καταποθῆναι πρὸς ἡδονῆς μᾶλλον συνετέλει· ἅτε πρὸς ἀφανισμὸν τοῦ μυκομένου τελεώτερον ἀποτελευτῶν. λέγομεν οὖν, ὡς εἰ καὶ μὴ πρόσκειται τὸ ἐξήμεσεν ἣ ἀπέβλυσεν, ἀλλὰ τῇ τοῦ δράκοντος ὀργῇ συναναφαίνεται τὸ ἀπο- βλύσαι πάλιν τὴν γῆν· δι’ οὗ πάλιν ὑφίστασθαι ἔμελλεν τὸ τὴν ὀργὴν ἐρέθισον. ὁ πόλεμος δὲ πρὸς τοὺς χρηματίσαντας υἱοὺς καὶ ἀδελφοὺς τοῦ Χριστοῦ, καθ’ ὃ εἴρηται τὸ, “ ἀπαγγελῶ τὸ ὄνομά “ σου τοῖς ἀδελφοῖς μου.’’ καὶ αὖθις τὸ “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Κύριος. τούτοις δὲ ἐξ ὀργῆς πολεμεῖν ἔκρινε τοῖς πιστοῖς τοῦ Κυρίου, οἱ τῇ πρὸς αὐτὸν εἰλικρινεῖ πίστει καὶ διαθέσει καὶ εἰς συγγένειαν αὐτοῦ c ἀνελήφθησαν, καθώς ἐστιν αὐτοῦ ἀκοῦσαι, “ μήτηρ μου καὶ ἀδελφοί μου οὗτοι εἰσὶν οἱ “ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

  50. 35.13

    d Δραματικῶς μέτεισι τὰ προκείμενα ὁ χρηματίζων τῷ Ἀποστόλῳ, ὡς ἔμψυχον ζῶον εἰσάγων τὴν γῆν. στόμα ἔχουσαν ἀνοιγόμενον καὶ καταπώσει ἐξαφανίζουσαν· ἐξαφανίζειν δὲ τῆ καταπώσει διὰ ταπεινοφροσύνης τῶν πρὸς οὓς οἱ πειρασμοί· οἱ καὶ λέγουσι καὶ ἡγοῦνται ἑαυτοὺς γῆν εἶναι καὶ σποδὸν· καὶ ταύτῃ τῇ ταπεινώσει τὸ ἀλαζονικὸν ὕψος τοῦ πολεμοῦντος αὐτοῖς διαβόλου ὡσπερεὶ καταπώσει τινι ἐξαφανίζοντες τε καὶ καθαιροῦντες· ὡς τῷ Ἀντωνίῳ εἴρηκεν ὁ Ἄγγελος. Ὀργισθεὶς δὲ ὁ δράκων ἐπὶ τῇ γυναικι ναικὶ ἤτοι τῇ Ἐκκλησίᾳ διὰ τὸ ὑπὸ τῆς ταπεινοφροσύνης τὰς μηχανὰς αὐτοῦ καταπαλαισθῆναι, ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν περιλοίπων τῶν ἀπὸ τῆς Ἀποστολικῆς διαδοχῆς, ὡς ἀπὸ σπέρματος ταύτης ἐκβλαστησάντων ἀνδρῶν καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. διὰ τῶν ἐγκρίτων τῆς Ἐκκλησίας διδασκά- λῶν καἲ τῶν τῆς γῆς ὑπερορώντων, καὶ πρὸς τὴν ἔρημον μεθισταμένων καὶ τὴν ἐν αὐτῇ ταλαιπωρίαν· εἰ τούτων φησι, διαμάρτοι ὁ διάβολος ἐκ καταπώσεως τῆς ταπεινοφροσύνης, κατὰ τῶν ἐν κόσμῳ στρατευομένων Χριστῷ ἐξοίσει, ὅπως καθάπερ κόνει τραχυνούσῃ τὸ ἔλαιον καὶ τὴν τούτου λειότητα ταῖς τοῦ βίου πραγματείαις εὐαλώτους τούτους εὑρὼν τροπώσηται· εἰ καὶ πολλοὶ τοῦτον διὰ τὸ γνήσιον τῆς πρὸς Χριστὸν ἀγάπης ὥσπερ στρουθίου ἀσθενοῦς καταπαίζουσι.

  51. 36.1

    Περὶ τοῦ θηρίου τοῦ ἔχοντος κέρατα δέκα καὶ κεφαλὰς ἑπτά. ὧν μίαν ὡς ἐσφαγμένην ἔφη.

  52. 36.2

    Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης, καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτὰ, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὀνόματα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει. καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος, καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην.

