Catena In Epistulam Joannis I
- hyp.1
ΥΠΟΘΕΣΙΣ.
- hyp.2
Ἐπειδη αὐτὸς ὁ Ἰωάννης τὸ Εὐαγγέλιον γράψας αὐτὸς καὶ ταύτην ἐπιστέλλει· ὑπομιμνήσκων τοὺς ἤδη πιστεύσαντας εἰς τὸν Κύριον· καὶ πρῶτον μὲν ὥσπερ ἐν τῷ Εὐαγγελίῳ, οὕτως καὶ ἐν ταύτῃ τῇ Ἐπιστολῇ θεολογεῖ περὶ τοῦ Λόγου, ἀποδεικνὺς αὐτὸν ἀεὶ εἶναι ἐν τῷ Θεῷ, καὶ διδάσκων τὸν Πατέρα φῶς εἶναι, ἵνα καὶ οὕτως γνῶμεν τὸν Λόγον ὡς ἀπαύγασμα ἐξ αὐτοῦ εἶναι. θεολογῶν δὲ ἐξηγεῖται, μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, ἀλλ’ ἐξ ἀρχῆς μὲν καὶ ἀεὶ τυγχάνειν αὐτὸν, νῦν δὲ πεφανερῶσθαι ἐν τῷ Κυρίῳ· ὅς τις ἐστὶ ζωὴ αἰώνιος καὶ Θεὸς ἀληθινός. καὶ τὸ αἴτιον δὲ τῆς αὐτοῦ παρουσίας καὶ ἐπιφανείας αὐτοῦ τίθησι, λέγων εἶναι τοῦτο· ἐπὶ τῷ καταλῦσαι τὰ ἔργα τοῦ διαβόλου, καὶ ἡμᾶς ἐλευθερῶσαι ἀπὸ τοῦ θανάτου, καὶ γινώσκειν ἡμᾶς τὸν Πατέρα καὶ τὸν Υἱὸν αὐτοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Γράφει γοῦν πρὸς πᾶσαν ἡλικίαν, πρὸς παιδία, πρὸς νεανίσκους, πρὸς γέροντας· ὅτι ὁ μὲν Θεὸς ἐγνώσθη, ἡ δὲ διαβολικὴ ἐνέργεια λοιπὸν νενίκηται, καταργηθέντος τοῦ θανάτου· εἶτα λοιπὸν δι’ ὅλης τῆς Ἐπιστολῆς περὶ ἀγάπης διδάσκει, θέλων ἡμᾶς ἀλλήλους ἀγαπᾶν, καὶ ἀποδεικνὺς ὅτι δεῖ ἀλλήλους ἀγαπᾶν, ἐπειδὴ καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. ἐξηγεῖται οὖν περὶ διαφορᾶς φόβου καὶ ἀγάπης, καὶ τέκνων Θεοῦ καὶ τέκνων διαβόλου, καὶ περὶ ἁμαρτίας θανατικῆς καὶ μὴ θανατικῆς, καὶ διαφορᾶς πνευμάτων· καὶ λοιπὸν διαιρεῖ ποῖον μὲν πνεῦμα ἐκ τοῦ Θεοῦ ἐστὶ, ποῖον δὲ τῆς πλάνης· καὶ πότε μὲν γινωσκόμεθα τέκνα Θεοῦ, πότε δὲ διαβόλου· καὶ περὶ ποίας ἁμαρτίας ὀφείλομεν εὔχεσθαι ὑπὲρ τῶν ἁμαρτανόντων, καὶ περὶ ποίας οὐ δεῖ εὔχεσθαι· καὶ ὅτι ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὐκ ἔστιν ἄξιος τῆς κλήσεως, οὐδὲ δύναται λέγεσθαι τοῦ Χριστοῦ· καὶ τὴν ἑνότητα δὲ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δείκνυσι, καὶ ὅτι ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει· διακρίνει δὲ ἐν τῇ Ἐπιστολῇ ταύτῃ λέγων, καὶ τὸ ἴδιον τοῦ Ἀντιχρίστον εἶναι τὸ λέγειν μὴ εἶναι τὸν Ἰησοῦν Υἱὸν αὐτὸν τὸν Χριστὸν, ἵνα μὴ ᾖ δῆλον ὅτι, ὡς μὴ ὄντος ἐκείνου, ἑαυτὸν εἴπῃ εἶναι ὁ ψεύστης· παραινεῖ δὲ δι’ ὅλης τῆς Ἐπιστολῆς, μὴ ἀθυμεῖν τοὺς πιστεύοντας τῷ Κυρίῳ, εἰ μισοῦνται ἐν τῷ κόσμῳ, ἀλλὰ μᾶλλον χαίρειν, ὅτι τὸ μῖσος τοῦ κόσμου δείκνυσι τοὺς πιστεύσαντας μεταβεβηκέναι ἀπ’ αὐτοῦ τοῦ κόσμου, καὶ εἶναι λοιπὸν τῆς οὐρανίου πολιτείας. καὶ ἐν τῷ τέλει δὲ τῆς Ἐπιστολῦς πάλιν ὑπομιμνήσκει, λέγων ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς ζωὴ οὐράνιός ἐστὶ καὶ Θεὸς ἀληθινὸς, καὶ ἵνα τούτῳ δουλεύωμεν ὦμεν καὶ φυλάττωμεν ὦμεν αὐτοὺς ἀπὸ τῶν εἰδώλων.
- 1.1
Εὐαγγλικὴ θεολογία Χριστοῦ α.
- 1.2
Ὃ ἢν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν.
- 1.3
Σευήρου ἀπὸ λόγου νθ΄. Καὶ μὴν αὐτὸς εἶπε “ Θεὸν “ πώποτε τεθέαται· πῶς οὖν τὸν τῆς ζωῆς καὶ τὸν ζῶντα Λόγον ἑωρακέναι καὶ ἐψηλαφηκέναι διισχυρίζεται ; ἣ δῆλον ὅτι τῷ σεσαρκῶσθαι καὶ ἐνηνθρωπηκέναι θεατὸς καὶ ψηλαφητὸς γενέσθαι εὐδό- κησεν· οὐχ ὃ ἦν θεαθεὶς καὶ ψηλαφηθεὶς, ἀλλ’ ὃ γέγονεν· εἷς γὰρ ὑπάρχων καὶ ἀδιαίρετος, ὁ αὐτὸς ἦν καὶ θεατὸς καὶ ἀθέατος, καὶ ἀφῇ μὴ ὑποπίπτων καὶ ψηλαφώμενος ὁ αὐτὸς καὶ θεικῶς καὶ ἀνθρωπίνως φθεγγόμενος, καὶ θεοπρεπῶς ἐνεργῶν τὰ θαύματα, καὶ οἰκονομικῶς τὰ πάθη δεχόμενος.
- 1.4
Εκαστον τῶν γεννητῶν τι εἶναι λέγεται· οἷον, εἶναι εἶναι ἥλιος ἢ οὐρανὸς, μόνος δὲ ὁ Σωτῆρ’ καθάπαξ ὣν τυγχάνει· οὗ μετέχοντα τὰ πάντα εἰς ὕπαρξιν ἔρχεται· τούτου ἀκρόασιν πρότερον κατὰ τὴν εἰσαγωγικὴν διδασκαλίαν δεξάμενός τις, ἔρχεται εἰς τὸ ἰδεῖν αὐτὸν ἐπιστημονικῶς μετὰ πολλὴν γυμνασίαν· ἥτις ψηλάφησις περὶ τοῦ Λόγου τῆς ζωῆς εἴρηται, τῆς εἰπούσης ὅτι ἐγὼ εἰμι η ζωή.”
- 1.5
Λελέξεται καὶ οὕτως περὶ τοῦ ἐν ἀρχῇ ὄντος. ἀκηκόαμεν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ὡς ἐλεύσεται· τοῦτον ἐλθόντα ἐμ- φανῶς τοῖς ὀφθαλμοῖς ἡμῶν εἴδομεν· οὐχ ὡς ἔτυχε συγκαταθέμενοι τῷ ὀφθέντι σαρκί· μετὰ πολλὴν γὰρ ἡμῶν ψηλάφησιν ἱν ἐρευνῶντες τὰς περὶ αὐτοῦ μαρτυρούσας γραφὰς, ἐπιστεύσαμεν τῷ περὶ τῆς ζωῆς Λόγῳ.
