Catena In Epistulam Ad Hebraeos
- supplement.318
Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.
- supplement.319
Θεοδωρήτου. Ὅση, φησὶ, ποιήματος πρὸς ποιητὴν διαφορὰ, τοσαύτη Μωϋσέως πρὸς τὸν Χριστόν. τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάσκει σαφέστερον.
- supplement.320
Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ πάντα κατασκευάσας, Θεός.
- supplement.321
Χρυσοστόμου. Καὶ αὐτός φησι τῆς οἰκίας ἦν, καὶ οὐκ εἶπεν, οὗτος μὲν γὰρ δοῦλος ἦν, ἐκεῖνος δὲ δεσπότης, ἀλλὰ τοῦτο λανθανόντως ἔφηνεν. εἰ γὰρ οἶκος ἦν ὁ λαὸς, καὶ αὐτὸς δὲ τοῦ λαοῦ ἦν, καὶ αὐτὸς ἄρα τῆς οἰκίας ἦν. οὕτω καὶ ἡμῖν ἔθος λέγειν, ὁ δεῖνα τῆς οἰκίας ἐστὶ τῆς τοῦ δεῖνος· ἐνταῦθα γὰρ οἶκον, καὶ τὸν ναὸν λέγει· οὐ γὰρ ὁ Θεὸς αὐτὸν κατεσκεύασεν, ἀλλ’ ἄνθρωποι. ὁ δὲ ποιήσας αὐτὸν ὁ Θεὸς, τὸν Μωϋσέα φησί. καὶ ἅ πῶς δείκνυσι τὴν ὑπεροχὴν λανθανόντως. “πιστὸς,” φησὶν, “ἐν ὅλῳ τῷ οἴκῳ “αὐτοῦ.” καὶ αὐτὸς ὢν τοῦ οἴκου, τουτέστι τοῦ λαοῦ. πλείονα τιμὴν ἔχει τῶν ἔργων ὁ τεχνίτης ἀλλὰ καὶ τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. “ὁ δὲ πάντα κατασκευάσας Θεός.” ὁρᾷς ὅτι οὐ περὶ τοῦ ναοῦ λέγει, ἀλλὰ περὶ παντὸς τοῦ λαοῦ.
- supplement.322
Θεοδωρήτου. Εἰδέναι μέντοι χρὴ, ὡς τὴν μὲν ὑπεροχὴν ἀπὸ τῆς θείας ἔδειξε φύσεως, πλείονος δὲ αὐτὸν ἠξιῶσθαι δόξης κατὰ τὸ ἀνθρώπειον εἴρηκεν. ἐπειδὴ γὰρ καὶ Θεὸς καὶ ἄνθρωπος ὁ δεσπότης Χριστὸς, ἀμφότερα δὲ τῷ ἑνὶ θεωρεῖται προσώπῳ, ἀνάγκη καὶ τὰ ταπεινὰ καὶ τὰ ὑψηλὰ περὶ αὐτοῦ λέγειν εἰς δήλωσιν τῶν δύο φύσεων.
- supplement.323
Κυρίλλου. Ἀλλὰ γὰρ οἱ χριστομάχοι τὰ ἐκ πανουργίας εὑρήματα πανταχόθεν ἑαυτοῖς συλλέγοντες εἰς ἐπικουρίαν, καὶ αὐτὰς τὰς θείας συκοφαντοῦσι γραφάς. καὶ δὴ φασὶ τὸν μακάριον Παῦλον Ἁπόστολον καὶ ἀρχιερέα καλέσαι τὸν Ἰησοῦν· ἀποστολὴ δέ φασι καὶ ἱερωσύνη, λειτουργίας εἰσὶ τρόποι. καὶ γοῦν ἀπεστάλησαν μὲν οἱ μαθηταὶ, ἱερατεύσαι δὲ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ. καὶ εἴπερ ἐν τούτοις ἐστι φασι τὸ τοῦ υἱοῦ μέτρον, πῶς ὁμοούσιος εἶναι δύναται τῷ Θεῷ καὶ Πατρὶ; ὣ πολλῆς δυστροπίας. ἀπαπροσποιοῦνται τὸ εἰδέναι τὴν ἀλήθειαν, καὶ σκοπὸς αὐτοῖς μηδὲν ὑγιὲς φρονεῖν ἣ λέγειν. ὁμολογοῦντες γὰρ μεθ’ ἡμῶν, ὅτι καί περ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, κεκένωκεν ἑαυτὸν ἑκὼν, οὐκ ἐπαινοῦσι τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον. ἀκούοντες δὲ τοῦ Ἀποστόλου λέγοντος, “ἀρχιερέα καὶ ἀπόστολον “Ἰησοῦν,” οὐκ εἰσδέχονται κατὰ νοῦν ὅτι γεγονὼς καθ’ ἡμᾶς ὁ μονογενὴς, ὠνόμασται τότε καὶ Ἰησοῦς, διὰ τῆς τοῦ Ἀγγέλου φωνῆς. τότε κεχρημάτικε καὶ Ἀπόστολος καὶ ἱερεύς. οὐκοῦν ἢ ἀρνείσθωσαν ἐναργῶς, ὅτι γέγονε σὰρξ ὁ Λόγος, τουτέστιν ἄνθρωπος, ἐμψυχωμένον τε καὶ ἔννουν σῶμα λαβὼν, καὶ τότε πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα περιαγέτωσαν εἰς τὸν οἰκεῖον σκοπόν. ἣ εἰ φοβοῦνται τὸ ἀρνεῖσθαι τὸ μυστήριον, θαυμαζέτωσαν μεθ’ ἡμῶν, τὸν δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, μεμενηκότα δὲ καὶ οὕτω ἔον. τότε γὰρ τὸ τῆς κενώσεως πολυπραγμονοῦντες μέτρον, τὸν αὐτὸν εὑρήσουσι καὶ Ἀπόστολον ἀνθρωπίνως, καὶ κηρυσσόμενον θεικῶς παρὰ τῶν ἀπεσταλμένων. τίνα γὰρ ἐκήρυττον τοῖς ἔθνεσιν οἱ μακάριοι μαθηταὶ, καὶ τοῦτο ὡς Θεὸν ἀληθινόν; ἆρ’ οὐχὶ τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; οὐκ ἀπόστολον διὰ τὸ ἀνθρώπινον; οὐκ αὐτὸν ὄντα Θεὸν, ὅτι Λόγος ἦν τοῦ Πατρός; πῶς αὐτὸν ἀρχιερέα γεγονότα θεωρήσομεν; ἆρα κατὰ τὸν Ἀαρών; ἆρα κατὰ τὸν Μώσεως νόμον, τοὺς ἐξ ἀγέλης ἀμνοὺς καταθύοντα τῷ Θεῷ; τρυγόνας προσάγοντα καὶ περιστερὰς, καὶ σεμίδαλιν ἐλαίῳ βραχεῖ; καίτοι τῶν τοιούτων οὐδὲν πέπραχεν ὁ Ἐμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον· αὐτὸς ἦν τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αὐτὸς ὁ ἄμωμός τε καὶ ἄκακος ἀρχιερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν, κρείσσων γὰρ ἦν ἁμαρτίας ὡς Θεὸς, ἀλλ᾿ ἵνα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου. γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσρορᾶς ἱερουργός. οὐ γὰρ ἔδει κοινὸν ἄνθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν προσενεγκεῖν.
- supplement.324
῎Αλλωσ. Τί φησιν ὁ μακάριος Παῦλος, δοκιμάσωμεν ἀκριβέστερον. “ κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολο- “ γίας ἡμῶν.” τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· τί τοίνυν ἱερουργεί ἑαυτῷ καὶ τῷ Πατρὶ, “ πιστεύομεν γὰρ εἰς ἕνα “ Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁράτων τε καὶ ἀοράτων “ ποιητὴν, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ.” οὐκοῦν οἱ λέγοντες ὅτι γέγονεν ἱερεὺς, διά τε τοῦτο σκανδαλιζόμενοι, διδασκέτωσαν ἡμᾶς ποῖος ἱερεὺς ἑαυτῷ ποιεῖται τὴν ἱερουργίαν, ἑαυτῷ προσφέρει τὴν θυσίαν· ποῖος ἱερεὺς ἐν ἴσῃ τάξει καὶ ἐν δόξῃ φαίνεται τῷ παρ᾿ αὐτοῦ δεχομένῳ τὴν λειτουργίαν. ἀλλὰ καίτοι γεγονὼς ἀρχιερεὺς ὁ Υἱὸς διὰ τὸ ἀνθρώπινον, ἑαυτῷ προσκεκόμικε, καὶ δἰ ἑαυτοῦ τῷ Πατρὶ τὴν ὁμολογίαν ἡμῶν, καὶ ἐν τοῖς τῆς θεότητος ὁράται θρόνοις. καὶ πιστώσεται γράφων ὁ Παῦλος, “ κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις. τοιοῦτον ἔχομεν “ ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν “ τοῖς οὐρανοῖς τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθι- “ νῆς ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.” οὐκοῦν ἱερατεύει μὲν ἀνθρωπίνως ὅτι γέγονεν ἄνθρωπος, συνεδρεύει δὲ θεϊκῶς ὅτι μεμένηκε Λόγος.
- supplement.325
Ἀυανασίου κατὰ ἀρειανῦν. Εἰδ᾿ ὅτι γέγραπται “ πιστὸν “ ὄντα τῷ ποιήσαντι αὐτὸν,” ταράτει πάλιν αὐτοὺς νομίζοντας ὡς ἐπὶ πάντων λέγεσθαι καὶ ἐπ᾿ αὐτοῦ τὸ πιστὸν, ὅτι πιστεύων ἐκδέχεται τῆς πίστεως τὸν μισθὸν, ὥρα δὲ καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν Μωϋσεῖ μὲν λέγοντι, “ Θεὸς πιστὸς καὶ ἀληθινός·” Παύλῳ δὲ γράφοντι, “ πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρα- “ θῆναι ὑπὲρ ὃ δύνασθε.” ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ Θεοῦ διενοοῦντο, ἀλλ᾿ ἐγίνωσκον διπλοῦν εἶναι τὸν νοῦν ἐν τῇ Γραφῇ ῥαφῇ περὶ τοῦ πιστοῦ τὸ μὲν ὡς πιστεύοντος, τὸ ’δε, ὡς ἀξιοπίστου. καὶ τὸ μὲν, ἐπ’ ἀνθρώπων· τὸ δὲ, ἐπὶ Θεοῦ ἁρμόζειν. πιστὸς γοῦν ὁ Ἁβραὰμ ὅτι τῶ λαλοῦντι πεπίστευκε Θεῷ. πιστὸς δὲ ὁ Θεὸς, ὅτι καθὼς ψάλλει Δαβὶδ, πιστός ἐστιν ἐν τοῖς λόγοις αὐτοῦ ὁ Κύριος, καὶ ἀξιόπιστος, καὶ ἀδύνατον αὐτὸν ψεύσασθαι. καὶ πιστὸς ὁ λόγος, ὅτι ὃ εἴρηκεν ὀφείλει πιστεύεσθαι. ἀληθὲς γάρ ἐστι καὶ οὐκ ἔστιν ἄλλως. καὶ τὸ γεγράφθαι τοίνυν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα, οὐδ’ ὅτι πιστεύων εὐάρεστος γέγονεν· ἀλλ’ ὅτι Υἱὸς ὣν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι, καὶ αὐτὸς ὀφείλων πιστεύεσθαι ἐν οἱς ἃν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρωπίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ.
- supplement.326
Οὕτως μὲν οὖν ἄντις πρὸς τὴν ἀναίδειαν χωρῶν, δύναται καὶ ἐκ μόνης τῆς “ἐποίησε” λέξεως διελέγχειν αὐτοὺς πλανωμένους καὶ νομίζοντας ποίημα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. ἐπειδὴ δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ δεικνύουσα τὴν “ἐποίησε” λέξιν πότε καὶ πρὸς τίνα λεγομένη σημαίνεται, ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα κἀνταῦθα τὸν καιρὸν καὶ τὴν χρείαν λάβωμεν. οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ Ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλ’ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο. “κατανοήσατε” γάρ φησι, ”τὸν Ἀπόστολον καὶ ἀρχιερέα “τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.” πότε οὖν ἀπεστάλη, ἢ ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα; πότε δὲ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν, ἢ ὅτε προσενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν, ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα; καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτὸν τῇ πίστει προάγει, καὶ προσφέρει τῷ Πατρὶ, λυτρούμενος πάντας, καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν Θεόν; οὐ τὴν οὐσίαν ἄρα τοῦ Λόγου, οὐδὲ τὴν ἐκ τοῦ Πατρὸς αὐ- τοῦ φύσιν, γέννησιν σημαίνειν θέλων ὁ Ἀπόστολος εἴρηκε, “πιστὸν “ὄντα τῷ ποιήσαντι αὐτὸν,” μὴ γένοιτο· ποιῶν, γάρ ἐστιν ὁ λόγος, οὐ ποιούμενος αὐτὸς, ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν καλῶς ἄν τις ἴδοι ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀαρὼν ἱστορίας· οὕτως ὁ Ἀαρὼν οὐ γεγένηται ἀρχιερεὺς, ἀλλὰ καὶ ἄνθρωπος καὶ μετὰ χρόνον, ὅτε ὁ Θεὸς ἠθέλησε, γέγονεν ἀρχιερεὺς, καὶ γέγονεν οὐχ ἁπλῶς, οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλ’ ἐπενδυδισκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, τὸν ποδήρη, ἃ αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ Θεοῦ· ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια, τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε, καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ Θεοῦ καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις.
- supplement.327
Οὕτω τοίνυν καὶ ὁ Κύριος, ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, ὅτε δὲ ἠθέλησεν ὁ Πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι, καὶ πᾶσι χαρίσασθαι, τότε δὴ ὁ Λόγος ὡς Ἀαρὼν τὸν ποδήρη, οὕτω καὶ αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα· Μαρίαν ἀντὶ τῆς ἀνεργάτου γῆς ἐσχηκὼς μητέρα τοῦ σώματος, ἵνα ἔχων τὸ προσφερόμενον, αὐτὸς ὡς ἀρχιερεὺς ἑαυτὸν προσενέγκῃ τῷ Πατρὶ, καὶ τῳ ιδιῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν καθαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ. τούτου γὰρ αὖ τὰ παλαιὰ σκιά. καὶ ὅπερ ἐλθὼν πεποίηκεν ὁ Σωτῆρ’, τοῦτο κατὰ τὸν νόμον σκιαγραφεῖ ὁ Ἀαρών. ὁ αὐτὸς γὰρ ὣν οὐκ ἠλλάσσετο περιτιθέμενος τὴν ἱερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς, ἐκαλύπτετο μόνον. καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα, ἰδοὺ γέγονε σήμερον ὁ Ἀαρὼν ἀρχιερεὺς, οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι, ἦν γὰρ καὶ πρὸ τοῦ ἀρχιερέα γενέσθαι ἄνθρωπος, ἀλλ’ ὅτι τῇ λειτουργίᾳ πεποίηται ἀρχιερεὺς περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἱερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Κυρίου δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλως γέγονε τὴν σάρκα λαβὼν, ἀλλ’ ὁ αὐτὸς ὢν, ἐκαλύπτετο ταύτῃ. καὶ τὸ γέγονε καὶ τὸ πεποίηται, οὐχ ὅτι ὁ Λόγος ᾗ Λόγος ἐστὶ, πεποίηται νοεῖν θέμις, ἀλλ’ ὅτι Λόγος ὣν δημιουργὸς, ὕστερον πεποίηται ἀρχιερεὺς, ἐνδυσάμενος σῶμα τὸ γεννητὸν καὶ ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὕπερ ἤμων δύναται. διὸ καὶ λέγεται πεποιῆσθαι. τίς γοῦν ἰδὼν τὸν Κύριον ἄνθρωπον περιπατοῦντα, καὶ Θεὸν ἐκ τῶν ἔργων δεικνύμενον, οὐκ ἃν ἠρώτησε, τίς ἐποίησε τοῦτον ἄνθρωπον, καὶ ἀπέστειλεν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν καὶ τὸ πρόσωπον, αὐτὸς ὁ Ἀπόστολος ὁ καὶ γράψας “πιστὸν ὄντα τῷ ποιήσαντι “αὐτὸν,” δηλῶσαι μᾶλλον ἱκανός ἐστιν. εἰπὼν γὰρ ὅτι παρπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, καὶ σπέρματος Ἁβραὰμ ἐπελάβετο, μετὰ ταῦτα ἐπήγαγεν, ὅτι Ἀπόστολος γέγονε καὶ ἀρχιερεύς. οὐκοῦν εἰκότως τὴν σωματικὴν τοῦ Λόγου παρουσίαν διηγούμενος, ἔφησεν “ἀπόστολον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι “αὐτόν·” δεικνὺς ὅτι καὶ ἄνθρωπος γενόμενος Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας, ἀναλλοίωτός ἐστι.
- supplement.328
Διὸ καὶ ὡς περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, διὰ τῆς ἀρχιερω- συνῆς μνημονεύει γράφων οὐτῶ πάλιν οὐκ ἐσιώπησε μάκραν, ἀλλ’ εὐθὺς, περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει πανταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ ταπεινὸν ὀνομάζει, ἱν εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. φησὶ γοῦν ὅτι ὁ μὲν Μωϋσῆς θεράπων, ὁ δὲ Χριστὸς Υἱός· κἀκεῖνος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον· ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς ὑπάρχων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. ὁ μὲν γὰρ Μώσης, ἄνθρωπος φύσει ὣν, πιστὸς ἐγένετο· πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ δὲ Λόγος, οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσματι, ἀλλὰ Θεὸς ἐν σαρκὶ, καὶ δημιουργὸς καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ’ αὐτοῦ. καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβληνται, ὁ δὲ τοῦ Θεοῦ Λόγος ἕνεκεν τοῦ ἁγιάζειν τὴν σάρκα γενόμενος ἄνθρωπος καὶ Κύριος ὣν, ἐν τῇ μορφῇ τοῦ δούλου ἦν. δούλη γὰρ τοῦ Λόγου πᾶσα ἡ κτίσις δι’ αὐτοῦ γενομένη καὶ ποιηθεῖσα. ἐκ δὲ τούτου συνέστηκεν ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἀποστόλῳ “ἐποίησεν,” οὐ ποιούμενον δείκνυσι τὸν Λόγον, ἀλλ’ ὅπερ ἔλαβεν ὅμοιον ἡμῶν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε γενόμενος. εἰ δὲ δέδεικται ὅτι κἂν ἐπ’ αὐτοῦ τοῦ Λόγου τίς λέγῃ τὸ “ἐποίησεν, ἀντὶ τοῦ ἐγέννησε λέγει, ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ λόγος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρὸς, τῇ δὲ οἰκονομίᾳ, κατ’ εὐδοκίαν τοῦ Πατρὸς ἐποιήθη δι’ ἡμᾶς ἄνθρωπος.
- supplement.329
Κυρίλλου Θησαυρικῶν κά. Δέδεικται τοίνυν ὅτι οὐ τοῦ Λόγου φύσιν ὁ Ἀπόστολος ἐξηγούμενος τοιαῦτα φησὶν, ἀλλὰ μέτα τὴν τῆς σαρκὸς οἰκονομίαν· ποτε γὰρ γέγονεν ἀρχιερεὺς καὶ Ἀπόστολος τῆς ὁμολογίας ἡμῶν καὶ πιστὸς τῶ ποιήσαντι αὐτὸν, ἣ ὅτε δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονεν ἄνθρωπος; τότε τῷ ποιή- σαντι αὐτὸν ὡς ἄνθρωπος καὶ πιστὸς ἐγένετο, πληρῶν αὐτοῦ τὸ ἔργον καθάπερ αὐτὸς ἔλεγε· τότε γέγονεν Ἀπόστολος ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς ἀποσταλείς· τότε γέγονε τῆς ὁμολογίας ἡμῶν ἀρχιερεὺς προσφέρων τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν τῷ Πατρὶ, καὶ τὸ ἴδιον σῶμα καθάπερ τι θῦμα προσάγων ἄμωμον, ἵνα πάντας ἡμᾶς δι’ αὐτοῦ καθαρίσῃ. ἃν τοίνυν λέγηται περὶ αὐτοῦ τοῦ Υἱοῦ ὅτι γέγονε πιστὸς, καὶ Ἀπόστολος καὶ ἀρχιερεὺς, μὴ κατὰ τῆς οὐσίας αὐτοῦ φερέσθω τὸ ῥῆμα, ἀλλὰ κατὰ τῆς τῶν πραγμάτων ποιότητος· ἐπειδὴ καὶ Παῦλος ἄνθρωπος ὢν, καὶ ὑπάρχων ἤδη, γέγονεν Ἀπόστολος, καὶ Μώσης ὡσαύτως γέγονε πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ Ἀαρὼν ὡσαύτως γέγονεν ἀρχιερεὺς ἐν ἑαυτῷ, καὶ πάλιν τὸν Σωτῆρα μορφῶν. ὅν περ γὰρ τρόπον ὁ Ἀαρὼν, οὐκ ἐγεννήθη μὲν ἀρχιερεὺς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέγονε, τὸν ποδήρη περιβαλλόμενος, καὶ τὴν ἐπωμίδα, καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα, ἅπερ ἢν ἔργα γυναικῶν ’τον αὐτὸν δὴ τρόπον καὶ ἐπὶ Χριστοῦ. ἦν μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεὺς, ὥσπέρ τινα ποδήρη, τὸν ἐκ γυναικὸς ἄνθρωπον ἤτοι ναὸν ἀναλαβὼν, ἵνα τῷ ἰδίῳ αἵματι καθαρίσῃ τὸν λαὸν, ἑαυτὸν προσενεγκὼν ὡς ἀμνὸν ἄμωμον τῷ Θεῷ· “οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ “στόματι αὐτοῦ.”
- supplement.330
Γρηγορίου Νύσσοσ κατὰ Εὐνομίου. Ὥσπερ ἐνταῦθα τῷ ἰδίῳ αἵματι περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἱερατικῶς ἱλεωσάμενον ἀρχιερέα κατονομάσας ὁ Παῦλος τὸν Κύριον, οὐ τὴν πρώτην τοῦ μονογενοῦς ὑπόστασιν διὰ τῆς “ἐποίησε” λέξεως καταγγέλλει, ἀλλὰ τὴν συνήθως ἐπὶ τῆς τῶν ἱερέων ἀναδείξεως ὀνομαζομένην χάριν παραστῆσαι θέλων, φησὶ τὸ “ἐποίησεν·” Ἰησοῦς γὰρ, καθώς φησι Ζαχαρίας, ὁ ἱερεὺς ὁ μέγας, ὁ τὸν ἴδιον ἀμνὸν, τουτέστι τὸ ἴδιον σῶμα ὑπὲρ τῆς κοσμικῆς ἁμαρτίας ἱερουργήσας, ο δια τα παιοια τὰ κεκοινωνηκότα σαρκὸς καὶ αἵματος καὶ αὐτὸς παραπλησίως συμμετασχὼν τοῦ αἵματος, οὐ καθὸ ἦν ἐν ἀρχῇ, ἀλλὰ καθὸ ἐκένωσεν ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ προσήγαγε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν, οὗτος ἐγένετο ἱερεὺς πολλαῖς ὕστερον γενεαῖς κατὰ τὴν τάξιν Μελχισεδέκ.
- supplement.331
Κυρίλλου Θησαυρικῶν λβ'. Ἀλλ’ ἀκουέτωσαν οἱ Χριστομά- χοὶ, ὅτι ὁ μακάριος Ἀπόστολος οὐκ ἐν ἴσῳ μέτρῳ τὸν ποιηθέντα τῷ πεποιηκότι τιμᾶσθαι δεῖν ἐκδιδάσκων, δῆλος ἃν εἴη δήπουθεν οὐκ ἐπιτρέπων ἐν ποιήμασι κατατάττεσθαι τὸν Υἱόν. “πλείονα “γὰρ,” φησι, “τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.” καὶ τίς ὁ τόδε τὸ σύμπαν τεχνησάμενος, λεγέτω πάλιν αὐτὸς πέρι τοῦ Υἱοῦ, ὅτι δι’ αὐτοῦ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατὰ καὶ “τὰ ἀόρατα.” πῶς οὖν ἐν ποιήμασιν ὁ ποιητής; καὶ εἰ ἐν τοῖς πᾶσι καὶ αὐτὸς ὁ χρόνος ἐστὶ καὶ ἓν τῶν πάντων· ἔστι δὲ πρὸ πάντων αὐτὸς δηλονότι καὶ τοῦ χρόνου πρεσβύτερος ὁ Υἱός. “δι “αὐτοῦ,” γάρ φησιν, “ἐποίησε τοὺς αἰῶνας.” πῶς οὖν ὁ πρὸ αἰώνων ἐν τοῖς ἐν χρόνῳ γενομένοις συναριθμεῖται; ἐπεὶ καὶ πᾶν ὅπερ ἃν εἴη ποιηθὲν ὡς ἐν γενέσει, τοῦτο πάντως ἔσται καὶ ἐν χρόνῳ τοῦ εἶναι ἀρξάμενον, εἴπερ μόνῃ σώζεται τὸ ἀίδιον τῇ θείᾳ καὶ ἀκηράτῳ φύσει.
- supplement.332
Καὶ Μώσης μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκος ἐσμὲν ἡμεῖς ἐάν περ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.
- supplement.333
Χρυσοστόμου. Εἰρηκὼς ἀδελφοὶ κλήσεως οὐρανίου μέτοχοι, καὶ παιδεύσας μηδὲν ἐνταῦθα ζητεῖν, εἰ ἐκεῖ κέκληνται, ἐκεῖ ὁ μισθὸς, ἐκεῖ ἡ ἀνταπόδοσις. εἶτα προτρεψάμενος κατανοῆσαι Χριστὸν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ἀρχιερέα, τουτέστιν εὐνοικὸν, προιστάμενον τῶν αὐτοῦ, οὐκ ἐῶντα φέρεσθαι ἁπλῶς, καὶ μονονουχὶ φήσας, γνῶτε τίς ἐστιν ἀρχιερεὺς καὶ ποταπὸς, καὶ οὐ δεήσεσθε παραμυθίας ἑτέρας οὐδὲ παρακλήσεως· καὶ ἀρχιερέα καλέσας αὐτὸν τῆς πίστεως ἡμῶν, καὶ ἀπόστολον διὰ τὸ ἀπεστάλθαι ὑπὲρ ἡμῶν, ὑπερτίθησι νῦν αὐτὸν τοῦ Μώσεως, τοσαύτην δεικνὺς τὴν ὑπεροχὴν, ὅσον υἱοῦ πρὸς δοῦλον. γνησιότητα δὲ πάλιν διὰ τῆς υἱοῦ προσηγορίας αἰνίττεται. εἶδες πῶς ποιήματα καὶ ποιητὴν διίστησι, πῶς δοῦλον καὶ υἱόν· ἐκεῖνος μέν φησιν, εἰς τὰ πατρῷα ὡς δεσπότης εἰσέρχεται, οὗτος δὲ ὡς δοῦλος. καὶ οὗτος φησὶ λαὸν ἐγχειρίζεται, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἀλλὰ μείζων καὶ ἐπὶ μείζονι. καὶ ὁ μὲν, ὡς θεράπων, ὁ δὲ, ὡς Υἱός. ὁ μὲν γὰρ ἀλλοτρίων κήδεται, οὗτος δὲ τῶν αὐτοῦ. εἶτα προτρέπεται πάλιν αὐτοὺς ἑστάναι γενναίως, καὶ μὴ καταπίπτειν· οἶκος γάρ, φησιν, ἐσόμεθα τοῦ Θεοῦ, ὅπερ ἦν Μωϋσῆς, ἐὰν τὸ καύχημα τέλους φυλάξωμεν. ὁ μέν τοι ἀλγῶν φησιν ἐν τοῖς πειρασμοῖς καὶ καταπίπτων, οὐ καυχᾶται· ὁ αἰσχυνόμενος, ὁ κρυπτόμενος, παρρησίαν οὐκ ἔχει, ὁ ἀλύων, οὐ καυχᾶται· οὐ μὴν ἀλλὰ καὶ ἐγκωμιάζει αὐτούς. εἰπὼν γὰρ “ἐὰν βεβαίαν κατάσχωμεν τὴν παρρησίαν, ἔδειξεν ὅτι ἤρξαντο. δεῖ δὲ τοῦ τέλους, καὶ οὐχ ἁπλῶς ἐστι, ἀλλὰ βεβαίαν ἔχειν τὴν ἐλπίδα, οὐ πληροφορίᾳ πίστεως, μὴ σαλευομένους ὑπὸ τῶν πειρασμῶν.
- supplement.334
Καλῶς εἶπε “τὸ καύχημα τῆς ἐλπίδος·” ἐπειδὴ γὰρ πάντα ἐν ἐλπίσιν ἦν τὰ ἀγαθὰ, οὕτω δὲ αὐτὴν δεῖ κατέχειν ὡς ἤδη καυχᾶσθαι ἐπιγεγενημένην, διὰ τοῦτο φησὶ “τὸ καύχημα τῆς “ἐλπίδος.” τῇ γὰρ ἐλπίδι ἐσώθημεν. οὐκοῦν μὴ ἀσχάλλωμεν ἐπὶ τοῖς παροῦσι, μηδὲ ἤδη ζητῶμεν τὰ μετὰ ταῦτα ἐπαγγελθέντα. ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ἐπειδὴ γὰρ μεγάλα ἐστὶ τὰ ἀγαθὰ, ἐνταῦθα λαβεῖν αὐτὰ οὐ δυνάμεθα, ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ. τίνος οὖν ἕνεκεν καὶ προεῖπεν ἡμῖν; οὐ μέλλων αὐτὰ ἐνταῦθα διδόναι, ἵνα τῇ ἐπαγγελίᾳ τὰς ψυχὰς ἀνακτήσηται. τί δέ ἐστιν “εἰς μαρτύριον τῶν λαληθησομένων; τουτέστιν ἵνα ὦσι μάρτυρες ὅταν ἀναισχυντῶσιν αὐτοί. τί λέγεις; μαρτυρίαν ἀνθρώπου λαμβάνει ὁ Θεός; καὶ πάνυ. εἰ γὰρ οὐρανὸν μαρτύρεται καὶ γῆν, καὶ βουνοὺς, λέγων διὰ τοῦ προφήτου, “ἄκουε οὐρανὲ, καὶ ἐνωτίζου “ἡ γῆ, ὅτι Κύριος ἐλάλησε,” καὶ “ἀκούσατε φάραγγες, θεμέλια “τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ,” πολλῷ μᾶλλον ἀνθρώπους.
- supplement.335
Θεοδωρίτου. Σὺ δέ μοι ἐπισήμηναι, ὅτι ἀπὸ τῆς γραφῆς τὰ ὀνόματα τέθεικε. καὶ γὰρ τὸν Μωϋσῆν θεράποντα κέκληκεν ὁ Θεός. “Μωϋσῆς,” γάρ φησιν, “ὁ θεράπων μου τετε- “λεύτηκε,” καὶ πάλιν, “οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς.” καὶ αὐτὸν δὲ τὸν δεσπότην Χριστὸν Υἱὸν ἡ παλαιὰ καλεῖ γραφή. “τί ὄνομα αὐτῷ, ἣ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;” καὶ “Υἱός μου εἶ “σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.” γινώσκετε τοίνυν φησὶν τούτου κἀκείνου τὸ μέσον. ὁ μὲν γὰρ θεράπων, ὁ δὲ Υἱὸς, καὶ ἐκεῖνος μὲν πιστὸς ἐκλήθη, ἵνα δειχθῇ ἀξιόχρεως νομοθέτης. τοῦτο γὰρ εἶπεν εἰς μαρτύριον τῶν λαληθησομένων. ὁ δὲ Χριστὸς, ὡς Υἱὸς καλεῖται πιστός. εἰ δὲ εὐτελείας τήνδε τὴν προσηγορίαν οἱ αἱρετικοὶ σημαντικὴν εἶναι νομίζουσιν, ἀκουέτωσαν τοῦ Ἀποστόλου περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λέγοντος. “πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς “κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ·” καὶ τοῦ Δαβὶδ, “πιστὸς Κύριος ἐν “πᾶσι τοῖς λόγοις αὐτοῦ. καὶ πάλιν· “καὶ ὁ μάρτυς ἐν οὐρανῷ “πιστός. καὶ ὁ Μώσης δὲ οὕτω λέγει· “Θεὸς πιστὸς, καὶ οὐκ “ἔστιν ἀδικία ἐν αὐτῷ.” οἶκον δὲ τοῦ Θεοῦ κέκληκε τοὺς πιστεύοντας κατὰ τὴν προφητείαν τὴν λέγουσαν, “ἐνοικήσω ἐν αὐτοῖς “καὶ ἐμπεριπατήσω.” ταύτης δέ φησιν ἀπολαυσόμεθα τῆς τιμῆς, ἐὰν τὴν παρρησίαν ἧς τετυχήκαμεν, καὶ τὴν ἀξιέραστον ἐλπίδα διὰ τῶν τῆς ἀρετῆς κατορθωμάτων διατηρήσωμεν.