  53. 36.3

    Ἐπὶ τῆς ἄμμου στάσις τὸ ἀπαγὲς βούλεται σημαίνειν τῶν δεικνυμένων ὡς συμβολικῶς. ἀλλ’ οὐκ ἐπ’ αὐτῶν ἀναποκαθημένων τῶν ἐρωμένων. Ἐν μὲν τῇ πρὸ ταύτης θεωρίᾳ, δράκων πυρρὸς ἐν τῷ οὐρανῷ ὁρᾶται, νῦν δὲ ἐκ τῆς θαλάσσης ἀναβαίνων e. ὁ μὲν οὖν ἀπ’ οὐρανοῦ δράκων, τὸν κατ’ ἀρχὰς τῆς οὐρανίου δόξης ἐκπεπτωκότα σημαίνει. ὁ νῦν δὲ πάλιν, τὸν αὐτὸν ἐκ τῆς θαλάσσης ἀναβαίνοντα f, θάλασσαν τὸν ἄστατον τοῦτον καὶ ἀειτάραχον g παριστῶν βίον, ἀφ’ ἧς h καὶ ἀναβαίνει τὸ θηρίον, τὰς τῶν ἀνθρώπων i πλημελεῖς καὶ ἀστηρίκτους ἐπὶ τοῖς ἀγαθοῖς πράξεις λαβὼν εἰς ἐμφάνειαν. ὃ οὐκ ἄλλο, ἣ ὁ Ἀντίχριστος ἐπὶ τῷ πρώτῳ καὶ δευτέρῳ j Σατανᾶ, τρίτος αὐτὸς προιών. τὸ δεύτερον δὲ καὶ μέσον ὃ καὶ νῦν πρόκειται εἷς θεωρίαν, δύναμίς τις τυγχάνει, τῷ ἀποστάτῃ Σατανᾷ συνεκπεπτωκυία, ἐκείνου μὲν ἧττον, τῶν δὲ λοιπῶν εἰς k κακίαν προύχουσα. ὅς ἐστιν ὁ Ἀντίχριστος, ὁ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ καὶ τῶν συγκαταβεβλημένων αὐτῷ l δαιμονικῶν δυνάμεων προεχόμενος, εἴ τι Μεθοδίῳ καὶ Ἱππολύτῳ καὶ τοῖς ἁγίοις πείθεσθαι πατράσιν ὁ γὰρ Σατανᾶς, εἰ καὶ λέγεται παρὰ τῇ γραφῇ τὴν θάλασσαν οἰκεῖν καὶ τὸν τάρταρον, ἀλλὰ τροπικῶς αὐτοῦ γάρ ἐστιν ἀκοῦσαι πρὸς Θεὸν ἐπὶ τοῦ Ἰὼβ φάσκοντος βίβλῳ· “ ἐμπεριπατήσας τὴν γῆν καὶ τὴν ὑπούρανον πάρειμι· ἀφ’ οὗ δῆλον ὡς τῇ περιγείῳ ἐνασχολεῖται κτίσει, ἐπιβούλως τοῖς ἀνθρώποις διαγινόμενος· τοῖς μὲν ὡς τάρταρος κρυερὸς ἐπιβουλεύων καὶ τὴν προσοῦσαν ἀνθρώποις θερμότητα προσαποσβεννύειν πειρώμενος. ἔστι δὲ ὅτε θαλαττίῳ τρόπῳ ἐξιὼν καὶ φόβον ἐμποιῶν παλιρροίαις τῶν κοσμικῶν περιστάσεων, ὑποχειρίους ἔχει λαβὼν ἀλλ’ ἀϊστῶς διητάτω ἐν τῇ θαλάσσῃ. πῶς ἐν τῇ πρὸ ταύτης θεωρίᾳ ἀναγέγραπται πολλὰ κατὰ Κυρίου καὶ κατὰ τῆς αὐτοῦ μηχανήσασθαι μητρός· οὗτος οὖν ὁ νῦν εἰς θεωρίαν κείμενος ὁ Ἀντίχριστος κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἤδη εἴρηται, ὃν καὶ ὡς * * τος περιέπειν οὐ κατολιγωρεῖ n. τοῦτο γὰρ ὡς πρός τινος πολυωρίας ἠξιωμένοι τὸ ὄνομα ἐνδιαθέτως λαμβάνουσιν, ὡς καὶ Χριστός φησι τοῖς μιαιφόνοις Ἑβραίοις· “ ὑμεῖς ἐκ τοῦ πατρὸς “ τοῦ διαβόλου ἐστέ·’’ πατέρα τοῦ διαβόλου τοῦτον καλῶν τὸν συναποστάτην αὐτοῦ, ὡς ἤδη εἴρηται· οὗ κατ’ ἐνέργειαν ὁ Ἀντίχριστος, ὥσπερ καὶ Ἀβραὰμ πολλῶν ἐθνῶν πατὴρ ἀναγέγραπται τῶν ὅσοι κατὰ ζῆλον ἐκείνου τῆς οἰκείας ἁ * δήσαντες ἐγγενοῦς πλάνης τῆς εὐσεβείας ἀντεποιήθησαν. Ἰστέον δὲ ὡς τῷ τοῦ Εὐαγγελίου ῥητῷ “ ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,’’ οὕτως τινὲς ὑπέστησαν τῇ στιγμῇ· καὶ τῇ ἐνυποκρίτῳ τοῦ ῥητοῦ προφορᾷ τὸ ἄπορον ἀπολυόμενοι· εἰπόντων γὰρ τῶν Ἑβραίων “ ὅτι ἐκ πορνείας οὐ γεγεν- “ νήμεθα, πατέρα ἔχομεν τὸν Θεόν·” πρὸς τοῦτο χλευαστικῶς αὐτοῖς χρησάμενος ὁ Χριστὸς, οὕτω φησιν ἐνυποκρίτῳ προφορᾷ “ ὑμεῖς ἐκ “ τοῦ πατρός; τοῦ διαβόλου ἐστέ·’’ τουτέστιν, ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστὲ τοῦ Πατρὸς, ἐξ οὗ πᾶσα πατριὰ ὀνομάζεται; οὐδαμῶς· οὐκ ἐστὲ γὰρ ἐκ τοῦ τῷ ὄντι Πατρὸς, ὡς οὐδὲ τοῦ Ἀβραὰμ ἐστὲ κατὰ γένος οὕτως καὶ τοὺς θεοσεβεῖς τρόπους· τὸ μὲν γὰρ κατὰ γένος κοινὸν καὶ τῶν λοιπῶν ζωῶν, τὸ δὲ κατὰ θεοσέβειαν, μόνων τῶν τῷ ὄντι ἐμφρόνων ἀνδρῶν. καὶ περὶ μὲν τούτων οὕτως. Ἐκ τῆς θαλάσσης δὲ τοῦτο ἀναβαίνειν τὸ θηρίον φησι· ὅτε διὰ τὸ ὑπερβάλλον τοῦ κόσμου ἐκ κακίας πολυτάραχον εὐπαράδεκτος ὁ Ἀντίχριστος γέννηται τοῖς ἀνθρώποις. τὰ κέρατα δὲ τὰ δέκα, τὸ τέλειον τῶν εἰς κακίαν συντελούντων προσεῖναι τῷ Ἀντιχρίστῳ παραδηλοῖ, ἐξ ὧν καὶ δόξα αὐτῷ παρομαρτεῖ, διότι ο τὸ κέρας, τὴν δόξαν ἔθος σημαίνειν. ἀλλὰ καὶ ἐκ τούτων τινὲς p εἰρήκασιν εἰς δέκα τότε βασιλείας διῃρῆσθαι τὴν οἰκουμένην. τὰς δὲ ἑπτὰ κεφαλὰς, τῷ q τὰς βασιλείας ἐν τῷδε τῷ συστοίχῳ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ κόσμῳ ὑπάρξαι, συγκαταλυομένῳ ὡς αἰσθητῷ τῇ κατὰ σάρκα βιώσει, ἀνατέλλοντος δὲ τοῦ ἀφθάρτου τε καὶ διαιωνίζοντος, ἐν ᾧ καὶ ἡ βασιλεία διαιωνίζουσά τε καὶ ἀδιάδοχος.

  54. 36.4

    Καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει.

  55. 36.5

    r Ἢ τὸ ἅμα τῇ ἀρχῇ τῶν βλασφημῶν ἔχεσθαι, ἣ κατὰ τῆς κεφαλῆς ἑαυτοῦ τὸν Θεὸν βλασφημῶν τὸ κακὸν καθ’ ἑαυτοῦ επισωρευειν.

