Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Epistulam Ad Hebraeos

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,355 sections

  1. supplement.218

    Χρυσοστόμου. Διατὶ μὴ τὸ ὄνομα τοῦ προφήτου εἶπεν, ἀλλ’ ἔκρυψεν αὐτό; καὶ ἐν ἑτέραις μαρτυρίαις τοῦτο ποιεῖ, ὡς ὅταν λέγῃ ἀπὸ τοῦ Δευτερονομίου καὶ τῆς μεγάλης ᾠδῆς, “προσκυ- “νησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. καὶ πάλιν ἀπὸ τῆς τῶν βασιλειῶν δευτέρας, “ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα,” καὶ ἀπὸ τῆς βίβλου τῶν ψαλμῶν, “ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ “Πνεύματα.”

  2. supplement.219

    Κυρίλλου. Πῶς ἠλάττωται παρὰ τοὺς Ἀγγέλους ὁ πρὸς αὐτῶν προσκυνούμενος; ἣ ὅτι καθίκετο ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ ἀποθνήσκειν πεφυκὸς σῶμα λαβὼν ἐν αὐτῷ πέπονθεν ἑκὼν, καὶ ταῖς ἀνωτάτω δόξαις στεφανοῦται διὰ τὸ πάθος, ὡς δι’ αὐτοῦ καταργήσας τὸν θάνατον· καὶ ἄπρακτον ἀποφήνας τὴν φθορὰν, ἅτε ἀφθαρσία ὣν καὶ ζωή. τὰ δὲ τῆς ὑπεροχῆς τοῖς Ἀγγέλοις, ὅτι καὶ ἔξω σαρκὸς καὶ τοῦ τεθνάναι κρείττους εἰσί. γεγονότος ἐν τούτοις τοῦ Υἱοῦ διὰ τὴν ἑκούσιον κένωσιν· ἀλλ᾿ ὁ βραχὺ παρ’ Ἀγγέλους ἠλαττωμένος διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον, ἐν ὑπεροχῇ θεότητος ὣν προσκυνεῖται παρ’ αὐτῶν καὶ ένίδρυται θάκοις οὓς περιεστῶσιν ἐκεῖνοι δοξολογοῦντες ἀεὶ, καὶ τῶν δυνάμεων αὐτὸν ὀνομάζοντες Κύριον. “καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, “τὴν γῆν ἐθεμελίωσας.” οὕτω καὶ ἐνταῦθα φησὶ “διεμαρτύρατό “τις.” τοῦτο δὲ αὐτὸ οἶμαι τὸ κρύπτειν καὶ μὴ τιθέναι τὸν εἰρηκότα τὴν μαρτυρίαν, ἀλλ’ ὡς περιφερομένην καὶ κατάδηλον οὖσαν εἰσάγειν, δεικνύντος ἐστὶ σφόδρα ἐμπείρους εἶναι τῶν γραφῶν. τὸ δὲ “τί ἐστιν ἄνθρωπος” καὶ τὰ ἑξῆς, εἰ καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ’ ὅμως κυριώτερον ἁρμόσειεν ἃν τῷ Χριστῷ κατὰ σάρκα. τὸ γὰρ “πάντα ὑπέταξας ὑποκάτω τῶν “ποδῶν αὐτοῦ,” ἐκείνου μᾶλλον ἐστὶν ἣ ἡμῶν. ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ οὐδὲν ἡμᾶς ὄντας ἐπεσκέψατο, καὶ τὸ ἐξ ἡμῶν ἀναλαβὼν καὶ ἑνώσας ἑαυτῷ, πάντων ἀνώτερον γέγονεν.

  3. supplement.220

    Κυρίλλου. Ἐστεφάνωσε δὲ ἡμᾶς δόξῃ καὶ τιμῇ, δι’ ὦν ὑπάρχων Θεὸς κατὰ φύσιν ἠλάττωται δι’ ἡμᾶς, ὡς ἂν ἡμεῖς ὑπὲρ φύσιν πλουτήσωμεν ἐν αὐτῷ. “συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκά- “θισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.” συνεδρεύοντος γὰρ αὐτοῦ, ἐφ’ ὅλην τὴν ἀνθρώπου φύσιν δραμεῖται τὸ καύχημα. οὕτω γὰρ τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, δι’ οὓς καὶ δόξῃ καὶ τιμῇ ἐστεφάνωται, καὶ τοι τῆς δόξης Κύριος ὣν ὡς Θεός. ἄτιμοι γὰρ ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει γεγενημένοι, ἐν τῇ ὑπὲρ ἡμῶν ὑπακοῇ τοῦ Χριστοῦ δεδοξάσμεθα.

  4. supplement.221

    Χρυσοστόμου. Τί γὰρ ἶσον ταύτης τῆς δόξης, ὅταν ρεύωμεν Ἀγγέλοις, ὅταν εἰς υἱοθεσίαν ἀγώμεθα; τὸ δὲ “τί ἐστιν ἄνθρωπος;” ἀντὶ οὐδέν ἐστιν, εὐτελές τι ἐστί. πρὸς γὰρ τὴν πρόνοιαν ἧς ἠξίωσεν αὐτὸν ὁ Θεὸς, ἀφορῶν ὁ προφήτης, καὶ τὰς πραγματείας ἃς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους, σφόδρα ἐκπληττόμενος θαυμάζει.

  5. supplement.222

    Βασιδείου. Βραχὺ μέν τοι ὑποβέβηκε τὴν τῶν Ἀγγέλων ἀξίαν ὁ ἄνθρωπος, διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν. Χρυσοστόμου. Καὶ τοῦτο δὲ αὐτὸ τὸ βραχὺ ἡ τῆς ἁμαρτία εἰσήγαγε· μετὰ γὰρ τὴν παρακοὴν τοῦτο ὁ προφήτης ἐφθέγξατο. οὐ μὴν ἐπειδὴ ἠλαττώθη διά τὴν παράβασιν θανάτῳ καταδικασθεὶς ἐγυμνώθη, καὶ τῆς δωρεᾶς ἣ τῆς ἀρχῆς παρελύθη, ἀλλὰ τῇ δόξῃ ταύτῃ ἐστεφάνωται.

  6. supplement.223

    Θεοδρήτου. Πλὴν ὅπερ ἔφημεν, εἴρηται μὲν ταῦτα τῆς κοινῆς φύσεως, ἁρμόττει δὲ τῇ ἐξ ἡμῶν ἀπαρχῇ, ὡς οἰκειουμένη τὰ πάσης τῆς φύσεως. οὕτως ἐκ προσώπου πάντων ἡμῶν εἴρηκε, “μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτω- “μάτων μου.” αὐτὸς μὲν γὰρ καὶ κατὰ τὸ ἀνθρώπινον, ἁμαρτίας ἀμύητος ἦν. τὰ δὲ ἡμέτερα οἰκειούμενος, στόμα τῆς φύσεως γέγονεν. “αὐτὸς γὰρ τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους “ἐβάστασε,” καὶ τὴν φύσιν ἡμῶν ἐπεσκέψατο. ταῦτα τοίνυν τοῦ Παύλου σαφῶς ἐπὶ τὸν Σωτῆρα ἡμῶν ἐξειληφότος, ἀρκεῖσθαι τῇ ἐκδόσει χρὴ, εἶτα τῇ προφητικῇ μαρτυρίᾳ τὴν ἑρμηνείαν προσάγων ἐπάγει,

  7. supplement.224

    Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῶ ἀνυπότακτον.

  8. supplement.225

    Καὶ ἐπειδὴ εἰκὸς ἦν εἰπεῖν τινὰς, καὶ μὴν πλείστους ὁρῶμεν ἀντιλέγοντας, καὶ προσκυνεῖν αὐτὸν οὐκ ἐθέλοντας, ἐπήγαγε,

  9. supplement.226

    Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.

  10. supplement.227

    Τοῦτο δὲ καὶ ἤδη εἴρηκεν, οὐ γὰρ Ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν· ἀντὶ τοῦ ἐν ἐκείνῳ τῷ βίῳ πάντων κρατήσει· ὑποταγήσονται γὰρ τότε καὶ οἱ νυν ἀντιλέγοντες.

  11. supplement.228

    Χρυσοστόμου. Ὃ δὲ λέγει τοιοῦτον ἐστίν· ἐπειδὴ εἶπεν “ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,” εἰκὸς δὲ ἦν τοὺς ἐξ Ἑβραίων πιστεύσαντας ἔτι ἀσχάλλειν· εἶτα μετὰ ταῦτα ὀλίγα τινὰ παρενέθηκε, ταύτην τὴν μαρτυρίαν παρήγαγεν, ἵνα βεβαιώσῃ ἐκεῖνο. ἵνα γὰρ μὴ λέγωσι, τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα παθόντων ἡμῶν; ἱκανῶς μὲν καὶ ἐν τῷ προτέρῳ ἠνίξατο. τὸ γὰρ ἕως οὔτε εὐθέως ἐδήλου γινόμενον, ἀλλὰ τὸ ἐν χρόνῳ. ἐνταῦθα δὲ αὐτὸ ἐπεξέρχεται καὶ φησὶν, μὴ ἐπειδὴ οὐδέπω ὑπετάγησαν νομίσῃς μηδὲ ὑποτάττεσθαι. ὅτι μὲν γὰρ δέον ὑποταγῆναι, δῆλον. καὶ γὰρ ἡ προφητεία διὰ τοῦτο εἴρηται. “ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ,” φησὶ, “τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ “ἀνυπότακτον.” πῶς οὖν οὔπω πάντα ὑποτέτακται; ὅτι μέλλει ὑποτάσσεσθαι. εἰ τοίνυν πάντα μὲν ὑποταγῆναι ὀφείλει, οὔπω δὲ ὑποτέτακται, μὴ ἄσχαλλε, μηδὲ θορυβοῦ. εἰ μὲν γὰρ τοῦ τέλους παραγενομένου, καὶ πάντων ὑποταγέντων ταύτα ἔπασχεν, εἰκότως ἤλγεις. “νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. οὔπω ἐκράτησεν ὁ βασιλεὺς καθαρῶς. τι τοίνυν θορυβῇ πάσχων κακῶς; οὔπω πάντων περιγέγονε τὸ κήρυγμα, οὔπω καιρὸς τέλεον υποταγηναι.

  12. supplement.229

    Κύριλλου. Σὺ δέ μοι πάλιν ὅρα ὅτι εἰς Χριστὸν ἀναφέρων ὁ μακάριος Παῦλος τὸ ἐν ὀγδόῳ Ψαλμῷ λέγει, “τί ἐστιν ἄνθρω- “πος” καὶ τὰ ἑξῆς. εἶτα τούτοις ἐπισυνάπτει, “ἐν γὰρ τῷ ὑπο- “τάξαι αὐτῶ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῶ ἀνυπότακτον. ἤ οὑν οὐχὶ καὶ βασιλέα καὶ κύριον, καὶ τὴν θεοπρεπῆ περικεῖσθαι δόξαν ὁμολογήσαιμεν ’τον ᾧ τὰ πάντα ὑποτέτακται; πως οὑν ο Θεὸς; πῶς δὲ ἐν τοῖς πᾶσιν ὁ ὑπὲρ πάντα καὶ τοσοῦτον τῶν γεννητῶν τὴν φύσιν ὑπερκείμενος, ὡς τὰ μὲν ὑποτετάχθαι καὶ τῷ τῆς δουλείας ἐνέχεσθαι ζυγῷ, τὸν δὲ αὖ πάλιν περικεῖσθαι μὲν τῆς κυριότητος τὸ ἐλεύθερον ἀξίωμα, πάντα δὲ ἔχειν ὑπὸ πόδας, ὡς καὶ αὐτός που φησὶ δι’ ἑνὸς τῶν προφητῶν, “ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑπο- “πόδιον τῶν ποδῶν μου;”

  13. supplement.230

    Θεοδωρήτου. τέλος γε μὴν, ἐπειδὴ τῶν Ἀγγέλων αὐτῶν ὁ Παῦλος καὶ ποιητὴν εἴρηκε καὶ δεσπότην, ἀπίθανον δὲ εἶναι τοῦτο πὼς ἐδόκει τοῖς ἀθάνατον μὲν διδασκομένοις τὴν φύσιν, τὸ δὲ τοῦ δεσπότου Χριστοῦ μανθάνουσι πάθος, ἀναγκαίως καὶ τὴν περὶ τούτου διδασκαλίαν προσφέρει λέγων,

  14. supplement.231

    Τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου, δόξη καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γένηται θανάτου.

  15. supplement.232

    Χρτσοστόμου. τοῦτο πάλιν ἑτέρα παράκλησις. εἰ δὴ ὁ μέλλων πάντας ἔχειν ὑποτεταγμένους καὶ αὐτὸς ἀπέθανε, καὶ μυρία πέπονθεν. εἶτα χρηστὰ πάλιν, τουτέστι δόξα καὶ στέφανος. εἶδες πὼς ἀυτῶ πάντα ἥρμοσε; τί γὰρ βραχὺ αὐτῷ ἀν’ ἁρμόσειε, μᾶλλον τὸ τρεῖ; ἡμέρας ἐν ἅδῃ γενομένῳ μόνας, ἀλλ’ οὐχ ἡμῖν τοῖς ἐπὶ πολὺ φθειρομένοις· ὁμοίως καὶ τὸ δόξῃ καὶ τιμῇ ἐστεφανῶσθαι, ἐκείνῳ πολλῷ πλέον ἢ ἡμῖν ἁρμόσει. πάλιν μέν τοι αὐτοὺς ἀναμιμνήσκει τοῦ σταυροῦ· δύο ταῦτα κατορθῶσαι σπουδάζων, καὶ τὴν κηδεμονίαν αὐτοῦ δεῖξαι, καὶ πεῖσαι αὐτοὺς πάντα φέρειν γενναίως, εἰς τὸν διδάσκαλον ἀφορῶντας. εἰ γὰρ ὁ προσκυνούμενος ὑπ’ Ἀγγέλων φησὶν, ἠνέσχετο βραχύ τι παρ’ Ἀγγέλους ἔχειν διὰ σὲ, πολλῷ μᾶλλον σὺ ὁ τῶν Ἀγγέλων ἐλάττων πάντα φέρειν ὀφείλεις δι’ αὐτόν. εἶτα δείκνυσιν ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν· ὥσπερ οὖν καὶ αὐτὸς δόξαν αὐτὸν καλεῖ λέγων, “ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” εἰ οὖν ἐκεῖνος τὰ διὰ τοὺς δούλους δόξαν καλεῖ, πολλῷ μᾶλλον σὺ τὰ διὰ τὸν δεσπότην. ὁρᾷς τοῦ σταυροῦ τὸν καρπὸν ὅσος; μὴ φοβηθῇς τὸ πρᾶγμα· σκυθρωπὸν μὲν γὰρ εἶναι δοκεῖ, μυρία δὲ τίκτει ἀγαθά. τί δέ ἐστιν, “ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται “θανάτου; δείκνυσιν ἐκ τούτων τοῦ πειρασμοῦ τὸ ὄφελος, καὶ ὅτι κἀκεῖ διὰ χάριν τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς ταῦτα πέπονθεν. “ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, φησὶν, ἀλλ’ ὑπὲρ ἡμῶν “πάντων παρέδωκεν αὐτόν.” τίνος δὲ ἕνεκεν οὕτως εἶπε; δεικνὺς ὅτι οὐκ ὤφειλε τοῦτο, εἶπεν, ἀλλὰ χάριτι πεποίηκεν. οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ φησίν· “πολλῷ μᾶλλον ἡ χάρις “τοῦ Θεοῦ ἐν χάριτι, τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε. τὸ δὲ ὑπὲρ παντὸς είπε, τουτέστιν οὐχὶ τῶν ποιητῶν μόνον, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης. αὐτὸς μὲν γὰρ ὑπὲρ πάντων ἀπέθανε. τι δὲ εἰ μὴ πάντες ἐπίστευσαν; αὐτὸς τὸ ἑαυτοῦ πεπλήρωκε· καὶ κυρίως εἰπε τὸ “γεύσηται “θανάτου,” ἀλλ’ οὐκ εἶπεν ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη· καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀρρώστῳ παρεσκευασμένων μένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεμονίαν, πρότερος αὐτὸς ἀπογεύεται, ἵνα πείσῃ τὸν ἄρρωστον θαρροῦντα κατατολμῆσαι τῆς βρώσεως· οὕτως ἐπειδὴ πάντες ἄνθρωποι τὸν θάνατον ἐδεδοίκεσαν, πείθων αὐτοὺς κατατολμᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἀπεγεύσατο αὐτοῦ, οὐκ ἔχων ἀνάγκην, ὅτι μηδὲ ἥμαρτεν. “ἔρχεται “γάρ,” φησιν, “ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.” τῷ μὲν οὖν εἰπεῖν “διὰ τὸ πάθημα τοῦ θανάτου,” τὸν ὄντως θάνατον ἐσήμανεν· τῷ δὲ “Ἀγγέλων κρείττων,” τὴν ἀνάπαυσιν ἐδήλωσεν.

  16. supplement.233

    Θεοδρήτου. Τὸ δὲ συναγόμενον τοιοῦτον ἐστὶν, ὅτι οὐ φύσει τῆς θεότητος ἠλάττωται τῶν Ἀγγέλων ὁ μονογενὴς, ἀλλὰ τῷ πάθει τῆς ἀνθρωπότητος· καὶ αὐτὴ δὲ μετὰ τὴν ἀνάστασιν τῆς θείας μετέλαχε δόξης. τὸ μέντοι πάθος ὑπὲρ ἁπάντων ὑπέμεινεν, οὐ κατὰ ὀφειλὴν, ἀλλὰ κατὰ χάριν Θεοῦ.

  17. supplement.234

    Οἰκουμενίου. Οἱ δὲ Νεστοριανοὶ τὴν γραφὴν περιξέοντες, τοῦ “χάριτι χάριτι Θεοῦ” “χωρὶς Θεοῦ” ἀναγινώσκουσιν. οὕτως αὐτὸ δεξόμεθα, ὅτι χωρὶς Θεοῦ ὑπὲρ πάντων ἀπέθανεν ὁ Χριστὸς, οὐ μόνον ὑπὲρ ἀνθρώπων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄνω δυνάμεων, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω.

  18. supplement.235

    Θεοδρήτου. Μόνη, φησὶν, ἡ θεία φύσις ἀνενδεὴς, τἆλλα πάντα τοῦ τῆς ἐνανθρωπήσεως ἐδεῖτο φαρμάκου· ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος, κατέλυσε τοῦ θανάτου τὸ κράτος. καταλύσας δὲ, ἐπηγγείλατο ἡμῖν τὴν ἀνάστασιν. τῇ δὲ ἀναστάσει ἀφθαρσία καὶ ἀθανασία συνέζευκται. τῆς δὲ ἀφθαρσίας μεθέξει καὶ τὰ ὁρώμενα· τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· “ὅτι καὶ αὐτὴ “ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν “ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.” καὶ οἱ Ἄγγελοι δὲ ἐν θυμηδίᾳ διατελοῦσι, τὴν τῶν ἀνθρώπων θεώμενοι σωτηρίαν. εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσι, πολλῷ μᾶλλον τοσαύτας ὁρῶντες μυριάδας τῆς σωτηρίας ἀξιουμένας, θυμηδίας πλησθήσονται. ὑπὲρ ἁπάντων τοίνυν τὸ σωτήριον ὑπέμεινε πάθος, χωρὶς Θεοῦ. μόνη γὰρ ἡ θεία φύσις, τῆς ἐντεῦθεν γενομένης θεραπείας πείας ἀνενδεής.

