Ancient Texts

← Library

Catena In Epistulam Joannis I

First Thousand Years of Greek · First Thousand Years of Greek · 212 sections

  1. 5.49

    Ἀνάγκη πρὸς θάνατον ἁμαρτίαν ἐκείνην εἶναι, τὴν οὐκέτι δυνα- μένην συγχωρεῖσθαι, οἷα ἦν ἡ τοῦ Ἰούδα, ἡ μετὰ πλείστας ἱεροσυλίας προδοσία Χριστοῦ. ὅταν γὰρ ἐπὶ τοῖς διὰ βίου πᾶσιν ἀδικήμασιν ἀμετανόητός τις ἁλοὺς, ἐπαυξήσῃ τὴν κακίαν, ἐν τέλει τὸ μέγιστον προσθείς· τότε καὶ πρὸς θάνατον ἡ ἁμαρτία, καὶ θανάτῳ καταλαμβάνεται, καθάπερ ἐκεῖνος. οὐδὲν δεῖ τούτου πρὸς τὰς ἀφέσεις, ἃς Χριστὸς δανείζεται τοῖς δυναμένοις μετανοεῖν, καὶ φέρειν καρποὺς ἀντὶ τῶν πονηρῶν ἀγαθούς· “ πᾶν μὲν γὰρ “ δένδρον, ” ὡς εἴρηκε, “μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς “ πῦρ βάλλεται,” ὃ δὲ δύναται καρπὸν καλὸν ἐνεγκεῖν, οὐκ ἐκκόπτει φιλανθρωπίᾳ Χριστός· καθάπερ ἐγνώκαμεν μυρίους μὲν ἀπενεχθέντας εἰς θυσίαν εἰδώλων, φόβῳ τῶν διωκόντων, αὖθις δὲ ἐπιστραφέντας καὶ μαρτυρήσαντας· ὣν καὶ τὰ σώματα τετίμηται παρὰ Χριστῷ· ὡς καὶ πρὸς τοῖς μνήμασιν αὐτῶν τοὺς δαίμονας βασανίζεσθαι· Θεοῦ σαφῶς δηλοῦντος, ὅτι καὶ δέχεται τοὺς ἐπιστρεφομένους καὶ τιμᾷ· πῶς οὐκ ἐναντίοι τῷ Θεῷ, οἱ τὴν ἐκ τῆς μετανοίας σωτηρίαν δευτέραν οὖσαν μετὰ τὴν τῶν καθαρῶν διαμεινάντων ἀπελπίζεσθαι νοοῦντες ; ὑπηρέται σαφῶς διαβόλου, τοῦ καὶ διὰ τῆς ἀνελπιστίας, καθάπερ καὶ διὰ τῆς καταφρονήσεως, ἀπόλλυσθαι τοὺς ἀνθρώπους ἐσπουδακότος.

  2. 5.50

    Σχόλιον. “ Ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον. ἐν ἀγνοίᾳ πλανώμενον.

  3. 5.51

    * Περὶ ἀποχῆς δαιμονικοῦ σεβάσματος.

  4. 5.52

    Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, οὐχ ἁμαρτάνει· ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ, τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.

  5. 5.53

    Εἰ γὰρ ἐκ τοῦ ποιεῖν δικαιοσύνην ἔχει τὸ ἐκ Θεοῦ εἶναι,, ὡς πολλάκις εἰρήκαμεν, ἅμα δὲ τὸ ἁμαρτάνειν καὶ ποιεῖν δικαιοσύνην ἀδύνατον, φανερὸν ἄρα ὅτι οὕτω διακείμενος καὶ ἐνεργῶν, δίκαιός ἐστι, καὶ οὐχ ἁμαρτάνει· εἶτα ἀσφαλιζόμενος, ὡς προαιρετικὸς καὶ οὐ φύσει υἱός ἐστι Θεοῦ ὁ ἄνθρωπος, ἁρμοδίως ἐπήγαγε τὸ “ ἀλλὰ τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.” εἰ γὰρ διὰ τοῦτο ο πόνηρος οὐχ ἅπτεται αὐτοῦ, ὅτι τηρεῖ ἑαυτὸν, οὐκ ἐκ κατασκευῆς, ἀλλ’ ἐκ προσοχῆς ἔχει τὸ μὴ ἁμαρτάνειν. τηρῶν δέ τις ἑαυτὸν τὶ καὶ εὔχεται θεόθεν φυλαχθῆναι ; ἵνα ἄψαυστος πάντη μείνῃ ἄπο του πονήρου.

