Catena In Epistulam Ad Hebraeos
- supplement.418
θεοδωρίτου. Ἀλλὰ τί βούλεται ταῦτα τῷ Ἀποστόλῳ; πολλὰς κατ’ ἐκεῖνον τὸν καιρὸν οἱ πεπιστευκότες ἐδέχοντο πειρασμῶν τρικυμίας. ψυχαγωγεῖ τοίνυν αὐτοὺς διδάσκων ὡς ὁ ἡμέτερος ἀρχιερεὺς, οὐ μόνον ὡς Θεὸς οἰδε τῆς ἡμετέρας φύσεως τὴν ἀσθένειαν, ἀλλὰ καὶ ὡς ἄνθρωπος, πεῖραν τῶν ἡμετέρων ἔλαβε παθημάτων, μόνης τῆς ἁμαρτίας διαμείνας ἀμύητος. ταύτην δέ φησιν ἡμῶν τὴν ἀσθένειαν ἐπιστάμενος, καὶ τὴν ἁρμόττουσαν ὀρέγει βοήθειαν, καὶ δικάζων ἡμῖν πρὸς τὴν ἀσθένειαν ἐξοίσει τὴν ψῆφον.
- supplement.419
Χρυσοστόμου. Πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα, ὅρα πῶς καὶ ἄνω τὸ παραπλησίως τέθεικεν, εἰπὼν “παραπλησίως “μετέσχε τῶν αὐτῶν,” καὶ ἐνταῦθα τὸ καθ’ ὁμοιότητα, τουτέστιν ἐδιώχθη, ἐνεπτύσθη, ἐσκώφθη, ἀπηλάθη, τὸ τέλος ἐσταυρώθη. προσθεὶς δὲ ὅτι χωρὶς ἁμαρτίας καὶ ἄλλο αἰνίττεται, ἐν θλίψεσιν ὄντα διενεγκεῖν. ὥστε καὶ ὅταν λέγῃ “ἐν ὁμοιώματι σαρκὸς,” οὐ τοῦτο φησὶν ὅτι ὁμοίωμα εἶχε σαρκὸς, ἀλλ’ ὅτι σάρκα ἀνέλαβε. διατὶ οὖν εἶπεν “ἐν ὁμοιώματι;” ὅτι περὶ ἁμαρτωλοῦ σαρκὸς ἔλεγεν. ὁμοία γὰρ ἦν τῇ σαρκὶ τῇ ἡμετέρᾳ. τῇ μὲν γὰρ φύσει, ἡ αὐτὴ ἦν ἡμῖν· τῇ δὲ ἁμαρτίᾳ οὐκέτι ἡ αὐτή.
- supplement.420
Κυρίλλου. Εἰ καὶ μὴ γέγονεν ἄνθρωπος, φησὶν, ὁ τοῦ Θεοῦ Λόγος, ᾔδη μὲν καὶ οὕτω τὴν ἀνθρωπίνην ἀσθένειαν ὡς δημιουργός. αὐτὸς γὰρ ἔγνω τὸ πλάσμα ἡμῶν. ἐπειδὴ δὲ τὴν ἡμῶν ἠμπέσχετο σάρκα, πεπείραται κατὰ πάντα, καὶ οὐ δήπου φαμὲν ὡς ἠγνοηκὼς, ἀλλ’ ὅτι τῇ γνώσει τῇ θεοπρεπεῖ προυποκειμένῃ, καὶ τὸ διὰ πείρας αὐτῆς συνέβη μαθεῖν. γέγονε δὲ συμπαθὴς οὐκ ἀπό γε τοῦ πεπειρᾶσθαι. πόθεν δέ; ἦν γὰρ ἐλεήμων φύσει καὶ ἔστιν ὡς Θεός. ἐπειδὴ δὲ μετὰ τοῦ εἶναι ὁ ἐστι καὶ γέγονε καθ’ ἡμᾶς ἀνθρωποπρεπῶς, καὶ ταῦτα λέγεται περὶ αὐτοῦ.
- supplement.421
Ἀθανασίου Περὶ τῆσ σωτηριώλουσ ἐπιφανείασ. Πάντα γὰρ ἔλαβεν ἐκ παρθένου ὅσα ἀρχῆθεν ὁ Θεὸς εἰς σύστασιν ἔπλασεν ἀνθρώπου, καὶ ἐποίησε χωρὶς ἁμαρτίας, οὐ τῆς θεότητος μεταποίησιν ἐνδειξάμενος, ἀλλὰ τῆς ἀνθρωπότητος καινοποίησιν ἐργασάμενος, οὐχὶ ἀνθρώπου πρὸς τὸν Θεὸν ὄντως, κατὰ τοὺς περὶ Ἀπολινάριον, ἀλλὰ Θεοῦ τοῦ μονογενοῦς εὐδοκήσαντος τῷ πληρώματι τῆς θεότητος αὐτοῦ, τὴν τοῦ ἀρχετύπου πλάσιν ἀνθρώπου καὶ ποίησιν καινὴν ἐκ μήτρας παρθένου ἀναστήσασθαι ἑαυτῷ φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει, ἵνα τὴν ὑπὲρ ἀνθρώπων σωτήριον πραγματείαν ποιήσηται, τῷ πάθει καὶ θανάτῳ καὶ ἀναστάσει ἀπολύτρωσιν τῶν ἀνθρώπων κατεργαζόμενος· ἀλλὰ λέγετε ὅτι εἰ πάντα ἔλαβε, πάντως δήπου καὶ τοὺς ἀνθρωπίνους λογισμοὺς εἶχεν. ἀδύνατον δέ ἐστιν ἐν λογισμοῖς ἀνθρωπίνοις ἁμαρτίαν μὴ εἶναι. καὶ πῶς ἐστὶ χωρὶς ἁμαρτίας ὁ Χριστός; εἴπατε τοίνυν εἰ τῶν ἁμαρτητικῶν λογισμῶν δημιουργὸς ὁ Θεὸς, προσακτέον τῷ Θεῷ τὴν ἰδίαν δημιουργίαν. ἦλθε γὰρ προσαγαγέσθαι τὴν ἰδίαν ποίησιν· ἀλλ’ ἄδικος ἔσται πάλιν ἡ κρίσις καταδικάζουσα τὸν ἁμαρτήσαντα. εἰ γὰρ ἁμαρτητικοὺς λογισμοὺς ἐδημιούργησεν ὁ Θεὸς, πῶς καταδικάζει τὸν ἁμαρτήσαντα; καὶ πῶς οἷόν τε παρὰ Θεοῦ τοιαύτην κρίσιν γενέσθαι; εἰ δὲ καὶ ὁ Ἀδὰμ ὑπέκειτο τοῖς τοιούτοις λογισμοῖς, πρὶν ἣ παρακούσαι τῆς τοῦ Θεοῦ ἐντολῆς, πῶς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρόν; λογικὸς μὲν ὣν τῇ φύσει, ἐλεύθερος δὲ τῶν λογισμῶν, πείραν κακοῦ οὐκ εἰδὼς, μόνον δὲ τὸ καλὸν γινώσκων, καὶ ὥσπερ τίς μονότροπος ὣν, παρακούσας δὲ τῆς ἐντολῆς τοῦ Θεοῦ ὑποπέπτωκε τοῖς ἁμαρτητικοῖς λογισμοῖς, οὐ τοῦ Θεοῦ δημιουργήσαντος τοὺς αἰχμαλωτίζοντας ἵζοντας λογισμοὺς, ἀλλὰ τοῦ διαβόλου ἐξ ἀπάτης ἐπισπείραντος.
- supplement.422
Γρηγορίου Νύσσησ Κατ᾿ Εὐνομίου Λόγ. Β΄. Διὰ τοῦτο μετέσχε τῆς φύσεως ἡμῶν ὁ μονογενὴς, κατὰ πάντα καθ’ ὁμοιότητα· καθ’ ὁμοιότητα δὲ τῷ μετὰ ψυχῆς καὶ σώματος ἀναλαβεῖν ὅλον τὸν ἄνθρωπον.
- supplement.423
Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
- supplement.424
Χρυσοστόμου. Θρόνον χάριτος τίνα φησί; τὸν θρόνον τὸν βασιλικὸν, περὶ οὗ φησὶν “εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου “ἐκ δεξιῶν μου.” ἵνα γὰρ μὴ ἀκούων ἀρχιερέα, νομίσῃς ἑστάναι αὐτὸν, εὐθέως ἐπὶ τὸν θρόνον ἄγει. ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ’ ἕστηκεν. ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα, οὐ φύσεως ἐστιν, ἀλλὰ χάριτ’ ὃς καὶ συγκαταβάσεως καὶ κενώσεως.
- supplement.425
θεοδωρίτου. Τάχα δὲ ἐπεὶ ὡς Θεὴ ὁ δεσπότης Χριστὸς, φυσικὴν ἔχει τὴν βασιλείαν καὶ αἰώνιον τὸν θρόνον, “ὁ θρόνος σου, γάρ φησιν, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,” ὡς δὲ ἄνθρωπος καὶ ἀρχιερεὺς καὶ Ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, ἀκούει “κάθου ἐκ δεξιῶν μου,” τοῦτον χάριτος κέκληκε θρόνον ὁ θεῖο, Ἀπόστολος. οἶμαι δὲ αὐτὸν καὶ τὴν φιλανθρωπίαν αἰνίττεσθαι, ᾗ κεχρημένος δικάσει. τοῦτο γὰρ προστέθεικεν, “ἵνα λά- “βωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.” κατὰ γὰρ τὸν παρόντα προσιόντες βίον, καὶ τὴν ἀκραιφνῆ καὶ εἱλικρινῆ πίστιν ἐπιδεικνύμενοι, ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ τῆς φιλανθρωπίας τευξόμεθα.
- supplement.426
Χρυσοστόμου. Tί δέ ἐστι “ προσερχώμεθα μετὰ παρρησίας ;” ὅτι ἀναμάρτητον ἔχομεν ἀρχιερέα καταγωνιζόμενον τὴν οἰκουμένην. “ θαρσεῖτε, γάρ φησιν, ” ἐγὼ νενίκηκα τὸν κόσμον.” τὸ γὰρ πάντα μὲν παθεῖν, καθαρὸν δὲ εἶναι ἁμαρτημάτων, τοῦτό ἐστιν. εἰ καὶ ἡμεῖς ὑπὸ ἁμαρτίας ἐσμέν φτσιν, ἀλλ’ αὐτὸς ἀναμάρτητος. πῶς προσερχώμεθα μετὰ παρρησίας ; ὅτι θρόνος χάριτος, οὐ θρόνος κρίσεως νῦν. διὰ τοῦ μετὰ παρρησίας, ἵνα λάβωμεν ἔλεον οἷον ζητοῦμεν· φιλοτιμία γὰρ τὸ πρᾶγμα ἐστὶ, δωρεὰ βασιλική· ἣ τὸ μετὰ παρρησίας, ἀντὶ τοῦ μηδὲν ἔχοντος συνειδὸς πονηρόν, τουττουτέστι μὴ διστάζοντω οὐ γὰρ δύναται μετὰ παρρησίας ὁ τοιοῦτος προσελθεῖν. “ καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.” ἃν νῦν προσέλθῃς φησὶ, λήψῃ καὶ χάριν καὶ ἔλεον, εὐκαίρως γὰρ προσέρχῃ· ἃν δὲ τότε προσέλθῃς, οὐκέτι· ἄκαιρος γὰρ τότε ἡ πρόσοδος. οὐ γάρ ἐστι τότε θρόνος χάριτος, ἀλλὰ κρίσεως· ἕως τότε κάθηται χαριζόμενος, ὅταν δὲ ἡ συντέλεια ἐπιστῇ, τότε ἐγείρεται εἰς κρίσιν. “ ἀνάστα,” γάρ φησιν, “ ὁ Θεὸς κρίνων τὴν γῆν.” διὰ τοῦτο λέγει, “ καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοή- “ θησά σοι.” ἐπεὶ καὶ νῦν τὸ μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εὑρίσκειν μετάνοιαν, χάριτος ἐστιν.
- supplement.427
Θεοδωρίτου. Εἶτα τῆς ἱερωσύνης τὴν αἰτίαν διδάσκει, καὶ τίνος ἕνεκεν ταύτης ἀξιοῦνται τινὲς, καὶ τι ποιεῖν προσήκει τὸν ἀρχιερέα, ὅθεν ἐπάγει,
- supplement.428
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρα τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνά- δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ ὑπὲρ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν.
- supplement.429
Εἶπεν ἄνω ὅτι “ οὐκ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι “ ταῖς ἀσθενείαις ἡμῶν, ἀλλὰ πεπειραμένον κατὰ πάντα καθ’ ὁμοιό- “τητα χωρὶς ἁμαρτίας.” ἀναγκαίως τοίνυν καὶ ταῦτα προστέθεικε διδάσκων, ὡς καὶ ἐν τῷ νόμῳ οὐκ Ἄγγελος ὑπὲρ ἀνθρώπων ἱερατεύειν ἐτάχθη, ἀλλ’ ἄνθρωπος ὑπὲρ ἀνθρώπων, τὴν αὐτὴν φύσιν ἔχων, τὰ αὐτὰ περικείμενος πάθη, τῆς φύσεως τὴν ἀσθένειαν ἐπιστάμενος, συγγνώμην νέμων τοῖς ὀλισθαίνουσιν, ὀρέγων χεῖρα τοῖς ἁμαρτάνουσιν, ἐκ τῶν οἰκείων καὶ τὰ τοῦ πέλας σκοπῶν· οὑ δὴ χάριν καὶ τὰς θυσίας οὐχ ὑπὲρ τοῦ λαοῦ μόνον ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ προσφέρειν νομοθετεῖται.
- supplement.430
Χρυσοστόμου. Θέλει τοίνυν δεῖξαι λοιπὸν ὁ μακάριος Παῦλος, λος, ὅτι πολλῶ βελτίων ἡ διαθήκη αὕτη τῆς παλαιᾶς. ποιεῖ οὖν τοῦτο πόρρωθεν προκαταβάλλων τοὺς λογισμούς. ἐπειδὴ γὰρ οὐδὲν ἦν σωματικὸν, ἣ φανταστικὸν, οἷον οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔχων σκευὴν, οὐ παρατηρήσεις νομικαὶ, ἀλλ’ ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ οὐδὲν τῶν σωματικῶν, τὸ δὲ πᾶν ἐν τοῖς πνευματικοῖς ἦν· οὐχ οὕτω δὲ τὰ πνευματικὰ τοὺς ἀσθενεστέρους ἐπήγετο ὡς τὰ σωματικὰ, τοῦτον ὅλον ἀνακινεῖ τὸν λόγον· καὶ θέα τὴν σύνεσιν, ἀπὸ τοῦ ἱερέως πρώτου ποιεῖται τὴν ἀρχὴν, καὶ συνεχῶς αὐτὸν ἀρχιερέα καλεῖ, καὶ ἀπ’ αὐτοῦ πρώτου δείκνυσι τὴν διαφοράν· διὰ τοῦτο ὁρίζεται πρῶτον τί ἐστιν ἱερεὺς, καὶ δείκνυσιν εἴ τινα ἔχει ἱερέως, καὶ εἴ τινα σύμβολα γίνεται ἱερωσύνης. ἀντέπιπτε δὲ αὐτῷ ὅτι οὐδὲ εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεὺς, πῶς οὑν ἱερεύς φησιν, καὶ ὥσπερ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, ἀπίθανον λόγον λαβὼν ἡ πίστις ἐργάζεται τοῦτο, ὅπερ οὐκ ἴσχυσεν ὁ πόνος ὁ τοῦ νόμου καὶ ὁ τῆς πολιτείας ἱδρὼς, κατέφυγεν ἐπὶ τὸν πατριάρχην, καὶ εἰς ἐκεῖνον τὸν χρόνον τὸ πᾶν ἀνήγαγεν, οὕτω δὴ καὶ ἐνταῦθα, πρῶτον ἀπὸ τῶν παρόντων τοῦτο βεβαιοῦται. ἔδει μὲν γὰρ ἀπὸ τῶν οὐρανίων τὰ ἐπίγεια πιστοῦσθαι, ἀλλ’ ὅταν ἀσθενεῖς ὦσιν οἱ ἀκούοντες, τὸ ἐναντίον γίνεται. τέως οὖν ἃ κοινά ἐστι τίθησι πρῶτα, καὶ τότε δείκνυσιν ὅτι ὑπερέχει. ἡ γὰρ κατὰ σύγκρισιν ὑπεροχὴ οὕτως γίνεται· ὅταν ἐν μὲν τοῖς, κοινωνῇ· ἐν δὲ τοῖς, ὑπερέχει, εἰ δὲ μὴ, οὐκέτι κατὰ σύγκρισιν γίνεται. “πᾶς,” φησὶν, “ἀρχιερεὺς ἐξ “ ἀνθρώπων λαμβανόμενος,” τοῦτο κοινὸν τῷ Χριστῷ, “ὑπὲρ ἀν- “ θρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν,” καὶ τοῦτο οὐχ ὅλον, τὰ δὲ λειπόμενα οὐκέτι, “μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ “ πλανωμένοις.” ἐνταῦθα λοιπὸν ἡ ὑπεροχή. οὐ γὰρ δὴ καὶ ὁδεύει ὁ Κύριος περίκειται ἀσθένειαν, ἀλλὰ τοῦτο ὅλον ἡμέτερον.
- supplement.431
Ὁμιαία. Διὰ τοῦτο ἴσμεν συγγινώσκειν, ὅτι καὶ αὐτοὶ ἁμαρτήμασιν ὄντες ὑπεύθυνοι. διὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς οὐκ Ἀγγέλους ἔδωκεν ἡμῖν διδασκάλους, οὐδὲ τὸν Γαβριὴλ ἄνωθεν κατενεγκὼν ἐπέστησεν αὐτοῦ ταῖς ἀγέλαις, ἀλλ᾿ ἀπ᾿ αὐτοῦ τοῦ ποιμνίου ἀναλαμβάνων, ποιεῖ ποιμένας, ἀπ᾿ αὐτῶν τῶν προβάτων τὸν ἀγελάρχην, ἵνα συγγνωμονικὸς ᾖ τοῖς ἀρχομένοις, καὶ τὴν οἰκείαν ἀσθένειαν ἐννοῶν, μὴ ἐπαίρηται κατὰ τῶν ποιμαινομένων, ἀλλ᾿ ἔχῃ χαλινὸν καὶ ταπεινοφροσύνης ὑπόθεσιν, τοῦ οἰκείου συνειδότος τὴν ἀνάγκην. ταῦτα νῦν ὁ Παῦλος φιλοσοφεῖ, καὶ τὴν αἰτίαν ἡμῖν ἄριστα λέγει, δἰ ἣν οὐκ Ἄγγελοι οὐδὲ Ἀρχάγγελοι, ἀλλ᾿ ἄνθρωποι ταῖς ἐκκλησίαις ἐφεστήκασιν, ἵνα δύνωνται συναλγεῖν τοῖς ὁμογενέσι, τὸ τῶν οἰκείων ἁμαρτημάτων συνειδὸς, μέγιστον διδασκαλίαν ταπεινοφροσύνης ἔχοντες. καὶ γὰρ καὶ αὐτὸς περίκειται,” φησὶν, “ ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει καθὼς περὶ τοῦ λαοῦ “ οὕτως καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν.” τοῦτο γοῦν καὶ νῦν γίνεται. καὶ γὰρ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ παρεστῶτες, καὶ τὴν φρικτὴν θυσίαν ἀναφέροντες, ὥσπερ ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων, αἰτοῦμεν γενέσθαι συγχώρησιν, οὕτω καὶ ὑπὲρ τῶν ἡμετέρων αὐτὸν παρακαλοῦμεν, καὶ ὑπὲρ ἁπάντων τὴν θυσίαν ἀναφέρομεν ἐκείνην, καὶ ὑμῶν καὶ ἡμῶν τῶν ἀναφερόντων. διά τοι τοῦτο καὶ τοὺς μέλλοντας δήμους ἐγχειρίζεσθαι, καὶ πόλεις καὶ ἔθνη καὶ δημαγωγοὺς γίνεσθαι καὶ διδασκάλους, πρὸ τῆς χειροτονίας ἀφῆκε τῆς οἰκείας ἀσθενείας καταμαθεῖν τὴν ὑπερβολὴν, γυμνώσας αὐτοὺς τῆς παρ᾿ αὐτοῦ βοηθείας, ἵνα ἐν τοῖς οἰκείοις πάθεσι μαθόντες αὐτῶν τὸ εὐπερίτρεπτον, ἡνίκα ἂν ἑτέροις δικάζωσι, μετὰ πολλὰ τοῦ ἐλέου καὶ τῆς συγγνώμης τὴν ψῆφον ἐκφέρωσι, τῆς οἰκείας ἀναμιμνησκόμενοι συνεχῶς οὐδενείας· καὶ τοῦτο ἴδοι τις ἂν καὶ ἐν τῇ καινῇ καὶ ἐν τῇ παλαιᾷ γενόμενον.
- supplement.432
Μωσῆς μὲν γὰρ Αἰγυπτίου ἑνὸς, Ἠλίας δὲ πόρνης μιᾶς ἀπειλὴν δείσαντες, ἐφυγαδεύθησαν. Πέτρος δὲ, οὐδὲ βγασιλίδος, οὐδὲ ἀνδρὸς, ἀλλὰ θυρωροῦ κόρης ἀπειλὴν ἔδεισε, καὶ πτῶμα ἔπεσε χαλεπώτατον. ἐπειδὴ γὰρ ἐγυμνώθη τῆς χάριτος, ἐδείχθη καὶ ἡ τούτου ἀσθένεια ἐρήμη γενομένη τῆς τοῦ Θεοῦ κηδεμονίας· ἀφῆκε δὲ αὐτὸν ὁ Θεὸς πεσεῖν, ἐπειδὴ καὶ τοῦτον ἔμελλεν ἄρχοντα ποιεῖν τῆς οἰκουμένης ἁπάσης, ἵνα τῶν οἰκείων ἀναμιμνησκόμενος πτωμάτων, τῶν ἐφεξῆς γινομένων, συγγινώσκῃ τοῖς ὑποσκελιζομένοις· καὶ Μωσῆν δὲ καὶ Ἡλίαν καὶ Παῦλον, γυμνοὺς ὁ Θεὸς τῆς αὐτοῦ ἠφίει χάριτος· ἵνα ὅταν διδαχθῶσιν αὐτῶν τὴν ἀσθένειαν, καὶ πῶς οὐδὲν ἄνθρωπος ἀμοιρῶν τῆς ἄνωθεν ῥοπῆς, ἐπὶ τὸν δικαστικὸν ἀναβάντες θρόνον, καὶ δημαγωγοὶ γενόμενοι καὶ ἄρχοντες, πολλὴν τὴν φιλανθρωπίαν, πολλὴν τὴν συγκατάβασιν, πολλὴν τὴν συγγνώμην περὶ τοὺς ἀρχομένους ἐπιδεικνύωνται.