  19. supplement.236

    Κυρίλλου. Σὺ δέ μοι λογίζου ὡς εἰ διὰ τὸ πάθημα τοῦ βλέπομεν ἠλαττωμένον τὸν Κύριον, κατὰ τὴν τοῦ Παύλου φωνὴν, πρὸ τοῦ πάθους ἀρα τὸ ἔλαττον οὐκ ἦν ἐν αὐτῷ. ἀπόντος δὲ τούτου, τὸ εἶναι τέλειον αὐτὸν εἰσβαίνειν ἀνάγκη. τέλειος δὲ ὣν ὁ Υἱὸς, καὶ τῇ τοῦ Πατρὸς τελειότητι παρισούμενος, οὐκ ἐπιδέξεται δηλονότι τῶν ἀνομοίων τὸ ἔλαττον.

  20. supplement.237

    Θεοδρήτου. Ὄρα δὲ πῶς δείκνυσιν ὁ Παῦλος τοῦ ληφθέντος ἀνθρώπου τὸ τέλειον, “Κύριε,” γάρ φησι, “τί ἐστιν “ἄνθρωπος;” οὐκ εἶπε τί ἐστι σάρξ; ὅτι ἐστι σῶμα, ἀλλὰ τί ἐστιν ἄνθρωπος; πᾶσαν ὁμοῦ τὴν φύσιν περιλαβὼν, καὶ Κύριον μὲν προσαγορεύσας τὸν ἐνοικίσαντα Θεὸν Λόγον, ἄνθρωπον δὲ τὸν ἐξ ἡμῶν ἀναληφθέντα ναὸν, ὃν ἐπεσκέψατο τῆ παρουσίᾳ, καὶ ἑαυτὸν συνῆψε, καὶ τῇ ἑνώσει τὴν σωτηρίαν εἰργάσατο· καὶ τοῦτο ἑρμηνεύων ἔφη, “τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον Ιησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου.” ἀπέθανε δὲ οὐχ ὁ ἀθάνατος Θεὸς Λόγος, ἀλλ’ ἡ θνητὴ φύσις· διὸ καὶ ἠλαττοῦτο βραχύ τι παρ’ Ἀγγέλους, τῷ τοὺς μὲν ἀθανάτους εἶναι, τὴν δὲ θνητήν. ὁ δὲ Θεὸς Λόγος, οὐκ ἐλάττων Ἀγγέλων, ἀλλὰ δεσπότης Ἀγγέλων. “ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.”

  21. supplement.238

    Ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, διὰ παθημάτων τελειῶσαι.

  22. supplement.239

    Χρυσοστόμου. Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει· ὁρᾷς πάλιν τὸ δι’ οὗ αὐτῷ ἁρμόζει, οὐκ ἃν τοῦτο ποιήσας, εἴγε ἐλαττώσεως ἦν καὶ τῷ Υἱῷ προσῆκον μόνῳ.

  23. supplement.240

    Κυρίλλου. Ἔπρεπε τῷ δι’ οὗ τὰ πάντα Πατρὶ, διὰ παθημάτων τελειῶσαι ἐνανθρωπήσαντα τὸν Υἱόν. ὑπέμεινε γὰρ σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν εὐδοκίᾳ πάντως τοῦ Θεοῦ καὶ Πατρὸς, ἴνα καὶ ἡμᾶς τοῖς ἴχνεσιν αὐτοῦ ἀκολουθοῦντας νεανικοὺς ἀποφήνῃ, λέγων· “μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα.” ἐλάσας γὰρ αὐτὸς διὰ παθημάτων, καὶ ἡμᾶς ἐκδυσωπεῖ λέγων, “οὐκ ἔστι “μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.” αὐτὸς οὖν ἆρα ἐστὶν ὁ σαρκὶ τελειούμενος δι’ ἡμᾶς ἀνθρωπίνως· τελειῶν δὲ ἡμᾶς θεικῶς διὰ τοῦ καταργῆσαι τοῦ θανάτου τὸ κράτος. ἐλείπετο γὰρ τῇ ἀνθρωπίνῃ φύσει τὸ ἄφθαρτον y, οὕτω γενομένη καὶ ἐν ἀρχῇ, ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν· οὕτως ἡμᾶς τελειώσας, ἔλεγε πρὸς τὸν Πατέρα· “ἐγώ σε ἐδόξασα, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι, ἴνα ποιήσω αὐτό. δόξα γὰρ τῷ Πατρὶ διὰ τοῦ ἰδίου γεννήματος καταργῆσαι τὸν θάνατον. οὐκοῦν ἡ μὲν τελείωσις αὐτῷ διὰ παθημάτων, ἡμῖν δὲ προσθήκη τοῦ λείποντος τὸ γεγενημένον. “καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ.” ὅτι δὲ οὐκ ἄνθρωπον ἁπλῶς ἐξηρημένου τοῦ λόγου τετελειῶσθαι φησὶν ὑπὲρ ἡμῶν, ἐν ἀνθρωπείᾳ δὲ μᾶλλον μορφῇ πεφηνότα τὸν μονογενῆ ἐπάγει· ὁ τε γὰρ ἁγιάξων Υἱὸς, ἅγιος ὣν κατὰ φύσιν ὡς Θεὸς, καὶ ἡμεῖς ἐξ ἑνὸς ὡς ποιητοῦ καὶ δημιουργοῦ· ὥστε καὶ ἐντεῦθεν ἡμᾶς πρὸς ἀλλήλους ἔχειν τὴν ἀδελφότητα. γενητῷ γὰρ πρὸς γενητὸν, καθὸ γενητὰ, φυσική τις ἡ ἀδελφότης.

  24. supplement.241

    Βασιλείου. Ἔστι γάρ τι τοῖς Εὐνομιανοῖς παλαιὸν ὑπὸ Ἀετίου τοῦ προστάτου τῆς αἱρέσεως ταύτης ἐξευρεθὲν, ὃς ἔγραψέ που τῶν αὐτοῦ Ἐπιστολῶν λέγων, “τὰ ἀνόμοια κατὰ τὴν “φύσιν ἀνομοίως ἐκφέρεσθαι, καὶ ἀνάπαλιν τὰ ἀνομοίως φερό- “μένα, ἀνόμοια εἶναι κατὰ τὴν φύσιν·” καὶ εἰς μαρτυρίαν τοῦ λόγου, τὸν ἀπόστολον ἀπεσπάσατο λέγοντα· “εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἶς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα. “ὡς οὖν ἔχουσιν αἱ φωναὶ πρὸς ἀλλήλας, οὕτως ἕξουσι, φησὶ, καὶ “αἱ δι’ αὐτῶν σημαινόμεναι φύσεις, ἀνόμοιον δὲ τὸ ἐξ οὗ τὸ δι’ “οὗ. ἀνόμοιος ἆρα καὶ τῷ Πατρὶ ὁ Υἱός.” ἐντεῦθεν οὗτοι ὁρμώμενοι, τῷ μὲν Θεῷ καὶ Πατρὶ ὧσπέρ τινα κλῆρον ἐξαίρετον προσνέμουσι τὸ ἐξ οὗ, τῷ δὲ Υἱῷ καὶ Θεῷ ἀφιέρωσαν τὸ δι’ οὗ, τῷ δὲ Ἁγίῳ Πνεύματι τὸ ἐν ᾧτ’, καὶ φασὶ, μηδέποτε τὴν χρῆσιν ταύτην τῶν συλλαβῶν ἐπαμείβεσθαι· ἵν ὥσπερ ἔφην, τῷ παρηλλαγμένῳ τῆς ἐκφωνήσεως καὶ ἡ τῆς φύσεως παραλλαγὴ συνεκφαίνηται. βούλονται δὲ, τὸ μὲν ἐξ οὗ, τὸν δημιουργὸν σημαίνειν, τὸ δὲ δι’ οὗ, τὸν ὑπουργὸν, ἣ τὸ ὄργανον, τὸ δὲ ἐν ᾧτ’ τὸν χρόνον δηλοῦν, καὶ τὸν τόπον. ἵνα μηδὲν μὲν ὀργάνου σεμνότερος ὁ δημιουργὸς τῶν ὅλων νοῆται, μηδὲν δὲ τῆς ἀπὸ τόπου ἢ χρόνου συνεισφορᾶς εἰς τὰ ὄντα πλεῖον φαίνηται τὸ Πνεῦμα τὸ Ἅγιον παρεχόμενον. τῷ μὲν γὰρ Υἱῷ τὴν τοῦ ὀργάνου προσηγορίαν ἐπέθηκαν· τῷ δὲ Πνεύματι, τὴν τοῦ τόπου, τῷ δὲ Πατρὶ, τὴν τοῦ αἰτίου. τί οὖν αὐτοῖς ἐντεῦθεν τὸ συναγόμενον; ἄλλη φύσις αἰτίου, καὶ ἄλλη ὀργάνου, καὶ ἄλλη τόπου· ἀλλότριος ἄρα κατὰ τὴν φύσιν ὁ Υἱὸς τῷ Πατρὶ, ἐπειδὴ καὶ τὸ ὄργανον τῷ τεχνίτῃ· ἀλλότριον δὲ καὶ τὸ Πνεῦμα, καθόσον κεχώρισται τόπος καὶ χρόνος τῆς τῶν ὀργάνων φύσεως, ἣ τῆς τῶν μεταχειριζομένων αὐτά.

  25. supplement.242

    Τὰ μὲν δὴ ἐκείνων τοιαῦτα. ἡμεῖς δὲ εὑρίσκομεν τὸν Ἀπόστολον τὰ τρία συναγαγόντα, τουτέστιν ἐπὶ τοῦ Χριστοῦ, καὶ εἰπόντα· ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.” ἐξ αὐτοῦ γὰρ τοῖς οὖσιν, ἡ αἰτία τοῦ εἶναι, “δι’ αὐτοῦ” τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις. διὸ δὴ καὶ “εἰς αὐτὸν” ἐπέστραπται ἀρρήτῳ στοργῇ, πρὸς τὸν χορηγὸν τῆς ζωῆς ἀποβλέποντα. ἔστι δὲ πολλαχοῦ εὑρεῖν καὶ περὶ τοῦ Υἱοῦ καὶ περὶ τοῦ Πνεύματος τὸ ἐξ οὗ κείμενον, ὡς τὸ “ἐξ οὗ πᾶν τὸ σῶμα ἐπιχορηγούμενον αὔξει “τὴν αὔξησιν τοῦ Θεοῦ.” καὶ πάλιν, “ἐκ τοῦ ἐμοῦ λήψεται,’ καὶ αὖθις “ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ, καὶ ἐκ τοῦ “Πνεύματος θερίσει ζωὴν,’ καὶ “ἐκ Πνεύματος ἐστὶν Ἁγίου·” ὁμοίως καὶ τὴν δι’ οὗ φωνὴν, οὐ μόνον ἐπὶ τοῦ Υἱοῦ ἀλλὰ καὶ ἐπὶ τοῦ Πατρὸς κειμένην εὑρήσομεν, ὡς τὸ “Παῦλος Ἀπόστολος “Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ.” καὶ “πιστὸς ὁ Θεὸς, δι’ “οὗ ἐκλήθετε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.” καὶ “ἡμῖν ὁ Θεὸς “ἀπεκάλυψε διὰ τοῦ Πνεύματος·” καὶ ἑτέρωθι “τὴν καλὴν παρα- “θήκην φύλαξον διὰ Πνεύματος Ἁγίου.” τὰ αὐτὰ καὶ περὶ τῆς ἓν συλλαβῆς ἔχομεν εἰπεῖν, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς εὕρηται, οἷον, ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, ἐν σοὶ ἡ ὕμνησίς μου. ἐν “τῷ ὀνόματι σου ἀγαλλιάσομαι.” “ἐν τῷ Θεῷ τῷ τὰ πάντα “κτίσαντι·” ἤδη δὲ καὶ ἀντ’ ἀλλήλων παραλαμβάνονται, οἷον “ἐκτισάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ,” ἀντὶ τοῦ ἐκ τοῦ Θεοῦ. ἀνάπαλιν δὲ, τῇ ἐξ οὗ λέξει, ἀντὶ τῆς δι’ οὗ ὁ Παῦλος κέχρηται, ὡς ὅταν λέγῃ “γενόμενος ἐκ γυναικὸς,” ἀντὶ τοῦ διὰ γυναικός. οὕτω ῥαδίως ἀλλήλαις ἀντεπιχωριάζουσιν αἱ φωναί. ὁπότε τοίνυν καὶ ἐφ’ ὧν διωρίσθη τὸ δι’ οὗ κυρίως λέγεται, ἐπὶ τῶν αὐτῶν τούτων, τὸ ἐξ οὗ μετελήφθη, τίνα ἃν ἔχῃ λόγον ἐπὶ συκοφαντίᾳ τῆς εὐσεβείας πάντη ἀλλήλων ἀφορίζειν τὰς λέξεις; ἀλλὰ γὰρ πρὸς ἑαυτὸν ἡμᾶς καλεῖ ὁ Ἀπόστολος ἐμβοῶν,

  26. supplement.243

    Ἔπρεπε γὰρ αὐτῷ, δἰ ὃν τὰ πάντα, καὶ δἰ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

  27. supplement.244

    Χρυσοστόμου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἄξιον, φησὶ, τῆς φιλανθρωπίας αὐτοῦ πεποίηκε, τὸ τὸν πρωτότοκον λαμπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον καὶ τοὺς ἄλλους ὑπερβαίνοντα, τοῖς ἑτέροις ὑπόδημα θεῖναι, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, τουτέστι τὸν αἴτιον. ὁρᾷς ὅσον τὸ μέσον; καὶ οὗτος Υἱὸς, καὶ ἡμεῖς υἱοί· ἀλλ’ ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. εἶδες πῶς ἡμᾶς συνάγει, καὶ διΐστησι, “πολλούς,” φησιν, “υἱοὺς εἰς δόξαν ἀγαγόντα.” ἐνταῦθα συνήγαγε τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, πάλιν διέστησε, “διὰ παθημάτων τελειῶσαι.” ἰδοὺ τὰ παθήματα τελείωσις καὶ αἰτία τῆς σωτηρίας. ὁρᾷς ὅτι τὸ παθεῖν κακῶς, οὐκ ἔστιν ἐγκαταλελειμμένων, εἰ δὴ τούτῳ πρῶτον τετίμηκε τὸν Υἱὸν ὁ Θεὸς, τῷ διὰ παθημάτων αὐτὸν ἀγαγεῖν· καὶ ὄντως του του κόσμον ποίησαι, καὶ ἐκ μὴ ὄντων παραγαγεῖν, τὸ σάρκα ἀναλαβόντα παθεῖν ἅπερ ἔπαθε, πολλῷ μεῖζον ἐστί. καὶ τοῦτο μὲν γὰρ φιλανθρωπίας, ἐκεῖνο δὲ πολλῷ πλέον, ὃ καὶ αὐτὸς δείκνυσιν ἐν οἷς φησιν· “ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερ- “χομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ, “καὶ συνήγειρε, καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν “Χριστῷ,” ἔπρεπε τοίνυν αὐτῷ, φησι, τῷ κηδεμόνι καὶ πάντα εἰς τὸ εἶναι παραγαγόντι, ἐκδοῦναι τὸν Υἱὸν ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας, τὸν ἕνα ὑπὲρ τῶν πολλῶν. ἀλλ’ οὐκ εἶπεν οὕτως, ἀλλὰ “διὰ διὰ παθημάτων τελειῶσαι,” ἵνα δείξῃ ὅτι ὁ παθὼν ὑπέρ τινος, οὐκ ἐκεῖνον ὠφελεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς λαμπρότερος γίνεται καὶ τελειότερος. καὶ τοῦτο δὲ πρὸς τοὺς πιστοὺς φησὶ παραθαρρύνων αὐτούς. καὶ γὰρ ὁ Χριστὸς τότε ἐδοξάσθη, ὅτε ἔπαθεν. ὅταν δὲ εἴπω ὅτι ἐδοξάσθη, μὴ νομίσῃς δόξης πρόσληψιν αὐτῷ γίνεσθαι. ἐκείνην γὰρ τὴν τῆς φύσεως εἶχεν ἀεὶ, καὶ οὐδὲν προσέλαβεν.

  28. supplement.245

    Θεοδρήτου. Οὐκοῦν ἔδειξε τὸν Θεὸν Λόγον ἣν ἀνέλαβε τελειώσαντα φύσιν. ἀρχηγὸς γὰρ τῆς ἡμετέρας σωτηρίας ἡ ληφθεῖσα φύσις· ἐκείνη γὰρ ἐκ νεκρῶν ἀναστᾶσα, πᾶσιν ἡμῖν ἐπραγματεύσατο τὴν ἀνάστασιν.

  29. supplement.246

    Κυρίλλου. Καὶ τοῦτο ἐστὶ τὸ διὰ παθημάτων τὸν Χριστὸν τελειῶσαι, τουτέστι τὸ ἐλλεῖπον αὐτῷ ἀναπληρῶσαι. τι δὲ ἐνέλειπε τῷ Χριστῷ, καθὸ νοεῖται ἄνθρωπος; τὸ ἀθάνατον δηλαδὴ, ἵνα τὸ κατ’ εἰκόνα ἔχῃ ἀνελλειπῶς. ἀνεπλήρωσεν οὖν αὐτῷ τὸ λεῖπον ὁ Πατὴρ, διὰ τῆν’ ἀναστάσεως· διὰ μέσου αὐτοῦ πάντας ἀνθρώπους ἀναπληρῶν, καθὼς καὶ ἀλλαχοῦ φησὶν ὁ Ἀπόστολος, “καὶ τελειωθεὶς γέγονε τοῖς εἰς αὐτὸν ἐλπίζουσι πρόξενος ζωῆς “ἀκαταλυτου.”

  30. supplement.247

    Ὁμιλίαι. Ὁ πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγὼν, οὐκ ἃν ἀλισθήσειε τοῦ εἶναι κατὰ ἀλήθειαν Υἱός. οὐ γὰρ ἠμέλησε τοῦ εἰναι ὁ ἐστιν, ὅπερ οὐκ ἦν γεγονώς. μένει δὲ Κύριος ἐν τῇ τοῦ δούλου μορφῇ.

