Catena In Epistulam Joannis I
- 3.39
Τοῦτο ἄρα ἐστὶ γνῶσις ἐπιστημονικὴ καὶ ἐνδιάθετος κατα- νόησις.
- 3.40
Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν· ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει· εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύση τὰ ἔργα τοῦ διαβόλου.
- 3.41
Ὁσάκις οὖν ἁμαρτάνομεν, ἐκ τοῦ διαβόλου γεννώμεθα· ἐκ τοῦ Θεοῦ δὲ πάλιν, ὁσάκις ἀρετὴν κατορθώσομεν.
- 3.42
Τοῦ Χρυσοστόμου. Ἐπείπερ πρὸ πάντων τραπεὶς ὁ διάβολος ἐν τῷ ἁμαρτάνειν γέγονεν, ἐξ αὐτοῦ χρηματίζει πᾶς ὁ ἁμαρτητικῶς ἐνεργῶν· προάρχεται γὰρ ἐν τῷ ἁμαρτάνοντι δι’ ὑπερβολὴν πονηρῶν λογισμῶν, ὡς ἐπὶ τοῦ Ἰούδα. ἀλλ’ ἐρεῖ τις ὅτι γίνεται ὁ διάβολος ἐν τοῖς ἁμαρτάνουσι τῶν πρὸ αὐτοῦ ἡμαρτηκότων ἐν τῷ διδόναι αὐτῷ τόπον· πρὸς ὃ λεκτέον ταὐτὸν εἶναι τὸ ποιεῖν τὴν ἁμαρτίαν τῷ ἁμαρτάνειν, ἐν τῷ διδόναι τόπον τῷ διαβόλῳ. δίδωσι γὰρ αὐτῷ τόπον ἐπιθυμίᾳ ὑπαχθεὶς μετὰ τὸ δέξασθαι αὐτόν· πρακτικῶς ἐπιτελῶν τὴν ἁμαρτίαν. τοῦτο γὰρ σημαίνει τὸ ποιεῖν αὐτήν· εὖ δὲ καὶ τὸ εἰπεῖν “ ποιῶν” ἀλλ’ οὐ “ ποιήσας·” τοῦ μετανοήσαντος οὐκέτι ὄντος ἐκ τοῦ διαβόλου, ἀλλὰ μόνου τοῦ ἐνεργοῦντος αὐτὴν ἔτι· οὕτω γὰρ καὶ τῆς ἁμαρτίας δοῦλός ἐστιν ὁ ποιῶν, ἀλλ’ οὐχ ὁ ποιήσας αὐτήν. πῶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν, φησὶ, δοῦλος αὐτῆς ἐστιν.
- 3.43
Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ.
- 3.44
Σευήρου. Οὐ τοῦτο εἶπεν ὡς εἰς τὸ ἐπίδεκτου ἁμαρτίας καὶ ἀπαθείας ἡμῶν περιστάσης τῆς φύσεως· ἀλλ’ ὅτι ἐφ’ ὅσον ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ φυλάττει τὴν τῆς γεννήσεως χάριν, διὰ τῆς καθαρᾶς πολιτείας ἁμαρτάνειν οὐ δύναται· καὶ τὴν αἰτίαν προστίθησι τοῦ μὴ δύνασθαι ἁμαρτάνειν λέγων, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει. τι δέ ἐστι τὸ σπέρμα τοῦ Θεοῦ τὸ μένον ἐπὶ τοὺς πιστούς ; ἢ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις δι’ ἧς ἀναγεννήθημεν· ἥτις οὐκ ἀφίσταται ἡμῶν· ὅταν κατὰ Παῦλον, μὴ λυπῶμεν διὰ τῶν αἰσχίστων πράξεων “ τὸ Πνεῦμα τὸ “ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀποκαλύψεως. τὸ οὖν “ οὐ δύναται άμαρτάνειν” οὐ κατὰ τὸ γενέσθαι τὴν φύσιν ἡμῶν ἀνεπίδεκτον ἁμαρτίας, καὶ εἰς ἀπάθειαν περιστῆναι νοητέον· ἀλλὰ κατὰ τὸ μὴ ἀκόλουθον μηδὲ ἁρμόδιον· οὐ γὰρ ἐνδέχεται τὸν τὴν πνευματικὴν φυλάττοντα γέννησιν καὶ πνευματικὰς καὶ καθαρὰς πράξεις ἐπιτηδεύοντα. κατὰ τοῦτό καὶ ἁμαρτάνειν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, καὶ οὐχ ἡμεῖς βιαζόμεθα πρὸς τὸ δοκεῖν τοῦ ῥητοῦ τὴν ἐξήγησιν, αὐτὸν τὸν θεσπέσιον Ἰωάννην λάβε μοι μάρτυρα· ἐν γὰρ τῷ τέλει τῆς Ἐπιστολῆς τὸ αὐτὸ ῥητὸν ἀναλαμβάνων σαφηνίζει τὴν οἰκείαν διάνοιαν· λέγει γὰρ οὕτως. οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ, ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. ὁρᾷς ὅτι “ ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ,” διὰ τοῦτο οὐ δύναται ἁμαρτάνειν, οὐχ ὅτι τὴν φύσιν ἐστὶν ἀπαθὴς, ἀλλ’ ὅτι “ τηρεῖ ἑαυτὸν,” καὶ τὰ τῷ Ἁγίῳ Πνεύματι δοκοῦντα πράττων, ἁμαρτάνειν οὐ δύναται.
- 3.45
Ἐπώτησισ Μαξίμου. Εἰ κατὰ τὸν Ἅγιον Ἰωάννην “ ὁ γε- “ γεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ “ ἐν αὐτῷ μένει, καὶ οὐ δυνάται ἁμαρτάνειν.’ ὁ δὲ γεγεννημένος ἐξ ὕδατος καὶ Πνεύματος οὗτος ἐκ τοῦ Θεοῦ γεγέννηται· πῶς οἱ ἐκ τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος γεγεννημένοι δυνάμεθα ἁμαρτάνειν ;
- 3.46
Ἀπόκρισισ. Διττὸς ἐν ἡμῖν τῆς ἐκ Θεοῦ γεννήσεως ὁ τρόπος. ὁ μὲν πάσῃ δυνάμει παροῦσαν τοῖς γεννωμένοις διδοὺς τὴν χάριν τῆς υἱοθεσίας· ὁ δὲ κατ’ ἐνέργειαν ὅλην παροῦσαν καὶ τοῦ Θεοῦ γεννωμένου· πᾶσαν πρὸς τὸν γεννῶντα Θεὸν προαίρεσιν γνωμικῶς μεταπλάττουσαν εἰς αὐτόν. καὶ ὁ μὲν κατὰ πίστιν μόνην δυνάμει παροῦσαν τὴν χάριν ἔχων· ὁ δὲ πρὸς τῇ πίστει καὶ τὴν κατ’ ἐπίγνωσιν ἐνεργοῦσαν ἐν τῷ ἐπεγνωκότι τὴν τοῦ γνωσθέντος θειοτάτην ὁμοίωσιν ἐμποιῶν. οἷς μὲν οὖν ὁ πρῶτος τῆς γεννήσεως ἐνθεωρεῖται τρόπος, διὰ τὸ μήπω τὴν γνώμην καθαρῶς ἐξηλωθεῖσαν τῆς σαρκικῆς προσπαθείας ποιωθῆναι δι’ ὅλου τῷ Πνεύματι κατὰ τὴν τῶν ἐπεγνωσμένων θείων μυστηρίων δι’ ἐνεργείας τὴν μέθεξιν, τὸ πρὸς ἁμαρτίαν ῥέψαι ποτε βουλομένοις οὐκ ἄπεστιν. οὐ γὰρ γεννᾷ γνώμην τὸ Πνεῦμα μὴ θέλουσαν· ἀλλὰ βουλομένην μεταπλάττει πρὸς θέωσιν· ἧς ὁ κατ’ ἐπίγνωσιν πείρα(??) μεταλαβὼν, οὐ δύναται, τοῦ κυρίως κατὰ ἀλήθειαν ἅπαξ ἔργῳ διαγνωσθέντος, πρὸς ἄλλο τι παρ’ ἐκεῖνο, κἀκεῖνο εἶναι προσποιούμενον, μεταπεσεῖν· ὥσπερ οὔτε ὀφθαλμὸς ἅπαξ τὸν ἥλιον θεασάμενος, εἰς τὴν σελήνην, ἣ τινὰς ἄλλους τῶν κατ’ οὐρανὸν ἀστέρων, παραγνωρίσαι. ὧν δὲ κατὰ τὴν γέννησιν τὴν ὅλην προαίρεσιν λαβὼν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς δι’ ὄλου μετέθηκε· καὶ διὰ τῆς κατ’ ἐνέργειαν ἀληθοῦς ἐπιγνώσεως ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς μακαρίαις ἀκτῖσι τὸν νοῦν μετεποίησεν, ὡς ἄλλον εἶναι νομισθῆναι Θεὸν k παθόντα κατὰ τὴν ἕξιν διὰ τῆς χάριτος, ὅπερ οὐ πάσχων ἀλλ’ ὑπάρχων κατ’ οὐσίαν ἐστι Θεός· τούτων σαφῶς ἀναμάρ- τητος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἡ προαίρεσις γέγονε, μὴ δυναμένων ἀρνήσασθαι τὸ διὰ τῆς πείρας αὐτοῖς κατ’ i Sic. k Θεὸν add. rec. m. ἐνέργειαν διεγνωσμένον. κἂν οὖν ἔχωμεν τὸ πνεῦμα τῆς υἱοθεσίας, ὅπερ ἐστὶ σπέρμα, πρὸ τὴν τοῦ σπείραντος ἰδιοποιοῦν τοὺς γεν- νωμένους ὁμοίωσιν, ἀλλ’ οὐ παρέχομεν αὐτοῦ τὴν γνώμην τῆς ἐπ’ ἄλλο ῥοπῆς τε καὶ διαθέσεως καθορᾶν· καὶ διὰ τοῦτο, καὶ μετὰ τὸ γεννηθῆναι δι’ ὕδατος καὶ πνεύματος θέλοντες ἁμαρτάνομεν· εἰ δὲ τούτων, ὕδατος λέγω καὶ πνεύματος, τὴν ἐνέργειαν δέχεσθαι γνωστικῶς τὴν γνώμην παρασκευάζομεν, ἄρα ἃν καὶ διὰ τῆς πρακτικῆς τὸ μυστικὸν ὕδωρ ἐποιεῖτο τὴν τῆς συνειδήσεως καθάρσιν· καὶ τὸ ζωοποιοῦν Πνεῦμα τὴν ἄτρεπτον ἐν ἡμῖν τοῦ καλοῦ διὰ τῆς ἐμπείρα k γνώσεως ἐνήργει τελείωσιν. λείπει τοιγαροῦν ἑκάστῳ ἡμῶν τῶν ἁμαρτεῖν ἔτι δυναμένων τὸ καθαροὺς ἑαυτοὺς ὅλως κατὰ τὴν γνώμην ἐμπαρέχειν βουληθῆναι τῷ Πνεύματι.
- 3.47
Εἶπας “ ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστιν,” ἐκ τοῦ οὕτω πράττειν φανεροῦται ὢν τέκνον τοῦ διαβόλου· καθάπερ καὶ Ελύμας ὁ μάγος, ἐκ τοῦ “ πλήρης παντὸς δόλου ἐγνώσθη υἱὸς διαβόλου· καὶ ἐπεὶ “ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, τῷ ἔχειν ἐν ἑαυτῷ Θεοῦ σπέρμα· τὸν οὕτω μὴ ἁμαρτάνοντα εὑρεῖν ἐστὶ σαφῶς υἱὸν ὄντα Θεοῦ· προσέθηκα δὲ τῷ ἁμαρτάνοντι οὕτως, ἵνα μήτις σοφίσηται, τέκνα Θεοῦ λέγων, ἡμᾶς τίθεσθαι πάντας τοὺς μὴ ἁμαρτάνοντας· τὰ γὰρ βρέφη ἁμαρτίαν μὴ ποιοῦντα, οὐ ῥητέον τέκνα Θεοῦ εἶναι· ἐξ ἡλικίας γὰρ, ἀλλ’ οὐκ ἐξ ἀρετῆς κωλύονται τοῦ ἁμαρτάνειν· ἵνα μὴ ἕτερόν τι εἴπωμεν, φάσκοντες, μὴ ὑγιῶς λέγεσθαι περὶ βρεφῶν, ὅτι ἁμαρτίαν οὐ ποιοῦσιν· οὐ ταὐτὸν γὰρ τὸ ἁμαρτάνειν τῷ Ι μὴ ποιεῖν ἁμαρτίαν· τὸ μὲν γὰρ ἀπόφασις ἔοικε· τὸ δὲ ἐκ διαθέσεως ὑπάρχει· καὶ γὰρ λέγοντες μὴ δύνασθαι ἀδικεῖν τὸν δικαιοσύνην ἔχοντα, οὐκ ἀδυναμίαν φυσικὴν δηλοῦμεν, καθ’ ἣν λέγομεν μὴ δύνασθαι τὸ ἄλογον ζῶον ἐπιστήμην ἢ ἕτερόν τι τοιοῦτον ἔχειν.
- 3.48
Ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται αμαρτανειν.
- 3.49
Σπέρμα θεῖόν ἐστιν ὁ Χριστὸς, ὃς ἐνοικῶν ἐν τοῖς πιστοῖς, ποιεῖ αὐτοὺς γενέσθαι υἱοὺς Θεοῦ· οὕτως ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ, ὅς ἐστι πάλιν Χριστὸς, εὐλογοῦνται πάντα τὰ ἔθνη.
- 3.50
Σπέρμα φησὶ τὸ Πνεῦμα, ὃ διὰ νοῦ χαρίσματος λαμβάνομεν. ὅπερ ἐν ἡμῖν μένον, ἀνεπίδεκτον τὸν νοῦν ἁμαρτίας ποιεῖ.
- 3.51
Εἰ μὴ γάρ τις γεννηθῇ ἐκ τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ Ἅγιον οὐ λαμβάνει.
- 3.52
Ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται· ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου.
- 3.53
Ἐν τῷ μὴ ἁμαρτάνειν καὶ ἀγαπᾷν· ἐν τῷ ἁμαρτάνειν καὶ μισεῖν.
- 4.1
Περὶ ἀγαπῆς τῆς πρὸς τὸν πλησίον καὶ διαθέσεως μεταδοτικῆς.
- 4.2
Πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία, ἢν ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
- 4.3
Ἐπεὶ ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγέννηται, ἕπεται δὲ τῷ οὕτω γεννηθέντι ἀγαπᾷν τοὺς ἀδελφοὺς, ὁ μὴ ἔχων δικαιοσυνῆν τὸ μὴ ποιεῖν αὐτήν· μισῶν δὲ τὸν ἀδελφὸν αὐτοῦ ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν· οὐ κατ’ ἄλλον τρόπον ἢ τὸ μὴ γεγεννῆσθαι ἔξ αὐτοῦ· οὐ γὰρ προσεκτέον τοῖς λέγουσι μὴ εἶναι ἐκ Θεοῦ τούτούτους διὰ χοικὴν φύσιν.
- 4.4
Οὐ καθὼς Κάιν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
- 4.5
Ἀνοσιεύεται γὰρ, καὶ πρωτόλειον ὧσπέρ τι καὶ ἀπαρχὴν τῷ θανάτῳ δίδωσι τὸν ὁμαίμονα λαὶ τῆς εἰς μιαιφονίαν ὁδοῦ τῇ ἀνθρώπου φύσει διδάσκαλος ἦν.