- supplement.336
Κυρίλλου Θησαυρικῶν λβ΄. Ἀκουέτωσαν δὲ πάλιν Ἀρειανοὶ, ὡς ὁ θεῖος Παῦλος ἀπὸ τῶν ὀνομάτων καὶ τῶν ἀποτελεσμάτων τῆς ὑπεροχῆς ποιεῖται τὴν σύγκρισιν, καὶ τῆς οὐσιώδους, ἱν οὕτως εἴπω, ποιότητος τὴν διαφορὰν δεικνύει, ἣν ἔχει Χριστὸς καὶ πρὸς Μωσέα, καὶ δι’ αὐτοῦ πρὸς πάντα τὰ πεποιημένα. τρέχει γὰρ ὁ λόγος εἰς τουτὶ τὸ συμπέρασμα. εἰ τοίνυν ὁ μὲν, ὡς θεράπων καὶ ὑπὸ ζυγὸν δουλείας καὶ δοῦλος, ὁ δὲ ὡς Υἱὸς καὶ κατὰ φύσιν ἐλεύθερος ὡς Θεὸς, καὶ ὁ μὲν ὡς οἰκέτης ἐν τῷ οἴκῳ πιστὸς, ὁ δὲ ὡς κληρονόμος, οὐκ ἐν τῷ οἴκῳ ἀλλ’ ἐπὶ τὸν οἶκον αὐτοῦ, τουτέστιν ἡμᾶς. καὶ ὁ μὲν ἐν τοῖς κατεσκευασμένοις, καὶ ἐν ποιήμασιν, ὁ δὲ τῶν ὅλων κατασκευαστής. πῶς ὁ Θεὸς ἀληθινὸς ἀνενδοιάστως ἐστί; πῶς δὲ ἔσται ὁμογενὴς, ὁ τοσοῦτον αὐτοῦ διενεγκών; ὁ δὲ Μωσεῖ μήτε ὁμογενὴς ὑπάρχων γενητῆς ὄντι φύσεως, μήτε μὴ, ἄλλως ὁμόδουλος, οὐκ ἃν ἑτέρῳ τινὶ κατὰ τὸν τῆς φύσεως λόγον ὡς ὁμοφυὴς συντάττοιτο. πρὸς γὰρ τὰ πεποιημένα καὶ οὐ πρὸς Μωσέα πάντως ἡ σύγκρισις, εἰ καὶ τὸ Μώσεως πρόσωπον ἐπὶ τοῦ παρόντος ἐξετάζεται. ἔτι εἰ ὁ Θεός ἐστιν ὁ ἐν προφήταις εἰπὼν, “ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν “Θεὸς, καὶ αὐτοὶ ἔσονται μου λαὸς,” πῶς νῦν ἡμεῖς οἶκος ἐσμὲν τοῦ Υἱοῦ, εἴπερ μὴ ἔστι φύσει Θεός; ἀλλ’ εὐχόμεθα, καθά φησιν ὁ Παῦλος, κατοικῆσαι τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ οἶκος τοῦ Θεοῦ ἐσμέν τε καὶ χρηματίζομεν. Θεὸς ἄρα ὁ Χριστός. εἰ δὲ τοῦτο, οὐ ποίημα. ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς Χριστομαχους.
- supplement.337
Χρυσοστόμου. Ὁ μέν τοι Παῦλος διαλεχθεὶς περὶ καὶ εἰπὼν ὅτι “οἶκος αὐτοῦ ἐσμὲν, ἐὰν τὴν ἐλπίδα βεβαίαν κατά- “σχωμεν,” δείκνυσι λοιπὸν ὅτι βεβαίως χρὴ προσδοκᾷν, καὶ τοῦτο πιστοῦται ἀπὸ τῶν γραφῶν. προσέχετε δὲ, δυσκολώτερον γάρ πὼς αὐτὸ ἔφρασε. διὸ χρὴ τὰ παρ’ ἡμῶν εἰπόντας καὶ συντομώτερον τὴν πᾶσαν ὑμᾶς ὑπόθεσιν διδάξαντας, οὕτως ἐπαφεῖναι τὸν λόγον τοῖς γεγραμμένοις· οὐκέτι γὰρ ἡμῶν δεηθήσεσθε, ἐὰν τὸν ἀποστολικὸν σκοπὸν μάθητε. περὶ ἐλπίδος ἦν αὐτῷ ὁ λόγος, καὶ ὅτι χρὴ ἐλπίζειν τὰ μέλλοντα, καὶ ὅτι ἔσται τοῖς ἐνταῦθα πονήσασι, μισθός τις καὶ καρπὸς καὶ ἀνάπαυσις. τοῦτο οὖν ἀπὸ τοῦ προφήτου δείκνυσι, καὶ τί φησιν;
- supplement.338
Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, ἐν τῇ ἡμέρᾳ τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. διὸ προσώχθισα τῆ γενεᾷ ἐκείνη, καὶ εἶπον, ἀεὶ πλανῶνται τῆ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσιν μου.
- supplement.339
Θεοδωρίτου. Ἐπειδὴ τῆς ἐλπίδος ἐμνήσθη, ἐλπὶς δὲ οὐκ ἔστιν ἐλπὶς, ὃ γὰρ βλέπει τις, τι καὶ ἐλπίζει; ὑπέσχετο δὲ ἡμῖν ὁ δεσπότης τὴν βασιλείαν τῶν οὐρανῶν, σύγκρισιν πάλιν ποιεῖται τῶν Ἰουδαίοις δεδομένων, καὶ τῶν ἡμῖν ἐπηγγελμένων. καὶ τέθηκε μὲν τὴν μαρτυρίαν δεδιττόμενος δῆθεν αὐτοὺς, ἵνα φυλάξωσι διὰ σπουδῆς τὴν δεδομένην ἐλπίδα. πλὴν ἕτερον κατασκευάζει ἀνυπόπτως πάλιν μεθοδεύων τὸν λόγον, ἐπιμένει δὲ τῇ παραινέσει.
- supplement.340
Χρυσοστόμου. Τρεῖς μέν τοι φησὶ καταπαύσεις εἶναι, τὴν τοῦ σαββάτου, ἐν ἧ ὁ Θεὸς κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· δευτέραν τὴν τῆς Παλαιστίνης εἰς ἢν εἰσελθόντες οἱ Ἰουδαῖοι, ἔμελλον ἀναπαύεσθαι ἀπὸ τῆς πολλῆς ταλαιπωρίας καὶ τῶν πόνων· τρίτην, τὴν ὄντως ἀνάπαυσιν τὴν βασιλείαν τῶν οὐρανων, ἧς οἱ τυχόντες ἀναπαύονται ὄντως τῶν πόνων καὶ τῶν μόχθων. τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται, καὶ τίνος ἕνεκεν περὶ τῆς μιᾶς διαλεγόμενος τῶν τριῶν ἐμνημόνευσεν; ἵνα δείξῃ τὸν προφήτην περὶ ταύτης λέγοντα. περὶ μὲν γὰρ τῆς πρώτης, οὐκ εἶπε φησὶ, πῶς γὰρ τῆς πάλαι γεγενημένης; ἀλλ’ οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ. ἴνη. πῶς γάρ; “οὐ γὰρ εἰσελεύσονται,” φησὶν, “εἰς τὴν κατάπαυσίν μου.” λείπεται δὴ τὴν τρίτην εἶναι ταύτην λοιπόν. ἀναγκαῖον δὲ καὶ τὴν ἱστορίαν ἀναπτύξαι, ὥστε σαφέ- στερον ποιῆσαι ’τον λόγον.
- supplement.341
Ἐπειδὴ γὰρ ἀπὸ τῆς Αἰγύπτου ἐξελθόντες Ἑβραῖοι, πολλὴν ὁδὸν διανύσαντες, καὶ μυρία τῆς τοῦ Θεοῦ δυνάμεως λαβόντες τεκμήρια, ἔν τε τῇ Αἰγύπτῳ, ἔν τε τῇ ἐρυθρᾷ, ἔν τε τῇ ἐρήμῳ, ἐβουλεύσαντο πέμψαι κατασκόπους τοὺς διασκεψομένους τὴν φύσιν τῆς ἐπηγγελμένης γῆς· οἱ δὲ ἀπελθόντες ἐπα- νῆλθον, τὴν μὲν χώραν θαυμάζοντες, καὶ γενναίων καρπῶν εὔφορον εἶναι λέγοντες· ἀνθρώπων μέν τοι ἀκαταμαχήτων εἶναι χώραν. καὶ ἰσχυρῶν. οἱ δὲ ἀγνώμονες Ἰουδαῖοι καὶ ἀναίσθητοι, δέον αὐτοὺς τῶν προτέρων εὐεργεσιῶν τοῦ Θεοῦ ἀναμνησθῆναι, καὶ πῶς αὐτοὺς εἰς μέσον ἀπειλημμένους στρατοπέδων τοσούτων Αἰγυπτιακῶν, ἐξήρπασε τῶν κινδύνων, καὶ τῶν λαφύρων αὐτῶν ἐποίησε κυρίους, καὶ πάλιν ἐν τῇ ἐρήμῳ πέτρας ἔρρηξε, καὶ τῶν ὑδάτων τὴν ἀφθονίαν ἐχαρίσατο, καὶ τὸ μάννα παρέσχε, καὶ τὰ ἄλλα εἰργάσατο θαυμάσια, καὶ πιστεῦσαι τῷ Θεῷ· τούτων μὲν οὐδὲν ἐνενόησαν, ὡς μηδενὸς δὲ γενομένου οὕτω καταπλαγέντες, πάλιν εἰς Αἴγυπτον εἰσιέναι ἐβούλοντο. “ἐξήγαγε γάρ,” φησιν, “ὧδε “ὁ Θεὸς καὶ ἡμᾶς, ὥστε ἀνελεῖν ἡμᾶς μετὰ παίδων καὶ γυναι- “κῶν.” ὁ τοίνυν Θεὸς ὀργιζόμενος ὅτι οὕτω ταχέως ἐξέβαλον τὴν μνήμην τῶν γεγενημένων, ὤμοσε μὴ εἰσελθεῖν τὴν γενεὰν ἐκείνη, τὴν ταῦτα εἰρηκυῖαν εἰς τὴν κατάπαυσιν. καὶ πάντες ἀπώλοντο ἐν τῇ ἐρήμῳ. ἐπεὶ οὖν ὁ Δαβὶδ φησὶν ὕστερον καὶ μετὰ ταῦτα, μετὰ τὴν ἐκείνων γενεὰν διαλεγόμενος ἔλεγεν, “ὅτι σήμερον ἐὰν “τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν,” ἵνα μὴ τὰ αὐτὰ πάθητε ἅπερ οἱ πρόγονοι οἱ ἡμέτεροι, καὶ ἀπο- στερηθῆτε τῆς καταπαύσεως, δηλονότι ὡς οὔσης ἄλλης τινὸς καταπαύσεως ταῦτα λέγει. ἐπεὶ εἰ ἀπειληφότες ἤσαν τὴν κατά- κατάπαυσιν φησὶν, τίνος ἕνεκεν αὐτοῖς πάλιν λέγει, τὸ “ σήμερον ἐὰν “ τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν “ ὡς οἱ πατέρες ὑμῶν ;” τίς οὖν ἐστιν ἄλλη κατάπαυσις, ἀλλ’ ἣ ἡ βασιλεία τῶν οὐρανῶν, ἧς εἰκών ἐστι καὶ τύπος τὸ σάββατον;
- supplement.342
Γρηγορίου Νύσσησ Ψαλμῶν. Καταφορικωτέραν δὲ ἀπειλὴν ὁ ψαλμὸς κατὰ τῶν ἀπιστούντων ἔχει, τῶν τὴν αὐτὴν ἐπιδειξαμένων κακόνοιαν, ἔν τε τοῖς τεσσαράκοντα ἔτεσι τῆς ἐν ἐρήμῳ διαγωγῆς, ἐν οἷς τὸν εὐεργέτην παρώξυναν, καὶ μετὰ ταῦτα τὴν δοθεῖσαν ἡμῖν διὰ τοῦ εὐαγγελίου κατάπαυσιν τῆς ἁμαρτίας μὴ προσδεχόμενοι, οἷς ἐξῆν σήμερον ἀκούσασι τῆς φωνῆς τοῦ δι’ ἡμᾶς εἰς τὸ σήμερον ἐλθόντος, καὶ ἐκ τῆς προαιωνίου τε καὶ ἀιδίου μεγαλειότητος εἰς χρονικὴν γένεσιν καταβάντος, ἀνοῖξαι αὐτοῖς τὴν εἴσοδον τῆς ἀναπαύσεως· ἀλλ’ ἀεὶ τὴν πλάνην καὶ τὴν ἀπι- στίαν ὁδηγὸν ἑαυτῶν προβαλλόμενοι ἔν τε τοῖς πρώτοις καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις, ὅρκῳ τῆς εἰσόδου τῆς εἰς τὴν κατά- κατάπαυσιν τοῦ Θεοῦ ἀπεκλείσθησαν. πῶς γὰρ ἂν εἰσέλθοιεν εἰς τὴν κατάπαυσιν οἱ ἑκουσίως ἑαυτοὺς τῆς εὐλογίας ἀλλοτριώσαντες ;
- supplement.343
Χρυσοστόμου. Ο μέν τοι Παῦλος θεὶς τὴν μαρτυρίαν πᾶσαν, αὕτη δέ ἐστιν, “ σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ “ σκληρύνητε τὰς καρδίας ὑμῶν” καὶ τὰ ἑξῆς, τότε ἐπάγει,
- supplement.344
βλέπετε ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.
- supplement.345
Τοῦ αὐτοῦ. Πόλλης φησὶν, ἐπιμελείας ὑμῖν δεῖ καὶ σπουδῆς, ὥστε φυλάξαι τὴν πίστιν, καὶ μὴ τὴν λώβην τῆς ἀπιστίας εἰσδέξασθαι. αὕτη γὰρ χωρίζει τοῦ ζῶντος Θεοῦ.
- supplement.346
Τοῦ αὐτοῦ. Ἀπὸ δὲ σκληρότητος ἡ ἀπιστία γίνεται. καὶ καθάπερ τὰ πεπωρωμένα τῶν σωμάτων καὶ σκληρὰ, οὐκ εἴκει ταῖς τῶν ἰατρῶν χερσὶν, οὕτω καὶ αἱ ψυχαὶ αἱ σκληρυνθεῖσαι οὐκ εἴκουσι τῷ λόγῳ τοῦ Θεοῦ· εἰκὸς γάρ τινας καὶ ἀπιστεῖν λοιπὸν ὡς οὐκ ὄντων ἀληθῶν τῶν γενομένων. διὰ τοῦτο φησὶν, βλέπετε μὴ ἀπιστήσητε. ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος οὐκ ἔστιν οὕτω πιθανὸς ὡς ὁ τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς ἱστο- ρίας ἐν ᾗ πίστεως ἐδεήθησαν. εἰ γὰρ οἱ πατέρες ὑμῶν φησιν, ἐπειδὴ οὐκ ἤλπισαν ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς.
- supplement.347
Κυρίλλου Ὁμιλία, καὶ Θησυρικῶν λβ΄. Θεὸν μέν ζῶντα φησὶ τὸν Χριστὸν, οὗ πάντη τε καὶ πάντως ἀφίστανται τῶν τῆς ἀληθείας δογμάτων ἀποπηδῶντες τινές. ἀλλὰ τι φησιν ὁ αὐτοῦ μαθητής; “ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν Κύριον, “ἐν αὐτῷ περιπατεῖτε.” παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν. καί γε εἰς Χριστὸν ἡ πίστις, καὶ ἐπ’ αὐτῇ τοῖς ἁγίοις τὰ γέρα καὶ ἡ ἀπέραντος χρεωστεῖται ζωή. τοῦτο γὰρ ἐκδιδάσκων ἡμᾶς αὐτός που φησίν· “ἀμὴν ἀμὴν λέγω ὑμῖν, “ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.” εἴπερ οὖν ὁ τὴν πίστιν τὴν εἰς αὐτὸν ἀρνούμενος, καὶ καρδίαν ἀναλαβὼν πονηρὰν Θεοῦ ζῶντος ἀποστατεῖ, πῶς οὐ κατὰ φύσιν Θεὸς ὁ Υἱός; πῶς δὲ κτίσμα ἢ ποίημα τοῦτο ὑπάρχων; ὅπερ ἃν εἴη καὶ ὁ Πατὴρ, οὗ καὶ ἔστιν Υἱὸς, πάντα φέρων τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα. ζῶν γοῦν Θεὸς ὁ Πατὴρ, ζῶν δὲ ὁμοίως καὶ ὁ Υἱός.
- supplement.348
Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλῆται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τίς ἀπάτη τῆς ἁμαρτίας.