  31. supplement.248

    Ἀθανασίου. Εἰ μὴ ἦλθε καὶ ἐφόρεσε τὸ ἡμέτερον σῶμα, οὐδεὶς ἃν ἐτελειώθη, ἀλλ’ ἔμενον οἱ πάντες φθαρτοί. νῦν δὲ λυτρωθέντες ὑπὸ τῆς ἁμαρτίας, οὐκέτι μένουσι νεκροί. καὶ αὕτη ἡ αἰτία τοῦ μὴ ἄλλον ἀλλ’ αὐτὸν τὸν Θεὸν Λόγον ἐνανθρωπίσαι· ὅτι οὐκ ἄλλου ἦν ἀπὸ τῆς γενομένης φθορᾶς τοὺς ἀνθρώπους ἀνενεγκεῖν, ἣ τοῦ Θεοῦ ογου, του καὶ τὴν ἄρχην πεποιηκότος αὐτοὺς. ἄλλα πὼς του Ἀπόστολου λέγοντος, περὶ τοῦ Υἱοῦ, “δι’ ὃν τὰ πάντα,” Ἀρειανοι φασιν, οὐχ ἡμεῖς δι’ αὐτὸν, ἀλλ’ ἐκεῖνος δι’ ἡμᾶς γέγονεν; ἔδει γὰρ εἴπερ οὕτως ἦν, εἰπεῖν αὐτὸν, δι’ οὓς γέγονεν ὁ Λόγος. νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ “δι’ ὃν τὰ πάντα,” δείκνυσι τούτους αἱρετικοὺς καὶ συκοφάντας, οἳ πλέον ἡμῖν ἣ τῷ Υἱῷ χαρίζονται. οὐ γὰρ ἡμεῖς δι’ ἐκεῖνον φησὶν, ἀλλ’ ἐκεῖνος δι’ ἡμᾶς γέγονεν. εἴγε διὰ τοῦτο ὑπέστη, ἵνα δι’ αὐτοῦ κτίσῃ ἡμᾶς ὁ Θεός.

  32. supplement.249

    Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες.

  33. supplement.250

    τοῦτο κατὰ τὸ ἀνθρώπινον τέθεικε· κτιστὴ γὰρ ἡ ληφθεῖσα φύσις, εἷς δέ γε καὶ ἡμῶν καὶ αὐτῆς ποιητής. ἀλλὰ δι’ ἐκείνης ἁγιαζόμεθα. εἰ δὲ καὶ κατὰ τὴν θείαν φύσιν οἱ αἱρετικοὶ τοῦτο νοῆσαι θελήσαιεν, οὐδὲ οὕτω λυμανοῦνται τῇ τοῦ μονογενοῦς δόξῃ. ἕνα γάρ, φησιν, ἔχομεν πατέρα καὶ ἡμεῖς καὶ αὐτὸς, ἀλλ’ εὔδηλον ὡς ὁ μέν ἐστι φύσει Υἱὸς, ἡμεῖς δὲ χάριτι. ταύτην γὰρ ἡμᾶς διδάσκει τὴν διαφορὰν τὸ τὸν μὲν ἁγιάζειν, ἡμᾶς δὲ ἁγιάζεσθαι. ἄμεινον δὲ κατὰ τὸ ἀνθρώπινον τοῦτο νοεῖν.

  34. supplement.251

    Χρυσοστόμου. ἰδοὺ τοίνυν πάλιν συνάγει, τιμῶν αὐτοὺς καὶ παραμυθούμενος, καὶ ἀδελφοὺς αὐτοὺς ποιῶν τοῦ Χριστοῦ κατὰ τοῦτο, ἐξ ἑνὸς εἶναι. “εἷς γὰρ Θεὸς ἐξ οὗ τὰ πάντα.” εἶτα πάλιν ἀσφαλιζόμενος καὶ δεικνὺς τὸ κατὰ σάρκα, ἐπήγαγε τὸ “ὁ ἁγιά- “ζων καὶ οἱ ἁγιαζόμενοι.” ὁ μὲν οὖν ἁγιάζων ἐστὶν ὁ Χριστὸς, ἡμεῖς δὲ οἱ ἁγιαζόμενοι. ὁρᾷς ὅσον τὸ μέσον; ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. καὶ ἀνωτέρω ἔφη, “τὸν ἀρχηγὸν τῆς σωτη- “ριας αὐτῶν.”

  35. supplement.252

    Κυρίλλου. Λέγεται δὲ καὶ ἡγιάσθαι μεθ’ ἡμῶν ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὅτε κεκένωκε, ἑαυτὸν, καὶ γέγονε σάρξ. ἐπεὶ δὲ κατὰ πολλοὺς τρόπους ἡ Γραφὴ τὸ ἡγίασε δέχεται, χρὴ μαθεῖν τὴν διαφοράν. ἁγιάζεσθαι γὰρ λέγονται τινες ὡς ἐν προγνώσει Θεοῦ, προαναθροῦντος ὅτι τὴν εὐδόκιμον κατωρθωκότες ζωὴν ἐπιτηδείως ἕξουσιν εἰς τὸ μεταλαχεῖν Ἄγ’ ἴου Πνεύματος. ὁποῖοι τινὲς εἰεν ἃν περὶ ὧν ὁ σοφὸς ἐπιστέλλει Παῦλος, “ὅτι οὓς προέγνω καὶ “προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ εἰς τὸ εἶναι “αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. ἔφη δὲ Θεὸς καὶ πρὸς τὸν σοφώτατον Ἱερεμίαν, “πρὸ τοῦ με πλάσαι ἐν κοιλίᾳ ἐπίσταμαί “σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.” ἁγιάζονται δὲ ἕτεροι τινες, καὶ τοι τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες, ἀλλ’ οὐ σχέσιν τινὰ καὶ οἰκειότητα τὴν πρὸς τὸ Ἅγιον Πνεῦμα κατασημήνειεν ὁ ἐν τούτοις ἁγιασμὸς, ἀλλ’ οἱονεί πὼς ἀνάδειξιν καὶ παραγωγὴν τὴν εἰς τὸ πληροῦν ἅπερ ἃν βούλοιτο Θεός. καὶ γοῦν Κύρου τε καὶ Μηδῶν κατακράτος αἱρήσειν τὴν Βαβυλῶνα μελλόντων, καὶ ὑπὸ θείας εἰς τοῦτο παρενηνεγμένων ὀργῆς, φησὶ, “γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ “ὑβρίζοντες· ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς.” Ἀγγαίῳ δὲ τῷ προφήτῃ φησὶν ὁ Θεός· “ἐὰν δὲ λάβῃ ἄνθρωπος κρέας ἅγιον,” τὸ προσκομισθὲν οἶμαι ἄμωμον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένον τῷ Θεῷ, κρέας ἅγιον ὀνομάζων. φαμὲν δὲ ἁγίους καὶ τοὺς ἀληθῶς διὰ Πνεύματος Ἁγίου ἡγιασμένους, οὕτω τὲ θείας φύσεως κοινωνοὺς ἀναδεδειγμένους.

  36. supplement.253

    Ἐπεὶ οὖν ἁγιάζεσθαι λέγεται καὶ τὸ ἀνατεθειμένον τῷ Θεῷ κατὰ τὸ πρὸς Μωσέα εἰρημένον· “ἁγίασόν μοι πᾶν πρωτότοκον “διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ·” ἁγιάζεται δὲ πάλιν τὸ προχειρισθὲν παρὰ Θεοῦ πρὸς τὸ πράξαι τι τῶν κατὰ γνώμην αὐτῷ, ὡς Μῆδοι καὶ Κῦρος· ἁγιάζεται δὲ καὶ τὸ ἐν μεθέξει γεγονὼς τοῦ Ἄγ’ ἴου Πνεύματος· τίνα δὴ τρόπον ἡγιάσθαι ὑπονοήσομεν τὸν Υἱὸν, ὧδε γὰρ αὐτὸς ἔφη, “ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστει- “λεν εἰς τὸν κόσμον·” συμπαρέζευκται γὰρ τὸ ἡγιάσθαι, καὶ ἡ εἰς τόνδε ’τον κόσμον ἀποστολή. εἰ μὲν οὑν πρὸ τῆς σαρκώσεως καὶ τῆς ἀποστολῆς ἐν μεθέξει Πνεύματος ἢ, ὁ Λόγος, τί πάλιν αὐτὸ καὶ μετὰ σαρκὸς ἐδέχετο; εἰ δὲ ἐπεί τοι πέφηνε καθ’ ἡμᾶς, καὶ ἀπεστάλει μετὰ σαρκὸς, ἐν τῷδε τῷ κόσμῳ τὸ Πνεῦμα πλουτεῖ, καινὴν δὲ ὧσπέρ τινα τὴν ὧδε λαμπρὰν κεκέρδακε χάριν, ποῦ κεκένωκεν ἑαυτόν; πῶς δὲ ἀφῖκται εἰς ὑποβιβασμὸν καὶ ταπείνωσιν γεγονὼς ἐν ἀμείνοσιν; εἰ μὴ ἄρα φήσομεν ὡς ἦν ἐν αἰσχίοσι τὸ Πνεῦμα λαβὼν, καὶ τὸ ἁγιάζειν πεφυκὼς κατωθεῖ πρὸς τὸ χεῖρον τοὺς ἐν οἶς ἂν γένοιτο. ἀλλὰ τοῦτο μὲν οὐ φήσομεν.

  37. supplement.254

    Ἀναμετρεῖν δὲ δεῖ τὸν τοῦ ἡγιάσθαι χρόνον· οὐ γάρ τοι πρὸ τῆς ἐπιδημίας ἡγιάζετο Θεὸς ὢν ὁ Λάγος, ἀλλ’ ὅτε γέγονε καθ’ ἡμᾶς, οἷς οὐ φύσεως καρπὸς ἰδίας, ἀλλ’ ἔξωθέν τε καὶ ἐπακτὸς ὁ ἁγιασμός. πεπλούτηκε μὲν γὰρ ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις τὸ καὶ θείου μεταλαχεῖν Πνεύματος, καὶ τὸν δι’ ἁγιασμοῦ πρὸς Θεὸν ἐξεικονισμόν· ἀπεμπολήσας δὲ τῇ παραβάσει τὸ δῶρον, θανάτῳ κατεδικάζετο, καὶ τὸν τῆς ἁμαρτίας ὑπέδυ ζυγόν. ἔδει τοίνυν ἐπείπερ ἐξ ἡμερότητος τὸ διολισθῆσαν γένος ἀναστοιχειοῦν εἰς τὸ ἐν ἀρχαῖς ἐβούλετο Θεὸς, δευτέραν ὥσπερ τοῦ γένους ἀρχὴν ἀναφῦναι Χριστὸν, καὶ ἀπότεξιν μὲν ἀνατλῆναι τὴν διὰ τῆς ἁγίας παρθένου· μὴ μὴν ἔτι καὶ πατέρα σαρκικὸν ἀνασχέσθαι λαβεῖν, ἵνα καὶ σὺν αὐτῷ Θεὸν ἔχωμεν οἱ πάντες πατέρα, δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τῆς τοιαύτης δόξης εἰς ἀρχὰς ἀναβαίνοντες, ἔδει γενόμενον ἄνθρωπον τὸ νεῦμα λαβεῖν, ἵν ἐπείπερ ἐστὶν οὐκ εἰδὼς ἁμαρτίαν, ἐμφιλοχωροίη λοιπὸν ἐν αὐτῷ τὸ Πνεῦμα καὶ ἀναπαύηται. ὥσπερ δὲ ὑπάρχων ἀεὶ βασιλεὺς καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρὶ, κεχειροτονεῖσθαι λέγεται βασιλεὺς, ὅτι καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος, ᾧ καὶ δοτὸν ἄνωθεν τὸ βασιλεύειν ἐστὶ, καὶ ὥσπερ ἀεὶ συνυπάρχων τῷ Πατρὶ, εἰς υἱὸν ὁρίζεται διὰ Πνεύματος, διὰ τὸ τοῖς κατὰ θέσιν υἱοῖς ἐξωμοιῶσθαι κατὰ τὴν σάρκα, καὶ ὥσπερ ἡμῖν τοῖς ὑπὸ Θεὸν συμμορφούμενος, Θεὸν ἑαυτοῦ τὸν Πατέρα ἐκάλει. καί τοι Θεὸς ὑπάρχων αὐτὸς, οὕτω καὶ ἡγιάσθαι λέγεται, χωροῦντος εἰς τὸ ἀνθρώπινον, ἤτοι περὶ τήνδε τὴν σάρκα τοῦ ἁγιασμοῦ, διὰ τὸ μὴ οἴκοθεν ἔχειν δύνασθαι τὴν ἀνθρώπου φύσιν τὸν ἁγιασμόν. ἔνεστι γὰρ τοῦτο μόνῃ τῇ θείᾳ καὶ ὑπὲρ πάντα φύσει, ἧς ἐπείπερ ἐστὶ καρπὸς ὁ Λόγος, ἕξει δὴ πάντως ὡς ἴδιον ἑαυτῷ τῆς τεκούσης αὐτὸν φύσεως τὸν ἁγιασμόν.

  38. supplement.255

    Ἀνακθκλήσας δὴ οὖν ὅπερ ἔφην ἀρτίως, καὶ αὖθις ἐρῶ. εἰ μὲν γὰρ καθὸ ἄνθρωπος ὡς ἄνθρωπον ἡγιάσθαι φαμὲν, ἀδιαφορήσειεν ἃν ὁ Λόγος ὡς ἔν γε δὴ τούτῳ, τὸ βλάβος οὐδέν. εἰ δὲ παρέντες τὸ ἀληθὲς αὐτὸν ἡγιάσθαι φήσομεν τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, ἀτοπίας ὁ λόγος ἐπέκεινα. σκόπει δὲ ὧδε. εἰ προχεῖται μὲν οἷα περ ἀπὸ πηγῆς τοῦ Πατρὸς τὸ Πνεῦμα, ἔστι γεμὴν οὐκ ἀλλότριον τοῦ Υἱοῦ, πῶς ἂν νοοῖτο γυμνὸς τῶν τῆς θεότητος ἀγαθῶν; ἴδιον δὲ θεότητος ὁ ἁγιασμός· πῶς δ᾿ ἃν τὸν ἐκ Θεοῦ Πατρὸς διὰ Πνεύματος ἁγιασμὸν εἰσκεκρίσθαι τε φῶμεν, καὶ δοτὸν ὡς οὐκ ἔχον τι γενέσθαι ποτὲ, καθάπερ τῇ κτίσει οἴκοθεν αὐτὸν οὐκ ἐχούσῃ, καὶ διὰ τοῦτο πασχούσῃ τὴν παρατροπήν; οὐκοῦν κατὰ φύσιν ἅγιος ὣν ὡς Θεὸς, ἡγιάζετο μεθ’ ἡμῶν καθὸ ἄνθρωπος, τῷ δίῳ Πνεύματι τὸν οἰκεῖον αὐτὸς καταχρίων ναόν. πῶς οὖν ὁ Πατὴρ αὐτὸν ἁγιάσαι λέγεται; ὅτι πάντα παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι ἁγιάζοντα δὲ καὶ ἁγιαζόμενον τὸν φύσει τε καὶ ἀληθῶς Υἱὸν ὅτε γέγονεν ἄνθρωπος, εἰσκεκόμικεν ἡμῖν ὁ τοῦ Παύλου λόγος· “ὅ τε γὰρ ἁγιάζων,” φησὶ, “καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες.” ἁγιάζει μὲν γὰρ αὐτὸς ἅγιος ὣν κατὰ φύσιν ὡς Θεὸς, ἁγιάζεται δὲ μεθ’ ἡμῶν κατὰ τὸ ἀνθρώπινον, ὅτε τὴν πιὸν ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, καὶ κατ’ αὐτὸ δὴ τοῦτο ἡγιάσθαι φημὶ, καὶ τοι τῶν ὅλων κατεξουσιάζων ὡς Θεὸς, ἀδελφοὺς ἡμᾶς οὐκ ἐπαισχύνεται καλεῖν. ναί φησιν, οὐκ ἃν διαψεύσεται λέγων, ἡγιάσθαι παρὰ τοῦ Πατρὸς, καὶ τῆς καθ’ ἡμᾶς οἰκονομίας ἐξηρημένης. καὶ γὰρ ἐν ἐσχάτοις μὲν τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος· ἀλλ’ ἦν καὶ πρὸ τούτου τοῖς εἰς τὸ εἶναι κεκλημένοις ὁμογενὴς, καὶ ἀδελφὸς τῶν πεποιημένων, καθὸ καὶ αὐτὸς οὐκ ἀγένητός ἐστι τῇ φύσει, πεποίηται δὲ παρὰ τοῦ Πατρός. ἀληθεύει δὴ οὖν καὶ ἀδελφοὺς ἡμᾶς ἀποκαλῶν, καὶ συνηγιάσθαι λέγων.

  39. supplement.256

    Ἄλλ᾿ ὦτ’ πρὸς πάντα ἰόντες ἑτοίμως, καὶ τὰ πέρα λόγου καὶ τοῦ καθήκοντος λογισμοῦ, ποῖ ποτε ἄρα ὁ θρασὺς ὑμῖν οὑτοσὶ καὶ ἀπόπληκτος ἐκτελευτήσει λόγος, ἐννοεῖν οὐκ ἔχω· ὅτι μὲν γὰρ οὐ γενητὸς ὁ Υἱὸς, οὐ τοῖς ὑμῶν μαντεύμασιν, ἀλλὰ τοῖς ἱεροῖς πιστευω μυσταγωγοῖς. ἔφη τοίνυν ο Ἰωάννης ἡμῖν ἐναργῶς περὶ τοῦ Ἰησοῦ ὅτι Θεοῦ Υἱός ἐστι, καὶ Θεὸς ἀληθινὸς, Θεὸς δὲ ἀληθινὸς, τοῖς κτίσμασιν οὐχ ὁμογενής. ὅτε τοίνυν κατά γε τὸ τοῖς αἱρετι- κοῖς ἀβουλότατα δοκοῦν, ἐν μεθέξει γέγονεν ἁγιασμοῦ, καί τοι Θεὸς ἀληθινὸς ὣν ὁ Λόγος, καὶ εἰ νοοῖτο καθ’ ἑαυτὸν καὶ δίχα σαρκὸς, ἡκέτωσαν εἰς μέσον, καὶ Θεὸν ἡμῖν τὸν ἀληθινὸν ἐπακτὸν ἔχοντα τὸν ἁγιασμὸν, οἶσπερ ἃν βούλοιντο λόγοις, καταδεικνύτωσαν. εἰ δὲ ἔστιν ἐν Υἰῷ, τὸ ἡγιάσθαι δοτὸν Θεῷ κατὰ φύσιν ὄντι καὶ ἀληθινῷ, οὐδὲν ἔτι τὸ ἀπεῖργον καὶ αὐτὸν ἡγιάσθαι ὑπονοεῖν τὸν ἐξ οὗ πάρεστι Πατέρα, καὶ εἰ Θεὸς ἀληθινὸς εἶναι πεπίστευται. ἵνα πανταχόθεν τὸ ἀνόσιον αὐτῶν ἐκπολιορκῆται θράσος, οὐ παραιτήσομαι καί τι τῶν εἰς ἀτοπίαν ἡκόντων εἰπεῖν. ἣ γὰρ οὐ μόνῳ καὶ ἐξαιρέτως ἀνακείσεται τὸ ἁγιάζειν δύνασθαι τῷ κατὰ φύσιν Θεῷ, καθάπερ καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα καλεῖν; φαίης ἄν.

