Commentarius In Apocalypsin
- 20.21
Καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτός.
- 20.22
Ἢ τὸ ἀδιάπαυστον δηλοῦν βούλεται, ἢ τὸ τῶν ὑπὸ τοῦ x Θεοῦ διοοικουμένων y ἀνενδοίαστον τῆς εὐχαριστίαρ, ἄντε πρόδηλοι, ἄντε κατὰ τὸ ἀνεξερεύνητον τῆς σοφίας αὐτοῦ βάθος διεξαγόμενοι a. νὺξ γὰρ ἐκεῖ οὐκ ἔστιν, ἀλλ’ ἡμέρα μία, τῷ τῆς δικαιοσύνης ἡλίῳ καταλαμπρυνομεένών b ἁπάντων. ἴσως δὲ νὺξ νοεῖται τὰ ἀπόκρυφα καὶ βαθέα τῆς γνώσεως μυστήρια, ἡμέρα δὲ τὰ σαφῆ τε καὶ εὔληπτα. ναὸς δὲ τοῦ Θεοῦ c πᾶσα μὲν ἡ ἀνακαινιζομένη ὑπ’ αὐτοῦ κτίσις διὰ τοῦ Πνεύματος, μάλιστα δὲ, οἱ τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἄσβεστον διατηρήσαντες, οἷς ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἡ ἀψευδὴς ἐπαγγελία, οἱονεὶ φιλοτιμότερόν τε καὶ γνησιώτερον ἐμφιλοχωρήσει * καρτερικωτάτῃ αὐτῶν πρὸς τοὺς ἐπενεχθέντας αὐτοῖς ἐνειδόμενος πειρασμούς.
- 20.23
Σκηνώσει ἐν αὐτοῖς.
- 20.24
Σκηνῶσαι τι ἃν ἄλλο, ἢ τὸ ἀδιαλείπτως μετ’ εὐαρεστήσεως καὶ ἡδονῆς σημαίνει ἐμφιλοχωρεῖν ;
- 20.25
Οὐ πεινάσουσιν ἔτι.
- 20.26
d Ἐξ ἑτέρου μὲν γὰρ πρὸς ἕτερον ἦλθον πειρασμὸν οἱ ἅγιοι διαπαντὸς, μᾶλλον δὲ οἱ ἐξ ἐθνῶν ἐπὶ τῆς παρουσίας τοῦ Ἀντιχρίστου. μετὰ δὲ τὸν τοιοῦτον καιρὸν ἀδιαλείπτως κορεσθήσονται τῶν ἀμυθήτων ἀγαθῶν, ἄρτον μὲν ἔχοντες τὸν οὐράνιον, ὃς διὰ τὴν σωτηρίαν αὐτῶν ἐφοίτησεν ἐπὶ γῆς· ὕδωρ δὲ, τὴν ἄφθονον χύσιν τοῦ Πνεύματος, περὶ οὗ καὶ εἴρηται ὑπὸ τοῦ Κυρίου, “ ὁ πιστεύων “ εἰς ἐμὲ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας e αὐτοῦ ὕδατος ζῶντος. ὧν οἱ ἅγιοι τότε ποτιζόμενοι δαψιλῶς ἀγαλλιάσει ἔσονται καὶ εὐφροσύνῃ ἀπεράντῳ· τῆς μερικῆς γνώσεως καταργηθείσης, τῆς τελεωτάτης δὲ ἐπεισενεχθείσης πρὸς ἀπόλαυσιν, τὴν κατὰ τὸ ἀνάλογον τῶν σπευσάντων οἰκειωθῆναι Θεῷ. ἣν καὶ γνῶσιν ὁ θεῖος Παῦλός φησι· δι’ ὧν φάσκει, “ ἐπιγνῶναι ἡμᾶς τὸν Θεὸν, καθὼς “ καὶ ὑπὸ Θεοῦ ἐγνώσθημεν·” τουτέστι καθὼς καὶ ἡμεῖς κατεσπεύσαμεν οἰκειωθῆναι αὐτῷ, οὕτω καὶ Θεὸς ἀφθόνως ἐφήπλωσεν ἡμῖν τὰ ἀπόρρητα αὐτοῦ ἀγαθά. καὶ ὅτι πεινῆν ἔθος τῇ γραφῇ καλεῖν τὴν τῶν θείων ἀγαθῶν ἔνδειαν, ἱκανὸς, ὁ λιμὸν ἀπειλῶν ἥξειν τοῦ ἀκοῦσαι λόγον Κυρίου, πιστώσασθαι. τὸ δὲ ἥλιον ἐπ’ αὐτοῦ πεσεῖσθαι· τέως ποικίλος ὁ ἥλιος παρὰ τῆς θείας γραφῆς τροπολογεῖται· τῇ μὲν λέγοντος τοῦ προφήτου “ ἡμέρας ὁ ἥλιος “ οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα· τουτέστιν ὅτι πρὸς τὴν πατρῴαν ἀνασωζόμενος ἑστίαν, τὸν πάτριον ἔχων Θεὸν βοηθὸν, οὔτε πρόδηλον ἕξεις ἐπηρεαστὴν δίψει πιέζοντά σε καὶ ἀπορίᾳ τῶν καταθυμίων· οὐ τοῖς ἀμαυροτέροις πρὸς κατανόησιν. ἢ διὰ σεληνιακοῦ ἠνίξατο φωτὸς ἠρέμα θερμαίνοντός τε καὶ ψύχοντος, ἅτε καὶ τινῶν πειρασμῶν δελεαστικῶν κεχρημένων τῇ καταρχὰς αὐτῶν ἐφόδῳ τῷ προσηνεῖ καὶ ἡδεῖ. πρὸς ὀλέθριον δὲ ὑποιστὸν ἀποκαθιστῶν τῶν κακῶν· ὃ καὶ ὁ παροιμιαστὴς ἐπὶ τῆς μοιχείας συμβαίνειν φησὶ “ πρὸς καιρὸν λιπαινώσης τὸν φάρυγγα. οὐ μόνον δὲ ὁ προφητικὸς λόγος πειρασμοῖς παραβάλλει τὸν ἥλιον, ἀλλὰ Χριστὸς αὐτὸς τὰ ἐπὶ τῆς πέτρας καταβαλλόμενα σπέρματα πρὸς βραχὺ ἀνατείλαντα ὑπὸ τοῦ ἡλίου e. τὸν δὲ ἥλιον πειρασμοῖς ἀφωμοίωσεν. καὶ πειθέτω σε τὰ πρὸς βραχὺ ἀνατείλαντα ἐν τῇ πέτρᾳ σπέρματα, ἀθρόον μὲν φύσαντα, εὐθέως δὲ ὑπὸ τοῦ ἡλίου φλογισθέντα.
- 20.27
Ὅτι τὸ ἀρνίον τὸ ἀνάμεσον τοῦ θρόνου ποιμανεῖ αὐτοὺς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων. καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν ἀυτῶν.
- 20.28
Συντελεσθὲν * * * * ἄφθαρτον βίον ἁπάντων μεταχωρησάντων. αὐτό τε τὸ ἀρνίον ἀπαρακαλύπτως θεὰν χ**ζει τοῦ σαρκικοῦ νέφους αὐτῷ πρὸς τὸ θεοειδέστερον ἀλλοιωθέντος. εἴ τι Γρηγορίῳ τῷ θείῳ τὸν λόγον πιστέον θαρροῦντος b ὁμόθεον αὐτῷ ἀποφαινομένῳ. τὸ, ἀνάμεσον τοῦ θρόνου, εἴρηται ἀντὶ τοῦ, ἐκ μέσου τοῦ θρόνου, οἱονεὶ ἐκ τῆς πατρικῆς δόξης, ἤγουν κυριαρχίας, τῆς σαρκικῆς οἰκονομίας τῇ ἐπεισόδῳ τῶν θείων ἐλλάμψεων, μᾶλλον δὲ, τῆς ἀναλλοιώτου θεότητος ὑποχωρησάσης. τὸ ἀπὸ τούτου δὲ, ἀνυποστόλως θεοπρεπὲς τῷ υἱῷ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. τὸ γὰρ ποιμαίνειν αὐτῷ προσέσται καὶ ὁδηγεῖν τὰ ὑπ’ αὐτοῦ ποίμνια διὰ τῆς οἰκονομίας κτισθέντα, οἷς οὐκέτι δάκρυον ἐνοχλοίη· cτῶν δακρυοποιῶν ὡς ἐν ἀναλλοιώτῳ ζωῇ διωλωλότων, ἀλλ’ ἐπὶ νομὰς ὑδάτων θείων ἐννοιῶν ἀύλων ἐπαναπαύεσθαι ποιμαινομένων· ὅτε καὶ λύκοι τῷ αἰωνίῳ παραδοθεῖεν πυρί· μισθὸν τοῦτον ἀνευρόντες σὺν τῷ κατάρχοντι διαβόλῳ αὐτῶν ἐν τῷ φθαρτῷ τῷδε βίῳ, ἅτε φθονεροὶ δαίμονες τῆς τῶν ἀνθρώπων ἐξ ἐπηρείας d πολυπλανίας.
- 21.1
Λύσις τῆς ἑβδόμης σφραγῖδος, δηλοῦσα ἀγγελικὰς δυνάμεις προσάγειν Θεῷ τὰς τῶν ἁγίων προσευχὰς ὡς θυμιάματα.
- 21.2
Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. καὶ εἶδον τοὺς ἑπτὰ Ἀγγέλους, οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
- 21.3
e Μελλόντων ἀφήγησιν πραγμάτων, ὡς παρωχημένων ποιεῖται, εἴτε, ὡς πολλάκις ἔφθημεν εἰρηκότες, τὸ μηδὲν θείαν γραφὴν περὶ τὰ χρονικὰ διαστήματα μικρολογεῖσθαι· διὸ καὶ προγεγονόσιν ὡς μέλλουσι χρῆται. ὡς ἐπὶ τοῦ “ ἐν ποταμῷ διελεύσονται πόδι’ καὶ ἐνεστῶσιν ἀντὶ μελλόντων, ὡς ἐπὶ τοῦ “Ἰερουσαλὴμ οἰκοδομου- “ μένη ὡς πόλις·” καὶ γὰρ ἔμελλεν ἀνοικοδομεῖσθαι, ἡ ὑπὸ Ναβουχοδονόσορ καταστραφεῖσα, τῶν αἰχμαλωτισθέντων ἀνασωθέντων θέντων αὐτῇ· ἀλλὰ καὶ τὸ ἐχόμενον τοῦ ῥητοῦ τούτου, τὸ “ ἀνέβη “ ’σαν αἱ φυλαί· παρωχημένων ἔννοιαν ἐπὶ μελλόντων εἰσάγει· ἤτοι οὖν, ἀφροντιστούσης τῆς γραφῆς τῶν χρονικῶν διαστημάτων, ταῦτα· ἢ τὸ πάντως ἐσόμενον εἰσηγουμένη διὰ τοῦ ὡς συντετελεσμένοις χρῆσθαι τοῖς ἐσομένοις. καὶ ταῦτα μὲν περὶ τούτων. συχνότερον δὲ ὁ ἑπτὰ ἀριθμὸς ἔνθα παραλαμβάνεται, ὥσπερ καὶ νῦν, ὡς συστοίχου ὄντος τῷ σαββατισμῷ τοῦ αἰῶνος τούτου. καὶ αὐτὸ ἤδη μοι δεδήλωται. ἡ τῆς ἑβδόμης σφραγῖδος λύσις, τὴν τῆς γηίνης τύρβης λύσιν διασημαίνει, ἑπτὰ Ἀγγέλων διακονούντων ταῖς τιμωρίαις ταῖς κατὰ τῶν ἀσεβῶν ὀφειλομέναις. ἡ δὲ σιγὴ τὴν ἀγγελικὴν εὐταξίαν δηλοῖ καὶ τὴν εὐλάβειαν, τό, τε περὶ τῆς δευτέρας τοῦ Κυρίου παρουσίας, καὶ τῆς προτέρας ἀγνόημα. τὸ δὲ ἡμιώριον, τὸ τοῦ καιροῦ ἐμφαίνει βραχὺ, ἐν ᾦ τῶν πληγῶν f ἐπαγομένων καὶ τῶν ἐπὶ τῆς γῆς συντελουμένων, ἡ τοῦ Κυρίου g βασιλεία φανήσεται.
- 21.4
Ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ.
- 21.5
h Ὡς τῆς κτίσεως ἁπάσης καὶ τῆς ὑπερκοσμίου καὶ ἀγγελικῆς δυνάμεως καταπεπληγημένης τὸ ὑπε**λον τῆς δόξης τοῦ παραγινομένου, καὶ διὰ τοῦτο σιγώσης.
- 21.6
Καὶ εἶδον τοὺς ἑπτὰ Ἀγγέλους οἱ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι.