- 4.6
Καὶ μὴ θαυμάζετε ἀδελφοὶ, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. ἡμεῖς οἴδαμεν, ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν, μένει ἐν τῷ θανάτῳ. πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί· καὶ οἴδατε ὅτι π πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν. ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε.
- 4.7
Τὸν λόγον τοῦ Θεοῦ δεξάμενοι, αὐτὸς γὰρ εἶπεν· “ ὁ ἀκούων “ μου τοὺς λόγους καὶ τηρῶν αὐτοὺς, οὐκ ὄψεται θάνατον, ἀλλὰ “ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.”
- 4.8
Καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι. ὃς δ’ ἂν ἔχη τὸν βίον τοῦ κόσμου, καὶ θεωρεῖ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ ; Τοῦ Χρυσοστόμου. Ὅταν ἴδῃς πένητα μὴ παραδράμῃς, ἀλλ’ εὐθέως ἐννόησον, τίς ἃν ἦς, εἰ σὺ ἐκεῖνος· τί οὐκ ἃν ἠθέλησας πάντας σοι ποιεῖν ;
- 4.9
Τουτέστιν ἐν εὐπορίᾳ καθέστηκεν.
- 4.10
Τέκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσση, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ.
- 4.11
Τοῦ Χρυσοστόμου. Ῥητὰ προκείμενα ὁ προϊστάμενοσ ΕΝ ΣΠΟΥΔΗΙ.
- 4.12
Οὐ γὰρ ἀρκεῖ προστῆναι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν· μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον ἀλλὰ μετὰ φαιδρᾶς καὶ χαιρούσης ψυχῆς.
- 4.13
* Περὶ συνειδήσεως ἐν πίστει Ἰησοῦ Χριστοῦ.
- 4.14
Καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμὲν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν· ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα.
- 4.15
Εὰν, φησὶν, ἁμάρτωμεν, οὐ λανθάνομεν, οὐδὲ διαφευξόμεθα· εἰ γὰρ ἁμαρτάνοντες, τὴν καρδίαν ἑαυτῶν λαθεῖν δυνάμεθα, ἀλλὰ νυττόμεθα ὑπὸ τοῦ συνειδότος, πόσῳ μᾶλλον τὸν Θεὸν πράττοντές τι τῶν φαύλων δυνηθῶμεν λαθεῖν;
- 4.16
Ἀγαπητοὶ, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινὡσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν.
- 4.17
Κυρίλλου. Ἕως εἶ κατὰ τὸν βίον τοῦτον, ὁδὸς γὰρ ὁ βίος ὑπὸ πάντων ἀνθρώπων παροδευόμενος, προσδέχου καὶ μὴ παραλογίζου τὴν ἐκ τοῦ συνειδότος ὑπόμνησιν· εἰ δὲ παραλογίσῃ καὶ παραδράμῃς τὸν βίον, αὐτὸ τὸ συνειδὸς ἀντιδίκου τάξιν ἐπέχον ἐπὶ τοῦ κριτοῦ κατηγορήσει, καὶ ὑπὸ τὴν ψῆφον ποιήσει σε τοῦ δικάζοντος, καὶ παραδοθήσῃ ταῖς ἀνηκέστοις κολάσεσιν· ἃ οὐκ ἂν ἔπαθες, εἴγε κατὰ τὴν ὁδὸν εὔνοιαν ἐκτήσω πρὸς τὸν ἀντίδικον, τοὺς ἐλέγχους ὡς μετ’ εὐνοίας προσφερομένους καταδεχόμενος. τοῦτο γὰρ καὶ ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης ἐπιστέλλων φησὶν, “ ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν “ ἔχομεν πρὸς τὸν Θεόν.
- 4.18
Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν.
- 4.19
Ἐν τούτῳ μὲν ἐν τῷ κατορθοῦν τὰς ἐντολάς· τίς δὲ ὁ μένων ἣ ὁ Θεὸς ; καὶ πόθεν δῆλον, ἐκ τοῦ δοῦναι ἡμῖν τὸ Ἅγιον ἑαυτοῦ Πνεῦμα.
- 4.20
* Περὶ διακρίσεως πνευμάτων ἐφ’ ὁμολογίᾳ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως.
- 4.21
Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστίν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
- 4.22
Εἰ ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστὶ, καὶ ὁ Θεὸς ἀγάπη ἐστι, τις ἂν εἴη ὁ ἐξ αὐτοῦ προερχόμενος ἣ αὐτὸς ὁ Λόγος ; ἐάν τις τοίνυν ἔχῃ τὴν ἀγάπην, Χριστὸν ἔχει ἐν ἑαυτῷ, ἤγουν ὁ εἰπὼν “ ὁ Θεὸς ἀγάπη “ ἐστὶν,” οὗτος πάλιν οἶδεν ἀγάπην ἐκ Θεοῦ, ἥντινα οὐκ ἄλλην εἶναι νομιστέον, ἢ τὸν μονογενῆ, ὥσπερ Θεὸν ἐκ Θεοῦ, οὕτως καὶ ἀγάπην ἐξ ἀγάπης ὄντα· ὅνπερ γὰρ τρόπον πρὸ τῆς Χριστοῦ παρουσίας, ὄντων ἐν τῇ Ἰουδαίᾳ Θεοῦ προφητῶν, πολλοὶ ἐτύγχανον ὑποκρινόμενοι τὴν προφητείαν, ὡς χρείαν εἶναι ἐπιστήμης ἐπιστατικῆς· τίνες τῶν λεγόντων, “ τάδε λέγει Κύριος, Πνεῦμα Ἅγιον καὶ Θεοῦ λόγον εἶχον· καὶ τίνες ὑπὸ πονηροῦ κινούμενοι, τοῦ ψευδοῦς ἦσαν προφῆται· οὕτω καὶ μετὰ τὴν ἐπιδημίαν τῶν Ἀποστόλων ἐν χριστῷ λαλούντων καὶ Πνεῦμα Ἅγιον ἐχόντων, ὃ δέδωκεν ὁ Κύριος, πολλοὶ ψευδαπόστολοι προεβλήθησαν ὑπὸ τοῦ διαβόλου, ὑποκρινόμενοι τὴν εὐαγγελικὴν διδασκαλίαν. ἀναυκαῖον ἔχειν ἐκεῖνο τὸ χάρισμα τοῦ Ἁγίου Πνεύματος, ὃ ὠνόμασται διάκρισις πνευμάτων, ἵνα ἐπιστήμην ἔχωμεν δοκιμάζειν τὰ πνεύματα, ὥστε τῷ μὲν πιστεύειν, τῷ δὲ ἀνθίστασθαι. χαρακτηριστικὸν λέγει τοῦ Ἀντιχρίστου i, οὗ ἀκηκόαμεν ὅτι ἔρχεται, ἤδη δὲ ἐν τῷ κόσμῳ ἐστὶ, τὸ διὰ ψευδοπροφητῶν καὶ πνευμάτων λύειν τὸν Ἰησοῦν, ἐν τῷ μὴ ὁμολογεῖν αὐτὸν ἐν σαρκὶ ἐληλυθέναι. τοῦ λέγειν “ καὶ νῦν πραγματικῶς ἀκουστέον· πολλοὶ γὰρ γλώσσῃ μόνῃ λέγουσιν.
- 4.23
Μετὰ τὴν ἀνάληψιν Χριστοῦ τὴν εἰς οὐρανοὺς εὐθὺς πολλοὶ ψευδοδιδάσκαλοι γεγόνασι, διαφόρους βλασφημιῶν εἰσάγοντες αἱρέσεις· ἃς ἐν μέρει διδάσκει νῦν.
- 4.24
Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστί· καὶ πᾶν πνεῦμα, ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, τοῦ Θεοῦ οὐκ ἔστι.