  40. supplement.257

    Οὐκοῦν εἰ τοῖς κτίσμασιν ἐναρίθμιος ὑπάρχων ὁ Υἱὸς, κατά γε τὸν παρ’ ἐκείνοις λόγον, τὰ τῆς κατὰ φύσιν θεότητος ἴδια καὶ ἐξαίρετα διαπεραίνεται, καὶ φύσεως τῆς ἰδίας ποιεῖται δόξαν· ἑαυτὸν γὰρ ἁγιάσαι φησὶ λέγων, “ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυ- “τὸν, κατεκομίσθη μὲν ὡς ἔοικε τὰ τῆς ἐπέκεινα πασῶν οὐσίας ἐπὶ τὴν κτίσιν. οὐκ ἀπίθανον δὲ οἶμαι τὸ καὶ ἡμᾶς αὐτοὺς ἁγιάζειν δύνασθαι κατατολμᾶν εἰπεῖν, καθ’ ὁμοιότητα τοῦ Υἱοῦ. εἰ γὰρ γενητὸς ὑπάρχων αὐτὸς, τὰ τῆς τοσοῦτον ἀνῳκισμένης οὐσίας ἴδια ποιεῖται πλεονεκτήματα, τί τὸ ἐμποδὼν εἰς τὸ καὶ ἡμᾶς αὐτοὺς τὰ αὐτοῦ δύνασθαι πληροῦν; ἅτε δὴ καὶ ἀγχοῦ καὶ οὔτι που διεστηκότας τῆς πρὸς αὐτὸν οἰκειότητος· εἴπερ ἐστί τις παντὶ γενητῷ πρὸς γενητὸν συγγένειά τε καὶ σχέσις. κατ’ αὐτὸ δὴ τοῦτο γεγενῆσθαι φημί. εἴη δ᾿ ἃν καὶ ἑτέρως δυσεβὲς τὸ ἡγιάσθαι πιστευειν αὐτὸν τινα τρόπον τὸ ἁγιαζόμενον, ἀρ’ οὔχι τῳ υπερκειμένῳ καὶ ἀμείνονι τῆς ἰδίας φύσεως ἁγιάζεται; οὐ γάρ που τῷ αἰσχίονι φαῖεν ἃν, εἴπερ εἴς τι τῶν τελούντων εἰς ὄνησιν ἀναβιβάζει τὸ ἁγιάζεσθαι.

  41. supplement.258

    Οὐκοῦν εἴπερ ἐστιν ἀληθὲς ὡς ἡγίασται κατ’ ἐκείνους διὰ τοῦ Πνεύματος ὁ Υἱὸς, ὡς ἀμείνονι πάντως που κατεχρίετο καὶ τὴν φύσιν ἔχοντι παρ’ αὐτὸν ἑτέραν. μετάσχοι γὰρ ἀν’ ἑαυτοῦ τῶν ὄντων οὐδὲν, ἀλλ’ ἕτερον ἐν ἑτέρῳ τὸ μετεχόμενον, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον. εἶτα πῶς ἡμῖν ὁ Υἱὸς διὰ τοῦ Πνεύματος ἐναυλίζεται; πῶς δὲ τὸ ἄμεινον κατὰ φύσιν τὴν τοῦ χείρονος ἐμποιήσει μέθεξιν δι’ ἑαυτοῦ; ἡμεῖς δὲ τὸ μακροὺς ἀντεξάγειν λόγους ὡς περιττὸν ἀφέντες, φαμὲν ὅτι ἐπειδὴ τὸ ἀμετρήτως διεστηκὸς τῆς θείας αὐτοῦ καὶ ὑπερτάτης οὐσίας ἴδιον ἐποιήσατο, φημὶ δὴ τὴν σάρκα, τότε δὴ τότε καὶ ἡγιάσθαι λέγεται σοφῶς τὲ καὶ πρεπωδέστερον ἐπὶ τὸ ἀνθρώπινον τοῦ ἡγιάσθαι διάττοντος. τήν γε μὴν τοῦ ἡγιάσθαι πλήρωσιν ἤτοι τὴν ἐνέργειαν, ὡς ἐν προσώπῳ Πατρὸς τῇ τῆς θεότητος ἀνετέθει φύσει. μόνῃ γὰρ αὐτῇ τὸ ἁγιάζειν οἰκεῖον. ὁ μέν τοι Ἀπόστολος δεικνὺς ὅτι ἅμα τὲ τὴν σάρκα ἥνωσεν ἑαυτῷ ὁ Λόγος, καὶ τὴν ἀδελφότητα ἐνεδύσατο, ἐπάγει,

  42. supplement.259

    Δἰ ἢν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.

  43. supplement.260

    Χρυσοστόμου. Ὁρᾷς πῶς δείκνυσι πάλιν τὴν ὑπεροχήν; γὰρ εἰπεῖν “οὐκ ἐπαισχύνεται” δείκνυσιν οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας τοῦ μὴ ἐπαισχυνομένου τὸ πᾶν ὃν, τῆς ταπεινοφροσύνης τῆς πολλῆς. εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ’ ὁ μὲ, ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα· πολὺ δὲ τὸ μέσον. καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς ὡς Υἱὸς γνήσιος, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ· ἡμεῖς δὲ ὡς κτίσμα, τουτέστιν ἐξ οὐκ ὄντων. ὥστε πολὺ τὸ μέσον. τὴν σάρκα μέν τοι ἐνδυσάμενος, ἐνεδύσατο καὶ τὴν ἀδελφότητα, καὶ συνῆλθεν ὁμοῦ τῇ προσλήψει τῆς σαρκὸς καὶ ἡ ἀδελφότης, ἀλλὰ τὸ μὲν “ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς “μου,” καὶ τὸ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, εἰκότως παράγει. ὥσπερ γὰρ ἐνταῦθα πατέρα δείκνυσιν ἑαυτὸν, οὕτως ἐκεῖ ἀδελφόν.

  44. supplement.261

    Φωτίου. Τὸ δὲ “ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ, τί βούλεται; ἣ τάχα ἐπειδὴ ἄνω είπεν αὐτὸν ἀδελφὸν καὶ κάτω πατέρα, ἐν μέσῳ ἐσήμανεν, ὅτι ταῦτα μὲν φιλανθρωπίας ὀνόματα καὶ χάριτος τῆς αὐτοῦ. τὸ δὲ φύσει καὶ ἀληθῶς Θεὸς ἔστη φησί. τίς γὰρ πέποιθεν ἐπὶ ἑτέρῳ τινὶ, εἰ μὴ ἐπὶ μόνῳ Θεῷ, ὡσεὶ ἔλεγε, μὴ ἀκούοντες αὐτὸν ἀδελφὸν καὶ πατέρα, νομίσητε ἕνα εἶναι τῶν πολλῶν, Θεός ἐστιν ἐφ’ ὃν γέγραπται πεποιθέναι χρεών.

  45. supplement.262

    Ἀθανασίου. Ἀπόχρη μὲν οὖν καὶ τὸ “οὐκ δεῖξαι τὴν διαφορὰν τῆς υἱότητος. περὶ δεσπότου γὰρ καὶ δούλων διαλεγόμενοι καὶ τὴν τῶν δεσποτῶν ταπεινοφροσύνην διδάσκοντα εἰώθαμεν λέγειν, οὐκ ἐπαισχύνεται μετὰ τῶν οἰκετῶν ἐσθίων καὶ πίνων καὶ συγκαθήμενος, καὶ τοὺς τούτων ἀρρώστους δι’ ἑαυτοῦ θεραπεύων. τοῦτο τοίνυν κἀνταῦθα αἰνίττεται, ὡς ὁ τὸ ὑπὲρ ἡμῶν καταδεξάμενος πάθος, οὐκ ἐπαισχύνεται καλεῖν ἀδελφοὺς, τούτους ὑπὲρ ὧν τὸ πάθος ὑπέμεινε, λέγων πρὸς τὸν πατέρα ἐν Ψαλμοῖς, “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.”

  46. supplement.263

    Κυρίλλου. Ὄνομα δὲ ἐνταῦθα τὴν δόξαν λέγει, κατὰ τὸ “νέρωσά σὸν τὸ ὄνομα τοῖς ἀνθρώποις. κατέστησε γὰρ ἐναργῆ τὴν δόξαν αὐτοῦ, οὐχ ὅτι μόνον Πατήρ ἐστιν εἰπὼν καὶ διδάξας, ἀλλ’ ἐμφανῆ καθιστὰς τήν τε ἡμερότητα καὶ τὴν δόξαν αὐτοῦ ἡμῖν τοῖς γενομένοις αὐτοῦ ἀδελφοῖς, καθὸ γέγονε καθ’ ἡμᾶς· ἔφη γὰρ, ὅτι “οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ “τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, “ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” πεφανέρωκε δὲ καὶ ἑτέρως ἡμῖν τὴν τοῦ Πατρὸς δόξαν. ὅσοι γὰρ τεθέανται τὸν Υἱὸν τοῖς τῆς διανοίας ὄμμασι, θεοπρεπεστάτην ἔχοντα τὴν ἐξουσίαν καὶ τὸ ἐφ’ ἅπασι παναλκὲς, τεθέανται τὸν Πατέρα, καὶ ἐγνώκασιν αὐτόν. ἔφη γοῦν καὶ αὐτὸς ὅτι “ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,” ἀλλὰ καὶ “ἐν μέσῳ,” φησὶν, “ἐκκλησίας ὑμνήσω σε.” ἐκκλησίας δὲ ποίας ἣ ἐκείνης πάντως, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Υἱὸς, “μὴ ἔχουσαν “σπῖλον ἣ ῥυτίδα, ἁγίαν δὲ καὶ ἄμωμον;” ὑμνεῖ γε μὴν τὸν Πατέρα, τὴν δόξαν αὐτοῦ καθιστὰς φανερὰν· τοῦτο γὰρ δηλοῖ τὸ ὄνομα.

  47. supplement.264

    Γρηγορίου Νύσσησ. ἰδοὺ ἐκ τῆς Μάριας ὁ δὲ μονογενὴς, ἀδελφοὺς οὐκ ἔχει. πῶς γὰρ ἃν ἀδελφοῖς τὸ μονογενὲς διασώζοιτο; ἀλλ’ ἐπειδὴ γέγονεν ὁ Λόγος ὅπερ ἡμεῖς, δι’ ἑαυτοῦ πάλιν συνῆψε Θεῷ τὸ ἀνθρώπινον· καὶ τὸν καινὸν ἐκεῖνον ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, τοῦτον διὰ καθαρότητα τῇ συγγενείᾳ τοῦ Πατρὸς τῆς φύσεως ἡμῶν προσοικειώσας, πᾶσαν τὴν κοινωνὸν τοῦ σώματος αὐτοῦ καὶ συγγενῆ φύσιν, πρὸς τὴν αὐτὴν χάριν συνεφειλκύσατο· ὥστε οὐκέτι ἐν ἀποκηρύκτοις ὁ ἄνθρωπος, οὐδὲ τῆς τοῦ Θεοῦ βασιλείας ἀπόβλητος, ἀλλὰ πάλιν υἱὸς, πάλιν ὑπὸ τὸν Θεὸν τετιμένος, τῇ ἀπαρχῇ τῆς ἀνθρωπότητος συναγι- ᾀσθέντος καὶ τοῦ φυράματος. ὅθεν γὰρ ἀπεφοιτήσαμεν, σάρκες διὰ τὴν ἁμαρτίαν γενόμενοι, ἐκεῖ πάλιν ἡμᾶς ἀναλαβὼν, ἐπανήγαγεν ὁ δἰ ἡμᾶς κεκοινωνηκὼς σαρκός τε καὶ αἵματος. καὶ οὕτω γέγονε καὶ ἡμέτερος Πατὴρ ὁ Θεὸς, ἐπειδὴ καὶ τῆς ἡμετέρας ἀπαρχῆς.

  48. supplement.265

    Θεοδρήτου. Καὶ πάλιν “ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ ἔδειξε τὰ ταπεινῶς εἰρημένα, οἰκονομικῶς εἰρημένα. τῷ γὰρ “οὐκ “ ἐπαισχύνεται” συνέζευξε τὸ “ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ.” οὐκ ἐπαισχύνεται γὰρ διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ταπεινοῖς παρὰ τὴν οἰκείαν ἀξία, κεχρῆσθαι λόγοις.

  49. supplement.266

    Καὶ πάλιν ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.

  50. supplement.267

    Βασιλείου. Ἐκ προσώπου τοῦ Χριστοῦ καὶ οὗτος ἐστὶν λόγος· ἀπὸ γὰρ τοῦ ἰδίου προσώπου διαλεγόμενος, λέγει ἐν Ἡσαΐᾳ, ὅτι ἐγὼ τοὺς εἰς ἐμὲ πεπιστευκότας ἄρτι ἀναγεννηθέντας ἐν τῷ ἀποθέσθαι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἀναλαβεῖν τὸν νέον, οἱονεὶ παῖδας ἀρτιγενεῖς, ἁπαλοὺς τὸν τρόπον καὶ ἀπειροκάκους, ἀπογεγαλακτισμένους λοιπὸν ἀπὸ τῶν εἰσαγωγικῶν λόγων, καὶ ἐπὶ τὴν τελεωτέραν τροφὴν τῶν μυστηρίων χωροῦντας, τούτους προσλαβόμενος, καὶ θάλπων τῷ κόλπῳ τῆς εὐσπλαγχνίας, προσάγει τῷ Πατρί. δι’ ἐμοῦ γὰρ ἡ ὁδὸς τῆς πρὸς αὐτὸν ἐπιγνώσεως.

  51. supplement.268

    Θεοδρήτου. Εἶτα τῆς περὶ τῶν παιδίων μαρτυρίας ἐξυφαίνει τὸν λόγον ὁ Παῦλος.

  52. supplement.269

    Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θα· νάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δου- λείας.

  53. supplement.270

    Κυρίλλου. Τὰ παιδία, φησὶν, ἐν τούτοις, ἡμᾶς δηλονότι τοὺς ὄντας ἐπὶ τῆς γῆς, κατὰ τὸ “ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψί- “στου.” ὅσον γὰρ ἧκεν εἰς τὸ Θεῷ δοκοῦν, πάντες ἃν ἦμεν τέκνα. νῦν δὲ ὡς ἄνθρωποι ἀποθνήσκομεν, καὶ πίπτομεν τοῖς τῆς σαρκὸς πάθεσι τὸν νοῦν ὑποφέροντες. πῶς οὖν ἄρα κεκοινώνηκεν αἵματος καὶ σαρκός; ψυχὴ γὰρ ἡ ἀνθρωπίνη φύσιν ἑτέραν ἔχουσα, τὴν σάρκα τῇ πρὸς αὐτὴν συνθέσει καθ’ ἕνωσιν, τὸ ἕν τε καὶ λογικὸν ἀποτετέλεκε ζῶον, τουτέστιν τὸν ἄνθρωπον· οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐψυχωμένῃ σαρκὶ ἑαυτὸν ἑνώσας, μετέσχεν αἵματος καὶ σαρκὸς παραπλήσιος ἰὸς ἡμῖν, διὰ γεννήσεως δηλονότι τῆς ἐκ γυναικός. εἰς οὖν Κύριος Ἰησοῦς Χριστὸς, ὡς ἑνώσαντος μὲν ἑαυτῷ τοῦ Θεοῦ Λόγου τὸ ἀνθρώπινον, μεμενηκότος δὲ καὶ οὕτως ὅπερ Θεός. εἰ δὲ αὐτὸς κατήργηκε τοῦ θανάτου τὸ κράτος ὡς ζωὴ καὶ Θεὸς, ἴδιον αὐτοῦ νοεῖσθαι πρέπει τὸ πεπονθὸς τὸν θάνατον· ἵν ὡς αὐτὸς ἀναστὰς καταργῆσαι λέγοιτο τὴν φθορὰν, καὶ εἰς ἅπαν ἡμῶν παραπέμψῃ τὸ νέον τῆς ἀφθαρσίας τὴν χάριν. ἐπειδὴ δέ ἐστι τῶν τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος μέτρων ἐπέκεινα τὸ πατῆσαι θάνατον, ἑνώσει φαμὲν ἤγουν κοινωνίᾳ τῇ πρὸς σάρκα τε καὶ αἷμα τὸν Λόγον γενέσθαι καθ’ ἡμᾶς ἄνθρωπον. ἀπομεμενηκέναι δὲ καὶ οὕτω θανάτου κρείττω· Θεὸς γὰρ ἦν ἐν σαρκί.

  54. supplement.271

    Πῶς οἷόν τε ἦν φησὶν, ἢ ἀδελφὸν ἡμῶν αὐτὸν χρηματίσαι, ἣ παῖδας ἡμᾶς γνησίως καλέσαι, μὴ τὴν αὐτὴν περικείμενον φύσιν; οὗ δὴ χάριν ταύτην ἀναλαβὼν, τὴν τοῦ θανάτου κατέλυσε δυναστείαν, καὶ τὸ ἐπικείμενον ἡμῖν διέλυσε δέος. δειμαίνοντες γὰρ ἀεὶ διετελοῦμεν τὸν θάνατον· ἐπειδή περ ἕλκειν ἠναγκαζόμεθα τῆς θνητότητος τὸν ζυγόν. σφόδρα δὲ ἀναγκαίως καὶ τὸ “παραπλησίως τέθεικεν, ἵνα τὴν τῆς φαντασίας διελέγξῃ συκοφαντίαν. ταῦτα δὲ ἅπαντα διεξῆλθε διδάσκων τοὺς ἐλάττονα τῶν Ἀγγέλων τὸν Υἱὸν διὰ τὸ πάθος ὑπολαμβάνοντας, ὡς ἀναγκαίως τὸ πάθος ὑπέμεινε. τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς ἐκπαιδεύει σαφέστερον.