- supplement.349
Τοῦ αὐτοῦ. καθ’ ἑκάστην γὰρ ἡμέραν τοὺς ἔτι ζῶντας προσήκει πᾶσαν ἑαυτῶν ποιεῖσθαι φροντίδα, ἵνα μὴ χώραν ἡ ἁμαρτία λαβοῦσα, ἀντίτυπον τὴν ἡμετέραν καρδίαν ἐργάσηται. σήμερον δὲ τὸν παρόντα κέκληκε βίον, καὶ ἀεὶ ἐστι τὸ σήμερον, ἕως ἃν συνεστήκῃ ὁ κόσμος. παρακαλεῖτε οὖν αὐτοὺς, τουτέστι, οἰκοδομεῖτε ἀλλήλους, ἀνορθώσατε ἑαυτοὺς ἵνα μὴ τὰ αὐτὰ γένηται, “ἵνα μὴ σκληρυνθῇ τίς ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας.” ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁμαρτία ποιεῖ. ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ψυχὴ, ὅταν εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ. καταφρονήσασα δὲ, οὐδὲ πιστεύειν ἀνέχεται, ὥστε ἀπαλλάξαι φόβου ἑαυτήν. “εἶπον γάρ,” φησιν, “οὐκ ὄψεται Κύριος, οὐδὲ “συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.” καὶ πάλιν, “τὰ χείλη ἡμῶν παρ’ “ἡμῖν ἐστι, τίς ἡμῶν Κύριος ἐστί;” καὶ πάλιν, “ἕνεκεν τίνος “παρώργισεν ὁ ἀσεβὴς τὸν Θεὸν, εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ οὐκ ἐκζητήσει.” καὶ πάλιν, “εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.” “διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν,” “οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.” καὶ ὁ Χριστὸς δὲ, τοῦτο αὐτό φησι· “πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς.” “οὐκοῦν κἄν τις ἡμαρτηκὼς ᾖ, μηδέποτε ἀπελπιζέτω ἕως ἃν ζῇ. ἕως γὰρ ἃν ᾖ τὸ σήμερον, ἐλπίδας ἔχει. μάλιστα μὲν οὖν, φησὶν, μηδὲ ἔστω καρδία πονηρὰ ἀπιστίας· εἰ δὲ καὶ γένοιτο, μηδεὶς ἀπογινωσκέτω ἀλλὰ ἀναλαμβανέτω ἑαυτόν· ἕως γὰρ ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ, τὸ σήμερον ἔχει καιρόν. ἐνταῦθα δὲ οὐ τὴν ἀπιστίαν μόνον λέγει ἀλλὰ καὶ τοὺς γογγυσμούς. ἀπάτην δὲ ἁμαρτίας ἣ τὴν ἀπάτην τοῦ διαβόλου φησὶν, ἀπάτη γάρ ἐστιν ὄντως τὸ μηδὲν περὶ τῶν μελλόντων προσδοκᾶν, τὸ νομίζειν ὅτι ἀνεύθυνα ἔσται τὰ ἡμέτερα, καὶ ὅτι τῶν πεπραγμένων ἡμῖν ἐνταῦθα, οὐ δώσομεν δίκην, οὐδὲ ἔσται ἀνάστασις· ἢ ἑτέρως ἀπάτη ἐστὶν ἡ ἀναλγησία, ἡ ἀπόγνωσις· τὸ γὰρ λέγειν, τι λοιπόν; ἅπαξ ἥμαρτον, οὐκ ἔχω ἐλπίδα τοῦ ἀνακτήσασθαι ἐμαυτὸν, ἀπάτη ἐστί. καθάπερ δὲ οἱ τύλοι τοῦ σώματος νεκροῦνται λοιπὸν, καὶ οὐδεμίαν αἴσθησιν ἔχουσιν, οὕτω καὶ ψυχὴ ὅταν πολλοῖς κατασχέθῃ πάθεσιν, νεκροῦται πρὸς τὴν ἀρετήν. κἂν ὁτιοῦν προσενέγκῃς, οὐ λαμβάνει τοῦ πράγματος αἴσθησιν, ἀλλὰ κἂν κόλασιν, κἂν ὁτιοῦν ἀπειλήσῃς, ἀνάλγητος μένει. “διὰ τοῦτο,” φησὶ, “παρακαλεῖτε “ἑαυτούς· ὅρα τὸ ἥμερον καὶ προσηνὲς, οὐκ εἶπεν ἐπιτιμᾶτε, ἀλλὰ “παρακαλεῖτε.” οὕτως ἡμᾶς χρὴ τοῖς ἀπὸ θλίψεως στενοχωρουμένοις προσφέρεσθαι. τοῦτο καὶ Θεσσαλονικεῦσι γράφων φησὶ, “νουθετεῖτε τοὺς ἀτάκτους.” περὶ δὲ τῶν ὀλιγοψύχων οὐχ οὕτως, ἀλλὰ τί; “παραμυθεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε “ἀσθενούντων, μακροθυμεῖτε πρὸς πάντας,” τουτέστι μὴ ἀπελπίσητε, μὴ ἀπογνῶτε. τὸν γὰρ ἀπὸ θλίψεως στενοχωρούμενον ὁ μὴ παρακαλῶν σκληρότερον ποιεῖ. ὲἶτα ἐλπίδας αὐτοῖς ἐντίθησι λέγων,
- supplement.350
Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ.
- supplement.351
Μονονουχὶ λέγων, ὁ οὕτως ἡμᾶς ἀγαπήσας, ὁ τοσούτων καταξιώσας, ὥστε αὐτοῦ σῶμα ποιῆσαι, οὐ περιόψεται ἀπολλυμένους. ἐννοήσωμεν τίνων κατηξιώθημεν, ἡμεῖς καὶ ὁ Χριστὸς ἓν ἐσμὲν, μετέχομεν αὐτοῦ, ἓν ἐγενόμεθα ἡμεῖς καὶ αὐτὸς, εἴπερ αὐτὸς μὲν κεφαλὴ, ἡμεῖς δὲ σῶμα, συγκληρονόμοι καὶ σύσσωμοι ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ. μὴ τοίνυν ἀποστῶμεν αὐτοῦ. κἀκεῖνο δὲ αἰνίττεται τὸ εἰρημένον ἑτέρωθι, ὅτι εἰ ὑπομένωμεν, καὶ συμβουλεύσομεν z . τοῦτο γάρ ἐστι μέτοχοι γεγόναμεν, των ἀυτῶν μετέχομεν·
- supplement.352
Ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.
- supplement.353
“Ἀρχὴν ὑποστάσεως” τὴν πίστιν λέγει. δι’ ἧς ὑπέστημεν καὶ γεγεννήμεθα καὶ συνουσιώθημεν ὡσάν τις εἴποι· ἣ καὶ οὕτω κεκοινωνήκαμεν τῷ δεσπότῃ Χριστῷ διὰ τοῦ παναγίου βαπτίσματος τοῦ θανάτου, καὶ συνταφέντες αὐτῶ ἐν τῶ τύπω τῆς ἀναστάσεως γεγεννήμεθα. εἴ περ ἄρα βεβαίαν τὴν πίστιν φυλάξαιμεν, δι’ ἧς ἐνεουργήθημεν καὶ συνήφθημεν τῷ δεσπότῃ Χριστῷ, καὶ τῆς τοῦ παναγίου Πνεύματος μετειλήφαμεν χάριτος. εἶτα πάλιν τὸν προφητικὸν ἀναλαμβάνει λόγον, καὶ φοβεῖ ἀπὸ τῶν σκυθρωποτέρων λέγων,
- supplement.354
Ἐν τῷ λέγεσθαι, σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξ Αἰγύπτου ἐξελθόντες διὰ Μώσεως. τίσι δὲ προσώχθησε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἀπειθήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν. φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθὼν εἰς τὴν κατάβασιν αὐτοῦ, δοκῇ τίς ἐξ ὑμῶν ὑστερηκέναι.
- supplement.355
Χρυσοστόμου. Καθ᾿ ὑπερβατόν ἐστι τοῦτο, τὸ ἀκόλουθον δὲ οὕτως ἔχει, ἐν τῷ λέγεσθαι “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. φοβηθῶμεν μή “ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυ- “σιν αὐτοῦ, δοκῆ τις ἐς ὑμῶν ὑστερηκέναι.” τὰ δὲ λοιπὰ μεταξὺ ἔγκειται. εἰπὼν γὰρ πάλιν τὴν μαρτυρίαν, εἶτα βουλόμενος αὐτοὺς φοβῆσαι, δείκνυσι τοῦτο αὐτὸ δι’ ὧν φησὶ, “τίνες γὰρ “παρεπίκραναν” καὶ τὰ ἑξῆς. ἐπάγει δὲ τὴν ἐρώτησιν ὅπερ ποιεῖ τὸν λόγον σαφῆ. εἶπε, γάρ φησι, “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπι- “κρασμῷ.” τίνων, φησὶ, μέμνηται σκληρυνθέντων; τίνων δὲ ἀπειθησάντων; οὐ τῶν Ἰουδαίων;
- supplement.356
Θεοδωρίτου. Ὥστε τὸ μέν “τινες ἀκούσαντες παρεπίκρα- “ναν,” κατ’ ἐρώτησιν ἀναγνωστέον, τὸ δὲ “ἀλλ᾿ οὐ πάντες,” μὴ ἀποφαντικῶς ἀλλὰ καθ’ ὑπόκρισιν. οὕτω γὰρ νοεῖν τὰ ἑξῆς παρασκευάζει. πλὴν γὰρ Χαλὲβ τοῦ ’Iεφονῆ, καὶ Ἰησοῦ τοῦ Ναβῆ, ἑξακόσιαι διεφθάρησαν χιλιάδες. τούτους γὰρ εἶπεν ἐξεληλυθότας ἐξ Αἰγύπτου, ἀπειθήσαντας δὲ πάλιν ὠνόμασε, τοὺς μὴ πιστεύσαντας ταῖς θείαις ἐπαγγελίαις. τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος εἰς τὴν ἐπηγγελμένην ἀπᾶραι γῆν, ἀντεῖπον ἐκεῖνοι προβαλλόμενοι τὸ χρέως καὶ τῶν πολεμίων τὸ μέγεθος. οὗ δὴ χάριν ὁ τῶν ὅλων Θεὸς ἅπαντας κατὰ μέρος ἐν τῇ ἐρήμῳ καταναλώσας, τοὺς ἐκείνων παῖδας ἀντ’ ἐκείνων εἰσήγαγε. ταῦτα παρενθεὶς ὁ Παῦλος, ὥστε διὰ τούτων δειδίξασθαι καὶ παρασκευάσαι προσμεῖναι τὰς δεδομένας ἐλπίδας, περὶ τῆς καταπαύσεως λοιπὸν ποιεῖται τὸν λόγον, διδάσκων ὡς ἄνωθεν ὁ προφήτης Δαβὶδ ταύτην ἡμῖν προεθέσπισεν, ἐπηγγείλατό φησιν ἡμῖν ὁ Δαβὶδ ὡς ἑτέρα ἐστὶ κατάπαυσις. σπουδάσωμεν τοίνυν ταύτης τυχεῖν, ἵνα μὴ ἐκείνοις τὰ ὅμοια πάθωμεν. “καὶ γὰρ ἐσμὲν εὐηγγελι- “σμένοι καθάπερ ἐκεῖνοι.” ἐν τῷ λέγεσθαι, “σήμερον, ἐὰν τῆς “φωνῆς αὐτοῦ ἀκούσητε,’ τὸ γὰρ σήμερον ἀεί ἐστιν.
- supplement.357
Χρυσοστόμου. Εἶτα δεικνὺς ὅτι οὐκ ἀπόχρη εἰς σωτηρίαν τῶν λόγων ἀκρόασις, ἀλλὰ προσήκει ταύτην καὶ μετὰ πίστεως δέξασθαι, καὶ βεβαίως φυλάξαι, ἐπάγει,
- supplement.358
Ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμμένους τῆ πίστει τοῖς ἀκούσασι.
- supplement.359
Θεοδωρίτου. Τί γὰρ ὤνησεν ἡ τοῦ Θεοῦ ἐπαγγελία τοὺς ταύτην δεξαμένους μὴ πιστῶς δεξαμένους, καὶ τῆ τοῦ Θεοῦ δυνάμει τεθαρρηκότας, καὶ οἷον τοῖς τοῦ Θεοῦ λόγοις ἀνακραθέντας;
- supplement.360
Χρυσοστόμου. Ἐνταῦθα δείκνυσιν πῶς ὁ λόγος οὐκ ὠφέλησεν, ὅτι ἐκ τοῦ μὴ συγκραθῆναι αὐτοὺς τῇ πίστει τοῖς ἀκούσασιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ἤκουσαν κἀκεῖνοι ὥσπερ ἡμεῖς ἠκούσαμεν· ἀλλ’ οὐδὲν ὄφελος αὐτοῖς γέγονε. μὴ τοίνυν νομίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε. ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ’ οὐδὲν ἀπώναντο, ἐπειδὴ μὴ ἐπίστευσαν· οἱ δὲ περὶ Χαλὲβ καὶ Ἰησοῦν, ἐπειδὴ μὴ συνεκράθησαν τοῖς ἀπιστήσασι, τουτέστιν συνεφώνησαν, διέφυγον τὴν κατ’ ἐκείνων ἐναχθεῖσαν τιμωρίαν. ὅρα τὸ θαυμαστὸν, οὐκ εἶπεν οὐ συνεφώνησαν, ἀλλ’ “οὐ συνεκράθησαν,” δηλῶν ἐντεῦθεν ὅτι ἀστασιάστως διέστησαν, ἐκείνων πάντων μίαν καὶ τὴν αὐτὴν γνώμην ἐσχηκότων. ἐνταῦθά μοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι, εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, εἶτα τοῦτο βεβαιῶν ἐπήγαγε,
- supplement.361
Καθὼς εἴρηκεν, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
- supplement.362
Ἐπεὶ δὲ εἰκὸς ἦν εἰπεῖν τινα, καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δηλωτικόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι, τί ποιεῖ; σπουδάζει δεῖξαι τέως ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὐ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν οὐράνων.
- supplement.363
Θεοδωρίτου. Τρεῖςγὰρ Θεοδωρίτου. Τρεῖς γὰρ δεῖξαι βούλεται καταπαύσεις ἐν θείᾳ γραφῇ. καὶ πρῶτον μὲν, τὴν ἑβδόμην ἡμέραν ἐν ᾗ τὴν κτίσιν πεπλήρωκεν ὁ Θεὸς, δευτέραν δὲ, τῆς ἐπαγγελίας τὴν γῆν, τρίτην δέ γε τὴν βασιλείαν τῶν οὐρανῶν. κατασκευάζει δὲ τὴν ταύτης ἀπόδειξιν, ἀπὸ τῆς προφητικῆς μαρτυρίας, εἰ γὰρ μὴ ἀληθῶς φησὶν, ἐστὶν ἑτέρα κατάπαυσις. τί δήποτε τοὺς τὴν δευτέραν δεξαμένους· καὶ παρεγγυᾷ μὴ σκληρύναι τὴν καρδίαν, καὶ ἀπειλεῖ τιμωρίαν, καὶ τῶν τῆς δευτέρας καταπαύσεως καταπεφρονηκότων ποιεῖται τὴν μνήμην. κατὰ τάξιν δὲ ταύτας τίθησι, καὶ πρώτην μὲν τῆς δευτέρας ἡμέρας.
- supplement.364
Καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτως· καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῆ ἑβδόμη ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ.
- supplement.365
Ὅτι, φησὶν, οὐ περὶ ἐκείνης ὁ μακάριος λέγει Δαβὶδ, δῆλον. πρὸ πολλῶν γὰρ γενεῶν ἐκείνη γεγένηται τοῦ Δαβίδ. ἐν γὰρ τῇ ἑβδόμῃ ἡμέρᾳ πεπλήρωκε τὴν φύσιν ὁ τῶν ὅλων Θεός.
- supplement.366
Χρυσοστόμου. Τέως οὖν δείκνυσιν ὅτι οὐκ ἔτυχον ἐκεῖνοι καταπαύσεως, ὅτι γὰρ τοῦτο λέγει, δῆλον ἐξ ὧν ἐπάγει,
- supplement.367
Καὶ ἐν τούτῳ πάλιν, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
- supplement.368
Θεοδωρίτου. Ὁρᾷς ὅπως οὐ κωλύει ἐκείνη, ταύτην κατάπαυσιν.
- supplement.369
Ἀλλ᾿ ὁμώς καὶ ταῦτα σαφῶς ἐπιστάμενος ὁ προφήτης, οὐδὲν ἧττον ἑτέραν κατάπαυσιν ἐπαγγέλλεται,
- supplement.370
Ἐπεὶ οὖν ὑπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι’ ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται.
- supplement.371
Χρυσοστόμου. Τί ἐστιν ὁ φησιν; ἐπεὶ ὀφείλουσι τινὲς εἰσελθεῖν πάντως, ἐκεῖνοι δὲ οὐκ εἰσῆλθον, πάλιν ὁρίζει τρίτην ἄλλην κατάπαυσιν. ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινὰς εἰσελθεῖν, ἀκούσομεν πόθεν τοῦτο κατασκευάζει, ὅτι μετὰ τοσαῦτα ἔτη φησὶν λέγει πάλιν ὁ Δαβὶδ, “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.”