- supplement.433
Οὐχ ἑαυτῷ τίς λαμβάνει τὴν τιμὴν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ καθάπερ καὶ Ἀαρών.
- supplement.434
Ὕστερον, φησὶ, γίνεται καὶ οὐκ αὐτὸς ἐπιπηδᾷ. καὶ τοῦτο δὲ κοινὸν τῷ Χριστῷ. ἐνταῦθα δὲ πάλιν καὶ ἕτερόν τι θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται· ὅπερ ἄνω καὶ κάτω διαλεγόμενος Ἰουδαίοις ἔλεγεν ὁ Χριστὸς, “ὁ πέμψας με μείζων μού ἐστι.” καὶ “ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα. ἐνταῦθά μοι δοκεῖ καὶ Ἰουδαίων αίνιττεσθαι τοὺς ἱερέας τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας.
- supplement.435
Θεοδωρίτου. Ἀρχιερεὺς γὰρ ἔννομος ὁ παρὰ Θεοῦ τὴν χειροτονίαν δεχόμενος. οὕτω γοῦν καὶ Ἀαρὼν ὁ πρῶτος ἀρχιερεὺς τὴν ἀξίαν ταύτην ἐδέξατο.
- supplement.436
Γρηγορίου Νύσσησ Εἰσ Τὸν Βίον Μωσέδσ. Οἱ μὲν γὰρ περὶ Κορὲ καὶ Δαθὰν ταπεινὸν εἶναι κρίνοντες τὸ φυλάσσειν ἐφ’ ἑαυτῶν τὴν τάξιν ἐφ’ ἧς ἐτάχθησαν, εἰσώθουν ἑαυτοὺς εἰς τὸ τῆς ἱερωσύνης ἀξίωμα, παρώσασθαι τοὺς παρὰ Θεοῦ τὴν λειτουργίαν ταύτην λαχόντας φιλονεικοῦντες· ἀλλ’ οἱ μὲν χάσματι ὑπολειφθέντες καὶ κεραυνοῖς καταπρησθέντες, ἐξηφανίσθησαν. ὁ δὲ Θεὸς ἐδίδαξεν ὅτι θεῖον χρῆμά ἐστιν ἡ ἱερωσύνη, καὶ οὐκ ἀνθρώπινον. ἐδίδαξε δὲ οὕτως, ῥάβδους πη ἑκάστης φυλῆς ἐπὶ τῷ ὀνόματι τῶν δεδωκότων σημάνας ὁ Μώσης, προτίθησι τῷ θυσιαστηρίῳ, ὥστε τῆς ἄνωθεν χειροτονίας μαρτυρίαν γενέσθαι τὴν ῥάβδον θαύματι θείῳ παρὰ τὰς ἄλλας γινομένην ἐπίσημον. καὶ γενομένου τούτου, αἱ μὲν τῶν ἄλλων ῥάβδοι, ὅπερ ἦσαν διέμειναν, ἡ δὲ τοῦ ἱερέως αὐτὴ ἑαυτῇ ῥιζωθεῖσα, οὐ διά τινος ἀλλοτρίας ἰκμάδος, ἀλλὰ τῆς θεόθεν αὐτῇ ἐντεθείσης, κλάδον καὶ καρπὸν ἀνεβλάστησε, καὶ προῆλθεν ὁ καρπὸς εἰς τελείωσιν. κάρυον δὲ ἦν ὁ καρπός. οὗ γενομένου, πρὸς εὐταξίαν ἐπαιδεύθη πᾶν τὸ ὑπήκοον.
- supplement.437
Νοεῖν δὲ προσήκει διὰ τοῦ καρποῦ, οὗ ἡ ῥάβδος ἐβλάστησε τοῦ ἱερέως, οἷον χρὴ εἶναι τὸν ἐν ἱερωσύνῃ βίον, ἐγκρατῆ, περιεσκληκότα τῇ φαινομένῃ ζωῇ, ἔνδοθεν τὸ ἐδώδιμον ἐν τῷ κρυπτῷ καὶ ἀφανεῖ περιέχοντα, ὃ τότε ἀνακαλύπτεται ὅταν πεπανθῇ τῷ χρόνῳ ἡ βρῶσις, καὶ περιρραγῇ τὸ στῦφον περιβόλαιον, καὶ περιτριβῇ τὸ ξυλῶδες ἐκεῖνο τοῦ ἐδωδίμου προκάλυμμα. εἰ δέ τινος ἱερέως λεγομένου καταμάθῃς τὸν βίον μηλοειδῆ καὶ εὔπνουν καὶ ῥοδόχροον, οἷοι τῶν πολλῶν εἰσι βύσσῳ καὶ πορφύρᾳ διανθιζόμενοι, καὶ ταῖς λιπαραῖς τραπέζαις ἐμπεπαινόμενοι, οἱ τὸν διυλισμένον πίνοντες οἶνον, καὶ τὰ πρῶτα μῦρα χριόμενοι, καὶ ὅσα ἄλλα γλυκέα δοκεῖ κατὰ τὴν πρόχειρον γεῦσιν τοῖς τὸν ἀπολαυστικὸν πορίζουσι βίον, καλῶς ἃν ἐπὶ τούτου τὸ εὐαγγελικὸν εἴποις, ὅτι τὸν καρπὸν βλέπων οὐκ ἐπιγινώσκω δοιὰ τοῦ καρποῦ τὸ ἱερατικὸν δένδρον. ἄλλος τῆς ἱερωσύνης καρπὸς, οὗτος ἕτερος, ἐκεῖνος ὁ καρπὸς ἐγκράτεια ἦν, τρυφῆς δὲ οὗτος. ἐκεῖνος οὐκ ἀπὸ γηίνης ἰκμάδος ὑπεπιαίνετο, τούτῳ δὲ πολλοὶ κάτωθεν ἐπιρρέουσιν οἱ τῶν ἡδονῶν ὀχετοὶ, δι’ ὧν πρὸς τὴν τοιαύτην ὥραν ἡ τοῦ βίου ὀπώρα ὑπερυθαίνεται. ἀλλὰ ταῦτα μὲν εἴρηται ὥστε γνωρίσαι τὸ τῆς ἱερωσύνης σεβάσμιον.
- supplement.438
Κυρίλλου. Εἰδέναι δὲ χρὴ ὡς οὐδ’ ἂν αὐτὸς ὁ Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἱερατεύειν λέγοιτο, καὶ ἐν τάξει γενέσθαι τῇ λειτουργικῇ, εἰ μὴ νοοῖτο καθ’ ἡμᾶς δι’ ἡμᾶς γεγονὼς, καὶ ὥσπερ κέκληται προφήτης καὶ μὴν καὶ Ἀπόστολος διὰ τὸ ἀνθρώπινον, οὕτω καὶ ἱερεύς. πρέποι γὰρ ἃν τῷ τῆς δουλείας σχήματι τὰ δουλοπρεπῆ· καὶ τοῦτο ἐστὶν ἡ καίνωσις. ὁ γὰρ ὑπάρχων ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, ᾧ καὶ αὐτὰ τὰ ἄνω παρέστηκε Σεραφὶμ, ᾧ λειτουργοῦσι χίλιαι χιλιάδες Ἀγγέλων, ἐπειδὴ κεκένωκεν ἑαυτὸν, τότε δὴ τῶν ἁγίων λειτουργὸς ἀναδειχθῆναι λέγεται. καὶ ἔστι τὸ ἱερατεύειν τῆς μέτα σαρκὸς οἰκονομίας.
- supplement.439
Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος εἴρηκεν, οὐ τῆς ἀρχιερωσύνης ἡμῖν τοὺς κανόνας νῦν ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ τὰ περὶ τῆς δεσποτικῆς ἀρχιερωσύνης προκατασκευάζων. σαφῶς αὐτίκα τοίνυν ἐπήγαγεν,
- supplement.440
Οὕτως καὶ ὁ Χριστὸς, οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτὸν, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε, καθὼς καὶ ἐν ἑτέρῳ λέγει, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
- supplement.441
Χρυσοστόμου. Ποῦ οὖν ἐχειροτονήθη φησίν; ὁ γὰρ Ἀαρὼν πολλάκις ἐχειροτονήθη, ὡς ἐπὶ τῆς ῥάβδου, καὶ ὅτε τὸ πῦρ κατῆλθε, καὶ ἠφάνισε τοὺς ἐπιπηδῆσαι τὴν ἱερωσύνην βουλομένους. ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐδὲν ἔπαθον, ἀλλὰ καὶ εὐδοκιμοῦσι· πόθεν οὖν τοῦτο δείκνυσιν; οὐδὲν ἔχει αἰσθητὸν, οὐδὲν ὁρατόν. διὰ τοῦτο ἀπὸ προφητείας ἰσχυρίζεται λέγων, “ἀλλ’ ὁ λαλήσας πρὸς αὐτὸν, Υἱός “μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,” καὶ τί πρὸς τὸν Υἱὸν τοῦτο; ναί, φησι, προκατασκευή ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι, καθὼς καὶ ἐν ἑτέρῳ λέγει· “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ “τὴν τάξιν Μελχισεδέκ.” πρὸς τίνα δὲ εἴρηκε τοῦτο; τίς ἐστι κατὰ τὴν τάξιν Μελχισεδέκ; οὐδεὶς ἕτερος, πάντες γὰρ ὑπὸ νόμον ἦσαν, πάντες ἐσαββάτιζον, πάντες περιετέμνοντο, οὐδένα ἃν ἔχοι τις ἕτερον δεῖξαι.
- supplement.442
Κυρίλλου. Ὁ καθεὶς ἑαυτὸν εἰς κένωσιν περιμένει κλῆσιν τὴν ἐκ Πατρὸς ἀποφέρουσαν εἰς ἱερωσύνην τὴν πρεπωδεστάτην, οὐ τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῇ καθ’ ἡμᾶς· ἧς ἐπείπερ ἐν ἴσῳ γέγονεν, ὑπομένει τὰ αὐτῆς ἀδικούμενος ἐντεῦθεν οὐδὲν, ἀτεχνῶς δὲ μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ χρώμενος. ὥσπερ γὰρ καί τοι φύσει κύριος ὣν, μεμένηκεν ὅπερ ἦν, κάη δὲ γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, οὕτω φαμὲν, ὅτι καὶ τοι μυρίους ἔχων ἐν οὐρανῷ τοὺς ἱερουργοῦντας, αὐτὰς τὰς νοητὰς δηλονότι καὶ ἀναιμάκτους θυσίας, ὕμνους καὶ δοξολογίας καὶ τὴν καθ’ ἡμᾶς ἱερωσύνην ποιεῖται δεκτὴν, ἀποσώζων πανταχοῦ τοῖς τῆς ἀνθρωπότητος μέτροις τὰ πρέποντα. κέκληται τοίνυν καθὸ καὶ Ἀαρὼν οὐκ ἐν ἴσω τρόπῳ. ὁ μὲν γὰρ ἐχρίετο πρὸς ἱερουργίαν, καὶ ἦν οἰκέτης, ὁ δὲ ὡς Υἱὸς καλεῖται, καὶ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερουργεῖ τῷ Πατρί. ὡς μὲν γὰρ φύσει Θεὸς καὶ Λόγος κατὰ τὴν πρὸ αἰώνων γέννησιν Υἱὸς ὣν, ὡς δὲ ἄνθρωπος κατὰ τὴν * * * * καὶ ἐν σαρκὶ ἧς ἃν εἴη δεκτικὸν καὶ τὸ σήμερον καῖρον γὰρ ἥμιν σημαίνει ’τον ένεστηκότα. οἰκειοῦται δὴ οὖν καὶ τὴν σαρκικὴν αὐτοῦ γέννησιν ὁ Πατήρ. οἶδεν γὰρ ἴδιον ὄντα Υἱὸν τὸν ἐξ αὐτοῦ θεικῶς, καὶ ἐκ γυναικὸς ἀνθρωπίνως.
- supplement.443
Θεοδωρίτου. Ἐπειδὴ τοίνυν ἐξ ἑτέρας ὑπῆρχε φυλῆς ὁ Χριστὸς, ἐκ τοῦ Δαυϊτικοῦ γὰρ κατὰ τὴν ἀνθρωπείαν φύσιν ἐβλάστησε γένους, εἰδὼς ὁ Ἀπόστολος τῶν ἀπιστούντων Ἰουδαίων τὸ τῆς γνώμης ἀντίτυπον, εἰς τὰς προφητικὰς κατέφυγε μαρτυρίας. καὶ σοφῶς μὲν διὰ τούτων τὸν οἰκεῖον ἐβεβαίωσε λόγον· σοφῶς δὲ αὐτὸν ἔ δεῖξεν, οὐκ ἀρχιερέα μόνον ἀλλὰ καὶ Υιον προσαγορευόμενον, καὶ καινήν τινα καὶ παράδοξον ἀρχιερωσύνην δεξάμενον τὴν κατὰ τὴν τάξιν Μελχισεδέκ.
- supplement.444
Ἀθανασίου Ψαλμοῖσ. Ὅτι οὐ δι’ ἐλαίου ἐχρίσθη ὁ Μελχισεδὲκ ὡς Ἀαρὼν, οὐ τὰς δι’ αἱμάτων θυσίας προσήγαγε, ὅτι τῶν ἐθνῶν ἦν ἀρχιερεὺς, ὅτι δι’ ἄρτου καὶ οἴνου εὐλόγησε τὸν Ἀβραὰμ, τὰ μυστήρια αἰνιττόμενος.
- supplement.445
Χρυσοστόμου. Καὶ διὰ τοῦτο ἐλευθέραν εἶναι τοῦ νόμου τὴν ἱερωσύνην καὶ διὰ τὸ ἀτελεύτητον καὶ ἄναρχον. ὅπερ γὰρ ἐκεῖνος εἶχεν ἐν ταῖς σκιαῖς, τοῦτο ἐν τῇ ἀληθείᾳ ἐπὶ τοῦ Ἰησοῦ.
- supplement.446
Θεοδωρίτου. Ἐπειδὴ δὲ εἶπεν ὁ Παῦλος, ὡς τούτου χάριν “ἄνθρωπος ὑπὲρ ἀνθρώπων ἀρχιερεὺς προβάλλεται, ὥστε συμ- “πάσχειν τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περί- “κεῖται ἀσθένειαν” δείκνυσι καὶ τὸν δεσπότην Χριστὸν, πλὴν ἁμαρτίας, πάντα τῆς ἀνθρωπείας φύσεως δεξάμενον τὰ παθήματα, ἐπάγει γὰρ,
- supplement.447
Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τὲ καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς, ἀπὸ τῆς εὐλαβείας, καί περ υἱὸς ὢν ἔμαθεν ἀφ’ ὧν ἔπαθεν, τὴν ὑπακοήν.
- supplement.448
Σκόπη τῷ μονογενεῖ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἔχοντι παθεῖν ἀνθρωπίνως, καὶ διδάξαι τοὺς αὐτοῦ γνωρίμους, τίνα δὴ τρόπον ταῖς τῶν πειρασμῶν ἐφόδοις προσέρχεσθαι χρὴ, καὶ προσέτι καταδεῖξαι τῆς ὑπακοῆς εὐκλεὲς τὸ τέλος. προσίει τοίνυν μετὰ κραυγῆς ἰσχυρᾶς καὶ ἱκετηρίας ὡς καθ’ ἡμᾶς. εἰσηκούσθη δὲ, ὡς φύσει Υἱὸς, οὐ παρακουόμενος. ἐγὼ γὰρ ᾔδειν, φησὶν, “ὅτι “πάντοτέ μου ἀκούεις.” ἵνα γὰρ καὶ τὰς ἡμῶν προσευχὰς δεκτὰς γενέσθαι παρασκευάσῃ, αὐτὸς ἀπάρχεται τῷ πράξαι μονονουχὶ κατευρυμένον τῇ ἀνθρώπου φύσει τὴν τοῦ Πατρὸς ἀκοὴν, καὶ οἷον ἑτοιμοτάτην παρατιθεὶς ταῖς τῶν δι’ αὐτὸν κινδυνευόντων ψυχαῖς. οὐκοῦν ἡμεῖς ἦμεν αὐτῷ, καθάπερ ἐν ἀπαρχῇ δεύτεροι τοῦ γένους, οἳ οὐκ ἀδακρυτὶ προσευχόμενοι, καὶ τὸ τοῦ θανάτου κράτος καταργηθῆναι παρακαλοῦντες, ἰσχύσει δὲ τὴν ζωὴν τὴν καὶ πάλαι τῇ φύσει δεδωρημένην. ὅτι δὲ τὸ ὑπακοῦσαι Θεῷ ἀπόβλεπτον ἔχει τὸ πέρας, ἐν αὐτῷ πάλιν ὀψόμεθα, “ἀφ’ ὧν γὰρ ἔπαθε,” φησὶν, “ἔμαθε τὴν ὑπακοὴν,” ὡσεὶ λέγοι, τεταπείνωκεν ἑαυτὸν, ἀλλ’ οὐ μεμένηκε ταπεινός. ὑπερυψώθη γὰρ, ὅτι ὄνομα λαβὼν τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἀνθρωπίνως μὲν τοῦ λόγου τὸ σχῆμα· ἄριστος γεμὴν εἰς ἡμᾶς ὁ τοῦ γράμματος τύπος, τοῦ παντὸς πρόξενον ἀγαθοῦ τὴν ὑπακοὴν ἡμῖν ἀποφαίνων. ὑπογραμμὸς οὖν εἰς ἡμᾶς τὸ μετὰ κραυγῆς καὶ δακρύων εὔχεσθαι πειραζόμενον τὸν Ἐμμανουὴλ, οὐ πρὸ τῆς ἐνανθρωπήσεως ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ ἐφιείσης αὐτῷ, τοῦ δρᾶν τῆς μετὰ σαρκὸς οἰκονομίας, οὐδὲν εἰς τὴν τῆς θεότητος δόξαν ἀδικουμένης. ἐπεὶ τίνα τρόπον κατεπτοήθη θάνατον ἡ ζωή· ὁ δὲ καὶ ἡμᾶς εὐτολμωτέρους ἀποφαίνων, καὶ λέγων “μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ “σῶμα,” πῶς ἃν ἥλω παθεῖν τὴν δειλίαν; ἣ πῶς ἃν ἠτόνησε τῆς ἰδίας σαρκὸς ἀποσοβῆσαι τὸν θάνατον, ὁ πάντων αὐτὸν ἀφιστάς; παναλκὴς γάρ ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, καὶ θανάτου κρείττων καὶ παθῶν ἐπέκεινα, ἀνθρωποπρεπῶς· ἀλλαμὴν οὕτω φύσεως πέπονθεν ὑπὲρ ἡμῶν. οὐκοῦν οὔτε ψιλὸς ἄνθρωπος ὁ Χριστὸς, οὔτε ἄσαρκος ὁ Λόγος. ἑνωθεὶς δὲ μᾶλλον τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι, ἔπαθεν ἀπαθῶς σαρκὶ τῇ ἰδίᾳ τὰ ἀνθρώπινα, καὶ γέγονε ταῦτα εἰς ὑποτύπωσιν εἰς ἡμᾶς ἀνθρωπίνως, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ ἀκολουθήσωμεν.
- supplement.449
Χρυσοστόμου. Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ, ἣ τὸ κηδεμονικὸν παρίστησι καὶ τῆς ἀγάπης τὴν ὑπερβολή; τί γὰρ βούλεται τὸ “μετὰ κραυγῆς ἰσχυρᾶς;” καὶ μὴν οὐδαμοῦ τοῦτο τὸ εὐαγγέλιον φησὶν, οὐδ’ ὅτι ἐδάκρυσεν εὐχόμενος, οὐδ’ ὅτι κραυγὴν ἐποιήσατο. ὁρᾷς ὅτι συγκατάβασις ἦν, οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι ηὔξατο, ἀλλὰ καὶ μετὰ κραυγῆς. ἔστω “μετὰ κραυγῆς,” διατί καὶ “ἰσχυρᾶς, “καὶ δακρύων;” αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ ἀθετοῦντες τὴν σάρκα. τί λέγεις; ὁ Υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας ἠκούετο; καὶ τι περὶ τῶν προφητῶν πλέον ἃν εἴποι τις. ποία δὲ καὶ ἀκολουθία εἰπεῖν “εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν “ὑπακοήν;” ποίαν δὲ ὑπακοὴν ὁ μέχρι θανάτου πρὸ τούτου ὑπακούσας, ὡς πατρὶ υἱός; πῶς ὕστερον ἔμαθε; ταῦτα περὶ Θεοῦ ἄν τις εἴποι; καὶ τίς οὕτω μέμηνεν; ὁρᾷς ὅτι περὶ τῆς σαρκώσεως εἴρηται. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι εἰσακούεται εὐκόλως. ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὴν προσήκουσαν, εἶπεν ὅτι εἰσηκούσθη, ὥσπερ καὶ αὐτὸς τοὺς μαθητὰς παραμυθούμενος ἔλεγεν, “εἰ ἠγαπᾶτε με, ἐχάρητε ἃν ὅτι πρὸς τὸν Πατέρα μου “πορεύομαι, καὶ ὁ Πατήρ μου μείζων μου ἐστί.” πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν, ὁ ἑαυτὸν κενώσας, ὁ παραδοὺς ἑαυτόν; “παρέδωκε “γάρ,” φησιν, “ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.” καὶ πάλιν, “δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων ἡμῶν.” εἰπὲ δή μοι, τοῦ Πατρὸς ἐδεῖτο ἵνα σωθῇ ἀπὸ τοῦ θανάτου; καὶ διὰ τοῦτο περίλυπος ἦν, καὶ ἔλεγεν “εἰ δυνατὸν παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ “ἐμοῦ;” οὐδαμοῦ δὲ περὶ ἀναστάσεως ἐδεήθη τοῦ Πατρὸς, ἀλλὰ τοὐναντίον αὐτὸς ἀποφαίνεται λέγων, “λύσατε τὸν ναὸν τοῦτον, “καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” καὶ “ἐξουσίαν ἔχω θεῖναι “τὴν ψυχήν μου, καὶ πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ’ “ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ·” καὶ πάλιν “τῇ τρίτῃ “ἡμέρᾳ ἀναστήσομαι.” καὶ οὐκ εἶπεν ὅτι ἀναστήσει με ὁ Πατήρ· πῶς οὖν περὶ τούτου ἐδεήθη, καὶ τίνος ἕνεκεν; ἀλλὰ περὶ τίνων ἐδεῖτο, περὶ τῶν πιστευσάντων εἰς αὐτόν. ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται περὶ ἑαυτοῦ, οὕτω καὶ ἐνταῦθα “ἀπὸ τῆς “εὐλαβείας εἰσηκούσθη” φησίν. βούλεται αὐτοῦ δεῖξαι τὸ κατόρθωμα ὃν μᾶλλον ἣ τῆς χάριτος τοῦ Θεοῦ. τοσαύτη φησὶν ἦν αὐτοῦ ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεόν. ὁρᾷς ὅσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς· δοκοῦσι γάρ μοι ἀφηνιάζειν. δείκνυσιν οὖν τῶν παθημάτων τὸ κέρδος, καὶ φησὶν, εἰ ἐκεῖνος υἱὸς ὣν ἐκέρδισεν ἀπὸ τῶν παθημάτων τὴν ὑπακοὴν, πολλῷ μᾶλλον ἡμεῖς.