- 21.7
i Περὶ τοῦ κατεβδοματεῖσθαι τὴν προκειμένην Ἀποκάλυψιν προδιείληπται· τὸ δὲ “ ἐνώπιον τοῦ Θεοῦ’’ ἑστάναι, οὐ τοπικὴν ἐννόει παρουσίαν, ἀλλὰ τὸ κατὰ βούλησιν τούτου τὰς λειτουργίας αὐτῶν ἐξανύειν αὐτούς. καὶ Δαβὶδ περὶ αὐτῶν φησι, “ δυνατοὶ ἰσχύι· “ ποιοῦντες τὸν λόγον αὐτοῦ· τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ, τοῦ ἀνυπερθέτως καὶ ἐξ αὐτῆς ἀκοῆς τὸ προσταττόμενον ἐνεργούντων· τοιοῦτον οὖν τὸ “ ἐνώπιον,” ἐπεὶ τὸ τόπῳ περιγράφειν ὃ τὰ πάντα πληροῖ, παχυσάρκων ἀνθρώπων καὶ μηδὲν ἐχόντων * * νωδῶς τῆς αἰσθήσεως ἐννοεῖν πλέον.
- 21.8
Καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
- 21.9
“ Ἑπτὰ σάλπιγγες,” ὡς βασιλέως ἐφισταμένου. αἱ δ’ αὐταὶ, κατὰ τὸν θεόσοφον Παῦλον Θεσσαλονικεῦσι γράφοντα, καὶ διυπνίζειν μέλλουσι τοὺς νεκροὺς, ἀνίστανται k ἐπὶ ἀφθαρσίᾳ, κατὰ τὸν αὐτὸν Ἀπόστολον, καθ’ ὁμοιότητα τοῦ Κυρίου, ὃς αὐτὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ὑπήχθη θανάτῳ· διὸ καὶ ὡς προκατάρξας τῆς τοιαύτης παλ**ϊ·ας 1 πρωτότοκος ἐκ νεκρῶν εἴρηται. ἰστέον δὲ ὅτι, εἰ καὶ σχηματίζονται εἰς ὕλας καὶ χρώματα τὰ ὁρώμενα, εἴτε θυσιαστήριον, εἴτε θυμιατήριον, εἶτέ τι ἄλλο, ἀόρατα ὅμως καὶ νοητὰ ὄντα τυγχάνουσιν. ἐπὶ τοιούτου τοίνυν στὰς ὁ Ἄγγελος, καὶ τὸν λιβανωτὸν, τὸ τὸν λιβανωτὸν δεχόμενον θυμιατήριον δηλαδὴ κρατῶν, τὰς εὐχὰς τῶν ἁγίων ὡς θυμιάματα τῷ Θεῷ προσέφερεν. χρυσοῦν δὲ τοῦτο φάσκει, τῷ τὴν ὕλην ταύτην τιμαλφεστάτην εἶναι ἀνθρώποις καὶ περιπόθητον· δι’ οὗ αἰνίττεται καὶ παρὰ τῷ Θεῷ τὰς τῶν ἁγίων εὐχὰς τοιαύτης καταξιοῦσθαι ἀποδοχῆς. ὥσπερ δέ τι πρωτόλειον καὶ ἀπαρχὴ τιμία προσάγονται Θεῷ αἱ εὐχαὶ παρὰ τῶν προστατούντων Ἀγγέλων ἡμῶν, αἳ φύσει μέν εἰσιν εὐώδεις, εὐωδέστεροι δὲ γίνονται τῇ τοῦ μεταχειρίζοντος ταύτας Ἀγγέλου συνεργίᾳ. m ἅτε κατ’ ἐξαίρετον αὐτὰς προσάγοντος τῷ δεδωκότι προστατεῖν Ἀγγέλους ἀνθρώπων Θεῷ. τὸ εὐπρόσδεκτον δὲ τῶν εὐχῶν τῶν ἁγίων, ἡ τῶν θυμιαμάτων ἀντίδοσις ἡ ὑπὸ Θεοῦ παρεμφαίνει· ὃ καὶ Δαβὶδ ἀξιοῖ τὸν Θεὸν τὴν εὐχὴν αὐτοῦ ὡς θυμίαμα κατευθυνθῆναι. ᾐτοῦντο δὲ διὰ τῆς παγκοσμίου συντελείας, ταῖς μὲν τιμωρητικαῖς μάστιξι, ταῖς κατὰ τῶν δυσσεβῶν καὶ παρανόμων ἀξίως ἡτοιμασμέναις, λῆξιν τῇ συντομίᾳ τῆς ἐπιφορᾶς τῆς κακώσεως πρυτανευθῆναι, τῷ μὴ n πρὸς πλείονας ὀνθρώποις o διαδοθῆναι· p διὰ τὸ πεφυκέναι τοὺς ἐπιγινομένους τῷ μοχθηρῷ τούτῳ βίῳ ἀνθρώπους ἐπιμελῶς τούτων ἀντέχεσθαι ἐκ νεότητος· ὧν ἡ πονηρία ἀγνώρισμα. ἢ καὶ τῷ Μωϋσῆ χρηματίζων μετὰ τὸν τῆς παγκοσμίου ἐπικλύσεως τῆς κατὰ τὸν Νῶε οἰκτίρμονι λόγῳ παρίστησιν. ἐκείνοις μὲν οὑν ταύτῃ, ἑαυτοῖς δὲ τὸν διὰ τῆς παρουσίας τοῦ ἀξιονίκως τὰ ἔπαθλα διανέμειν εἰδότος τοῖς ἐν τῷ παρόντι βίῳ ὑπὲρ ἀρετῆς παγκρατιασταῖς μισθὸν, οἱ τινες οὐκ ἄλλοι, ἣ οὗτοι οἱ τὸν ἀθλοθέτην ἐν τοῖς ἑαυτῶν δοξάσαντες σώμασι. καὶ ὅτι ταῦτα τὰ ἑξῆς ἐμφανίσει.
- 21.10
Καὶ ἄλλος Ἄγγελος ἦλθε, καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου, ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ, ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ Ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ. καὶ εἴληφεν ὁ Ἄγγελος τὸν λιβανωτὸν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν, καὶ ἐγένοντο βρονταὶ, καὶ ἀστραπαὶ καὶ σεισμός. καὶ οἱ ἑπτὰ Ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας, ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι.
- 21.11
Τὸ θυσιαστήριον τοῦτο, ὁ Χριστός ἐστιν, ἐν ᾧ πᾶσα λειτουργικὴ καὶ ἁγία συνέστηκε σύνοδος, καὶ μαρτυρικαὶ θυσίαι προσάγονται, οὗ ἦν τύπος τὸ δειχθὲν ἐν τῇ σκηνῇ θυσιαστήριον ἐν τῷ ὄρει τῷ μωυσῇ k. διὸ καὶ μαρτυρίου σκήνη είρηται, ὡς τὰς επωφελεῖς φελεῖς ἀνθρώποις διὰ μαρτυρίας ἐντεῦθεν κομιζομένων καὶ τοὺς κατ’ αὐτὰς ῥυθμίζοντας ἑαυτοὺς τὰς προσευχὰς ἑαυτῶν, ἃς θυμιάμασιν εὐώδεσιν ἀπεικάζει τούτῳ καλλιερεῖσθαι, ὡς ἤδη εἴρηται.
- 21.12
Ἐνώπιον τοῦ θρόνου.
- 21.13
Ἐνώπιον τὸν Χριστὸν τοῦ θρόνου δηλαδὴ τῶν ὑπερτάτων ἁγίων δυνάμεων εἴρηκε. Χερουβὶμ λέγω καὶ Σεραφίμ· ὧν τὸ μὲν πλῆθος ἐξελληνιζόμενον, ἢ χύμα γνώσεως καὶ σοφίας σημαίνει· Σεραφὶμ δὲ ἐμπυριστήν. θρόνου γὰρ τὴν ὑπερούσιον, ὡς ἤδη ἔφημεν φύσει καλεῖ. οὗ καὶ Χριστὸν αὐτὸν πῆ μὲν ἐκ μέσου βηματίζειν τοῦ θρόνου, τουτέστι τῆς παντοκρατορικῆς δόξης καὶ πατρικῆς, ἅτε κατ’ οὐδὲν ἐλαττούμενος ταύτης. κοινὰ γὰρ πάντα ἀνυποστόλως τὰ θεοπρεπῆ ταῖς τρισὶν αγιαστικαις ὑποστάσεσι, πλὴν τοῦ τῆς ὑπάρξεως τρόπου· τῇδε ἐνώπιον τοῦ θρόνου οὐχ ἧττον καὶ τούτου δηλοῦντος, τοῦ ἐνώπιον λέγω, τὸ μηδὲν ἀπομερίσθαι τοῦ Πατρὸς τῶν εἰς γνῶσιν ἀναφερομένων· τὸ γὰρ ἐνώπιον τὸ φανερὸν σημαίνει, εἴπερ τὸ πάντα ἐνώπια τοῖς συνιοῦσιν ἱκανὸν εἰς τὸ σαφῆ σκοπὸς αὐτῷ διαδεῖξαι. διὸ καὶ τοῦ θρόνου ὡς τῆς θείας συμβόλου οὐσίας οὐ σχῆμα, οὐ σῶμα, οὐχ ὁμοιῶμα δηλοῦσθαι, οὐκ ἐνταῦθα, οὐ παρά τινι τῶν θείων προφητῶν. ἐνώπιον οὖν τοῦ θρόνου οὐ περιττόν. καὶ αἱ ὑπέρταται δυνάμεις διὰ τὴν χύσιν τῆς ἐν αὐτοῖς ἐμπύρου σοφίας καὶ ἀγάπης, καὶ τῆς ἀκραιφνοῦς φιλίας τε καὶ ἀγάπης, ὅπερ ἐμφαίνει ἡ ἑρμηνεία τῶν ὀνομάτων, ἡ τῶν Θεῷ πλησιαζουσῶν ὑπερτάτων ἁγίων δυνάμεων, ὡς εἰρήκαμεν, τάξις. τὰ δὲ θυμιάματα, αἱ προσευχαὶ τῶν ἁγίων, οἷς εὐκταῖον εἰ τι καὶ ἄλλο τῷ Θεῷ προσαχθείη, ἐν μοίρᾳ θυμιαμάτων ἡδυπνόων αὐτῷ λογισθῆναι, τοῦ μοχθηροῦ τούτου καὶ δυσώδους βίου τῷ πυρὶ τῆς εἰς αὐτὸν ἀγάπης ἐξατμισθέντος. τοσαύτη γὰρ ἡ περὶ τὸν Χριστὸν ἀγάπη τὸ ζέον εἶχε καὶ διάπυρον, ὡς πάντα ἡγήσασθαι τὰ τοῦ παρόντος αἰῶνος τερπνὰ, σκύβαλα, μόνον ἵνα Χριστῷ τῷ ποθουμένῳ αποδοθῶσι συνεῖναι. καπνὸν δὲ ἀναβῆναι ἀπὸ τῆς τῶν θυμιαμάτων ἐντυχίας, ὅτι καπνὸς ὀργῆς τεκμήριον, ὡς καὶ ἐν τῷ, “ ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ.’ τοῦτο οὖν οὐ δι’ ἄλλο 1 συμβῆναι ἐσχημάτισται, ἢ τοῦ δειχθῆναι χάριν καὶ φανερωθῆναι τὸ τῆς ἀγάπης διάπυρον τῶν ἁγίων τὸ περὶ τὸν Χριστὸν ὡς πῦρ m, ἢ τὸν θυμὸν, ὡς καπνὸν, ὡς καὶ αὐτῶν τῆς αὐτῆς τοῖς Ἀγγέλοις n φύσεως λαχόντων, οὐ πρὸς ὁμοίαν δὲ τούτοις εὐαρέστησιν του πεποιηκότος κατεσπουοακοτων.
- 21.14
Ἐκ χειρὸς τοῦ Ἀγγέλου.
- 21.15
Ὁρᾷς ὅτι παρὰ τοῦ Ἀγγέλου ὑπῆρξε τὸ εὐωδεστέρας τὰς εὐχὰς τῶν ἁγίων γενέσθαι, καὶ ἀξίας τοῦ προσκομίζεσθαι ἐνώπιον τοῦ Θεοῦ ;
- 21.16
Καὶ εἴληφεν ὁ Ἄγγελος τὸν λιβανωτόν.
- 21.17
Τὸν λιβανωτὸν ὅτι θυμιατήριον βούλεται δηλοῦν, καὶ τὸ θυσιαστήριον τὸν Χριστὸν, καὶ τὸν καπνὸν τὸν θυμὸν, καὶ τὸ πῦρ τὸ ἀπὸ τοῦ θυσιαστηρίου, τὸ διάπυρον τὸ περὶ τὸν Θεὸν τῶν ἁγίων προεξετασθὲν, ἐχομένως παρατέθειται. τὸ δὲ ἐπὶ τὴν γῆν ἐκχεθῆναι πρὸ τοῦ διακονοῦντος τιμωρητικοῦ Ἀγγέλου, διὰ τοῦ θείου πυρὸς, ὅμοιον τῷ πάλαι τῷ Ἰεζεκιὴλ ἐφάνη ἐκ χειρὸς τῶν χερουβίμ, ληφθέντι o μὲν ἀπὸ τοῦ θυσιαστηρίου, δοθέντι p δὲ τοῖς Ἀγγέλοις τοῖς πεμφθεῖσιν εἰς τὴν τῶν δυσσεβῶν οἰκητόρων τιμωρίαν τῆς Ἰερουσαλήμ. τούτῳ τῷ Ἀγγέλῳ, Ἀνδρέας ὁ τῆς κατ’ ἐμὲ r Καισαρείας τῆς Καππαδοκίας ἀξίως τὴν ἐφορείαν λαχὼν, ἕκαστον ἱεράρχην παρεικάζει s. ἀλλ’ εἰ μὲν τοὺς κατ’ ἐκεῖνο καιροῦ οὐκ ἔχω ἐρρεῖν· εἰ δὲ τοὺς καθ’ ἡμᾶς, Ἀγγέλῳ μὲν τῷ ὄντι Σατανᾶν, τὸν κάμηλόν καταπίνουσι, τὸν δὲ κόνωπα διυλίζουσι, κἂν εἰς αἰσχύνην ἑαυτῶν ἀφομοιοῦντας ἑαυτοὺς, τίς ἀντερεῖ σωφρονῶν ;
- 21.18
Ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου.