- 4.25
Ἐγένοντο γάρ τινες, οἳ ἔλεγον ἐν φαντασίᾳ ἀνθρώπου ἐξ οὐρανοῦ κατεληλυθέναι τὸν Κύριον· ὧν ἐπεβεβαίωσαν τὰς δόξας οἱ Μανιχαῖοι.
- 4.26
Ἐὰν οὖν ἁμαρτάνων λέγω, ὅτι Ἰησοῦς Χριστὸς ἐν σαρκὶ ἐλήλυθε, καὶ ταῦτα φρονῶν λέγω, ὅτι ἐπεδήμησεν ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐν σαρκὶ, ἄρα ἐκ Θεοῦ Πνεῦμα ἔχω ; οὐκ ἐνδέχεται ἄλλως παραδέξασθαι τὸ ῥητόν· λέγει ὁ Ἰωάννης· “ πᾶν πνεῦμα Ἰησοῦν Χριστὸν ὁμολογοῦν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστί. ἐπαπορήσας οὖν ὁ βουλόμενος καὶ ἐξετάζων καὶ ἐρευνῶν τί βούλεται ὁ Ἀπόστολος λέγειν· “πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν “ Χριστὸν ἐληλυθότα ἐν σαρκὶ, ἐκ τοῦ Θεοῦ ἐστι, διὰ τὸ τὴν διαθήκην τοῦ Θεοῦ εἰρῆσθαι μένειν ἐπὶ τῆς σαρκὸς τοῦ Ἀβραὰμ καὶ τῶν μετ’ αὐτόν· εἴποι ἃν κατανοήσας τὸ “ πάντοτε τὴν νέκρωσιν “ τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες.” ἐννοήσας τὸ, “ ζῶ “ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ χριστὸς,” διὰ τοῦ παραδέξασθαι Χριστὸν Ἰησοῦν ζῶντα ἐκ ἐμοὶ, διὰ τοῦ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν. ὁμολογῶν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, οὐκ ἐκείνῃ μόνῃ τῇ ἰδίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ ἐμῇ. “ οὐ γὰρ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται “ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. εἴπερ οὖν βούλει λέγεσθαι ὅτι πᾶν πνεῦμα Θεοῦ ἔχεις, ὁμολόγησον Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἵνα λέγοιτο καὶ περὶ σοῦ τὸ, “ ἡ διαθήκη μου “ ἔσται ἐπὶ τῆς σαρκός ὑμῶν.”
- 4.27
Καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται.
- 4.28
Τοῦ Χρυσοστόμου Ῥητὰ Προκείμενα Μήτισ Ἡμᾶσ Ἐσαπατησηι Κατα Μηδενα Τρόπον Οτι Εαν Ελθηι Η Αποστασια Πρῶτον καὶ Ἀποκαλυφθπηι ὁ Ἄνθρωποσ Τῆσ Σμαρτίασ ὁ Υἱὸσ Τῆσ Ἀπωλείασ, Καὶ Τὰ ἑξῆσ.
- 4.29
Περὶ τοῦ Ἀντιχρίστου ἐνταῦθα διαλέγεται, καὶ μέγα ἀποκαλύπτει μυστήριον. τί ἐστιν ἡ ἀποστασία ; αὐτὸν καλεῖ τὴν ἀποστασίαν, ὡς πολλοὺς μέλλοντος ἀπολλύναι καὶ ἀφιστᾶν, “ ὥστε’’ φησὶν “ σκανδαλισθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκ- “ τοὺς, καὶ “ ἄνθρωπον ἁμαρτίας” αὐτὸν καλεῖ· μυρία γάρ φησιν ἐργάσεται, καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά. καὶ “ υἱὸν τῆς ἀπωλείας αὐτὸν φησὶ, διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι, καὶ ἑτέρους ἀπολλύειν. τίς δὲ οὗτός ἐστιν ; ἄρα ὁ Σατανᾶς ; οὐδαμῶς· ἀλλὰ ἄνθρωπός τις, πᾶσαν αὐτοῦ δεχόμενος τὴν ἐνέργειαν. ὁ ἄνθρωπος γάρ ἐστι, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἣ σέβασμα. οὐ γὰρ εἰς εἰδωλολατρίαν ἄξει ἐκεῖνος, ἀλλ’ ἀντίθεος τις ἔσται, καὶ πάντας καταλύσει τοὺς θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσλύμοις, ἀλλὰ τὸν καθ’ ἑκάστην ἐκκλησίαν, ἀποδεικνύντα, φησὶν, ἑαυτόν. οὐκ εἶπε λέγοντα, ἀλλὰ πειρώμενον k ἀποδεικνύναι· καὶ γὰρ ἔργα μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστὰ τοῖς ἐξ αὐτῶν πλανωμένοις.
- 4.30
Καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη· ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστὲ, τεκνία, καὶ νενικήκατε αὐτούς.
- 4.31
Προώδευσεν γὰρ αὐτοῦ αἱ αἱρέσεις· προοδοποιοῦσι καὶ οἱ Μανιχαῖοι, οἱ νῦν ἀρτιφανεῖς Παυλικίανοι, θεὸν αὐτὸν εἶναι δια- γορευοντες.
- 4.32
Ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν
- 4.33
Ὁ Θεὸς δηλονότι καὶ Πατὴρ διὰ τοῦ Υἱοῦ καὶ τοῦ Παρα- κλήτου.
- 4.34
Ἤ ὁ ἐν τῳ κόσμῳ.
- 4.35
“ Ὁ ἐνεργῶν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ” λέγει δὲ τὸν Σατανᾶν. κόσμον γὰρ ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους φησίν.
- 4.36
Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει· ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμέν· ὁ γινώσκων τὸν Θεὸν, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γιώσκομεν τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ τὸ πνεῦμα τῆς πλάνης.
- 4.37
“ Αὐτοὶ” τίνες ἣ οἱ αἱρεσιῶται καὶ οἱ Μανιχαῖοι ; διὰ τοῦτο βλασφημοῦσι, φησὶν, ἐκ τῆς πονηρᾶς αὐτῶν γνώμης πονηρὰ προχεόμενοι ῥήματα.
- 5.1
Περὶ φιλαδελφίας εἰς θεοσέβειαν.
- 5.2
Ἀγαπητοὶ, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστὶ, καὶ πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν Θεόν.
- 5.3
Ὠσπερ ἔγκλημα καὶ ψόγον φέρει τῷ μὴ αἱρουμένῳ τὸ αἱρετὸν, καὶ μὴ φιλοῦντι τὸ φιλητὸν, οὕτως ἔπαινον περιποιεῖ [ὁ] τοῖς ἀγαπῶσι τοὺς ἀξίους τὸ ἀγαπᾶσθαι τοῦ εἶναι ἀγαπητούς πότε δὲ τοῦτο ὑπαχθῆναι δυνατόν ; ἢ ὅτε αἴρει ὁ Σωτῆρ’ τὴν ἁμαρτίαν τοῦ κόσμου, ἵνα ἀναδειχθῇ ὁ ἄνθρωπος, οἷος ὑπὸ Θεοῦ γέγονε, καθ’ ὁμοίωσιν καὶ εἰκόνα ἀποδειχθεὶς τοῦ πεποιηκότος; οὕτω γὰρ καὶ φανερωθεὶς ὁ ἄνθρωπος, εὐθὺς ὣν ἀγαπητὸς καὶ ἄξιος τοῦ ἀγαπᾶσθαι τυγχάνει. ἐπεὶ τοίνυν ὁ ἀποσταλεὶς Σωτῆρ’ τῷ κόσμῳ ἀγάπῃ τῇ πρὸς τὰ ἑαυτοῦ ποιήματα τοῦ Πατρὸς, ἐπὶ ἀναδείξει τοῦ κάλλους τῶν κατ’ εἰκόνα Θεοῦ γεγονότων, οἱ ταύτης τῆς δωρεᾶς τυχόντες ἀγαπητοὶ ὑπάρχουσιν, ὅθεν ἀλλήλους ἀγαπῶσιν· ἔχει γὰρ ἕκαστος καὶ τὸ ἀγαπητὸς καὶ τὸ ἀγαπητικὸς εἶναι, ἐντολὴν ἔχων τοῦ ἀγαπᾷν τὸν πλησίον.