  56. 36.6

    Ὀνόματα βλασφημίας ἐπὶ τὰς κεφαλὰς τοῦ ἀνίοντος θηρίου ἔστιν ὁ Ἀντίχριστος. αἱ βλάσφημοι ὀνομασίαι προσέσονται φησι· τί τοῦτο λέγων; τὸ ἐκ τῆς θαλάσσης ἤγουν τοῦ φιλοταράχου τοῦδε καὶ πολυκύμονος βίου ἐξερχόμενον θήριον. ἄνθρωπος γὰρ ἔσται ὁ Ἀντίχριστος προοιμίοις χρησάμενος τοῖς Ἑλληνίζουσιν ἄρχουσι, καὶ δὴ καὶ τοῖς μετὰ Κωνσταντῖνον τὸν μέγαν, ὧν ἐστιν Ἰουλιανὸς καὶ Οὐάλης, καὶ πάντες οἱ καθ’ ἑξῆς αἱρετίζοντες βασιλεῖς. τότε καὶ αὐτὸς ἐπιστήσεται εἰς δέκα πρὸ μικροῦ τῆς αὐτοῦ ἀφίξεως μερισθείσης τῆς Ῥωμαϊκῆς ἀρχῆς, ἀρκούντως βεβλασφημένης s τῆς τῶν Χριστιανῶν πίστεως. ὡς ἔστι μαθεῖν τοῖς βουλο- μένοις ἀπὸ τῶν τὰς παλαιὰς ἱστορίας ἀναγραφομένων βιβλίων, καὶ τῶν τὰς ὑπογύους. περὶ τοῦ ἀριθμοῦ δὲ τοῦ δέκα καὶ ἑπτὰ εἴρηται. ὁποῖον δὲ τὸ θηρίον, ὁμοῖόν φησι παρδάλεως, καὶ οἱ πόδες ὡς ἄρκτου, καὶ τὸ στόμα ὡς λέοντος, διὰ μὲν τῆς παρδάλεως τὴν Ρωμαίων σημαίνων ἀρχὴν, ὡς ταχυεργῆ, καθ’ ὧν ἂν τὴν ὁρμὴν σχῇ, καὶ καρτερικὴν μέχρις ἃν πρὸς τέλος τοῦ ἐνάρξασθαι φθάσῃ, ὃ καὶ διὰ τῶν τῆς ἄρκτου ποδῶν δηλοῖ. ἀναφέρονται δὲ καὶ εἰς τὴν Περσῶν βασιλείαν, ἄχρι νῦν οὐκ ἀποκαρτερήσασαν τῆς ὅλης ἀντέχεσθαι· διὰ δὲ τοῦ στόματος ἡ Βαβυλωνίων, ἣν ἄν τις ἀπαραλογίστως τὴν τῶν Σαρρακηνῶν ἐκδέξεται, καθ’ ὅτι καὶ ἐν Βαβυλῶνι νῦν ἐστι τὸ ἀρχεῖον αὐτῶν, ὧν δὴ ὁ r Ἀντίχριστος ὡς Ῥωμαίων βασιλεὺς κρατήσει. εἰς τοῦτο γὰρ καὶ ἀφίξεται ὡς καὶ ταύτην καθαιρήσων, ὅταν τοὺς ὀστρακίνους τῶν ποδῶν δακτύλους θεάσηται· δι’ ὧν εἰς δέκα δηλοῦται ἡ διαίρεσις αὐτῆς ἀσθενεῖς καὶ εὐθρύπτους ἀρχὰς, ἃς καὶ αὐτὸν * θος ὁ ἄνευ ἀνδρὸς ὑποστὰς τὴν ἀνθρωπίνην ὑπόστασιν συνεργείας ἐξόρους τοῦ πατρικοῦ καὶ θείου ὕψους ὁρμημένος γέγονε τὸ καθ’ ἡμᾶς γενόμενος μεθ’ ἡμῶν· καὶ πατάξας καὶ λεπτύνας εἰς ἅπαν ὡς ἀπὸ ἅ * * νος θερινῆς τὰς βασιλείας, καὶ αὐτὸν τὸν Ἀντίχριστον δεσμοῖς παραπέμψας διαιωνίζουσιν, αὐτὸς τὸ ἀθάνατον καὶ ἀκατάλυτον ἀνεδήσατο κράτος.

  57. 36.7

    Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ.

  58. 36.8

    Δώσει γὰρ τῷ Ἀντιχρίστῳ ὁ Σατανᾶς ὁ νοητὸς δράκων, πᾶσαν ἐξουσίαν ἐν σημείοις καὶ τέρασι καὶ ψευδέσι πρὸς ἐξαπάτην ὅμως τῶν ἀστηρίκτων. τὸν θρόνον δὲ τί νοητέον, εἰ μὴ τὴν ἐξουσίαν τοῦ σκότους τοῦ ἀέρος τούτου, ἣν καὶ αὐτὸς ἔσχε τῆς οὐρανίου δόξης ἐκπεπτωκὼς;

  59. 36.9

    Καὶ εἶδον μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ, ὡσεὶ ἐσφαγμένην εἰς θάνατον. καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, τίς ὅμοιος τῷ θηρίῳ; τίς δυνατὸς πολεμῆσαι μετ’ αὐτοῦ; καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν. καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαρακονταδύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεὸν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς.

  60. 36.10

    Τοῦτο διαφόρως ἐκληπτέον. Ἢ γὰρ τὸν Ἰσραὴλ θεοσεβὲς ὃν ἔθνος, ὅτι καὶ πατέρων τοιούτων προφάσει λιμοῦ τὴν Αἴγυπτον καταλα * * τα μετὰ τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ, καὶ ἐπὶ τίνα μὲν μόνον ἕως ζῶντες πάρη * ν οἱ πρόγονοι ἐχόμενοι τῆς πατρίου θεοσεβείας· ἐκείνων δὲ θανάτω ἐκλελοιπότων καὶ τῆς θεοσεβείας τοῖς ἀπογόνοις τῆς πατρῴας ἐκλελοιπυίας ταῖς Αἰγυπτίαις ὑπήχθησαν εἰδωλολατρείαις, ὃ ὑπὸ Ἰησοῦ τοῦ υἱοῦ τοῦ Ναυῒ τῇ κατ’ αὐτὸν ὀνειδίζονται βίβλῳ· ἀφ’ ἧς εἰδωλομανίας ὑπὸ Μωϋσέως καὶ τῆς Αἰγύπτου ἠλλοτριώθησαν πρὸς θεοσέβειαν αὖθις ἐπαναχθέντες· ταύτην σφαγὴν μιᾶς τῶν κεφαλῶν καλεῖ· κεφαλαὶ γὰρ τὰ ὑπ’ αὐτοῦ τοῦ Σατανᾶ πεπλανημένα ἔθνη· ὧν ἡ ἐπαγωγὴ ἡ πρὸς εὐσέβειαν, σφαγὴ εἰς θάνατον ἐνομίσθη u. καὶ ὅτι οὐ κυρίως σφαγὴ ἀλλ’ ἶσον σφαγῇ v. τὸ ῥητὸν παριστᾷ, οὐκ ἐσφαγμένην, ἀλλ’ ὡς ἐσφαγμένην φάσκον w, καὶ, τῷ “ὡς” ὁμοιωματικῷ μορίῳ χρησάμενον· ταύτῃ γοῦν πάλιν τῇ εἰς θεογνωσίαν ἐπαναστροφῇ, ἡ πρὸς τὴν x ἐξ ἀρχῆς πρὸς ἀσέβειαν ἐπαναδρομὴ, θεραπεία ὠνόμασται πληγῆς. ἥτις πληγὴ καὶ οἱονεὶ ἀπώλεια αὐτῷ ἡ πρὸς Θεὸν ἡμῶν σωτήριος ἐπιστροφή. εἰ δέ τις ἐπηρεάζων τῇ ἀναπτύξει τοῦ ῥητοῦ τὸ πρὸ πολλοῦ αὗτα πεπρᾶχθαι χρόνου y πρὸς συνηγορίαν, μελλόντων δὲ τὴν Ἀποκάλυψιν ἐκφάντορα οὐ τῶν ἤδη γεγεννημένων εἶναι· ἐκεῖνο ἀκουσάτω, ὡς τὰ χρονικὰ διαστήματα τότε τὸ ἀσφαλὲς ἔχει, ὅτε καὶ πρὸς ἐφημέρους ἐμφαίνει τὴν πραγματείαν· ὅτε δὲ περὶ ἀιδίων καὶ οὔποτε ληγόντων τῆς ἐνεργείας, ἀλλὰ τὰ ἤδη γεγεννημένα δι’ ὁμοιότητος τῶν αὖθις τελουμένων ἀναβιωσκόντων, οὐδὲν εἰς ἀθέτησιν ἐχυρὰν ἕξει τῶν προβαλλομένων· ἢ τοίνυν οὕτως τὰ τῆς ἀναπτύξεως τοῦ ῥητοῦ, ἢ καὶ οὕτως. κεφαλὴν ὡς ἐσφαγμένην, εἶτέ τινα τῶν ἀρχόντων αὐτοῦ τεθανατῶσθαι καὶ ὑπ’ αὐτοῦ διὰ γοητείας ἀπατηλῶς ἀνίστασθαι δόξαι· ὥσπερ καὶ Σίμων τοιαῦτα ποιῶν, ὑπὸ Πέτρου ἠλέγχετο τοῦ κορυφαίου τῶν Ἀποστόλων· ἢ τὴν Ῥωμαίων ἀρχὴν ἀπολλυμένην διὰ τῆς εἰς πολλὰ διαιρέσεως σφαγῆς τρόπον νομισθῆναι. αὐτοῦ δὲ τοῦ Ἀντιχρίστου ταύτας καταλελυκότος, τὴν καλαλυσιν θεραπείαν λογισθῆναι z, εἰς εἰκόνα Αὐγούστου Καίσαρος, ὃς καὶ αὐτὸς Λέπιδον καὶ Ἀντώνιον παρελόμενος τῆς ἐξουσίας, εἰς μοναρχίαν δὲ περιστήσαντος, ἡ συντήρησις τῆς μοναρχίας ἀϊδίῳ δόξῃ αὐτὸν κατεφαίδρυνεν.