- 1.6
Tοῦτο διὰ τὴν ἄκραν ἕνωσιν τὴν πρὸς τὴν σάρκα τοῦ Λόγου εἴρηται.
- 1.7
Ἢ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ τοῦτο λέγει, καθὸ διὰ τοῦ Θωμᾶ πᾶσιν ἐγνωρίσθη τοῖς Ἀποστόλοις· ταύτην ἀναστήσας τὴν σάρκα, ἣν προσήλωσαν τῷ σταυρῷ· ἣ ὅτι, ὃ ἠκούσαμεν διὰ τῶν προφητῶ ἠκούσαμεν δὲ ὡς ἐπιδημήσει ὁ τοῦ Θεοῦ Λόγος· τοῦτον καὶ τεθεάμεθα καὶ ἐψηλαφήσαμεν· γέγονε γὰρ σὰρξ παραπλησίως ἡμῖν μετασχὼν αἵματος καὶ σαρκὸς, ὡς πάλιν λέγει τὸ, ἐν ἀρχῇ ἢν ὁ Λόγος καὶ τὰ ἑξῆς.
- 1.8
Καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν· ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μέσ’ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ· καὶ ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρὰ ὑμῶν ἦ πεπληρωμένη.
- 1.9
Τὴν οὖσαν ἐν τῷ Πατρὶ ζωὴν φανερωθεῖσαν ἡμῖν ἑωράκαμέν φησι καταλλήλως ἰδεῖν αὐτὴν καὶ ἀκούσαντες περὶ αὐτῆς· ταύτῃ τῇ φανερωθείσῃ ζωῇ μαρτυροῦντας ἀπαγγέλλομεν καὶ ὑμῖν ἐκεῖνα τὰ οἷς ἕπεται καὶ ἰδεῖν αὐτὴν καὶ ὑμᾶς.
- 1.10
Τί ἀπήγγελου, ἣ ὅτι ζωὴ αἰώνιος ὢν ἐφανερώθη ἡμῖν, καὶ θεαταὶ αὐτοῦ γεγόναμεν ; ἐκ ταύτης δὲ τῆς ἐπαγγελίας τοῦτο κερδαίνετε· τὸ γενέσθαι ἡμῶν κοινωνοί· ὁ δὲ γενόμενος ἡμῶν κοινωνὸς, νωνὸς, καὶ μετὰ τοῦ Πατρὸς καὶ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ κοινωνίαν ἔχει, ἐπειδὰν δὲ ταύτην σχῆτε κοινωνίαν, χαρᾶς ἐσόμεθα μεστοὶ, ὅτι τῷ Θεῷ ἐκολλήθημεν.
- 1.11
Καὶ αὕτη ἐστὶν ἡ ἀγγελία, ἣν ἀκηκόαμεν ἀπ’ αὐτοῦ, καὶ ἀναγγέλλομεν ὑμῖν.
- 1.12
Αὕτη ποῖα ; ἢν εἶπεν, ὅτι ἐφανερώθη ἡ ζωὴ ἡμῶν ἡ αἰώνιος· ἀγαπήσας γὰρ ὁ Πατὴρ τὸν κόσμον, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε, καὶ τοῦτο ὑμῖν ἀπαγγέλλομεν, ὅτι ἐλθὼν εἰς τὸν κόσμον ὁ τοῦ Θεοῦ Λόγος, καὶ γενόμενος ἄνθρωπος, Θεός ἐστι καὶ φῶς ἐστί· τοῦτο γὰρ καὶ αὐτὸς ἔφασκε περὶ αὐτοῦ, “ ἐγὼ φῶς εἰς τὸν “ κόσμον τοῦτον ἐλήλυθα. καὶ πάλιν, “ ἐγὼ εἰμὶ τὸ φῶς τοῦ κόσμου.”
- 1.13
Ὅτι ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.
- 1.14
Ἐν τῷ Εὐαγγελίῳ ὅμοιόν φησι, “ καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ “ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε· πρὸς τοῦτο ὁ Χρυσόστομος οὕτω φησί· “ σκοτίαν, ἣ τὸν θάνατον, ἣ τὴν πλάνην “ φησί· ἐπεὶ γὰρ οὔτε ὁ θάνατος αὐτοῦ παραγέγονεν, οὔτε ἡ “ πλάνη, ἀλλ’ ἔστι φαιδρὸς πανταχοῦ, καὶ λάμπει μετὰ τῆς οἰ- “ κείας ἰσχύος, διὰ τοῦτό φησι, ‘ καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε·’ “ καὶ γάρ ἐστιν ἀκαταγώνιστον οὐκ ἐμφιλοχωροῦν ταῖς μὴ βου- “ λομέναις φωτισθῆναι ψυχαῖς· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, “ βουλήσει καὶ γνώμῃ.”
- 1.15
Σκοτίαν τὴν κακίαν φησί· τοῦτο δὲ λέγει διὰ τοὺς Ἰουδαίους τοὺς διαβάλλοντας αὐτὸν ὡς ἁμαρτωλόν· φησὶ γὰρ, “ σὺ περὶ “ αὐτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
- 1.16
Ἐρώτησισ. Ἐπειδὴ πάλιν λέγει ὁ ἅγιος Ἰωάννης, “ ὁ Θεὸς “ φῶς ἐστι· καὶ πάλιν μετ’ ὀλίγα — “ ἐὰν ἐν τῷ φωτὶ περιπα- “ τῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ,” πῶς καὶ φῶς ὁ αὐτὸς λέγεται καὶ ἐν τῷ φωτὶ εἶναι, ὡς ἄλλος ἐν ἄλλω ;
- 1.17
Ἀπόκρισισ. Ὁ κατ’ οὐσίαν ἀληθῶς φῶς ὑπάρχων Θεὸς, ἐν τοῖς ἐν αὐτῷ περιπατοῦσιν ἐστὶν ἀληθῶς φῶς γενόμενος· ὥσπερ οὐν τὸ κατὰ μέθεξιν φῶς, ὡς οἱ ἅγιοι πάντες διὰ φιλοθεΐαν ἐν τῷ κατ’ οὐσίαν γίνονται φωτὶ, οὕτως τὸ κατ’ οὐσίαν ἐν τῷ κατὰ μέθεξιν φωτὶ διὰ φιλανθρωπίαν γίνεται φῶς. ἐὰν οὖν ἐσμὲν κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ὡς ἐν τῷ φωτὶ τῷ Θεῷ, καὶ αὐτὸς ὁ Θεὸς ὡς φῶς ἐν φωτί ἐστιν ἐν ἡμῖν· ὁ γὰρ φύσει φῶς ὁ Θεὸς ἐν τῷ μιμήσει γίνεται φωτὶ, ὡς ἐν εἰκόνι ἀρχέτυπον· ἣ μᾶλλον φῶς ἐστὶν ὁ Θεὸς καὶ Πατὴρ, ἐν φωτὶ δηλαδὴ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι· οὐκ ἄλλο καὶ ἄλλο φῶς ὑπάρχον, ἀλλὰ κατ’ οὐσίαν ἓν, καὶ τὸ αὐτὸ κατὰ τὸν τῆς ὑπάρξεως τρόπον τρισσοφαές.
- 1.18
Ὑπ᾿ αὐτοῦ τοῦ Σωτῆρος ἀγγελίαν γεγονέναι γράφει τοῖς μαθηταῖς δηλοῦσαν, ὡς φῶς ὑπάρχων ὁ Θεὸς οὐδεμίαν σκοτίαν ἔχει ἐν αὐτῷ· ταύτην ἀγγελίαν καὶ ὑμῖν προσφέρομεν, (??)να τὴν αὐτὴν ἐν ὑμῖν περὶ Θεοῦ δόξαν ὡς ὄντος φωτὸς ἔχητε· φῶς δέ ἐστιν νοητὸν ὁ Θεὸς, ἀίδιον γὰρ οὐδὲν αἰσθητὸν ἀεὶ ὑπάρχον a. τούτῳ τῷ φωτὶ ἐναντίως νοητέον τὴν σκοτίαν ἄγνοιαν καὶ ἕξιν χειρίστην οὖσαν· ἐπεὶ οὖν οὐδέτερον τῶν εἰδῶν τῆς σκοτίας, οὔτε ἄγνοια οὔτε κακία, ἐν τῷ Θεῷ ἐστιν, εἰκότως εἴρηται μηδεμίαν σκοτίαν ἐν αὐτῷ εἶναι· εἰ δὲ εἴρηται που “ σκότος ἀποκρυφὴν αὐτοῦ σκότος ἐν τούτοις λέγεται τὴν ἐν ἀκαταληψίᾳ ἀσάφειαν, οὐ μὴν τοῦ Κυρίου σκότους ὄντος.