- 5.4
Ὁ μὴ ἀγαπῶν, οὐκ ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί. καὶ ὅτι ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν Υἱὸν αὐτοῦ μονογενῆ ἀπέσταλκεν εἰς τὸν κόσμον, ἵνα ζήσωμεν δι’ αὐτοῦ. ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεὸν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
- 5.5
Τοῦ Χρυσοστόμου. Ἀγάπην ποίαν φησι ; τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημάτων· ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ γνώμης, καὶ τοῦ συναλγεῖν ἐκ καθαρᾶς καρδίας. ἔστι γὰρ ἀγάπη καὶ ἡ τῶν πονηρῶν· οἷον λῃσταὶ λῃστὰς φιλοῦσι, καὶ ἀνδροφόνοι ἀνδροφόνους. ἀλλ’ οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ’ ἀπὸ κακῆς.
- 5.6
Ἀγαπητοὶ, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
- 5.7
Τοῦτο ἡμῖν, φησι, κατορθώσει ἡ ἀγάπη· τὸ ἔνοικον ἡμῖν γενέσθαι Θεὸν, ὃν οὐδεὶς πώποτε τεθέαται.
- 5.8
Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν αὐτοῦ Σωτῆρα τοῦ κόσμου. ὃς ἐὰν ὁμολογήση ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ. ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῆ ἡμέρᾳ τῆς κρίσεως.
- 5.9
Ὅρα πῶς ἄνω καὶ κάτω τὴν αἵρεσιν ἐκείνην ἀναιρεῖ τὴν πονηρὰν, τὴν λέγουσαν, ἄνθρωπον εἶναι ψιλὸν τὸν Ἰησοῦν Μάριας Υἱὸν, καὶ μὴ αὐτὸν ὁμολογοῦντας εἶναι τὸν Πατρὸς μονογενῆ Λόγον, ἐνανθρωπήσαντα διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν.
- 5.10
Ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ.
- 5.11
Καὶ πῶς ἐκεῖνος ἦν, ἣ ὡς αὐτὸς εἴρηκεν· “ ἔρχεται ὁ ἄρχων “ τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. ” οὕτω καὶ ἡμεῖς ὀφείλομεν εἶναι, μηδὲν εὑρισκόμενοι πρὸς τὸν κόσμον ἔχοντες.
- 5.12
Τί οὖν ποιήσωμεν τοῖς προφήταις λέγουσιν ” ὅτι εἶδον τὸν “ Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου ” ὁ δὲ Δανιὴλ πάλιν· “ ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε.’’ καὶ ὁ Μιχαίας· “ εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἱσραὴλ καθη- “ μένον ἐπὶ θρόνου αὐτοῦ. καὶ πολλὰς τοιαύτας ἐπισυναγαγεῖν ἐστὶ μαρτυρίας· πῶς οὖν, “ Θεὸν οὐδεὶς ἑώρακε πώποτε,” φησίν ; ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν καὶ τὴν τετρανωμένην γνῶσιν λέγει. ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν, καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς οἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόροις ἕκαστον ὁρᾶν. ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος. οὗτοι δὲ πάντες σχήματα ἔβλεπον διάφορα. τοῦτο γοῦν αὐτὸ δι’ ἑτέρου προφήτου ἐμφαίνων πάλιν, καὶ πείθων αὐτοὺς, ὡς οὐκ ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν· “ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ “ ἐν χερσὶ προφητῶν ὡμοιώθην. οὐκ αὐτὴν τὴν οὐσίαν ἔδειξα τὴν ἐμὴν, ἀλλὰ συγκατέβην, φησὶ, πρὸς τὴν τῶν ὁρώντων ἀσθένειαν. ὁ μέντοι Ἰωάννης, φησὶν, “ ὅτι Θεὸν οὐδεὶς ἑώρακε πάποτε·” τοῦτο γὰρ δῆλον ἢν, ἀλλὰ καὶ περὶ τῶν ἄνω δυνάμεων, “ ὁ μονογενὴς “ Υἱὸς, ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο,’’ ἀξιόπιστον εἰσάγει τοῦ δόγματος μάρτυρα καὶ διδάσκαλον.
- 5.13
Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπη, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει· ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῆ ἀγάπῃ.
- 5.14
Ὁ τὸν Θεὸν δεξάμενος, φησὶν, ὅς ἐστιν ἀγάπη, οὐ δέδοικέ τινα. τί δὲ καὶ φοβηθείη ὁ λαβὼν “ ἐξουσίαν περιπατεῖν ἐπάνω “ ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ;”
- 5.15
Ἐρώτησισ μαξίμου. Εἰ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, πῶς οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν ; ἐὰν οὐκ ἔστιν ὑστέρημα, δῆλον ὅτι τετελείωται· πῶς οὖν “ ὁ φο- “ βούμενος οὐ τετελείωται;”
- 5.16
Ἀπόκρισισ. Ἡ καλὴ τῶν θείων γραφῶν εὐταξία, κατὰ τὸν σωστικὸν τοῦ Πνεύματος θεσμὸν, τὸν ἀπὸ τῆς ἐκτὸς κατὰ τὰ πάθη πληθύος ἐπὶ τὴν θείαν ἑνότητα κινουμένων 1 τοὺς βαθμοὺς διορίζουσα, τοὺς μὲν εἰσαγομένους, καὶ ἐπὶ τὰ πρόπυλά που τυγχάνοντας τῆς θείας αὐλῆς τῶν ἀρετῶν, φοβουμένους ἐκάλεσε· τοὺς δὲ κτησαμένους σύμμετρον ἕξιν τῶν κατὰ τὴν ἀρετὴν λόγων τὲ καὶ τρόπων, οἶδεν ὀνομάζειν προκόπτοντας· τοὺς δὲ κατ’ γνωστικοὺς ἤδη γεγενημένους τῆς τῶν ἀρετῶν ἐκφαντικῆς ἀληθείας, κορυφὴν προαγορεύει τελείους. οὔτε οὖν ὁ φοβούμενος τὸν Κύριον, ἀπεστραμμένος δι’ ὅλου τὴν κατὰ τὴν φθορὰν τῶν παθῶν ἀρχαίαν ἀναστροφὴν, καὶ πᾶσαν αὐτοῦ τὴν διάθεσιν διὰ τὸν φόβον ἐκδεδωκὼς τοῖς θείοις πράγμασιν ὑστερεῖ τινὸς καλοῦ τῶν εἰσαγομένοις πρεπόντων· κἂν οὔπω τὴν ἐν ἀρεταῖς ἕξιν ἐκτήσατο, καὶ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας γέγονε μέτοχος. οὔτε μὴν ὁ προκόπτων τῶν ἐπιβεβλημένων αὐτοῦ τῷ βαθμῷ καλῶν τινὸς ὑστερεῖ, κἂν τὴν αὐτὴν οὕτω τοῖς τελείοις ὑπερέχουσαν τῶν θείων ἐκτήσατο γνῶσιν. καὶ πάλιν οἱ μὲν τὴν πρακτικὴν ἀνδρικῶς μετιόντες φιλοσοφίαν, φόβου καὶ μνήμης τῶν μελλόντων θείων δικαστηρίων οὔπω τὴν ψυχὴν ἀπολύσαντες, νοείσθωσαν ἡμῖν οἱ φοβούμενοι. μηδενὸς μὲν, κατὰ τὸν μακάριον Δαβὶδ, διυστεροῦντες καθάπαξ τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων κατὰ τῆς ἀντικειμένης δυνάμεως, ὅμως δ’ οὖν ἔτι λειπόμενοι τῆς κατὰ τῶν τελείων ἀκραιφνοῦς τῶν