  61. 36.11

    Καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου.

  62. 36.12

    Ἀντὶ τοῦ θάμβους ἐπλήσθη, ὥσπερ προηγουμένου τοῦ θηρίου διὰ τῶν τεράτων, αὐτῶν δὲ ἐξόπισθεν ἐπακολουθούντων τῇ συγκαταθέσει. διὰ τὸ μὴ ἔχειν διακριτικὴν ἕξιν ἀληθείας καὶ ψεύδους· τὸ δὲ ὅλη ἡ γῆ a, ἀντὶ τοῦ πᾶς b ἄνθρωπος εἴρηται c, μετωνυμικῷ τῷ τρόπῳ, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. ὡς καὶ ἐπὶ τοῦ “πᾶσα η γῆ ἠρίστα.”

  63. 36.13

    Καὶ προσεκύνησαν τῷ δράκοντι.

  64. 36.14

    Τὸ ὑπὸ τοῦ Ἀντιχρίστου θαῦμα, εἰς τὸν δι’ αὐτοῦ ἐνεργούμενον διάβολον τὴν ἀναφορὰν ἕξει· δι’ ἐκείνου γὰρ ὁ δράκων προσκυνηθήσεται· διόπερ ὡς τούτου ὄντος τῆς προσκυνήσεως λέγω τοῦ δράκοντος. ἀπὸ τῶν ὑπὸ τοῦ Ἀντιχρίστου τερατουργουμένων εἰς τὸν δι’ αὐτοῦ ἐνεργοῦντα παραπεμπομένης, μετὰ τὴν τοῦ δράκοντος προσκύνησιν ἐπήνεγκεν ἀνεπισημάντως, μὴ ἐπενέγκας τὸ καὶ μετὰ τὴν προσκύνησιν τοῦ δράκοντος προσεκύνησαν καὶ τῷ θηρίῳ· ὡς δὲ κοινῆς προσκυνήσεως οὔσης τοῦ δράκοντος καὶ τοῦ θηρίου. διὰ δὲ τὸ μὴ οὕτως αὐτοπρόσωπον τῷ δράκοντι τὴν προσκύνησιν ἐνεργῆσαι ὡσπερεὶ σαφηνίζων τὸ προσεκυνήθη, ὁ μὴ παρὼν εἰ μὴ ἐνεργείᾳ, προστίθησι τὸ “ καὶ προσηκύνησαν τῷ θηρίῳ,’’ ὡς τῆς τοῦ δράκοντος προσκυνήσεως αἰτίαν λαμβανούσης, εἰ καὶ μὴ αὐτοπροσώπως, ὡς εἴρηται, ἀλλ’ ὡς διαβαινούσης εἰς τὸν αἴτιον τοῦ ὑπουργοῦντος τῆς προσκυνήσεως.

  65. 36.15

    Τίς ὅμοιος τῷ θηρίῳ.

  66. 36.16

    Τίς ὅμοιος πολεμῆσαι τῷ θηρίῳ; λυσσώντων οἱ λόγοι, καὶ διεφθορότων τὸν ἀνθρώπινόν λογισμόν.

  67. 36.17

    Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν.

  68. 36.18

    Διττὸν τὸ “ ἐδόθη d.” ἣ γὰρ τῆς ἀνεκφράστου τοῦ Θεοῦ ἀνοχῆς τοῦτο μόνον ἡμῶν καταλαμβανόντων ὡς γυμνασίας χάριν καὶ δοκιμῆς τῆς πρὸς αὐτὸν ἡμῶν διαθέσεως, ἀνεχομένου τὰ τοιαῦτα. ἣ τὸ, ἐδόθη, ὑπὸ τῶν ἠπατημένων προσκυνησάντων αὐτῷ ἀνθρώπων. τὸ δὲ μεγάλα λαλεῖ,, τὸ ὑπερηφανίας μεστὰ ῥήματα προφέρειν. e οὐδὲν γὰρ τῶν ἐχομένων κακίας ἐνάμιλλον καὶ ὐπερηφανίας· διὸ καὶ Σολομῶν ἐν Παροιμίαις φησι· “ Κύριος ὐπερηφαν * * * ἄλλου ἱκανοῦ ἀντενεχθῆναι ὄντος ἣ μόνου Θεοῦ. τῷ μεγαλείῳ οὖν τοῦ στόματος ἐκ τῆς ἄγαν ὑπερηφανίας συγκροτουμένῳ· καὶ ἡ βλασφημία ἀκόλουθος κατὰ παντὸς ἀφειδῶς χωροῦσα· διὸ καὶ Δαβὶδ περὶ τῶν τοιούτων φησι· “ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ “ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.” ἀλλὰ καὶ Ἡσαΐας τὸ πρὸς οὐδὲν τῶν κακῶν ἔχειν τὴν παραβολὴν τὴν ὑπερηφανίαν· διὸ καὶ κατὰ Θεοῦ ἀνυποστόλως χωρῆσαι· ὃν οὐκ ἄλλον ἣ τὸν ἀποστάτην εἶναι τοῦτον ὑπὸ Σενναχειρὴμ τοῦ προσώπου συσκιαζόμενον, ἐν οἷς φησι, “ ἀναβήσομαι εἰς τὸν οὐρανὸν, ἐπάνω τῶν ἄστρων τοῦ “ οὐρανοῦ θήσω τὸν θρόνον μου. καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ·” ταῦτα γὰρ θνητῇ φύσει πῶς ἃν ἐξὸν ἐρεῖν τῇ φθορᾷ συμπεπλεγμένῃ καὶ ἐν αὐτῷ τῷ ζῆν τὸ ἀλλοιωτὸν δυστυχούσῃ; οὕτως καὶ διὰ τοῦ προφήτου Ἡσαΐου τῆς μεγαλοφώνου βλασφημίας ὑπὸ προσώπου τοῦ Ἀσσυρίου κωμῳδηθέντος τοῦ Ἀντιχρίστου καὶ τούτῳ τὰ βλάσφημα προσνεμηθέντα· ἀκόλουθον καὶ τοῖς ἑξῆς τοῦ προκειμένου τῇ θεωρίᾳ Θεοῦ συνεπιρρώσει ἐνασχολεῖσθαι οὕτως ἔχουσι.