- 1.19
* Περὶ ὁμολογήσεως b καὶ προσοχῆς τοῦ c μὴ ἁμαρτάνειν.
- 1.20
Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα, καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
- 1.21
Ἐὰν ἁμαρτάνωμέν φησιν, οὐδεμίαν κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ· ἐὰν δὲ φωτὸς ἔργα διαπραξώμεθα, κοινωνοῦμεν ἀλλήλοις· τοῦτο σημαίνει ὃ ἀνωτέρω εἰπεν, ὅτι “ ἡ κοινωνία ἡμῶν μετὰ τοῦ “ Πνεύματος καὶ μετὰ τοῦ Υἱοῦ ἐστιν. ὅλος δὲ ὁ νοῦς τοῦ ῥητοῦ ἀνατροπὴ τῆς τῶν Ἰουδαίων βλασφημίας ἐστίν· εἰ γὰρ φωτὸς ἔργα πράττοντες κοινωνοὶ αὐτοῦ ἔσμεν, καὶ σκότους ἔργα ποιοῦντες ἀλλοτριούμεθα αὐτοῦ, πῶ; οὐκ ἀληθῶς αὐτός ἐστι τὸ φῶς, καὶ ἁμαρτίαν οὐδεμίαν ἐποίησεν, εἰ καὶ “ἐν τοῖς ἀνόμοις κατελογίσθη;”
- 1.22
Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια ἐν ἡμῖν οὐκ ἐστιν. ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ καθαρίση ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
- 1.23
Πάλιν καὶ τοῦτο πρὸς Ἰουδαίους ἀποτείνεται τολμήσαντας εἰπεῖν “ τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, ὡς μὴ οὔσης ἁμαρτίας σταυρῶσαι Χριστόν. ἐὰν οὖν τοῦτο λέγωμεν, φησὶ, “ ἑαυτοὺς πλανῶμεν.” διὸ οὐ ψευδόμεθα δόμεθα εἰπεν, ἀλλ’ “ ἑαυτοὺς “ πλανῶμεν·” καὶ ἡ πλάνη αὕτη ἐκτὸς τῆς ἀληθείας ποιεῖ, τουτέστι τοῦ Θεοῦ. εἰ δὲ τοὐναντίον γνῶμεν τὴν ἁμαρτίαν, καὶ ὁμολογῶμεν αὐτὴν, αὐτὸς ἡμῖν ἀφίησιν αὐτήν. οὐκ αὐτὴν δὲ μόνον ἀλλὰ καὶ τὰς ἄλλας πάσας. ἐπειδὰν γάρ τις μετανόησας βαπτισθῇ εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, πάσας αὐτῷ τὰς ἁμαρτίας ἀφίησιν, ἃς τε εἰς αὐτὸν, ἃς τε εἰς οὐράνους ἐποίησεν.
- 1.24
Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
- 1.25
Αὐτὸς γὰρ καὶ διὰ τοῦ προφήτου μὲν ἔλεγεν, “ ἀνταπεδίδοσάν “ με πονηρὰ ἀντὶ ἀγαθῶν. καὶ παρὰ τὸν καιρὸν δὲ τοῦ πάθους. “ εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, “ τί με δέρεις ;” εἰ ἐλέγομεν τοίνυν ὅτι οὐχ ἡμαρτήκαμεν, τὸν λόγον αὐτοῦ ἀρνούμεθα, ὅς ἐστι πνεῦμα καὶ ζωὴ, “ τὰ ῥήματα γὰρ, ἃ ἐγὼ λαλῶ, φησὶ, πνεῦμα ἐστὶ, καὶ ζωή ἐστι.”
- 1.26
Τεκνία μου, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε, καὶ ἐάν τις ἁμάρτη, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
- 1.27
Οἰδε γὰρ τοὺς φωτισθέντας οὐκ εἰς ἀπαθῆ φύσιν μεταχωρήσαντας, ἀλλ’ ἐκ φυλακῆς πρὸς ἁμαρτίαν μὴ ὑποφερομένους.
- 1.28
Διὰ τοῦτο ταῦτα ὑμῖν ἐπιστέλλω, ἵνα μὴ λέγητε μὴ ἁμαρτεῖν, ἁμαρτάνοντες δὲ ἅπαξ μὴ ἐμμείνητε· ἱλάσεται ὑμῶν τὰς ἁμαρτίας Ἰησοῦς ὁ ὣν μετὰ τοῦ Πατρός.
- 1.29
* Ὅτι τήρησις ἐντολῶν Θεοῦ τὴν γνῶσιν βεβαιοῖ.
- 1.30
Καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι ἐγνώκαμεν αὐτὸν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. ὁ λέγων, ἔγνωκα αὐτὸν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστὶ, καὶ ἐν τούτω ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ’ ἃν τηρῇ τὸν λόγον αὐτοῦ, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ ἐσμέν. ὁ λέγων ἐν αὐτῷ μένειν, ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτω περιπατεῖν.
- 1.31
Δείκνυται καὶ ἐκ τούτου, ὡς αὕτη γνῶσις ἐστὶ, τῷ ἔργω δεῖξαι τὸ εἰς αὐτὸν πιστὸν, τῶν λόγων τῶν ἐντολῶν αὐτοῦ ἀκούοντας.
- 1.32
Τὸ γινώσκειν ἐν τῇ γραφῇ μάλιστα οὐκ ἀεὶ τὸ ἐπίστασθαι δηλοῖ, ἀλλὰ καὶ τὸ πεῖράν τινος ἐσχηκέναι, καὶ ἡνῶσθαι αὐτῷ, ὡς ἐν τῷ “ τὸν μὴ γνόντα ἁμαρτίαν” καὶ τὸ “ μὴ ἐπίστασθαι, τί ἐστι ” ἁμαρτία; ἀλλὰ τὸ μὴ ἐνεργηκέναι αὐτήν·” λέγει δὲ τοῖς ἐργάταις τῆς ἀνομίας ὁ Κύριος, οὐδέποτε ὑμᾶς ἔγνω, ἐκφαίνων ὅτι οὐδέποτε μετέσχον αὐτοῦ οἷς ἐλέγετο τοῦτο. ὁ λέγων οὖν ἐγνωκέναι τὸν Θεὸν, τὸ ἀνακεκράσθαι αὐτῶ καὶ μετέχειν αὐτοῦ ἑπόμενον ἀναγκαίως ἔχει τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς· διὸ καὶ ἀντιστρέφει ἑκάτερα τὰ σημαινόμενα τοῦ γινώσκειν φανεροῦται ἐκ τοῦ προκειμένου. φησὶ γὰρ ἐν τούτῳ, “γινώσκομεν,” τουτέστιν ἐπιστάμεθα “ ὅτι ἐγνώκαμεν αὐτὸν,” ἑνωθέντες αὐτῷ καὶ τηροῦντες αὐτοῦ τὰς ἐντολάς. ὁ γὰρ μὴ τηρῶν αὐτὰς, φανερός ἐστιν ἔξω τῆς γνώσεως τοῦ Θεοῦ τυγχάνων. ὥσπερ οὖν οὐ γνοὺς ἁμαρτίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς, οὐδὲ τοὺς ἐργάτας τῆς ἀνομίας, οὐ στερεῖται πληρότητος, σοφία καὶ ἀλήθεια Θεοῦ ὑπάρχων, οὕτως οὐ γνοὺς τὴν τῆς κρίσεως ἡμέραν ἐλαττοῦται, ἐπεὶ μηδὲ, ὅταν περὶ Θεοῦ λέγῃ ὡς λήθην καὶ μεταμέλειαν καὶ ὀργὴν ἔχοντος, ἐλαττοῦται ἡ θεότης· ᾧτ’ γὰρ λόγῳ ἐκεῖνα σαφηνίζεται, τούτῳ καὶ περὶ τοῦ ἀγνοεῖν τὴν ἡμέραν λυθείη. ὡς γὰρ μόνον σοφοῦ Θεοῦ καὶ γνῶσιν ἔχοντος πάντων ἣ κατὰ πάθος λήψῃ, ἣ μεταμέλεια ἤτι τῶν τοιούτων, οὐχ ὑπάρχει οἰκονομικῶς λεγόμενα περὶ αὐτοῦ, οὕτως τῆς σοφίας καὶ ἀληθείας τοῦ Θεοῦ οὐκ ἐπιδεχομένης ἄγνοιαν διατί c χρήσιμον εἴρηται, ὅτι τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ.