- supplement.372
Θεοδωρίτου. Εἶτα διδάσκων ὡς οὐ περὶ τῆς Παλαιστίνης ταῦτα φησὶν ὁ προφήτης, ἐπισυλλογίζεται,
- supplement.373
Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἃν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.
- supplement.374
Οὐκ ἄν, φησι, περὶ ἐκείνης εἶπε τῆς γῆς. εἰς ἐκείνην γὰρ αὐτοὺς εἰσήγαγεν Ἰησοῦς ὁ τοῦ Ναβῆ. ἐν αὐτῇ δὲ ἦν καὶ ὁ θεῖος Δαβὶδ ὅτε ταύτην ἐπηγγέλλετο τὴν κατάπαυσιν. δῆλον οὖν ὡς μελλόντων τινῶν τεύξεσθαι τινος ἀμοιβῆς, ταῦτα λέγει, εἶτα συλλογιστικῶς,
- supplement.375
Ἄρα οὖν ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.
- supplement.376
Οὐ κατ’ ἐρώτησιν τὸ ἄρα, ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον. σαββατισμὸν δὲ τὴν κατάπαυσιν κέκληκεν. ἐπειδὴ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων ὣν ἐποίησεν, ἐν τῷ μέλλοντι δὲ βίῳ ἄλυπος ἔσται ζωὴ καὶ πόνων ἐλευθέρα καὶ φροντίδων ἀπηλλαγμένη, σαββατισμὸν τοίνυν ὠνόμασε τὴν τῶν σωματικῶν ἔργων ἀπαλλαγήν· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς,
- supplement.377
Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αἰτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
- supplement.378
Καὶ πῶς ἐν τῷ Εὐαγγελίῳ φησὶν, “ὁ Πατήρ μου ἕως ἄρτι “ἐργάζεται, κἀγὼ ἐργάζομαι;” οὐκ ἐναντία λέγων, ἄπαγε. ἐνταῦθα μὲν γὰρ τὸ κατέπαυσε δηλοῖ, ὅτι τοῦ παράγειν εἰς τὸ εἶναι ἐπαύσατο, ἐκεῖ δὲ τὴν διηνεκῆ αὐτοῦ δηλοῖ πρόνοιαν, καὶ τὸ διακρατεῖν τὰ γεγενημένα. ὥσπερ οὖν ὁ τῶν ὅλων Θεὸς ἐν τῇ ἕκτῃ ἡμέρᾳ πᾶσαν τὴν κτίσιν πεπληρωκὼς, ἐν τῇ ἑβδόμῃ ἐπαύσατο τοῦ δημιουργεῖν, οὕτως οἱ τόνδε τὸν βίον ὑπεξελθόντες καὶ εἰς ἐκεῖνον μεταβάντες, τῶν παρόντων ἀπαλλαγήσονται πόνων. καὶ Ἰουδαίοις δὲ ὁ νόμος ἐκέλευσε τῷ σαββάτῳ τῶν μὲν σωματικῶν ἔργων ἀπέχεσθαι, μόναις δὲ προσφέρειν ταῖς ψυχαῖς ἐπιμέλειαν.
- supplement.379
Χρυσοστόμου. Καλῶς οὑν συνεπέρανε τὸν λόγον· οὐ γὰρ κατάπαυσις, ἀλλὰ “σαββατισμὸς,” τὸ οἰκεῖον ὄνομα, καὶ ᾦ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν. ὥσπερ γὰρ ἐν τῷ σαββάτῳ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ καὶ μηδὲν ἕτερον, οὕτω καὶ τότε. ἀλλ’ αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ τί; ὥσπερ ὁ Θεός, φησι, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ. ἐπειδὴ γὰρ περὶ ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἦν, καὶ τοῦτο ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται, εἰς τοῦτο τὸν λόγον κατέκλεισεν. ὅρα δὲ πῶς ὅλον τὸν λόγον συνελογίσατο. ὤμοσε φησὶ τοῖς προτέροις μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν, καὶ οὐκ εἰσῆλθον, εἶτα μετ’ ἐκείνους χρόνῳ πολλῷ ὕστερον διαλεγόμενος τοῖς Ἰουδαίοις φησὶ, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς οἱ πατέρες ὑμῶν, δηλονότι ἔστιν ἄλλη κατάπαυσις. περὶ μὲν γὰρ τῆς Παλαιστίνης οὐκ ἔχομεν εἰπεῖν· εἶχον γὰρ αὐτὴν, περὶ δὲ τῆς ἑβδόμης, οὐκ ἔστιν εἰπεῖν. οὐ γὰρ δή που περὶ ταύτης διελέγετο τῆς πάλαι γεγενημένης. ἄρα ἑτέραν τινὰ αἰνίττεται τὴν ὄντως ἀνάπαυσιν, ἔνθα ἀπέδρα ὀδύνη, καὶ λύπη καὶ στεναγμός· ἔνθα οὐ φροντίδες, οὐ πόνος, οὐκ ἀγωνία, ἀλλ’ εἰρήνη, χαρὰ, εὐφροσύνη, ἀγαθοσύνη. οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία, οὐ βασκανία, οὐ θάνατος οὕτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς, οὐ σκότος, οὐ νὺξ, ἀλλὰ πάντα ἡμέρα λαμπρὰ, πάντα φῶς· οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν.
- supplement.380
Ἰσιδώρου καὶ Χρυσοστόμου. Οὐ τοίνυν περὶ τῆς καταπαύσεως τῶν Ἐβραίων τῆς γενομένης ἐν τῇ Παλαιστίνῃ, διὰ τῆς Ιησοῦ τοῦ υἱοῦ Ναυῆ στρατηγίας, τῷ θεσπεσίῳ Παύλῳ ὁ λόγος. ἐκείνης γὰρ οὐδεὶς λόγος αὐτῷ. εἰς δὲ τὴν προσδοκωμένην ἔσεσθαι βλέπει, καὶ κατ’ ἐκείνης ὁ τῶν νοημάτων σκοπὸς συντείνεται. ὅτι δὲ τοῦτ’ ἔστιν ἀληθὲς, αὐτὸς ἑαυτὸν ἑρμηνεύει λέγων, “εἰ γάρ “αὐτοὺς Ἰησοῦς,” δηλονότι ὁ τοῦ Ναυῆ, “κατέπαυσεν, οὐκ ἃν “περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. ἄρα ἀπολείπεται σαβ- “βατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.” εἰ γὰρ αὐτοὺς φησὶν ἐκεῖνος κατέπαυσεν, οὐκ ἂν ὁ Δαβὶδ μετὰ τοσαύτας γενεὰς γενόμενος, περὶ τῆς καταπαύσεως διαλεγόμενος ἔλεγε, “σήμερον ἐὰν τῆς “φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν “τῷ παραπικρασμῷ.” οὐκοῦν φησὶν ἡ ἀληθινὴ ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ, τουτέστι τοῖς εὐδοκίμως μετὰ τὴν πίστιν πολιτευσαμένοις, ἀπόκειται, οὐκ ἐν τῇ Παλαιστίνῃ, ἀλλ’ ἐν τῇ ὐπερκοσμίῳ Ἱερουσαλὴμ εὐτρεπισθεῖσα.
- supplement.381
Βασιλείου ἐν Ἰσαΐαι. Σάββατα γὰρ ἀληθινὰ ἡ προκειμένη ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ, καὶ φθάνει γε ἐπ’ ἐκεῖνα τὰ σάββατα τὰ τῆς ἀναπαύσεως, παρ’ ᾧ ὁ κόσμος ἐσταύρωται. ὁ ἀποστὰς δηλονότι τῶν κοσμικῶν, καὶ ἐπὶ τὸν ἴδιον τόπον τῆς πνευματικῆς ἀναπαύσεως καταντήσας, ἐν οἷς ὁ γενόμενος οὐκέτι κινηθή- σεται ἀπὸ τοῦ ἰδίου τόπου, ἡσυχίας καὶ ἀπραξίας περὶ τὴν κάτω στάσιν ἐκείνην ὑπαρχούσης· καὶ πῦρ οὐ καύσει ἐν τῇ αἰωνίᾳ καὶ οἰκείᾳ κατοικήσει, διὰ τὸ μὴ ἐπικομίζεσθαι ὕλην πῦρ ἀνάπτουσαν, ξύλον, χόρτον, καλάμην· καὶ βάσταγμα οὐκ ἀρεῖ ὁ μὴ ἔχων τὸ βαρὺ φορτίον τῆς ἀνομίας αὐτῷ ἐπικείμενον, ἀλλ’ ὄντως σάββατα τρυφερὰ ἀναπαύσεται.
- supplement.382
Καήμεντοσ πρὸσ Ἕλληνασ. Ἀλλὰ γὰρ βοᾷ καὶ νῦν ὁ Κύριος, “σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητέ, μὴ σκληρύνητε “τὰς καρδίας ὑμῶν,” μὴ οὖν περιφρονείτω τίς τοῦ λόγου, μὴ λάθῃ καταφρονῶν ἑαυτοῦ, ὡς οἱ πειράσοντες τὸν Θεὸν ἐν δοκιμασίᾳ. εἰ δὲ δοκιμασία τίς ἐστιν, εἰ θέλεις μαθεῖν, τὸ Ἅγιόν σοι Πνεῦμα ἐξηγήσεται. “εἶδον γὰρ ἔργα μου,” φησὶν, “τεσσαράκοντα ἔτη, καὶ “οὐκ ἔγνωσαν τὰς ὁδούς μου, διὸ οὐκ εἰσελεύσονται εἰς τὴν κατά- “παισίν μου. ὁρᾶτε τὴν ἀπειλὴν, ὁρᾶτε τὴν προτροπήν· μεγάλη τῆς ἐπαγγελίας αὐτοῦ ἡ χάρις. ἐὰν σήμερον τῆς φωνῆς αὐτοῦ ἀκούσωμεν. τὸ δὲ σήμερον καθ’ ἑκάστην αὔξεται τὴν ἡμέραν, ἔστ’ ἃν ἡ σήμερον ὀνομάζεται. μέχρι δὲ συντελείας ἡ σήμερον διαμένει, καὶ τότε ἡ ὄντως σήμερον, ἡ ἀνελλιπὴς τοῦ Θεοῦ ἡμέρα τοῖς αἰῶσι συνεκτείνεται. ἀεὶ οὖν τῆς φωνῆς ὑπακούσωμεν τοῦ θείου λόγου. ἡ σήμερον γὰρ ἀΐδιος αἰών ἐστι. καί γε πιστεύσασι μὲν καὶ ὑπακούουσιν, ἡ χάρις ὑπερπλεονάσει, ἀπειθήσασι δὲ καὶ πλανωμένοις κατὰ καρδίαν, ὁδούς τε τὰς κυριακὰς μὴ ἐγνωκόσιν, ἃς εὐθείας ποιεῖν καὶ εὐτρεπίζειν παρήγγειλεν ὁ Ἰωάννης, τούτοις προσώχθισεν ὁ ἕ καὶ ἀπειλεῖ. καὶ δὴ καὶ τὸ τέλος τῆς ἀπειλῆς αἰνιγματωδῶς ἀπειλήν φασιν οἱ παλαιοὶ τῶν Ἑβραίων πλανῆται. οὐ γὰρ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἣ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωσέως διαδόχῳ, ὀψέ ποτε ἔργῳ μαθεῖν, οὐκ ἃν ἄλλως σωθῆναι μὴ οὐχὶ ὡς Ιησους πεπιστευκότας.
- supplement.383
Χρυσοστόμου. “ Ἐδοκίμασάν με,” φησὶ, “καὶ εἶδον τὰ “ἔργα μου τεσσαράκοντα ἔτη.” ὁρᾷς ὅτι οὐ δεῖ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας ἀλλ’ ἀντιπροίστασθαι, ἄν τε μὴ, πιστεύειν αὐτῶ. ἐκείνοις γὰρ τοῦτο ἐγκαλεῖ νῦν, ὅτι ἐπείρασαν τὸν Θεόν. ὁ γὰρ βουλόμενος ἀποδείξεις λαβεῖν τῆς δυνάμεως ἣ τῆς προνοίας ἣ τῆς κηδεμονίας αὐτοῦ, οὔπω πιστεύει, οὔτε δυνατὸν αὐτὸν εἶναι οὔτε φιλάνθρωπον.
- supplement.384
Τοῦτο καὶ πρὸς τοὺς ἐξ Ἑβραίων πιστοὺς γράφων ὁ Παῦλος αἰνίττεται, βουλομένους ἴσως ἤδη τῆς δυνάμεως αὐτοῦ καὶ τῆς ὑπὲρ αὐτῶν προνοίας τὴν ἐξέτασιν καὶ τὸν ἔλεγχον λαβεῖν ἐν τοῖς πειρασμοῖς. προετρέψατο μὲν οὑν αὐτοὺς ἀπὸ τῶν χρηστῶν εἰπὼν, “μέτοχοι ἐσμὲν τοῦ Χριστοῦ,” εἶτα πάλιν ἀπὸ τῶν σκυθρωπῶν φήσας, “φοβηθῶμεν μήποτε καταλειπομένης ἐπαγγελίας, εἰσελ- “θεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ ὑστερήσωμεν.” ὅτι γὰρ ἐπήγγελται τίς κατάπαυσις, δῆλον καὶ ὁμολογούμενόν ἐστι. τὸ δὲ σήμερον φησὶν, ὥστε μηδέποτε ἀπελπίζειν αὐτούς· ἀεὶ δέ ἐστι τὸ σήμερον.
- supplement.385
Βασιλείου. Τοῦτο δὲ ἀποσυλᾷ καθ’ ἑκάστην ὁ πονηρός. ἣ γὰρ οὐχὶ τὴν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύσασθαι; διὰ τοῦτο ὁ Κύριος ἀναλύων αὐτοῦ τὰς πονηρὰς συμβουλίας, “σήμερον,” φησὶν, “ἐὰν τῆς φωνῆς μου ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας “ὑμῶν.” ἐκεῖνος λέγει, σήμερον ἐμοὶ, καὶ τὴν αὔριον τῷ Κυρίῳ. ὁ Κύριος ἀντιβοᾷ, σήμερον τῆς ἐμῆς φωνῆς ἀκούσατε. νόησον τὸν ἐχθρὸν, οὐ τολμᾷ συμβουλεῦσαι καθόλου ἀποστῆναι Θεοῦ, οἶδεν ὅτι βαρὺ ἀκοῦσαι τοῦτο Χριστιανοῖς, ἀλλὰ τέχναις ἀπατηλαῖς μεθοδεύει τὴν ἐπιχείρησιν. σοφός ἐστι τοῦ κακοποιῆσαι. συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. τὰ οὖν σήμερον κλέπτει ἡμῶν διὰ τῆς μεθοδείας, εἰς τὴν αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. εἶτα, ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται ὁ κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ. καὶ οὕτως ἀεὶ τὸ μὲν παρὸν δι’ ἡδονῆς, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῶν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς. ἀλλ’ ἡμεῖς αὐτοῦ μὴ ἀγνοήσωμεν τὰ νοήματα, ἀλλὰ τὸν θεῖον ζηλῶ μὲν Ἀντώνιον. ἦν ἐκείνῳ παράδοξος οὗτος ὁ λογισμός· οὐ γὰρ ἠξίου χρόνῳ μετρεῖν τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλὰ πόθῳ καὶ τῇ προαιρέσει· αὐτὸς οὖν οὐκ ἐμνημόνευε τοῦ παρελθόντος χρόνου, ἀλλὰ κα ἡμέραν ὡς ἀρχὴν ἔχων τῆς ἀσκήσεως, μείζω τὸν πόνον εἶχεν εἰς προκοπὴν, ἐπιλέγων ἑαυτῷ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τὸ τοῦ Ἡλιοῦ, “ζῇ Κύ- “ριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον.” παρετηρείτω γὰρ ὅτι σήμερον λέγων, οὐκ ἐμέτρει τὸν παρελθόντα χρόνον, ἀλλ’ ὡς ἀεὶ ἀρχὴν καταβαλλόμενος, καθημέραν ἐσπούδαζεν ἑαυτῷ τῷ Θεῷ παρεστάνειν τοιοῦτον οἷον χρὴ φαίνεσθαι τῷ Θεῷ.
- supplement.386
Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πώη τῆς ἀπειθείας.