  69. 36.19

    Βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ.

  70. 36.20

    e Κατὰ θείαν ἀνοχὴν, ὡς ἔφθημεν θέπαραμενο, ΓC ἔτη ἕξει τὴν παρρησίαν· τήν τε πρὸς τὸν Θεὸν βλαφημίαν ἐνστῆσαι καὶ τὴν πρὸς τοὺς οὐρανίους, οὓς καὶ σκηνὴν ὀνομάζει, ἤτοι τοὺς ἁγίους Ἀγγέλους. ἢ τοὺς ἀγγελομιμήτως τὸν ἑαυτῶν διεξαγόντων βίον· καθὸ καὶ τὸ “ ἐσκήνωσα ἐν αὐτοῖς” εἴρηται. σκηνὴ δὲ Θεοῦ καὶ ἡ ἐν σαρκὶ τοῦ Θεοῦ Λόγου ᾔτουν ἐνανθρώπησις καθ’ ὧν ἁπάντων εἰς βλασφημίαν τραπήσεται. ὁ πόλεμος δὲ ὁ πρὸς τοὺς ἁγίους καὶ ἡ νίκη· ἁγίους ἐνταῦθα ἀκουστέον καὶ πάντας τοὺς κεκλημένους, καθὸ καὶ εἴρηται καὶ ἐν τῇ παλαιᾷ, τὸν ὀλοθρεύοντα ἄρξασθαι ἀπὸ τῶν ἁγίων. ἐπεὶ δὲ κατὰ τὴν τοῦ Κυρίου φωνὴν, “πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί·” εἰκὸς ἐκείνους νικηθῆναι, τοὺς μὴ τοῖς ὀλίγοις συντεταγμένους· ὧν ἡ κλῆσις οὐ διὰ βάθους ἦλθεν καρδίας, ἀλλ’ ἀκροθιγῶς καὶ ὅσον Χριστιανοῖς ἐναριθμη- θῆναι.

  71. 36.21

    Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος, καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. εἴ τις ἔχει οὖς, ἀκουσάτω. εἴ τις αἰχμαλωσίαν συνάγει, εἰς αἰχμαλωσίαν ὑπάγει. εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. ὧδε ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

  72. 36.22

    Ἐν τοῖς φθάσασιν εἴρηται, ὡς ὁ τῆς ἐπιδημίας τοῦ Ἀντιχρίστου καιρὸς καὶ τῆς ἀπατηλῆς αὐτοῦ ἐξουσίας, εἰς τρία ἥμισυ ἔτη συντελεῖται. τοῦτο γὰρ οἱ τεσσαρακονταδύο μῆνες, χρονικὸν διάστημα συνάγουσιν.

  73. 36.23

    Καὶ ἐδόθη αὐτῷ ἐξουσία κατὰ πᾶσαν φυλήν.

  74. 36.24

    f Τὸ ἀναπολόγητον αὐτῷ περιποιῶν· κατὰ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος ἐνεξουσιάσαι ἐφεῖται· τοῦ μὴ προ- φασείσασθαι ὡσεὶ τούτους ἐπείρασα, ἐνίκησα ἄν. ὃ καὶ ἐπὶ τοῦ Ἰὼβ ἀπαυθαδιασάμενος διὰ τοῦ “ περιέφραξας αὐτοῦ τὰ ἐντὸς καὶ “ τὰ ἐκτὸς, ” ἔλαβεν τὰ τοῦ δικαίου κατ’ ὁλοκληρίαν ἄγειν καὶ φέρειν ὡς ἃν αὐτὸ θυμῆρες· ἡμάρτανε δὲ τοῦ σκοποῦ. φυλὴ δὲ καὶ λαὸς καὶ γλῶσσα καὶ ἔθνος, τούτῳ διαφέρουσι. φυλὴ μὲν γὰρ ἡ φατρία ᾔτουν συγγένεια κατὰ ἐξιδίωσιν τοῦ σύγκλυδος ὄχλου ἀντιδιαιρουμένη, ὃν λαὸν καλεῖ· γλῶσσα δὲ καὶ ἔθνος τούτῳ διαστέλλονται τὸ μὴ τῇ προφορῷ τῆς λεκτικῆς χρείας χαρακτηρίζεσθαι τὸ ἔθνος· οὐ γάρ τι κωλύει ἑνὰ ἄνδρα διαφόρων ἐθνῶν χρῆσθαι τῇ λεκτικῇ φωνῇ. διάτοι τοῦτο ἐξακριβῶν τὸ ὑπὸ τὴν ἐξουσίαν πλῆθος δοθὲν παντὸς τοῦ διαφορὰν εἰωθότος ποιεῖν συλληπτικῶς διέξεισι, τοῦ μήτι ὑποπτευθῆναι ἀνθρώπου γένους τῆς ἐξουσίας ὑποσταλέν.

  75. 36.25

    Καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς.

  76. 36.26

    Περιληπτικὴν ἔννοιαν ἐπισυρομένου τοῦ πᾶς, μορίου, ἵνα e μὴ κἀνταῦθα τοῦτο παραληφθὲν εἰς παντὸς ἀνθρωπίνου γένους σχὲ ἱν τὸν Ἀντίχριστον ἐννοηθῇ τὴν προσκύνησιν. ἵνα οὑν μὴ τοῦτο συμβῇ γνώρισμα παρέσχε τῶν προσκυνούντων τούτῳ, ἐκείνους λέγων προσκυνῆσαι, τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, οὓς καὶ Ἠσαΐας πεσεῖσθαι μελῳδεῖ, οὐ πεσούμεθα φάσκων, ἀλλὰ “πεσοῦνται οἱ “ ἐνοικοῦντες ἐπὶ τῆς γῆς,” τουτέστιν, οἱ μηδὲν τῶν οὐρανίων καὶ τῆς ἐκεῖ δόξης πεφροντικότες, ἀλλὰ τῇ γηίνῃ ἑστίᾳ καὶ τῇ κατ’ αὐτὴν χοιρώδει βιώσει προσαρμοζόμενοι. διὸ καὶ τῆς f τοῦ βιβλίου τῆς ζωῆς διημαρτήκασιν ἐγγραφῆς.