- 21.19
Ἐκ τοῦ πυρὸς τούτου ἔβαλέν τις τῶν Ἀγγέλων ἐπὶ τὸ Σίναιον ὄρος, ἐπεὶ κἀκεῖ ἡ τοῦ Θεοῦ ἐπιφοίτησις, βρονταὶ καὶ ἀστραπαὶ καὶ σάλπιγγος ἀπήχησις μιᾶς, ὅτι καὶ ἔθνους ἑνὸς ἡ ἐπισκοπή. ἐνταῦθα δὲ αἱ σύστοιχοι τῷ ἀλλοιωτῷ κόσμῳ τούτῳ σάλπιγγες ἑπτὰ, ὡς παγκοσμίου ἐσομένης, ὑπὸ τοῦ ἐπιδημοῦντος κριτοῦ ἡ ἐξέτασις.
- 21.20
Ἀπαντα ταῦτα πρὸ τῆς συντελείας, τὴν συντέλειαν χαρακτηρίζοντα καὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, συμβήσεται. ὥσπερ καὶ ἐπὶ τοῦ Σινᾶ ὅρους τὰ φόβητρα ταῦτα προωδοποίει τὴν τοῦ Θεοῦ ἐμφάνειαν. διατί δὲ ἐκεῖ μὲν σάλπιγξ μία, ἐνταῦθα δὲ ἑπτὰ, ἐν τῷ αὐτῷ ἐδαφίῳ προθεωρηθὲν παρατέθειται. βρονταὶ δὲ τὰ δείματα καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός. ἤτοι καὶ ουτως προφανῶς. ἣ καὶ βροντὰς τὴν ἐπίγ**σιν ὀνομάζων, ὡς οὐκ ἄλλοθεν πόθεν αἱ συμφοραὶ κατειλήφασι τὴν περίγειον κτίσιν. θανάτων ἀπροσδοκήτων λέγω, ἀφ’ οὗ καὶ τὸ καταπεπλῆχθαι περιγίνεται τοῖς ζῶσιν, οἵαπερ καὶ ἐπὶ βροντῆς, ἢ καὶ τινῶν ἄλλων ἀνεννοήτων παθῶν σωματικῶν· δι’ ἃ καὶ φωναὶ θρηνώδεις ἀναπεμφθεῖεν. ἀστραπὰς δὲ τὰς ἐν τοῖς θρήνοις μεταβολὰς ἐπὶ τὸ χρηστότερον ταῖς ἐλπίσιν, οἷά τινι σέλατι τοῦ σκότους ἀπαλλάττονται τῆς ἀθυμίας, περιαυγάζουσας Θεοῦ προμηθείᾳ· καὶ τοῦτο ὡς ἃν μὴ τῇ περισσοτέρᾳ λύπῃ καταπωθεῖεν οἱ τῆς ὀρθῆς ἀντεχόμενοι πίστεως· οὐ γὰρ εἰς ἅπαξ ἐπανοίσει ὁ κόσμος τῶν ἐκλεκτῶν· διὸ καὶ αἱ ἡμέραι, κατὰ τὴν τοῦ Κυρίου προαγγελίαν, κολοβωθήσονται. σεισμοὺς δὲ τοὺς τὴν διάνοιαν νοητέον γεώδεις ἀλληγορίας καὶ τούτους ὑπερβάλλοντες τρόπῳ πτωμάτων οὐκ ὁρθωμάτων ἐπὶ τὸ κρεῖττον καὶ στάσεως παραιτίους. καὶ περὶ μὲν τούτων ταύτῃ θεωρητέον· ἑτοίμους δὲ τοὺς τιμωροὺς σαλπιγκτὰς ὑποτίθεται καί- τοι μακρόθυμον τὸ θεῖον καὶ οἰκτιρμονικὸν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ· τῷ μὴ ὑπολείπεσθαι ἔτι καιρὸν μεταγνώσεως, παρόσον ἡ τοῦ ἀλλοιωτοῦ κοσμοῦ τοῦδε σύστασις συντετέλεσται.
- 21.21
Τὰς σάλπιγγας δὲ αἷς οὗτοι χρώμενοι διατελοῦσι, τί ἃν αἰνίττεσθαι δοθείη ἣ νίκην τὴν τοῦ κραταιοῦ ἐν πολέμῳ Κυρίου, ὑφ’ αἷς καὶ ἄνεισιν ἐν ἀλαλαγμῷ οἷον ἐπινικίῳ καταπαύσει. τοῦτο γὰρ ὁ ἀλαλαγμὸς, ὑποφωνούσης καὶ σάλπιγγος, ἧς κατὰ τὸ ἔτυμον s ἡ ὀνομασία, τι ἃν ἄλλο ἣ τὸ σέλας προθυμοποιὸν τοῖς ἐσκοτισμένοις τῷ τοῦ πολέμου φόβῳ γάζειν t.
- 22.1
Περὶ τῶν ἑπτὰ Ἀγγελων, ὧν τοῦ πρώτου σαλπίσαντος, χάλαζα, καὶ πῦρ, καὶ αἷμα ἐπὶ τῆς γῆς φέρεται.
- 22.2
Καὶ ὁ πρῶτος ἐσάλπισε. καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν, καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χλωρὸς χόρτος κατεκάη.
- 22.3
Διάφοροι οἱ ἀπὸ τῆς ἐκχύσεως τοῦ πυρὸς τοῦ θυσιαστηρίου αἱ τιμωρίαι. ἐπειδὴ καὶ τῶν φιλοθέων αἱ μοναὶ εἰς ἀνταπόδοσιν κείμεναι τούτοις, διάφοροι καὶ πολλαί. διὸ καὶ ὁ Κύριος φησὶ, “ παρὰ τῷ Πατρὶ μου, μοναὶ πολλαί εἰσιν.’’
- 22.4
Καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι.
- 22.5
Ὅτι μὴ κατὰ τὴν ἐσχάτην ἡμέραν τὴν εἰς κόλασιν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς αἱ τιμωρίαι αὗται τῆς χαλάζης καὶ τοῦ συγκράτου αἵματι πυρὸς, ἡ προκειμένη Ἀποκάλυψις ἀφορίζει, ἀλλὰ ταῖς θλίψεσι ταῖς πρὸ τῆς ἐσχάτης ἡμέρας, ὡς προείρηται, δῆλον. οὐ γὰρ τὸ τρίτον μέρος τῶν ἁμαρτωλῶν, ἀλλὰ τὸ πᾶν ὑποβληθείη ἀπαραιτήτως. τί γάρ φησιν ὁ θεῖος Εὐαγγελιστὴς περὶ τούτου ; “ καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζώην αἰώνιον.”
- 22.6
Καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη.
- 22.7
Ταῦτα, οἱ μὲν εἰς τὴν ἐσχάτην ἀφορίσαντες ἡμέραν, χόρτον καὶ δένδρα τοὺς ἁμαρτωλοὺς ἐνόησαν κατὰ τὸν θεῖον Ἀπόστολον Παῦλον, τὸν ἐν πυρὶ τὴν ἡμέραν ἀποκαλύπτεσθαι χρηματίζοντα. οἱ δὲ μὴ οὕτως, ἀλλ’ εἰς τὴν πρὸ τῆς ἐσχάτης ἡμέρας θλῖψιν, τὰς ἐκ βαρβαρικῶν χειρῶν πυρπολήσεις τε καὶ σφαγὰς τοῖς πολλοῖς ἐπαγομένας ἔδειξανu. ὑφ’ ὧν καὶ ἤδη οὐκ ἔλαττον τοῦ τρίτου μέρους ἡ σύμπασα κατηνάλωται ὑπὸ τῶν αἰσθητῶν πολεμέων. οὐ σφαγαῖς μόνον ἀνθρώπων, ἀλλὰ καὶ καταπτώσεσι κτισμάτων τῶν ἐκ πυρός. περὶ δὲ τούτου δὲ καὶ ὁ μακάριος Ἰωὴλ ὁ προφήτης πρὸ τῆς μεγάλης ἡμέρας Κυρίου καὶ ἐπιφανοῦς, αἷμα καὶ πῦρ, εἰπὼν, καὶ ἀτμίδα καπνοῦ.
- 22.8
Καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
- 22.9
Χόρτον χλωρὸν κατὰ μὲν τοὺς εἰς τὴν ἐσχάτην ἡμέραν ἐξειληφότας τὰς ἐνταῦθα θλίψεις ἐμφερομένας εἰς τοὺς ἡμιμοχθήρους τακτέον. οἳ καὶ αὐτοὶ τῷ πυρὶ τῆς συνειδήσεως ἑαυτῶν ἐκτακήσονται, μάλιστα ὁρῶντες τοὺς ἐκ δικαίων πόνων καὶ ἐκ θελήματος ἑαυτῶν βοηθουμέυους καὶ ἀναθάλλοντας .
- 23.1
Περὶ τοῦ δευτέρου Ἀγγἑλου, οὗ σαλπίσαντος, τῶν ἐν θαλάσσῃ ἐμψύχων ἀπώλεια γίνεται.
- 23.2
Καὶ ὁ δεύτερος Ἄγγελος ἐσάλπισε. καὶ ὡς ὄρος μέγα καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν. καὶ ἐγένετο τὸ τπίτον τῆς θαλάσσης αἷμα, καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα τὰς ψυχάς. καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.
- 23.3
x Ἐμοὶ δοκεῖν ὄρος μέγα ὑπουπηχήσει y τῆς σάλπιγγος· ἣν οἷον εἰς σέλας ἐμποιεῖν τοῖς ἀγωνιζομένοις, κατὰ τὸ ἔτυμον τοῦ ὀνόματος προειρήκαμεν, ὅτι σάλπιγξ ἀπὸ τοῦ σέλατος παρωνόμασται, ὃ τὸ φῶς σημαίνει· ἐμποιεῖ δὲ τὸ σέλας, τουτέστι τὸ φῶς, προθυμοποιοῦσα τοὺς ἀγωνιζομένους· ὡς καὶ παρ’ Ὁμήρῳ ὁ τῷ Τεύκρῳ εἰσηγούμενος βάλλειν οὕτως, εὐστόχως δηλαδὴ, ἐπιφέρει τὸ, “ ἴε φῶς ἑτάροισι γένοιο,’’ τὴν προθυμοποιΐαν φῶς οὐ κατοκνῃσας κάλεσαι. καὶ πέρι μὲν τῆς σάλπιγγος ταύτα.
- 23.4
Ὦρος μέγα, τὴν θείαν ὀργὴν ὑπεμφαίνει. κἂν γὰρ θιλάνθρωπον τὸ θεῖον, ἀλλὰ καὶ δίκαιον. ἀφ’ οὗπερ ἔσθ’ ὅτε καὶ κατολιγωρούμενον παρ’ ἡμῶν τὴν δικαίαν ἀξίως αὐτοῦ ἐπιφέρει ὀργήν. καθὸ καὶ ὁ ψάλλων Δαβὶδ “ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν “ δὸς αὐτοῖς φησι· καίτοι καὶ αὐτὸς ἄνθρωπος καὶ τῆς αὐτῆς ἔμπλεος ῥαθυμίας, ἀλλὰ τὸ ἄγαν πλημμελὲς τῶν ἁμαρτανόντων ἐπὶ τοιαύτην διάθεσιν ἤνεγκαν αὐτὸν κατὰ τῶν ὁμοφύλων. καὶ οὕτως μὲν τὰ περὶ τοῦ ὄρους νοεῖν ὑπειλήφαμεν. ἡ δὲ πρὸς θάλασσαν αὐτοῦ ἐμβολὴ, τὸ ἀστάτως κυμαινόμενον τοῦ παρόντος βίου σύστημα, καὶ μᾶλλον θαλάσσης ταῖς περιστάσεσιν ἀγριαινον παραδηλοῖ. καὶ ἄλλοτε καὶ καθεκάστην ἔχον τὸ ἀστατεῖν, μάλιστα δὲ τῇ ἐπιδημίᾳ τοῦ Ἀντιχρίστου. οὕτως ταῖς τερατείαις ἀποπλανώσει, ὡς καὶ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, καὶ τοὺς ἐκλεκτοὺς σκανδαλισθῆναι. τὸ δὲ τρίτον τῆς θαλάσσης, αἷμα γενέσθαι, τῶν διὰ μαρτυρίου τελειώσεως ἐρυθρωσάντων τὴν περίγειον κτίσιν. ἐπεὶ δὲ ὁ τρία ἀριθμὸς ἀρχὴ πλήθους ἐστὶν, ὡς ἡ ἀριθμητικὴ βούλεται μέθοδος, τὸ πλέον τῶν ἀπολλυμένων u οὐ τὸ πᾶν, ὡς καὶ πρὸ μικροῦ παρεθέμεθα, διὰ τοῦ τρίτου ἐδήλωσεν.