- 2.1
Περὶ ἀγάπης τῆς ἄνευ ἀσεβείας.
- 2.2
Ἀγαπητοὶ, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιὰν, ἢν εἴχετε ἀπ’ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιὰ ἔστιν ὁ λόγος, ὃν ἠκούσατε ἀπ’ ἀρχῆς.
- 2.3
Ἴσως τις ἐρεῖ, πῶς οἷόν τε νοεῖν ἐστὶ τὴν γραφομένην ἐντολὴν ἀπ’ ἀρχῆς εἰναι, καὶ ἤκουσται τούτοις οἷς Ἐπιστολὴ γράφεται ; οὐ γὰρ Ἰουδαῖοι ἦσαν, ὡς παρίστησι τῆς Ἐπιστολῆς τὸ τέλος· “ τεκνία γάρ,” φησι, “ φυλάξασθε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων.” μήποτ’ οὖν ἐντολὴ d παλαιὰ καὶ ἀπ’ ἀρχῆς ὑπάρχουσα καὶ ἀκουσθεῖσα πᾶσιν ἀνθρώποις ἐστιν ἡ κατὰ τὰς φυσικὰς ἐννοίας φυλακὴ διάθεσις· πάντες γὰρ φύσει ἥμερα καὶ κοινωνικὰ e ζῷα ὄντες ἀγαπῶσι τοὺς πλησίον· ὅθεν ὁ Σωτῆρ’ τὴν φυσικὴν ταύτην διάθεσιν ἀνακινῶν λέγει· “ πάντα οὖν ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ “ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς·’ ἀληθῶς δὲ τελείαν ἀγάπην λέγει, ἀφ’ ἧς οὐδὲν τῶν κακῶν ἣ ἀπατηλῶν χωρίσαι δύναται τὸν περιεχόμενον αὐτῆς.
- 2.4
Κυρίλλορ. Περὶ ἀγάπης ὑμῖν διαλεγόμενος· τοῦτο γάρ ἐστι τὸ καθὼς ἐκεῖνος περιεπάτησεν ἐν ἀγάπῃ· ὡς γὰρ αὐτὸς ὁ Κύριος ἔλεγε, μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἐνδείξασθαι, ἣ ινα “ τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ. ταύτην οὖν τὴν περὶ ἀγάπης ἐντολὴν οὐ καινὴν γράφω ὑμῖν· πάλαι γὰρ αὐτὴν διὰ τῶν προφητῶν ἐπηγγείλατο. “ οὐ γὰρ πρέσβυς,” φησιν, “ οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾶν “ αὐτοὺς καὶ κήδεσθαι αὐτῶν.
- 2.5
Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν· ὅτι ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
- 2.6
Ποῖα ἡ καινὴ ἐντολὴ τὸ φῶς εἰς τὸν κόσμον ἐληλυθέναι τὸν Κύριον ἡμῶν Ἰησοῦν, δι’ οὗ, καὶ τοῦ διαβόλου παρῆλθεν ἡ δυναστεια, ὃς ἐστι σκότος νοητὸν.
- 2.7
Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ ματῶν, ψεύστης ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστί.
- 2.8
Ὅστις λέγει, φησιν, ἑαυτὸν εἶναι Χριστοῦ, καὶ μισεῖ τὸν ἀδελφὸν αὐτοῦ, πῶς ὁ αὐτοῦ εἶναι λέγων μισεῖ τὸν ἀδελφὸν, ὑπὲρ οὗ ὁ Χριστὸς ἀπέθανεν ; ἣ οὕτως· ὁ λέγων ἑαυτὸν τοῦ Θεοῦ, καὶ μισῶν τὸν Χριστὸν, ὃς γέγονεν ἡμῶν ἀδελφὸς, γενόμενος ἄνθρωπος κατὰ τὸ εἰρημένον “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. οὐκ ἔστι τοῦ Θεοῦ, ἀλλὰ τοῦ διαβόλου· εἰ γὰρ ἦν τοῦ Θεοῦ, ἐφίλει τὸν ἀπεσταλμένον καὶ χρηματίσαντα αὐτοῦ ἀδελφὸν κάτα χάριν.
- 2.9
Καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.
- 2.10
Ἀγνοοῦσι γὰρ οἱ μισοῦντες τὸν Χριστὸν, τοῦ πυρὸς τοῦ αἰωνίου κληρονόμοι γενόμενοι. τοῦτο δὲ αὐτοὺς πάσχειν ὁ διάβολος ποιεῖ, τοὺς ἔσω αὐτῶν σκοτίσας ὀφθαλμούς .
- 2.11
* Παραίνεσις περὶ χάριτος ἑκάστου καθ’ ἡλικίαν, καὶ περὶ ἀποτροπῆς τῆς πρὸς τὸν κόσμον ἀγάπης.
- 2.12
Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ. γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε ’τον πόνηρον.
- 2.13
Νόει μοι ἡλικίας ἐνταῦθα κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ νεανίσκων καὶ παιδίων καὶ πρεσβυτέρων. οὐ γὰρ ὁ Εὐαγγελιστὴς ἔλεγε, γράφω ὑμῖν παιδία τοῖς τετραέτεσιν ἣ πενταέτεσι τῶν συναγομένων· οὐ γὰρ δύναται συνιέναι τῶν λεγομένων· καὶ “ γράφω “ νεανίσκιο,” καὶ γράφω “ πατέρες,” ἀλλὰ κατὰ τὸν ἔσω ἄνθρωπον ἔστι τις παιδίον· γάλα ὑμᾶς ἐπότισε οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. καὶ ἐκεῖνα παιδία εἰσὶ περὶ ὧν λέγει. “ οὐκ ἠδυνήθην Q “ ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς. ὡς νηπίους “ ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα.” ὁρᾷς κἂν πολιὰς ἔχῃ τὸ σῶμα, ἡ δὲ ψυχὴ τὰ τοῦ νηπίου φρονεῖ μήπω καταργοῦσα· τὰ τοῦ νηπίου νηπία ἐστὶν, οὕτως καὶ τῇ ἡλικίᾳ προκόψας νεανίσκος, καὶ ἄλλος ἀνὴρ καὶ ἤδη πρεσβύτης καὶ τέλειος. περὶ τούτου τοῦ πρεσβυτέρου ἐντολὴν λαμβάνει Μωυσῆς. “ ἔκλεξαι σὺ ἀπὸ “ παντὸς τοῦ λαοῦ ἄνδρας θεοσεβεῖς πρεσβυτέρους, οὓς καὶ αὐτὸς “ σὺ οἶδας, ὅτι πρεσβύτεροι εἰσιν. ” ἐπιστήμης χρεία καὶ νοητῶν ὀφθαλμῶν καθαρῶν, ἵνα ἴδῃ καὶ τὴν πολιὰν τὴν ἔνδον· πολιὰ γάρ ἐστι φρόνησις ἀνθρώποις, καὶ δόξα πρεσβυτέρων πολιά.
- 2.14
Δεῖ πρῶτον παιδίον γενέσθαι καὶ νηπιάσαι τῇ κακίᾳ· καὶ ταύτῃ τὸν τῶν πρεσβυτέρων ἁμαρτιῶν ἀποθέσθαι βάρος· ἵνα ἀκούσῃς, “ γράφω ὑμῖν παιδία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ “ τὸ ὄνομα αὐτοῦ.” εἶτα τὴν τῶν παίδων τάξιν ὑπεξελθόντα, νεανιεύεσθαι κατὰ τῶν παθῶν, καὶ ἀκοῦσαι πάλιν, “γράφω ὑμῖν νεανίσκοι, “ ὅτι ἰσχυροί ἐστε.” προελθόντα δὲ καὶ γνώσεως ἀξιωθέντα θείας, πρὸς τὸν τῶν πατέρων ἀναβῆναι βαθμὸν, καὶ ἀκοῦσαι “ γράφω “ ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς.’ αὕτη ἡ τάξις ἀρίστη καὶ ἀληθεστάτη πρὸς τὴν τοῦ πατρὸς φέρουσα προσ- ηγοριαν.