  55. supplement.272

    Χρυσοστόμου. Ἀλλ᾿ ἐγκαλυπτέσθωσαν οἱ δοκήσει αὐτὸν παραγεγενῆσθαι καὶ οὐκ ἀληθείᾳ. οὐ γὰρ εἶπεν ὅτι μετέσχε τούτων μόνον, καὶ ἐσίγησε· καὶ τοι καὶ εἰ οὕτως εἶπεν, ἵκανον ἢν, ἀλλ’ ἕτερόν τι μεῖζον ἔθηκε, τὸ “παραπλησίως” προσθεὶς, οὐ φαντασίᾳ, οὐδὲ εἰκόνι φησὶν, ἐπεὶ τὸ παραπλησίως οὐ σώζεται, ἀλλ’ ἀληθεία δεικνὺς τὴν ἀδελφότητα· εἶτα καὶ τὴν αἰτίαν τίθησι τῆς οἰκονομίας, “ὅπως διὰ τοῦ θανάτου,” φησὶ, “καταργήσῃ τὸν τὸ “κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.” ἐνταῦθα τὸ θαυμαστὸν δείκνυσιν, ὅτι δι’ οὗ ἐκράτησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη, καὶ ὅπερ ἰσχυρὸν ἦν αὐτῷ ὅπλον κατὰ τῆς οἰκουμένης ὁ θάνατος, τούτω αὐτὸν ἔπληξεν ὁ Χριστός. ἐνταῦθα τὸ πολὺ τῆς δυνάμεως τοῦ νικήσαντος ἐμφαίνει· ὁρᾷς ὅσον ὁ θάνατος εἰργάσατο καλόν; “καὶ ἀπαλλάξῃ,” φησὶ, “τούτους, ὅσοι φόβῳ θανάτου διὰ “παντὸς τοῦ ζῆν, ὄι ἦσαν δουλείας.” τίνος ἕνεκεν φρίττετε φησίν; τί δεδοίκετε ἕτε τὸν καταργηθέντα; οὐκέτι φοβερός ἐστιν, ἀλλὰ πεπάτηται, καταπεφρόνηται· εὐτελής ἐστι καὶ οὐδενὸς ἄξιος. τι δέ ἐστι, “φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας;” ἣ τοῦτο φησὶν, ὅτι ὁ τὸν θάνατον δεδοικὼς, δοῦλος ἐστὶ καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ μὴ ἀποθανεῖν· ἣ ἐκεῖνο, ὅτι πάντες δοῦλοι ἦσαν τοῦ θανάτου, καὶ τῶ μηδέπω αὐτὸν λελύσθαι, ἐκρατοῦντο· ἣ ὅτι φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι, ἀεὶ ἀποτεθνήξεσθαι προσδοκῶντες, καὶ τὸν θάνατον δεδοικότες, οὐδεμιᾶς ἡδονῆς αἴσθησιν λαβεῖν ἠδύναντο, τοῦ φόβου τούτου παρόντος αὐτοῖς. τοῦτο γὰρ ἠνίξατο εἰπὼν “διὰ παντὸς τοῦ ζῇν.” δείκνυσι δὲ ἐνταῦθα τοὺς θλιβομένους, τοὺς ἐλαυνομένους, τοὺς καὶ πατρίδος καὶ οὐσίας καὶ τῶν ἄλλων ἀποστερουμένους ἤδη y διάγοντας καὶ ἐλευθεριώτερον ἐκείνων, τῶν ἐν τρυφῇ τὸ πάλαι διαγόντων, τῶν μηδὲν τοιοῦτον παθόντων, τῶν εὐθηνουμένων. εἴγε ἐκεῖνοι μὲν διὰ παντὸς τοῦ ζῆν ὑπὸ τῶ φόβω τούτω ἦσαν καὶ δοῦλοι· αὐτοὶ δὲ τούτου εἰσὶν ἀπηλλαγμένοι, καὶ γελῶντες τοῦτο ὅπερ ἐκεῖνοι πεφρίκεσαν. ταὐτὸν γάρ ἐστιν νῦν, ὥσπερ ἂν εἴ τις μέλλοντα μέλλοντα τὴν ἐπὶ θάνατον ἄγεσθαι καὶ ἀεὶ τοῦτο προσδοκῶντα λιπαίνοι πολλῇ τῇ τρυφῇ. τοιοῦτόν τι ἦν τὸ παλαιὸν ὁ θάνατος. νῦν δὲ ὥσπερ ἃν εἴ τις τὸν φόβον ἐκεῖνον ἐκβαλὼν, μετὰ τῆς τρυφῆς ἐπαγγέλοιτο ἀθλεῖν, καὶ προτιθείη τὸν ἀγῶνα ὥστε μηκέτι εἰς θάνατον, ἀλλ’ εἰς βασιλείαν ἀγαγεῖν. τίνων ἃν ἠθέλησας γενέσθαι, τῶν ἐν τῷ δεσμωτηρίῳ λιπαινομένων μετὰ τοῦ καθ’ ἑκάστην ἡμέραν τὴν ἀπόφασιν προσδοκᾷν, ἢ τῶν ἀθλούντων καὶ πονούντων ἑκοντὶ ὥστε τὸ διάδημα τῆς βασιλείας ἀναδήσασθαι; ὁρᾷς πῶς αὐτῶν ἦρι τὴν ψυχὴν, καὶ μετεώρους εἰργάσατο; δείκνυσι δὲ, οὐ τὸν θάνατον πεπαυμένον μόνον, ἀλλὰ διὰ τούτου κἀκεῖνον τὸν ἄσπονδον, τὸν διάβολον λέγω καταργηθέντα. ὁ γὰρ θάνατον μὴ δεδοικὼς, ἔξω τῆς τυραννίδος ἐστὶ τοῦ διαβόλου. εἰ γὰρ δέρμα ὑπὲρ δέρματος καὶ πάντα δώσει τίς ὑπὲρ τῆς ψυχῆς αὐτοῦ, ὅταν καὶ ταύτης τίς κρίνει καταφρο- νεῖν, τίνος ἔσται δοῦλος λοιπὸν, ὁ τοιοῦτος πάντων ἐστὶν ἀνώτερος, καὶ πάντων ἐλευθεριώτερος; πάντα γὰρ μικρὰ τῳ μηδὲ τὴν ψυχὴν τιμίαν τιθεμένῳ κατὰ τὸν μακάριον Παῦλον. ὅταν δὲ εὕρῃ ψυχὴν τοιαύτην ὁ διάβολος, οὐδὲν ἐργάσασθαι δυνήσεται ἐν αὐτῇ τῶν αὐτοῦ. ὁρᾷς ὅτι τοῦ θανάτου τὴν τυραννίδα ἐκβαλὼν, κατέλυσε καὶ τοῦ διαβόλου τὴν ἰσχύν. ὁ γὰρ περὶ ἀναστάσεως μυρία φιλοσοφεῖν εἰδὼς, πῶς δέδοικε λοιπὸν θάνατον;

  56. supplement.273

    Ἰσιδώρου. Εἰ δὲ πυνθάνῃ τί ἐστι, “καὶ ἀπαλλάξῃ αὐτοὺς “ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἦσαν ἔνοχοι δουλείας,” ἄκουε. οὐχ ὁ θάνατος, ὦ βέλτιστε, ἀλλὰ τὸ δικαστήριον τὸ μετὰ τὸν θάνατον, ἀποτρέπει τῶν ἁμαρτημάτων. οἱ γὰρ ἀσεβεῖς σπινθῆρα νομίσαντες εἶναι τὴν ψυχὴν, οὗ ἀποσβεσθέντος, ὡς ἔφασαν, τέφρα ἀποβήσεται, τὸ σῶμα μόνον τεθνάναι νομίζοντες, μὴ κρίνεσθαι δὲ, ταῦτα γάρ ἐν τῇ ἐπιγεγραμμένῃ σοφίᾳ Σολομῶντος εἰρήκασιν, οὐδὲν ἄπρακτον εἴασαν. ὡς γὰρ μηκέτι ὄντες μετὰ θάνατον πάντα δρᾷν τὰ αἰσχύνης καὶ θανάτων καὶ κολάσεων ἄξια ἐπεχείρουν, λέγοντες, “αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.” ἦλθε τοίνυν ὁ Σωτῆρ’ μετὰ τῶν ἄλλων ὧν κατώρθωσε, καὶ ταύτης ἀπαλλάξων τοὺς ἀνθρώπους τῆς ἐπινοίας τὴν γὰρ τῆς ψυχῆς ἀθανασίαν ὁρισάμενος ἐν τῷ φάναι, “τὴν δὲ ψυχὴν μὴ δυναμένων “ἀποκτεῖναι,” καὶ τὴν τῶν σωμάτων ἀνάστασιν εὐαγγελισάμενος διὰ τοῦ εἰπεῖν ὅτι “ἐν τῆ ἀναστάσει οὐκέτι γάμος, ἀλλ’ ἔσονται ὡς “Ἄγγελοι,” τήν τε κρίσιν καὶ τὴν κόλασιν προμηνύσας, διὰ πολλῶν μὲν ἄλλων καὶ ἐν τῷ φράσαι δὲ, “φοβήθητε τὸν δυνάμενον “καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ,” πάσης ἐκείνης ἠλευθέρωσεν ἅπαντας τῆς ὑπονοίας, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν τῆς δουλείας. τὸ γὰρ θεῖον δεκαστήριον ἐν νῷ λαμβάνοντες, καὶ ὡς πρὸς σκοπὸν τὸ ὄμμα τείνοντες, οὐδὲν φαῦλον πράξαι τολμήσειαν. οἶμαι μὲν οὖν σεσαφηνίσθαι τὸ ῥητόν. εἰ δὲ καὶ μεταφρασθήναι αὐτῶι βούλει, φήσαιμι. ἐπειδὴ ὡς μέλλοντες ἀποθνήσκειν ἐδούλευον ἀφειδῶς ταῖς ἁμαρτίαις, ὁ γὰρ τοῦ θανάτου φόβος βλοσυρὸν αὐτοῖς ἐνορῶν, καὶ τὴν τοῦ μηκέτ’ εἶναι ἔννοιαν τίκτον, εἰς πᾶσαν αὐτοὺς δουλείαν ἁμαρτίας ἀπέπεμπε. διὰ τοῦτ’ ἦλθεν ὁ Χριστὸς καὶ ταύτης αὐτοὺς ἀπαλλάξων τῆς δουλείας. εἰ δὲ μηδ’ οὕτως νενόηται, σαφέστερον εἰρήσεται. πολλοῖς γὰρ ἁλώσιμον οὐκ ἔστι τὸ νόημα τὸ ἀποστολικόν. ἀπαλλάξῃ, φησὶ, τούτους τοῦ φόβου τοῦ θανάτου, τοῦ ἀνυπαρξίαν αὐτοῖς ἀπειλοῦντος, καὶ ἀγάγοι εἰς ἔννοια, τοῦ μετὰ τὴν ἐντεῦθεν τελευτὴν ἀδεκάστου κριτηρίου. οὕτω γὰρ ἄσμενοι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν τρέχοιεν, τῇ ἐλπίδι τῶν στεφάνων πτερούμενοι· καὶ τὴν ἁμαρτίαν φεύγοιεν τῷ φόβῳ τῶν ἐσομένων τιμωριῶν. εἰ δὲ καὶ εἰς ἄλλο ἐνθύμημα βλέπει ὁ νοῦς ὁ ἀποστολικὸς, τῆς συνέσεως τῆς σῆς ἐστὶ κρῖναι. εἰκὸς γὰρ καί τι τοιοῦτον αὐτὸν ἐμφαίνειν. ἐπειδὴ πολλοὶ τὸν θάνατον δεδιότες ὡς εἰς ἀνυπαρξίαν παραπέμποντα, πολλὰ καὶ παρὰ γνώμην καὶ δρᾶσαι καὶ παθεῖν αἰσχρὰ ὑπέμενον. ἵνα μὴ μόνον τιμωρηθεῖεν παρὰ τῶν δυνατωτέρων. ἐρῶντες γὰρ καὶ μὴ τυγχάνοντες τοῦ σκοποῦ, δόλους καὶ ἐπιβουλὰς θάνατον τίκτοντας κατεσκεύαζον, ὡς δηλοῦσιν, εἴτε κατὰ τὸν Ἰωσὴφ, εἴτε κατὰ τὴν Σωσάνναν ἱστορίαι. ἧκε παιδεύσων τοὺς ἀνθρώπους ὅτι ὁ θάνατος αἱρετώτερός ἐστι τῆς κακίας, καὶ χρὴ μᾶλλον τοῦτον καταδέχεσθαι, ἤ τι τῶν αἰσχίστων δράσαι τὲ καὶ παθεῖν. ὁ μὲν γὰρ ὑπὸ τῆς ἀναστάσεως σβεσθήσεται, τὰ δὲ, εἰς κολάσεις κατα- λήξουσιν.

  57. supplement.274

    Ἀθανασίου. Ἄνωθεν δὲ πάλιν περὶ τοῦ αὐτοῦ ῥητέον πλατύτερον. ὁ Θεὸς ἀγαθὸς ὣν, οὐδενὶ τοῦ εἶναι φθονήσας, ἐξ οὐκ ὄντων τὰ πάντα πεποίηκε διὰ τοῦ ἰδίου Λόγου αὐτοῦ. ἐν οἷς πάντων μάλιστα τῶν ἐπὶ γῆς, τὸ ἀνθρώπινον γένος ἐλεήσας, καὶ θεωρήσας ὡς οὐχ ἱκανὸν εἴη κατὰ τὸν τῆς ἰδίας γενέσεως λόγον διαμένειν, ἀεὶ πλέον τί χαριζόμενος αὐτοῖς, οὐχ ἁπλῶς ὡς τὰ ἄλογα ζῷα ἔκτισε τοὺς ἀνθρώπους, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ εἰκόνα ἐποίησεν αὐτοὺς, μεταδοὺς αὐτοῖς καὶ τῆς τοῦ δίου λόγου δυνάμεως, ἵνα ὡσπερ σκιάς τινας ἔχοντες τοῦ λόγου καὶ γενόμενοι λογικοὶ, διαμένειν ἐν μακαριότητι δυνηθῶσι, ζῶντες τὸν ἀληθινὸν καὶ ὄντως τῶν ἁγίων ἐν παραδείσῳ βίον. εἰδὼς δὲ πάλιν τὴν ἀνθρώπων εἰς ἀμφότερα νεύειν δυναμένην προαίρεσιν, προλαβὼν ἠσφαλίσατο νόμῳ, τὴν δοθεῖσαν αὐτοῖς χάριν. εἰς τὸν ἑαυτοῦ γὰρ παράδεισον αὐτοὺς εἰσαγαγὼν, ἔδωκεν αὐτοῖς νόμον ἵνα εἰ μὲν φυλάξαιεν τὴν χάριν, καὶ μένοιεν καλοὶ, ἔχωσι τὴν ἐν παραδείσῳ ἄλυπον ζωὴν, πρὸς τὸ καὶ τῆς ἐν οὐρανοῖς ἀφθαρσίας αὐτοὺς τὴν ἐπαγγελίαν ἔχειν. εἰ δὲ παραβαῖεν καὶ στραφέντες γένοιντο φαῦλοι, γινώσκοιεν ἑαυτοὺς τὴν ἐν θανάτῳ κατὰ φύσιν φθορὰν ὑπομένειν, καὶ μένειν ἐν τῷ θανάτῳ. τὸ γὰρ “θανάτῳ ἀποθανεῖσθε,” τί ἃν ἄλλο εἴη ἣ τὸ μὴ μόνον ἀποθνήσκειν, ἀλλὰ καὶ ἐν τῇ τοῦ θανάτου φθορᾷ διαμένειν;

  58. supplement.275

    Οὕτω μὲν οὖν ὁ Θεὸς τὸν ἄνθρωπον πεποίηκε, καὶ μένειν ἠθέλησεν ἐν ἀφθαρσίᾳ. ἄνθρωποι δὲ ἀποστραφέντες τὴν πρὸς τὸν Θεὸν κατανόησιν, ἐπινοήσαντες δὲ ἑαυτοῖς τὴν κακίαν, ἔσχον τὴν προαπειληθεῖσαν τοῦ θανάτου κατάκρισιν, καὶ ὁ θάνατος αὐτῶν ἐκράτει βασιλεύων. ἡ μὲν γὰρ παράβασις τῆς ἐντολῆς, εἰς τὸ κατὰ φύσιν αὐτοὺς ἐπέστρεφεν, ἵνα ὥσπερ οὐκ ὄντες γεγόνασιν, οὕτως καὶ τὴν εἰς τὸ μὴ εἶναι φθορὰν ὑπομείνωσιν εἰ γὰρ φύσιν ἔχοντες τὸ μὴ εἶναι ποτε τῇ τοῦ Λόγου παρουσίᾳ καὶ φιλανθρωπίᾳ εἰς τὸ εἶναι ἐκλήθησαν, ἀκόλουθον ἦν κενωθέντας τῆς περὶ Θεοῦ ἐννοίας καὶ εἰς τὰ οὐκ ὄντα αποστραφεντας· οὐκ ὄντα γάρ ἐστι τὰ κακὰ, ὄντα δὲ τὰ καλά ἐπειδή περ ἀπὸ τοῦ ὄντως Θεοῦ γεγονασιν, κενωθῆναι καὶ τοῦ εἶναι ἀεί· τοῦτο δέ ἐστι τὸ διαλυθέντας μένειν ἐν τῷ θανάτῳ καὶ τῇ φθορᾷ. ἔστι μὲν δὴ κατὰ φύσιν ὁ ἄνθρωπος θνητὸς, ἅτε δὴ ἐξ οὐκ ὄντων γεγονὼς, διὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα, ἣν διεφύλαττε διὰ τῆς πρὸς αὐτὸν κατανοήσεως, ἤμβλυνεν ἃν τὴν κατὰ φύσιν φθορὰν, καὶ ἔμεινεν ἄφθαρτος· διὰ γὰρ τὸν συνόντα Λόγον καὶ ἡ κατὰ φύσιν φθορὰ τούτῳ οὐκ ἤγγιζεν. ἐπεὶ δὲ φθόνῳ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἀπεστράφησαν, ἀπέθνησκον. ἡ δὲ φθορὰ λοιπὸν κατ’ αὐτῶν ἤκμαζεν, ὅσω καὶ τὰ τῆς κακίας ἐπετείνετο καὶ νόμῳ ἴσχυε καθ’ ἤμων ο θάνατος, καὶ οὐχ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν, διὰ τὸ ὑπὸ Θεοῦ τεθεῖσθαι τοῦτον, τῆς παραβάσεως χάριν. καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς εν τοῖς γινομένοις. ἄτοπον μὲν γὰρ ἢν εἰπόντα ’τον Θέον ψευσασθαι, ἀπρεπὲς δὲ τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ λόγου αὐτοῦ μετασχόντα, παραπόλλυσθαι, καὶ τὴν τοῦ Θεοῦ τέχνην ἐν τοῖς ἀνθρώποις ἀφανίζεσθαι, ἣ διὰ τὴν αὐτῶν ἀτέλειαν, ἣ διὰ τὴν τῶν δαιμόνων ἀπάτην. φθειρομένων τοίνυν τῶν λογικῶν, τι ἔδει τὸν Θεὸν ποιεῖν ἀγαθὸν ὄντα ; ἀφεῖναι τὴν φθορὰν κατ’ αὐτῶν ἰσχύειν; καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι; ἔδει γὰρ αὐτὰ μὴ γενέσθαι, ἣ γενόμενα, παραμεληθῆναι καὶ ἀπολέσθαι· ἀσθένεια γὰρ μᾶλλον καὶ οὐκ ἀγαθότης ἐκ τῆς ἀμελείας γινώσκεται τοῦ Θεοῦ. οὐκοῦν ἔδει τοὺς ἀνθρώπους μὴ ἀφιέναι φέρεσθαι τῇ φθορᾷ. ἀλλὰ πάλιν ἀντίκειται τὸ δεῖν ἀληθῆ φανῆναι τὸν Θεὸν ἐν τῇ περὶ τοῦ θανάτου νομοθεσίᾳ. τί οὖν ἔδει καὶ ἐν τούτῳ ποιῆσαι τὸν Θεόν; μετάνοιαν ἐπὶ τῇ παραβάσει τοὺς ἀνθρώπους ἀπαιτῆσαι, ἵν ὥσπερ ἐκ τῆς παραβάσεως εἰς φθορὰν, οὕτως ἐκ τῆς μετανοίας εἰς ἀφθαρσιαν γένοιντο. ἀλλ’ ἡ μετάνοια οὔτε τὸ εὔλογον τὸ πρὸς Θέον ἐφύλαττεν. ἔμενε γὰρ πάλιν οὐκ ἀληθὴς, μὴ κρατουμένων ἐν τῷ θανάτῳ τῶν ἀνθρώπων. οὔτε δὲ ἡ μετάνοια ἀπὸ τῶν κατὰ φύσιν ἀνακαλεῖται, ἀλλὰ μόνον παύει τῶν ἁμαρτημάτων.