- 23.5
Καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.
- 23.6
Πλοῖα, τὰς τῶν ἁγίων ψυχὰς τροπικῶς ὀνομάζει. ἃ καὶ καταπαίζει τοὺς ἐν τῇ θαλάσσῃ Δράκοντας, ὡς ἐν τῷ ἑκατοστῷ τρίτῳ ψαλμῷ ἀλληγορικῶς τεθεώρηται. ἐνταῦθα δὲ μάλιστα οὕτως ἐκδέχεσθαι δεῖ σύμβολα πράγματος x, οὐκ ἐνέργειαν τῆς προκειμένης Ἀποκαλύψεως παριστώσης. ἐπεὶ οὖν καὶ ἀπὸ τῶν τῆς σωτηρίας δραξαμένων y πλανηθῆναί τινας εἰκὸς, φόβῳ τοῦ μὴ τοῦτο παθεῖν ἄρδην, τῇ τοῦ τρίτου προαγγελίᾳ, τὴν παντοπάθειαν ἠσφαλίσατο.
- 24.1
Ὁ τρίτος Ἄγγελος, τὰ τῶν ποταμῶν πικραίνει ὕδατα.
- 24.2
Καὶ ὁ τρίτος Ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς. καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἀψίνθιον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
- 24.3
y Τῇ σαλπίσει τοῦ τρίτου Ἀγγέλου, τὸν ἀστέρα φησὶ πεσεῖν z τὸν μέγαν ὡς λαμπάδα καιόμενον, τοῦτον δὲ ἐκεῖνον εἶναι οὗ τὴν πτῶσιν καὶ ὁ Ἀμὼς Ἡσαΐας ἐποικτιζόμενος ἐχρησμῴδει, ἐν οἷς ἔφασκε. “ πῶς ἔπεσεν ὁ ἑωσφόρος ὁ τῷ πρωὶ ἀνατέλλων,’’ τιθέμενος οὐκ ἔξω τοῦ εἰκότος πεσεῖται. πέπτωκε μὲν γὰρ κἂν τῇ ἐπιφανείᾳ τοῦ Κυρίου· περὶ οὗ καὶ αὐτὸς ὁ Κύριος φησὶ, “ ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα·’’ τῆς ἀστραπῆς τῆς πτώοεως τὸ τέλος ἀπεσβέσθαι τὴν πρὸ τούτου λαμπρότητα αὐτοῦ ὑποφαινούσης, ὑφ’ ἣν τοῦ εἰδωλικοῦ καιροῦ πλάνη ἀπηΰγαζεν. εἰ γὰρ καὶ “ μέχρι τοῦ νῦν ἐν τοῖς υἱοῖς “ ἐνεργεῖ ἀπειθείας κατὰ Παῦλον εἶπεῖν, ἀλλ’ οὐ τοσοῦτον ὅσον πρὸ τῆς τοῦ Κυρίου παρουσίας· ἀλλὰ καὶ ἀπὸ τῆς θείας ἐπιφανείας ἡ διὰ Μωυσέως θεία ἐπισκοπὴ, οὐδ’ ὅσον ἐστὶν εἰπεῖν ἄρα, τὸν διάβολον λέγω, τοῦ κράτους ἐσύλησεν, οὗ ὑποθήκῃ τέκνα πατέρες ἐνάγιζον. εἰ δὲ καὶ μετὰ * * * * * * * * * * * λὰ, πρῶτον μὲν οὐ πρὸς τοσοῦτον ἐξαιρόμενα κακίας ὕψος, οὐδὲ πρὸς * * * * * * ότητα ἐνεργούμενα. ὅλως δὲ ἐαθῆναι κἂν ποσῶς εἰς γυμνάσιον ἀρετῆς τῶν μέχρι τῆς συντελείας τοῦ ἀλλοιωτοῦ τοῦδε καὶ πολυπερισπάστου τοῦδε βίου. κατὰ μέντοι τὴν πρὸς ἀνθρώπους ἀπατηλὴν διὰ σαρκὸς αὐτοῦ παρουσίαν, καὶ μείζονα τῆς παραχωρηθείσης αὐτῷ χρήσασθαι ἐξουσίας, ἐξ ἀναιδείας δηλαδὴ καὶ ἀπονοίας· καὶ τοῦ τὴν ἀπάτην ὡς οὐκ ἀπάτη ἀλλὰ ἀληθεία ἐμπε- δώσεται· ἀφ’ οὗ καὶ ὡς ἀστὴρ τῷ ὁρῶντι ὀπτάνεται· εἰ καὶ ὡς λαμπὰς καιόμενος· τὸ ἤδη ἐκλιμπάνον τῆς δόξης αὐτοῦ κλέος διὰ τῆς λαμπάδος παριστάμενον, ὃ καὶ τῇ λαμπάδι ἐπακολουθεῖ δαπανωμένης ὑπὸ τοῦ τὸ φωτίζειν αὐτῇ παρεχομένου. οὕτως γὰρ καὶ τῷ πλάνῳ Ἀντιχρίστῳ συμβαίη τῇ δευτέρᾳ τοῦ Κυρίου παρουσίᾳ, ἐκλελοιπυίας αὐτῷ τῆς ἀπατηλῆς δόξης εἰς ἅπαν, τῷ αἰωνίῳ δὲ πυρὶ παραδοθέντι. ποταμοὺς δὲ τὰ ἔθνη τροπικῶς, εἴγε ἱκανὸς καὶ τοῦτο ὁ Ἀμὼς Ἡσαΐας πιστώσασθαι, ἀφ’ ὣν πρὸς τὸν βασιλέα τῶν Ἑβραίων συμβάσεις καὶ ὁμαιχμίας ποιούμενον πρὸς τὸν Συρίας βασιλέα ἐλεγκτικῶς φασι· “ τί πέποιθας ἐπὶ “ τὸ ὕδωρ τοῦ Σιλωὰμ, ὅτι μέγαν οὐχ ὑποσταίη ποταμὸν; τὸν βασιλέα φάσκων τῶν Ἀσσυρίων. ἡ πτῶσις δὲ τούτου, τὴν ἐπὶ τοῖς ὑπ’ αὐτοῦ πλανησομένοις παραδηλοῖ ἐπιφορὰν, μεθ’ ὧν τῷ γεέννης παραδοθείη πυρὶ εἰ, καῦσιν αἰώνιον καὶ ἀτελεύτητον.
- 24.4
Καιόμενος ὡς λαμπὰς.
- 24.5
a Τὸ καίεσθαι τὸ ὄρος τὸν δραστικὸν τοῦ Θεοῦ θυμὸν τὸν ἐπὶ τοῖς ἀνενδοιάστως ἁμαρτάνουσιν ὑπογράφειν, καὶ Δαβὶδ, διὰ τοῦ, “ δράξασθε παιδείας πρὸς ἐξιλέωσιν, ἐπᾴδει· ὡς οὕτως ἡ τοῦ Θεοῦ ἄκρα * * ὀργὴ καὶ οὐκ ἄλλως πεφυκυῖα μαραίνεσθαι ἣ θᾶττον ἐκκαίεσθαι ἐπὶ τοὺς ἁμαρτάνοντας παρὰ προσδοκίαν ἐπιβρεχομένη. πηγὰς δὲ, τὰς τούτων φατρίας.
- 24.6
Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄφινθος.
- 24.7
Πικρὸν μὲν τὸ ἀψίνθιον ἡ βοτάνη. ὀξυωπίαν δὲ αὐτὴν παρέχειν τοῖς ἐσθίουσιν ἰατρῶν παιδες διδάσκουσιν. ἐπιτευκτικῶς οὖν καὶ τὸν παντολμίαν ἀστέρα ἄγαν ἀψίνθιον ἐκάλεσε. πικρίαν γὰρ δἰ ἡδονῆς ποτίζων τοὺς ἀνθρώπους καὶ ἀνατροπὴν θολερὰν, καὶ διὰ τοῦτο συγχωρούμενος, τὰς τιμωρητικὰς αὐτοῖς ἐπάγει ἐνταῦθα μάστιγας, ὡς ἃν οἱ δυνάμενοι διαβλέψαι, δι’ ὑπομονῆς καὶ καρτερίας κατὰ τὸ “ ἐν θλίψεσι ἐπλάτυνάς μοι’’ ψαλμικὸν χαροστήχαριστήριον πρὸς τὸν συμφερόντως b παραχωροῦντα ταῖς θλίψεσι δοκιμάζεσθαι. ὃ καὶ τοῖς νοσερῶς διακειμένοις, ἣ πρὸς τὰς τομὰς τῶν ἰατρῶν καρτεροῦσι τὴν ὑγίειαν τούτοις μνηστεύεται. οἱ οὕτως οὑν ὀξυωπεῖν ἔχοντες τῇ ἀδοξίᾳ τῶν θλίψεων, διὰ ἀδοξίας καὶ δυσφη- μίας ἐκ τῶν δοκούντων ζημιωδῶν μᾶλλον ἐκέρδαινον δόξαν καὶ εὐφημίαν, καὶ ἐπὶ τούτῳ τὴν αἰώνιον βασιλείαν, δι’ ἣν καὶ ὑπὸ τοῦ ἀγωνοθέτου δοκιμασθῆναι παρεχωρήθησαν.
- 24.8
Καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἀψίνθιον.
- 24.9
Τοῦ πειραστοῦ τῆς διαθέσεως μεταλαμβάνει καὶ τὰ περιστατούμενά τε καὶ πειραζόμενα. μεταλαμβάνει δὲ, οὐ κατὰ τὸ πικραίνειν, ἀλλὰ τοῦ διὰ τῆς πικρίας τὸ ὀπτικὸν ῥωννύντος ἑαυτοῖς σωτηρίως. a διὸ καὶ Παῦλος τὴν “ ἀκαταίσχυντον “ ἐλπίδα διὰ τῆς ὑπομονῆς οἶδεν τῆς θλίψεως. πρῶτον μὲν τὸ δοκίμιον καρπουμένην, εἶτα δὲ πρὸς τὴν ἀκαταίσχυντον ἀποτελευτῶσαν ἐλπίδα. καὶ ἐπειδὴ οὐ πᾶσι τοῖς μεταλαβοῦσι τοῦ ἀψινθίου σωτήριος ἡ μετάληψις, ἀλλ’ ἐστὶν οἷς καὶ * * * * * τοῖς ἀνθρωπίνοις ἐνεσχημένοι * * * * * φερόμενα κερδαλέα b, ὅτι μηδὲ κατ’ ἶσον ἅπασι διεγρήγορε τὸ συνιέναι· διὸ καὶ Παῦλος “ Χριστοῦ εὐωδίαν ἑαυτὸν εἶναι αὐχῶν ἀνυποστόλως τοῖς σωζομένοις μένοις γὰρ καὶ τοῖς ἀπολλυμένοις ἐπάγει, “ οἷς μὲν ἐκ ζωῆς εἰς “ ζωὴν, οἷς δὲ ἐκ θανάτου εἰς θάνατον.’’
- 24.10
Πολλοὶ ἀπέθανον ἐκ τῶν ὑδάτων.
- 24.11
Ἀπέθανον οἱ ἀνθρωπίνως ταῖς θλίψεσι προσανέχοντες τῇ πικρίᾳ τοῦ ἀψινθίου, ἔζησαν δὲ οἱ διὰ τῆς πικρίας τὸ ὀπτικὸν ἀναλαβόντες. τίνες δὲ οὗτοι ; οἱ ἀνθρωπίνως ταῖς θλίψεσι προσανέχοντες, τῇ πικρίᾳ τοῦ ἀψινθίου.
- 25.1
Ὁ τέταρτος Ἄγγελος τὸ τρίτον τοῦ ἡλιακοῦ καὶ σεληνιακοῦ φωτὸς σκοτίζει.