μυστικῶν θεαμάτων διαδόσεως· οἱ δὲ τῆς θεωρητικῆς ἐξιωθέντας m θεολογίας, καὶ πάσης φαντασίας ὑλικῆς τὸν νοῦν καθαρὸν καταστήσαντες, καὶ εἰκόνα τῆς θείας ὡραιότητος ὅλην ἀνελλιπῶς φέρουσαν τὴν μίμησιν, ἔστωσαν ἡμῖν οἱ ἀγαπῶντες. οὐκ ἔστιν οὖν ὑστέρημα τοῖς φοβουμένοις, κατὰ τὸν μακάριον Δαβὶδ, ὡς φοβουμένοις· κἂν οὐκ ἔχῃ τὸ πλῆρες καὶ τέλειον τῆς ἀμέσου πρὸς τὸν λόγον ἑνῶσαν κατὰ τὸ ἴσον τοῖς ἀγαπῶσι τὸν Κύριον ὁ φοβούμενος. ἕκαστος γὰρ ἐν τῷ ἰδίῳ τάγματι καὶ τὴν ἠφορισμένην αὐτῷ μονὴν ἔχει τὸ τέλειον· κἂν ἄλλος ἄλλου κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς πνευματικῆς ἡλικίας ἐστὶν ὑψηλότερος· ἐπειδὴ διττός ἐστιν ὁ φόβος, κατὰ τὸ “ φοβήθητε δὲ μᾶλλον τὸν “ δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννῃ,” καὶ κατὰ τὸ, “ ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος·’’ καὶ “ μέγας “ καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περὶ κύκλῳ αὐτοῦ. ζητητέον, πῶς ἔξω βάλλει τὸν φόβον ἡ ἀγάπη, εἴπερ εἰς αἰῶνα αἰῶνος διαμένει ; πῶς δὲ φοβερός ἐστι διαμένων ὁ Θεὸς εἰς τοὺς ἀπείρους αἰῶνας ἐπὶ πάντας τοὺς περὶ κύκλῳ αὐτοῦ ; ἣ μᾶλλον ἐπειδὴ, καθὼς εἶπον, διττός ἐστιν ὁ φόβος· ὁ μὲν ἁγνὸς, ὁ δὲ οὐχ ἁγνὸς, οἷον ὁ μὲν ἐπὶ πλημμελήμασι κατ’ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος, αἰτίαν ἔχων τῆς οἰκείας γεννήσεως τὴν ἁμαρτίαν, ὡς οὐχ ἁγνὸς, οὐκ ἔσται διὰ παντὸς τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος. ὁ δὲ ἁγνὸς φόβος, ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι μνήμης ἀεὶ συνεστὼς, οὐκ ἀπογενήσεταί ποτε· διότι περιουσιωδῶς ἐμπέφυκέ πὼς τῷ φόβῳ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον πᾶσαν αὐτοῦ τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς. ὁ τοίνυν μὴ φοβούμενος τὸν Θεὸν ὡς κριτὴν, ἀλλ’ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως ὑπεροχὴν, οὐκ ἔχει δικαίως ὑστέρημα, τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ, μετ’ αἰδοῦς καὶ πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν Θεόν. καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος· καὶ οὕτως οὐκ ἔστιν αὐτῶ ὑστέρημα τὸ παράπαν οὐδέν. συνᾴδουσιν οὖν ἀλλήλοις ὁ τε προφήτης καὶ ὁ Εὐαγγελιστής· ὁ μὲν λέγων, μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν Κύριον φοβουμένοις ὑστέρημα· ὁ δὲ, τὸν φοβούμενον ὡς κριτὴν, διὰ τὴν ῥερυπωμένην συνείδησιν, μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ· κατὰ ταύτην τὴν ἐκδοχὴν τυχὸν, καὶ “ ἐπὶ πάντας “ τοὺς περὶ κύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ Θεός·’’ ὡς ἐγκεκραμένην φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτὸν, καὶ περὶ αὐτῶν γενησομένην ἀγάπην. φόβου γὰρ καθ’ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη, εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν, μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παρρησίας. τί δὲ βούλεται τὸ περὶ κύκλῳ αὐτοῦ λεγόμενον, εἰ δοκεῖ, κατανοήσωμεν. ὁ γὰρ κυκλούμενος καὶ ἐμπρὸς n καὶ ὀπίσω καὶ ἐκδεξιῶν καὶ ἐξαριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. ἐπειδὴ τοίνυν καὶ ὁ Κύριος ἔχει τοὺς περικυκλοῦντας, νοήσωμεν τοὺς μὲν ὀπίσω, τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν ἀμέμπτως ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευθέντας· τοὺς ἐξαριστερῶν δὲ, τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσαντας· φησὶ γὰρ περὶ τῆς σοφίας ἡ τῶν Παροιμιῶν βίβλος. “ ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα. τοὺς ἐκδεξιῶν δὲ, τοὺς καθαρὰν αἰσθητῆς φαντασίας τὴν ἄυλον δεξαμένους νῶσιν τῶν νοητῶν, “ ἐν γὰρ τῇ δεξιᾷ αὐτῆς,” φησιν, “ ἔτη ζωῆς. τοὺς δὲ ἐμπρὸς, τοὺς δι’ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοῦν ἐφέσεως ζέσιν, ἀξιωθέντας τῆς “ πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως· εἰ δὲ καὶ ἄλλος ἐστι περὶ τούτου λόγος μείζων καὶ ὑψηλότερος, ὑμῖν καὶ τοῖς κἀς ἡμᾶς θείοις ἀνδράσιν ἔστι ληπτός.
- 5.17
Ἡμεῖς ἀγαπῶμεν αὐτὸν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
- 5.18
Οὕτως ἀγαπᾶ, ὡς καὶ τὰς τρίχας ἠριθμηκέναι τῆς κεφαλῆς, καθὼς ἐν Εὐαγγελίοις φησίν· οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ’ ἵνα τὴν ἀκριβῆ γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν τὴν περὶ ἡμᾶς ἐνδείξηται.
- 5.19
Ἐάν τις εἴπῃ, Ὅτι ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἐδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεὸν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾷν ; καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
- 5.20
Ὁ γνησίως ἀγαπῶν τὸν Θεὸν, οὐ διὰ τὴν ἀπειλὴν τῶν κολάσεων ποιεῖ τὰ Θεῷ ἀρεστὰ, ἀλλὰ τῷ τῆς ἀρετῆς φίλτρῳ καὶ τῇ ἀγάπῃ τῇ πρὸς τὸν Θεόν· οὐ μὴν ὁ διὰ τὸν γνήσιον φόβον ἑαυτὸν ἀσφαλιζόμενος, λιζόμενος, ὅς ἐστιν ἔρως τοῦ καλοῦ, ἢ πάλιν φόβῳ, τῷ μὴ ἐμπεσεῖν εἰς κόλασιν, ποιῶν τις τὴν ἐντολήν· διὸ περὶ αὐτοῦ ἐπάγων φησὶν, “ ὅτι ὁ φόβος κόλασιν ἔχει.”
- 5.21
Ὁ ἀγαπῶν τὸν Θεὸν τὰς ἐντολὰς αὐτοῦ τηρεῖ. τὸ ἀγαπᾷν τὸν ἀδελφὸν αὐτοῦ θείων ἐντολῶν ἐστὶ πλήρωσις· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐφύλαξεν ἐντολὴν, μὴ φυλάττων δὲ, οὐκ ἀγαπᾷ τὸν Θεόν· ψεύστης οὖν ὁ λέγων ἀγαπᾷν μὴ ἀγαπῶν.