- supplement.450
Θεοδωρίτου. Τίς ἃν μὴ κομιδὴ παραπαίων ταῦτα περὶ τῆς θείας φύσεως εἴπῃ εἰρῆσθαι; εἰ γὰρ ὁ μακάριος Παῦλος, οὐκ ἐδεδίει τὸν θάνατον, ἀλλὰ ἐπιθυμίαν εἶχεν ἀναλύσαι καὶ σὺν Χριστῷ εἶναι, καὶ τοῖς προειρηκόσι τὰ ἐν Ἰεροσολύμοις αὐτῷ συμβησόμενα, καὶ πειραθεῖσιν ἐπισχεῖν ἔφη, “τί κλαίετε “συνθρύπτετέ μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεηθῆναι, “ἀλλὰ καὶ ἀποθανεῖν ἕτοιμός εἰμι, ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου “ἡμῶν Ἰησοῦ Χριστοῦ,” πῶς ὁ Θεὸς Λόγος, ὁ τῶν αἰώνων δημιουργὸς, ὁ ἀναλλοίωτός τε καὶ ἄτρεπτος, καὶ πάθους ἐλεύθερος ἐδεδίει τὸν θάνατον; ἀλλὰ γὰρ ἴσως καὶ τὸ μηκύνειν περὶ τούτων ἀνοίας ἐσχάτης· ἡ γὰρ τῆς ταπεινότητος τῶν μέτρων ὑπερβολὴ καὶ αὐτοὺς ἀναγκάζει τοὺς τὴν θεότητα βλασφημοῦντας, μηδὲν τούτων τῇ θεότητι προσαρμόσαι. καὶ γὰρ τὴν ἀνθρωπότητα τοῦτο παθεῖν ἡ θεότης συνεχώρησεν, ἵνα μάθωμεν ὡς ἀληθῶς ἐνηνθρώπησε, καὶ φύσιν ἀνθρωπείαν ἀνέλαβε, καὶ οὐ φαντασίᾳ καὶ δοκήσει τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον. εἰ γὰρ καὶ τούτων οὕτω γενομένων, καὶ Σίμων καὶ Μένανδρος καὶ Κερδῶν καὶ Μαρκίων καὶ Βαλεντῖνος καὶ Βαρδισάνης καὶ Βασιλείδης καὶ Μάνης, τοὺς οἰκείους ἐδίδαξαν θιασώτας ὡς οὐδὲν τῆς ἀνθρωπείας ἀνείληφε φύσεως, δηλονότι πλείους ἃν τὴν πλάνην ταύτην ὑπέμειναν, εἰ μὴ τῶν ἀνθρωπείων πλὴν ἁμαρτίας ἠνέσχετο παθημάτων. ἡμέρας δὲ σαρκὸς, τὸν τῆς θνητότητος ἔφη καιρὸν, τουτέστιν ἡνίκα θνητὸν εἶχε τὸ σῶμα· λέγει δὲ τὴν εὐχὴν ἣν περὶ τὸ πάθος προσηύξατο, “πατέρ’ εἰπὼν, “εἰ δυνατὸν παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ “ἐμοῦ.” τὸ δὲ “ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοὴν,” ὑπερβολικῶς ὁ Ἀπόστολος τέθεικε. τὴν γὰρ ὑπακοὴν, οὐ μετὰ τὸ πάθος, ἀλλὰ πρὸ τοῦ πάθους ἐπεδείξατο.
- supplement.451
Γρηγορίου Θεοδόγου Περὶ Υίου. Τυποῖ δὲ ἐν αὐτῶ πολλαχοῦ καὶ τὸ ἡμέτερον. τῆς αὐτῆς οὑν ἔχεται θεωρίας καὶ τὸ “μα- “θεῖν αὐτὸν τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθεν.” ἥτε κραυγὴ καὶ τὰ δάκρυα καὶ τὸ ἱκετεύσαι καὶ τὸ εἰσακουσθῆναι, καὶ τὸ εὐλαβὲς, ἃ δραματουργεῖται καὶ πλέκεται θαυμασίως ὑπὲρ ἡμῶν. ὡς μὲν γὰρ λόγος οὔτε ὑπήκοος ἢν, οὔτε ἀνήκοος, τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα· ὡς δὲ δούλου μορφῇ, συγκαταβαίνει τοῖς ὁμοδούλοις καὶ δούλοις, καὶ μορφοῦται τὸ ἀλλότριον, ὅλον ἐν ἑαυτῷ ἐμὲ φέρων μετὰ τῶν ἔμων ἱν ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον ὡς κηρὸν πῦρ, ἣ ὡς ἀτμίδα γῆς ἥλιος, κἀγὼ μεταλάβω τῶν ἐκείνου διὰ τὴν σύγκρασιν· διὰ τοῦτο ἔργῳ τιμᾷ τὴν ὑπακοὴν, καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν· οὐ γὰρ ἱκανὸν ἡ διάθεσις, ὥσπερ οὐδὲ ἡμῖν, εἰ μὴ καὶ διὰ τῶν πραγμάτων χωρήσαιμεν· ἔργον γὰρ ἀπόδειξις διαθέσεως· οὐ χεῖρον δὲ ἴσως κἀκείνῳ ὑπολαβεῖν, ὅτι δοκιμάζει τὴν ἡμετέρα, ὑπακοὴν, καὶ πάντα μετρεῖ τοῖς ἑαυτοῦ πάθεσι, τέχνῃ Φιλανθρωπίας, ὥστ’ ἔχειν εἰδέναι τοῖς ἑαυτοῦ τὰ ἡμέτερα, καὶ πόσον μὲν ἀπαιτούμεθα, πόσον δὲ συγχωρούμεθα, λογιζομένης μετὰ τοῦ πάσχειν καὶ τῆς ἀσθενείας. εἰ γὰρ τὸ φῶς ἐδιώχθη διὰ τὸ πρόβλημα ὑπὸ τοῦ πειραστοῦ, τὸ σκότος πόσον ἀσθενέστερον.
- supplement.452
Ὅταν οὖν γράφῃ ταῦτα περὶ Χριστοῦ Παῦλος, κάτιθι βραχὺ, καὶ τὸ τῆς ἀνθρωπότητος ἀναλογίζου μέτρον. ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῆς σαρκὸς ἡμέραις ἡ ἱκετηρία, σαρκὸς ἃν εἴη τὸ δεῖμα, καὶ τῆς ἀνθρωπότητος ἰδικῶς τὸ κατορρωδῆσαι θάνατον. κατατέθηπε τοίνυν· τὸ μυστήριον ο πνευματοφόρος, καὶ τὴν πέρι ἧμᾶς τοῦ Θεοῦ οἰκονομίαν, ὅτι καὶ περ ὣν Υἱὸς ταῦτα ὑπέμεινε τῇ ἡμετέρᾳ φύσει, ἵνα νευρώσῃ αὐτὴν κατὰ τῶν παθῶν, καὶ διδάξῃ ἡμᾶς πρὸς Θεὸν ἐν τοῖς πειρασμοῖς βλέπειν, καὶ αὐτὸν πρὸς ἐπικουρίαν καλεῖν, καὶ ὅσον πρὸς τελείωσιν καὶ πρὸς ποῖα γέρα καταλήγειν ἡ τῶν παθῶν ὑπομονὴ καὶ ὑπακοή. ὥσπερ δὲ ὁ θάνατος οὐκ ἃν κατηργήθη, μὴ ἀποθανόντος αὐτοῦ, οὕτως ἐφ’ ἑκάστου τῶν τῆς σαρκὸς παθῶν. εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἃν ἐλευθέρα τοῦ δειλιᾶν ἡ φύσις ἐγένετο· εἰ μὴ ἐλυπήθη, οὐκ ἃν ἀπηλλάγη τοῦ λυπεῖσθαι ποτέ· εἰ μὴ ἐταράχθη, οὐκ ἃν ἔξω ποτὲ τούτων ἐγένετο. καὶ ἐφ’ ἑκάστου τῶν ἀνθρωπίνως γεγονότων τὸν αὐτὸν ἐφαρμόζων λόγον, εὑρήσεις ἐν Χριστῷ τὰ τῆς σαρκὸς ἡμῶν πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ’ ἵνα κινηθέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος τῇ σαρκὶ Λόγου, πρὸς τὸ ἄμεινον μεταποιούμενος τῆς φύσεως.
- supplement.453
Θεοδωρίτου. Οὐ μὴν τὴν τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἀσθενείας εἰς τοῦτο καθικέσθαι δώσομεν, ὡς δεδιέναι μὲν θάνατον, ἐξαιτεῖν δὲ τὸ σώζεσθαι παρὰ τοῦ Πατρός. οὐδὲ τοῦ κατὰ φύσιν εἶναι ζωὴν ἐκπέμψωμεν τὸν Ἐμμανουὴλ, ἀλλ’ εἰς τὴν ἀνθρωπότητα καὶ εἰς μέτρον φύσεως τῆς καθ’ ἡμᾶς, τὸ ὡς ἐν Λόγῳ μικροπρεπὲς περιτρέψομεν, καὶ οὔτε τῆς πρὸς τὸν Πατέρα ἀκριβοῦς ἐμφερείας διὰ τὸ τῆς οἰκονομίας μικροπρεπὲς ἐξώσομεν, οὔτε ψιλὸν ἄνθρωπον αὐτὸν λογιούμεθα. οἶμαι γὰρ δεῖν οὔτε τῶν ἀνθρωπίνων ἀπαλλάττειν παντελῶς τὸν ἐκ Θεοῦ Θεὸν Λόγον μετὰ τὴν πρὸς σάρκα σύνοδον, οὔτε μὴν δόξης τῆς θεοπρεποῦς ἀποστερεῖν τὸ ἀνθρώπινον, εἰ ἐν Χριστῷ νοοῖτο καὶ λέγοιτο.
- supplement.454
Καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτὸν πᾶσιν αἴτιος σωτηρίας αἰωνίου.
- supplement.455
Χρυσοστόμου. Τοῦτο ἐστὶν ἄρα τελείωσις, καὶ διὰ τῶν παθημάτων ἐλθεῖν εἰς τελείωσιν χρή. οὐ μόνον γὰρ αὐτὸς ἐσώθη, ἀλλὰ καὶ ἑτέροις τοῦτο γέγονε περιουσία σωτηρίας.
- supplement.456
Θεοδωρίτου. Ἴσως δὲ τελείωσιν τὴν ἀνάστασιν καὶ τὴν ἀθανασίαν ἐκάλεσε· τοῦτο γὰρ τῆς οἰκονομίας τὸ πέρας. ὑπερβολικῶς δὲ ἅπαντα τέθεικε τὰ παθήματα. οὐ μόνον δεῖξαι βουλόμενος τὸ τῆς ἐνανθρωπήσεως ἀληθὲς, ἀλλὰ καὶ ἐκεῖνον βεβαιῶν τὸν λόγον, ὂν ἤδη προείρηκεν· “οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμ- “παθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα “καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας,” ἵνα καὶ ταύτῃ προτρέψῃ τούτους οἶς ἔγραφεν ἐπιμεῖναι τῇ πίστει, καὶ θαρρῆσαι τῇ ἀρχιερέως συμπαθείᾳ τε καὶ φιλανθρωπίᾳ. τῶν μέν τοι ταπεινῶν τούτων ῥημάτων, δύο τὰ αἴτια, ἥτε σὰρξ καὶ ἡ ἀσθένεια τῶν ἀκουόντων, οὔπη μεγάλην ἐχόντων περὶ Χριστοῦ δόξαν. οὐ τοσοῦτον οὖν φησι χάριν ἀπὸ τοῦ Πατρὸς, ὅσον ἀπὸ τῆς οἰκείας εὐλαβείας ἠκούσθη. τοσαύτη γὰρ ἢν, ὅτι καὶ ᾐδέσθη αὐτὴν ὁ Πατὴρ, καὶ ᾔδει μὲν ὁ Υἰὸς τις ὁ θάνατος Θεὸς ὤν. τι γὰρ λέληθε Θεόν; ἔμαθε δὲ πείρᾳ, καθὸ γέγονεν ἄνθρωπος.
- supplement.457
Προσαγορευθεὶς ὑπὸ Θεοῦ ἀρχιερεὺς, κατὰ τὴν τάξιν Μελχισεδὲκ, περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.
- supplement.458
Θεοδωρίτου. πάλιν τοῦ Μελχισεδὲκ μνημονεύσας, βούλεται μὲν τὴν τούτου ἱερωσύνην δεῖξαι τῆς Λευιτικῆς μείζονα, ἀναβάλλεσθαι δὲ τέως οὐ δοκεῖ διὰ τὴν τῶν διδασκομένων ἀσθένειαν.
- supplement.459
Χρυσοστόμου. Καὶ ὅρα πῶς μέλλων καθιέναι τὸν λόγον εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοῖς ἐπιτιμᾷ, δεικνὺς ὅτι καὶ η τοσαύτη συγκατάβασις γάλα ἢν, καὶ δία τὸ νηπίους εἶναι, πλέον ἐνδιέτριψε τῷ ταπεινῷ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς περί τινος δικαίου διαλέγεται· καὶ θέα, οὔτε ἀπεσιώπησε τὸν λόγον πάντῃ, οὔτε εἶπε· τὸ μὲν γὰρ πεποίηκεν, ἵνα ἀναγάγῃ αὐτῶν τὴν διάνοιαν, καὶ πείσῃ τελείους εἶναι, καὶ μὴ ἀποστερεῖσθαι τῶν μεγάλων δογμάτων, τὸ δὲ ἵνα μὴ καταχώσῃ αὐτῶν τὸν νοῦν. ὅρα δὲ αὐτὸν συνεχῶς ὠδίνοντα τὸν περὶ τοῦ ἀρχιερέως εἰσάγειν λόγον, καὶ ἀεὶ ἀναβαλλόμενον. ἄκουε γὰρ ὅπως ἤρξατο, “ἔχοντες ἀρχιε- “ῥέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς,” καὶ παρεὶς εἰπεῖν πῶς μέγαν, πάλιν φησὶν, “πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβα- “νόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν. καὶ πάλιν· “οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχ- “ιερέα,” καὶ πάλιν εἰπὼν, “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν “τάξιν Μελχισεδὲκ,” πάλιν ἀναβάλλεται λέγων, “ὃς ἐν ταῖς “ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις προσήνεγκεν.” ἐπεὶ οὖν τοσαυτάκις ἐκρούσθη ὡσανεὶ ἀπολογούμενος φησὶν, ἡ αἰτία παρ’ ὑμᾶς. ἐπειδὴ γὰρ οὐκ ἀκούεται, διὰ τοῦτο δυσερμήνευτος ὁ λόγος· ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ μὴ παρακολουθοῦντας μηδὲ τὰ λεγόμενα νοοῦντας, ἑρμηνεῦσαι καλῶς αὐτοῖς οὐ δύναται.
- supplement.460
Χρυσοστόμου. Ὅρα δὲ πῶς μέχρις ἀκοῆς τὴν νωθρότητα ἔστησεν. ἔστι γὰρ ἀσθένεια καὶ ἀκοῆς, καὶ καθάπερ στόμαχος οὐκ ἃν δέξαιτο ὑγιεινὰ σῖτα καὶ δυσκατέργαστα ἀσθενὴς ὢν, οὕτω καὶ ἡ ψυχὴ ὀγκωθεῖσα, φλεγμαίνουσα, ἄτονος γενομένη καὶ ἔκλυτος, οὐκ ἃν δυνηθείη δέξασθαι πνευματικὸν λόγον. ἄκουε τῶν μαθητῶν λεγόντων, “σκληρός ἐστιν ὁ λόγος οὗτος, τίς δύναται “αὐτοῦ ἀκούειν;” ἃν δὲ ἰσχυρὰ ᾖ καὶ ὑγιεινὴ, πάντα ῥᾷστα καὶ εὔκολα.
- supplement.461
Κατὰ Ἰωάννην ἠθικὸν Β΄. Καὶ καθάπερ τὸ ὄμμα, ὅταν μὲν καθαρὸν ᾖ καὶ διαυγὲς, ὀξυδερκές τέ ἐστι, καὶ οὐκ ἃν ἀποκάμῃ ῥαδίως καὶ τὰ λεπτότατα σώματα καταλαμβάνειν· ἐπειδὰν δὲ χυμοῦ τινος ἀπὸ τῆς κεφαλῆς ἐπιρρεύσαντος πονηροῦ, ἣ κάτωθεν λιγνύος καπνώδους ἀνενεχθείσης, πυκνή τις γίνεται νεφέλη πρὸ τῆς κόρης, οὐδὲν οὐδὲ τῶν παχυτέρων σαφῶς ἀφίησι συνιδεῖν, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γίνεσθαι πέφυκεν. ὅταν μὲν ἐκκεκαθαρμένη τυγχάνῃ καὶ μηδὲν ἔχῃ πάθος ἐνοχλοῦν, ἀτενὲς ἐνορᾷ πρὸς ἅπερ ἐνορᾶν χρὴ, ὅταν δὲ πολλοῖς ἐπιθολωθεῖσα πάθεσιν ἀπολέσῃ τὴν ἑαυτῆς ἀρετὴν, πρὸς οὐδὲν τῶν ὑψηλῶν ἀρκέσαι δύναται ῥαδίως, ἀλλ’ ἀποκάμνει ταχέως καὶ ἀναπίπτει, καὶ εἰς ὕπνον ἀποκλίνασα καὶ ῥαθυμίαν, καὶ τὰ πρὸς ἀρετὴν καὶ τὴν ζωὴν καὶ τὴν ἐκ ταύτης αὐτῇ διαφέροντα παραπέμπεται, καὶ οὐ προσίεται μετὰ προθυμίας πολλῆς. τοῦτο καὶ οἱ ἄπιστοι τῶν Ἑβραίων παρὰ Παύλου ἀκούουσι. καὶ γὰρ πολὺν αὐτοῖς ἔφησε τὸν λόγον γεγενῆσθαι καὶ δυσερμήνευτον. οὐκ ἐπειδὴ φύσει τοιοῦτος ἦν, ἀλλ’ ἐπειδὴ, φησὶν, ὑμεῖς νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς· ὁ γὰρ ἀσθενὴς καὶ ἄρρωστος καὶ ὑπὸ τῆς βραχυλογίας ὡς ὑπὸ μακρηγορίας ἐνοχλεῖσθαι πέφυκε, καὶ τὰ σαφῆ καὶ τὰ εὐδιάληπτα, δυσκατάληπτα εἶναι νομίζει. ἆρ’ οὖν τέλεον ἀπεσιώπησε διὰ τὸ ἀσθενεῖς ἔτι εἶναι πρὸς οὓς ὁ λόγος, καὶ μὴ δύνασθαι τῶν τελειοτέρων ἀκούειν δογμάτων; οὐμενοῦν, ἀλλὰ πάλιν τὸν λόγον ἀνέλαβεν ἐν τοῖς ἐφεξῆς, καὶ ταὐτὸν ἐποίησεν, οἶον ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ. καὶ γὰρ ἐκεῖ πρότερον ἐπιστομήσας τοὺς ἀντιλέγοντας, καὶ εἰπὼν, μενοῦν γε, ὢ ἄνθρωπε, σὺ τίς εἰ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ, τότε τὴν λύσιν ἐπάγει. ἐγὼ δὲ αὐτὸν οὐδὲ πάντῃ σεσιγηκέναι, οὐδὲ εἰρηκέναι οἶμαι, ἵνα εἰς πόθον ἀγάγῃ τοὺς ἀκροατάς. μνημονεύσας γὰρ καὶ εἰπὼν μεγάλα τινὰ ἐναποκεῖσθαι τῷ λόγω, ορα πως μετ’ ἐγκωμίου ποιεῖται τὴν ἐπιτίμησιν. τοῦτο γὰρ ἀεὶ τῆς σοφίας Παύλου, τὰ δυσχερῆ τοῖς χρηστοῖς ἀναμιγνύναι. ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας ποιεῖ λέγων· “ἐτρέχετε καλῶς, τίς ὑμᾶς “ἐνέκοψε, καὶ τοσαῦτα ἐπάθετε, εἰ μὴ εἴγε καὶ εἰκῆ, καὶ πέποιθα “εἰς ὑμᾶς ἐν Κυρίῳ,” ὃ καὶ τούτοις φησι. πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα, καὶ ἐχόμεθα σωτηρίας.