- supplement.387
Χρυσοστόμου. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ἄνευ οὐκ ἔνι σωθῆναι ποτέ. ἀλλ’ οὐκ ἀρκεῖ κἄ ἑαυτὴν τοῦτο ἐργάσασθαι, ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς. ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη μυστηρίων καταξιωθεῖσι παραινεῖ λέγων, “σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν.” σπουδάσωμεν φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ’ ὀφείλοντος προστεθῆναι καὶ τοῦ βίου. δεῖ γὰρ ὄντως πολλῆς σπουδῆς ὥστε ἀνελθεῖν εἰς τὸν οὐρανόν. εἰ γὰρ γῆς οὐκ ἠξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, ἐπειδὴ ἐγόγγυσαν καὶ ἐπόρνευσαν, πῶς τῶν οὐρανῶν ἡμεῖς καταξιωθησόμεθα, ἀδιαφόρως ζῶντες καὶ ῥαθύμως. ὅρα δὲ τὴν ζημίαν. οὐ μόνον μέχρι τοῦ μὴ εἰσελθεῖν, οὐ γὰρ εἶπε σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν, ἵνα μὴ ἐκπέσωμεν τοσούτων ἀγαθῶν, ἀλλ’ ὃ μάλιστα τοὺς ἀνθρώπους διεγείρει, τοῦτο προσέθηκε. ποῖον δὴ τοῦτο; τὸ “ἵνα μὴ ἐν τῷ “αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.” τί ἐστι τοῦτο; τουτέστιν ἵνα τὸν νοῦ ἔχωμεν ἐκεῖ, τὴν ἐλπίδα, τὴν προσδοκίαν, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν. ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ.
- supplement.388
Θεοδωρίτου. Ὁ γὰρ ῥᾳστώνῃ συζῶν, καὶ μὴ ποθῶν τῶν ἀγαθῶν ἀπολαῦσαι, ταῖς ἐκείνων τῶν ἀπειθησάντων ὑπεύθυνος ἔσται κατηγορίαις.
- supplement.389
Τί δέ ἐστιν ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας; ὡς ἄν τις εἴποι διατί οὐκ εἶδον ἐκεῖνοι τὴν γῆν, ἔλαβον ἀρραβῶνα τῆς θείας δυνάμεως, δέον πιστεῦσαι, πλέον τῷ φόβῳ ὀδόντες, καὶ μηδὲν μέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο. ἐστι δὲ καὶ ἕτερόν τι ἐρεῖν, οἷον ὅτι τὸ πλέον ἀνύσαντες τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν, τοῦτο καὶ περὶ ὑμῶν δέδοικά φησιν. ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς μαρτυρεῖ λέγων, “ἀναμνήσθητε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπομείναντες παθημάτων.” μηδεὶς οὖν ὀλιγοψυχείτω, μηδὲ πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω. εἰσὶ γὰρ εἰσὶν οἳ παρὰ τὴν ἀρχὴν μὲν, μετὰ ἀκμαζούσης προθυμίας προσβάλλουσιν, ὕστερον δὲ, μικρὸν τῷ παντὶ προσθῆναι μὴ βουληθέντες, τὸ πᾶν ἀπώλεσαν. ἱκάνοι φησιν οἱ πρόγονοι παιδεῦσαι ὑμᾶς μὴ τοῖς αὐτοῖς περιπεσεῖν, μὴ τὰ αὐτὰ παθεῖν. τοῦτό ἐστιν, “ἐν τῷ “αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας.” μὴ ἐκλυώμεθα φησὶν ὃ καὶ πρὸς τῷ τέλει λέγει, “τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλε- “λυμένα γόνατα ἀνορθώσατε.” κάλλιστα δὲ εἴρηται καὶ τὸ πέση, τοῦτο γὰρ πεσεῖν ὄντως ἐστιν. εἶτα ἴνα μὴ ἄκουσας “ἐν τῷ αὐτῷ ὑποδείγματι πέσῃ” τὸν αὐτὸν θάνατον ὑπολάβῃς ὅν περ κἀκεῖνοι ὑπέμειναν, μηδὲ νομίσῃς ὅτι ἁπλῶς τῆς ἀναστάσεως ἀποστερηθήσονται μόνον, ἐπάγει καὶ κόλασιν, καὶ τὸ φρίκης γέμον ἐπιδείκνυσι μυστήριον, καὶ ὅρα τί φησιν,
- supplement.390
Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον.
- supplement.391
Χρυσοστόμου. Δείκνυσιν ἐνταῦθα ὅτι κἀκεῖνα αὐτὸς ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη. μὴ τοίνυν ἐπειδὴ λόγον ἤκουσας, ἁπλῶς νομίσῃς μαχαίρας γάρ ἐστι φησι τομώτερος. ὅρα τὴν συγκατάβασιν, καὶ ἐνταῦθα σκόπει τίνος ἕνεκεν ἐδεήθησαν καὶ οἱ προφῆται εἰπεῖν, τόξον καὶ ῥομφαίαν καὶ μάχαιραν, λέγοντες, “ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον “αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό.” εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον οὐ δύναται τὸ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥητῶν ἵνα δείξῃ τὴν ὑπεροχὴν τῆς συγκρίσεως, πολλῷ μᾶλλον τότε. πάσης οὖν φησι μαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ψυχὰς ἐμπίπτει ὁ λόγος, χαλεπὰς πληγὰς ἐργαζόμενος, καὶ καιρίας δίδωσι τομὰς, καὶ τούτων ἀπόδειξιν οὐ δεῖται παρασχεῖν, οὐδὲ κατασκευάσαι, ἔχων οὕτω τὴν διήγησιν φοβεράν. ποῖος γὰρ πόλεμος ἐκείνους ἀπώλεσε φησὶ, ποῖα μάχαιρα· καὶ οὐχ ἁπλῶς αὐτόματοι κατέπιπτον, μηδὲ γὰρ ἐπειδὴ μὴ ἐπάθωμεν τὰ αὐτὰ, ἀμεριμνήσωμεν, μέχρις οὗ τὸ σήμερον λέγεται, ἔξεστιν ἡμῖν ἀνακτήσασθαι.
- supplement.392
Ἰσιδώρου. Ὁ θειότατος μέν τοι καὶ ἄρρητος τοῦ Πατρὸς ὁ παρ’ ἡμῶν προσκυνούμενος, εἰκότως Λόγος προσαγορεύεται· οὐχ ὅτι Λόγος μόνον ἐστὶ, καὶ τοῦ Πατρὸς ἑρμηνευτὴς, ὥς τινες οἴονται, ἀλλ’ ὅτι καὶ θᾶττον ἢ λόγος δημιουργεῖ, καὶ ἀπαθῶς ἐτέχθη. Λόγος δὲ ὣν ἐνυπόστατός ἐστι, καὶ οἰκείαν ἰδιότητα ἔχει. ὅτι δὲ οὐκ ἔστιν ἀνυπόστατος, αὐτὸς ὁ Λόγος λόγους ἔχειν φράζει, λέγων, “ὁ ἀκούων μου τοὺς λόγους καὶ ποιῶν αὐτούς.” εἰ οὖν ὁ λόγος λόγους ἔχει, οὐκ ἔστιν ἀνυπόστατος, ἀλλ’ ἐνυπόστατος ὣν, διὰ τὸ ἀπαθῶς προεληλυθέναι Λόγος προσαγορεύεται.
- supplement.393
Ἀοανασίου κατὰ εἰδώλων. Λόγον γάρ φαμεν Θεοῦ, οὐ ἐν ἑκάστῳ τῶν γινομένων συμπεπλεγμένον καὶ συμπεφυκότα, ὃν δὴ καὶ σπερματικὸν τινὲς εἰώθασι καλεῖν, ἄψυχον ὄντα καὶ μηδὲν ληιζόμενον, μήτε νοοῦντα, ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα, κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτῷ ἐπιστήμην. οὐδὲ οἷον ἔχει τὸ λογικὸν γόος λόγον τὸν ἐκ συλλαβῶν συγκείμενον, καὶ ἐν ἀέρι σημαινόμενον, ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ Θεοῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ Θεὸν, αὐτολόγον λέγω, ὃς ἄλλος μέν ἐστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ Πατρὸς ὑπάρχει Λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε· Λόγος δὲ ὣν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα, ὥσπερ εἶπον, συγκείμενός ἐστιν ἐκ συλλαβῶν, ἀλλὰ τοῦ ἑαυτοῦ Πατρὸς εἰκών ἐστιν ἀπαράλλακτος. ἄνθρωποι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι, καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ Θεὸς ὤν ἐστιν καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου Υἱὸς, ὤν ἐστι καὶ οὐ σύνθετος, ἀλλ’ εἰς καὶ μονογενὴς Θεὸς ἐκ Πατρὸς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει.
- supplement.394
Εὐσεβίου Εὐαγγελικὰ Θεοφάνεια. Ὥσπερ δὲ ἐπὶ τοῦ ἡμᾶς παραδείγματος, ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτε καὶ ὁποῖος ὣν τὴν οὐσίαν ὑπάρχει, οὐδεὶς πώποτε ἀνθρώπων ἔρω, βασιλεὺς δ᾿ οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις καθιδρυμένος τὰ πρακταῖα βούλεται· λόγος δ’ ἐξ αὐτοῦ πρόεισι μονογενὴς, οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος, ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος, εἰς φανερόν τις κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἐπιτελεῖ τὰ βουλεύματα, προιὼν εἰς τὰς πάντων ἀκοάς· εἶθ᾿ οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ᾿ ἀφανῆ καὶ ἀόρατον νοῦν τὸν τοῦ λόγου πατέρα, οὐδεὶς πώποτε ὀφθαλμῶν εἶδε· κατὰ ταῦτα δὴ, μᾶλλον δ ἐπέκεινα πάσης εἰκόνος καὶ παραδείγματος, ὁ τοῦ παμβασιλέως Θεοῦ τέλειος Λόγος, οἷα μονογενὴς, οὐ προφορικῇ δυνάμει συνεστὼς, οὐδ᾿ ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ’ ἐν φωνῇ δι’ ἀέρος πληττομένη σημαινόμενος, Θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων Υἱὸς Λόγος, κατ’ οὐσίαν τε ὑφεστὼς οἷα Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητος, ἀγαθοῦ δὲ Πατρὸς ἀγαθὸν τυγχάνει γέννημα, αὐτοζωὴ, αὐτοφῶς, γέννημα νοερὸν φωτὸς ἀλήκτου, διὰ πάντων χωρῶν, ἐν πᾶσι τε ὣν καὶ πάντα ἐπιπορευομενος.
- supplement.395
Γρηγορίου Νύσσησ κατηχητικόν. Ἀλλαμὴν καὶ ὁ ὁμωνύμως λέγεται λόγος, οὐκοῦν εἴτις λέγοι καθ’ ὁμοιότητα τὴν παρ’ ἡμῖν, καὶ τὸν τοῦ Θεοῦ λόγον ὑπονοεῖν, οὕτω μεταχθήσεται πρὸς τὴν ὑψηλοτέραν ὑπόληψιν. ἀνάγκη γὰρ πᾶσα κατάλληλον εἶναι πιστεύειν τῇ φύσει τὸν Λόγον ὡς καὶ τὰ ἄλλα πάντα. καὶ γὰρ δύναμίς τε καὶ ζωὴ καὶ σοφία περὶ τὸ ἀνθρώπινον βλέπεται, ἀλλ’ οὐκ ἄν τις ἐκ τῆς ὁμωνυμίας τοιαύτην καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ζωὴν καὶ τὴν δύναμιν ἣ τὴν σοφίαν ὑπονοήσειεν. ἀλλὰ πρὸς τὸ τῆς φύσεως τῆς ἡμετέρας μέτρον συνταπεινοῦνται καὶ αἱ τῶν τοιούτων ὀνομάτων ἐμφάσεις. ἐπειδὴ γὰρ φθαρτὴ καὶ ἀσθενὴς ἡμῶν ἡ φύσις, διὰ τοῦτο ὠκύμορος ἡ ζωὴ, ἀνυπόστατος ἡ δύναμις, ἀπαγὴς ὁ λόγος. ἐπὶ δὲ τῆς ὑπερκειμένης φύσεως τῷ μεγαλείῳ τοῦ θεωρουμένου πᾶν τὸ περὶ αὐτῆς λεγόμενον συνεπαίρεται. οὐκοῦν κάη Λόγος Θεοῦ λέγηται, οὐκ ἐν τῇ ὁρμῇ τοῦ φθεγγομένου τὴν ὑπόστασιν ἔχειν νομισθήσεται, καθ’ ὁμοιότητα τοῦ ἡμετέρου μεταχωρῶν εἰς ἀνύπαρκτον. ἀλλ’ ὥσπερ ἡ ἡμετέρα φύσις ἐπίκοπος οὖσα καὶ τὸν λόγον ἐπίκηρον ἔχει, οὕτως ἡ ἄφθαρτος καὶ ἀεὶ ἑστῶσα φύσις, ἀίδιον ἔχει καὶ ὑφεστῶτα τὸν Λόγον.
- supplement.396
Εἰ δὴ τοῦτο κατὰ τὸ ἀκόλουθον ὁμολογηθείη τὸ ὑφεστάναι τὸν τοῦ Θεοῦ Λόγον ’ς, ἀνάγκη πᾶσα ἐν ζωῇ τὴν ὑπόστασιν τοῦ Λόγου ὁμολογεῖν. οὐ γὰρ καθ’ ὁμοιότητα τῶν λίθων ἀψύχως ὑφεστάναι τὸν λόγον εὐαγές ἐστιν οἴεσθαι. ἀλλ’ εἰ ὑφέστηκε νοερόν τι χρῆμα καὶ ἀσώματον ὣν, ζῇ πάντως. εἰ δὲ τοῦ ζῇν κεχώρισται, οὐδὲν ἐν ὑποστάσει πάντως ἐστίν. ἀλλαμὴν ἀσεβὲς ἀπεδείχθη τὸν τοῦ Θεοῦ Λόγον ἀνυπόστατον εἶναι· οὐκοῦν συναπεδείχθη κατὰ τὸ ἀκόλουθον ἐν ζωῇ τοῦτον θεωρεῖσθαι τὸν Λόγον. ἁπλῶς δὲ τῆς τοὐ Λόγου φύσεως κατὰ τὸ εἰκὸς εἶναι πιστευομένης, καὶ οὐδὲ μίαν διπλόην καὶ σύνθεσιν ἐν ἑαυτῇ δεικνυούσης, οὐκέτ’ ἄν τις κατὰ μετουσίαν ζωῆς τὸν Λόγον ἐν ζωῇ θεωροίη. οὐ γὰρ ἃν ἐκτὸς εἴη συνθέσεως ἡ τοιαύτη ὑπόληψις τὸ ἕτερον ἐν ἑτέρῳ λέγειν εἶναι, ἀλλ’ ἀνάγκη πᾶσα τῆς ἁπλότητος ὁμολογουμένης, αὐτοζωὴν εἶναι τὸν Λόγον οἴεσθαι, οὐ ζωῆς μετουσίαν. εἰ οὖν ζῇ ὁ Λόγος ὡς ζωὴ ὣν, καὶ προαιρετικὴν πάντως δύναμιν ἔχει, οὐδὲν γὰρ ἀπροαίρετον τῶν ζώντων ἐστι. τὴν δὲ προαίρεσιν ταύτην καὶ δυνατὴν εἶναι κατὰ τὸ ἀκόλουθον, ἐσεβές ἐστι λογίζεσθαι· εἰ γὰρ μή τις τὸ δυνατόν ὁμολογοίη, τὸ ἀδύνατον πάντως κατασκευάσει. ἀλλαμὴν πόρρω πάντως τῆς περὶ τὸ θεῖον ὑπολήψεως ἐστὶ τὸ ἀδύνατον· οὐδὲν γὰρ τῶν ἀπεμφαινόντων περὶ τὴν θείαν θεωρεῖται φύσιν. ἀνάγκη δὲ πᾶσα τοσαύτην εἶναι ὁμολογεῖν τοῦ Λόγου τὴν δύναμιν, ὅση ἐστὶ καὶ ἡ πρόθεσις, ἵνα μή τις μίξις τῶν ἐναντίων καὶ συνδρομὴ περὶ τὸ ἁπλοῦν θεωροῖτο, ἀδυναμίας τε καὶ δυνάμεως ἐν τῇ αὐτῇ προθέσει θεωρουμένων, εἴπερ τὸ μέν τι δύναιτο, πρὸς δ᾿ ἔτι ἀδυνάτως ἔχει, πάντα δὲ δυναμένην τὴν τοῦ Λόγου προαίρεσιν, πρὸς οὐδὲν τῶν κακῶν τὴν ῥοπὴν ἔχειν. ἀλλοτρία γὰρ τῆς θείας φύσεως ἡ πρὸς κακίαν ὀδμὴ, ἀλλὰ πᾶν ὅτι πέρ ἐστιν ἀγαθὸν, τοῦτο καὶ βούλεσθαι, βουλομένην δὲ πάντως καὶ δύνασθαι, δυναμένην δὲ μὴ ἀνενέργητον εἶναι, ἀλλὰ πᾶσαν ἀγαθοῦ πρόθεσιν εἰς ἐνέργειαν ἀγαγεῖν. ἀγαθὸν δὲ ὁ κόσμος, καὶ τὰ ἐν αὐτῷ πάντα, σοφῶς τε καὶ τεχνικῶς θεωρούμενα. τοῦ Λόγου ἄρα ἔργα τὰ πάντα, τοῦ ζῶντος μὲν καὶ ὑφεστῶτος, ὅτι Θεοῦ Λόγος ἐστί. προαιραμένου δὲ ὅτι ζῆ, δυναμένου δὲ πᾶν ὅτι περ ἃν ἕληται. αἰρουμένου δὲ πᾶν εἴτι τῆς κρείττονος όνος σημασίας ἐστίν.