- 2.15
Σευήρου. Ὁ Θεόλογος Ἰωάννης ἐπιστέλλων, τισὶ μὲν ἔλεγε γράφω ὑμῖν παιδία, τισὶ, “ γράφω ὑμῖν πατέρες καὶ ἄλλοις, “ γράφω ὑμῖν νεανίσκοι πρὸς τὸ μέτρον τῆς πνευματικῆς ἡλικίας ἁρμοδίως ἑκάστῃ τάξει διαλεγόμενος. καὶ παιδία μὲν καλῶν τοὺς εἰσαγωγικῶν μαθημάτων δεομένους καὶ γάλακτος· πατέρας δὲ τοὺς μέσως ἔχοντας τῆς θείας παιδεύσεως· νεανίσκους δὲ τοὺς κατὰ τῶν παθῶν τῆς ἀτιμίας στρατευομένους, καὶ κατὰ τοῦ διαβόλου τρόπαια φέροντας e. μετὰ γὰρ τοὺς πατέρας τοὺς νέα. νίσκους ὠνόμασεν· οὐ γὰρ κατὰ τὴν σωματικὴν ἡλικίαν καὶ ἡ πνευματικὴ πάντως ἀκολουθεῖ.
- 2.16
Εἴτις ὡμολόγησας τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ τέκνον αὐτοῦ γένηται, κατὰ τὸ λεχθὲν παρ’ αὐτοῦ, “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, “ ἅ μοι ἔδωκεν ὁ Θεὸς,” οὗτος γινώσκει τὸν Πατέρα κατὰ τὴν κυριακὴν φωνὴν τὴν λέγουσαν· “ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. ἐγὼ εἰμὶ ἡ ὁδὸς, καὶ ἐγὼ εἰμὶ ἡ θύρα.
- 2.17
Ἐγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν Πατέρα. ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος τοῦ Θεοῦ μένει ἐν ὑμῖν, καὶ νενικήκατε τὸν πονηρόν.
- 2.18
Κυρίλλου ἐκ τοῦ ἐν πνεύματι λατρεύσεισ. Νεανίαι μὲν εἰς ἀνδρείας τύπον, φρονήσεως δὲ πρεσβύται, νηπιότητος δὲ τῆς ἐν Χριστῷ νοουμένης υἱοὶ καὶ θυγατέρες.
- 2.19
Ὠριγένουσ ἐκ τοῦ ἄισματοσ τῶ ἀισμάτων τόμοσ α΄ . Ομώνυμά τινα τοῖς συμβαίνουσι κατὰ τὸν ἔξω ἄνθρωπον ἐστὶ, καὶ παρὰ τὸν ἔσω, καὶ ἀναλογίαν προσάλληλα ἔχοντα· οἷον κατὰ τὰς ἡλικίας, ἐστὶ παιδίον κατὰ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐπιδεχόμενον αὔξησιν ἐπὶ τὸν νεανίσκον φθάνει, ἕως οὗ χρηματίσας ἀνὴρ, γένηται πατήρ· χρῶμαι δὲ τούτοις τοῖς ὀνόμασι διὰ τὴν γραφὴν τὴν παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Καθολικῇ Ἐπιστολῇ· τὰ τρία τάξας ὀνόματα ταῦτα· ὁμωνύμως δὲ καὶ ἀναλόγως τοῖς κατὰ τὸν ἔξω ἄνθρωπον τούτοις τρισί· καὶ εἴποιμι ἃν, ὅτι ἐστί τις παιδίον κατὰ τὸν ἔσω ἄνθρωπον ὅμοιον, ὁποῖός ποτ’ ἃν εἴη, ὅμοιος τοῦ τοιούτου ὁ ἔξω· οὕτω καὶ νεανίσκος κατὰ τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον. ἀκόλουθον δὲ τούτοις ἐστι λέγειν, ὅτι τις καὶ ἔσω ἀνὴρ καὶ πατήρ. λέγει δὲ οὕτως ὁ Ἰωάννης· “ ἔγραψα ὑμῖν παιδία, ὅτι “ ἐγνώκατε τὸν Πατέρα· ἔγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν “ ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν νεανίσκοι, ὅτι ἰσχυροὶ ἐστε, καὶ ὁ λόγος “ τοῦ Θεοῦ μένει ἐν ὑμῖν, καὶ νενικήκατε τὸν πονηρόν. σαφὲς δ᾿ οἶμαι καὶ τῷ τυχόντι τυγχάνει, ὅτι τοῖς τὴν ψυχὴν παιδίοις καὶ νεανίσκοις καὶ πατράσι ταῦτα λέγει γράφειν. καὶ Παῦλος δέ που φησὶ, “ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς “ σαρκικοῖς· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ “ βρῶμα. ὁ δὲ ἐν Χριστῷ νήπιος τὴν ψυχὴν τοιόσδε τις ὣν, οὕτως ὀνομάζεται, καθὼς καὶ ἀλλαχοῦ ὁ αὐτὸς Παῦλος φησὶν, “ ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς “ νήπιος ἐλογιζόμην. ” εἶτ᾿ ἐπεὶ μὴ ἔμεινεν ἐν τῷ νηπίῳ, φησὶν, “ ὅτε δὲ ἐγενόμην ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου.” οὕτως ἀκούω καὶ τοῦ, “ μέχρι καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον “ ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.” οἶδε γὰρ καταντήσοντας πάντας τοὺς πιστεύοντας εἰς ἄνδρα τέλειον, καὶ μέτρα νοητῆς ἡλικίας. ὥσπερ δὲ παρὰ τὸν ἔσω ἄνθρωπον καὶ τὸν ἔξω ἄνθρωπον ταῦτα συμβέβηκεν ὁμώνυμα, καὶ ἀναλογίαν ἔχοντα πρὸς ἄλληλα, οὕτως εὕροις ἂν καὶ τὰ ὀνόματα τῶν μελῶν τοῦ σώματος μεταφερόμενα ἐπὶ τὴν ψυχήν.
- 2.20
Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἐστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ.
- 2.21
Ὅπως μὴ νομίσῃ τις τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς τῶν ἐν αὐτοῖς παρίστασθαι, ἐνταῦθα ἐκ τῆς τοῦ κόσμου φωνῆς, ἡρμήνευσε τίνα τὰ ἐν αὐτῷ τυγχάνει· ἵνα ἑπομένως καὶ αὐτοὶ ἐκλάβωμεν. ἔστι τοίνυν καὶ τὰ ἐν αὐτῷ ἐμπαθὴς καὶ ὑλικὴ διάθεσις, σημαινομένη δι’ ἐπιθυμίας σαρκὸς τῆς στρατευομένης κατὰ τῆς ψυχῆς, καὶ ὀφθαλμῶν ὄρεξις· δυνατὸν δὲ ἐκ τῶν προκειμένων ἐκδέξασθαι καὶ περὶ τοῦ ὁρατοῦ κόσμου, οὐκέτι ἀγαπωμένου ὑπὸ τῶν ὑπεραναβάντων, τῷ σκοπεῖν οὐκέτι τὰ πρόσκαιρα ἀλλὰ τὰ αἰώνια· καὶ ἐπεὶ οἱ ἐν αὐτῷ τῷ φιλοζωεῖν προτιθέμενοι διατρίβειν παθητικῶς μεταχειρίζονται τὰ αἰσθητὰ, εἰκότως ἀλαζονεία βίου καὶ σαρκὸς καὶ ὀφθαλμῶν ἐπιθυμία εἴρηται ἐν αὐτῷ· ὧν πάντων ὁ ὑπερφρονῶν ὑπερκόσμιος ἔσται, ποιῶν τὰ θελήματα τοῦ Θεοῦ, τῷ μένειν ἀεὶ καὶ ἀγαπᾶν τὸν Θεόν.