- 25.2
Καὶ ὁ τέταρτος Ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου, καὶ τὸ τρίτον τῆς σελήνης, καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ ἡ ἥμερα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως. καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλη, οὐαὶ, οὐαὶ, οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς. ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν Ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
- 25.3
c Τὰ συμβησόμενα τῇ τοῦ δ΄ σαλπιγτοῦ Ἀγγέλου ἀπηχήσει, ὡς καὶ προλαβόντες παρεθέμεθα, σύμφωνα οὐ μόνον τῷ Ἰωὴλ κατὰ τὴν μεγάλην ἡμέραν Κυρίου καὶ ἐπιφανῆ, ἀλλὰ καὶ τοῖς ὑπὸ τοῦ Κυρίου καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ παρὰ τῷ Ματθαίῳ ἐξηγγελμένοις εὐθέως φάσκοντος “ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν “ ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγ- “γος αὐτῆς.” ἀλλὰ καὶ Πέτρος ἐν τῇ δευτέρᾳ αὐτοῦ Ἐπιστολῇ τὰ αὐτὰ διαγορεύει δι’ ὣν λέγει, ἥξει ἡ ἡμέρα Κυρίου ὡς κλέπτης· κλέπτῃ ἀπεικάζων τὴν ἀπροσδόκητον ἔφοδον. οὐ γὰρ ἀνθρώπων εἰδέναι χρόνους ἣ καιροὺς οἳ τῷ Πατρὶ μόνῳ ἀπεθησαυρίσθησαν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, εἰς γνῶσιν. “ ἐν τῇ ἡμέρᾳ δὲ ἐκείνῃ,’’ τὸ ἀκόλουθον εἰπεῖν τῆς Πέτρου Ἐπιστολῆς· “οὐρανὸς μὲν ῥοιζηδὸν’’ οἱονεὶ ἠχητικῶς, διὰ τὴν σύμπτωσιν τῆς τοιαύτης παρελεύσεως τελουμένης. “ στοιχεῖα δὲ καυσούμενα λυθήσεται. ἡ γὰρ ἡμέρα, ὡς Παύλῳ δοκεῖ, ἐν πυρὶ ἀποκαλύπτεται. ταῦτα πάντα διὰ τῆς προκειμένης Ἀποκαλύψεως ἔσεσθαι δηλοῦται κατὰ τὴν τοῦ παρόντος αἰῶνος συντέλειαν. τὸ τρίτον δὲ τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἀστέρων, οὐ τὸ πᾶν πληγῆναι φησὶν, ὡς διὰ φιλανθρωπίαν ἄφατον τοῦ Θεοῦ οὐ πάσης μαστιγουμένης τῆς κτίσεως. τινὲς γὰρ ἃν καὶ οἱ τοῖς κακοῖς τούτοις εἰσὶν ἐπιστροφὴν ἀποκλίνοντες· δι’ οὓς καὶ ὡς πρωτολεῖον d ταῦτα τῆς τοῦ Κυρίου δευτέρας παρουσίας ὁδοποιεῖται. ἣ οὐν τὸ τρίτον εἰς παράστασιν τοῦ ἐν ὀλίγῳ καιρῷ τοῦ ἡμερινοῦ καὶ νυκτερινοῦ καταστήματος τὰ μέγαλα ταῦτα καὶ ἀκουσθῆναι συντελεσθείη φρικτὰ, ἣ καὶ τὸ τρίτον εἰς ἔμφασιν τῆς ὑπεραγίας Τριάδος, ἥτις δι’ ὑπερβολὴν τῆς τοῦ ὑπ’ αὐτῆς ὑποκειμένου κόσμου χρηστότητα, οὐ παντελῆ τοῖς ἀξίοις τὴν τιμωρίαν, ἀλλ’ ἰσαρίθμως ἑαυτῇ ἐπιφέρει.
- 25.4
Σκόπει ὡς τὸ τρίτον εἰπὼν τῆς ἀστρῴας διακοσμήσεως, οὐκ αὐτοὺς εἶπε σκοτισθῆναι, ἀλλὰ τὸ ὑπ’ αὐτῶν καταλαμπόμενον, ὃ ἡ περίγειος κτίσις ἐστίν. διὸ καὶ ἐπιφέρει, καὶ τὸ τρίτον αὐτῆς μὴ φανῇ, τουτέστιν, ἵνα μὴ τῇ οὐρανίῳ διακοσμήσει καταλαμφθῇ τὸ περίγειον, ἀφ’ ὣν τὸ ἡμερινόν τε καὶ νυκτερινὸν ἀποτελειται κατάστημα.
- 25.5
Καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου.
- 25.6
Τίς ἡ τοῦ ἀετοῦ ἐνταῦθα πτῆσις ; τῶν τέως ὑποβληθέντων Ἀγγέλων τὰς τιμωρίας διακονεῖν παρεωραμένων, οἶμαι, διὰ τὸ ἀπειθὲς καὶ ἀσωφρόνιστον τῶν δι’ ἔλεος μετρίως καὶ πρὸς ἐπιστροφὴν ταῖς τιμωρίαις ὑποβαλλομένων μὲν, ἑαυτῶν δὲ εἰς βέλτιον οὐδαμῶς ἐπιφροντισαμένων e· τούτοις οὖν τοῖς ἀμετανοήτοις f τῆς θείας ὀργῆς εἰς δήλωσιν πέτεται καὶ κράζει ὁ ἀετὸς g, ὡς ἂν τῷ φόβῳ ταύτης, τῆς ἑαυτῶν γένωνται σωτηρίας. ὁ περὶ τῷ θρόνῳ ἀποτεταγμένος τῷ θείῳ ἀετὸς h, ὡς Ἰεζηκιὴλ ἐνέφηνεν, ἐκ μεσουρανήματος τὸ οὐαὶ τριπλασιάζων. ἐκ μεσουρανήματος μὲν, ὅτι μηδὲ πέραν τούτου ἄτερ τοῦ θρόνου χωρεῖν καὶ ἐπόχου τούτου οἷοί τε εἰσίν i. ἀετὸς δὲ, τῶν τετραμόρφων, καὶ οὐκ ἄλλο] τῶν περὶ τὸν θρόνον δηλωθέντων, ἅτε τούτων οὐδενὸς τὸ ἵπτασθαι. ἐξ οὗ καὶ τὸ μεσουράνημα καταλαβεῖν ἦν εὐπετῶς, καὶ ἅμα ὡς ἔχον k τῇ ὀξυωπίᾳ, ὃ σύμφυτον ἀετοῖς,) τὸ ἀλάθητον περισταίη l τοῖς κατηκόοις τὰ ἐφ’ οἷς ἐκβοᾷ. τριπλασιάζεται δὲ τὸ οὐαὶ, οὐ μόνον εἰς ὀδυρμοῦ γνῶσιν περιουσίας, ἀλλ’ ἵνα καὶ τὴν ἀγανάκτησιν τοῦ τρισαγίου ὑπογράψῃ, συμπαθείᾳ τε τῶν οὐρανίων πρὸς ἡμᾶς, δι’ ἢν μάλιστα καὶ τὸ οὐαὶ τούτοις τριπλασιάζεται, τῆς ὑπερβαλλούσης ἐμφάσεως m τῆς ὑπὲρ ἡμῶν θρηνῳδίας συνδούλων αὐτοῖς ὄντων. διὸ καὶ τὸ ἀλγύνεσθαι αὐτοὺς n, εἰς περιουσίαν ὑπῆρξεν o . καὶ δήγε καὶ ὡς τῆς νοερᾶς καὶ Θεῷ φύσεως ἐγγιζούσης ἐκ τούτου καὶ τὴν φιλανθρωπίαν ἐκματτομένοις πλέον δὲ ὅτι καὶ αὐτοὺς λαβόντας τὸ νοερὸν διὰ τῆς λογικῆς ψυχῆς, οὐχ ὁμοίως τοῖς ὁμογενέσι τὸ * ίτευμα ἑαυτῶν μετεκρούσαντο ἐν οὐρανοῖς, ἀλλὰ τοῖς ἀνοήτοις κτήνεσι παραβληθέντας ἐν τῷ τὴν γῆν οἰκεῖν, καὶ τὰ γήινα φρονεῖν εἰς ἀεί.
- 25.7
Εκ τῶν λοιπῶν φωνῶν.
- 25.8
Πόθεν τὸ οὐαὶ διεσάφησεν ὁ ἀετός ; ἀπὸ τῆς φωνῆς φήσας τῆς σάλπιγγος. οὐχ ὅτι αὐτὴ ἡ φωνὴ δημιουργὸς τῶν μελλόντων κακῶν ἐπέρχεσθαι, ἀλλ’ ἐπεὶ μὴ τῷ σαλπισμῷ τῶν προηχησάντων Ἀγγέλων πρὸς μετάνοιαν ἀπεῖδον, τί ἃν ὑπολείπεται ἄλλο, ἢ τὸ πάλιν τῇ σάλπιγγι ὡς ἐξ ὕπνου διαναστῆναι πρὸς τὴν τῶν σωτηρίων αὐτοῖς ἐργασίαν ; p καὶ ἐπειδὴ τοῦτο τοῖς ἐπὶ γῆς κατοικοῦσιν ἀμήχανον, οἷς καὶ ὁ προφήτης Ἡσαΐας τὴν πτῶσιν ὡς ἀναπόβλητόν τε καὶ ἄφυκτον προεθέσπισεν, ὅμως εἰς πλείονα ἔμφασιν ἀναλγησίας, διὸ καὶ τιμωρίας τὰ μέλλοντα κακὰ καταλήψεσθαι αὐτοὺς προσαλπίζεται εἰς ἀναπολόγητον τῶν ταῖς μάστιξιν ὑποβαλλομένων.
- 25.9
τῶν τριῶν Ἀγγέλων μελλόντων σαλπίζειν.
- 25.10
Οἱ τρεῖς Ἄγγελοι ἀπὸ τῶν ἑπτὰ ὑπελείφθησαν· τοῦ τετάρτου γὰρ σαλπίσαντος, οἱ ἑξῆς τρεῖς πρὸς ἀναπλήρωσιν τοῦ ἑπτὰ ὑστεροῦσιν.
- 25.11
ΚΕΘ. ΚΗ.
- 25.12
Περὶ τοῦ πέμπτου Ἀγγέλου, καὶ τῶν ἐκ γῆς ἀβύσσου ἀνερχομένων νοητῶν ἀκρίδων, καὶ τοῦ ποικίλου τῆς μορφῆς αὐτῶν.
- 25.13
Καὶ ὁ πέμπτος Ἄγγελος ἐσάλπισε. καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεῖς τοῦ φρέατος τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος, ὡς καπνὸς καμίνου καιομένης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.
- 25.14
Καὶ ὁ πέμπτος Ἄγγελος ἐσάλπισε.
- 25.15
Πὰ πρὸ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ὑπὸ τῇ πλανώδει τοῦ Ἀντιχριστοῦ ἐπιδημίᾳ τερατευθέντα προδιαγράψας, ἐντεῦθεν λοιπὸν τὰ κατ’ αὐτὴν τὴν ἀληθῆ συμβησόμενα τὴν τοῦ ἀληθινοῦ Σωτῆρος ἐπέλευσιν πρὸς σωφρονισμὸν τῶν ἀκουσομένων χρηματίζεται, ἃ καὶ γραφὴ παρατίθεται πρὸς ἐπιστροφὴν τοῦ μὴ ταῦτα παθεῖν τοὺς τούτων ἀκουσομένους, ἅτε φιλίως πρὸς τὸ ὁμογενὲς διακείμενος, ὅτι μαθητὴς ἂν ἐκείνου τοῦ μὴ θέλοντος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ἀλλὰ τὴν ἐπιστροφήν. ὁ πέμπτος δὲ οὗτος Ἄγγελος, ὁ ἀπὸ τῶν ἑπτὰ καταλειφθεὶς σαλπιγκτῶν ἐστιν. ἀστέρι δὲ αὐτὸν παραβάλλει διὰ τὴν λαμπρότητα τῶν ὑπερκοσμίων λειτουργῶν· ἐπὶ γῆν δὲ καταβάντα, τοῦτο γὰρ τὸ πεπτωκέναι σημαίνει, εἰ μήτι χάριν ἀκριβολογίας τὴν πτῶσιν διὰ τὸ τιμωρητικὸν αὐτοῦ τῆς τιμωρίας ὑπολάβοι· ἡ κλεὶς δὲ τοῦ φρέατος ἡ δοθεῖσα αὐτῷ, τὸ ὑπὸ ἀσφάλειαν ἀνέκφυκτον εἶναι τοὺς κατοιχομένους, μάλιστα εἰ ἁμαρτωλοὶ εἶεν· οὐχ ὥσπερ αἱ τῶν ἁγίων, αἱ τοῖς ἐπικαλουμένοις ἀχρόνῳ τάχει ἐπιφοιτῶσι ψυχαὶ τὰς σωτηρίους αἰτήσεις παρέχουσαι. φρέαρ δὲ, τὸ ἐν γῇ. οὐ γὰρ ἄλλως τὸ ἀναπόδραστον ἢ διὰ φρέατος δηλωθείη. ἄβυσσος δὲ καὶ ἐν γῇ. ἐπὶ γῆς γὰρ ἡ τιμωρία καὶ ἐν ἀβύσσῳ φρέατι. ἀβύσσον γὰρ πολυβαθὲς καλοῦσι, τοῦ ἄλφα στοιχείου, ἣ κατὰ στέρησιν τοῦ βεβύσθαι τὸ ἀειχανὲς ὑποβαλλομένου, ἣ κατὰ ἐπίτασιν τὸ πολυβαθὲς παριστάνοντος. πόσον οὖν καὶ εἴη τὴν εὐρυχωρίαν μετρούμενον· ὃ τοὺς ἀπ’ αἰῶνος κατὰ Κυρίου τραχηλιάσαντας περιείρξε *. ὅτι δὲ ἐν γῇ ἡ κρίσις, τῶν ἁγίων τις προφητῶν διὰ τῆς κοιλάδος ᾐνίξατο τοῦ Ἰωσαφὰτ, ἐν ᾗ καθεδεῖσθαι τὸν Θεὸν εἰς κρίσιν ἐχρησμοδότησεν, τῷ m πολλοὺς ἐκεῖ πολέμους συμ- πεσεῖν n καὶ συγχωσθῆναι. καπνὸν δὲ ἀναδοθῆναι ἀπὸ τοῦ φρέατος, τῆς τῶν ἐκεῖ περιειργμένων ἀσεβῶν μνήμης τε καὶ ἐκφάνσεως ὀργιλότητα παραστησάσης, καὶ τοσαύτην, ὅσην εἰκὸς καὶ ἀπὸ καμίνου o ἀναδίδοσθαι. καὶ ὥσπερ ἐκεῖνος ὁ καπνὸς ἀχλύϊ καὶ σκότῳ τὸ περιέχον ἀναμπιμπλῶν, τὸ ἡλιακὸν φῶς ἀμαυροῖ, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ἀσεβῶν μνήμη ἀνακαινισθεῖσα p, πᾶν, εἴτι συμπαθείας φῶς, ἐσβέσθαι ἐνεποίησε q τῷ μεγαλείῳ τῶν τολμηθέντων αὐτοῖς.