- supplement.397
Ἐπεὶ δὲ ὁ Λόγος οὗτος ἕτερος ἔστι παρὰ τὸ οὗ ἐστι Λόγος, τρόπον γάρ τινα τῶν πρός τι λεγομένων καὶ τοῦτο ἐστί. χρὴ γὰρ πάντως τῷ Λόγῳ καὶ τὸν Πατέρα συνυπακούεσθαι. οὐ γὰρ ἃν εἴη Λόγος, μή τινος ὣν Λόγος. εἰ οὖν διακρίνει τῷ σχετικῷ τῆς σημασίας ἡ τῶν ἀκουόντων διάνοια, αὐτόν τε τὸν Λόγον καὶ τὸν ὅθεν ἐστὶν, οὐκέτ’ ἃν ἡμῖν κινδυνεύει τὸ μυστήριον ταῖς Ἑλληνικαῖς μαχόμενον ὑπολήψεσι, τοῖς τὰ τῶν Ἰουδαίων πρεσβεύουσι συνενεχθῆναι. ἀλλ’ ἐπίσης ἑκατέρων τὴν ἀτοπίαν ἐκφεύξεται, τόν τε ζῶντα τοῦ Θεοῦ Λόγον καὶ ἐνεργὸν καὶ ποιητικὸν ὁμολογῶν· ὅπερ ὁ Ἰουδαῖος οὐ δέχεται, καὶ τὸ διαφέρειν κατὰ τὴν φύσιν αὐτόν τε τὸν Λόγον καὶ τὸν ὅθεν ἐστιν. ὥσπερ γὰρ ἐφ’ ἡμῶν ἐκ τοῦ νοῦ φαμὲν εἶναι τὸν λόγον, οὔτε δι’ ὅλου τὸν αὐτὸν εἶναι τῷ νῷ, οὔτε παντάπασιν ἕτερον. τῷ μὲν γὰρ ἐξ ἐκείνου εἶναι, ἀλλ’ ὅτι καὶ οὐκ ἐκείνῳ ἐστί. τῷ δὲ αὐτὸν τὸν νοῦν εἰς τὸ ἐμφανὲς ἄγειν, οὐκέτ’ ἃν ἕτερόν τι παρ’ ἐκείνων ὑπονοοῖτο, ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὣν, ἕτερον τῷ ὑποκειμένῳ ἐστὶν, οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος τῷ μὲν ὑφεστάναι καθ’ ἑαυτὸν, διήρηται πρὸς ἐκεῖνον παρ’ οὗ τὴν ὑπόστασιν ἔχει, τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν Θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ τῷ διὰ τῶν αὐτῶν γνωρισματων εὑρισκομένῳ.
- supplement.398
Κυρίλλου Θησαγρικῶν ιθ΄. Ἀλλ᾿ εὑρίσκομεν, φησὶν, ἐν Εὐαγγελίοις λέγοντα τὸν Υἱὸν ὡς πρὸς τὸν Πατέρα, “Πάτερ δόξασον σου τον Τιον,” ἀντακούοντα παρ’ αὐτοῦ, “καὶ “καὶ πάλιν δοξάσω,” καὶ πῶς ἃν εἶναι δύναιτο Λόγος τοῦ Πατρὸς κατὰ ἀλήθειαν ὁ Υἱὸς, ὅπου φαίνεται πρὸς αὐτὸν διαλεγόμενος ὁ Πατὴρ, διάλεξις δὲ λόγου χωρὶς, οὐκ ἃν γένοιτο; ἣ τοίνυν αὐτὸς ἑαυτῷ ἔσται διαλεγόμενος ὁ Υἱὸς έστὶν], εἴπερ a ὄντως λέγει τι πρὸς αὐτὸν ὁ Πατὴρ, ἕτερος ἐστὶ παρὰ τὸν ἐνδιάθετον καἰ ἐνυπάρχοντα τῷ Θεῷ κατὰ φύσιν λόγον, ὃς καὶ λαλεῖ πρὸς αὐτὸν κατὰ βούλησιν τοῦ Πατρός.
- supplement.399
Οὐ παύσῃ συκοφαντῶν τὴν ἀσώματον οὐσίαν, Εὐνόμιε, λόγον ἐξ αὐτῆς ἀποτελεῖσθαι πιστεύων τοιοῦτον, ὁποῖος ἃν εἴη καὶ ὁ ἀνθρώπινος, διὰ χειλέων καὶ γλώττης ἀποκτυπούμενος, καὶ τὴν τοῦ πέλας προσράσσων ἀκοήν; ἵνα δὴ καὶ γένοιτο σαφὴς τοῦ λαλοῦντος ἡ βούλησις. εἰ γὰρ ἐθελήσαις ἀποσώζειν τῇ ἀσωμάτῳ φύσει τὸν αὐτὴ κατάλληλον λόγον, οὐ τοιαύτην εἶναι νομιεῖς τοῦ Πατρὸς τὴν φωνὴν ὡς εἰς ἀκοὴν φέρεσθαι σωματικήν. οὐ γὰρ μόνος ὁ Κύριος ἠκροάσατο τοῦ Πατρὸς λέγοντος “καὶ ἐδόξασα καὶ “πάλιν δοξάσω,” ἀλλὰ γὰρ καὶ οἱ συνόντες αὐτῷ. διδάσκων δὲ σοφῶς ὁ Χριστὸς, ὅτι κυρίως καὶ φυσικῶς οὐκ ἐκείνη τοῦ Πατρὸς ἦν ἡ φωνὴ, ἀλλά τις κτύπος φωνῇ προσεοικὼς, ἐξήγγειλε τοῦ Πατρὸς τὴν ἐφ’ Υἱῷ βούλησιν, καὶ ὅτι περ εἴη τίμιος πη αὐτῷ, λέγει πρὸς τοὺς ἀκροωμένους, “οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, “ἀλλὰ δι’ ὑμᾶς.” πρόσχες, οὐκ εἶπε λελάληκεν ὁ πατὴρ, ἣ ἐβόησεν, ἣ ἕτερόν τι τοιοῦτον, ἀλλὰ “δι’ ὑμᾶς γέγονεν ἡ φωνή,’ οὓς ἀμήχανον ἦν ἀνθρώπους ὄντας ἑτέρως δύνασθαι μαθεῖν τοῦ Πατρὸς τὴν βούλησιν, εἰ μὴ ἀνθρωπεία πρὸς αὐτοὺς ἐγένετο φωνὴ, διά τινος θείας ἐνεργείας. τί τοίνυν μάτην τὰ οἰκονομικῶς γεγονότα δι’ ἡμᾶς ἀναφέρεις ἐπὶ τὴν ἀσώματον οὐσίαν, τὰ τῇ γενητῇ πρέποντα ῥιψοκινδύνως καὶ ἐπὶ τὴν ἀγένητον ἀνατιθείς;
- supplement.400
Εἰ δὲ καὶ διὰ ταύτην ὑπειλήφασι τὴν αἰτίαν οἱ Χριστομάχοι, μὴ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπεὶ μήτε ὁ Πατὴρ Λόγος ἐστι, μήτε ὁ Λόγος Πατὴρ, καὶ τὴν ἑνότητα τῆς φύσεως, τῷ διαφόρῳ τῶν ὀνομάτων διατέμνειν δύνασθαι πεπιστεύκασι, λεγέτωσαν ἡμῖν πῶς ὁ προπάτωρ Ἀδὰμ ὁμοούσιος ἔσται πρὸς τὸν ἐξ αὐτοῦ γεγονότα, οὔτε αὐτὸς Ἄβελ εἶναι δυνάμενος, οὔτε μὴν τοῦ Ἄβελ ἐσομένου ποτὲ Ἀδάμ· ἀλλ’ οὐκ ἐκβάλλει τῆς οὐσίας τὴν ταὐτότητα ἡ τῶν ὀνομάτων διαφορά. εἰ δὲ πάλιν κἄ ὑμᾶς ἕτερός ἐστιν ὁ ἐνυπάρχων τῷ Πατρὶ κατὰ φύσιν Θεὸς Λόγος, παρὰ τὸν ἐν ταῖς θείαις γραφαῖς σημαινόμενον, καὶ κεῖται μέν τις ἐν Πατρὶ κεκρυμμένος καὶ ἐνδιάθετος, ἕτερος δέ τις ἐστὶν ἐξαγγελτικος τῶν παρ’ αὐτοῦ λεγομένων, ὃν καὶ Ἰωαννης Θεὸν Λόγον εἶναι φησὶν, πῶς ἔτι τῷ Θεῷ καὶ Πατρὶ, τὸ ἁπλοῦν καὶ ἀσύνθετον σωθήσεται, εἴπερ ἀναγκαίως ὁ κεκρυμμένον τι καὶ ἐμφανὲς ἔχων, ἁπλοῦς οὐκ ἃν εἴη, σύνθετος δὲ μᾶλλον καὶ ἐκ δύο συγκείμενος; ἔστι δὲ ἁπλοῦς κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐδὲν αὐτῶ σύνθετον. εἷς ἄρα Λόγος ἐν αὐτῷ φυσικός τε καὶ ἐνδιάθετος ὁ Υἱός. καὶ πῶς ἃν δύναιτό φησιν Λόγος εἶναι τοῦ Πατρὸς ὁ Υἱὸς, εἴπερ ὁ μὲν Λόγος ῥήματός ἐστιν ἀργὴ προφορὰ, ὁ δὲ υἱὸς ζωὸν ἐστί; σκανδαλίζῃ μάτην οὐκ ἀναβαίνων τὰ ἀνθρώπινα. ἣ οὐκ οἶσθα ὅτι τοῖς καθ’ ἡμᾶς ὀνόμασι τὸ θεῖον ἀποκαλεῖται· πάντα δὲ ἑτέρως ἐστὶν ἣ καθάπερ ἡμεῖς; οὐ γὰρ ἐπειδή περ ὁ τοῦ ἀνθρώπου Λόγος ἀνυπόστατος, καὶ γλώττης ἐξήχημα πρὸς ἀέρα πεμπόμενον. διὰ τοῦτο καὶ ὁ θεῖος ὡσαύτως ἕξει λόγος, ἀλλὰ ζῶν ἐκ ζῶντος, καὶ ὑφεστηκὼς ἐξ ὑφεστηκότος ἐστίν. εἰ δὲ Λόγος ἐκλήθη, κατὰ τὴν σὴν δυσφημίαν, οὐχ ὅτι κατὰ φύσιν τοῦτο ἐστὶν ἐκ Πατρὸς προελθὼν, καὶ τῆς τοῦ τεκόντος οὐσίας ἐμφαντικὸς, ἀλλ’ ὅτι τὸν παρὰ Πατρὸς ἀκούσας λόγον, ἐξαγγέλλει τοῦτον εἰς ἡμᾶς, τήρει καὶ ἐν τοῖς ἄλλοις τὴν ἴοην ἀκολουθίαν, ἵνα καὶ μειζόνως ἀσχημονήσῃς. εἰ γὰρ λόγος ἐστὶν ὅτι λόγον ἀκήκοεν, ἀναγκαίως εἰπεῖν ὅτι καὶ δικαιοσύνη καὶ ἁγιασμός ἐστιν, ὡς δικαιοσύνης καὶ ἁγιασμου μέτοχος, καὶ οὐ κατὰ φύσιν ταῦτα ὑπάρχων τὰ δὲ μὴ κατὰ φύσιν, ῥαδίως ἀποσυμβήσεται, καὶ ποτὲ δικαιοσύνης καὶ ἁγιασμοῦ ἔρημος καθ᾿ ὑμᾶς ὁ τοῦ Θεοῦ Λόγος φανεῖται. εἰ οὖν διὰ τοῦτο κεκλῆσθαι φησὶν ἑαυτὸν λόγον, ἐπειδή περ ἀκούσας παρὰ τοῦ Πατρὸς τοῦτον εἰς ἡμᾶς ἐξήγγειλεν, οὐκέτι Λόγος ἐστὶν, ἀλλὰ λόγου μέτοχος. οὐκοῦν μηδὲ Λόγος ὀνομαζέσθω, ἣ εἰ Λόγος, μὴ μέτοχος λόγου.
- supplement.401
Ἀθανασίου. Ἀλλ᾿ ἡμεῖς τούτοις ἐρρῶσθαι φράσαντες, ὅτι οὐκ ἔστιν ὁ Υἱὸς Λόγος ἐν καρδίᾳ τοῦ Πατρὸς, ἀλλὰ Λόγος ζῶν, ἀπὸ ζῶντος Θεοῦ ἐκλάμψας, ἀνάρχως τῷ Πατρὶ συνὼν, ὡς μηδέποτε μόνον ἐπινοεῖσθαι τὸν Πατέρα. περὶ τούτου καὶ Παῦλος φησὶ, “ζῶν γὰρ ὁ τοῦ Θεοῦ Λόγος καὶ ἐνεργής. ἵνα δὲ μὴ λόγον ἀκούσαντες, μηδὲν φοβερὸν ὑποπτεύσωσιν, ἐπεξηγεῖται τὸ εἰρημένον, τῶν παρ’ ἡμῖν δεηθεὶς ὑποδειγμάτων· ἐπάγει γοῦν, “καὶ “τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος “ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, “καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.”
- supplement.402
Χρυσοστόμου. Ἐνταῦθα φοβερόν τι ἠνίξατο, ἣ ὅτι τὸ διαιρεῖ ἀπὸ τῆ, ψυχῆς, ὅπερ ἐστιν ἡ ἐν τοῖς Εὐαγγελίοις ἀπειλουμένη διχοτομία, ἡ τελεία τοῦ Ἁγίου Πνεύματος ἐγκατάλειψις· οὑ γενομένου λοιπὸν πάντα ἕψεται τὰ χαλεπά. ἣ οἶ καὶ αὐτῶν τῶν ἀσωμάτων διϊκνεῖται, οὐ καθὼς ἡ μάχαιρα μόνον τῶν σωμάτων. δείκνυσιν ἐνταῦθα ὅτι καὶ ψυχὴ κολάζεται, καὶ ὅτι τὰ ἐνδότατα διερευνᾶται, ὅλον δι᾿ ὅλου διϊκνουμένη τὸν ἄνθρωπον. καἰ ἵνα μὴ τὰ τῆς ψυχῆς ἀκούσαντες ῥαθυμήσωσι, προστίθησι καὶ τὰ τοῦ σώματος. τότε γὰρ οὕτω γίνεται, καθάπερ τίς βασιλεὺς ἄρχοντας ἁμαρτῶντας μεγάλα πρότερον ἀπογυμνοῖ οἷον τῆς στρατείας, καὶ τὴν ζώνην ἀφελόμενος καὶ τὸ ἀξίωμα, καὶ τὸν κήρυκα τότε κολάζει, οὕτω καὶ ἐνταῦθα τοῦ Πνεύματος ἡ μάχαιρα ἐργάζεται. εἰπὼν δὲ “κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας,” μάλιστα αὐτοὺς ἐφόβησε. μὴ γὰρ εἰ ἔτι, φησὶν, ἐν τῇ πίστει ἑστήκατε, μὴ μετὰ πληροφορίας δὲ θαρρεῖτε, αὐτὸς τὰ ἐγκάρδια κρίνει, ἐκεῖ γὰρ διαβαίνει καὶ κολάζων καὶ ἐξετάζων.
- supplement.403
Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ.
- supplement.404
Τοῦ αὐτοῦ. Τί λέγω περὶ ἀνθρώπων φησὶν, κἂν γὰρ Ἄγγελους εἴπῃς, κἂν Ἀρχαγγέλους, κἂν τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ, κἂν οἱανδήποτε κτίσιν, πάντα ἐκκεκάλυπται τῷ ὀφθαλμῷ ἐκείνῳ, πάντα δῆλα ἐστὶ καὶ φανερά.
- supplement.405
Θεοδωρίτου. Οὐδέν ἐστι τὸ λαθεῖν αὐτὸν δυνατὸν τὸν δικαστὴν, πάντα δὲ ἀκριβῶς ἐπίσταται καὶ αὐτῶν τῶν λογισμῶν τὰ κινήματα. οἶδε τὰ ἐν τῷ σκότει γινόμενα. οἶδε τὰ κρύβδην τολμώμενα. οὐ λέληθεν αὐτὸν τὰ πονηρὰ βουλεύματα τῆς ψυχῆς· ἀσώματος γὰρ ὣν, μέσος καὶ ψιθυρισμῶν καὶ βλεμματων και νοημάτων ἔστηκεν.