- supplement.462
Δύο γὰρ ταῦτα ποιεῖ, οὔτε ἐπιτείνει οὔτε ἀφίησιν αὐτοὺς ἀναπεσεῖν. εἰκότως. εἰ γὰρ τὰ ἑτέρων παραδείγματα ἱκανὰ τὸν ἀκούοντα ἀναστῆσαι καὶ εἰς ζῆλον ἀγαγεῖν, ὅταν τις παρ᾿ ἑαυτοῦ τὸ ὑπόδειγμα ἔχῃ, καὶ ἑαυτὸν κελεύηται ζηλοῦν, ἤδη τὸ δυνατὸν συνεισάγεται. καὶ τοῦτο οὖν δείκνυσι, καὶ οὐκ ἀφίησιν ὡς σφόδρα κατεγνωσμένους ἀναπεσεῖν, οὐδὲ ὡς ἀεὶ ὄντας κακοὺς, ἀλλ’ ὅτι ποτε ἐγένοντο καὶ χρηστοὶ. ὄρα τοίνυν ὅπως καὶ μετρίαν ἀυτῶν ποιεῖται κατηγορίαν, καὶ εὐφημίᾳ ταύτην κεράννυσιν, ἵνα διὰ ταῦτης τὴν ὠφέλειαν εἰσδέξωνται. τὸ γὰρ εἰπεῖν, “ἐπεὶ νωθροὶ γεγό- “νατε ταῖς ἀκοαῖς,” δηλοῦντος ἦν ὅτι πάλαι ὑγίαινον καὶ ἦσαν ἰσχυροὶ, τῇ προθυμίᾳ ζέοντες, ὃ καὶ ὕστερον αὐτοῖς μαρτυρεῖ. τὴν δὲ νωθρότητα ταύτην τί κατεργάζεται, ἐν τῇ πρὸς Κορινθίους τοῦτο μάλιστα ἐσήμανεν Ἐπιστολῇ, εἰπών· “ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ “ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοὶ ἔστε;” θέα δέ μοι, τὴν σύνεσιν αὐτοῦ τὴν πολλὴν, πῶς καταλλήλως ἀεὶ τοῖς ὑποκειμένοις πάθεσι προσφέρεται. ἐκεῖ μὲν γὰρ ἡ ἀσθένεια ἀπὸ ἁμαρτημάτων τὸ πλέον ἐγένετο, ἐνταῦθα δὲ ἀπὸ τῶν συνεχῶν θλίψεων. διὸ καὶ λέξεσι δείξασθαι δυναμέναις τὴν διαφορὰν, κέχρηται, οὐ λέγων σαρκικοὶ γεγόνατε, ἀλλὰ νωθροί. ἐκεῖ σαρκικοὶ, ἐνταῦθα δὲ μείζων ἡ ὀδύνη. κἀκεῖνοι μὲν οὐκ ἠδυνήθησαν ἀνενεγκεῖν ἅτε σαρκικοὶ ὄντες, οὗτοι δὲ ἠδυνήθησαν. καὶ ὅτι μὲν νωθροὶ γεγόνασιν, εἶπε· πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ μὴ βουλόμενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι. ἐπὶ δὲ τῶν Γαλάτων, καὶ ἐθαύμασε καὶ ἠπόρησεν, ὃ πολλῷ μεῖζον πρὸς παραμυθίαν ἐστὶν, ὡς οὐκ ἃν προσδοκήσαντος ποτὲ τοῦτο γενέσθαι. τοῦτο γάρ ἐστιν ἡ διαπόρησις. εἶτα δείκνυσιν αὐτοὺς πρὸ πολλοῦ χρόνου πεπιστευκότας, καὶ ὅτι καὶ ἄλλους ὀφείλει κατηχεῖν λέγων,
- supplement.463
Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.
- supplement.464
Κυρίλλου. βαβαὶ πόση διαφορά. ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταὶ εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι, καί τοι δι’ ὃ μάλιστα ἐξελύθητε, καὶ ὕπτιοι γεγόνατε, διὰ τοῦτο μάλιστα ὀφείλετε εἶναι ἰσχυροὶ, διὰ τὸν χρόνον. οἱ διδασκόμενοι οὐ διὰ παντὸς ἐπὶ τὸ μαθεῖν διατρίβουσιν, ἐπεὶ οὐ διδάσκονται. ἃν ἀεὶ μανθάνῃς, οὐδέποτε μαθήσῃ· μὴ οὕτως ἔρχου ὡς ἀεὶ μαθησόμενος, ἐπεὶ οὐδέποτε εἴσῃ, ἀλλὰ καὶ ὡς διδάξων ἕτερον. ἃν δὲ ἀεὶ μανθάνῃς, τεκμήριόν ἐστι, τοῦ μηδὲν μαθεῖν. τοῦτο τοῖς Ἰουδαίοις ὁ Θεὸς ὀνειδίζων, εἶπεν “αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἕως “γήρους.” ὅρα γοῦν καὶ Παῦλον διὰ τοῦτο δυσανασχετοῦντα ὅτι πολὺν χρόνον τοῖς προτέροις ἐνδιέτριβον μαθήμασιν οἱ ἀκροαταὶ, καὶ ἔτι τῶν πρώτων εἴχοντο στοιχείων, ὅπερ ἱκανὸν τῷ διδάσκοντι πολὺν ἐνθεῖναι τὸν ὄκνον. στοιχεῖα δὲ ἐνταῦθα τοὺς περὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ λόγους φησίν. ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων, πρῶτα τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐνταῦθα πρῶτον περὶ τῆς ἀνθρωπότητος ἐδιδάσκοντο, καὶ τοὺς ταπεινοτέρους περὶ τοῦ Χριστοῦ λόγους.
- supplement.465
Κυ * * * Λατί a. ἰναι φαμὲν τὰ πάλαι τοῖς ἀρχαιοτέροις διὰ Μώσεως τεθεσπισμένα, στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. εἰ οὑν παραιτοίμεθα τὸ μαθεῖν τὰ στοιχεῖα, πῶς ἃν ἔτι λοιπὸν ἀφιξόμεθα πρὸς τὸ τέλος; ἣ γὰρ οὐχὶ κατὰ τὰς Γραφὰς πλήρωμα νόμου καὶ προφητῶν ο Χριστός;
- supplement.466
Θεοδωρίτου. Τοῖς γὰρ μηδέπω τὴν πίστιν ἐσχηκόσι τελείαν, τὰ περὶ τῆς ἀνθρωπότητος ἔφερον μόνα τῆς ἀληθείας οἱ κήρυκες. οὕτως ὁ μακάριος Πέτρος ἐν Ἰουδαίᾳ δημηγορῶν ἐμέτρησε τὴν διδασκαλίαν τῇ ἀσθενείᾳ τῶν ἀκουόντων, “’Iησοῦν,” γὰρ ἔφη, “τὸν “Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ δεδειγμένον εἰς ὑμᾶς,” καὶ τὰ τούτων ἑξῆς τῷ λόγῳ τούτῳ συμβαίνοντα. καὶ ὁ θεσπέσιος δὲ Παῦλος προφέρων Ἀθηναίοις τὸ κήρυγμα, οὐ Θεὸν, ἀλλὰ ἄνδρα τὸν δεσπότην Χριστὸν προσηγόρευσεν, εἰπὼν, “τοὺς μὲν οὖν χρόνους “τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις “πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει “κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν “παρασχὼν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.”
- supplement.467
Χρυσοστόμου. Ὁρᾷς τίς κἀνταῦθα ἡ αἰτία τοῦ ταπεινὰ φθέγγεσθαι. διὰ τοῦτο εἰ μέν τοι ὑψηλὸν λέγοι, ἐν βραχεῖ τοῦτο φησὶν, τὰ δὲ πετεινὰ πολλαχοῦ διέσπαρται τῆς ἐπιστολῆς. καὶ οὕτως δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν, οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι.
- supplement.468
Κυρίλλου Τῆσ ἐν Πηεύματι Λατρείασ. Καὶ τὰ πάλαι διὰ Μώσεως τοῖς ἀρχαίοις τεθεσπισμένα, εἶναι φαμὲν στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. εἰ οὑν παραιτοίμεθα τὸ μαθεῖν ταῦτα, πῶς ἃν ἔτι λοιπὸν ἣ πόθεν ἀφιξόμεθα πρὸς τὸ τέλος; καὶ εἰ τὸν παιδαγωγὸν παρωσόμεθα, τίς ἡμᾶς ἔτι διακομιεῖ πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον; πλήρωμα γὰρ νόμου καὶ προφητῶν εἴη ἃν ὁ Χριστὸς, ὡς εἰς αὐτὸν ὁρῶντος καὶ τετραμμένου παντὸς προφητικοῦ τε καὶ νομικοῦ θεσπίσματος. καὶ τὸ “οὐκ ἦλθον καταλύσων, ἀπο- “περᾷν δὲ μᾶλλον τὸν νόμον,” μὴ τὴν εἰς ἅπαν ἀνατροπὴν τῶν πάλαι θεσπισμένων εἰργάσθαι διανοοῦ, μᾶλλον δὲ μεταπλασμὸν ὧσπέρ τινα, καὶ ἱν οὕτως εἴπω, μεταχάραξιν τῶν ἐν τύποις ἐπὶ τὸ ἀληθὲς καὶ τῆς οἷον σκιαγραφίας εἰς εἶδος τὸ ἐμφανές.
- supplement.469
Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος οὐ στερεᾶς τροφῆς.
- supplement.470
Τὰ ταπεινότερα λέγειν ὑμῖν, φησι, περὶ τοῦ δεσπότου Χριστοῦ ἀναγκαζόμεθα· τοῖς γὰρ μηδὲ ταῦτα δεχομένοις, πῶς οἷόν τε τὰ μείζονα προσενεγκεῖν; οὕτω καὶ Κορινθίοις γράφων ἔφη, “γάλα “ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε.” ἐν δὲ τοῖς πρὸ τούτων γεγραμμένοις, ἐδήλωσε τι προσηγόρευσε γάλα· “οὐ γὰρ “ἔκρινα,” φησὶ, “τοῦ εἰδέναι τί ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, “καὶ τοῦτον ἐσταυρωμένον.” τοῦτο καὶ ἐνταῦθα λέγει.
- supplement.471
Χρυσοστόμου. Ἀεὶ δὲ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, καὶ ἐνταῦθα κἀκεῖ. γάλα δὲ καλεῖ διὰ τὸ τοῖς ἀφελεστέροις ἁρμόζειν· τοῦτο δὲ ἐναντίον τοῖς τελειοτέροις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν· ὥστε οὐκέτι τὰ νομικὰ ἐπιφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς καὶ ἔθυσε καὶ ἐδεήθη κραυγῆς καὶ ἱκετηρίας. ὅρα γοῦν πῶς ὑμῖν ταῦτα προσίσταται. ἀλλ’ ἐκείνους τότε ἔτρεφεν οὐδαμοῦ προσιστάμενα αὐτοῖς. ἄρα οὖν τροφὴ ἀληθὴς τὰ λόγια τοῦ Θεοῦ. “δώσω γὰρ αὐτοῖς,” φησὶν, “οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦ- “σαι λόγον Κυρίου.” τοῖς δὲ Κορινθίοις γράφει Παῦλος “γάλα “ὑμᾶς ἐπότισα, οὐ βρῶμα.” οὐκ εἶπεν ἔθρεψα, δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτον τροφή. ἀλλ’ ὡσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν μὴ δυναμένων ἄρτῳ τρέφεσθαι. τὰ γὰρ τοιαῦτα, οὐ ποτίζεται, ἀλλ’ ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ γίνεται. κἀνταῦθα οὐκ εἶπε χρείαν ἔχετε, ἀλλὰ “γεγόνατε χρείαν ἔχοντες γάλακτος,” τουτέστιν ὑμεῖς ἠθελήσατε. ὑμεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε, εἰς ταύτην τὴν χρείαν.
- supplement.472
Ἰσιδώρου. Ἀλλὰ πῶς φησιν, εἰ ὁ νόμος νηπιώδης ὡς νηπίοις δεδομένος, ἡ κατὰ Χριστὸν στοιχείωσις, πάλιν τυγχάνει νηπιότης, τοῦ Ἀποστόλου φάσκοντος " γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα.” ἄκουε τοίνυν νηπίους ἐκ τοῦ νόμου ὁ εὐαγγελικὸς νόμος δεξάμενος, καὶ τῆς ἀκραιφνοῦς καὶ τελεωτάτης γνώσεως μεταδοῦναι αὐτοῖς οὐ δυνάμενος, καὶ ἀθρόως ὑποδεῖξαι τῶν ὑπὲρ νοῦν μυστηρίων τὴν διὰ ταύτης φανερωθεῖσαν ἀλήθειαν, οἷον τὴν θείαν οὐσίαν ἐν τριάδι ὑφεστῶσαν, ἐν μονάδι δὲ καθεστῶσαν τοῖς μίαν καὶ ὑπόστασιν Θεοῦ ὥσπερ οὐσίαν φανταζομένοις, πάλιν τῷ νόμῳ χρῆται πρὸς σύστασιν καὶ πειθὼ τῶν ὑπ’ αὐτοῦ παιδαγωγηθέντων, ἐξ αὐτοῦ τὰς τῶν τελείων δογμάτων μαρτυρίας ἐπιφερόμενος. οὕτως γάλα ποτίζει Παῦλος τὸν νεογνὸν τοῦ Κυρίου λαὸν, σαφῶς αὐτὸν διὰ τῆς τοῦ νόμου νηπιότητος παιδεύων τὴν τελειότητα.
- supplement.473
Διονυσίου Ἀρεοπαγίτου. Δρόσῳ μέν τοι καὶ ὕδατι καὶ νοητὰ λόγια καὶ γάλακτι καὶ οἴνῳ καὶ μέλιτι παρεικάζεται, διὰ τὴν ζωογόνον αὐτῶν ὡς ἐν ὕδατι δύναμιν, καὶ αὐξητικὴν ὡς ἐν γάλακτι, καὶ ἀναζωτικὴν ὡς ἐν οἴνῳ, καὶ καθαρτικὴν ἅμα καὶ φρουρητικὴν, ὡς ἐν μέλιτι. ταῦτα γὰρ ἡ θεία σοφία δωρεῖται τοῖς προσιοῦσιν, ἀφθόνων αὐτοῖς καὶ ἀνεκλείπτων εὐωχιῶν ἐπίρροιαν χορηγοῦσα, καὶ ὑπερβλύζουσα· τοῦτο δὴ τὸ ἀληθῶς εὖ ἔχειν, καὶ διὰ ταῦτα ζωοποιεῖν, ἅμα καὶ κουροτρόφος καὶ ἀνανεωτικὴ καὶ τελεσιουργὸς ὑμνουμένη.
- supplement.474
B. ἐν ΣΑ Α. Φάγεται δέ τις βούτυρον καὶ μέλι, τὰ φημι εἰς τὴν θείαν διδασκαλίαν διδάγματα. διότι πρῶτον ἀνθρώπου τροφὴ, βούτυρον καὶ μέλι ἐπινενόηται. ὅταν δὲ τούτοις αὐταρκῶς τραφῇ μετὰ τὸ στοιχειωθῆναι, τότε ὑπερβὰς τὰ ἐπὶ τῆς γῆς, στερεωτέρας καὶ μείζονος καὶ ἀνδράσι πρεπούσης τροφῆι μεταλήψεται, τοῖς πνευματικοῖς μαθήμασιν ἑαυτὸν ἐπιδούς.
- supplement.475
Γρηγορίου Θεολόγου ἐκ τοῦ μεγάλου ἀπολογητικοῦ. Οἱ μὲν γὰρ δέονται γάλακτι τρέφεσθαι, τοῖς ἁπλουστέροις καὶ στοιχειωδεστέροις τῶν διδαγμάτων, ὅσοι τὴν ἕξιν νήπιοι καὶ ἀρτιπα- γεῖς ὡς ἃν εἴποι τις τὴν ἀνδρείαν τοῦ λόγου τροφὴν οὐ φέροντα. ἣν εἰ προσάγοι τις παρὰ δύναμιν, τάχα ἃν καταβιασθέντες καὶ βαρηθέντες οὐκ ἐξαρκούσης τῆς διανοίας, ὥσπερ ἐκεῖ τῆς ὕλης τὸ ἐπεισελθὸν ἑλκύσαι καὶ οἰκειώσασθαι, ζημιωθεῖεν ἃν λαὶ εἰς τὴν ἀρχαίαν δύναμιν. οἱ δὲ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφἱας φίας χρήζοντες, καὶ τροφῆς τῆς ὑψηλοτέρας καὶ στερροτέρας, τὸ πρὸς διάκρισιν ἀληθοῦς τε καὶ ἀψευδοῦς ἱκανῶς γεγυμνάσθαι τὰ αἰσθητήρια, εἰ γάλα ποτίζοιντο καὶ τρέφοιντο λαχάνοις, ἀσθενῶν βρώματι, δυσχεραίνοιεν ἂν, καὶ μάλα εἰκότως, οὐ δυναμούμενοι κατὰ Χριστὸν, οὐδὲ αὔξοντες τὴν ἐπαινετὴν αὔξησιν, ἣν ἐργάζεται λόγος, τελειῶν εἰς ἄνδρα καὶ εἰς μέτρον ἄγων ἡλικίας πνευματικῆς τὸν καλῶς τρεφόμενον.
- supplement.476
Ἐκ τοῦ Εὐν. Φιλοσοφητέον ἄρα ὅσα ἡμῖν ἐφικτὰ, ὅσον ἡ τοῦ ἀκούοντος ἐξικνεῖται ἕξις καὶ δύναμις· ἵνα μὴ καθάπερ αἱ ὑπερβάλλουσαι τῶν φωνῶν ἣ τῶν τροφῶν τὴν ἀκοὴν βλάπτωσιν ἢ τὰ σώματα εἰ βούλει δὲ τῶν φορτίων τὰ ὑπὲρ δύναμιν τοὺς ὑποβαίνοντας ἣ τὴν γῆν τῶν ὑετῶν οἱ σφοδρότεροι, οὕτω δὲ καὶ οὗτοι τοῖς στερροῖς ἵν οὕτως εἴπω τῶν λόγων καταπιεσθέντες καὶ βαρυνθέντες, ζημιωθεῖεν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν.
- supplement.477
Περὶ . . . ἐν Τ Δ ΑΛΕ ἐν T Ξίο. Καὶ σὺ τοίνυν, εἰ μὲν ἀνὴρ εἶ κατὰ Χριστὸν, καὶ γεγύμνασται σοι τὰ αἰσθητήρια, καὶ λαμπρόν σοι τὸ φῶς τῆς γνώσεως, λάλει Θεοῦ σοφίαν τὴν λαλουμένην ἐν τοῖς τελείοις, καὶ τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ, καὶ ταύτην ὅταν καιρὸν λάβῃς καὶ πιστευθῇς. τι γὰρ ἔχεις παρὰ σεαυτοῦ ὃ μὴ δέδοται, μηδὲ εἴληφας; εἰ δὲ ἔτι νήπιος εἶ, καὶ χαμερπὴς τὴν διάνοιαν, καὶ τοῖς ὑψηλοτέροις προσβαίνειν οὐχ ἱκανὸς, γενοῦ Κορίνθιος, γάλακτι τράφηθι, τι χρήζεις στερεωτέρας τροφῆς, ἣν οὐκ ἀναλίσκει τὰ μέλη, καὶ ποιεῖ τροφὴν δι’ ἀσθένειαν; ἴσως δὲ οὐ παρέλκον καὶ περὶ τῆς τοῦ γάλακτος βραχεία φιλοσοφῆσαι γενέσεως.
- supplement.478
Κλήμεντοσ Παιδαγνγένσ a. Πρωτόγονον τὸ αἷμα εὑρίσκεται ἐν ἀνθρώπῳ, τοῦτο δὴ τὸ αἷμα φυσικῇ τρεπόμενον πέψει, κυησάσης τῆς μητρὸς, φιλοστοργίᾳ συμπαθεῖ, ἐξανθεῖ καὶ γηράσκει πρὸς τὸ ἄφοβον τοῦ παιδίου. καὶ ἐστὶ μὲν τῆς σαρκὸς ὑγρότερον τὸ αἷμα, οἷον ὑγρά τις οὖσα σὰρξ, τοῦ δὲ αἵματος νοστιμώτερον τὸ γάλα καὶ λεπτομερέστερον. εἴτε γὰρ τὸ ἐπιχορηγούμενον αἷμα τῷ ἐμβρύῳ, καὶ διὰ μητρῴου ἐστὶ πρότερον πεμπόμενον ὀμφαλοῦ, εἴτε αὖ τὸ καταμήνιον αὐτὸ ἀποκλεισθὲν τῆς οἰκείας φορᾶς κατὰ φυσικὴν ἀνάχυσιν χωρεῖν κελεύεται πρὸς τοῦ παντρόφου καὶ γενεσιουργοῦ ἐπὶ τοὺς φλεγμαίνοντας ἤδη μαστοὺς, καὶ ὑπὸ πνεύ- μάτος ἀλλοιούμενον θερμοῦ, ποθεινὴ σκευάζεται τῷ νηπίῳ τροφὴ, αἷμα τὸ μεταβάλλον ἐστί. μάλιστα γὰρ πάντων μελῶν μαστοὶ συμπαθεῖς μήτρᾳ. ἐπὰν οὖν κατὰ τοὺς τόκους ἀποκοπὴν λάβῃ τὸ ἀγγεῖον, δι’ οὗ πρὸς τὸ ἔμβρυον τὸ αἷμα ἐφέρετο, μύσις μὲν γίνεται τοῦ πόρου, τὴν δὲ ὁρμὴν ἐπὶ τοὺς μαστοὺς τὸ αἱμα λαμβάνει, καὶ πολλῆς τῆς ἐπιφορᾶς γενομένης, διατείνονται, καὶ μεταβάλλει τὸ αἷμα εἰς γάλα, ἀναλόγως τῇ ἐπὶ τῆς ἑλκώσεως εἰς πύον τοῦ αἵματος μεταβολῆ. εἴτε αὖ ἀπὸ τῶν ἐν μαστοῖς παρακειμένων φλεβῶν ἀναστομουμένων κατὰ τὰς διαστάσεις τῆς κύησεως τὸ αἷμα μεταχεῖται εἰς τὰς φυσικὰς τῶν μαστῶν σύριγγας· τούτων δὲ ἀνακιρνάμενον τὸ ἀπὸ τῶν γειτνιαζουσῶν καταπεμπομενον ἀρτηριῶν πνεῦμα, μενούσης ἔτι τῆς ὑποκειμένης ἀκεραίου τοῦ αἵματος οὐσίας, ἐκκυμαινόμενον λευκαίνεται, καὶ τῇ τοιαύτῃ ἀνακοπῇ κατ’ ἐξαφρισμὸν μεταβάλλεται, παραπλήσιόν τι πεπονθὼς τῆ θαλάττῃ, ἣν δὴ κατὰ τὰς ἐμβολὰς τῶν πνευμάτων οἱ ποιῆται φασιν, ἀποπτύειν ἁλὸς ἄχνην· πλὴν ἀλλὰ αἷμα ἔχει τὴν οὐσίαν· τούτῳ τῷ τρόπῳ, καὶ οἱ ποταμοὶ ῥόθῳ φερόμενοι, τῇ ἐπιλήψει τοῦ περικεχυμένου ἀέρος ξενόμενοι, ἀφρὸν μορμύρουσι, καὶ τὸ ἐνστόμιον ἡμῶν ὑγρὸν τῷ πνεύματι ἐκλευκαίνεται.