  59. supplement.276

    Εἰ μὲν οὖν μόνον ἦν πλημμέλημα, καὶ μὴ φθορᾶς ἐπακολούθησις, καλῶς ἃν ἦν ἡ μετάνοια. εἰ δὲ ἅπαξ προλαβούσης τῆς παραβάσεως εἰς τὴν κατὰ φύσιν φθορὰν ἐκρατοῦντο οἱ ἄνθρωποι, καὶ τὴν τοῦ κατ’ εἰκόνα χάριν ἀφαιρεθέντες ἦσαν, τί ἄλλο ἔδει γενέσθαι; ἣ τίνος ἦν χρεία πρὸς τὴν τοιαύτην χάριν καὶ ἀνάκλησιν, ἣ τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάντα πεποιηκότος, τοῦ Θεοῦ Λόγου; αὐτοῦ γὰρ ἦν πάλιν καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν ἐνεγκεῖν, καὶ τὸ ὑπὲρ πάντων εὔλογον ἀποσῶσαι πρὸς τὸν Πατέρα. τούτου δὴ ἕνεκεν ὁ ἄφθαρτος τοῦ Θεοῦ Λόγος παραγίνεται εἰς τὴν ἡμετέραν χώραν· οὔτε γε μακρὰν ὢν πρότερον· οὐδὲν γὰρ αὐτοῦ καινὸν ὑπολέλειπται τῆς κτίσεως μέρος, ἀλλὰ παραγίνεται συγκαταβαίνων τῇ εἰς ἡμᾶς αὐτοῦ φιλανθρωπίᾳ καὶ ἐπ’ ἐπιφανείᾳ· καὶ ἰδὼν τὸ λογικὸν ἀπολλύμενον γένος, καὶ τὸν θάνατον κατ’ αὐτῶν βασιλεύοντα τῆ φθορᾷ, ὁρῶν δὲ καὶ τὴν ἀπειλὴν τῆς παραβάσεως διακρατοῦσαν τὴν καθ’ ἡμῶν φθορὰν, καὶ ὅτι ἄτοπον ἦν πρὸ τοῦ πληρωθῆναι τὸν νόμον λυθῆναι· ὁρῶν δὲ καὶ τὸ ἀπρεπὲς ἐν τῷ συμβεβηκότι, ὅτι ὥν αὐτὸς ἦν δημιουργὸς ταῦτα παρηφανίζετο· ὁρῶν δὲ καὶ τὴν ὑπερβάλλουσαν τῶν ἀνθρώπων κακίαν, καὶ τὸ ὑπεύθυνον πάντων πρὸς τὸν θάνατον· ἐλεήσας ἡμῶν τὴν ἀσθένειαν, καὶ τῆ φθορᾷ ἡμῶν συγκαταβὰς, καὶ τὴν τοῦ θανάτου κράτησιν κατενέγκας, ἵνα μὴ τὸ γενόμενον ἀπόληται, λαμβάνει ἑαυτῷ σῶμα, καὶ τοῦτο οὐκ ἀλλότριον τοῦ ἡμετέρου, ἀλλὰ τὸ ἡμέτερον· καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐν ἀχοάντῳ παρθένῳ κατασκευάζει ἑαυτῷ ναὸν τὸ σῶμα, καὶ ἰδιοποιεῖται αὐτὸ, καὶ οὕτως ἀπὸ τῶν ἡμετέρων τὸ ὅμοιον λαβὼν διὰ τὸ πάντας ὑπευθύνους εἶναι τῇ τοῦ θανάτου ᾇ, ἀντὶ πάντων αὐτὸ θανάτῳ παραδοὺς, προσῆγε τῷ Πατρί. καὶ τοῦτο φιλανθρώπως ποιῶν, ἵνα ὡς μὲν πάντων ἀποθανόντων, ἐν αὐτῷ λυθῇ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων νόμος, ἅτε δὴ πληρωθείσης τῆς ἐξουσίας ἐν τῷ Κυριακῷ σώματι, καὶ μηκέτι χώραν ἔχοντος κατὰ τῶν ὁμοίων ἀνθρώπων, ὡς δὲ εἰς φθορὰν ἀναστρέψαντας τοὺς ἀνθρώπους, πάλιν εἰς τὴν ἀφθαρσίαν ἐπιστρέψει, καὶ ζωοποιήσει τούτους ἀπὸ τοῦ θανάτου τῇ τοῦ σώματος ζωοποιήσει, καὶ τῇ τῆς ἀναστάσεως χάριτι τὸν θάνατον ἀπ’ αὐτῶν ὡς καλάμην ἀπὸ πυρὸς ἐξαφανίζων. συνιδὼν γὰρ ὁ Λόγος ὅτι ἄλλως οὐκ ἃν λυθείη τῶν ἀνθρώπων ἡ φθορὰ, εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷον τε δὲ ἢν τὸν Λόγον ἀποθανεῖν ἀθάνατον ὄντα, τούτου ἕνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῷ λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ Λόγου μεταλαβὸν, ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ, καὶ διὰ τὸν ἐνοικήσαντα Λόγον ἄφθαρτον διαμείνῃ, καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι.

  60. supplement.277

    Ὅθεν ὡς ἱερεῖον καὶ θῦμα παντὸς ἐλεύθερον σπίλου ὃ αὐτὸς ἑαυτῷ ἔλαβε σῶμα προσάγων εἰς θάνατον, ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον τῇ προσφορᾷ τοῦ καταλλήλου. ὑπὲρ πάντας γὰρ ὣν ὁ Λόγος τοῦ Θεοῦ, εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσάγων ἀντίψυχον, ὑπὲρ τοῦ Δαβὶδ καὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἀδὰμ ὡς γέγραπται· εἶτα καὶ τῆς ἐνανθρωπήσεως λέγει τὴν αἰτίαν, ὅτι τῆς ἐκείνου ἐνσωματώσεως ἡμεῖς γεγόναμεν ὑπόθεσις, καἰ διὰ τὴν ἡμῶν σωτηρίαν ἐφιλανθρωπεύσατο καὶ ἐν ἀνθρωπίνῳ γενέσθαι καὶ φανῆναι σώματι, ἵνα διὰ τοῦ θανάτου αὐτοῦ καταλυθῇ, ὁ τῆς ἁμαρτίας ἄρχων διάβολος, ἥτις ἐστὶ κράτος καὶ ἰσχὺς τοῦ θανάτου. δι’ αὐτῆς γὰρ ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε. τῇ γὰρ τοῦ ἰδίου σώματος θυσίᾳ, καὶ τέλος ἐπέθηκε τῷ καθ’ ἡμᾶς νόμῳ, καὶ ἀρχὴν ζωῆς ἡμῖν ἀνεκαίνησεν, ἐλπίδα τῆς ἀναστάσεως δεδωκώς. οὐκέτι γὰρ νῦν ὡς κατακρινόμενοι ἀποθνήσκομεν, ἀλλ’ ὡς ἐγειρόμενοι περιμένομεν τὴν κοινὴν πάντων ἀνάστασιν.

  61. supplement.278

    Κυρίλλου. Νοοῖτο δ᾿ ἃν πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκως αιματος καὶ σαρκὸς, ὡς ἕτερος ὣν παρ’ ἡμᾶς κάτα φύσιν οὐ γάρ τοι φαίη τίς ἃν ἀνθρώπῳ βλέπειν τὸ ἀνθρωπότητος μετασχεῖν· ὃ γάρ ἐστι κατὰ φύσιν, πῶς ἄν τις νοοῖτο λαβὼν ὡς ἕτερον ὄντι πη ὅπερ ἐστί; τι δέ ἐστι “παραπλησίως μετέσχε τῶν “αὐτῶν;” ἣ ἐκεῖνό που πάντως, ὅτι γέγονε καθ’ ἡμᾶς ἐν αἵματι καὶ σαρκὶ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οὐκ ἄψυχον, καθάπερ ἔδοξέ τισι τῶν αἱρετικῶν, ἐμψυχωμένον δὲ ψυχῇ λογικῇ· καὶ οὕτω προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς, οὐκ ὀλιγωρήσας τοῦ εἶναι Θεὸς, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς, μεμενηκὼς ὅπερ ἦν ἀεί. ἐπειδὴ δὲ βαθὺς ὁ λόγος, πρόσεχε διεγηγερμένῳ (??) πῶς ἡμεῖς κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, ἑτεροφυὴς γὰρ ἡ ψυχὴ πρὸς αἷμα καὶ σάρκα. ἀλλ’ εἰς ἄνθρωπον ἕνα δι’ ἀμφοῖν συντεθείμεθα, ταῖς τοῦ πλάσαντος ἡμᾶς εὐτεχνίαις, εἰς ἄφραστόν τινα συνδεδραμηκότων ἑνότητα τῶν ἀλλήλοις ἐναντίων κατὰ τὴν φύσιν. “βούλῃ,” καθά φησιν Ἡσαΐας, “μετρήσωμεν τῇ χειρὶ τὸ ὕδωρ, “καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;” βούλῃ τὰ ὑπὲρ ἡμᾶς ἴδωμεν ἐκ τῶν καθ’ ἡμᾶς; οὐκοῦν παραθέντες εἰς παράδειγμα βραχὺ τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, ἀναπηδήσωμεν εἰς ἐννοίας τὰς ἐπὶ Χριστῷ. ἕνωσιν ἀληθῆ γενέσθαι φαμὲν προσλαβόντος τοῦ Λόγου τὸ ἀνθρώπινον. ἴδιον γὰρ ἐποιήσατο σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ἴδιον δὲ ὡσὰν εἰ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτοῦ· καὶ τοῦτο οἶμαι δηλοῦν τὸ γενέσθαι σάρκα αὐτὸν, οὐ κατὰ τροπὴν ἣ μετάστασιν· ἄτρεπτος γὰρ ἡ θεία φύσις· ἀλλ’ ὅτι τῇ θείᾳ γραφῇ σύνηθές πώς ἀεὶ καὶ ὅλον ἔσθ’ ὅτε τὸν ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ὡς ἀπὸ μόνης καταδηλοῦν τῆς σαρκὸς, οἷον ἐστὶ τὸ “ἐκχεῶ “ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.” ἕνα τοίνυν ὁμολογοῦμεν Υἱὸν, γεννηθέντα μὲν θεικῶς ἐκ Πατρὸς, καθὸ νοεῖται καὶ ἔστι Λόγος, ἀποτεχθέντα δὲ αὐτὸν ἐκ γυναικὸς κατὰ σάρκα· νοηθήσεται γὰρ οὕτω, κεκοινωνηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, ἵνα διὰ τοῦ οἰκείου θανάτου καταργήσῃ τὸν διάβολον, οὗ φθόνῳ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε· ῥίζα γὰρ ὥσπερ ζωῆς ὁ Χριστοῦ γέγονε θάνατος, καὶ φθορᾶς ἀναίρεσις, καὶ ἁμαρτίας ἀποτροπὴ καὶ πέρας ὀργῆς. γεγόναμεν ἐπάρατοι, καὶ ὑπὸ θανάτου δίκην ἐν Ἀδὰμ, ἀλλὰ κεχρημάτικεν ὁ Λόγος, ὁ μὴ εἰδὼς ἁμαρτίαν, υἱὸς Ἀδὰμ, καὶ λέλυται δι’ αὐτοῦ τῆς τοῦ πρώτου παραβάσεως τὰ ἐγκλήματα· ὤφθη γὰρ ἡ ἀνθρώπου φύσις ἐν Χριστῷ ὑγιῶς ἔχουσα, τὸ ἀπλημμελὲς τοῦτο σέσωκε τοὺς ἐπὶ γῆς.

  62. supplement.279

    Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.

  63. supplement.280

    Κυρίλλου. Σπέρματος Ἀβραὰμ ἐπιλαβέσθαι φαμὲν τὸν τοῦ Θεοῦ Λόγον· ἀνέφυ γὰρ ἐξ Ἰούδα τὸ κατὰ σάρκα. τὴν πολλὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὁ Παῦλος δεῖξαι βουλόμενος, καὶ τὴν ἀγάπην ἣν περὶ τὸ γένος ἔσχε τὸ ἀνθρώπινον, μετὰ τὸ εἰπεῖν ἔπει οὑν τὰ παίδια κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς “παραπλησίως μετέσχε τῶν αὐτῶν,” ἐπεξέρχεται τούτῳ τῷ χωρίῳ· μὴ γὰρ ἁπλῶς πρόσχῃς τῷ λεχθέντι, μηδὲ ψιλόν τι μόνον τοῦτο εἶναι νομίσῃς, τὸ τὴν ἐξ ἡμῶν σάρκα ἀναλαβεῖν αὐτόν· Ἀγγέλοις τοῦτο οὐκ ἐχαρίσατο. οὐ γὰρ δὴ Ἀγγέλου φύσιν ἀνεδέξατο, ἀλλ’ ἀνθρώπου. τι δέ ἐστιν “ἐπιλαμβάνεται;” οὐκ ἐκείνης φησὶ τῆς φύσεως ἐδράξατο τῶν Ἀγγέλων, ἀλλὰ τῆς ἡμετέρας. διατὶ δὲ οὐκ εἶπεν ἀνέλαβεν, ἀλλὰ ταύτῃ τῇ λέξει ἐχρήσατο, τῇ “ἐπιλαμβάνεται;” ἀπὸ μεταφορᾶς τῶν διωκόντων τοὺς ἀποστρεφομένους αὐτοὺς καὶ πάντα ποιούντων ὥστε καταλαβεῖν φεύγοντας, καὶ ἐπιλαβέσθαι ἀποπηδώντων· φεύγουσαν γὰρ ἀπ’ αὐτοῦ τὴν ἀνθρωπίνην φύσιν, καὶ πόρρω φεύγουσαν, ἦμεν γὰρ μακρὰν, καταδιώξας κατέλαβεν. ἔδειξε δὲ ὅτι τοῦτο ἀγάπῃ μόνῃ καὶ κηδεμονίᾳ πεποίηκε. καὶ ὥσπερ ὅταν λέγῃ, οὐχὶ πάντες εἰσὶ λειτουργικὰ “πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας “κληρονομεῖν σωτηρίαν,” τὸ περισπούδαστον αὐτῷ τῆς ἀνθρωπίνης φύσεως δείκνυσι, καὶ ὅτι πολὺς τῷ Θεῷ Λόγος αὐτῆς, οὕτω καὶ ἐνταῦθα τὸ πολὺ μεῖζον τίθησιν ἀπὸ συγκρίσεως. “οὐ γὰρ Ἀγ- “γέλων,” φησὶν, “ἐπιλαμβάνεται.” καὶ γὰρ ὄντως μέγα καὶ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, τὴν ἐξ ἡμῶν σάρκα ἄνω καθῆσθαι, καὶ προσκυνεῖσθαι ὑπ’ Ἀγγέλων καὶ τῶν Ἀρχαγγέλων καὶ τῶν Χερουβὶμ καὶ τῶν Σεραφίμ. τοῦτο πολλάκις ἐγὼ εἰς νοῦν λαβὼν ἐξίσταμαι, καὶ μεγάλα περὶ τοῦ γένους τοῦ ἀνθρωπίνου φαντάζομαι. μεγάλα γὰρ ὁρῶ καὶ λαμπρὰ τὰ προοίμια, και πολλὴν τῷ Θεῷ τὴν σπουδὴν ὑπὲρ τῆς φύσεως τῆς ἡμετέρας. ὅρα δὲ οὐκ εἶπεν ἀνθρώπων ἁπλῶς ἐπιλαμβάνεται, ἀλλὰ βουλόμενος τοὺς ἐξ Ἑβραίων πιστοὺς ἐπᾶραι, καὶ δεῖξαι μέγα καὶ τίμιον τὸ γένος αὐτῶν φησὶν, “ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.”

  64. supplement.281

    Θεοδωρήτου. Εἰ γὰρ Ἀγγέλων ἀνειλήφει φύσιν, κρείττων ἃν ἐγεγόνει θανάτου. ἐπειδὴ δὲ ἀνθρώπειον ἦν ὃ ἀνέλαβε, διὰ μὲν τοῦ πάθους τὸ τῶν ἀνθρώπων ἀπέδωκε χρέος, διὰ δὲ τῆς τοῦ πεπονθότος σώματος ἀναστάσεως, τὴν οἰκείαν ἐπέδειξε δύναμιν. ἄγαν δὲ σοφῶς ὁ θεῖος Ἀπόστολος ἀντὶ τοῦ γενικοῦ ὀνόματος τὸ ἴδιον τέθεικεν· οὐ γὰρ εἶπε σπέρματος ἀνθρώπου ἐπιλαμβάνεται, ἀλλὰ “σπέρματος Ἁβραὰμ,” ἀναμιμνήσκων αὐτοὺς καὶ τῆς πρὸς τὸν Ἁβραὰμ γεγενημένης ἐπαγγελίας.

  65. supplement.282

    Ἰσιδώρου. Διὰ τοῦτο καὶ Ἁβραὰμ τελευτῶν ἐνετείλατο τῷ οἰκέτῃ, “ὑπόθες τὴν χεῖρα σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ “σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ,” τὸν ἐκ τῶν μηρῶν αὐτοῦ μέλλοντα σαρκοῦσθαι Θεὸν, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὸν Κύριον καὶ δεσπότην Χριστὸν, καθαρότητι διανοίας ὁρῶν μέλλοντα τοῦ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεσθαι, ὡς προφήτης καὶ βλέπων τὰ ἔμπροσθεν.