- 25.16
Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες.
- 25.17
Ἡ μνήμη τῶν ἀκρίδων, ὑποσημαίνειν ἕνεκεν ἀπηνεστέραν τὴν μνήμην τῆς τῶν ἁμαρτωλῶν ἐν τῇ προσκαίρῳ αὐτοῦ ζωῇ ἐκτοπωτάτης διαγωγῆς. διὸ καὶ ἐκ τοῦ καπνοῦ τὴν γένεσίν φησιν ἐσχηκέναι . ἐπείπερ καὶ τῶν αἰσθητῶν ἀκρίδων ἡ γένεσις ἐκ φθοροποιοῦ περιέχοντος λαμβάνει τὴν ἀφορμήν. ἀλλὰ καὶ τὸ ἀκρίδες ὄνομα, οὐκ ἔξω τοῦ κατ’ ἄκρας τὰς τιμωρίας ἐπαχθῆναι πρὸς δήλωσιν παρελήφθη. ὅσον γὰρ τὸ ἀκόλαστον τῶν ἁμαρτησάντων τῇ μνήμῃ παρίσταται, τοσοῦτον καὶ ἡ ὀργὴ τοῦ λαχόντος κρίνειν ἐξάπτεται μυσσούσης ἀεὶ τῇ παρουσίᾳ τοῦ τὴν ἀγανάκτησιν ἀναφλέγοντος. δεδόσθαι δὲ ἐξουσίαν ὡς ἐπὶ ἐμψύχων αὐταῖς διεσκευάσθη r τῇ προσωποποιίᾳ, τῷ ἀνυποστόλως καὶ ἀπαρεμποδίστως s τὰς τιμωρίας ἀνύεσθαι. ἀλλ’ ἵνα μή τις τὰ τῶν ἀκρίδων δήγματα εἰδὼς οὐ τοσαύτην ὀδύνην παρέχοντα, φορητὴν ὑπολάβοι τὴν ἀλγηδόνα, τὸ τῶν σκορπίων ἐπιφέρει ὑπόδειγμα, ἀλγεινοτέραν τὴν αἴσθησιν τῇ τοῦ κέντρου ἐγχρίμψει παρεχόντων. διὸ καὶ ἐρρέθη οὐ τοῖς σκορπίοις ἀλλὰ ταῖς ἀκρίσι, τῇ προσωποποιίᾳ ἐπιμένων κἀνταῦθα t, ἵνα μὴ ἀδικήσωσιν οὐ τοὺς ἀνθρώπους, ἀλλὰ τὰ ἀπὸ γῆς φυόμενα. u καὶ τινὸς χάριν ἑξῆς **** ἔχουσιν ἐξουσίαν κατὰ τὴν δοθεῖσαν δηλονότι, οὐ τοῖς σκορπίοις γὰρ ἐδόθη ἄλλα ταῖς ἄκρισι καὶ τινος ἐξουσιάζειν τὰς ἀκρίδας ; τῆς γῆς· οἱ σκορπίοι δὲ παρελείφθησαν οὐ μόνον εἰς ἔμφασιν τοῦ δραστικωτέραν τῆς τῶν ἄκμων δήξεως τὴν αἴσθησιν τὸ τύμμα τοῦ σκορπίου ἐμποιεῖν, ἀλλ’ ὅτι καὶ τῷ οὐραίῳ πλήττων ὁ σκορπίος τὴν εἰς ὕστερον ἀποκειμένην αἰνίττεται τοῖς κακοποιοῖς ἐπωδύνην ἄλγησιν. εἰ δὲ μὴ σαφῶς οὕτως ὁ τῆς Ἀποκαλύψεως λόγος διέξεισι, προείρηται πολλάκις ὡς ἐπ’ ἔλαττον τῆς εὐρημοσύνης ἡ Θεοῦ Ἐκκλησία πεφρόντικε τῆς ψυχικῆς σωτηρίας· διὸ καὶ Παῦλος ὁ θεῖος φησὶν, “ ἔχομεν τὸν θησαυρὸν τοῦ- “ τον ἐν ὀστρακίνοις σκεύεσι.’’ θησαυρὸν, ἐν ᾧ ὁ πλοῦτος τῆς τοῦ Χριστοῦ ἀπόκειται συγκαταβάσεως σοφίας· ἡ σοφία οὐ ῥητορικαῖς περιείργεται φληναφίαις, ἀλλὰ παιδευτικῶν συνθέσεων ἐξηγήσει· καὶ δῆλον τοῦτο ἀπ’ αὐτῆς τῆς προκειμένης χρήσεως· δεὸν γὰρ εἰπεῖν, ἔχομεν τὸν θησαυρὸν τοῦτον δι’ ὀστρακίνων σκευῶν συγκροτούμενον· οὐχ οὕτως δὲ εἴρηκεν, ἀλλ’ “ ἐν ὀστρακίνοις “ σκεύεσι.’’ οὕτω γὰρ ὁ εἷς θησαυρὸς εἰς πολλοὺς ληφθείη. τινὲς δὲ τῶν πατέρων τὰς ἀκρίδας εἰς σκώληκας μετέλαβον, ἵνα ᾖ σύμφωνος αὕτη ἡ ἔκληψις τῆς τοῦ Ἡσαΐου ἀποφάνσεως, ὅτι “ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.
- 25.18
Καὶ ἐῤῥέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρὸν, οὐδὲ πᾶν δένδρον. εἰ μὴ τοὺς ἀνθρώπους οἵ τινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτοὺς, ἀλλ’ ἵνα βασανισθῶσι μῆνας πέντε. καὶ ὁ βασανισμὸς αὐτῶν, ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν. καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται ἀπ’ αὐτῶν ὁ θάνατος.
- 25.19
Εἰ μὲν κατὰ τὴν προειρημένην ἀλληγορικὴν ἔκληψιν θέλει τις στοιχεῖν, τὰ συμβολικῶς ἅτε θεῖα καὶ μυστικῶς ἐκφερόμενα, χόρτον τῆς γῆς καὶ χλοερὰν ἔκφυσιν, καὶ πᾶν δένδρον, εἰς τοὺς ἀχυρώδεις ἀνθρώπους, καὶ ἅτε δένδρα, ἀλογίᾳ ἀποδενδρωθέντας, οἱονεὶ εἰς δενδρώδη τινὰ ἠλιθιότητα u προβάντας, θετέον. οὓς ἡ φιλάνθρωπος θειότης φειδοῦς ἀξίους θεμένη, οὐ τὴν αὐτὴν αὐτοὺς τιμωρίαν ὑπέχειν τοῖς ἐκ προνοίας καὶ σκέψεως κακούργοις τῷ ἐσφραγίσθαι x, ταύτην ἀπωσαμένους, ἐντέλλεται. εἰ δὲ ἐπ’ αὐτοῦ τοῦ γράμματος τῷ νοεῖν ἀπασχοληθείη, καὶ χόρτον τῷ ὄντι καὶ δένδρα τῷ χρηματισμῷ ἐκφερόμενα οἰηθείη, τὸν Δαβὶδ ἔχων συνίστορα, “ ἀνακαινιεῖς,” φάσκοντα “ τὸ πρόσωπον τῆς γῆς, ὑπέσχεν ἄν τις τὴν ὑπακοὴν, εἰ μὴ τὸν ἀνακαινισμὸν εἰς κατάλληλον τῷ ἀνακαινισμῷ τῆς κτίσεως ζωὴν ὑπελάμβανεν. εἰ μὲν οὖν καὶ κτήνη τῷ ἀνακαινισμῷ ἐνθεωρηθῆναι χρὴ y, εὖ ἂν ἔχοι καὶ χόρτον καὶ δένδρα τῇ ἀιδιότητι ὑπολειφθῆναι. δι’ ἃ καὶ χόρτος ἐξανατέλλει καὶ χλοὴ καὶ πᾶν ἄλλο ὃ τοῦ φθαρτοῦ τοῦδε βίου χρειῶδες· ὡς ξύλα πρὸς οἴκων κατασκευὴν καὶ πρὸς πυρὸς θάλψιν ἐπιζητουμένων. εἰ δὲ τούτων οὐδὲν, τῇ ἀνακαινιζομένη τὸ πρόσωπον γῇ εἰς ἀπρονόητον ἔκληψιν τὸ πρὸς τὸ γράμμα ἀποκαθεῖσθαι θετέον, καὶ σύμφωνον τοῖς τὴν χιλιετῆ z Χριστοῦ βασιλείαν μετὰ τὴν τοῦδε τῶν βίου καὶ τοῦ αἰῶνος παραδρομὴν πότοις a καὶ ἀνέσεσιν ἐνευθηνουμένοις b.
- 25.20
Εἰ μὴ τοὺς ἀνθρώπους.
- 25.21
Εκ τούτου σαφὲς, ὡς οὐ περὶ χόρτου καὶ δένδρων ἡ ὑποστολὴ τοῦ ἀδικηθῆναι, ὡς ὁ προστάσσων φησὶν, ἀλλὰ τοὺς χόρτῳ ἐξασυ** σιας c παραβαλλομένους, d ὡς καὶ τῷ θείῳ Παύλῳ δοκεῖ, καθὼς ἔφθημεν εἰρηκότες· εἰ δὲ ὡς οὗτος ὁ Παῦλος τοῖς τοιούτοις τὴν διὰ πυρὸς ἀπώλειαν ἐπιμαρτυρεῖ, ἐνταῦθα δὲ φειδοῦς ἄξιοι κρίνονται· ἐκεῖνο ἐννοητέον, ὡς οὐ τοὺς αὐτοὺς τοὺς χορτώδεις λογιστέον. ὧν μὲν γὰρ φείσασα ἡ ὑποστολὴ, εἰς κτηνωδίαν τὸ ἔγκλημα, οἱ δὲ τὸ δοκίμιον ἑαυτῶν διὰ πυρὸς παρεχόμενοι ἐκ τοῦ δοκιμασίᾳ ὑποβάλλεσθαι παριστῶσιν ὡς οὐκ ἀφελότητι, εἰ μὴ πλημμελείᾳ τρόπων τὸ δαπάνημα πυρὸς ἐδυστύχησαν· ὥστε τὸ προσκεῖσθαι τοὺς ἀνθρώπους ἡ διαστολὴ αὕτη, οὐ χόρτου φείσασθαι, ἀλλὰ χορτωδῶν ἀνθρώπων βούλεται. εἰ γὰρ μὴ τοῦτο, εὐδιαγνώστου οὔσης τῆς διαφορᾶς χόρτου καὶ ἀνθρώπων, τίς ἡ χρεία ἀπενεγκεῖν τὸ ἀλλὰ ἀνθρώπων. ἣ δῆλον ὡς συνεξακουομένου ἐκείνων ἀνθρώπων, εἰ πρὸς τὸ γράμμα τις ἀπασχολεῖ, ἀλλὰ μὴ πρὸς ἄλλην ἀλληγορίαν μεταρυθμίζῃ, οὐκέτι πρὸς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου, καὶ τὴν τότε κρίσιν αὐτοῦ ὑπολάβει ταῦτα. ἐπεὶ γὰρ τὰ μετὰ τὴν ἐσχάτην ἀνθρώπων ἀναβίωσιν ἡ προκειμένη Ἀποκάλυψις χρηματίζει, μεθ’ ἣν ἀναβίωσιν οὐκέτι θάνατος ὑπολείπεται ἀνθρώπων· ὅτι μηδὲ τὸ ἁμαρτάνειν ἅτε πρὸς ἀφθαρσίαν τῆς ὅλης κτίσεως ἀστοιχειωθείσης· τὸ δὲ ἁμαρτάνειν τῷ φθαρτῷ κόσμῳ, ἀλλ’ οὐ τῷ ἀφθάρτῳ συμπαρεδρεύει. τί τὸ τοὺς τιμωρεῖν λαχόντας διαστολὴν λαβεῖν τοὺς ἀσφραγίστους, μὴ πρὸς θάνατον βαρύνειν τὰς τιμωρίας ; τίς δὲ καὶ ἡ τῶν πέντε μηνῶν βασάνισις ; οὐκέτι τῆς ἡλιακῆς φορᾶς τὰ χρονικὰ διαστήματα ἀποτελούσης· τίς γὰρ καὶ χρεῖά τούτων τῶ ἀκαμάτῳ καὶ ὁλολαμπεῖ κόσμῳ ;
- 25.22
Καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτοὺς, ἀλλ’ ἵνα βασανισθῶσι μῆνας πέντε.