- 2.22
Κυρίλλου. Καὶ τι τὰ ἐν τῷ κόσμῳ ἢ ματαιότης, ἣν ἐπ’ οὐδενὶ τῶν χρησίμων τηροῦσί τινες ; ἤγουν ἐμμόνως ὁρῶνται πράττοντες· ὁ περιττὸς καὶ ἀνόνητος τοῦ παρόντος βίου περισπασμός· ἡ τῶν κοσμικῶν ἐπιθυμιῶν χυδαιότης· ἐξίστησιν ἡμᾶς ὁ Χριστοῦ μαθητὴς οὕτω λέγων “ μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ, καὶ τὰ ἑξῆς.
- 2.23
Σευήρου. τούτου χάριν καὶ πρὸς τοὺς μαθητὰς ἐν Εὐαγγελίοις ὁ Κύριος ἔλεγεν. “ ὅτι ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου “ τούτου. δηλαδὴ τῆς κοσμικῆς ἡδυπαθείας καὶ διαχύσεως, ἧς ἄρχων ἐστὶν ὁ διάβολος· τῆς γὰρ ἀνθρωπείας φύσεως ὥσπερ καὶ τῆς ἄλλης πάσης κτίσεως καὶ ποιητὴς ὑπάρχει καὶ βασιλεὺς ὁ τοῦ Θεοῦ Λόγου f Χριστὸς, σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
- 2.24
Τοῖς ἐγνωκόσι Χριστὸν καὶ τῆς εὐαγγελικῆς μετειληφόσι παιδείας ἀναγκαία τῶν καλῶν ἔργων ἡ ἐπιτήδευσις· ταῦτα δὲ πράξομεν, εἰ τὸν κόσμον τοῦτον μισήσομεν.
- 2.25
Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστί.
- 2.26
Οὐδὲν γὰρ τῶν ματαίων καὶ φθορᾶς μεστῶν διαιωνίζει, ἀλλὰ πρόσκαιρά ἐστι καὶ σαθρὰ, καὶ πάσης ἀράχνης ἀσθενέστερα.
- 2.27
Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
- 2.28
Ὡς αὐτὸς εἶπεν ὁ Χριστὸς Ἰουδαίοις διαλεγόμενος· “ τοῦτο “ δέ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα πιστεύητε εἰς ὃν ἐκεὶνος “ ἀπέστειλεν.’ καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶν τὴν αἰώνιον κλη- ρονομήσει ζωήν.
- 3.1
Περὶ ψευδαδελφων ἀρνησιθέων, καὶ ὅτι ἡ εἰς Χριστὸν εὐσέβεια Πατρὸς ὁμολογία· ἡ γὰρ τοῦ Πατρὸς ὁμολογία τοῦ Υἱοῦ ἐστι θεολογία.
- 3.2
Παιδία, ἐσχάτη ὥρα ἐστί· καὶ καθὼς ἠκούσατε, ὅτι ὁ Ἀντίχριστος ἔρχεται, καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
- 3.3
Προτρεψάμενος εἰς ἔργα λαμπρὰ ἀπὸ τοῦ θελήματος τοῦ Θεοῦ, προτρέπεται καὶ ἐκ τοῦ καιροῦ, ὅτι ἐπὶ θύραις ἤδη τούτου τοῦ κόσμου τὸ τέλος, καὶ τεκμήριον τὸ τὴν πονηρίαν πλεονάσαι. ἥξει μὲν γάρ, φησιν, ἐπὶ τέλει τοῦ κόσμου ὁ Ἀντίχριστος· ἀλλ’ ἰδοὺ ἤδη πεφανέρωται ἐν τῷ κόσμῳ· προώδευσαν γὰρ αὐτοῦ αἱ αἱρέσεις, αἵτινές εἰσιν αὐτοῦ φίλαι καὶ ἀδελφαί· ὁμοίως γὰρ ἑκάτεραι βλασφημοῦσιν εἰς τὸν Χριστὸν, οἵτε αἱρετικοὶ καὶ ὁ υἱὸς τῆς ἀπωλείας.
- 3.4
Σευήρου. Καὶ Ἰωάννης δὲ ὁ Εὐαγγελιστὴς καὶ ὁ Ἀπόστολος φήσας, “ παιδία, ἐσχάτη ὥρα ἐστὶν, οὐκ ἐψεύσατο, καὶ γὰρ ὥρας ἔθος καλεῖν, οὐ τὰς τῶν ἡμερῶν μόνον, ἀλλὰ καὶ τὰς ὅλας τοῦ ἔτους· διαιρεῖται γὰρ πᾶς ὁ ἐνιαυσιαῖος κύκλος εἰς ἐαρινὴν καὶ θερινὴν καὶ μετοπωρινὴν καὶ χειμερινὴν ὥραν· χειμὼν δὲ ὡς ἀληθῶς ἦν ὁ τῆς ἀθείας, ὁ κατακρατήσας παντὸς κόσμου, καθ’ ὃν ἀκαρπία πᾶσα πνευματικὴ, καὶ τῆς τοῦ Θείου Πνεύματος πυρώσεως ψύξις, καὶ ἐρημία παντελὴς τῶν ἐξ οὐρανοῦ δωρεῶν κἀς ὅλης τῆς γῆς, ὅτε Χριστὸς ἡμῖν διὰ τῆς ἐνσάρκου παρουσίας, ὁ ἥλιος τῆς δικαιοσύνης ἀνέτειλε. καὶ ἄλλως δὲ πεντακισχιλίων ἐνιαυτῶν παραδραμόντων, ἐξ οὗ γέγονεν ὁ κόσμος, ὡς τὰ Μώσεως ἡμῖν παραδέδωκε γράμματα, καὶ ἀπὸ τῆς Χριστοῦ παρουσίας οὔπω πεπληρωμένων ἑξακοσίων ἤγουν ἑπτακοσίων ἣ χιλίων ἐτῶν, δῶμεν γὰρ οὕτω, πῶς οὐκ ἔξω λόγου φανήσεται τῶν ἑξακοσίων ἐτῶν ἣ χιλίων, εἰ τύχοι, τὰς ἡμέρας, πρὸς τὰς τῶν πεντακισχιλίων παρεξεταζομένας, ἐσχάτας καλεῖν; ταύταις δὲ ταῖς ἐννοίαις συνωδᾶ f καὶ τὸν ἁγιώτατον τῆς Κωνσταντίνου πόλεως Ἐπίσκοπον Ἰωάννην, ἐν τῷ λδ΄ λόγῳ τοῦ εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ὑπομνήματος, εὑρίσκομεν g εἰρηκότα ταυτί· “ πόθεν γὰρ οἶδας, ἄνθρωπε, ὅτι οὐκ “ ἐγγὺς τὸ τέλος, καὶ μετὰ βραχὺν χρόνον ἀπαντήσεται τὰ εἰρη- “ μένα ; ὥσπερ γὰρ τοῦ ἐνιαυτοῦ τὸ τέλος οὐ τὴν ἐσχάτην ἡμέραν “ λέγομεν εἶναι, ἀλλὰ καὶ τὸν ἔσχατον μῆνα, καίτοιγε λ΄ ἡμέρας “ ἔχοντα· οὕτω καὶ τῶν τοσούτων ἐτῶν, κἂν τριακόσια ἔτη τέλος “εἴπω, οὐχ ἁμαρτήσομαι.”
- 3.5
Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν· ἀλλ’ ἵνα φανερωθῶσιν, ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν.
- 3.6
Τοῦτό φησιν, ἐπειδὴ γεγονότες μαθηταὶ, ἀπέστησαν μὲν τῆς ἀληθείας, ἰδίας δὲ ἐπινοίας βλασφημιῶν ἐξεῦρον· ἀλλ’ εἰ καὶ μεθ’ ἡμῶν ἦσαν πάλαι, φησι, οὐκ ἦσαν ἐξ ἡμῶν· ἐπεὶ εἰ ἦσαν ἡμέτεροι, μετὰ τῶν ἰδίων ἔμειναν ἃν, νῦν δὲ εἰσὶν ἀλλότριοι.
- 3.7
Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου, καὶ οἴδατε πάντα. οὐκ ἔγραψα ὑμῖν, ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ’ ὅτι οἴδατε αὐτήν.