- supplement.479
τίς οὖν ἡ ἀποκλήρωσις, μὴ οὐχὶ καὶ τὸ αἷμα ἐπὶ τὸ φωτεινότατον καὶ λευκότατον ὑπὸ τοῦ πνεύματος τρέπεσθαι ὁμολογεῖν. πάσχει δὲ τὴν μεταβολὴν κατὰ ποιότητα οὐ κατ’ οὐσίαν. ἀμέλει γοῦν οὐ τροφιμώτερον ἄλλο τι οὐδὲ μὴν γλυκύτερον ἀλλ’ οὐδὲ λευκότερον εὕροις ἃν γάλακτος. πάντῃ δὲ ἔοικε τοῦτο τῇ πνευματικῇ τροφῇ, ἥτις ἐστὶ γλυκεῖα μὲν, διὰ τὴν χάριν, τρόφιμος δὲ ὡς ζωὴ, λευκὴ δὲ ὡς ἡμέρα Χριστοῦ. ταύτῃ τοίνυν περὶ τὴν ἀποκύησιν οἰκονομούμενον τῷ βρέφει τὸ γάλα χορηγεῖται. καὶ οἱ μαστοὶ οἱ τέως τὸν ἄνδρα περιβλεπόμενοι ὀρθοὶ, ἤδη κατανεύουσι πρὸς τὸ παιδίον, τὴν ὑπὸ τῆς φύσεως πεπονημένην, εὔληπτον παρέχειν διδασκόμενοι τροφὴν εἰς ἀνατροφὴν σωτηρίας· οὐ γὰρ ὡς αἱ πηγαὶ πλήρεις εἰσὶν οἱ μαστοὶ ἐπεισρέοντος ἑτοίμου γάλακτος, ἀλλὰ μεταβάλλοντες τὴν τροφὴν, ἐν ἑαυτοῖς ἐργάζονται γάλα καὶ διαπνέουσιν. ἡ τροφὴ δὲ ἡ κατάλληλος αὕτη καὶ πρόσφορος νεοπαγεῖ καὶ νεοφυεῖ παιδίῳ πρὸς τοῦ Θεοῦ τοῦ τροφέως καὶ πατρὸς τῶν γεννωμένων καὶ ἀναγεννωμένων πονουμένη, οἷον τὸ μάννα οὐρανόθεν ἐπερρέετο τοῖς παλαιοῖς Ἑβραίοις ἡ τῶν Ἀγγέλων ἐπουράνιος τροφὴ, ἀμέλει καὶ νῦν αἱ τίτθαι τὸ πρωτόχυτον τοῦ γάλακτος πόμα ὁμωνύμως ἐκείνῃ τῇ τροφῇ γάλα κεκλήκασι. χρὴ δὲ κατανοῆσαι τὴν φύσιν. ἡ γάρ τοι τροφὴ χειμῶνος μὲν πυκνοῦντος τοῦ περιέχοντος καὶ πάροδον οὐ διδόντος, ἐντὸς κατακλειομένη, τῷ θερμῷ ἑψομένη καὶ πεττομένη εἰς τὰς φλέβας ἐξαιματουμένη ἐκχωρεῖ. αἱ δὲ διὰ πνοῆς οὐ τυγχάνουσαι, πεπληρωμέναι μάλιστα συντείνονται καὶ σφύζουσι· διὸ καὶ αἱ τίτθαι περιπληθεῖς τότε μάλιστα γίνονται τῷ γάλακτι. ἀποδέδεικται δὲ ἡμῖν μικρῷ πρόσθεν τὸ αἷμα εἰς γάλα ταῖς κυούσαις κατὰ μεταβολὴν οὐ κατ’ οὐσίαν χωρεῖν. ὥσπερ ἀμέλει καὶ αἱ τρίχες αἱ ξανθαὶ τοῖς γηρῶσιν εἰς πολιὰς μεταβάλλουσιν. θέρους δὲ ἔμπαλιν ἀραιότερον ὃν τὸ σῶμα, τὴν τροφὴν εὐδιαφορωτέραν παρέχει, καὶ ἥκιστα πλεονάζει τὸ γάλα, ἐπεὶ μήτε τὸ αἷμα· οὐδὲ γὰρ πᾶσα κατέχεται ἡ τροφή. εἰ τοίνυν ἡ μὲν κατεργασία τῆς τροφῆς ἐξαιματοῦται, τὸ δὲ αἷμα ἐκγαλακτοῦται, παρασκευὴ γίνεται τὸ αἷμα τοῦ γάλακτος ὥσπερ αἷμα ἀνθρώπου, καὶ γίγαρτον ἀμπέλου.
- supplement.480
Ἀλληγορῶν τοίνυν τὸν λόγον ὁ Παῦλος, καὶ γάλα αὐτὸν ὀνομάζων, “ ἐπότισα” ἐπιφέρει. πίνεται γὰρ ὁ λόγος, ἡ τροφὴ τῆς ἀληθείας, ἀμέλει καὶ τὸ ποτὸν, ὑγρὰ καλεῖται τροφή. δυνατὸν δὲ τὸ αὐτὸ καὶ βρῶμα εἶναί πὼς ἔχον καὶ ποτὸν, πρὸς ἄλλο καὶ ἄλλο νοούμενον, καθάπερ καὶ ὁ τυρὸς, γάλακτος ἐστὶ πῆξις, ἣ γάλα πεπηγὸς, οὐ γάρ μοι τῆς λεξιθηρίας μέλλει τανῦν, πλὴν ὅτι τὰς τροφὰς ἄμφω μία διακονεῖται οὐσία. ἀλλὰ καὶ τοῖς ὑποτιτθίοις παιδίοις, ἀρκεῖ μόνον τὸ γάλα καὶ ποτὸν εἶναι καὶ τροφήν. πολλαχῶς δὲ ὁ λόγος ἀλληγορεῖται, καὶ βρῶμα, καὶ σὰρξ, καὶ τροφὴ, καὶ ἄρτος, καὶ αἷμα, καὶ γάλα, ἅπαντα ὁ Κύριος εἰς ἀπόλαυσιν ἡμῶν τῶν εἰς αὐτὸν πεπιστευκότων. πλὴν ἀλλὰ καὶ ἡ σὰρξ, αὐτὴ αἷμα τῷ γάλακτι, οἷον ἀντιπελαργούμενον ἄρδεται τε καὶ αὔξεται. καὶ δὴ καὶ ἡ διαμόρφωσις τοῦ συλληφθέντος τῷ τῆς ἐπὶ μῆνα καθάρσεως ὑπολελειμμένῳ καθαρῷ περιττώματι, κιρναμένου τοῦ σπέρματος γίνεται. ἡ γὰρ ἐν τούτῳ δύναμις θρομβοῦσα τοῦ αἴματος τὴν φύσιν, ὃν τρόπον ἡ πυτεία συνίστησι, τὸ γάλα οὐσίαν ἐργάζεται μορφώσεως· εὐθαλεῖ γὰρ ἡ κράσις, σφαλερὰ δὲ ἡ ἀκρότης εἰς ἀτεκνίαν. καὶ γὰρ αὐτῆς ἤδη τῆς γῆς ὑπὸ μὲν ἐπομβρίας κατακλυσθὲν ἀποσύρεται τὸ σπέρμα· διὰ δὲ αὐχμὸν νοτίδος ἀποξηραίνεται. κολλώδης δὲ ὁ χυμὸς ὣν συνέχει τὸ σπέρμα καὶ φύει. τινὲς δὲ καὶ τὸ σπέρμα τοῦ ζώου ἀφρὸν εἶναι τοῦ αἵματος κατ’ οὐσίαν ὑποτίθενται· ὃ δὴ τῇ ἐμφύτῳ τοῦ ἄρρενος θέρμῃ παρὰ τὰς συμπλοκὰς ἐκταραχθὲν, ἐκραπιζόμενον ἐξαφροῦται, κἀν ταῖς σπερματίσι παρατίθεται φλεψὶν, ἐντεῦθεν καὶ τὰ ἀφροδήσια κέκληται. συμφανὲς τοίνυν ἐκ τούτων ἁπάντων, αἷμα εἶναι τοῦ ἀνθρωπίνου σώματος τὴν οὐσίαν, ἀλλὰ καὶ μετὰ τὴν ἀποκύησιν αὖθις ἐκτρέφεται τὸ παιδίον αἵματι τῷ αὐτῷ. ὅς γὰρ φύσις τοῦ γάλακτος ἡ ῥύσις, καὶ πηγὴ τροφῆς τὸ γάλα, ᾧτ’ δὴ καὶ γυνὴ δήλη τεκοῦσα ἀληθῶς καὶ μήτηρ δι’ οὗ καὶ φίλτρον εὐνοίας προσλαμβάνει.
- supplement.481
Διὰ τοῦτο ἄρα μυστικῶς τὸ ἐν τῷ Ἀποστόλῳ ἅγιον Πνεῦμα, τῇ τοῦ Κυρίου ἀποχρώμενον φωνῇ, “ γάλα ὑμᾶς ἐπότισα” λέγει. εἰ γὰρ ἀνεγεννήθημεν εἰς Χριστὸν, ὁ ἀναγεννήσας ἡμᾶς ἐκτρέφει τῷ ἰδίῳ γάλακτι τῷ λόγῳ· πᾶν γὰρ τὸ γεννῆσαν, ἔοικεν εὐθὺς παρέχειν τῷ γεννωμένῳ τροφήν. καθάπερ δὲ ἡ ἀναγέννησις ἀναλόγως, οὕτω καὶ ἡ τροφὴ γέγονε τῷ ἀνθρώπῳ πνευματικὴ πάντῃ. τοίνυν καὶ ἡμεῖς τὰ πάντα Χριστῷ προσοικειούμεθα, καὶ εἰς συγγένειαν διὰ τὸ αἱμα αὐτοῦ ᾧ λυτρούμεθα, καὶ εἰς συμπάθειαν διὰ τὴν ἀνατροφὴν τὴν ἐκ τοῦ λόγου, καὶ εἰς ἀφθαρσίαν διὰ τὴν ἀγωγὴν τοῦ αὐτοῦ. τὸ θρέψαι δ’ ἐν βροτοῖσι πολλάκις, πλείω πορίζεται φίλτρα τοῦ φύσαι τέκνα. ὅτι τοίνυν ἐξ αἵματος γάλα, κατὰ μεταβολὴν γίνεται, ἤδη μὲν σαφὲς, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶ, ποιμνίων, ἔκ τε τῶν βουκολίων ἔξεστι μαθεῖν. τὰ γὰρ ζῷα ταῦτα τοῦ ἔτους κατὰ τὴν ὥραν ἣν ἔαρ καλοῦσιν, ὑγροτέρου τοῦ περιέχοντος γεγονότος, ἀλλὰ καὶ τῆς πόας καὶ τῶν νομῶν εὐχύλων τὸ τηνικαῦτα οὐσῶν καὶ ἐνίκμων, αἵματος πίμπλαται πρότερον, ὡς ἐκ τῆς διατάσεως τῶν φλεβῶν κυρτουμένων τῶν ἀγγείων δείκνυται. ἐκ δὲ τοῦ αἵματος δαψιλέστερον χεῖται τὸ γάλα. θέρους δ’ ἔμπαλιν ὑπὸ τοῦ καύματος συγκαιόμενον καὶ ἀναξηραινόμενον, ἵστησι τὴν μεταβολὴν τὸ αἷμα, καὶ ταύτῃ ἔλαττον ἀμέλγονται. ναὶ μὴν καὶ συγγένειάν τινα πρὸς τὸ ὕδωρ φυσικωτάτην ἔχει τό γάλα, καθάπερ ἀμέλει πρὸς τὴν πνευματικὴν τὸ λουτρὸν τὸ πνευματικόν. οἱ γοῦν ἐπιρροφῶντες τὸ γάλακτι ψυχροῦ ὀλίγον ὕδατος, ὠφελοῦνται παραχρῆμα. οὐ γὰρ ἀποξύνεσθαι τὸ γάλα ἐᾷ ἡ πρὸς τὸ ὕδωρ κοινωνία, οὐκ ἀντιπαθίᾳ τινὶ, προσπεπαινομένου δὲ, προσπαθείᾳ. καὶ ἣν ὁ λόγος ἔχει πρὸς τὸ βάπτισμα κοινωνίαν, ταύτην ἔχει τὸ γάλα τὴν συναλλαγὴν πρὸς τὸ ὕδωρ. δέχεται γὰρ μόνον τῶν ὑγρῶν τοῦτο καὶ τὴν πρὸς τὸ ὕδωρ μίξιν ἐπικάθαρσιν παραλαμβανόμενον, καθάπερ τὸ βάπτισμα ἐπὶ ἀφέσεως ἁμαρτιῶν. μίγνυται δὲ καὶ μέλιτι προσφυῶς, καὶ τοῦτο ἐπὶ καθάρσει πάλιν μετὰ γλυκείας τῆς τρυφῆς· μιγνύμενος γὰρ ὁ λόγος φιλανθρωπίᾳ, ἰᾶται γε ἅμα τὰ πάθη καὶ ἀνακαθαίρει τὰς ἁμαρτίας. ἐπιμίγνυται δὲ τὸ γάλα καὶ οἴνῳ γλυκεῖ. ἐπωφελὴς δὲ ἡ μίξις, ἀνακιρναμένου τοῦ πάθους εἰς ἀφθαρσίαν. εξοννοῦται γὰρ ὑπὸ τοῦ οἴνου τὸ γάλα καὶ σχίζεται· καὶ ὅτι περ αὐτοῦ νόθον, τοῦτο ἀποχετεύεται. κατὰ τὰ αὐτὰ δὲ τῆς πίστεως ἡ κοινωνία ἡ πνευματικὴ πρὸς τὸν παθητὸν ἄνθρωπον τὰς σαρκικὰς ἐπιθυμίας εξορροῦσα εἰς ἀιδιότητα συστέλλει τὸν ἄνθρωπον, τοῖς θείοις ἀπαθανατίζουσα. οἱ πολλοὶ δὲ καὶ τὸ λιπαρὸν τοῦ γάλακτος, ὃ δὴ βούτυρον καλοῦσι, καταχρῶνται εἰς λύχνον, τὸ πολυέλαιον τοῦ λόγου δι’ αἰνίγματος ἀριδήλως σαφηνίσαντες, ὡς μόνου τοῦδε ἐνδίκως καὶ τρέφοντος καὶ αὔξοντος, καὶ φωτίζοντος τοὺς νηπίους. τοσαῦτα περὶ γάλακτος καὶ τῆς τούτου ἀλληγορίας.
- supplement.482
Θεοδωρήτου. Ὁ μέν τοι Ἀπόστολος γάλα τὴν ἁπλουστέραν καλέσας διδασκαλίαν, ἐφεξῆς δείκνυσιν ἀτελοῦς καὶ τελείου διαφορὰν λέγων, “ πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαι- “ οσύνης, νήπιος γὰρ, ἐπιτελειῶν δ᾿ ἐστὶν ἡ στερεὰ τροφὴ, τῶν διὰ “ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν “ καλοῦ τε καὶ κακοῦ.” ἀπὸ τῶν ἡλικιῶν ἔδειξε τὴν διαφοράν. καθάπερ γὰρ τοῖς μὲν εὐθυγενέσι βρέφεσι τὸ γάλα προσφέρειν εἰώθαμεν, τοῖς δὲ στεγανωτέροις ἐσχηκόσιν ὀδόντας, πάσης λοιπὸν ἀπολαύειν τροφῆς ἐπιτρέπομεν, οὕτω τοῖς ἀτελῆ πίστιν ἔχουσι σύμμετρον τῆς ἀσθενείας τὴν διδασκαλίαν προσφέρομεν, τοὺς δὲ τελείαν εἰσδεξαμένους τῶν τελειοτέρων δογμάτων μεταλαγχάνειν παρασκευάζομεν.
- supplement.483
Γρηγορίου Νύσσησ. Μαλλὸν δὲ καθάπερ τις μήτηρ καταλλήλως τιθηνουμένη τὸ νήπιον, τέως μὲν ἁπαλῷ καὶ ὑγρῷ τῷ στόματι τὸ γάλα διὰ τῆς θηλῆς ἐντίθησιν. ὀδοντοφυοῦντι δὲ ἤδη καὶ αὐξ,ανομένῳ προσάγει τὸν ἄρτον, οὐ τραχύν τε καὶ ἀκατέργαστον, ὡς ἃν μὴ περιξανθείη τῷ σκληρῷ τῆς τροφῆς τὸ τούτων ἁπαλόν τε καὶ ἀγύμναστον, ἀλλὰ τοῖς ἰδίοις ὀδοῦσι καταλειάνασα σύμμετρόν τε καὶ κατάλληλον τῇ δυνάμει τοῦ προσφερομένου ἐποίησεν. εἶτα κατὰ προσθήκην τῆς δυνάμεως ἐπιδηλούσης προσεθισθὲν τοῖς ἁπαλωτέροις ἡμέρα τὸ νήπιον προσάγει τῇ στερεω- τέρᾳ τροφῇ. οὕτω τοὺς μαθητὰς ὁ Παῦλος, τοὺς μὲν οἷόν τι νήπιον ἀτελὲς τοῖς στοιχειωδεστέροις τρέφει λόγοις καὶ τιθηνεῖται, τοὺς δὲ οἵα τελείους τοῖς ὑψηλοτέροις.
- supplement.484
Βασιλείου ἐν Ἡσαΐαι. τέλος δέ ἐστι τοῦ γεγυμνασμένα ἔχοντος τὰ αἰσθητήρια διακρίνειν δύνασθαι τὴν τοῦ καλοῦ φύσιν ἀπὸ τοῦ πονηροῦ, καὶ δοκίμου τραπεζίτου τὸ καλὸν κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι· διεφθαρμένον δὲ ἔχοντος τῆς ψυχῆς τὸ κριτήριον ἐνηλλαγμένας τὰς μαρτυρίας περὶ τῆς ἑκάστου ἀξίας ἀποδιδόναι. καὶ ἔοικε πολλή τις εὐχέρεια εἶναι τῇ ἀνθρωπείᾳ φύσει πρὸς τὸ τὰ ἐναντία δοξάζειν τῇ περὶ ἕκαστόν ἀληθείᾳ ἑκάστου φιλονείκως τῷ ἰδίῳ δόγματι παρισταμένου, μένου, καὶ μετὰ διατάσεως σφοδροτάτης τὰ τοῦ ἑτέρου ἀνατρέπειν διελέγχειν βιαζομένου. τὸ μὲν οὖν ἀληθινῶς καλὸν, τὸ ἐν τῆ ψυχῇ σύμμετρόν ἐστι κατ’ ἀρετὴν διακειμένῃ. μεσότης γὰρ καὶ συμμετρία τίς ἡ ἀρετή. αἱ δὲ ἐφ’ ἑκάτερα τὴν ἀρετὴν ἐκβαίνουσαι ὑπερβολαὶ καὶ ἐλλείψεις, ἀμετρία καὶ αἶσχος. οἱ δὲ πολλοὶ τὴν μὲν κακίαν, ὡς ἀγαθὸν αἱροῦνται· τὴν δὲ ἀρετὴν, ὡς πονηρίαν ἀποφεύγουσι.
- supplement.485
Χρυσοστόμου. Τί δέ ἐστιν ὁ λόγος τῆς δικαιοσύνης ; ἐνταῦθα καὶ βίον αἰνίττεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, “ ἐὰν μὴ “ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων,” τοῦτο καὶ αὐτὸς φησὶν, ἄπειρος λόγου δικαιοσύνης, τουτέστι τῆς ἄνω φιλοσοφίας ἄπειρος οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον μένον. ἣ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι, καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. ὁρᾷς νηπιότητα ἑτέραν οὖσαν, καὶ αὖ τελειότητα. γενώμεθα τέλειοι ταύτην τὴν τελειότητα. ἔνεστι καὶ παῖδας ὄντας καὶ νέους πρὸς ἐκείνην ἐλθεῖν τὴν τελειότητα. οὐ γάρ ἐστι φύσεως ἀλλ’ ἀρετῆς. οὐκ εἶχον ἐκεῖνοι τὰ αἰσθητήρια γεγυμνασμένα, οὐδὲ ᾔδεισαν καλὸν καὶ κακόν. νῦν οὐ περὶ βίου τῷ Ἀποστόλῳ ὁ λόγος, ὅταν λέγει “ πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ.” τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔλογον, ἀλλὰ περὶ δογμάτων ὑψηλῶν καὶ ὑγιῶν διεφθαρμένων καὶ ταπεινῶν. τὸ παιδίον οὐκ τὴν τὴν φαύλην καὶ τὴν δόκιμον τροφὴν διαιρεῖν. πολλάκις γοῦν καὶ χοῦν ἐνέβαλεν εἰς τὸ στόμα καὶ τὸ βλαβερὸν ἐδέξατο, καὶ πάντα ἀδιακρίτως ποιεῖ, ἀλλ’ οὐ τὸ τέλειον. τοιοῦτοι εἰσὶν οἱ πᾶσι προσέχοντες ἁπλῶς καὶ ἀδιακρίτως τὰς ἀκοὰς ἐκδιδόντες ἀδοκίμοις, τούτους αἰτιᾶται ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτοὺς, ὃ καὶ πρὸς τῷ τέλει ἠνίξατο λέγων διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. τοῦτο ἐστι πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ. λάρυγξ μὲν γὰρ, σῖτα γεύεται· ψυχὴ δὲ δοκιμάζει λόγους. εἶτα σαφέστερον διδάσκων τί προσηγόρευσε γάλα, ἐπήγαγε,
- supplement.486
Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα· μὴ πάλιν θεμέλιον καταβαλλόμενοι βαλλόμενοι μετανοίας ἀπὸ τῶν νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς ἐπιθέσεως τε χειρῶν, ἀναστάσεως τε νεκρῶν, καὶ κρίματος αἰωνίου, καὶ τοῦτο ποιήσωμεν ἐάν περ ἐπιτρέπῃ ὁ Θεός.