  66. supplement.283

    Κυρίλλου. Ἀλλ᾿ ἴδωμεν καὶ τὰ πη ἑκάστῳ τῶν αἱρετικῶν μυθάρια. οἱ μὲν γάρ φασιν, ὅτι πέφηνεν ἄνθρωπος, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐ μὴν ὅτι πεφόρηκε τὴν ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου σάρκα. ἕτεροι δὲ, νόθον νοσοῦντες εὐλάβειαν, ἵνα μὴ δοκοῖεν ἀνθρώπῳ προσκυνεῖν, καὶ τὴν ἀπὸ γῆς σάρκα ταῖς ἀνωτάτω δόξαις στεφανοῦν, προτετράφθαι φασὶν τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, εἰς ὀστέων καὶ νεύρων καὶ σαρκὸς φύσιν, τὴν ἐκ παρθένου γέννησιν πλατὺ γελῶντες οἱ τάλανες. οἱ δὲ καὶ ὀψιγενῆ τὸν συναΐδιον τῷ Πατρὶ εἶναι πεπιστεύκασι, καὶ εἰς τὸ μόλις ὑπάρξαι διακεκλῆσθαι τότε, ὅτε καὶ τῆς κατὰ σάρκα γεννήσεως ἔλαχε τὴν ἀρχήν. εἰσὶ δὲ οἳ καὶ ἀνυπόστατον τὸν ἐκ Θεοῦ φασι Λόγον εἶναι, ῥῆμα δὲ ἁπλῶς τὸ κατὰ μόνην νοούμενον προφορὰν ἐν ἀνθρώπῳ γενέσθαι. Μάρκελλος δὲ οὗτοι καὶ Φωτεινός. δοκεῖ γε μὴν ἑτέροις ἐνανθρωπῆσαι μὲν ἀληθῶς τὸν μονογενῆ καὶ ἐν σαρκὶ γενέσθαι πιστεύειν, μὴ μὴν ἔτι καὶ ἐμψυχῶσθαι τελείως τὴν ἀναληφθεῖσαν σάρκα, ψυχῇ λογικῇ καὶ νοῦν ἐχούσῃ τὸν καθ’ ἡμᾶς, εἰς ἑνότητα δὲ τὴν εἰς ἅπαν. ὥσπερ οὖν οἴονται κατασφίγγοντες τόν τε ἐκ Θεοῦ Λόγον, καὶ τὸν ἐκ τῆς ἁγίας παρθένου ναὸν, κατοικῆσαι φασὶν ἐν αὐτῷ τὸν Λόγον, καὶ ἴδιον μὲν ποιῆσαι σῶμα τὸ ἀναληφθὲν, ψυχῆς δὲ αὐτὸν τῆς νοερᾶς τε καὶ λογικῆς ἀποπληροῦν τὸν τόπον. ἕτεροι δὲ τούτοις μὲν ἀντιφέρονται ἔκ τε Θεοῦ Λόγου καὶ ψυχῆς τῆς λογικῆς καὶ σώματος ἤτοι τελείας ἀνθρωπότητος συνεστάναι, καὶ ἀναπεπλέχθαι διαβεβαιούμενοι τὸν Ἐμμανουήλ, οὐ μὴν ἔτι καὶ ὑγιᾶ πάντη τὴν ἐπ’ αὐτῷ τετηρήκασι δόξαν. καταδιιστᾶσι γὰρ εἰς δύο τὸν ἕνα Χριστὸν, καὶ παχεῖαν αὐτοῖς ὥσπερ ἐνιέντες τὴν διατομὴν, ἀνὰ μέρος ἑκάτερον μονονουχὶ καὶ ἑστῶτα παραδεικνύουσιν· ἕτερον μὲν ε-ι’ναι διατεινόμενοι τὸν ἐκ παρθένου τεχθέντα τελείως ἄνθρωπον· ἕτερον δὲ αὖ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, οὐχ ὅτι ποτε ἐστὶν ἡ τοῦ Αόγου φύσις καὶ τῆς σαρκὸς διακρίνοντες, οὐδὲ μόναις ταῖς εἰς τοῦτο διαφοραῖς ἐμφιλοχωρεῖν ἐθέλοντο· οὐ γὰρ ἃν ἐννοίας τῆς ἀληθοῦς εἰς τοῦτο διή- μαρτον, ἐπεὶ μὴ φύσις ἡ αὐτὴ σαρκός τε καὶ θεότητος, ἀλλὰ τὸν μὲν ὡς ἄνθρωπον ἰδίᾳ τιθέντες καὶ ἀνὰ μέρος· τὸν δὲ, ὡς Θεὸν φύσει τὲ καὶ ἀληθῶς Υἱὸν ὀνομάζουσι, καὶ τοι θέλοντες ει-’ναι Χριστιανοὶ, καὶ γράφειν τετολμήκασιν ὧδε. ὁ μὲν γὰρ φύσει καὶ ἀληθῶς Υἱὸς, ἐκ Θεοῦ Πατρὸς Λόγος ἐστὶν, ὁ δὲ, ὁμωνύμως τῷ Υἱῶ υἱός. ἀλλὰ ταυτὶ μὲν ἐκεῖνοι. ἡμεῖς δὲ ὀλίγην κομιδῆ τὴν βάσανον ἐπιρριπτοῦντες ἑκάστῳ φέρε λέγωμεν καὶ πρό γε τῶν ἄλλων τοῖς Δοκήταις πλανᾶσθαι, μὴ εἰδότες τὰς γραφὰς μήτε μὴν τὸ μέγα τῆς εὐσεβείας μυστήριον τουτέστι Χριστὸν, ὃς γεν- νηθεὶς ἐκ παρθένου, ἐφανερώθη ἐν σαρκὶ, ὤφθη τὲ καὶ Ἀγγέλοις. οὗ δὲ τόκος ὁ διὰ παρθένου καὶ φανέρωσις ἐν σαρκὶ, πῶς οὐ μανία τὸ τῆς δοκήσεως ὄνομα τῆς οὕτως ἐναργοῦς καταγράφειν οἰκονο- μίας ; ἡ γὰρ σκιὰ καὶ δόκησις ἦν, καὶ οὔτε σάρκωσις ἀληθῶς, οὔτε μὴν τέτοκεν ἡ παρθένος, οὐκ ἐπελάβετο σπέρματος Ἁμ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ ὡμοιώθη τοῖς ἀδελφοῖς· σκιὰ γὰρ οὔτι πὼς τὰ κἄ ἡμᾶς ἣ δόκησις, ἀλλὰ ἐσμὲν ἐν σώμασιν αὐτοῖς τε καὶ ὁρατοῖς, καὶ τὴν γηγενῆ δὴ ταύτην σάρκα κατημφιεσμένοι, καὶ φθορᾶς καὶ παθῶν ἡττώμεθα.

  67. supplement.284

    Οὐκοῦν εἰ μὴ γέγονε σὰρξ ὁ Λόγος, οὐδὲ ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθεῖν. οὐδὲ γὰρ ἄν τι πάθοι σκιά. οἴχεται δὴ οὖν τὸ σύμπαν ἡμῶν εἰς τὸ μηδὲν ἀληθῶς. ποῖον γὰρ ἔτι νῶτον δέδωκεν ὑπὲρ ἡμῶν ; ἣ ποίαν τοῖς πταίουσι παρειὰν ὑποστρώσας πρὸς τὰς ἐκ τῶν Iουδαίων διεκαρτέρει πλη- γάς; ἥλοις δὲ διαπεπάρθαι χεῖράς τε καὶ πόδας τὸν οὐκ ἐν σαρκὶ πεφηνότα τίνα δὴ τρόπον οἰηθείη τις ἄν; ἣ ποίαν πλευρὰν διανύττοιτο; καὶ εἰ χρὴ τούτων τὸ ἐπέκεινα λέγειν, οὔτε ἀπέθανεν ὑπὲρ ἡμῶν, οὔτε μὴν ἠγέρθη Χριστός. οὗ παραδεχθέντος, ἡ πίστις κεκένωται. τεθναίη γὰρ ἃν εἰπέ μοι τίνα δὴ τρόπον ἡ σκιά; πῶς οὖν ἀνέστησεν τὸν Χριστὸν ὁ Πατὴρ σκιὰν ὄντα καὶ δόκησιν, καὶ τοῖς τοῦ θανάτου δεσμοῖς οὐχ ἁλώσιμον; οἰχέσθω δὴ οὖν ἐκείνων εμετος.

  68. supplement.285

    Τὸ δὲ δὴ καὶ ἑτέρους οἴεσθαι γέννησιν μὲν ἀνήνασθαι τὴν διὰ τῆς ἁγίας παρθένου τὸν ἐκ Θεοῦ φύντα Λόγον, παρατετράφθαι δὲ αὐτὸν εἰς τὴν ἀπὸ γῆς σάρκα, δυσφημούντων ἐστὶ τὴν οἰκονομίαν, καὶ τοῖς θείοις ἐπιτιμώντων σκέμμασιν. ὁ μὲν γὰρ πολὺς εἰς ἔλεον κεκένωκεν ἑαυτὸν δι’ ἡμᾶς, γενόμενος ἄνθρωπος ἐκ γυναικὸς, ἵν᾿ “ἐπείπερ αἵματος καὶ σαρκὸς κεκοινώνηκε τὰ παιδία” τουτέστιν ἡμεῖς, παραπλησίως μετάσχῃ τῶν αὐτῶν, “ἵνα διὰ θανάτου “καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.” οἱ δὲ τῆς οὕτω παγκάλης βουλῆς τὸ ἀπρεπὲς καθορίζουσι. καὶ ὥσπερ ἐνὸν αὐτοῖς τὰ ἀμείνω φρονεῖν, μὴ χρῆναι λέγουσιν ὠδῖνα καὶ τόκον ἐκ γυναικὸς καταγράφειν ἡμᾶς τοῦ μονογενοῦς, οἴεσθαι δὲ μᾶλλον τὴν τοῦ Λόγου φύσιν εἰς τὸ σαθρὸν δὴ τοῦτο καὶ γηγενὲς μετεστοιχειῶσθαι σῶμα, καὶ τροπὴν φαντάζονται, τοῦ τροπὴν οὐκ εἰδότος. τὸ μὲν γὰρ ἀρχὴν τοῦ εἶναι λαχὸν, οἱονεί πω, ἤδη καὶ συνεσπαρμένον ἔχει τὸ ἀλλοιοῦσθαι. Θεὸς δὲ ὁ παντὸς ἐπέκεινα νοῦ γενέσεως καὶ φθορᾶς τὴν ὕπαρξιν ἔχων ἐξηρημένην, ἀμείνων ἔσται καὶ τροπῆς. διὸ ψάλλει πρὸς αὐτὸν ὁ Δαβὶδ, “σὺ δὲ ὁ αὐτὸς εἶ.” ποῦ τοιγαροῦν ἔτι μεμένηκεν ὁ αὐτὸς, εἰ μεταπεποίηται εἰς σαρκὸς φύσιν; οὐκ ἔστι δὲ κατ’ αὐτοὺς ἀπεικὸς καὶ τὴν ἀπὸ γῆς σάρκα πρὸς τὴν τῆς θεότητος φύσιν ἀναφοιτᾷν δύνασθαι. εἰ γὰρ ἡ τῆς θεότητος φύσις εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, οὐδέν ἐστι τὸ ἀπεῖργον, ὑπερπέτεσθαι μὲν τὴν ἰδίαν φύσιν τὴν σάρκα, μεταπλάττεσθαι δὲ πρὸς θεότητα καὶ εἰς οὐσίαν τὴν ἀνωτάτω.

  69. supplement.286

    Ἡμεῖς δὲ ταῖς θείαις μᾶλλον γραφαῖς ἑπόμενοι, ἐκ γυναικὸς γεγεννῆσθαι πιστεύομεν τὸν Ἐμμανουήλ, καὶ τὸ ἀξιάγαστον τῆς ἑαυτῶν φύσεως οὐ διωσόμεθα καύχημα φρονοῦντες ὀρθῶς. ἐπεδράξατο γὰρ ὁ μονογενὴς οὐχὶ τῆς ἰδίας φύσεως, ἣν γὰρ ἃν οὐδέν τι μᾶλλον τὰ καθ᾽ ἡμᾶς ἐναμείνωσιν· ἀλλ᾽ οὐδὲ τῆς ἀγγελικῆς, ἀλλὰ σπέρματος Ἁβραάμ· ἦν γὰρ οὕτως καὶ οὐχ ἑτέρως, τὸ διολισθῆσαν εἰς φθορὰν ἀνασώσασθαι γένος. τὸ δὲ οἴεσθαι τινὰς τὸν τῶν αἰώνων δημιουργὸν τῇ τῆς σαρκὸς γενέσει συμπαρομαρτοῦσαν ἔχειν τὴν ἀρχὴν τῆς ὑπάρξεως, ὡς ἐν ἐσχάτοις μόλις καιροῖς τοῖς τῆς ἐνανθρωπήσεως, πατέρα μὲν γενέσθαι τὸν Θεὸν, συνεισβαλεῖν δὲ ὥσπερ εἰς τὸ εἶναί τε καὶ ὑφεστάναι τῷ ἐκ τῆς παρθένου ναῷ τὸν "δι᾽ οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα," ἆρ᾽ οὐ μῦθος γραώδης καὶ βδελυρός; τὶ δὲ δὴ καὶ δρῶεν ἂν, Ἰωάννου μὲν γράφοντος, "ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πάντα δι᾽ αὐτοῦ ἐγένετο," καὶ πάλιν, "ὃ ἦν ἀπ᾽ ἀρχῆς·" αὐτοῦ δὲ Χριστοῦ τῆς ἰδίας ὑπάρξεως τὴν ἄποπτον ἀρχαιότητα τοῖς Ἰουδαίοις κατασημαίνοντος, "πρὶν γάρ, "φησιν, "Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι;" οὗ δὲ τὸ ἦν ἐστιν ἐπενηνεγμένου μηδαμῶς τινὸς, καὶ μὴν καὶ τὸ "εἰμὶ" τέτακται σαφῶς, τίνα τῆς γενέσεως κατίδοι τις ἂν τὴν ἀρχήν; ἢ τίνα δὴ τρόπον ὁ ὢν ἐν ἀρχῇ παραδέξαιτο ἂν τὸ ἐν καιρῷ κεκλῆσθαι πρὸς ὕπαρξιν;

  70. supplement.287

    Τίνα δ᾽ ἂν εἴποιμεν πρὸς τοὺς ἀνύπαρκτον καὶ ἰδικῶς οὐχ ὑφεστῶτα φανταζομένους τὸν μονογενῆ; καὶ οὐκ εἶναι μὲν ἐν ὑποστάσει τῇ καθ᾽ ἑαυτὸν, ῥῆμα δὲ ἁπλῶς καὶ λόγον, τὸν κατὰμόνην τὴν προφορὰν γενέσθαι παρὰ Θεῷ καὶ ἐν ἀνθρώπῳ κατοικῆσαι φάσκοντας; οἵ τινες συνθέντες οὕτω τὸν Ἰησοῦν, ἁγίων μὲν εἶναι φασὶν ἁγιώτερον, οὐ μὴν ἔτι καὶ Θεὸν, οὗτοι ἀρνοῦνται καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν. εἰ γάρ ἐστιν ἀνύπαρκτος ὁ Υἱὸς, οὐδὲ τὸν Πατέρα, πατέρα κατὰ τὸ ἀληθὲς νοῆσαι μὲν ἄν. ποῦ γάρ ἐστι πατὴρ, εἰ μὴ τέτοκεν ἀληθῶς; ἢ εἴπερ γεγέννηκε τὸ μὴ ὑφεστὼς ἐν ἴσῳ τῷ μηδενὶ, παντελῶς δὲ μᾶλλον μηδὲν, εἶτα τοῦ μηδενὸς ἔσται πατὴρ ὁ Θεός. καὶ εἰ δέδωκεν ὑπὲρ ἡμῶν τὸν Υἱὸν, τὸν καθ᾽ ὑμᾶς οὐχ ὑφεστηκότα, τὸ μηδὲν ἄρα δέδωκεν ὑπὲρ ἡμῶν. καὶ οὔτε γέγονε σὰρξ ὁ Λόγος, οὔτε τὸν τίμιον ὑπέστη σταυρὸν, οὔτε κατήργηκε τοῦ θανάτου τὸ κράτος, οὔτε μὴν ἀνεβίω πάλιν. εἰ γάρ ἐστι τὸ μηδὲν καὶ ἀνύπαρκτος καθ᾽ ὑμᾶς, πῶς ἐν τούτοις γένοιτ᾽ ἄν; πεφενάκικεν οὖν ἄρα τῆς ἁγίας Γραφῆς ὁ λόγος τοὺς πεπιστευκότας. τί δὲ οὐκ ἐν μορφῇ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν τὸ ἱερὸν ἡμῖν κατεσήμηνε γράμμα; εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρα φησὶ τοῦ γεγεννηκότος; αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα. οὐκοῦν εἰ μὴ ἐνυπόστατος ἦν ἡ εἰκὼν, μήτε μὴν ἐν ὑπάρξει τῇ καθ’ ἑαυτὸν ὁ χαρακτὴρ, ἀνυπόστατον εἶναι δώσουσιν ὡς ἐξ ἀναγκαίου λόγου καὶ τὸν οὗπερ ἐστὶ χαρακτὴρ, καὶ τὸ τῆς εἰκόνος ἀκαλλὲς ἀναδραμεῖται πάντως ἐπὶ τὸ ἀρχέτυπον. πῶς δὲ ἐν τῷ Υἱῷ τῷ μὴ λαχόντι τὸ εἶναι τὰ ὄντα πεποίηκεν ὁ Πατήρ; πῶς δὲ οὐκ ἐν ἀμείνοσιν ἡ κτίσις, ἄπερ y ὁ δι’ οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν; ὁ μὲν γὰρ οὐχ ὑφεστηκέναι λέγεται, τὰ δὲ ὑφέστηκέ τε καὶ ἐν τῷ εἶναι νοεῖται. ἄπαγε τῆς δυσφημίας. ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καθὰ γέγραπται, διὸ καὶ ἔλεγεν “ἐγὼ εἰμὶ ἡ ζωὴ,” ἀλλ’ οὐκ ἃν νοοῖτο ζωὴ, μὴ ὑφεστηκώς· καὶ τῷ Μώσῃ πάλι,, “ἐγώ εἰμι ὁ ὢν,” τὸ δὲ ὣν ἀληθῶς, πῶς ἃν νοοῖτο οὐκ ἐν ὑποστάσει τῇ κἀς ἑαυτὸν σωζόμενον;

  71. supplement.288

    Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσομεν ἃν οἱ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λάγῳ σάρκα. σαρκὶ γάρ που μόνῃ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχοῦσι κίνησιν ἀμφιεννύντες τὸν Λόγον παραφέρουσιν εἰς τὸν κόσμον τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν, ἀπονέμοντες τὸν μονογενῆ. καταπεφρίκασι γῆ οὐκ ὄῃ ὅπως ψυχωθείσῃ ψυχῇ λογικῇ τῇ ἀνθρωπίνῃ σαρκὶ κατὰ φύσιν ἡνῶσθαι τῷ Λόγῳ ὁμολογεῖν. καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος, ἐγὼ φράσω· τὸν Θεοῦ μεσίτην καὶ ἀνθρώπων κατὰ τὰς γραφὰς, συγκεῖσθαι φαμὲν ἔκ τε τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ πεφηνότος ἐκ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ μονογενοῦς· διαβεβαιούμεθα δὲ σύνοδον μέν τινα καὶ τὴν ὑπὲρ λόγον συνδρομὴν εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων πεπρᾶχθαι φύσεων. ἕνα δ᾿ οὖν ὅμως Χριστὸν καὶ Κύριον καὶ Υἱὸν ἐπιγινώσκομεν, ἐν ταὐτῷ καὶ ὑπάρχοντα καὶ νοούμενον, Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. οἱ δὲ ἕνα μὲν ὁμολογουμένως παραδέχονται καὶ αὐτοὶ Χριστὸν Ἰησοῦν, καὶ οὐ διιστῶσιν εἰς δύο τὸν Ἐμμανουήλ. ψυχῆς δ᾿ οὖν ὅμως τῆς ἀνθρωπίνης καὶ λογικῆς τὴν σάρκα γυμνώσαντες, ἡνῶσθαι φασὶν αὐτῇ τὸν ἐκ Θεοῦ Λόγον.