  77. 36.27

    Τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

  78. 36.28

    Ἐν ὑπερβατῷ ἀκουστέον τὸ, “ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν “ τῇ βίβλῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου.” ἐπεὶ ὧν γέγραπται, ἀπὸ καταβολῆς κόσμου γέγραπται. οὕτω γὰρ δεῖ νοεῖν, οὐχ ὡς ἡ γραφὴ ἔχει, ὅτι μηδὲ ἀπὸ καταβολῆς κόσμου ἡ τοῦ ἀρνίου σφαγή. τίνων δὲ τὰ ὀνόματα μὴ προσκυνησάντων τῷ δράκοντι, διὸ καὶ ἐν τῇ βίβλῳ τοῦ ἀρνίου ἐγράφησαν; ἐκ τῶν ἐθνῶν g φέρε εἰπεῖν, ὡς ὁ Ἰὼβ καὶ οἱ τέσσαρες αὐτοῦ φίλοι, καὶ ἐκ τοῦ Ἰσραὴλ, οἱ ἅγιοι προφῆται καὶ πάντες h οἱ δι’ εὐσέβειαν μαρτυρούμενοι ἐν τῆ παλαιᾷ. τούτου τοῦ βιβλίου καὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ Λουκᾶς φησὶν ἐν τῷ Εὐαγγελίῳ μνημονεῦσαι, ἡνίκα λέγει, “χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.”

  79. 36.29

    Εἴ τις ἔχει οὖς, ἀκουσάτω.

  80. 36.30

    “ Εἴ τις,” φησὶν, “ἔχει οὖς,” τῷ ἡγεμόνι νῷ παραπέμπων τὴν διὰ τῶν ῥημάτων ἐκφερομένην i ἔννοιαν, ἀκουσάτω τῶν εἰρημένων, καὶ γνώτω, ὅτι ὁ περὶ τὸ αἰχμαλωτίζειν ἑτέρους πρόχειρος, δέξεται τὰ ἐπίχειρα τῶν πεπραγμένων αὐτῷ. τοῦτο γὰρ βούλεται παριστᾷν τὸ ὑπάγει, οἱονεὶ, οὑς τῇ αἰχμαλωσίᾳ ὑπάγει ἀντὶ του ὑποβάλλει k, τοῦ καὶ αὐτὸν αἰχμαλωτισθῆναι ὑπὸ τοῦ θηρίου, μηδεμιᾶς ἀναλήψεως τυγχάνων ὑπὸ τοῦ Θεοῦ τοῦ μὴ ἀπαχθῆναι. εἴτις φονικὸς τὸν τρόπον, ἀποκτανθήσεται καὶ αὐτὸς τὸν νοητὸν καὶ ψυχικὸν θάνατον ὑπὸ τοῦ Σατανᾶ διὰ τῆς εἰς αὐτὸν προσκυνήσεως. ᾧτ’ γὰρ δι’ ἔργων ἡττήθησαν ἀπαγωγαῖς καὶ φόνοις ἐνασχολούμενοι τοῖς πρὸς ἡδονῆς τοῦ ἀντικειμένου, τούτῳ καὶ δουλωθέντες, τὰ τῆς δουλείας ἀποίσονται δυσχερῆ. ᾧδε ἐνορᾶται ἡ ὑπομονὴ τοῦ μὴ διὰ τὰς θλίψεις τὰς ὑπὸ τοῦ Σατανᾶ ἐγγινομένας τοῖς εὐσεβέσι l m ἐνδοῦναι· τούτῳ τὸ ἀπὸ τῆς πίστεως ἐπιβραβευθήσεται τῶν ἁγίων, ὅτι καὶ αὐτοὶ πίστει κατώρθωσαν τὰ ἐπαινετὰ πάντα· εἴτι Παύλῳ πιστέον Ἑβραίοις οὕτως διεξίοντι. ταῦτα πλατύτερον παρετέθη πρὸς σαφήνειαν τοῦ συντετμημένου λόγου.

  81. 36.31

    n Ἐν γὰρ τῇ ὑπομονῇ ἡ τῶν ψυχῶν περιγίνεται κτῆσις, ᾔτουν σωτηρία, ὡς ἔστιν αὐτοῦ Κυρίου ἀκοῦσαι “ ἐν τῇ ὑπομονῇ ὑμῶν, φάσκοντος, “ κτήσασθε τὰς ψυχὰς ὑμῶν.”

  82. 37.1

    Περὶ ἑτέρου θηρίου δύο κέρατα ἔχοντος, καὶ τῷ πρώτῳ τοὺς ἀνθρώπους προσάγοντος.

  83. 37.2

    Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ἐποίει τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. καὶ ποιεῖ σημεῖα μεγάλα καὶ πῦρ, ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ ἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. καὶ πλανᾷ τοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου.

  84. 37.3

    Πόλλας ἐκδρομὰς ποιησάμενος ἐκ τῶνδε τῶν ἀρχῶν, εἰς προγενεστέρας ἀρχὰς ἀναβὰς, ἔφθασεν εἰς τὸ σπουδαζόμενον. ὅπερ οὐκ ἄλλο, ἢ τὸ διηγήσασθαι τὰ περὶ τῆς παρουσίας τοῦ Ἀντιχρίστου. καὶ ὅρα τί φησι περὶ αὐτοῦ, ἐκ τῆς γῆς δηλαδὴ ἀναβαίνειν αὐτὸν, ὅθεν καὶ πᾶσιν ἀνθρώποις ἡ γένεσις. ἄνθρωπος γὰρ καὶ αὐτὸς κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ὡς καὶ Παύλῳ τῷ θείῳ δοκεῖ. τὰ κέρατα δὲ οὐκ ἀρνίου, ἀλλ’ ὅμοια ἀρνίῳ, ἐπειδὴ φαντάζει ἑαυτὸν ἐπιεικῆ ὡς ὁ Χριστὸς, ἵνα πλανᾷ. διὰ τοῦτο ἡ ὁμοιότης τῶν κεράτων, ἤγουν τῆς δόξης. καὶ ὡς δράκων λαλεῖ οὐκ ὢν δράκων. οὐ γὰρ ὁ Σατανᾶς ἐστὶν αὐτόχρημα, ἀλλ’ ὡς ἐκεῖνος ἐνεξουσιάζων, τουτέστι, διάδοχος γίνεται τῆς ἐξουσίας τοῦ διαβόλου. “ἐνώπιον” δὲ, οἱονεὶ ἀκολούθως ἐκείνῳ, ἐχομένως ἐκείνῳ κατ’ οὐδὲν παραλλάττων ο τῆς παρουσίας τοῦ πρώτου Σατανᾶ. ἐξ ὧν καὶ παρασκευάζει πάντας οἷς οὐδὲν πλέον τῶν γηϊνῶν εἰς φρόντησιν ἀλλὰ τῆ κατοικίᾳ συνδιαφέρουσι καὶ τὴν βιοτὴν προσκυνῆσαι τὸ πρῶτον θήριον· καὶ πῶς τοῦτο μὴ αἰσθητῶς οἷόν τε φανῆναι τοῦ διαβόλου; ἵνα πρὸς αὐτὸν περαίνηται ἡ προσκύνησις ἐναργῶς. πρὸς αὐτὸν μὲν παρρησιαστικῶς οὐ· ἀλλ’ ὥσπερ εἴρηται ἤδη ἡ διὰ τῆς συνεργείας τοῦ Σατανᾶ προσκύνησις τῷ Ἀντιχρίστῳ ἐπ’ αὐτὸν διαβαίνει τὸν συνεργόν. καὶ ὅτι τοῦτο καὶ τὰ τῶν συνεργῶν τοῖς συνεργουμένοις οὐ λογίζεται, ἀλλὰ τοῦ ὡς δι’ ὀργάνου ἐνδεικνυμένου τὸ ἑαυτοῦ, ἄκουσον τί φησι Παῦλος· πολλοῖς προσπαλαίσας δυσχερέσι τὴν νίκην οὐχ ἑαυτῷ ἀλλὰ τῷ n διὰ τοῦ ἠγαπηκότος αὐτὸν προσνέμει· “ ἐν πᾶσι,” λέγων, “ ὑπερ- “ νικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. ὡσαύτως δὲ καὶ ὅταν φάσκῃ τὸ οὐκ ἐγὼ δὲ ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί ἀλλὰ καὶ τὸ ἐνώπιον τοῦ θηρίου τὴν ἐξουσίαν πᾶσαν ποιεῖν τὸν Ἀντίχριστον μὴ παρόντος αἰσθητῶς τοῦ Σατανᾶ, τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον τῷ Θεῷ καὶ Πατρὶ περὶ τῶν μαθητῶν αὐτοῦ τὸ “ ναι ο Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.” ἱκανὸν παραστῆσαι, ὡς τὰ πρὸς εὐαρέστησιν τινὶ ἐκτελούμενα καὶ μὴ παρόντι ἐνώπιον τοῦ εὐαρεστουμένου λογίζεται ἐνεργεῖσθαι.