- 5.22
ΚΕφ. ς.
- 5.23
Περὶ θεολογίας Υἱοῦ ἐν δόξῃ Πατρὸς, καὶ περὶ νίκης τῆς κατὰ τοῦ πονηροῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς ζωήν.
- 5.24
Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται· καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
- 5.25
Οἱ ἐκ Θεοῦ γεννώμενοι, ἐκ τοῦ κατορθοῦν κατ’ ἀρετὴν, τυγχάνουσιν οὗτοι καὶ τέκνα Θεοῦ καὶ φιλοῖ, καθάπερ καὶ Ἀβραάμ.
- 5.26
Τοῦ τῆς ἀληθείας πάλιν ἅπτεται δόγματος, ἐκ βάθρων ἀναιρῶν τῶν αἱρετικῶν τὴν κακοπιστίαν.
- 5.27
Ἤδει τοῦτο ὁ γεννώμενος ἐκ τοῦ Θεοῦ· πιστεύσας ὅτι Ἱησοῦς ἐστὶν ὁ Χριστὸς, ὑψηλὴν συγκατάθεσιν ἔχων περὶ τῆς τοῦ Χριστοῦ διαλήψεως, γεννᾶται. ἀλλ’ ἐκείνην τὴν πίστιν ᾗ κατ’ ἀρετὴν ἔργα συνέζευκται· ἣν καὶ ὁ Ἀβραὰμ ἔχων, λελόγισται δικαιοσύνην ἔχειν. κατὰ τοῦτο τὸ σημαινόμενον ἐκδεκτέον τὸ, “ ἄνδρα πιστὸν ἔργα εὑρεῖν·’’ σπάνιον γὰρ ὁ τοιοῦτος τὴν εὕρεσιν ἔχει· πολλῶν ὄντων τῶν ἄνευ ἔργων σπουδαίων νεκρὰν πίστιν ἐχόντων· ἥτις οὐδὲ ὅλως πίστις ὑπάρχει. ὁ οὕτως πιστεύσας ὡς γεννηθῆναι ἐκ Θεοῦ, ἔχει ζωὴν αἰώνιον, ᾗ φησιν ὁ Σωτὴρ, “ ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον ἤδη γεννᾶται τις ἐκ Θεοῦ κατορθῶν τὰ εἰρημένα. ἀποδοχῆς ἄξιον ὄντα ἀγαπᾷν δεῖ καὶ πρὸ αὐτοῦ τὸν γεννήσαντα αὐτόν.
- 5.28
Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν.
- 5.29
Τὴν ὑπόστασιν καὶ, ἵν οὕτω φράσω, ὕλην ἔχειν, ἧς δεῖ πρὸς τὸν Θεὸν ἀγάπης, τὴν τήρησιν τῶν θείων ἐντολῶν εἶναί φησι· ἀναφέρουσι πρὸς τὸν Θεὸν τὸν κατ’ αὐτὰς ἐνεργοῦντα· ὅθεν οὐ κατωφερεῖς οὐδὲ βαρεῖαι τυγχάνουσιν. εἰ δέ τις προσελθὼν αὐταῖς, μὴ ὃν δεῖ τρόπον, λέγει αὐτὰς βαρείας, τὴν ἑαυτοῦ ἀσθένειαν ᾐτιάσατο· φίλον γὰρ τοῖς ἄγαν ἀποβάλλουσιν ἰσχὺν βαρέα νομίζεσθαι, καὶ τὰ πάνυ ἐλαφρὰ καὶ κοῦφα· ὅθεν οὐκ ἔγραψεν, “ αἱ ἐντολαὶ αὐτοῦ ἐλαφραὶ, ἀλλὰ “ βαρεῖαι οὐκ εἰσὶ, μόνου καὶ παντὸς ἀντιλαμβανομένου τοῦ ἀνωφεροῦς αὐτῶν τοῦ δικαίως τὸ δίκαιον διώκοντος πεῖρα γνῶντος· “ ὅτι ὁ Χριστοῦ ζυγὸς ἐλαφρός “ ἐστι,” χρηστότητα πολλὴν ἔχων ὑπάρξαι τὸ οὕτως προκόψαι τῇ πίστει ἐνεργεῖ καὶ εἰς δικαιοσύνην λελογισμένῃ· ἣν καὶ δεικνὺς ὡς ὑφεστηκυῖαν καὶ μένουσαν εἶπεν· “ αὕτη γάρ ἐστιν ἡ νίκη ἡ “ νικήσασα τὸν κόσμον,” ἣν ἔχομεν πίστιν οἱ προσηκάμενοι τὸν Ἰησοῦν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. οὕτω διατεθεὶς ἐκ τοῦ Θεοῦ γεννᾶται, καὶ τούτου τυχὼν, καταφρονεῖ τῆς ἐνύλου ζωῆς καὶ τῶν τοῦ κόσμου ἡδέων· καὶ ταύτῃ νικᾷ τὸν κόσμον, μεταβὰς ἀπ’ αὐτοῦ εἰς ὑπερκόσμιον πολιτείαν.
- 5.30
Τί γὰρ ἐλαφρότερον τοῦ ἀγάπην ἔχειν μετὰ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντος ἡμᾶς, καὶ μετὰ τῶν ἀδελφῶν ἡμῶν ; “ ὁ γὰρ ζυγός “ μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι, φησιν ὁ Σωτήρ. Σκόπει πὼς κοῦφα ἐπιτάττει· οὐκ εἶπεν, “ ἐν φυλακῇ ἤμην καὶ ἀπηλλάξατέ με. “ ἄρρωστος ἤμην, καὶ ἀνεστήσατέ με, ἀλλ’ “ ἐπεσκέψασθέ με, καὶ ἤλθετε πρός με.” καὶ οὐδὲ ἐν τῷ πεινᾷν o ἐπαχθὲς τὸ κελευόμενον, οὐ γὰρ πολυτελῆ ζητείων τράπεζαν, ἀλλὰ τὴν χρείαν μόνην καὶ τὴν ἀναγκαίαν τροφὴν τὸν ἄρτον.
- 5.31
Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον.
- 5.32
Τὸ γεγεννημένον. αὐτὸς ἐφεξῆς ἐδήλωσε τὸ ῥῆμα τῆς πίστεως ἡμῶν λέγων, τὸ νικῆσαν τὸν κόσμον, τουτέστι πονηρίαν πᾶσαν καὶ ἀσέβειαν· ἡ γὰρ πίστις ἡμῶν πᾶσαν ἀγνωσίαν ἀπήλασε, καὶ πάντα σκότον ἐξήλασε· καὶ ποῖα ἡ πίστις, ἣ ὅτι “Ἰησοῦς ἐστιν ὁ “ Υἱὸς τοῦ Θεοῦ;” καὶ οὐ παύεται κηρύττων τὴν ἀλήθειαν πρὸς ἐντροπὴν τῶν αἱρετικῶν· ἵνα κἀν ὀψέ ποτε παύσωνται, πολλάκις πέρι τούτων ἀκούσαντες.
- 5.33
Καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ;
- 5.34
Κυρίλλου. Καὶ οὔτε Ἕλλην οὔτε Ἰουδαῖος οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ νικητήρια τῆς καθ’ ἡμᾶς πίστεως ἀπενεγκαμένης.
- 5.35
Οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος καὶ Πνεύματος Χριστὸς Ἰησοῦς.
- 5.36
Τοῦ ἀίξαντος ἐκ τῆς πλευρᾶς αὐτοῦ, καὶ τοῦ αἵματος τοῦ καθαράντος τὴν ἁμαρτίαν καὶ ἁγιάσαντος τὸν λαόν. διὰ τοῦτο γάρ φησι, “ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν “ λαὸν, ἔξω τῆς πύλης ἔπαθε. καὶ “ Πνεύματος δὲ προσέθηκεν, ἵνα μάθωμεν, ὡς ὁ ἀνελθὼν εἰς τὸν σταυρὸν, Θεός τε ἦν ὁμοῦ καὶ ἄνθρωπος .