- supplement.487
Θεοδωρήτου. Μεμψάμενος αὐτοῖς τὸ περὶ τὴν πίστιν τοῦτο γὰρ ἐκάλεσε γάλα, τῆς τελειότητος ἔχεσθαι παραινεῖ, καὶ τοῖς ἤδη καταβληθεῖσι θεμελίοις ἐποικοδομεῖν τὰ λοιπὰ, μὴ ἄλλον ἄνωθεν πηγνύειν θεμέλιον. θεμέλια δὲ τὴν πίστιν ἐκάλεσεν· ἔργα δὲ νεκρὰ, τὴν πονηρίαν. οἱ γὰρ πεπιστευκότες, τὴν τούτων βδελυσσόμενοι δυσοσμίαν καὶ μεταμελείᾳ χρώμενοι, προσίασι τῷ θείῳ βαπτίσματι, καὶ διὰ τῆς ἱερατικῆς χειρὸς, ὑποδέχονται τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐν τῷ θείῳ βαπτίσματι τὸν τῆς ἀναστάσεως δεχόμενοι τύπον, προσμένουσι τὴν κοινὴν πάντων ἀνάστασιν καὶ τὸ μέλλον κριτήριον. ταῦτα στοιχεῖα ἐκάλεσε τῶν λογίων τοῦ Θεοῦ. καθάπερ γὰρ τοῖς μειρακίοις ὁ γραμματιστὴς, πρῶτον ὑποδείκνυσι τῶν στοιχείων τοὺς χαρακτῆρας, οὕτως οἱ τῆς εὐσεβείας διδάσκαλοι ταῦτα πρῶτα τοὺς τῆς πίστεως προσιόντας παιδεύουσι. λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος ὅτι τῶν τελειοτέρων ἀφίεσθαι χρὴ, καὶ μὴ πάλιν ἄνωθεν μανθάνειν τὰ τῆς εὐσεβείας στοιχεῖα. τὸ μέν τοι “ καὶ τοῦτο ποιήσωμεν, ἐάν περ ὁ Θεὸς ἐπι- “ τρέπῃ,” τοῖς ἄνω προσήρμοσεν, ὡς εἶναι τὸ ἀκόλουθον οὕτως. " διὸ " ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα “ φερώμεθα, καὶ τοῦτο ποιήσωμεν ἐάν περ ἐπιτρέπῃ ὁ Θεὸς,” ἀντὶ τῶ σπουδάσωμεν, ἐπιθυμήσωμεν, πάντα πόνον ὑπὲρ τῆς τελειότητος ἀσπασώμεθα. εἴωθεν δὲ ὁ Ἀπόστολος πάντα ἐξαρτᾶν τῆς θείας προμηθείας. διὰ τοῦτο προστέθεικεν “ ἐάν περ ἐπιτρέπῃ ὁ “ Θεὸς,” οὕτω καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγε,, " ἐλεύσομαι πρὸς " ὑμᾶς ἐὰν ὁ Κύριος θελήσῃ.” πληθυντικῶς “ βαπτισμῶν” τέθεικεν, οὐ πολλὰ εἶναι διδάσκων βαπτίσματα, ἀλλ’ ἐπειδὴ πολλοὶ τῆς τοῦ βαπτίσματος ἀπολαύουσι χάριτος. ὅτι γὰρ ἓν ἐκήρυττε βάπτισμα, τὰ ἑξῆς διδάσκει.
- supplement.488
Ἀθανασίου. Ἀλλ’ ἄνωθεν πάλιν ἔδωκεν τίς ἐστιν ἡ ἀρχὴ λόγου, αὐτὸς ἐφεξῆς τίθησι λέγων, " μὴ πάλιν θεμέλιον κατα- " βαλλόμενοι μετανοίας,” καὶ τὰ ἑξῆς. εἰ δὲ τοῦτο ἀρχὴ, τι ἄλλο ἐστι τὸ δόγμα τὸ ἡμέτερον, ἣ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων, καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν καὶ κρίματος αἰωνίου; τί δέ ἐστιν ἀρχή; οὐδὲν ἄλλο ἣ τοῦτο. ἠχή φησιν, ὅταν μὴ βίος ἀκριβὴς παρῇ. καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι, οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς πρῶτον χρὴ καὶ μηδὲν ἀμφιβάλλειν περὶ αὐτῶν. εἰ δὲ δέοιτο πάλιν διδασκαλίαν, σκαλίαν, οὔπω τὸν θεμέλιον ἔχει. τὸν γὰρ ἑδραῖον, πεπηγέναι χρὴ καὶ ἑστάναι καὶ μὴ μετακινεῖσθαι. εἰ δὲ μέλλοι τις κατηχηθεὶς καὶ βαπτισθεὶς μετὰ ἔτη δέκα περὶ πίστεως πάλιν ἀκούειν καὶ ὅτι πιστεῦσαι χρὴ εἰς ἀνάστασιν νεκρῶν, οὔπω τὸν θεμέλιον ἔχει, πάλιν τὴν ἀρχὴν τοῦ χριστιανισμοῦ ζητεῖ. ὅτι γὰρ ἡ πίστις θεμέλιος, τὸ δὲ λοιπὸν οἰκοδομὴ, ἄκουε αὐτοῦ λέγοντος, " ἐγὼ “ θεμέλιον τέθεικα, ἄλλος ἐποικοδομεῖ.” τί δέ ἐστιν “ ἐπὶ τὴν “ τελειότητα φερώμεθα;" πρὸς αὐτὴν χωρῶμεν λοιπόν, φησι, τὴν ὀροφὴν, τουτέστι βίον ἄριστον ἔχωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν στοιχείων χείων τὸ πᾶν τὸ ἄλφα συνέχει, καὶ ὁ θεμέλιος τὴν πᾶσαν οἰκοδο- μὴν, οὕτω καὶ τοῦ βίου τὴν καθαρότητα, ἡ περὶ τὴν πίστιν πληροφορια. φορία. ταύτης δὲ ἄνευ, οὐκ ἔστιν εἶναι Χριστιανὸν, ὥσπερ οὐδὲ θεμελίων ἄνευ οἰκοδομὴν, οὐδὲ στοιχείων χωρὶς ἔμπειρον γραμμάτων γενέσθαι, ἀλλ’ ἐάν τις ἀεὶ περὶ τὰ στοιχεῖα στρέφηται, ἣ εἴτις περὶ τὸν θεμέλιον, οὐδέπω ἔσται αὐτῷ τι πλέον, οὕτω καὶ ἐφ’ ἡμῶν. ἃν γὰρ ἀεὶ ἐν τῇ ἀρχῇ τῆς πίστεως μένωμεν, οὐδέποτε πρὸς τῷ τέλει ταύτης ἀναβησόμεθα.
- supplement.489
Σὺ δὲ μὴ νομίσῃς ἠλαττῶσθαι τὴν πίστιν διὰ τὸ στοιχεῖον κληθῆναι· ἡ γὰρ πᾶσα δύναμις αὕτη ἐστίν. ὅταν γοῦν λέγῃ, " πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νή- " πῖος γάρ ἐστιν,” οὐ γάλα ταύτην καλεῖ, ἀλλὰ τὸ ἀμφιβάλ λειν ἔτι περὶ τούτων, τοῦτό ἐστιν ἀσθενοῦς διανοίας, καὶ λόγων δεομένης πολλῶν. τὰ γὰρ δόγματα ταῦτα ἐστὶ τὰ ὑγιῆ. τέλειον γὰρ ἐκεῖνον καλοῦμεν τὸν μετὰ τῆς πίστεως βίον ἔχοντα ὀρθόν. ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς δὲ ταύτης ἀμφιβάλλει καὶ ὑβρίζει τὴν διδασκαλίαν, εἰκότως αὐτὸν φήσομεν νήπιον ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα. ὥστε κἂν μυρία ἔτη ἐν τῇ πίστει ἔχωμεν καὶ μὴ βέβαιοι ἐμεν, ἐν αὐτῇ νήπιοι ἐσμέν· ὅταν βίον αὐτῇ μὴ συμβαίνοντα ἐπιδεικνύμεθα, ὅταν ἔτι θεμέλιον καταβαλλώμεθα. τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλα ἐγκαλεῖ, ὡς παρασαλευθεῖσι καὶ δεομένοις θεμέλιον καταβαλεῖν μετανοίας ἀπὸ νεκρῶν ἔργων. τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον, καὶ τὸ μὲν ἀφιέντα, τὸν δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῦναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ’ ἕτερον. εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, πῶς τοῦ δευτέρου ἅψεται; τί φής; κατέγνωμεν τοῦ νόμου, καὶ πάλιν ἐπ’ αὐτὸν ἀνατρέχειν κελεύεις; τοῦτο οὐκ ἔστι μετάθεσις· καὶ γὰρ ἐνταῦθα ἔχομεν νόμον. νόμον οὖν, φησι, καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. ἐγὼ δὲ περὶ πονηρῶν εἶπον πραγμάτων, ἀλλ’ οὐ περὶ νόμου. ὁ γὰρ μέλλων ἐπ’ ἀρετὴν μετιέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε αὐτὴν μετελθεῖν. καλῶς δὲ τῇ μετανοίᾳ καὶ τὸ βάπτισμα προσέθεικεν· οὐ γὰρ ἴσχυεν ἡ μετάνοια καθαροὺς αὐτοὺς δεῖξαι· διὰ τοῦτο εὐθέως ἐβαπτίζοντο, ἵν ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι’ ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Χριστοῦ γένοιτο χάριτος. οὔτε οὖν μετάνοια ἀρκεῖ πρὸς τὸν καθαρισμὸν, ἀλλὰ δεῖ τὸ βάπτισμα παραλαβεῖν. ἐπὶ γοῦν τὸ βάπτισμα ἔδει ἔρχεσθαι, πρότερον καταγνόντα τῶν ἡμαρτημένων αὐτῶ καὶ καταψηφισάμενον.
- supplement.490
Τί δέ ἐστι “ βαπτισμῶν διδαχῆς;" οὐχ ὡς πολλῶν ὄντων τῶν βαπτισμῶν ἀλλ’ ἑνός. τί οὖν αὐτὸ πληθυντικῶς εἶπε; διὰ τὸ εἰπεῖν " μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας.” εἰ γὰρ πάλιν αὐτοὺς ἐβάπτιζε, καὶ ἄνωθεν κατήχησε, καὶ πάλιν ἐξ ἀρχῆς βαπτισθέντες ἐδιδάσκοντο τὰ πρακτέα, καὶ τὰ μὴ πρακτέα, διηνεκῶς ἔμελλον ἀδιόρθωτοι μένειν. ἐπιθέσεως δὲ χειρῶν εἶπεν· οὕτω γὰρ τὸ Πνεῦμα ἐλάμβανον, ἐπιθέντος αὐτοῖς τὰς χεῖρας τοῦ Παύλου φησίν· ἀναστάσεως τε νεκρῶν. τοῦτο γὰρ ἔν τε τῷ βαπτίσματι γίνεται, καὶ ἐν τῇ ὁμολογίᾳ βεβαιοῦται· καὶ κρίματος αἰωνίου. διατί δὲ ταῦτα φησίν; ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἣ περι- σαλεύεσθαι ἤδη πεπιστευκότας, ἣ κακῶς βιοῦν καὶ ῥαθύμως, νήψατέ φησιν. οὐκ ἔνι εἰπεῖν ἐὰν ῥαθύμως ζήσωμεν πάλιν βαπτισθησόμεθα, πάλιν κατηχησόμεθα, πάλιν ληψόμεθα Πνεῦμα. κἂν νῦν τῆς πίστεως ἐκπέσωμεν, πάλιν δυνησόμεθα βαπτιζόμενοι τὰ ἁμαρτήματα ἀπολούσασθαι καὶ τῶν αὐτῶν τυχεῖν, ὣν περ καὶ πρότερον. θεμέλιον, φησὶ, κατεβαλόμεθα ἐν τῷ βαπτίζεσθαι, τουτέστιν ἀποταγὴν τῶν ἔργων τοῦ Σατανᾶ. ἅπαξ γὰρ μετανοήσαντες ἐπ’ αὐτοῖς ἐβαπτίσθημεν.
- supplement.491
Οὐκέτι οὖν δεῖ b ταῦτα ἐξ ἀρχῆς ποιεῖν, " διὸ ἀφέντες τὸν τῆς “ ἀρχῆς τοῦ Χριστοῦ λόγον τὸ περὶ βαπτίσματος λέγειν καὶ χει “ ρῶν ἐπιθέσεως δι’ ἣν τὸ Πνεῦμα ἐλάβετε, καὶ νεκρῶν ἀναστάσεως “ καὶ κρίσεως, ἐπὶ τὴν τελειότητα φεοώμεθα.” οὐ δεῖ γὰρ ἀεὶ τὰ αὐτὰ λέγεσθαι· εἴρηται γὰρ ἅπαξ καὶ γεγένηται. ἀλλὰ δεῖ καὶ τὰ παρ’ ἡμῶν εἰσφέρεσθαι, τουτέστι χρηστὴν πολιτείαν καὶ τῆς πίστεως ἀξίαν. αὕτη γὰρ ἡ τελειότης τὸ ἀμφιδέξιον εἶναι τὴν ἀρετὴν, ὡσεὶ ἔλεγε, νήψατε, οὐκ ἔνι γὰρ ζῆσαι ῥαθύμως καὶ πάλιν βαπτισθῆναι, καὶ δι’ ἐπιθέσεως χειρῶν λαβεῖν Πνεύματος Ἁγίου ἐπιφοίτησιν. τάχα δὲ οὗτοι Ἰουδαϊκώτερον φρονοῦντες, διὰ τὸ διαφόρως ἐν τῷ νόμῳ εἶναι, βαπτισμοὺς ἐβούλοντο καὶ τὸ τῆς νέας βάπτισμα τὸ τὴν παλιγγενεσίαν δωρούμενον, πολλάκις βα- πτίζεσθαι, διὰ τὸ ἀφέσεως ἁμαρτιῶν πολλάκις ἐθέλειν ἀξιοῦσθαι· διὸ ἐπάγει,
- supplement.492
Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοὺς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.
- supplement.493
Θεοδωρήτου. τῶν ἄγαν ἀδυνάτων φησι, τοὺς τῷ παναγίῳ προσεληλυθότας βαπτίσματι, καὶ τῆς τοῦ θείου Πνεύματος χάριτος μετειληφότας, καὶ τῶν αἰωνίων ἀγαθῶν δεξαμένους τὸν τύπον, αὖθις προσελθεῖν καὶ τυχεῖν ἑτέρου βαπτίσματος. τοῦτο γὰρ οὐδέν ἐστιν ἕτερον, ἣ πάλιν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ σταυρῷ προσηλῶσαι, καὶ τὴν γεγενημένην ἀτιμίαν πάλιν αὐτῷ προσάψαι. ὥσπερ γὰρ ἅπαξ αὐτὸς τὸ πάθος ὑπέμεινεν, οὕτω καὶ ἡμᾶς ἅπαξ αὐτῷ προσήκει κοινωνῆσαι τοῦ πάθους· συνθαπτόμεθα δὲ αὐτῷ διὰ τοῦ βαπτίσματος καὶ συνανιστάμεθα. οὐχ οἷόν τε οὖν ἡμᾶς πάλιν ἀπολαῦσαι τῆς τοῦ βαπτίσματος δωρεᾶς· Χριστὸς γὰρ ἀναστὰς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. ”ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ”ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.” καὶ ἡμῶν δὲ ὁ παλαιὸς ἄνθρωπος συνεσταυρώθη ἐν τῷ βαπτίσματι τοῦ θανάτου τὸν τύπον δεξάμενος. ”καλὸν ”δὲ Θεοῦ ῥῆμα,” τὴν ὑπόσχεσιν ἔφη τῶν ἀγαθῶν. ”δυνάμεις δὲ ”μέλλοντος αἰῶνος” τὸ βάπτισμα προσηγόρευσε, καὶ τὴν χάριν τοῦ Πνεύματος. διὰ τούτων γὰρ δυνατὸν τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. ταῦτα δὲ ὁ Ἀπόστολος εἴρηκε τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας διδάσκων, μὴ νομίζειν τὸ πανάγιον βάπτισμα τοῖς Ἰουδαϊκοῖς ἐοικέναι βαπτίσμασιν. ἐκεῖνα μὲν γὰρ οὐχ ἁμαρτήματα ἔλυεν, ἀλλὰ τὸν δοκοῦντα τοῦ σώματος ἐκάθαιρε μολυσμὸν, οὗ δὴ χάριν καὶ πολλάκις καὶ συνεχῶς προσεφέρετο. τοῦτο δέ γε ἔνεστιν, ἅτε δὴ τοῦ σωτηρίου πάθους καὶ τῆς ἀναστάσεως ἔχων τὸν τύπον, καὶ προδιαγράφων ἡμῖν τὴν ἐσομένην ἀνάστασιν· ταῦτα οἱ Ναυάτου κατὰ τῆς ἀληθείας ὁπλίζουσι τὰ ῥητὰ, μὴ συνιέντες ὡς ὁ θεῖος Ἀπόστολος, οὐ τὰ τῆς μετανοίας ἀπηγόρευσε φάρμακα, ἀλλὰ τοῦ θείου βαπτίσματος τὸν ὅρον ἐδίδαξεν· ὅθεν ἐπήγαγεν, “ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζον- “τας.” παραδειγματίσαι γάρ ἐστι τὸ θεῖον μυστήριον τὸ δὶς· τούτου μεταλαχεῖν. ὅτι γὰρ πανταχοῦ κηρύττει μετάνοιαν, μαρτυρεῖ μὲν τὰ πρὸς Κορινθίους αὐτῷ γεγραμμένα, μσρτυρεῖ δὲ τὰ πρὸς Γαλάτας, καὶ πανταχοῦ δὲ τούτους κατασπείρει τοὺς λόγους.
- supplement.494
Ἀθανασίου. Εἰ γὰρ τοῖς μετὰ τὸ λουτρὸν ἁμαρτάνουσιν, ἀσύγγνωστος ἐστὶν ἡ τῶν πλημμελημάτων δίκη, πῶς τῷ μὲν ἐν Κορινθίῳ μετανοοῦντι κυροῖ τὴν αὐτὴν ἀγάπην ὁ Ἀπόστολος, τοὺς δὲ Γαλάτας παλινδρομήσαντας ὠδίνει, ἄχρις οὗ πάλιν μορφωθῇ Χριστὸς ἐν αὐτοῖς; ἐν δὲ τῷ λέγειν πάλιν, δείκνυσιν αὐτῷ τὴν προτέραν ἐν τῷ Πνεύματι τελειότητα. τὸ γοῦν ἐν τῇ πρὸς Ἑβραίους εἰρημένον, οὐκ ἐκκλεῖον ἐστὶν τῶν ἁμαρτανόντων τὴν μετάνοιαν, ἀλλὰ δεικνύον ἓν εἶναι τὸ τῆς καθολικῆς ἐκκλησίας βάπτισμα, καὶ μὴ δεύτερον. Ἑβραίοις γὰρ ἔγραφε, καὶ ἵνα μὴ νομίσωσι κατὰ τὴν ἐν τῷ νόμῳ συνήθειαν προφάσει μετανοίας πολλὰ καὶ καθημέραν βαπτίσματα, διὰ τοῦτο μετανοεῖν μὲν παραινεῖ, μίαν δὲ εἶναι τὴν ἀνακαίνισιν διὰ τοῦ βαπτίσματος, καὶ μὴ δευτέραν ἀποφαίνεται, ὡς καὶ ἐν ἑτέρᾳ Ἐπιστολῇ φησὶ, “μία πίστις, ὃ βάπτισμα.” οὐδὲ γὰρ εἶπεν ἀδύνατον μετανοεῖν, ἀλλ’ ἀδύνατον προφάσει μετανοίας ἀνακαινίζειν ὑμᾶς. ἔχει δὲ πολλὴν τὴν διαφοράν· ὁ μὲν γὰρ μετανοῶν, παύεται μὲν τοῦ ἁμαρτάνειν, ἔχει δὲ τῶν τραυμάτων τὰς οὐλάς. ὁ δὲ βαπτιζόμενος, τὸν μὲν παλαιὸν ἀπεκδιδύσκεται ἄνθρωπον, ἀνακαινίζεται δὲ ἄνωθεν γεννηθεὶς τῇ τοῦ Πνεύματος χάριτι.
- supplement.495
Χρυσοστόμου. Ὅρα δὲ πῶς ἐντρεπτικῶς καὶ ἀπαγορευτικῶς ἄρχεται λέγων, “ἀδύνατον·” μηκέτι φησὶν προσδόκα τὸ μὴ δυνατόν. οὐ γὰρ εἶπεν οὐ πρέπει οὐδὲ συμφέρει οὐδὲ ἔξεστιν, ἀλλὰ “ἀδύνα- “τον,” ὥστε ἀπόγνωσιν ἐμβαλεῖν· εἰ ὅλως ἐφωτίσθητε ἅπαξ. δωρεὰν δὲ ἐπουράνιον τὴν ἄφεσιν λέγει, ῥῆμα δὲ καλὸν, τὴν διδασκαλίαν, δυνάμεις δὲ τοῦ μέλλοντος αἰῶνος, ἣ τὸ θαύματα ἐπιτελεῖν, ἣ τὸν ἀρραβῶνα τοῦ Πνεύματος. ἀνακαινίζειν δὲ φησὶν εἰς μετάνοιαν, τουτέστι διὰ μετανοίας· οὐκ ἐκβέβληται δὲ ἡ μετάνοια, μὴ γένοιτο, ἀλλ’ ὁ διὰ τοῦ λουτροῦ πάλιν ἀνακαινισμός· οὐ γὰρ εἶπεν ἀνακαινισθῆναι πάλιν εἰς μετάνοιαν, καὶ ἐσίγησεν, ἀλλ’ ἐπήγαγεν, ἀδύνατον ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστι καινοὺς γενέσθαι. τὸ γὰρ καινοὺς ποιῆσαι, τοῦ λουτροῦ μόνον ἐστίν. “ἀνα- “καινισθήσεται” γάρ φησιν “ὡς ἀετοῦ ἡ νεότης σου.” τῆς δὲ μετανοιας εστι το καινοὺς γενομένους, εἰτα παλαιωθέντας ἀπὸ τῶν ἁμαρτημάτων, ἀπαλλάξαι τῆς παλαιότητος, καὶ στερροὺς ἐργάσασθαι. εἰς ἐκείνην μέν τοι τὴν λαμπρότητα ἀγαγεῖν οὐκ ἔνι. ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν.