- supplement.406
Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
- supplement.407
Χρυσοστόμου. Τὸ τετραχηλισμένα εἴρηται ἀπὸ μεταφορᾶς τῶν δερμάτων τῶν ἀπὸ τῶν ἱερείων ἐξελκομένων. ὥσπερ γὰρ ἐκεῖνα ἐπειδάν τις σφάξας ἀπὸ τῆς σαρκὸς παρελκύσει τὸ δέρμα, πάντα τὰ ἔνδον ἀποκαλύπτει, καὶ δῆλα ποιεῖ τοῖ; ἡμετέροις ὀφθαλμοῖς, οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα. “πρὸς ὅν,” φησιν, “ἡμῖν ὁ λόγος,” τουτέστι, ᾧ μέλλομεν δοῦναι εὐθύνας τῶν πεπραγμένων· ἡ γὰρ ἡμέρα δηλώσει ἐκείνη, ὅταν ὁ ζῶν τοῦ Θεοῦ Λόγος τὰ κρυπτὰ τῶν ἀνθρώπων εἰς μέσον ἄγων, καὶ τοῖς λάθρα γινομένοις παρὼν, πάντα γυμνὰ καὶ τετραχηλισμένα πρὸ τῶν ἁπάντων ὀφθαλμῶν θῇ. σὺ δέ μοι θέα πῶς ἀεὶ τῶν σωματικῶν εἰκόνων δεῖται, ὅπερ ἦν τῆς ἀσθενείας τῶν ἀκουόντων. ὅτι γὰρ ἀσθενεῖς ἦσαν, ἐδήλωσεν εἰπὼν νωθροὺς αὐτοὺς εἶναι, καὶ χρείαν ἔχοντας γάλακτος οὐ στερεᾶς τροφῆς.
- supplement.408
Ἰσιδώρου. Διὰ τοῦτο τὸ γυμνὰ καὶ τετραχηλισμένα εἴρηται, ἐκ μεταφορᾶς τῶν ἱερείων τῶν εἰς θυσίαν προσαγομένων. ὥσπερ γὰρ ἐκεῖνα τῶν δορῶν ἀφαιρούμενα, πάσης τῆς φαινομένης ἀπογυμνοῦνται περιβολῆς, καὶ τῶν κεκρυμμένων ἔνδοθεν ἐπιδείκνυται τὴν διάθεσιν, καὶ τραχηλίζεται εἰς ἔρευναν παντὸς ὀστέου καὶ μέλους πρὸς τὸ πάντα ἐκκαθαρθῆναι διὰ τὴν τοῦ αἵματος τῷ προσάγοντι καθαρότητα, οὕτω καὶ ἐπὶ τῆς μεγάλης τοῦ Κυρίου ἡμέρας ἡ τῶν ἀδήλων καὶ ἀφανῶν πράξεων ἀνακάλυψις, ἀναγνώσει καὶ τραχηλισμῷ εἰκυῖα φανήσεται, οὐδενὸς λαθεῖν δυναμένου, ἀλλὰ πάντων εἰς τοὐμφανὲς ἀγομένων.
- supplement.409
Θεοδωρίτου. Γυμνὰ γὰρ αὐτῷ καὶ τὰ κεκρυμμένα. τὸ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, ἐκ μεταφορᾶς τέθεικε τῶν θυομένων ζώων, ἃ παντελῶς ἄφωνα κεῖται, τῆς σφαγῆς τὴν ζωὴν ἀφελομένης, καὶ μετὰ τῆς ζωῆς τὴν φωνὴν, οὕτω φησὶ καὶ ἡμεῖς κρινόμενοι θεώμεθα μὲν ἅπαντα, δυσσεβῶς παρ’ ἡμῶν ἣ παρανόμως γεγενημένα, σιγῶντες δὲ τῆς τιμωρίας δεχόμεθα τὴν ψῆφον, ἅτε δὴ τὸ δίκαιον αὐτῆς ἐπιστάμενοι.
- supplement.410
Κυρίλλου Θησαυρικῶν λβ΄. Ἐνταῦθα μέν τοι πάλιν ὁρᾷν τὰ τοῦ Πατρὸς ἴδια φέροντα τὸν Υἱὸν, καὶ τοιούτοις ἐπαγλαϊζόμενον ἀγαθοῖς οἷς περ ἃν φαίνοιτο καὶ ὁ γεννήσας αὐτόν. τοῦ Θεοῦ τοιγαροῦν καὶ Πατρὸς πάντα φέροντος ἑτοίμως, καὶ πᾶσιν ἀκωλύτως ἐνατενίζοντος, εἰδότος τε ἔτι καρδίας καὶ νεφροὺς, καὶ διὰ τοῦτο λέγοντος ποτὲ μὲν, “τίς οὗτος ὁ κρύπτων με βου- “λήν;” ποτὲ δὲ “Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόρρωθεν. “μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;” τοῦτο προσεῖναι καὶ τῷ Υἱῷ δι’ ὧν ἔφησεν ὁ Παῦλος ἐπιμαρτυρεῖ. εἶτα ζῶντος τοῦ Πατρὸς διὰ τὸ εἶναι ζωὴν ζῶντα καὶ τὸν λόγον ἀποκαλεῖ, διὰ τὸ εἶναι καὶ αὐτὸν κατὰ φύσιν ζωήν. πάντων οὖν ὅσα πρόσεστι τῷ Πατρὶ κατὰ φύσιν, καὶ ἐν Υἱῷ κειμένων φυσικῶς τε καὶ οὐσιωδῶς, τίς ποίημα λέγων αὐτὸν, οὐκ ἃν εἴη τοῖς ἀφύκτοις τῆς δυσφημίας ἐγκλήμασιν ἔνοχος; πῶς γὰρ οὐκ ἃν εἴη ἀλλήλοις ὁμοφυῆ τὰ τῆς αὐτῆς ὄντα φύσεως τε καὶ οὐσιώδους ἐνεργείας; ὅρα δὲ ὅτι τῶν πάντων αὐτὸν ὁ Παῦλος διαστέλλων τρανότατα λέγει, ὅτι πάντα τετραχήλισται τοῖς ὀφθαλμοῖς αὐτοῦ. εἰ τοίνυν πάντων ἐστὶ ποιητὴς, καὶ πάντα ἐνώπιον αὐτοῦ τετραχήλισται, οὐκ ἃν εἴη τῶν πάντων εἷς ποιητής; καὶ ᾧ τὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστὶν, οὐκ ἃν εὐλόγως νοοῖτο εἷς ὑπάρχειν τῶν τετραχηλισμένων. ἐν γὰρ τῷ λέγειν τὰ πάντα, οὐδὲν ἀφεῖκεν ἐκτός. καὶ εἰ ἐν μόνοις τοῖς κτίσμασι πληροῦται τὰ πάντα, ἕτερος ἃν εἴη παρ’ αὐτὰ ὁ μὴ ἐν αὐτοῖς ἀριθμούμενος. οὕτω καὶ ὁ μακάριος Παῦλος τοῦ πάντα νοεῖ τὴν δύναμιν. ἑρμηνεύων γὰρ τὸ “πάντα ὑπέταξας ὑπὸ τοὺς “πόδας αὐτοῦ,” ἐπιφέρει σοφῶς, “ἐν δὲ τῷ λέγειν τὰ πάντα, “οὐδὲν ἀφῆκεν αὐτῶ ἀνυπότακτον.” εἰ τοίνυν τὸ πάντα τῶν ὅλων ἐστὶ περιεκτικὸν, τὰ πάντα δὲ τῷ Υἱῷ τετραχήλισται, οὐκ ἃν εἴη τῶν πάντων εἷς, ἀλλ’ ἕτερος παρ’ αὐτά.
- supplement.411
Κυρίλλου. Τὸ γε μὴν “διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς “καὶ πνεύματος,” ἔστι καὶ οὕτως νοῆσαι, ὅτι τὸ παρὰ Θεοῦ κήρυγμα διαιρεῖ καὶ μερίζει τὰ τῆς ψυχῆς μέρη, δεκτικὴν ποιοῦν κα χωρητικὴν τῶν ἀκουομένων.
- supplement.412
Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.
- supplement.413
Θεοδωρίτου. Ἐν μὲν τοῖς πρόσθεν εἰρημένοις μᾶλλον ἑρμηνευμένοις, τῶν καταπαύσεων τὴν σύγκρισιν ἐποιήσατο, καὶ ἔδειξε τὴν ἡμῖν ἐπηγγελμένην ἀμείνω τοῖς Ἰουδαίοις ὑπεσχημένης. ἐκείνοις γὰρ, τὴν γῆν τῆς ἐπαγγελίας ὑπέσχετο, ἡμῖν δὲ τὸν οὐρανόν. ἐντεῦθεν δὲ λοιπὸν τῆς ἀρχιερωσύνης ποιεῖται τὴν παρεξέτασιν, καὶ δείκνυσι πολλῷ μείζονά τε καὶ κρείττονα τῆς Λευιτικῆς τὴν κατὰ τάξιν Μελχισεδέκ· τῷ παραινετικῷ δὲ πάλιν σχήματι κεχρημένος ποιεῖται τὴν σύγκρισιν, ἵνα μὴ δόξῃ τοῖς ἔτι τὴν κατὰ νόμον πολιτείαν ἀσπαζομένοις τῷ νόμῳ πολεμεῖν, ἀλλ’ οὐ τῆ ἀληθείᾳ συνηγορεῖν.
- supplement.414
Ἀρχιερέα δὲ τὸν Κύριον Ἰησοῦν προσηγόρευσεν ὡς τὴν ὑπὲρ ἡμῶν προσενηνοχότα θυσίαν, καὶ ἄραντα τοῦ κόσμου τὴν ἁμαρτίαν. τούτου δὴ χάριν καὶ ἀμνὸς ὠνομάσθη. “ἴδε” γάρ φησιν, “ὁ “ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.” δῆλον δὲ καὶ τοῖς ἄγαν φιλονείκοις, ὡς ἀνθρώπεια τὰ ὀνόματα. εἰ δὲ τῆς θεότητος ταῦτα τινὲς ὑπειλήφασι, καλείτωσαν αὐτὴν καὶ κατάραν, καὶ δούλου μορφὴν, καὶ ὅσα τοιαῦτα. εἰ δὲ οὐδὲν τούτων τῆς θείας φύσεως ἴδιον, λείπεται νοεῖν ταῦτα τῆς οἰκονομίας ὀνόματα. ὥσπερ γὰρ ἄνθρωπος λέγεται γεγενῆσθαι φύσιν ἀνθρωπείαν ἀνειληφὼς, οὕτως ἀρχιερεὺς ἡμῶν ὡς ἄνθρωπος κέκληται. τοῦτο δὲ καὶ τὰ ἀποστολικὰ ἡμᾶς διδάσκει ῥητά· δείκνυσι γὰρ αὐτὸν τοὺς οὐρανοὺς διεληλυθότα. ἡ δὲ τοῦ δεσπότου Χριστοῦ θεότης, ἀπερίγραφον ἔχει τὴν φύσιν, πανταχοῦ πάρεστι καὶ τοῖς πᾶσι παρίσταται. τοῦτο καὶ αὐτὸς ἡμᾶς ὁ δεσπότης ἐδίδαξεν. οὐδεὶς γάρ, φησιν, “ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ “καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὣν ἐν τῷ οὐρανῷ.” κάτω γὰρ ὢν, καὶ τοῖς ἀνθρώποις διαλεγόμενος, ἔλεγεν εἶναι καὶ ἄνω. χρὴ τοίνυν ἡμᾶς εἰδέναι τίνα μὲν τῆς θεολογίας, τίνα δὲ τῆς οἰκονομίας ὀνόματα. ὁ μέν τοι θεῖος Ἀπόστολος ὑποδείξας ἡμῖν τὸν μέγαν τοῦτον ἀρχιερέα, πρῶτον εἰς τὴν ἀληθινὴν εἰσεληλυθότα κατάπαυσιν, καὶ τῶν οὐράνων γεγενημένον ὑπέρτερον, τὴν ὁμολογίαν κατεχειν παρεγγυᾷ. ὁμολογίαν δὲ ἡμῶν τὴν πίστιν ὠνόμασεν. ὁμολογοῦμεν γὰρ πιστεύειν οὐ μόνον εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, ἀλλὰ καὶ εἰς ἀνάστασιν νεκρῶν, καὶ εἰς ζωὴν αἰώνιον, καὶ εἰς οὐρανῶν βασιλείαν.
- supplement.415
Χρυσοστόμου. Ὅρα δὲ ὅτι οὐ τὸ πᾶν τῷ ἱερεῖ δίδωσιν, ἀλλὰ καὶ τὰ παρ’ ἡμῶν ζητεῖ, λέγω δὴ τὴν ὁμολογίαν. ποίαν δὴ ταύτην; ὅτι ἀνάστασις ἐστὶν, ὅτι ἀνταπόδοσις, ὅτι μυρία ἀγαθὰ, ὅτι ὁ Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθὴ, ταῦτα ὁμολογήσωμεν, ταῦτα κατέχωμεν. ὅτι γὰρ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἀρχιερέα ἔνδον εἶναι· εἰ καὶ μὴ πάρεστι τὰ πράγματα, ἀλλ’ ἡμεῖς ὁμολογήσωμεν, εἰ ἄρτι παρῆν, ψεῦδος ἢν, ὥστε καὶ τοῦτο ἀληθὲς, τὸ ὑπερτίθεσθαι. καί γὰρ ὁ ἀρχιερεὺς ἡμῶν μέγας, “Μωσῆς μὲν “γάρ” φησιν, “οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν, αὐτὸς δὲ “εἰσῆλθε.” καὶ πῶς τοῦτο οὐδαμοῦ τέθεικεν; ἵνα μὴ δόξωσιν ἀπολογίαν εὑρίσκειν. συμπεριέλαβε δὲ αὐτὸ, καὶ ἵνα μὴ δόξῃ κατηγορεῖν τοῦ ἀνδρὸς, φανερῶς αὐτὸ οὐκ εἶπεν. εἰ γὰρ οὐδενὸς τούτων λεχθέντος ταῦτα προέφερον λέγοντες, κατὰ Μωσέως καὶ κατὰ τοῦ νόμου οὗτος εἴρηκε, πολλῷ μᾶλλον εἰ εἰπεν οὐκ ἔστι Παλαιστίνη, ἀλλ’ οὐρανὸς, μεῖζον ἃν τοῦτον εἶπον. ὅρα δὲ τὴν ἀκολουθίαν. ἐπειδὴ εἶπεν ἄνωθεν, “παρακαλεῖτε ἀλλήλους,” ὥς τινος εἰπόντος. τί οὖν ποιήσομεν ἵνα μὴ πέσωμεν, μηδὲ ὀλιγοψυχήσωμεν; ἱκανὰ μὲν κακεῖνα παιδεῦσαι φησὶν, ἔχομεν δὲ καὶ ἀρχιερέα μέγαν ὃς διῆλθε τοὺς οὐρανοὺς καὶ ἐκάθισεν ἐπὶ τὸν πατρικὸν θρόνον. τοιγαροῦν καὶ ἡμᾶς ἰσχύει εἰσαγαγεῖν, ἀλλ’ οὐχ ὥσπερ Μωϋσῆς, οὔτε αὐτὸς ἴσχυσεν εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, οὔτε τὸν λαὸν εἰσήγαγεν. ἐπειδὴ μέν τοι εἶπεν, “οὐκ ἔστι κτίσις ἀφανὴς “ἐνώπιον αὐτοῦ,” τὴν θεότητα αἰνιττόμενος, πάλιν ἐπειδὴ τῆς σαρκὸς ἐπελάβετο, συγκαταβατικώτερον διαλέγεται, καὶ ἀρχιερέα λαλεῖ τὸν Κύριον, καὶ μείζονα δείκνυσι τὴν κηδεμονίαν, καὶ ὅτι ὥσπερ οἰκείων προιστᾶται, καὶ οὐ θέλει αὐτοὺς ἐκπεσεῖν· διὰ τοῦτο ἐπήγαγεν,
- supplement.416
Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ᾿ ὁμοιότητα χωρὶς ἁμαρτίας.
- supplement.417
Χρυσοστόμου. Τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, “ὅτι ἐν ᾧ πέπονθεν “αὐτὸς πειρασθεὶς δύναται τοῖς πειραζομένοις, βοηθῆσαι.” τὸ αὐτὸ κἀνταῦθα ποιεῖ. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἦλθε, φησὶν, ὁδὸν ἣν καὶ ἡμεῖς νῦν, μᾶλλον δὲ καὶ τραχυτέραν, πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν. οὐκ ἔστιν ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, ὣ τοὺς ἐν θλίψεσιν οὐκ ἴσασιν, οὐδὲ ὅτι ποτέ ἐστι θλίψις. ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα. ὁ δὲ ἡμέτερος ἀρχιερεὺς, διὰ τοῦτο πρῶτον πάντα ὑπέστη, καὶ τότε ἀνέβη, ἵνα δύνηται συμπαθεῖν.
← Previous · Next → — showing 901–1000 of 1,355
First Thousand Years of Greek. CTS URN tlg4102.tlg038.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.