  6. 5.54

    Σευήρου. Ὁρᾷς ὅτι ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ διὰ τοῦτο οὐ δύναται ἁμαρτάνειν, οὐχ ὅτι τὴν φύσιν ἐστιν ἀπαθὴς, ἀλλ’ ὅτι τηρεῖ ἑαυτὸν, κατ’ ἐκεῖνό που τὸ εἰρημένον τῷ μακαρίῳ Παύλῳ, “ ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ· καὶ γὰρ ὡς ἀληθῶς ὁ φυλάττων ἑαυτὸν, καὶ τὰ τῷ Ἁγίῳ Πνεύματι δοκοῦντα πράττων, ἁμαρτάνειν οὐ δύναται.

  7. 5.55

    Οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμὲν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινόν.

  8. 5.56

    Διὰ πολλῶν μαθόντες τοὺς φαύλους ἀνθρώπους δηλουμένους τῇ κόσμου φωνῇ, οὐ δεισιδαιμονοῦμεν κατὰ τοὺς αἱρετικοὺς, μήπως ἡ τοῦ Θεοῦ κτίσις κόσμος οὖσα ἐν τῷ πονηρῷ ἵδρυται. ἡ “ κόσμος ” φωνὴ ἐπὶ τῶν ἀνθρώπων κεῖται, ὡς προεῖπον, καὶ ἐνταῦθα καὶ ἐν εὐαγγελίοις. γράφει γὰρ ὁ Ἰωάννης· “ μὴ θαυμάζητε, εἰ “ μισεῖ ὑμᾶς ὁ κόσμος” φανερόν ἐστι πᾶν τῷ νοῦν ἔχοντι κόσμον μισοῦντα τοὺς ἁγίους, τοὺς πονηροὺς ἀνθρώπους σημαίνων. καὶ προσέτι “ αὐτοὶ ἐκ τοῦ κόσμου εἰσὶ, καὶ ὁ κόσμος “ αὐτῶν ἀκούει, ἀκούοντα γὰρ κόσμον τῶν ἀπατηλῶς λαλούντων, οὐ τὴν κτίσιν ἀλλὰ τοὺς ἐμπαθεῖς ἀνθρώπους σημαίνει.

  9. 5.57

    Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος. τεκνία, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδὼλων. ἀμήν.

  10. 5.58

    Οὐκ ἐπαύσατο μέχρι τέλους τὸ δόγμα ἀναιρῶν τῶν πονηρῶν· ταύτην ἡμῖν τὴν ἀσφάλειαν ποριζόμενος.

  11. 5.59

    Ἣν “ δέδωκε διάνοιαν,” καθ’ ἣν γινώσκεται ὁ ἀληθινῶς ἐλθὼν Τίὸς τοῦ Θεοῦ. ἣ αὕτη ἐστὶ τὸ ἡμεῖς δὲ νοῦν Χριστοῦ “ ἔχομεν. ὁ ταύτην τὴν διάνοιαν καὶ τοῦτον τὸν νοῦν ἔχων γινώσκει τὸν κατ’ οὐσίαν ἀληθινὸν, καὶ ἔστιν ἐν αὐτῷ ἑνούμενος πρὸς αὐτόν· πραγματικῶς νόησιν αὐτοῦ ἔχων. πῶς δὲ δι’ ὅλης τῆς Ἐπιστολῆς τελειότητα μαρτυρήσας τούτοις οἷς γράφει, νῦν προτρέπει ἑαυτοὺς τηρεῖν ἀπὸ τῶν εἰδώλων; λέγομεν οὖν ἐπὶ ὅλῃ Ἐκκλησίᾳ ἐγράφη· εἰκὸς δὲ ἦν ἐν τοιαύτῃ συνόδῳ ἄρτι ἀφισταμένους τῆς εἰδωλοτατρίας εἶναι· ἐκείνων οὖν ἕνεκα τὴν λέξιν ἐχάραξεν.

  12. 5.60

    Τέλος τῆς Ἰωάννου καθολικῆς.

← Previous — showing 201212 of 212

First Thousand Years of Greek. CTS URN tlg4102.tlg043.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.