  85. 37.4

    Ἀντὶ τοῦ ἐχομένως προοδοποιῶν τῷ πρώτῳ θηρίῳ τὴν προσ- κυνησιν.

  86. 37.5

    Οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.

  87. 37.6

    Ἐν τοῖς φθάσασιν εἴρηται περὶ τούτου πλατύτερον· νῦν δὲ ὅσον μόνον παραστῆσαι ὑπεσημήνατο. ἐπειδὴ γὰρ εἶπεν τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖται ἐνώπιον αὐτοῦ, (πρῶτον δὲ πάντων εἴρηκε τὸν δράκοντα τὸν πυρρὸν, ὃν ἔδειξεν ἐν τῷ οὐρανῷ γεγραμμένον ἡ ὀπτασία ο,) ἵνα μή τις νομίσῃ νῦν λέγειν αὐτὸν περὶ ἐκείνου, ὃς τὴν ἐξουσίαν ἔλαβε τοῦ πρώτου θηρίου, οὐ περὶ ἐκείνου φησὶ τοῦ πρώτου λέγω, ἀλλὰ τοῦ μετ’ ἐκεῖνον μὲν, πρὸ δὲ τοῦ p Ἀντιχρίστου, ὃν ἡ ὀπτασία ἔδειξεν ἐκ τῆς θαλάσσης ἀναβαίνειν, ὅμοιον ὄντα παρδάλει. τούτου γὰρ ἡ πληγὴ ἰάθη κατὰ τὸ πρότερον εἰρημένον q. σημεῖα γὰρ καὶ τέρατα αὐτὸν ποιεῖν κατ’ ἐνέργειαν τοῦ διαβόλου, ὡς καὶ Παύλῳ τῷ θείῳ, ὡς ἔφθημεν εἰρηκότες, δοκεῖ. τὰ δὲ σημεῖα πυρὸς ἀπ’ οὐρανοῦ καταφορὰ, ὃ καὶ ἐπὶ τοῦ Ἰὼβ, ἀφ’ οὗ καὶ τοῦ δικαίου τὰ κτήνη διέφθειρε καὶ ἕτερά τινα τοιαῦτα μεγάλα, ὡς τῇ μεγαλειότητι ἐκστήσαντα λαβεῖν καὶ τοὺς ἤδη πιστούς. τοῦτο γὰρ διὰ τοῦ εἰπεῖν καὶ “ πλανᾷ r τοὺς ἐμοὺς” σημαίνει. ὡς καὶ ἐν Εὐαγγελίῳ φησὶν ὁ Χριστός· “ ὥστε εἰ δυνατὸν πλανηθῆναι καὶ τοὺς “ἐκλεκτούς.” ἵνα δὲ παραστήσῃ τίνας πλανήσῃ τῶν Χριστοῦ πιστῶν, ἐπήγαγε τὸ γνώρισμα τούτων, τοὺς κατοικοῦντας προσθεὶς ἐπὶ τῆς γῆς, οὐ διαστέλλων Ἀγγέλους ἀνθρώπων. τίνα γὰρ ἕξουσιν ἀπατᾶν τῶν Ἀγγέλων s οἷς ἡ φυσικὴ καθαριότης οὐδὲν εἰς ἐπίκρυψιν ἀληθείας ἐμποδὼν γίνεσθαι ἐᾶ t; ἐκείνους δὲ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὗτος ἐκστήσει οἷς ἡ κατοικία γνώρισμα τῆς προθέσεως· οὐδὲν μετάρσιον ἔχουσιν ἐνθέου καὶ οὐρανίου φρονήματος, ἀλλὰ περὶ γῆν καὶ τὰ κατὰ γῆν ἴσα κτήνεσι ἰλυσπᾶσθαι πεφρον- τικοτες.

  88. 37.7

    Ἐνώπιον τῶν ἀνθρώπων.

  89. 37.8

    Ποιεῖ μεγάλα σημεῖα κλέπτων τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων, ὥσπερ καὶ οἱ Αἰγύπτιοι φαρμακοὶ κατενώπιον τοῦ Φαραὼ, καὶ Σίμων ὁ Μάγος ἐν Ῥώμῃ ἐξανίστων τὸν νεκρὸν κἀν ὑπὸ Πέτρου ἠλέγχθη· πάντα οὖν πράξει, φησὶν, ὁ τοῦ Ἀντιχρίστου πρόδρομος διὰ γοητείας, πρὸς τὸ νομισθῆναι τὸν Ἀντίχριστον Χριστὸν, ὡς ὑπὸ τοιούτου τερατουργοῦ μαρτυρούμενον καὶ ἀναμφισβήτητον τὴν δόξαν λαμβάνοντα, κατὰ μίμησιν τοῦ βαπτιστοῦ Ἰωάννου, τῷ Σωτήρι’ Χριστῷ μαρτυροῦντος, καὶ τούτῳ v προάγοντος. δεινὸν γὰρ τὸ ψεῦδος ἀπάτῃ μιμεῖσθαι πρὸς ὄλεθρον τῶν πειθομένων τὴν ἀλήθειαν.

  90. 37.9

    Ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου.