- 25.23
Τὸ μὴ ἀποκτεῖναι ἐκεῖνο παριστᾷ τοῖς διὰ πείρας ἔχουσιν εἰδέναι τὸ τῶν βασάνων ἀφόρητον, ὅτι εἰς θάνατον ὁδοποιεῖν εἴωθε. τούτου οὖν τοῦ ἀφορήτου ἀπέχεσθαι τοὺς βασανιστὰς ἡ φιλάγαθος ἐντολὴ παρακελεύεται. τὸ δὲ πεμπταῖον τῶν μηνῶν, ἐπεὶ καὶ οἱ μῆνες τοῦ αἰσθητοῦ κόσμου μέτρα, ὅθεν καὶ τὰ γνωστήρια τούτου αἱ αἰσθήσεις τὸ ἐνεργεῖν ἔλαβον, εἰκότως ἰσαρίθμῳ παραστάσει τὸ ἁμαρτάνειν αἰνίττεται, εἰς τὸ μνήμην ἀνθρώποις ἐμποιεῖν τῶν δι’ ὧν ἔσχον τὸ τὴν κρίσιν ἀνέχεσθαι. ἐκ τούτων γὰρ καὶ περὶ τούτων ἡ ἀνταπόδοσις. σκορπίου δὲ τύμματι παρέβαλε τὴν ὀδύνην, ἐπεὶ καὶ αὕτη, ὡς ἐπίπαν, θανάσιμος.
- 25.24
Ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον.
- 25.25
Ὅστις ἐλπίζει εὑρεῖν τούτου καὶ τυγχάνει· ἐπεὶ δὲ τῷ ἐκεῖ κόσμῳ οὐκ ἔστιν ἐμφιλοχωρεῖν θάνατον, τι νῦν τοῦτο ἡ ἐπιζήτησις νοεῖ τοῦ θανάτου ; οὐκ ἄλλο οὐδὲν ἣ τὸ ἀνύποιστον τοῦ ἄλγους, ὡς τοῦ θανάτου πᾶν ἀλγεινὸν ἀποπαύοντος. διὸ καὶ εἴρηται τὸ “ θανάτῳ ἀνάπαυσις.” ἐπεὶ δὲ ἐν ἀφθάρτῳ ζωῇ ὁ θάνατος ἀπελήλαται, πρὸς τῷ μὴ εὑρίσκειν ἐπήγαγε τὸ φεύξεται. σεσωματοποίηται c δὲ εἰς ἔμφασιν πλείονα τῶν διὰ τῆς ὑφηγήσεως ἐμφανιζομένων. d Θαυμάσειεν ἄν τις τὸ ἀκριβὲς τῆς ἀπαγγελίας τῶν προκειμένων· οὐ γὰρ ἀκρίδας εἶπεν, ἀλλ’ ὁμοιώματα ἀκρίδων· τὸ κατ’ ἄκρας ὡς ἤδη εἴρηται τῶν ἀλγεινῶν ὑποφαίνων διὰ τοῦ ὀνόματος· ἀκρὶς γὰρ ἢ ὅμοιον ταύτῃ τι ἐν τῷ φθαρτῷ βίῳ παραλειφθεῖεν. καὶ τινα δριμύτητα παρέξουσαι τοῖς τιμωρουμένοις· ὧν καὶ ἡ ἐν τῷ φθαρτῷ τούτῳ βίῳ μετριωτάτη ἡ δῆξις καὶ ὅσον οὐδὲ νυγμῆς ῥαφίδος παραβληθῆναι.
- 25.26
Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον. καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ὡς στέφανοι χρυσοῖ, καὶ τὰ πρόσωπα αὐτῶν, ὡς πρόσωπα ἀνθρώπων. καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν, ὡς λεόντων ἦσαν· καὶ εἶχον θώρακας, ὡς θώρακας σιδηροῦς· καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν, ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον· καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἐξουσίαν ἔχουσιν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε· ἔχουσαι βασιλέα ἐπ’ αὐτῶν Ἄγγελον τῆς ἀβύσσου, ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδὼν, ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
- 25.27
Ἵπποις ἀφωμοίωνται αἱ ἀκρίδες καὶ οὐκ ἄλλῳ ζῴῳ, διὰ τὸ ὀξυκίνητον τῆς ἐφόδου καὶ τὸ θυμικὸν τοῦ ἵππου, μάλιστα τὸ κατὰ πολέμους, ὃ καὶ αὐτὸ παρεδήλωσεν ἡ ὑποκειμένη Ἀποκάλυψις ὁμοίαν ἵπποις λέξασα τὴν ἑτοιμασίαν αὐτῶν εἶναι πόλεμον ὠδινόντων.
- 25.28
Καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ὡς στέφανοι χρυσοῖ.
- 25.29
Ἐπὶ τῆς καταπληκτικῆς ἔχεται πλάσεως, διὸ καὶ τὸ “ ὡς ” ὁμοιωματικῷ χρῆται μορίῳ. ἡ ὡς χρυσῆ στεφάνη, τὴν νίκην ἔοικε παριστᾷν, ἣν κατὰ τῶν ἡττημένων ἀθλίων ἀπηνέγκαντο. ὡς χρυσῆ δὲ αὕτη, ἀλλ’ οὐ χρυσῆ. οὐ γὰρ τῷ ὄντι ἡ ἐπ’ ἀπωλείᾳ τοῦ θείου πλάσματος τιμωρία τὸ τίμιον ἐστὶν ἀποφερομένη. καὶ προσώποις δὲ ἀνθρώπων ἀπεικαζόμεναι τὰς ὄψεις, τῷ ὁμοειδεῖ e τοὺς ἀπατωμένους παράγουσιν f, οὓς διὰ τὸ ἀπατῆσαι αἱ τιμωρίαι αὗται ὑπέλαβον τῆς ἀπατητικῆς ταύτης κακουργίας. καὶ αἱ γυναικεῖαι τῶν τριχῶν ἐμπλοκαὶ ὡς g πυκάζουσαι τοὺς ἀπατεῶνας. τοιαῦται γὰρ καὶ αἱ σαρκικαὶ ἡδοναὶ, αἱ τινες τῷ φαινομένῳ αὑτῶν ἐπιτέρπειν h, τῷ ἑαυτῶν ὀλισθήματι τοὺς δελεασθέντας κατασύρουσι. διὸ καὶ ὁ παροιμιαστὴς φησὶ Σολομὼν “ τοὺς τῆς πορνάδος λόγους “ πρὸς καιρὸν μὲν λιπαίνειν τὸν φάρυγγα, ὕστερον δὲ πικρότερον “ χολῆς τὴν αἴσθησιν ἐμποιεῖν.’’ ἐκ τοῦδε καὶ ἡ πρόχειρος αὕτη πλάσις μετὰ τὰς γυναικείας τρίχας, καὶ τοὺς λεόντων ὀδόντας ἐπάγεται τιμωροὺς, καὶ τοὺς “ ὡς θώρακας σιδηροῦς,” τῶν μὲν ὀδόντων λεοντείων τὸ ἀπηνὲς παριστᾷν βουλομένων, τῶν σιδηρῶν δὲ θωράκων, τὸ στερεὸν τὸ πρὸς ἀντένεξιν τῶν ταῖς βολίσι προσμαχομένων. οὐ κατὰ τὸ ῥᾴδιον ἐπιφερομένων τὸ ἐπιτεταγμένον h. ἐπεὶ δὲ καὶ πτῆσις αὐτοῖς ἐνθεωρεῖται ἅτε ἀκρίσιν ἀφομοιουμένοις, ἡ πτῆσις μὲν τὸ τῆς ἐπελεύσεως θᾶττον αἰνίττεται, καὶ τὸ ἄνωθεν ἐπιέναι, ὡς καὶ Δαβὶδ “ πολλοὺς τοὺς ἀπὸ ὕψους αὐτὸν πολε- “ μοῦντας καταλαμβάνεσθαι· καὶ ὅτι ἀπὸ μετεώρων ἡ πρὸς ἀνθρώπους πολεμικὴ πάλη, ὁ θεῖος Παῦλος ἐχέγγυος παρασχεῖν, δι’ ὧν φησὶν, “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ “ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, πρὸς τοὺς κοσμήτορας τοῦ “ σκότους τοῦ ἀέρος τούτου. φωνὰς δὲ τῶν πτερύγων τὴν ἀφόρμησιν αὐτῶν λέγει πρὸς τὴν πολεμικὴν αὐτῶν συμπλοκὴν, οὐ καθ’ ἡσυχίαν ἐκτελουμένην, ὅτι μηδὲ ἔν τινι τόπῳ, ἀλλ’ ἐν παντὶ τῷ κόσμῳ συντελουμένη τυγχάνει, ἀφ’ οὗ καὶ μὴ πᾶσιν ἀνθρώπων ἤθεσιν ὡς ὑπτίοις χωρίοις προσβάλλουσιν, ἀλλὰ τισὶ, τοῖς μηδ’ ὅλως τὸ ὑποβεβηκὸς αὐτοῖς παρέχουσιν, ἢ παρέχουσι μὲν, βιαιότερον δὲ τῇ ῥύμῃ. ἀφ’ οὗ καὶ ὡς ἀπ’ ἁμαξιαίων τροχῶν i, τῇ μεταπτώσει τε καὶ ἀντιπτώσει τῶν σκόλων, φωνὴ, ἤγουν κτύπος συνίσταται.
- 25.30
k Εἰ δὲ μάλιστα καὶ πολεμιστήριον ἁμάξεσι παρῇ, πῶς οὐ καὶ τῇ κατὰ πάντα τὸν * * προσβολῇ τῶν ταραχωδῶν δαιμόνων τῇ προσβολῇ τε καὶ πάλῃ ;
- 25.31
Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα.
- 25.32
Σκορπίων οὐραῖς καὶ κέντροις αἱ τῶν δαιμόνων ἀπεικάσθησαν προσβολαὶ αἱ πρὸς ἀνθρώπους, ἐπειδὴ καὶ οἱ δαίμονες οὐχὶ ἅμα τῷ χρηματίσαι, τὸ βλαπτικὸν ἀποφαίνουσιν, ὅτι μηδὲ σκορπίος ταῖς καρκινώδεσι χηλαῖς, ἀλλὰ τῷ ἐξόπισθεν οὐράιῳ διὰ τοῦ κέντρου. τέως δὲ καὶ οἱ ἀλιτήριοι δαίμονες οὓς ἃν λάβωσιν ἐξ ἀπάτης, οὐκ εὐθὺς ἔχουσι καὶ τὴν ὑπὲρ τῆς τούτων ἀπάτης τιμωρίαν αὐτοῖς ἐπιβαλλομένην. τηρηθέντες δὲ τῷ τελευταίῳ πυρὶ μεθ’ ὧν ἠπάτησαν l, τῶν ἀξίων γερῶν τεύξονται. ἐκ τοῦδε καὶ Παῦλος τὸ μὴ πρὸς καιροῦ τί κρίνειν παραινεῖ. τὸ δὲ τὴν ἐξουσίαν τῆς τιμωρίας πεμπταίῳ μόνον μηνὶ παρατείνεσθαι τί βούλεται, εἴρηται ἡμῖν ἤδη. τίς γὰρ ὁ τὸ διαιωνίζον παραιρούμενος τῶν ἁμαρτωλῶν πῦρ ; οὐ πῦρ ὂν αἰσθητὸν, ὅτι μηδ’ ὅτι πῦρ μήτ’ ἄλλο ἐκεῖ αἰσθητόν ; ὡς γὰρ “ τὰ ἀγαθὰ οὐκ ὀφθαλμὸς ἰδεῖν αἰσθητὸς “ ἱκανὸς, οὐδὲ οὖς ἀκοῦσαι, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀναβῆναι,’’ οὕτως οὐδὲ τὰ τιμωροῦντα ἄχρι τῆς πείρας. τὸ δὲ ἀτελεύτητον τῆς κολάσεως δοκῶ μοι τοῦτο εἶναι, τὸ τὴν μνήμην τοῖς ἁμαρτοῦσι τῆς βασιλείας τοῦ Θεοῦ· ἐπεὶ τὰ ἐκεῖ πάντα ἀναλλοίωτά τε καὶ ἄφθαρτα, καὶ ὡς ἡ λογικὴ ψυχὴ ἐξ ἀρχῆς οἷς ἐκοσμήθη ὑπὸ τοῦ πλάστου ἀγαθοῖς καὶ σωτηριώδεσιν ἑαυτῇ ἀγαθοῖς ἀναφέρεται, ταῦτα καὶ διαιωνίζοντα ἔχει. ἓν δὲ καὶ ἡ μνήμη τῶν ἀγαθῶν τούτων οὐκ ἂν οἶμαι τὸ ἀλώβητόν ταύτης ἡ ψυχὴ ἀποφερομένη, εἶτα ἑτέρους ὁρῶσα τῶν ἀγαθῶν πόνων τε ἔπαθλα κομιζομένους καὶ ἐπευφραινομένους τῆς αὐτῆς αὐτῇ φύσεως λαχόντας, αὐτὸν δὲ τῶν πονηρῶν αὐτῆς καμάτων τὰς τιμωρητικὰς ἀντιμι** ἀνταμειβομένην μὴ σκώληκος τρόπον κατεσθίεσθαι καὶ σητός· τί γὰρ τὸ λόγιον * * ὀστέων καὶ καρδία αἰσθητική· εἰ δὲ ἐν τῷ φθαρτῷ τούτῳ βίῳ, τί ἄρα ἔσται ἐν τῷ ἀφθάρτῳ ;
- 25.33
Εχοθσαι βασιλέα ἐπ’ αὐτῶν Ἄγγελον τῆς ἀβύσσου.