- 3.8
Ὅπερ ἕκαστος ἔλαβε διὰ τοῦ ἰδίου βάπτ’ ἴσ’ μάτος.
- 3.9
Σευήρου ἐκ τῆε πρὸσ Ἡρακλιανὸν h Ἐπιστολῆσ. Χριστοί εἰσιν, οὐχ οἱ προφῆται μόνον, καὶ ἅγιοι κατ’ ἐκείνους καὶ πρὸ ἐκείνων ἄνδρες, ἀλλ’ ἐξαιρέτως καὶ πάντες οἱ εἰς τὸν μέγαν καὶ μόνον καὶ ἀληθῆ Χριστὸν καὶ Σωτῆρα Θεὸν πιστεύσαντες ὕστερον, καὶ νῦν ἔτι πιστεύοντες· καὶ ἐν τῷ θείῳ τῆς παλιγγενεσίας λουτρῷ καὶ βαπτίσματι συμβολικῶς τῷ μύρῳ χριόμενοι, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματες υἱοθεσίαν λαμβάνοντες, καὶ τὰς πλουσίας παρ’ αὐτοῦ δωρεὰς, δι’ ὧν γινόμεθα κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ.
- 3.10
Καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι. τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός ; οὗτός ἐστιν ὁ Ἀντίχριστος.
- 3.11
Τοιαύτη γὰρ ἡ αἵρεσις ἦν ἡ ἀπὸ Σίμωνος, ἡ λέγουσα ἄλλον εἶναι τὸν Ἰησοῦν, καὶ ἄλλον τὸν Χριστόν. τὸν μὲν Ἰησοῦν βούλονται εἶναι ἐκ Μάριας ἄνθρωπον, τὸν δὲ Χριστὸν τὸν ἐπὶ τοῦ Ἰορδάνου καταβάντα ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς. ἀναθεματίζει οὖν τοὺς οὕτω φρονοῦντας, καὶ τὸ τοῦ διαβόλου περιτίθησιν ὄνομα τε καὶ πρᾶγμα.
- 3.12
Ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν.
- 3.13
Ἄλλοι πάλιν τινὲς ἐξεληλύθεισαν αἱρεσιῶται λέγοντες, ἄλλον Πατέρα εἶναι, καὶ ἀκατονόμαστον παρὰ τοῦτον, τὸν λεγόμενον Πατέρα τοῦ Χριστοῦ. αὐτοὶ οὖν οὗτοι καὶ τὸν Ἰησοῦν ἀρνοῦνται, διὰ τοῦ ἄνθρωπον ψιλὸν λέγειν, καὶ μὴ κατὰ φύσιν Θεὸν ὡς ἐκ ἕου ὄντα.
- 3.14
Πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει.
- 3.15
Καὶ ἕτεροι τινες πάλιν ἀρνούμενοι τὸν Υἱὸν προσποιοῦνται εἰδέναι τὸν Πατέρα τοῦτο δὲ ἴστωσαν ὅτι οὐδὲ τὸν Πατέρα ἐπίστανται· εἰ γὰρ ᾔδεσαν τὸν Πατέρα, ᾔδεσαν ὅτι καὶ Υἱοῦ Πατήρ ἐστι τοῦ μονογενοῦς· τοῦτο δὲ ἁρμόσει μὲν καὶ Ἰουδαίοις, καθὸ λέγοντες εἰδέναι τὸν Πατέρα, οὐχ ὁμολογοῦσι τὸν Υἱόν· ἁρμόσει δὲ καὶ τοῖς ἐκ Σίμωνος· καὶ αὐτοὶ γὰρ τῆς αὐτῆς ἀσεβείας μετέχουσιν.
- 3.16
Ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει. ὑμεῖς οὖν ὃ ἠκούσατε ἀπ’ ἀρχῆς ἐν ὑμῖν μενέτω. ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε. καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία, ἢν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
- 3.17
Ἀπαγορεύσας τὴν ἀσέβειαν, καὶ τῆς εὐσεβείας διδάσκει τὸ δόγμα, καὶ τοῖς ἀκούουσιν ἀντέχεσθαι παραινεῖ, λέγων ἐξ αὐτοῦ κοινωνίαν αὐτοὺς ἔχειν καὶ πρὸς τὸν Πατέρα καὶ πρὸς τὸν Υἱὸν, καὶ ἐπαγγελίαν αἰωνίου ζωῆς.
- 3.18
* Περὶ Θείου καὶ Πνευματικοῦ χαρίσματος ἐν ἁγιασμῷ ἐπ’ ἐλπΙδι εἰς γνῶσιν Θεοῦ.
- 3.19
Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς.
- 3.20
Τούτους, φησιν, ἅπαντας τοὺς λογισμοὺς διεξῆλθον διὰ τὰς ἐξεληλυθυίας αἱρέσεις.
- 3.21
Καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ, ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τὶς διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι, καὶ οὐκ ἔστι ψεῦδος· καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μενεῖτε ἐν αὐτῷ. καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ. ἵνα ὅταν φανερωθῇ, ἔχωμεν παρρησίαν, καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ, ἐν τῆ παρουσίᾳ αὐτοῦ. ἐὰν ἴδητε ὅτι δίκαιός ἐστι, γινώσκετε, ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.
- 3.22
Τουτέστι, μηδὲν γήινον προσμίξητε τῷ ἐλαίῳ τῆς χρίσεως ᾧ ἐχρίσθητε, καὶ οὐ περικρατήσει ὑμῶν ὁ διάβολος.
- 3.23
Ἔχοντές, φησι, τὸ Πνεῦμα τὸ Ἅγιον διδάσκαλον τῆς εὐσεβοῦς γνώσεως, μὴ προσέχετε πνεύμασι πλάνοις, ἀλλὰ καθὼς ἐκεῖνος ἐδίδαξεν ὑμᾶς, οὕτω φρονεῖτε, ἵνα καὶ ἐν τῇ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ μετὰ παρρησίας στῶμεν ἔμπροσθεν αὐτοῦ.
- 3.24
Ὁ διειληφὼς ἐπιστημονικῶς περὶ Θεοῦ ὡς ὄντος κατ’ οὐσίαν δικαίου, εὐθέως γνῶσιν ἕξει, ὡς γεννᾶται ἐκ τούτου ὁ τὴν δικαιοδικαιοσύνην αὐτοῦ ποιῶν· ὥσπερ ὁ γνοὺς αὐτὸν ἁγιασμὸν ὄντα ἐπιδίδῶσιν ἑαυτὸν τῷ g ἁγιασθῆναι· ἐπιστάμενος ἀκριβῶς τὸ “ ἅγιοι ἔσεσθε n, ὅτι ἐγὼ ἅγιός εἰμι. εὑ δὲ καὶ τὸ φάναι “ποιῶν, ἀλλ’ οὐ “ ποιήσας “ ἣ ” δικαιοσύνην· δικαιοσύνην· δίκαιον παρίστησιν ἡ ἀρετὴ τὸν ἐνεργοῦντα πρακτικὴ οὖσα. οὐδεὶς οὖν πρὸ ποιήσεως αὐτῆς δίκαιός ἐστιν· οὐδ’ ὁ παυσάμενος τοῦ κατ’ αὐτὴν ἐνεργεῖν. ὅτι δὲ ὁ Θεὸς δίκαιός, φησι Μωϋσῆς, “ ὅσιος καὶ δίκαιος ὁ “ Κύριος.” οὗτος Πατὴρ τοῦ Σωτῆρός ἐστι· “ Πατέρ’ δίκαιε, καὶ ὁ “ κόσμος σε οὐκ ἔγνω τούτου Υὶὁς ὣν, ὡς Θεὸς ἐκ Θεοῦ καὶ Ἄγιος ἐξ Ἁγίου, οὕτω καὶ δίκαιος ἐκ δικαίου ὑπάρχει. οὐ μάχεται τούτοις τὸ δικαιοσύνην αὐτὸν εἶναι λέγεσθαι· τὸ γὰρ κατ’ οὐσίαν τοιοῦτον ῥηθείη δικαιοσύνη καὶ δίκαιος.
- 3.25
Εἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατὴρ, ἵνα τέκνα Θεοῦ κληθῶμεν, καὶ ἐσμέν.