- supplement.496
“ Ἀνασταυροῦντας ἑαυτοῖς, φησὶ, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ πα- “ραδειγματίζοντας.” ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τὸ βάπτισμα σταυρός ἐστι. καὶ συνεσταυρώθη ὁ παλαιὸς ἡμῶν ἄνθρωπος. σύμμορφοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ,” καὶ πάλιν “συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς “τὸν θάνατον.” ὥσπερ οὖν οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστὸν, τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστιν· εἰ γὰρ θάνατος αὐτῷ οὐκέτι κυριεύσει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόμενος τοῦ θανάτου, εἰ διὰ τοῦ θανάτου τὸν θάνατον κατεπάλαισεν, εἰτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα καὶ παραδειγματισμός. οὕτως οὐκ ἔνι οὐδὲ δεύτερον βαπτισθῆναι. ὁ τοίνυν δεύτερον βαπτίζων, πάλιν αὐτῷ σταυροῖ· τοῦτο γάρ ἐστιν ἀνασταυροῦντας, ἄνωθεν πάλιν σταυροῦντας. ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ. ὅρα θάνατον καὶ θάνατον. ἐκεῖνος ἀπέθανε τῇ σαρκὶ, ἡμῶν ὁ παλαιὸς ἄνθρωπος ἐτάφη, καὶ ἀνέστη ὁ καινός. ὁ σύμμορφος γενόμενος τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. εἰ τοίνυν ἀνάγκη δὶς βαπτισθῆναι, ἀνάγκη πάλιν αὐτὸν ἀποθανεῖν. τὸ γὰρ βάπτισμα οὐδέν ἐστιν ἄλλο, ἢ ἀναίρεσις τοῦ βαπτιζομένου, καὶ ἔγερσις ἐκείνου. καὶ καλῶς εἶπεν ἑαυτοῖς ἀνασταυροῦντας. ὁ γὰρ τοῦτο ποιῶν, ὡς τῆς προτέρας χάριτος ἐπιλαθόμενος, καὶ ῥαθύμως τὸν ἑαυτοῦ βίον οἰκονομῶν ὡς ὄντος ἑτέρου βαπτίσματος, οὕτω πάντα διαπράττεται. διόπερ προσέχειν χρὴ καὶ ἀσφαλίζεσθαι.
- supplement.497
Τί δέ ἐστι “γευσαμένους τῆς δωρεᾶς τῆς ἐπουρανίου;” τουτέστι τῆς ἀφέσεως τῶν ἁμαρτημάτων. τοῦτο γὰρ Θεοῦ μόνον χαρίζεσθαι. καὶ ἡ χάρις ἅπαξ ἐστὶ χάρις. “τί οὖν; ἐπιμενοῦμεν “τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο.” εἰ δὲ ἀεὶ μέλλοιμεν χάριτι σώζεσθαι, οὐδέποτε ἐσόμεθα ἀγαθοί· ὅπου γὰρ μία ἐστὶ χάρις καὶ οὕτω ῥαθυμοῦμεν. εἰ ᾔδημεν ὅτι πάλιν ἐστὶν ἀπολούσασθαι τὰ ἁμαρτήματα, ἆρα ἃν ἐπαυσάμεθα ἁμαρτάνοντες; οὐκ ἔγωγε οἶμαι. πολλὰ δὲ ἐνταῦθα δείκνυσι τὰ δῶρα. καὶ ἵνα μάθῃς, “κατηξιώθητε,” φησιν, “τοσαύτης ἀφέσεως.” ὁ γὰρ ἐν σκότῳ καθεζόμενος, ὁ ἐχθρὸς, ὁ πολέμιος, ὁ θεοστυγὴς, ὁ ἀπολύμενος, οὗτος ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλω, ἀγαθῶ,, μυστηρίων ἀπορρήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ’ ἄξιος ὣν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἃν δύναιτο βαπτισθῆναι πάλιν; δύο τοίνυν τρόποις τὸ πρᾶγμα ἔφησεν ἀδύνατον εἶναι, καὶ τὸν ἰσχυρότερον ὕστερον ἔθεικεν, ἑνὶ μὲν, ὅτι οὐκ ἄξιος ὁ τοιούτων καταξιωθεὶς, καὶ πάντα προδοὺς τὰ δωρηθέντα αὐτῷ, πάλιν ἀνακαινισθῆναι· δευτέρῳ δὲ, ὅτι οὐ δυνατόν ἐστιν πάλιν αὐτὸν ἀνασταυροῦσθαι. τοῦτο γάρ ἐστι παραδειγματισαι.
- supplement.498
Οὐκ ἔστι τοίνυν δεύτερον λουτρὸν, οὐκ ἔστιν. εἰ δέ ἐστιν, καὶ τρίτον κα τέταρτον ἐστιν, Τί γὰρ πρότερον νπο του υστερου ἀεὶ καταλύεται, καὶ τοῦτο ἀεὶ ὑπὸ ἄλλου, καὶ τοῦτο εἰς ἄπειρον. εἰπὼν δὲ, “καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,” οὐκ ἀποκαλύπτει αὐτῷ, ἀλλ’ αἰνίττεται. “δυνάμεις τε μέλλοντος “αἰῶνος,” μονονουχὶ τοῦτο λέγει ὅτι τὸ ζῆν ὡς Ἀγγέλους τὸ μηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν μελλόντων αἰώνων ἀπολαύσεως, πρόξενος ἡμῖν υἱοθεσίας γίνεται. τὸ εἰς τὰ ἄδυτα ἐκεῖνα εἰσελθεῖν προσδοκᾷν, διὰ τοῦ Πνεύματος ἐστὶ ταῦτα μαθεῖν· τι ἐστι “δυνάμεις τε μέλλοντος αἰῶνος;” ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή. τοῦτον ἤδη τὸν ἀρραβῶνα ἐλάβομεν διὰ τῆς πίστεως παρὰ τοῦ Πνεύματος. εἰπέ μοι τοίνυν, εἰ εἰς βασίλεια εἰσαχθεὶς, καὶ πάντα ἐμπιστευθεὶς τὰ ἐκεῖ, εἶτα προὔδωκας ἀπάντα, ἄρα ἃν ἐνεπιστεύθης πάλιν; τί οὐν; οὐκ ἔστι μετάνοια; φησὶν, ἐστι μετάνοια, ἀλλὰ βάπτισμα οὐκ ἔστι δεύτερον. μετάνοια δέ ἐστιν, καὶ πολλὴν ἔχει τὴν ἰσχὺν, καὶ τὸν σφόδρα τοῖς ἁμαρτήμασι βεβαπτισμένον, εἰ βουληθείη, δυναμένη ἀπαλλάξαι τοῦ τῶν ἁμαρτημάτων φόρτου, καὶ τὸν κινδυνεύοντα καταστῆσαι ἐν ἀσφαλείᾳ, κάν πρὸς αὐτὸν ἔλθῃ τῆς κακίας τὸν πυθμένα. καὶ τοῦτο πολλαχόθεν δῆλον· “μὴ ὁ πίπτων γάρ,” φησιν, “οὐκ ἀνίσταται;” ἔστιν ἐὰν βουλώμεθα μορφωθῆναι τὸν Χριστὸν ἐν ἡμῖν πάλιν. πόθεν δὲ κατασκευάζεται τὸ τῆς μετανοίας φάρμακον, πρῶτον ἀπὸ καταγνώσεως τῶν οἰκείων ἁμαρτημάτων· δεύτερον ἀπὸ ταπεινοφροσύνης πολλῆς, ἀπὸ εὐχῶν καὶ δακρύων, ἀπὸ ἐλεημοσύνης μάλιστα, ἀπὸ τοῦ μηδενὶ ὀργίζεσθαι, μηδὲ μνησικακεῖν, ἀλλ’ ἀφιέναι πᾶσι τὰ ἁμαρτήματα· ἀπὸ τοῦ ἀποστρέφειν ἀδελφοὺς ἀπὸ τῆς πλάνης, ἀπὸ τοῦ πρὸς τοὺς ἱερεῖς ἔχειν οἰκείως, ἀπὸ τοῦ προίστασθαι τῶν ἀδικουμένων. διὰ τοσούτων ἡ μετάνοια καὶ ἡ ἄφεσις κατορθοῦται. ὁ μέν τοι Παῦλος εἰπὼν “παραπεσόντας ἀδύ- “νατον βαπτισθῆναι δεύτερον,” καὶ τὴν διὰ λουτροῦ ἄφεσιν λαβεῖν, καὶ δείξας τὸ φρικτὸν τοῦ πράγματος, εἴγε οἱ ἅπαξ εἰς μετάληψιν τῆς οὐρανίου καὶ θείας ἐνηνεγμένοι χάριτος, διὰ τοῦ βαπτίσματος, ἀναστάσεως τε πέρι καὶ Χριστοῦ βασιλείας τὸν ἀληθῆ παραδεξάμενοι λόγον, εἰ παλινδρομεῖν ἕλοιντο πρὸς τὸ ἐν ἀρχῇ, οὐκ ἀνακαινισθήσονται πρὸς καθαρισμὸν διὰ δευτέρου βαπτίσματος, ἐπάγει,
- supplement.499
Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ νεωρηεῖται, μεταλαμβάνει εὐλογίαν ἀπὸ τοῦ Θεοῦ, ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.
- supplement.500
Χρυσοστόμου. Ἐνταῦθα δηλοῖ ὅτι καὶ ἐδέξαντο καὶ συνέπιον τὸν λόγον, καὶ πολλάκις τούτου ἔτυχον, καὶ οὐδὲ οὕτως ἀπώναντο. ὅπερ δὲ ἀνωτέρω ἔλεγεν, “ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρό- “νον,” τοῦτο καὶ ἐνταῦθα φησίν. ὅτι πολλάκις ἔπιον τὸν ὑετὸν, τουτέστι τὴν διδασκαλίαν. πολλαχοῦ γὰρ ἡ Γραφὴ ὑετὸν τὴν διδασκαλίαν λέγει. “ἐντελοῦμαι γάρ,” φησι, “ταῖς νεφέλαις τοῦ μὴ “βρέξαι εἰς αὐτὸν ὑετόν.” περὶ τοῦ ἀμπελῶνος λέγουσα, ὅπερ ἀλλαχοῦ, λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ. καὶ πάλιν, “ὁ ποταμὸς “τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων·” οὐδὲν μέν τοι οὕτως εὔθετον ὡς βίου καθαρότης, οὐδὲν οὕτως εὔρυθμον ὡς βίος ἄριστος, εἰπὼν δὲ μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ, τὸν Θεόν φησιν αἴτιον τῶν ἁπάντων γίνεσθαι, ἠρέμα πλήττων τοὺς Ἔλληνας, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας· οὐδὲ γὰρ γεωργικαὶ φησιν χεῖρες εἰσὶν, αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ τοῦ Θεοῦ πρόσταγμα.
- supplement.501
Κυρίλλου. Ἥ γε μὴν ῥάθυμος ψυχὴ παρεικάζοιτο ἃν εἰκότως γῇ πονηρᾷ καὶ ἁλμάδι, δεχομένῃ μὲν πολλάκις παρὰ τῶν γηπονεῖν εἰωθότων τὰς τῶν σπερμάτων καταβολὰς, τικτούσῃ δὲ τὸ σύμπαν οὐδέν. εἰς ποῖον δὲ αὐτῇ τέλος ἡ ῥαθυμία ἐκβήσεται ἄπρακτον, ἀποφηνάσῃ τὴν δοθεῖσαν αὐτῇ παρὰ τοῦ Θεοῦ δωρεὰν, διδάξει λέγων ὁ Παῦλος, ὅτι τὸ τέλος αὐτῆς εἰς καῦσιν. βούλει καὶ διὰ πραγμάτων τὸ εἰρημένον ἰδεῖν ἀληθές; γέγονε ποτὲ γῆ καρποφόρος ὁ Ἰσραὴλ, ἄμπελος εὐκληματοῦσα κατὰ τὸ γεγραμμένον. ταύτῃ γεγόνασιν ἐν τάξει νεφῶν οἱ μακάριοι προφῆται, καὶ θείοις αὐτὴν κατάρδοντες λόγοις, ὠφελεῖν ἐσπούδαζον, ἀλλ’ ἐποίησεν ἀκάνθας· ἀγρία γέγονε καὶ ὑλομανής. δέδοται τοίνυν εἰς καῦσιν, τουτέστι, ἠχρειώθη παντελῶς, καὶ τῷ πυρὶ τεταμιευται.
- supplement.502
Χρυσοστόμου. Εἰ μὴ ἑγεωρηήθης, φησὶν, εἰ μὴ ἀπήλαυσας ὑετοῦ, οὐκ ἦν τοσοῦτον τὸ κακόν. “εἰ γὰρ μὴ ηλθον,” φησὶ, “καὶ “ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον.” νῦν δὲ πολλάκις ἔπιες καὶ ἐδέξω. τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες; “ἔμεινα γάρ, φησιν, “ἵνα ποιήση σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.” ὁρᾷς ὅτι πανταχοῦ ἡ γραφὴ ἀκάνθας καλεῖ τὰ ἁμαρτήματα. καὶ ὁ Δαβὶδ, “ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι μοι ἄκανθαν. οὐ γὰρ ἁπλῶς ἐπέρχεται, ἀλλ’ ἐμπήγνυται. κἂν μικρὸν αὐτῆς ἐναπομείνῃ, κἂν μὴ πᾶσαν αὐτὴν ἐξέλωμαι, τὸ μικρὸν ὀδυνᾷ ὁμοίως, καθάπερ ἐπὶ τῆς ἀκάνθης. καὶ τι λέγω; αὐτὸ τὸ μικρὸν καὶ μέτα τὸ ἐξαιρεθῆναι, ἐπὶ πολὺ τῆς πληγῆς τὴν ὀδύνην ἐναφίησι, καὶ δεῖ θεραπείας πολλῆς καὶ ἰατρείας, ὥστε τέλεον αὐτῆς ἐλευθερωθῆναι. οὐδὲ γὰρ ἀρκεῖ τὸ ἐξελεῖν μόνον τὴν ἁμαρτίαν, ἀλλὰ δεῖ καὶ τοῦ τὸν πληγέντα θεραπεῦσαι τόπον. τίνες δὲ αἱ ἄκανθαι ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος, “ὅτι ἡ μέριμνα τοῦ αἰῶνος τού- “του καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος “γίνεται.” εἰκότως δὲ τὴν ἁμαρτίαν τρίβολον ἐκάλεσεν. ὅθεν γὰρ αὐτὴν κατάσχῃς, πλήττει καὶ δάκνει. ὅρα δὲ πῶς ἐπὶ τῶν ἀκανθῶν οὐκ εἰπε τίκτουσα, οὐδὲ τῷ χρησίμῳ τούτῳ ὀνόματι ἐχρήσατο, ἀλλὰ τί; “ἐκφέρουσα ἀκάνθας,” ὡς ἃν εἴποι τις ἐκβράσσουσα, ἐκβάλλουσα· “καὶ κατάρας ἐγγὺς, βαβαὶ πόσην παραμυθίαν ἔχει ὁ λόγος· κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα, ὁ δὲ μήπω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ’ ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσηται. καὶ οὐ τούτῳ μόνῳ παρεμυθήσατο, ἀλλὰ καὶ τὸ ἑξῆς. οὐ γὰρ εἶπεν ἡ κτίσις καήσεται, ἀλλὰ τί; “ἧς τὸ τέλος εἰς καῦσιν.” ἐὰν μέχρι τέλους ἐπιμείνῃς, φησὶν, ὥστε ἐὰν ἐκτέμωμεν καὶ κατακαύσωμεν τὰς ἀκάνθας, δυνησώμεθα τῶν μυρίων ἀπολαῦσαι ἀγαθῶν, καὶ γενέσθαι δόκιμοι καὶ εὐλογίας μετασχεῖν. νῦν δὲ δέδοικα μὴ πρὸς ἡμᾶς εἴη τὰ λεγόμενα μᾶλλον ἣ πρὸς ἑτέρους. ἀεὶ γὰρ πίνομεν, ἀεὶ ἀκούομεν, ἀλλ’ εὐθέως τὴν νοτίδα ἀπόλλυμεν, τοῦ ἡλίου ἀνατέλλοντος, καὶ διὰ τοῦτο ἀκάνθας ἐκφέρομεν. ἄρα τίς ἐστιν ὁ τούτων τῶν ἀκανθῶν καθαρός; εἰ δὲ καὶ ἦμεν καθαροὶ, οὐδὲ οὕτω θαρρεῖν ἐχρῆν, ἀλλὰ δεδοικέναι καὶ τρέμειν μή ποτε ἄκανθαι βλαστήσωσιν ἐν ἡμῖν. ὅταν δὲ ὅλοι δι’ ὅλων ἄκανθαι ὠμεν, καὶ τρίβολοι, πόθεν θαρροῦμεν εἰπέ μοι, καὶ ὕπτιοι γενόμεθα, τί τὸ ποιοῦν ἡμᾶς ῥαθυμεῖν; εἰ ὁ δοκῶν ἑστάναι ὀφείλει δεδοικέναι μὴ πέσῃ, ὁ πεσὼν πῶς ὀφείλει μεριμνᾷν ὥστε ἀναστῆναι; εἰ Παῦλος φοβεῖται, μή πὼς ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, ὁ οὕτω δόκιμος, ἡμεῖς οἱ γενόμενοι ἤδη ἀδόκιμοι, τίνα ἕξομεν συγγνώμην, οὐδένα φόβον ἔχοντες, ἀλλ’ ὡς συνήθειαν οὕτως πληροῦντες τὸν Χροστοαμοσμὸν, καὶ ἀφοσιούμενοι; φοβηθῶμεν οὖν, οὐκ ἔστι Παύλου αὕτη ἡ ἀπειλὴ, οὐκ ἔστιν ἀνθρώπου τὰ ῥήματα, τοῦ Πνεύματος εἰσὶ τοῦ Ἁγίου, τοῦ Χριστοῦ τοῦ λαλοῦντος ἐν Παύλῳ.
- supplement.503
Θεοδωρήτου. Πλὴν ἀπὸ τῆς εἰκόνος δείξας τίνων μὲν ἀγαθῶν ἀπολαύσουσιν οἱ τοὺς ὡρίμους φέροντες τῆς εὐσεβείας καρποὺς, τίνα δὲ πείσονται οἱ τὰς ἀκάνθας βλαστάνοντες, ἐπειδὴ αὐστηροτέροις ἐχρήσατο λόγοις, ἀκανθῶν καὶ πυρὸς μνημονεύσας, τὴν ἀπὸ τῆς εὐφημίας ψυχαγωγίαν προσφέρει λέγων,
- supplement.504
Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.
- supplement.505
Χρυσοστόμου. Καθαψάμενος αὐτῶν ἱκανῶς, καὶ φοβήσας καὶ πλήξας, θεραπεύει πάλιν, ὥστε μὴ πλέον καταβαλεῖν καὶ ὑπτίους ἐργάσασθαι. τὸν γὰρ νωθρὸν ὁ πλήττων, νωθρότερον ἐργάζεται. οὕτως οὖν πάντῃ κολακεύει ὥστε μὴ ὑπτινεστέρους ποιῆσαι, οὔτε πάντη πλήττει, ἀλλ’ ὁ λόγος γὰρ ἐμβαλὼν τὸ πληκτικὸν, πολὺ τὸ θεραπευτικὸν προσφέρει διὰ τῶν ἐπαγομένων. τί γάρ φησιν; οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ὑμᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες μὴ τοῦτο γένηται. βέλτιον γὰρ ὑμᾶς τοῖς ῥήμασι φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε. καὶ τοῦτο τῆς συνέσεως Παύλου μάλιστα. καὶ οὐκ εἶπε νομίζομεν, οὐδὲ στοχαζόμεθα, οὐδὲ προσδοκῶμεν, οὐδὲ ἐλπίζομεν, ἀλλὰ τί; “πεπείσμεθα περὶ ὑμῶν τὰ κρείττονα,” ὃ καὶ Γαλάταις γράφων ἔλεγε, “πέποιθα δὲ εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο “φρονήσετε.” ἀλλ’ ἐκεῖ μὲν, ἐπειδὴ κατεγνωσμένοι ἦσαν, καὶ οὐκ εἶχεν αὐτοὺς ἀπὸ τῶν παρόντων ἐπαινέσαι, ἀπὸ τῶν μελλόντων τοῦτο ποιεῖ. “ὅτι οὐδὲν ἄλλο,” φησὶ, “φρονήσετε·” οὐκ εἶπε φρονεῖτε, ἀλλὰ “φρονήσετε.” ἐνταῦθα δὲ ἀπὸ τῶν πω, οὐ τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν καὶ φησίν,
- supplement.506
Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
- supplement.507
Θεοδωρήτου. Ἵνα μὴ δόξῃ κολακείᾳ μᾶλλον ἣ ἀληθείᾳ κεχρῆσθαι, τῶν ἤδη κατωρθωμένων αὐτοῖς ἀναμιμνήσκει, προθυμοτέρους ταύτῃ περὶ τὰ θεῖα ποιῶν.