- 5.37
Οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ’ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι.
- 5.38
Τουτέστιν οὐκ ἄνθρωπος ἦν μόνον ὁ ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, ἀλλ’ ὁ Λόγος τοῦ Θεοῦ σεσαρκωμένος· ᾧ καὶ ἐμαρτύρησεν Πατὴρ, “ οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ σταυροῦ ὅτε ἐνόμισαν καὶ βροντὴν εἶναι,] ὅτε καὶ τὸ αἷμα αὐτοῦ ἔσταξεν ἐπὶ τὴν γῆν.
- 5.39
Καὶ τὸ Πνεῦμα ἐστὶ τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμα ἐστὶν ἡ ἀλήθεια. ὅτι τρεῖς εἰσὶν οἱ μαρτυροῦντες, τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς εἰς τὸ ἓν εἰσίν. εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν.
- 5.40
Ἡ φωνὴ τοῦ Πατρὸς ἡ ἐλθοῦσα ἐπ’ αὐτόν. “ Πνεῦμα γάρ φησιν ὁ Θεὸς, διὸ καὶ παρακατιὼν λέγει, ὡς τοῦ Θεοῦ ἡ μαρτυρία ἀληθής· ἐπὶ τοῦ μαρτυρήσαντος τῷ Υἱῷ δηλονότι.
- 5.41
Ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ἢν μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ, ψεύστην πεποίηκεν αὐτὸν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν, ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ.
- 5.42
Μετὰ τῆς μαρτυρίας ἐκείνης καὶ ἄλλην μαρτυρίαν ἡμῖν δέδωκε, ζωὴν αἰώνιον διδοὺς τοῖς πιστεύουσιν εἰς τὸν Υἱὸν αὐτοῦ.
- 5.43
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεὸς, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστίν. ὁ ἔχων τὸν Υἳὸν, ἔχει τὴν ζωήν ὁ μὴ ἔχων τὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει. ταῦτα ἔγραψα ὑμῖν, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε, ὅτι ζωὴν ἔχετε αἰώνιον, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ. καὶ αὕτη ἐστὶν ἡ παρρησία, ἣν ἔχομεν πρὸς αὐτὸν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν· καὶ ἐὰν οἴδαμεν, ὅτι ἀκούει ἡμῶν, ὃ ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήσαμεν παρ’ αὐτοῦ.
- 5.44
Τοῦτο συνᾴδει τῷ εἰρημένῳ ὑπὸ τοῦ Σωτῆρος. “ δοῦλος ὁ γνοὺς “ τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ ποιήσας ἄξια πληγῶν, δερή- “ σεται πολλάς.” τοῦτο παραπλήσιον καὶ ὁ Νόμος προστάσσει ἐπὶ δύο πορνευομένων, ὅτι ἡ μὲν τοῦ λαοῦ θάνατον ἔχει τὴν ζημίαν, ἐὰν δὲ ἱερέως θυγάτηρ τυγχάνῃ, οὐ ψιλὸν θάνατον, ἀλλὰ τὸν ἐπὶ πυρὶ ὑπομένει· καὶ ἡ αἰτία φανερά· ἡ μὲν γὰρ τοῦ λαοῦ, ἅπαξ τοῦ σαβάτου ἐρχομένη τοῦ νόμου κατήκουεν· ἡ δὲ ἀχώριστον εἶχε τὸν διδάσκαλον. διὸ καὶ χαλεπωτέραν τιμωρίαν ὑπομένει. εἰ δὲ δεῖ τ᾿ ἀληθὲς εἰπεῖν· πᾶν ἁμάρτημα ὡς πρὸς τὴν λογικὴν οὐσίαν παρόραμά ἐστι· τρόπον γάρ τινα παριδοῦσα, καὶ ἐπιλαθομένη ἑαυτῆς,ὑπενδοῦσα τὲ τοῦ πρὸς τὸ καλὸν τόνου,παρερρύη. ὅπως δὲ ἐὰν ἔχῃ εἰς κρίσιν ἄγεται ὑπὸ τοῦ Θεοῦ, κἂν ὡς ὁ Ἰωάννης εἶπε, τῶν ἁμαρτιῶν αἱ μὲν ὦσι πρὸς θάνατον, αἱ δὲ ὡς νόσοι ψυχῆς ὑπάρχουσιν, οἱ πείρᾳ τεχνικῇ μαθόντες πῶς ἐστὶν ἕκαστα κατορθοῦν τῶν σπουδαζομένων καλῶν, εὐέλπιδες γίνονται πρὸς τὸ καὶ ἄλλοτε ταῦτα ἀνύσαι. ἐπεὶ οὖν καὶ οἱ ἱεροὶ Ἀπόστολοι καὶ ὁ μακάριος Ἰωάννης οὗτος αὐτοῖς ἔργοις ἔγνωσαν, ὡς πολλάκις αἰτησάμενοι Θεὸν, τὸ αὐτοῖς φίλον καὶ θελητὸν ἐσχήκασι, θαρροῦσιν ὅτι ἑκάστοτε οὕτως αἰτούμενοι, τεύξονται τῶν ποθουμένων, ἐπινεύοντος τοῦ Θεοῦ· ἐκ τούτων δειχθήσεται τὰ ζητούμενα ὑπό τινων πῶς ἀληθὲς εἴη “ ὁ αἰτῶν λαμβάνει· τῆς καθόλου προτάσεως, οὐ πάντας ἁπαξαπλῶς τοὺς καὶ τὰ αὐτὰ αἰτουμένους, ἀλλὰ τοὺς κατὰ τὸ θέλημα τοῦ Θεοῦ, περιεχούσης, ἐγγίνεται ἡ τοιαύτη παρρησία τῷ ἀκατάγνωστον βίον ἔχοντι. σπάνιος δὲ ὁ τοιοῦτος. τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ; ὀλίγοι γὰρ οἱ οὕτως ἐν ἀρετῇ ὄντες ὡς εἰπεῖν, “ ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσατω μου Κύριος διὰ τοῦτο εἰσήκουσέ μου, ἐπειδὴ ἀδικίαν οὐκ ἐθεώρουν. ἀπεσιώπησε δὲ αὐτὸ, φόβῳ τοῦ μὴ περὶ αὐτοῦ νομισθῆναι, κατὰ τὸν εἰπόντα, “ οὐδὲν ἐμαυτῷ σύνοιδα. ἀλλ’ οὐκ ἐν τούτῳ “ δεδικαίωμαι.’’ λήψῃ εἰς τὰ προκείμενα, καὶ τὸ, “ ἐὰν ἡ καρδία “ ἡμῶν μὴ γινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν.’’
- 5.45
ΚΕΦ. Z.
- 5.46
Περὶ ἀντιλήψεως τοῦ ἁμαρτάνοντος ἀδελφοῦ διὰ προσευχῆς καὶ περὶ τοῦ μὴ ἁμαρτάνειν.
- 5.47
Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωὴν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω, ἵνα τις ἐρωτήση· πᾶσα ἀδικία ἁμαρτία ἐστὶ, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
- 5.48
Ἢ τῆς κακοπιστίας ἣ τῆς εἰς τὸ Πνεῦμα βλασφημίας, ὑπὲρ ἧς οὐκ ἔστιν αἰτῆσαι· ἐὰν γὰρ ἄνθρωπος, φησιν, εἰς ἄνθρωπον ἁμάρτῃ, καὶ δὴ προσεύχον p περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν, τίς προσεύξεται περὶ αὐτοῦ ;
← Previous · Next → — showing 101–200 of 212
First Thousand Years of Greek. CTS URN tlg4102.tlg043.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.