- 25.34
Ὁ Ἄγγελος οὗτος, εἰ καί τισιν ἔδοξε πονηρὸς δαίμων εἶναι, ἀλλ’ ὅμως οὐ καλῶς. πῶς γὰρ τοῦ Κυρίου, τὴν κόλασιν τοῦ πυρὸς τῷ διαβόλῳ ἡτοιμάσθη ἀποφηναμένου καὶ τοῖς Ἀγγέλοις αὐτοῦ, ἐκ τούτων τις τῶν εἰς κόλασιν ἀφωρισμένων, βασιλικῆς ἀξιωθείη ἐξουσίας ; οὐκ οὖν πονηρῷ Ἀγγέλῳ ἡ ἐξουσία βραβευθείη, ἐκείνῳ δὲ τῷ κατάλληλον τὴν διακονίαν μεταχειριζομένῳ. οὐ γὰρ πάντες εἰς λειτουργικὰ πνεύματα εἰς διακονίαν σωτήριον ἀποστελλόμενοι, κατὰ τὸν εἰρηκότα θεῖον Παῦλον, ἀλλὰ καὶ πρὸς τιμωρίαν. ὡς ὁ τὸν Ἀσσύριον στρατὸν μετὰ Σεναχηρεὶμ ἐπὶ Ἱερουσαλὴμ m ἀθροισθέντα ἀφανίσας. καὶ τῶν Σοδόμων τὸν διάπυρον n ὄλεθρον ἐπιστήσας. ὅπερ δὲ καὶ προλαβόντες ἀπεσημηνάμεθα, καὶ φαμὲν o, ὡς ταῦτα, εἰ καὶ παρωχημένῳ ἐξαγγέλλεται, ἀλλ’ οὖν μέλλοντα νοεῖσθαι p. νοεῖσθαι p. ἀλλὰ δυοῖν χάριν τοῦτο, ἀπαρεμποδίστως q ἐσομένων, ἢ καὶ τοῦ χρηματίζοντος τῷ Εὐαγγελιστῇ τὰ προκείμενα κατὰ τὸ τῆς προφητείας ἀξίωμα περιποιοῦντος r.
- 25.35
Ὄνομα αὐτῷ Ἑβραιστὶ Ἀββαδών.
- 25.36
Τὸ ὄνομα τὸ ἀπὸ τοῦ Ἑβραικοῦ ἀπὸ τῆς ἐκβάσεως πέπλασται, ὡς δῆλον ἀπὸ τοῦ Ἑλληνικοῦ. Ἀπολλύων γὰρ, τί ἕτερον ἢ τὸ διαφθεῖρον σημαίνει ; ὃ καὶ Ἀβαδδὼν λαβὼν ὄνομα ἐκληρώσατο, πρὸς τοῦτο ἀποσταλεὶς, λέγω δὴ τοῦ διαφθείρειν.
- 27.1
Περὶ τοῦ ἕκτου Ἀγγέλου, καὶ τῶν ἐπὶ τῷ Εὐφράτη λυομένων Ἀγγέλων ἐπίλυσις.
- 27.2
Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν. ἰδοὺ ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα. καὶ ὁ ἕκτος Ἄγγελος ἐσάλπισε, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ, λέγοντος τῷ ἕκτῳ Ἀγγέλῳ, ὃς εἶχε τὴν σάλπιγγα· λῦσον τοὺς τέσσαρας Ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτη. καὶ ἐλύθησαν οἱ τέσσαρες Ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν, καὶ μῆνα καὶ ἐνιαυτὸν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων. καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δύο μυριάδες μυριάδων. καὶ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
- 27.3
Τὸ οὐαὶ ἐπίρρημά ἐστι σχετλιαστικόν. σχέτλη δὲ, τὸ ὀδύνην ἐπιφέρον καλεῖται. ἀπῆλθεν οὖν οὐ τὸ ἐπίρρημα, πῶς γὰρ τὸ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ ὑπόστασιν ὑπάρχον, ἀλλ’ ἅμα τῆ γενέσει ἀφανιζόμενον, πρόοδον σχοίη ; ἀλλ’ ἐκείνων παρελθόντων τῶν ὀδυνηρῶν δι’ ἃ καὶ τὸ τοιοῦτον προσφώνημα γίνεται, καὶ τὸ οὐαὶ εἰκότως ἐλέχθη ἀπελθεῖν.
- 27.4
Καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων.
- 27.5
Ἐκ τῶν τεσσάρων κεράτων ἡ φωνὴ, τῶν ἐχόντων τὸ θυσιαστήριον· ἃ κέρατα τὰς περιβεβλημένας θείας δυνάμεις ἀκουστέον. ἤτοι τοῦ θυσιαστηρίου ἀπαρτιζομένου, ἐν ᾧ τὰ θύματα πυρὶ τῷ s Θεῷ καθήπτετο, καθεκάστην γωνίαν κερατοειδὴς ἐξοχὴ συνεστήρικται συνέξουσα τὰς σχίζας, αἷς ὁ βωμὸς ἀναπτόμενος τοῖς θύμασι τὸ καλλιερεῖσθαι παρεῖχεν, ἐξ οὗ καὶ τῷ ἄνω θυσιαστηρίῳ κατ’ εἰκόνα, τὸ κάτω καὶ ὑπὸ Μώσεως ἐν τῶ Σινᾶ διετάττετο. διὸ καὶ ὁ χρηματίζων αὐτῷ, “ ὅρα,” φησὶ, “ ποιήσεις πάντα κάτα ’τον τύπον ’τον δειχθέντα σοι ἐν τῳ ὄρει. τὰς ἐξοχὰς δὴ ταύτας, ἃς νοερὰς δυνάμεις εἰρήκαμεν, συνέχειν εἰκὸς τὸ ὑπερσύσιον καὶ ἀνθρωπίνῃ φύσει ἀπρόσιτον μύημα, τοῦ μήτε προχείρως τοῖς μετ’ ἐκεῖνο τὴν φύσιν εἶναι, ληπτὸν, μήτε τὰς λογικὰς θυσίας προσαγομένας αὐτῷ, ὡς ἃν τύχοι διαρρυΐσκεσθαι. τετράγωνον δὲ τὸ σχῆμα τοῦ θυσιαστηρίου, ἰσοσχημάτως τῷ τετραστοίχῳ κόσμῳ τούτῳ, ἀφ’ οὑ καὶ ἐκ παντὸς αὐτοῦ μέρους αἱ λογικαὶ θυσίαι καθαραὶ, κατὰ τὸν προφήτην, προσάγονται.
- 27.6
Λῦσον τοὺς τέσσαρας Ἀγγέλους.
- 27.7
Τούτους, οἱ μὲν θείους παρέθεντο τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ δεδεμένους, οἱονεὶ προσλιπαροῦντας καὶ τῇ περὶ αὐτὸν ἐνασχολουμένους καὶ εὐφραινομένους νοητῇ θεωρίᾳ. εἶναι γὰρ τοῦτον Θεὸν, περὶ οὗ Ἡσαΐας μὲν φάσκει ὡς ἐξ αὐτοῦ τοῦ Θεοῦ, “ ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χιμάρ- “ ρους ἐπικλύζων δόξαν ἐθνῶν.” καὶ Δαβὶδ, “ τοῦ ποταμοῦ τὰ “ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.’’ εἶναι δὲ τοὺς τέσσαρας Ἀγγέλους τὸν παρὰ τῷ Δανιὴλ Μιχαὴλ, Γαβριὴλ παρὰ τῷ Ματθαίῳ, Ῥαφαὴλ παρὰ τῷ Μαρδοχαίῳ, καὶ τὸν Οὐριήλ. ἀπολυθῆναι δὲ αὐτοὺς τῆς τοιαύτης θείας ἀσχολίας εἰς οὐκ ἀπᾴδουσαν λειτουργίαν τῆς τε τοῦ θείου δικαιοδοσίας καὶ τῆς αὐτῶν μεγαλοδόξου παρουσίας. τινὲς δὲ οὐκ Ἀγγέλους, ἀλλὰ δαίμονας πονηροὺς, δεθέντας μὲν ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ κατὰ τὸ θεῖον πρόσταγμα, ἐκ τοῦ ὑπερανθρωπίνου δὲ θυσιαστηρίου ἐξελθόντας, λύεσθαι ὑπὸ τοῦ θείου Ἀγγέλου. ὡς ἔστι ταράξαι ἔθνη, καὶ τῇ ταραχῇ ταύτῃ διάδηλον γενέσθαι τῶν τε πιστῶν τὸ σιτῶδες καὶ πρὸς ἀποθήκας αὐτῶν ταμιεύσιμον, τῶν τε ἁμαρτωλῶν τὸ ἀχυρῶδες καὶ πρὸς καῦσιν ἕτοιμον τὸ ἄχρηστον. οὐκ ἀδόκιμον δέ ἐστι τὸ φάσκειν εἰς τὸν Εὐφράτην δεδέσθαι τοὺς δαίμονας, τάχα ἐκεῖθεν τοῦ Ἀντιχρίστου ἐξελευσομένου ἀπὸ τῶν διασωθέντων ἐν τῇ Ἱερουσαλὴμ αἰχμαλώτων Ἑβραίων καὶ τοῖς ἐκεῖ τόποις ἐναπομεινάντων.
- 27.8
d Οὗτοι μὲν οὕτως· τί δὲ οἱ ἵπποι τῶν ἐμφρίκτων τῇ θέᾳ μὴ σωφρονισθέντες μηδὲ πρὸς ἐμπειρίαν μεταχωρηθέντες ; εἰς ἀποχὴν φιλανθρώπως ἡ τῶν δεινῶν πεῖρα ἐπρυτανεύθη κατὰ τὸ ἀνεξεύρητον τῶν τοῦ Θεοῦ * * ἴσως δὲ καὶ τῇ τῶν πονηρῶν κολάσει, ὡς ἂν αὐτοὶ τὸ σωτήριον ἑαυτοῖς προμηθεύσοιντο λοιμοῦ μαστιγουμένου. “ πανουργότερος ἄφρων γίνεται,” ὁ Παροιμιαστὴς φησὶ Σολομῶν. τί τούτοις συμβαι * * * * ἐπενεχθείη τιμωρία, οὐκ ἐμνήσθη· τάχα δὲ ὑπερβάλλουσαν κακῶσιν, ὡς γὰρ “ τὰ ἡτοιμασμένα τοῖς “ ἀγαπῶσιν Θεὸν ἀγαθὰ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, “ καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη·” οὕτως καὶ τὰ τοῖς καταφρονηταῖς ὀφειλόμενα κακά. εἰ δέ τις ἐρεῖ, ὅτι καὶ μὴν καὶ τῶν ἀγαθῶν ἐστιν ἐπαγγελία παράδεισος καὶ οὐρανῶν βασιλεία, καὶ τῶν κακῶν ὡσαύτως τὸ ἐν Εὐαγγελίοις σκότος καὶ τὸ πῦρ αἰώνιον καὶ τὰ τοιαύτα· τούτων οὕτως ἐχόντων ἡ ἀποσιώπησις καὶ τῶν κρειττόνων καὶ τῶν χειρόνων· ἐροῦμεν οὖν ὡς τὰ ἀποκείμενα ἀγαθὰ καὶ κακὰ οὐκ ἀπροφάσιστον ἔχει τὴν ἀνταμοιβὴν, ἀλλὰ τῷ κόπῳ σύμμετρον τῶν μετιόντων· ἐξ οὗ καὶ Παῦλος ὁ θεῖος καὶ Γρηγόριος ὁ θεῖος τὸν λόγον· ὁ μὲν τῷ κόπῳ τὴν χάριν παρισοῖ· Γρηγόριος δὲ τρισὶ τάξεσι τοὺς σωζομένους ἐναρμόσας, δουλείας, μισθαρνίας, υἱότητος· οἷς καὶ κατ’ ὀφειλὴν ἀποκεῖσθαι· δουλείᾳ τὸν φόβον· μισθαρνίᾳ τὴν λῆψιν· υἱότητι τὴν ἀκαταίσχυντον ἀγάπην, ἥτις ἔξω μᾶλλον οἶδεν τὸν φόβον· ἐπεὶ τοίνυν αἱ δύο τὰς ἀμοιβὰς προχείρους παρέστησαν, ἡ δὲ υἱότης διὰ τὸ ὑπέρβαλλον τῆς d ἀγαπῆς οὐκ ἔσχεν τῶν κατ’ ἀνθρώπους γνωρίμων τὴν ἐνάμιλλον ἀνταπόδοσιν, σιωπῇ τετίμηκε τὴν παραβολὴν, ἐκ τοῦ μὴ ὀφθαλμὸν ἰδεῖν μηδὲ οὖς ἀκοῦσαι πρὸς ἐξίσωσιν· σιωπῇ τιμήσας τὸ πρὸς τὴν γνῶσιν χειραγωγοῦν. ὡς οὖν ἐπὶ τῶν ἀγαθῶν τὸ ὑπερβάλλον, οὕτως κἀν τοῖς κακοῖς τὸ ὑπερτεῖνον τὴν ἀπὸ τοῦ ὁμοίου γνῶσιν παρείλετο.
- 27.9
Καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ.
← Previous · Next → — showing 501–600 of 1,254
First Thousand Years of Greek. CTS URN tlg4102.tlgX02.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.