- supplement.508
βαβαὶ πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἐνέρρωσε, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ἀνάγκην καταστήσας τοῦ μὴ προσδοκᾷν ἐπιλελῆσθαι τὸν Θεόν. ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν, τὸν μὴ πεπληροφορημένον περὶ τῆς ἐλπίδος, καὶ λέγειν ὅτι ἄδικος ὁ Θεός. ὥστε συνηνάγκασεν αὐτοὺς πάντως προσδοκᾶν ἐκεῖνα τὰ μέλλοντα. τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων, καὶ ἀπαγορεύσαντα, ἀπὸ τῶν μελλόντων ἀναρρῶσαι δυνήσεταί τις, ὡς καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν· “ἐτρέχετε καλῶς,” καὶ πάλιν, “τοσαῦτα ἐπάθετε εἰκῆ, εἴγε καὶ εἰκῆ.” ὥσπερ δὲ ἐνταῦθα μετ’ ἐκπλήξεως τίθησι τὸ ἐγκώμιον λέγων, “ὀφείλοντες εἶναι διδά- “σκαλοι διὰ τὸν χρόνον,” οὕτω κἀκεῖ, “θαυμάζω ὅτι οὕτω ταχέως “μετατίθεσθε,” μετ’ ἐκπλήξεως τὸ ἐγκώμιον. περὶ γὰρ μεγάλων ὅταν ἐκπέσωσι, θαυμάζομεν. ὁρᾷς ἐγκεκρυμμένον τὸν ἔπαινον τῇ κατηγορίᾳ καὶ τῇ διαβολῇ, καὶ οὐ περὶ ἑαυτοῦ τοῦτο μόνον φησὶν, ἀλλὰ καὶ περὶ πάντων. οὐ γὰρ εἶπε πέπεισμαι, “ἀλλὰ πεπείσμεθα,” “περὶ ὑμῶν,” φησὶ, “τὰ κρείττονα καὶ χρηστὰ,” ἤτοι περὶ πολιτείας ἣ περὶ ἀντιδόσεως ταῦτα λέγων. ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι ἀδόκιμος καὶ κατάρας ἐγγὺς, καὶ ὅτι εἰς καῦσιν ἔσται, οὐ πάντως, φησὶ, περὶ ὑμῶν τοῦτο λέγομεν. “οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλα- “θέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης. κόπον γὰρ ὄντως ἔχει τὸ ὡς δεῖ ἀγαπᾷν· μεγάλα δὲ αὐτοῖς μαρτυρεῖ, οὐκ ἔργα μόνον, ἁλλὰ μετὰ προθυμίας ἔργα, ὃ καὶ ἀλλαχοῦ φησὶν, “οὐ “μόνον δὲ, ἀλλὰ καὶ ἑαυτοὺς ἐδώκατε τῷ Κυρίῳ καὶ ἡμῖν, ἧς ἐνεδεί- “ξασθέ,” φησιν, “εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ “διακονοῦντες.” ὁρᾷς πῶς πάλιν αὐτοὺς θεραπεύει, ἐπαγαγὼν “καὶ “διακονοῦντες.” καὶ διανίστησιν αὐτοὺς, δεικνὺς ὅτι οὐκ ἐκείνοις πεποιήκασιν ἀλλὰ τῷ Θεῷ, “σἣν ἐνεδείξασθέ,” φησι, καὶ οὐκ εἶπεν εἰς τοὺς ἁγίους, ἀλλ’ εἰς τὸν Θεόν· τοῦτο γάρ ἐστιν εἰς τὸ ὄνομα αὐτοῦ. δία τὸ ὄνομα αὐτοῦ, φησι, πάντα πεποιήκατε. ο τοίνυν τοσαύτης παρ’ ἡμῶν ἀπολαύων σπουδῆς καὶ ἀγάπης, οὐ καταφρονήσει ποτὲ ὑμῶν, οὐδὲ ἐπιλήσεται. ἁγίους δὲ τοὺς πιστοὺς ὁ Παῦλος καλεῖ. πᾶς γὰρ πιστὸς, ἅγιος, καθὸ πιστός ἐστιν. “ἡγία- “σται γάρ, φησιν, “ὁ ἀνὴρ ὁ ἄπιστος παρὰ τῇ γυναικί.” ὅρα πῶς ἡ πίστις τὸν ἁγιασμὸν ποιεῖ. ταῦτα τοίνυν αὐτοῖς συνειδὼς, ὦ Παῦλε, τι δή ποτε νωθροὺς καλεῖς, καὶ νηπίους καὶ ἀτελεῖς; τίνος δὲ ἕνεκεν ταῦτα λέγεις;
- supplement.509
Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· ἵνα μὴ νωθροὶ γένοισθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
- supplement.510
Θεοδωρήτου. Αἰνίττεται διὰ τῶν λόγων ὡς πολλὴν μὲν ἐξ ἀρχῆς ἐπεδείξαντο προθυμίαν, ἤμβλυνε δὲ ταύτην τὰ συνεχῆ καὶ ἐπάλληλα τῶν ἐναντίων κύματα. καὶ τὴν οἰκείαν δὲ φιλοστοργίαν ὑπέφηνεν. ἐφίεμαι γάρ, φησι, καὶ λίαν ποθῶ μετ’ ἐκείνης ὑμᾶς τῆς προθυμίας ὁρᾶν ἀεί· ἔσται δὲ τοῦτο, εἰ δίχα πάσης ἀμφιβολίας τὰς δεομένας ὑμῖν τῶν μελλόντων ἐλπίδας κατάσχητε; εἰς τοὺς διὰ πίστεως περιφανεῖς γεγενημένους ἀφορῶντες ἁγίους, οἳ διὰ πολλῆς καρτερίας τῶν ἐπηγγελμένων ἀπήλαυσαν ἀγαθῶν.
- supplement.511
Χρυσοστόμου. “Ἐπιθυμοῦμεν,” φησὶν, οὐκ ἄρα σπουδάζομεν μόνον, οὐδὲ μέχρι ῥημάτων τοῦτο βουλόμεθα, ἀλλὰ τί; ἐπιθυμοῦμεν τῆς ἀρετῆς ὑμᾶς ἔχεσθαι, οὐχ ὡς τῶν προτέρων καταγινώσκοντές, φησιν, ἀλλ’ ὑπὲρ τῶν μελλόντων δεδοικότες. καὶ οὐκ εἶπεν οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, ἀλλὰ τῶν παρόντων, ἐξελύθητε γὰρ, ῥᾳθυμότεροι γεγόνατε· ἀλλ’ ὅρα πῶς προσηνῶς ἐνέφηνε καὶ οὐκ ἔπληξε· τί γάρ φησιν; “ἐπιθυμοῦμεν δὲ ἕκαστον “ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν ἄχρι τέλους·” τοῦτο γὰρ τὸ θαυμαστόν ἐστι τῆς Παύλου συνέσεως, ὅτι οὐκ ἐνδείκνυται ὅτι ἐνέδωκαν, ὅτι καθυφῆκαν· τὸ γὰρ εἰπεῖν “ἐπιθυμοῦμεν ἕκαστον ὑμῶν τὴν “αὐτὴν ἐνδείκνυσθαι σπουδὴν ἄχρι τέλους,” τοῦτό ἐστιν, ὡς ἃν εἴποι τις, θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος εἶς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν, καὶ εἰς τὸ μέλλον. τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. καὶ οὐκ εἶπε θέλω, ὅπερ ἦν διδασκαλικῆς αὐθεντίας, ἀλλ’ ὃ πατρικῆς φιλοστοργίας ἦν, τὸ πλέον τοῦ θέλειν, “ἐπιθυμοῦμεν·’ μόνον οὐχὶ λέγων, σύγγνωτε κἂν φορτικόν τι φθεγξώμεθα. “ἐπιθυμοῦμεν ἕκαστον ὑμῶν, τὴν αὐτὴν ἐνδείκνυσθαι σπου- “δὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ὑμῶν ἄχρι τέλους. τι ἐστι τοῦτο; ἡ ἐλπὶς διαβαστάζει, αὕτη ἀνακτᾶται πάλιν, μὴ σκυλληθῆτε, μὴ ἀπελπίσητε, ἵνα μὴ περιττὴ ὑμῶν ἡ ἐλπὶς ᾖ ὁ γὰρ ἀγαθὰ ἐργαζόμενος καὶ ἀγαθὰ ἐλπίζει, καὶ οὐδέποτε ἀπελπίζει. “ἵνα μὴ νωθροί,” φησι, “γένησθε.” ἀκμὴν γένησθε, καὶ μὴν ἀνωτέρω ἔλεγεν· “ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.” ἀλλ’ ὅρα πῶς ἐκεῖ μέχρι τῆς ἀκοῆς τὴν νωθρότητα ἔστησεν, ἐνταῦθα δὲ εἰ καὶ τὸ αὐτὸ τοῦτο φθέγγεται, ἀλλ’ ἕτερόν τι αἰνίττεται· ἀντὶ γὰρ τοῦ μὴ ἐναπομείνητε τῇ ῥαθυμίᾳ “μὴ νωθροὶ γένησθε” εἶπε. πάλιν δὲ αὐτὸ εἰς τὸν μέλλοντα ἐξάγει καιρὸν τὸν ἀνεύθυνον, εἰπὼν, “ἵνα μὴ “νωθροὶ γένησθε·” ἐκείνου γὰρ μήπω παρόντος, οὐκ ἃν εἴημεν ὑπεύθυνοι· ὁ μὲν γὰρ εἰς τὸ παρὸν παρακαλούμενος σπουδάζειν ὡς ῥαθυμῶν, ἴσως καὶ ὀκνηρότερος ἔσται. ὁ δὲ εἰς τὸ μέλλον, οὐχ οὕτως. “ἐπιθυμοῦμεν δέ,” φησιν, “ἕκαστον ὑμῶν·” πολλὴ ἡ φιλοστοργία, καὶ μεγάλων καὶ μικρῶν ὁμοίως κήδεται, καὶ πάντας οἶδε, καὶ οὐδένα παρορᾷ, ἀλλὰ τὴν αὐτὴν περὶ ἕκαστον κηδεμονίαν ἐπιδείκνυται, καὶ τὴν ἰσοτιμίαν πρὸς πάντας, ὅθεν καὶ μᾶλλον ἔπειθε δέξασθαι τὸ φορτικὸν τῶν ῥημάτων, “ἵνα μὴ νωθροὶ γένησθέ,” φησιν. καθάπερ γὰρ ἡ ἀργία τὸ σῶμα βλάπτει, οὕτω καὶ τὴν ψυχὴν ἡ ἀργία τῶν ἀγαθῶν ὑπτιωτέραν ἐργάζεται καὶ ἀσθενῆ. “μιμηταὶ δέ,” φησι, “τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρο- “νομοῦντων τὰς ἐπαγγελίας” καὶ τίνες οὗτοί εἰσιν, ἑξῆς λέγει.
- supplement.512
Θεοδωρήτου. Καὶ τῶν μὲν πλειόνων μετὰ τὴν παρεξέτασιν ποιεῖται τὴν μνήμην, τέως δὲ τὸν πατριάρχην Ἁβραὰμ εἰς μέσον ἄγει, καὶ δείκνυσι τὰς μὲν θείας ἐπαγγελίας δεξάμενον, μετὰ πλεῖστον δὲ χρόνον τὸ τούτων θεασάμενον πέρας.
- supplement.513
Χρυσοστόμου. Ὅρα δὲ οἰκονομίαν λόγου, πρότερον εἴρηκε, μιμήσασθε τὰ πρότερον ὑμῶν κατορθώματα, εἶτα ἵνα μὴ λέγωσι ποῖα, ἀνάγει αὐτοὺς ἐπὶ τὸν πατριάρχην, τῶν μὲν κατορθωμάτων οἴκοθεν αὐτοῖς φέρων τὰ ὑποδείγματα, τοῦ δὲ νομίζειν ἐγκαταλελεῖφθαι ἀπὸ τοῦ πατριάρχου, ἵνα μὴ νομίσωσιν ὥστε ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ’ εἰδέναι ἔχωσιν ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστι τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός. δεῖ δέ φησι, μετὰ μακροθυμίας ἅπαντα φέρειν. τοῦτο γάρ ἐστι καὶ πιστεῦσαι. ἐὰν δὲ εἴπῃ, ὅτι δίδωσι καὶ λάβῃς εὐθέως, τί καὶ ἐπίστευσας; οὐκέτι γὰρ τῆς πίστεως ἐστι τοῦτο τῆς σῆς, ἀλλ’ ἐμοῦ φησὶ τοῦ δεδωκότος. ἐὰν δὲ εἴπω ὅτι δίδωμι, καὶ μετὰ ἑκατὸν ἔτη δώσω, σὺ δὲ μὴ άπελπίσῃς, τότε με ἐνόμισας ἀξιόπιστον, τότε τὴν προσήκουσαν περὶ ἐμοῦ δόξαν ἔχεις. ὁρᾷς ὅτι πολλάκις ἡ ἀπιστία οὐκ ἐξ ἀνελπιστίας γίνεται μόνον, ἀλλὰ καὶ ἐκ τοῦ ὀλιγοψυχεῖν καὶ μὴ μακροθυμεῖν, οὐκ ἐκ τοῦ καταγνῶναι τοῦ ἐπαγγειλαμένου.
- supplement.514
τῷ γὰρ Ἁβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ λέγων, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. καὶ οὕτως μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας.
- supplement.515
Χρυσοστόμου. Καθαψάμενος γενναίως τῶν Ἑβραίων, καὶ φοβήσας αὐτοὺς ἱκανῶς, πρῶτον μὲν τοῖς ἐγκωμίοις παραμυθεῖται· δεύτερον δὲ, ὃ καὶ ἰσχυρότερόν ἐστι, τὸ πάντως ἐπιτεύξασθαι αὐτοὺς τῶν ἐλπιζομένων, καὶ τὴν παράκλησιν οὐκ ἀπὸ τῶν μελλόντων ποιεῖται, ἀλλὰ πάλιν ἀπὸ τῶν παρελθόντων· ὃ δὴ μᾶλλον αὐτοὺς ἔπειθεν. ὥσπερ γὰρ ἐν τῇ κολάσει δι’ ἐκείνων μᾶλλον φοβεῖ, οὕτω καὶ ἐν τοῖς ἐπάθλοις, διὰ τούτων παρακαλεῖ, τὸ τοῦ Θεοῦ δεικνὺς ἔθος. τοῦτο δέ ἐστι τὸ μὴ ταχέως ἐπάγειν τὰ ἐπηγγελμένα, ἀλλὰ διὰ μακροῦ τοῦ χρόνου. ποιεῖ δὲ τοῦτο, τῆς τε αὐτοῦ δυνάμεως μέγιστον τεκμήριον ἐκφέρων, καὶ ἡμᾶς εἰς πίστιν ἄγων, ἵνα οἱ ἐν θλίψει ζῶντες, καὶ τὰς ἐπαγγελίας μὴ λαμβάνοντες, μηδὲ τοὺς μισθοὺς, μὴ ἀπαγορεύσωσι πρὸς τοὺς καμάτους· καὶ πάντας ἀφεὶς, καί τοι γε ἔχων πολλοὺς εἰπεῖν, τὸν Ἁβραὰμ εἰς μέσον ἤγαγε, διά τε τὸ ἀξίωμα τοῦ προσώπου, καὶ διὰ τὸ μάλιστα ἐπ’ αὐτοῦ τοῦτο συμβῆναι. καί τοι γε ἐν τῷ τέλει τῆς Ἐπιστολῆς φησὶν, “ὅτι οὗτοι πάντες οὐκ ἐκομίσαντο τὰς “ἐπαγγελίας, πόρρωθεν αὐτὰς καὶ ἰδόντες καὶ ἀσπασάμενοι.” νῦν δέ φησιν, “ὅτι μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.” εἰ οὖν οὐκ ἔλαβε, πῶς ἐπέτυχεν; οὐ περὶ τῶν αὐτῶν ἐνταῦθα λέγει κἀκεῖ, ἀλλὰ διπλὴν ποιεῖται τὴν παράκλησιν· ἐπηγγείλατο τῷ Ἁβραὰμ, καὶ τὰ μὲν ἐνταῦθα, μετὰ μακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ, οὐδέπω, “καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.” ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνη τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακροθυμία. ἐνταῦθα μέν τοι φοβεῖ αὐτοὺς, δεικνὺς ὅτι πολλάκις ἐγκόπτεται ἐπαγγελία δι’ ὀλιγοψυχίας. καὶ τοῦτο ἔδειξε μὲν διὰ τοῦ λαοῦ. ἐπειδὴ γὰρ ὠλιγοψύχησαν, διατί τῶν τῆς ἐπαγγελίας οὐκ ἔτυχον, τὸ δὲ ἐναντίον δείκνυσι διὰ τοῦ Ἁβραάμ· εἶτα πρὸς τῷ τέλει καὶ πλεῖον τί ποιεῖ, ὅτι καὶ μακροθυμήσαντες οὐκ ἔτυχον, καὶ οὐδὲ οὕτω; ἀσχάλλουσιν. ἐγὼ δὲ ἡδέως ἃν πυθοίμην τῶν αἱρετικῶν, τίς ἐστιν ὁ ὀμόσας τῷ Ἁβραὰμ, οὐχὶ ὁ Υἱὸς, οὔ φησιν, μάλιστα μὲν αὐτὸς, ἀλλ’ οὐκ ἀμφισβητῶ· ὅταν οὖν αὐτὸς ὀμνύῃ, “ἀμὴν ἀμὴν λέγω ὑμῖν,” τὸν αὐτὸν ὅρκον, οὐ δῆλον ὅτι ἐκ τοῦ μὴ ἔχειν κατὰ μείζονος ὀμόσαι; ὥσπερ γὰρ ὁ Πατὴρ ὤμοσεν, οὕτω λαὶ ὁ Υἱὸς ὀμνύει κἄ ἑαυτοῦ λέγων, “ἀμὴν ἀμὴν λέγω ὑμῖν.” ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει καὶ τῶν ὅρκων τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, “ἀμὴν ἀμὴν λέγω σοι, ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ “ἀποθάνῃ εἰς τὸν αἰῶνα τὸ γὰρ ἀμὴν, ὅρκου τύπον ἐπέχει.
- supplement.516
Κυρίλλου Κατὰ Ἰουλιανοῦ. Εἰ δὲ δὴ καὶ ὀμνύναι λέγεταί τισι Θεὸς, ἐγκαλείσθωσαν οἱ ἀπιστήσαντες, ἵνα καὶ ὅρκου γένηται χρεία. ἐμπεδῶν γὰρ πρὸς πίστιν τῶν ἁγίων τινὰς, ὅτι πρὸς πέρας αὐτοῖς ἐκβήσεται τὰ ἐπηγγελμένα, καὶ ἐνώμοτον ἐσθ’ ὅτε ’τον ἤ αὐτοὺς ἐποιεῖτο λόγον. ὄμνυσι γε μὴν κατὰ τῆς οἰκείας δόξης. “ὀμοῦμαι γάρ,” φησι, “τὴν δεξιάν μου·” καὶ πάλιν, “κατ’ ἐμαυ- “τοῦ ὤμοσα.” οὐ γὰρ ἦν ὡμόσαι καθ’ ἑτέρου τινὸς ὡς ὑπερκειμένου καὶ τῆς αὐτοῦ δόξης ἐπέκεινα. ὅτι δὲ οὐχ ἕτερος παρ’ αὐτὸν ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν Υἱὸς, πιστώσεται λέγων· “κατ “ἐμαυτοῦ ὤμοσα λέγει Κύριος.” ὀμνὺς γὰρ κατὰ τῆς ἑαυτοῦ δεξιᾶς, ἥτις ἐστιν ὁ Υἱὸς, ὄμνυσι που πάντως καθ’ ἑαυτοῦ. μεσολαβεῖ γὰρ ὅλως τὸ σύμπαν οὐδὲν τό γε ἧκον εἰς ἑνότητα καὶ ταὐτότητα φυσικὴν τὴν ἐπ’ ἀμφοῖν νοουμένην· πλὴν ὅτι μόνον, ὁ μέν ἐστι Πατὴρ καὶ γεγέννηκεν· ὁ δὲ πέφηνεν ἐξ αὐτοῦ γεννητῶς.
- supplement.517
Γρηγορίου Νύσσησ. Ἐπειδὴ δὲ εἰκὸς ἄγνωστα εἶναι τοῖς πολλοῖς τίνα τῷ Ἁβραὰμ ὁ Θεὸς ἐπηγγείλατο καὶ ἐπὶ τίσιν, δι’ ὀλίγων ὑμῖν τὴν ἱστορίαν διηγήσομαι. ἀποικίζει τὸν Ἁβραὰμ τῶν οἰκείων συγγενῶν τε καὶ τόπων, διὰ προστάγματος ὁ Θεός. καὶ ἦν ἐπὶ τῆς ἀλλοδαπῆς ὁ πατριάρχης ἐγκαρτερῶν τῇ ἐλπίδι τῆς ὑποσχέσεως. βάσανος προσάγεται τῷ ἀνδρὶ τῆς πρὸς τὸν Θεὸν βεβαιότητος ἡ χρονία τῶν ἐλπιζομένων παράτασις. ἡ δὲ ὑπόσχεσις ἦν πατέρα ἔθνους γενέσθαι τὸν Ἁβραάμ. χρόνος διέβη πολὺς, καὶ ἡ φύσις τὸ ἴδιον ἔπασχεν. ἤδη πρὸς τὸ γηραιὸν αὐτῷ τῆς ἡλικίας ἐκικλιθείσης, καὶ ἔτι ἡ ἐλπὶς παρετείνετο. ἀπέσβη κατὰ τὸ εἰκὸς ἐν τῷ γηραιῷ τῆς ἡλικίας αὐτῷ τε καὶ τῇ ὁμοζύγῳ ἡ πρὸς παιδοποιίαν ἰσχὺς, καὶ τοῦτο ἀνεπαισχύντως ἡ ἱστορία παρασημαίνεται, ἐκλελοιπέναι φάσκουσα τῆς Σάρρας τὰ γυναικεῖα, δι’ ὣν ἐνεργεῖται ἡ σύλληψις· καὶ τὸ μὲν σῶμα τῇ φύσει ὑπήκουε, τῆς νεότητος ὑπαναλωθείσης, καὶ τὸ γήρα ἐκάμπτετο. ἡ δὲ πρὸς τὸν Θεὸν ἐλπὶς ἀγήρως τις ἦν ἐν αὐτοῖς καὶ ἀκμάζουσα. ἐν τούτῳ τίκτεται αὐτοῖς ὁ Ἰσαὰκ, ἵνα φανῇ οὐχὶ φύσεως ἔργον ὁ τόκος, ἀλλὰ θείας δυνάμεως ἀποτέλεσμα· εἶτα ἱδρύνετο τὸ νήπιον κατ’ ὀλίγον, καὶ εἰς τὴν τῶν μειρακίων ἡλικίαν ἀνέτρεχεν, καὶ ἤδη παῖς ἦν ἐν ἄνθει τῆς ἡλικίας, ἐν ἀκμῇ τῆς ὥρας. ἐν τούτοις πείρα προσάγεται τῷ πατριάρχῃ, τίνι τὸ πλέον νέμει, τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ἣ τῇ περὶ τὴν φύσιν ῥοπῇ. χρηματίζει γὰρ αὐτῷ ὁ Θεὸς ἀνενεγκεῖν τὸν μονογενῆ εἰς ὁλοκάρπωσιν· ὁ δὲ πείθεται, καὶ ἐπειδὴ ἔμελλε τὴν δεξιὰν καθωπλισμένην μένην τῷ ξίφει ἤδη πρὸς τὴν σφαγὴν κατευθύνειν, τότε γίνεται αὐτῷ θεόθεν φωνὴ τὸ ἔργον κωλύουσα. ἐφώνησε γὰρ αὐτὸν Ἄγγελος Κυρίου καὶ εἶπεν, “ὅτι ἀνθ’ ὣν “ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγα- “πητοῦ, κατ’ ἐμαυτοῦ ὤμοσα” ποιῆσαι ἅπερ ἐν τῇ ἐπαγγελίᾳ τοῦ λόγου ἐστι μαθεῖν. τίς οὖν ἐστιν ὁ χρηματίσας τῷ Ἁβραὰμ, ἆρα ὁ Πατήρ; ἀλλ’ οὐκ ἂν εἴποις Ἄγγελον τινὸς εἶναι τὸν Πατερα. οὔκουν πάρα του μονογενους η ενορκος ἀυτὴ ὑπόσχεσις, περ οὗ φησιν ὁ προφήτης, “ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης “βουλῆς Ἄγγελος;” εἰ οὖν οὗτος, ἐπεὶ οὐκ εἶχε κατ’ οὐδενὸς μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, πῶς λέγουσιν οἱ χριστομάχοι μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα; τοῦ Παύλου λέγοντος ὅτι οὐκ ἔχει τὸ μεῖζον.
← Previous · Next → — showing 1001–1100 of 1,355
First Thousand Years of Greek. CTS URN tlg4102.tlg038.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.