  91. 37.10

    w Τὸ ἐνώπιον δύναται καὶ τὸ ὑπὸ παρουσίᾳ δηλοῦν. δύναται καὶ τὸ κατ’ ἀξίαν καὶ ἀκολούθως, ὡς ἔχει καὶ τὸ “ λατρεύειν αὐτῷ “ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ. ἀντὶ γὰρ τοῦ κατ ἀξίαν τῆς θεικῆς ἁγιότητος καὶ δικαιοσύνης ἐντεῦθεν λατρευτέον· οὕτως οὑν καὶ νῦν τὸ ἐνώπιον ἐκληπτέον. ἵνα ἠ’, τὰ σημεῖα δὲ ἐχωρήθη αὐτῷ ποιήσας οὐκ ἀληθείας ἐχόμενα ἀλλ’ ἀπάτης κατ’ ἀξίαν τοῦ ἐνεργοῦντος ἀπατεῶνος. x

  92. 37.11

    Λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃ εἶχε πληγὴν καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας. καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήση ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῆ εἰκόνι τοῦ θηρίου ἵνα ἀποκτανθῶσιν. καὶ ποιεῖ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχοὺς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσωσιν αὐτοῖς χαράγματα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἣ ἐπὶ τὸ μέτωπον αὐτῶν, καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἣ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα.

  93. 37.12

    x Ἀκριβῶς ἄγαν τοῖς ἐπὶ γῆς κατοικοῦσι τὸ πρόσταγμα, οὓς καὶ πεπεῖσθαι Ἡσαΐας ἐν ᾠδῇ φησι, οὐ πεσούμεθα, ἀλλὰ “ πεσοῦνται “ οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.” τούτοις οὑν καὶ νῦν οὐ τοῖς τὸ πολίτευμα ἔχουσιν ἐν οὐρανοῖς ἡ τῆς εἰκόνος ἐντέλλεται ποίησις· ἀπέγνωσται γὰρ τούτων τὸ ἀπατᾶσθαι κατησφαλισμένων ἀκριβῶς τῇ προαναφωνήσει τῆς τοῦ θηρίου ἐλεύσεως· ἡ προφώνησις δὲ τοῦ “ εἴτις ἔχει οὖς, ἀκουσάτω. ” περὶ τοῦ θηρίου, ὃ εἶχε πληγὴν καὶ ἔζησε, προπαρατεθεῖται.

  94. 37.13

    Ἐπειδὴ, δὲ καὶ ἡ εἰκὼν ἀνεστυλώθη τῷ θηρίῳ, ἐδόθη καὶ πνεῦμα δοῦναι τῇ εἰκόνι, ἵνα δῆθεν λαλήσῃ ἡ εἰκών. τοῦτο δὲ πρὸς τὰ ἀγάλματα λογιστέον, ἃ πολλὰ καὶ ἱδροῦντα καὶ λαλοῦντα y ἱστόρηται τοῖς Ἑλληνικοῖς χρόνοις ἐνεργείᾳ διαβολικῇ. ἡ δὲ σύνταξις τοῦ ῥητοῦ οὕτως. κατὰ κοινοῦ δὲ τὸ, “ ἵνα,’’ ληπτέον, ὡς ἃν ᾖ οὕτως. ἴνα καὶ λαλήσῃ, ἴνα καὶ ποιήσῃ, ὅσοι μὴ προσκυνήσουσι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ οὗτοι ἀποκτανθῶσιν. ὅτι δὲ τὰ ἀγάλματα, ὡς εἴρηται, ἐλάλει, ἐξ ἱστορίας μαθεῖν ἔνεστιν, ὡς διὰ γοητείας ἱστόρηται καὶ δένδρα καὶ ὕδατα λαλῆσαι, διά τε Ἀπολλωνίου καὶ ἑτέρων γοήτων z. ἀλλὰ καὶ Σίμωνα τὸν Μάγον νεκρὸν ἀναστῆσαι φαντάσαντα, ὡς φθάνομεν εἰρηκότες, παρουσίᾳ Πέτρου· ὑφ’ οὗ καὶ ἠλέγχθη Σίμων ὡς φαντασία ἡ ἀνέγερσις· αὐτοῦ Πέτρου ἀληθινῇ ἐγέρσει τὸ ἀπατηλὸν καταργήσαντος.

  95. 37.14

    Οὕτως τόν ὑπασπιστην τοῦ Ἀντιχρίστου ἀποκαμοντα ταῖς ἀπατηλαῖς φαντασίαις ποιῆσαι εἰκόνα τῷ θηρίῳ προστάξαι καὶ δεῖξαι ταύτην, καὶ παρασκεύασαι τοὺς μὴ προσκυνοῦντας ἀποκτανθῆναι.

  96. 37.15

    Καὶ ποιεῖ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ ἑξῆς.

  97. 37.16

    Ἰδιωτικώτερα ἡ σύνταξις, διὸ καὶ ἀνόητος. πότερον γὰρ λέγει τοὺς μικροὺς καὶ τοὺς μεγάλους λαβεῖν, ἣ δοῦναι; διὸ προσθήκῃ τῆς “εἰς” εἰς προθέσεως, τὸ ἀνόητον a ἐπανορθωθείη ἃν πρὸς οὕτω· καὶ ποιεῖ εἰς πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς ἐφ’ ἑξῆς, ἵνα δώσωσιν αὐτοῖς χαράγματα ἐπὶ τῆς δεξιᾶς χειρὸς, ἣ ἐπὶ τοῦ μετώπου. τοῦτο δὲ εἰς γνώρισμα φησὶ τοῦ ἐμπορευτέου καὶ μή. κἀνταῦθα δὲ ὁ “ καὶ” σύνδεσμος παρέλκει. λέγω δὴ ἐπὶ τοῦ “ καὶ ἵνα μήτις δύναται ἀγοράσαι ἣ πωλῆσαι περιττὸς γὰρ ὁ σύνδεσμος ὁ “ καί·” οὐ γὰρ ἀναίρεσις ἣ μετάβασις τῆς προκειμένης ἐννοίας, ὃ ἐπαγγέλλεσθαι ὁ σύνδεσμος πέφυκεν οὗτος. μᾶλλον μὲν οὖν καὶ παράστασιν αἰτίας ὁ αἰτιολογικὸς σύνδεσμος τῶν ἄνω εἰρημένων ἐμφαίνει ἐπὶ τῇ δόσει τοῦ σημείου· τοῦ διατὶ δέδοται τὸ σημεῖον. δέδοται γὰρ τοῦ μὴ ἄνευ τούτου τῆς ἐπιγνώσεως τὴν ἐμπορείαν τελεῖσθαι ἐξεῖναι.

  98. 37.17

    Ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς.

  99. 37.18

    Ἐπὶ χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ μετώπου τὸ γνώρισμα. ἀντίθετος γὰρ τῶν ἀγαθῶν b ἡ τοῦ ὀλεθρίου ὀνόματος ἐγχάραξις. ἐν μὲν ταῖς δεξιαῖς, ἵνα τῶν ἀγαθῶν ἔργων ἐκκόψῃ τὴν ἐνέργειαν.· ἐν δὲ τοῖς μετώποις, ἵνα τὸ τοῖς ὀφθαλμοῖς ἐπικείμενον μέρος προσληφθὲν c, σκοτασμὸν ἐμποιήσῃ τοῖς ἀπατωμένοις, τοῦ d μὴ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως e ἀντέχεσθαι τῆς εὐσεβείας. ἀλλ’ οὐ δέξονται τοῦτο οἱ τὰ πρόσωπα σημειωθέντες τῷ θείῳ τοῦ προσώπου φωτί.

  100. 38.1

    Περὶ τοῦ ὀνόματος τοῦ θηρίου.

← Previous · Next → — showing 701800 of 1,254

First Thousand Years of Greek. CTS URN tlg4102.tlgX02.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.