- 3.26
Ἀναγκαίαν αὐτοῖς ἐργάζεται τὴν ὑπομονὴν διὰ τῆς δοθείσης αὐτοῖς υἱοθεσίας.
- 3.27
Διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτὸν.
- 3.28
Κόσμον ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους λέγει.
- 3.29
Σευήρου. Ὥστε οὖν καὶ κατὰ τὴν παροῦσαν ζωὴν τέκνα Θεοῦ χρηματίζομεν, ἁγνίζοντες ἑαυτοὺς διὰ τῶν ἀρετῶν, καὶ πρὸς τὴν τοῦ κρείττονος ὁμοίωσιν σπεύδοντες· ἐναργεστέρας δὲ ταύτης τευξόμεθα κατὰ τὴν λαμπρότητα τῆς ἀναστάσεως· ὅτε καὶ ὀψόμεθα αὐτὸν, ὡς ἃν ὄνον τε, καθώς ἐστιν.
- 3.30
* Ὅτι πᾶς ὁ ἐν Χριστῷ ἐκτὸς ἁμαρτίας. ὁ γὰρ ἁμαρτάνων ἐκ τοῦ διοβόλου ἐστίν.
- 3.31
Ἀγαπητοὶ, Λοὶ, νῦν τέκνα Θεοῦ ἐσμὲν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα.
- 3.32
Ερώτησισ Μαξίμου. Τί λέγει ὁ ἅγιος Ἰωάννης; “ ἀγαπη- “ τοὶ, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα.” εἰ “ οὔπω ἐφανερώθη τι ἐσόμεθα, πῶς ὁ ἅγιος Παῦλος λέγει, “ ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος· τὸ γὰρ “ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ. πῶς δὲ καὶ τοιαῦτα φιλοσοφεῖ περὶ τοῦ “ τί ἐσόμεθα ;
- 3.33
Ἀπόκρισισ. Ὁ μὲν ἅγιος Εὐαγγελίστης Ἰωάννης τὸν τρόπον τῆς μελλούσης τῶν γενομένων ἐνταῦθα τέκνων τοῦ Θεοῦ, τῶν κατὰ τὴν πίστιν ἀρετῶν θεώσεως, ἠγνοηκέναι λέγει, μήπω φανείσης τῆς αὐθυπάρκτου κατὰ τὸ εἰδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως· διὰ πίστεως γὰρ ἐνταῦθα περιπατοῦμεν, οὐ διὰ εἴδους. ὁ δὲ ἅγιος Παῦλος τὸν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς θεῖον σκοπὸν λέγει δι’ ἀποκαλύψεως εἰληφέναι, οὐ μὴν αὐτὸν ἐγνωκέναι τὸν κατὰ τὸν θεῖον σκοπὸν τῆς ἐκθέσεως τρόπον· διὸ λέγει σαφῶς ἑαυτὸν ἑρμηνεύων, κατὰ σκοπὸν διώκω τῆς ἄνω κλήσεως· γνῶναι δηλονότι θέλων ἐκ τοῦ παθεῖν τῆς κατ’ ἐνέργειαν ἐκπληρώσεως τοῦ θείου, καὶ αὐτῷ δι’ ἀποκαλύψεως ἐνταῦθα γνωθέντος σκοποῦ τῆς ἐκθέσεως τῶν ἀξιουμένων δυνάμεως. συνᾴδουσιν οὖν οἱ Ἀπόστολοι διὰ τῆς δοκούσης ἐναντιοφανοῦς διδασκαλίας ἀλλήλοις συμπνέοντες, ὡς ὑφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενοι Πνεύματος. ὁ μὲν γὰρ τοῦ τρόπου τῆς μελλούσης κατὰ τὴν χάριν θεώσεως ὁμολογεῖ τὴν ἄγνοιαν· ὁ δὲ τοῦ σκοποῦ μεγαλοφυῶς εἰσηγεῖται τὴν εἴδησιν· ὅτι δὲ ταύτης ἔχεται τῆς γνώμης ὁ μέγας Ἀπόστολος, αὐτὸς ἑαυτοῦ διὰ πάντων τῶν θείων αὐτοῦ λόγων μάρτυς καθέστηκε. ποτὲ μὲν γὰρ πᾶσαν καταργηθήσεσθαι φάσκων γνῶσιν καὶ προφητείαν· ποτὲ δὲ οὔπω λογζόμενος ἑαυτὸν κατειληφέναι· ποτὲ δὲ δι’ ἐσόπτρου καὶ αἰνιγμάτων βλέπειν τὰ μέλλοντα· καὶ εἶναι καιρὸν, ὅτε τις πρόσωπον πρὸς πρόσωπον τῶν ἐλπιζομένων μεγάλης καὶ ὑπὲρ νόησιν ἀπολαύσειεν χάριτος· ποτὲ δὲ ἐκ μέρους γινώσκειν ὁμολογῶν, καὶ ἐκ μέρους προφητεύειν· ποτὲ δὲ χρῆν αὐτὸν γνώσεσθαι καθὼς καὶ ἐπεγνώσθη, διαρρήδην βοῶν, ὡς οὔπω δηλονότι γνοὺς τὸ γνωσθησόμενον· καὶ συντόμως εἰπεῖν τὸ “ ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται· τῷ Ἀποστόλῳ εἰρημένον ταὐτὸν εἶναί μοι φαίνεται τῷ, “ οὔπω ἐφανερώθη τι “ ἐσόμεθα,” λεχθέντι τῷ Θεολόγῳ.
- 3.34
Οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν, καθώς ἐστι. Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ, ἁγνίζει ἑαυτὸν, καθὼς ἐκεῖνος ἄγνος ἐστι.
- 3.35
Τοῦ συμβασιλεῦσαι καὶ συνδοξασθῆναι λέγει, ἐκ τούτων τῶν ῥημάτων λέγουσι τινὲς, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα μὲν, οὐ καθ’ ὁμοίωσιν δὲ, μέλλει δὲ διδόναι τὸ καθ’ ὁμοίωσιν· ἐνεπιστεύθη τὸ κατ’ εἰκόνα, εἰ τούτου ἄξιος γένῃ, λήψῃ καὶ τὸ καθ’ ὁμοίωσιν· ἐὰν δὲ πιστευθεὶς τὸ κατ’ εἰκόνα, μὴ καλῶς ἀναστροφῇς ὡς κατ’ εἰκόνα, ἀλλ’ ἀπολέσῃς αὐτὸ, τίς σοι δώσει τὸ καθ’ ὁμοίωσιν ; οὐ γὰρ δύναται τὸ καθ’ ὁμοίωσιν ἐλθεῖν, ἐὰν μὴ ὑποβάθραν ἔχῃ τὸ κατ’ εἰκόνα· διὰ τοῦτο γὰρ ὑπήνεγκε τὸ, “ καὶ “ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ, ἀΤίζει ἑαυτὸν, καθὼς “ ἐκεῖνος ἁγνός ἐστι·’ μόνος γὰρ ὁ εἰς Θεὸν ὁρῶν, ἐκεῖνος ὄντως καθαρός ἐστιν. ὁ δὲ ἐμὸς δεσπότης h παρέστησεν ἐν τῇ πρὸς Κόνωνα Ἐπιστολῇ ἐκ τῶν ἐγκρίτων πατέρων, ὅτι τὸ κατ’ εἰκόνα αὐτό ἐστι τὸ καθ’ ὁμοίωσιν, καὶ περὶ γεγονότος ἀπέδειξε τοῦτο.
- 3.36
Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, καὶ τὴν ἀνομίαν ποιεῖ· καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρη· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι. πᾶς ὁ ἐν αὐτῷ μένων, οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων, οὐχ ἑώρακεν αὐτὸν, οὐδὲ ἔγνωκεν αὐτόν.
- 3.37
Εἰ γὰρ κατὰ μηδένα τρόπον αὐτοῦ χωρίζεται, πῶς αὐτοῦ ἁμαρτία ἅψασθαι δύναται ;
- 3.38
Τεκνία μου, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην, δίκαιός ἐστι, καθὼς ἐκεῖνος δίκαιός ἐστιν.
Next → — showing 1–100 of 212
First Thousand Years of Greek. CTS URN tlg4102.tlg043.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.