  72. supplement.289

    Ἐξεύρηται δέ τις αὐτοῖς πιθανὸς ὡς οἴονται πρὸς τοῦτο λόγος. τὰ γάρ τοι φασὶν κατὰ σύνθεσιν πρὸς ἑνὸς τελείου σύστασιν δεδραμηκότα μέρη τε καὶ ἐξαντλῶν ὁρᾶσθαι φιλεῖ, τοῦ τελείως ἔχοντος καθ’ ἑαυτὸ καὶ ὡς ἐν ἰδίᾳ φύσει τῆς ἐκ μερῶν συνθέσεως οὐ δεδεημένου. τοιγάρτοι φασὶ παραιτητέον εἰκότως ἄνθρωπον δοῦναι τέλειον, τὸν συνενωθέντα τῷ λόγῳ ναὸν, ἵνα καὶ ἡ ἕνωσις, ἥπερ ἃν ἐπὶ Χριστῷ νοοῖτο τυχὸν, ἀκριβῆ καὶ ἀδιάβλητον ἐπ’ αὐτῆς ἀποσώζει λόγον. καὶ μὴν κἀκεῖνο προσθεῖεν ἄν. εἰ γὰρ ἐξ ἀνθρώπου τελείου φασὶ καὶ τοῦ ἐκ τοῦ Πατρὸς ὄντος Λόγου φήσομεν εἶναι τὸν Ἐμμανουὴλ, ἀδιάφυκτον φανεῖται τὸ καὶ ἀβουλήτως δύο μὲν υἱοὺς, Χριστοὺς δὲ αὖ δύο φρονεῖν τε καὶ λέγειν. εἶτά τι τούτοις ἀντεροῦμεν ἡμεῖς. πρῶτον μὲν ὅτι τῆς πίστεως τὴν οὕτω ἀρχαιοτάτην παράδοσιν, οὐ ταῖς ὑπερμέτροις ἀκριβείαις καταλύειν ἄξιον. ἔπειτα ὅτι που δύο υἱοὺς προσκυνήσομεν, κἂν ἐμψυχῶσθαι πιστεύωμεν ψυχῇ λογικῇ τὸν ἑνωθέντα τῷ Λόγῳ ναόν. ὥσπερ γὰρ κἂν εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ Θεοῦ Πατρὸς πεφηνότος Λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος, ἀνὰ μέρος τὴν σάρκα τιθέντας καὶ ἀνὰ μέρος αὖ τὸν μονογενῆ δυάδα Χριστῶν ὁμολογεῖν.

  73. supplement.290

    Οὕτως κἀν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τελείως ἐχούσῃ κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον οἱονεὶ συνενηνέχθαι τε καὶ ἡνῶσθαι λέγομεν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν, φύσει μὲν ὄντα Θεὸν, καὶ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον ἄνθρωπον, καὶ διὰ τῆς ἁγίας θεοτόκου γεγεννημένον. εἰ δὲ φαῖεν ὅτι κόσμος μὲν ἐδεῖτο τὰ καθ’ ἡμᾶς τῆς τοῦ μονογενοῦς ἐπιδημίας, ἐθελήσας δὲ ὀφθῆναι τοῖς ἐπὶ γῆς, παραδεῖξαι τε ἡμῖν τῆς ἀγγελικῆς πολιτείας τὴν ὁδὸν οἰκονομικῶς ἠμπίσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα. τὸ γάρ τοι θεῖον κατὰ φύσιν θείαν οὐχ ὁρατὸν ἠγνοηκότες, ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν σκοπόν. εἰ γὰρ δὴ μόνην ἔχει τὴν ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ τῆς γῆς τοῦ μονογενοῦς ἡ σάρκωσις, προσετέθει γεμὴν ἕτερον οὐδὲν τῇ ἀνθρώπου φύσει, πῶς οὐκ ἄμεινον τῷ τῶν Δοκητῶν συμφέρεσθαι δόξῃ καὶ ἡμᾶς αὐτοὺς, οἳ σαρκός τε ὁμοῦ καὶ γηίνου σώματος ἀπαμφιεννῦντες τὸν Λόγον, ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν οἱ δείλαιοι, ἡμαρτηκότες δὲ τἀληθοῦς ἁλῷεν; ἣ οὐκ ἄμεινον ἐροῦσιν, εἰ μηδὲν ὀνίνησι τὴν ἀνθρώπου φύσιν ὁ Λόγος, εἰ καὶ γέγονε σὰρξ, ἀπαλλάττεσθαι μὲν ἀκαθαρσίας σαρκικῆς, δόξαι δ’ οὖν ἅπαξ τῷ γηΐνῳ προσκεχρῆσθαι σώματι, διαπεράναι τε οὕτω τὸν προτεθέντα σκοπόν.

  74. supplement.291

    τίς οὖν ὁ λόγος τῆς ἐπιδημίας, πύθου τοῦ Παύλου, καὶ ἀκούση ὅτι “ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ “αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ θανάτου καταρ- “γήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου,” καὶ τὰ ἑξῆς. ἦ οὐχὶ πρόδηλον ὅτι καθ’ ἡμᾶς γέγονεν ὁ μονογενής; τουτέστι τέλειος ἄνθρωπος, ἵνα τῆς μὲν ἐπεισάκτου φθορᾶς τὸ γήινον ἡμῶν ἀπαλλάξῃ σῶμα, τῆ καθ’ ἕνωσιν οἰκονομίᾳ τὴν ἰδίαν αὐτῶ ζωὴν ἐνιεὶς, ψυχὴν δὲ ἰδίαν τὴν ἀνθρωπίνην ποιούμενος, ἁμαρτίας αὐτὴν ἀποφήνῃ κρείττονα, τῆς ἰδίας φύσεως τὸ πεπηγός τε καὶ ἄτρεπτον· οἵα περ ἐρίῳ βαφὴν ἐγκαταχρώσας αὐτῇ. ὥσπερ οὖν ἐπειδὴ γέγονε σὰρξ τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου τὸ θανάτου καὶ φθορᾶς ὑποφέρεται κράτος· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἐπείτοι γέγονε ψυχὴ τοῦ πλημμελεῖν οὐκ εἰδότος, ἐρηρεισμένην ἔχει λοιπὸν τὴν ἐφ’ ἅπασιν τοῖς ἀγαθοῖς ἀμεταποίητον στάσιν, καὶ τῆς πάλαι καθ’ ἡμῶν τυραννούσης ἁμαρτίας ἀσυγκρίτως ἀσθενεστέραν. πρῶτος τὲ γὰρ καὶ μόνος ἄνθρωπος ἐπὶ γῆς ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν. ῥίζα δὲ ὥσπερ καὶ ἀπαρχὴ τεθειμένος τῶν εἰς καινότητα ζώων ἀναμορφουμένων ἐν Πνεύματι, καὶ τὴν τοῦ σώματος ἀφθαρσίαν καὶ τὸ τῆς θεότητος ἀσφαλὲς ὡς ἐν μεθέξει καὶ κατὰ χάριν, εἰς ἅπαν εἴδη (sic) τὸ ἀνθρώπινον παρέπεμψε γένος.

  75. supplement.292

    Ὅλον οὖν ὅλῃ συνηνῶσθαι φαμὲν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ Θεοῦ Λόγον. οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν τουτέστι τὴν ψυχὴν οὐδενὸς ἃν ἠξίωσε λόγου, μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τὴν χάριν. ἐπράττετο δὲ δι’ ἄμφω καλῶς τῆς οἰκονομίας τὸ μυστήριον. προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ, τῇ μὲν ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα, καὶ ἀρρωστήματα φυσικὰ, καὶ ὅσα μώμου μακράν· ψυχὴ δὲ αὐτῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. πεινῆσαι γὰρ λέγεται, κόπους τὲ ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους καὶ λύπας καὶ ἀγωνίας, καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. ἐπαναγκάζοντος γὰρ οὐδενὸς, τέθεικεν ἀφ’ ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων σαρκὸς ἀνταποτιννὺς δῶρον ἀληθῶς ἀντάξιον, ψυχὴν δὲ ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος· καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός· καὶ ἵνα τὸν λόγον ἀνακεφαλαιώσωμαι, Θεὸς ὑπάρχων ὁ μονογενὴς, ἐπέλαμψε τοῖς ἐν σκότει γενόμενος ἄνθρωπος, οὐ δοκήσει, μὴ γένοιτο, μανία γὰρ τὸ οὕτω φρονεῖν, οὔτε μὴν εἰς σάρκα παρενεχθεὶς κατὰ μετάστασιν ἣ τροπήν· ἀναλλοίωτος γὰρ καὶ ἀεὶ κατὰ τὸ αὐτὸ ὡσαύτως ἔχων ὁ τοῦ Θεοῦ Λόγος. ἀλλ’ οὐδὲ ὁμόχρονον τῇ σαρκὶ τὴν ὕπαρξιν ἔχων, αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής· οὔτε μὴν ὡς Λόγος ἀνυπόστατος οὐδὲ ὡς ῥῆμα ψιλὸν ἐν ἀνθρώπῳ γεγονὼς, ὁ γάρ τοι καλῶν τὰ οὐκ ὄντα ποτε πρὸς ὕπαρξιν καὶ γένεσιν, προυφέστηκεν ἀναγκαίως· ἀλλ’ οὐδὲ μόνην ἠμπέσχετο σάρκα ψυχῆς ἐρήμην τῆς λογικῆς, γεγέννηται δὲ κατὰ ἀλήθειαν ἐκ γυναικὸς μορφὴν δούλου λαβὼν, καὶ ἐστιν ὡσπερ ἐν θεότητι τέλειος, οὐτῶ καὶ ἐν ἀνθρωπότητι τελειος· οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ Κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ’ ἐκ δυοῖν τελείων, ἀνθρωπότητος δὴ λέγω καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδεόμενος. σφαλερὸν γὰρ τὸ διατέμνειν εἰς δύο καὶ ἀνὰ μέρος ἱστᾷν ἄνθρωπόν τε καὶ Λάγον, ἕνα Χριστὸν βοώσης τῆς θεοπνεύστου Γραφῆς. ἐχρῆν γὰρ μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναὸν ὡς ἑνωθέντα τῷ Λόγῳ Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι· ἀνθρωπότητα γὰρ καθ’ ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστὸς, ἀνώτερος μὲν ἀνθρωπότητος ὡς φύσει Θεὸς καὶ Υἱὸς, οὐκ ἀτιμάζων δὲ τὸ ἐν ὑφέσει γενέσθαι δοκεῖν διὰ τὸ ἀνθρώπινον.

  76. supplement.293

    Θεοδωρήτου Ἐρανιστῆι Ζ. Εἰ δὲ τὴν σάρκα τροπὴν ὁ Θεὸς Λόγος ὑπομεμένηκε, μὴ καλείσθω Θεὸς ἀλλὰ σάρξ. ἁρμόττει γὰρ τῇ ἀλλοιώσει τῆς φύσεως ἡ τῆς προσηγορίας ἐναλλαγή. εἰ γὰρ ἔνθα τὰ μεταβαλλόμενα ἔχει τινὰ πρὸς ἃ πρότερον ἢν συγγένεια, πελάζει γάρ πὼς καὶ τὸ ὄξος τῷ οἴνῳ, καὶ ὁ οἶνος τῷ τῆς ἀμπέλου καρπῷ, καὶ τῇ ψάμμῳ ὁ ὕελος, ἑτέρας ταῦτα μετὰ τὴν ἀλλοίωσιν μεταλαγχάνει προσηγορίας, ὅπου τὸ διάφορον ἄπειρον καὶ τοσοῦτον, ὅσον ἐμπίδος πρὸς τὴν κτίσιν ἅπασαν· τοσοῦτο γὰρ μᾶλλον δὲ καὶ πολλῷ πλέον τὸ μέσον φύσεως σαρκὸς καὶ θεότητος, πῶς οἷόν τε μετὰ τὴν τροπὴν τὴν προτέραν μεῖναι προσηγορίαν; ἄκουε δὲ καὶ τοῦ Ἀποστόλου, “οὐκ εἶπε σπέρμα Ἁβραὰμ “ἐγένετο, ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται. σπέρμα δὲ τοῦ Ἁβραάμ. οὐκοῦν ὅπερ εἶχε κατὰ φύσιν ὁ Ἁβραὰμ, εἶχε καὶ τὸ σπέρμα τοῦ Ἁβραὰμ, τουτέστι σῶμα καὶ ψυχὴν λογικήν. οὐκ ἐναντίον γεμὴν τὸ “ὁ Λόγος σὰρξ ἐγένετο,” τοῦ “σπέρματος “Ἀβραὰμ ἐπελάβετο.” διδάσκει γὰρ ὁ θεῖος Ἀπόστολος, ὡς οὐ τραπεὶς ὁ Θεὸς Λόγος σὰρξ ἐγένετο. ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαβόμενος. κατὰ ταὐτὸν δὲ καὶ τῆς πρὸς τὸν Ἁβραὰμ γεγενημένης ἐπαγγελίας ἀναμιμνήσκει. ἔφη γὰρ πρὸς αὐτὸν ὁ Θεὸς, “ἐν τῷ σπέρματι σου εὐλογηθήσεται πάντα τὰ ἔθνη. ταύτην οὖν πεπερασμένην ἐπιδεικνὺς ὁ Παῦλος, τὴν θαυμασίαν ταύτην ἀφῆκε φωνήν· “οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται·” μονονουχὶ λέγων, ἀψευδὴς ἡ ὑπόσχεσις ἐπέθηκε ταῖς ἐπαγγελίαις ὁ δεσπότης τὸ πέρας, ἀνεώγη τοῖς ἔθνεσιν ἡ τῆς εὐλογίας πηγή. τοῦ Ἁβραμιαίου σπέρματος ὁ Θεὸς Λόγος ἐπείληπται, διὰ τούτου τὴν ἄνωθεν ἐπηγγελμένην πραγματεύεται σωτηρίαν· διὰ τούτου τὴν ἐθνῶν ἀπεδοῖ a προσδοκίαν. οὕτως οὖν δείξας τῆς σαρκὸς τὴν συγγένειαν ἐπάγει,

  77. supplement.294

    Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.

  78. supplement.295

    Κυρίλλου. Ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς, κατά γε τὸ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφήν. κεχρημάτικε γὰρ οὕτω καὶ υἱὸς ἀνθρώπου, καὶ γέγονεν ἀδελφὸς τοῖς ἐκ σπέρματος Ἁβραὰμ, ἤγουν τοῖς ἐν αἵματι καὶ σαρκί.

  79. supplement.296

    Χρυσοστόμου. Τί ἐστι “κατὰ πάντα;” ἅπερ ἐχρῆν, τέλος ἀπέθανε. τοῦτό ἐστι κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ἐπειδὴ γὰρ πολλὰ διηλέχθη περὶ τῆς μεγαλειότητος αὐτοῦ καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ. καὶ θέα πῶς αὐτὸν δείκνυσι, πολλὴν τὴν σπουδὴν τιθέμενος ὥστε ἡμῖν ὁμοιωθῆναι, ὅπερ κηδεμονίας ἦν πολλῆς· μονονουχὶ λέγων, ὁ οὕτω μέγας, ὁ ὣν ἀπαύγασμα τῆς δόξης, ὁ ὣν χαρακτὴρ τῆς ὑποστά- σεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος, οὕτως ἠθέλησε καὶ ἐσπούδασεν ἀδελφὸς ἡμῶν ἐν ἅπασι γενέσθαι. καὶ διὰ τοῦτο Ἀγγέλους ἀφῆκε, καὶ τὰς ἄλλας δυνάμεις, καὶ πρὸς ἡμᾶς κατῆλθε, καὶ ἡμῶν ἐπελάβετο, καὶ μυρία εἰργάσατο ἀγαθὰ, θάνατον ἔλυσε, τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλεν, ἡμᾶς δουλείας ἀπήλλαξεν, οὐ τῇ ἀδελφότητι μόνον τετίμηκεν, ἀλλὰ καὶ ἑτέροις μυρίοις.

  80. supplement.297

    Θεοδωρήτου. Ὁμοίως ἡμῖν τροφῆς μετέλαβε, καὶ πόνους ὑπέμεινε καὶ ἠθύμησε, καὶ ἐδάκρυσε, καὶ θάνατον κατεδέξατο.

  81. supplement.298

    Κλήμεντοσ. Μεγαλόδωρος οὖν ὁ τὸ μέγιστον ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἐπιδιδοὺς, καὶ μεγαλωφελὴς καὶ φιλάνθρωπος, ὅτι καὶ ἄνθρωπος· ἐξὸν εἶναι κύριον, ἀδελφὸς εἶναι βεβούληται. ὁ δὲ καὶ εἰς τοσοῦτον ἀγαθὸς, ὥστε καὶ ἡμῶν ὑπεραποθανεῖν, καὶ τὸ κατὰ τοῦ θανάτου ἐπιδείξασθαι τρόπαιον.

  82. supplement.299

    Εὐσεβίου Εὐλγγελικῆσ Ἀποδείξεωσ. Ἦν μὲν γὰρ πάλαι πρότερον φοβερὸς τοῖς πᾶσιν ὁ τοῦ θνητοῦ γένους ὀλετὴρ θάνατος, καὶ λύμη ἐνομίζετο τῆς ὅλης ἀνθρώπου φύσεως, ψυχῆς ὁμοῦ καὶ σώματος ἡ τούτου δυναστεία· οὐδέ τις ἦν τῶν ἐξ αἰῶνος οἷός τε τουτὶ τὸ φόβητρον ἐξ ἀνθρώπων ἀνελεῖν, πάντες δ’ ἐπτήχεσαν φόβῳ μικροὶ καὶ μεγάλοι τὸν θάνατον. οὐκ ἦν τε τοῦ κακοῦ παραμύθιον ἀνθρώποις, οὐ λόγος, οὐ τρόπος, οὐ βίος, οὐ σοφῶν λογισμὸς, οὐ παλαιῶν συγγράμματα, οὐ προφητῶν θεσπίσματα, οὐκ Ἀγγέλων ἐπιφάνεια. πάντων δὲ κρείττων καὶ ἀνώτερος τὴν κατὰ πάντων νίκην ἐπεῖχεν ὁ θάνατος, ὑψηλὸς, μεγάλαυχος, ὑπερήφανος, ᾧ δὴ καταδεδουλωμένον τὸ θνητὸν γένος, παντοίαις ἐκαλινδεῖτο παρανομίαις, μιαιφονίαις, ἀθεμιτουργίαις, δυσσεβείαις, πολυπλόκῳ πλάνῃ. τούτων γὰρ ἦν ἁπάντων θάνατος αἴτιος. ὡς γὰρ μηκέτι ὄντες μετὰ θάνατον, τὰ μυρία θανάτων ἄξια δρῶντες διῆγον· καὶ ὡς εὐθύναις οὐδαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν, βίον ἔζων ἀβίωτον. οὓς δὴ κατελεήσας ὁ παμβασιλεὺς τοῦ Θεοῦ Λόγος, ἐπὶ τὴν ἄμυναν ἔσπευσε, καὶ τὸν κατὰ τοῦ θανάτου ἔλεγχον δι’ ἀνθρώπου φύσεως ἐμηχανᾶτο. ζωὴ μὲν αὐτὸς τυγχάνων καὶ Θεοῦ Λόγος καὶ Θεοῦ δύναμις, ἀλλ’ οὐ δίχα τοῦ βοηθουμένου, τὸ τῶν ἀνθρώπων φόβητρον διελέγξαι κρίνας. διὸ δὴ ὅπλῳ χρησάμενος ἀνθρωπείῳ καὶ θνητῷ ὁ ἀσώματος, τὸν θάνατον διὰ τοῦ θνητοῦ κατηγωνίσατο, καὶ μέγα θαῦμα τοῖς πᾶσιν ἀπέδειξε. θνητῷ γὰρ ὅπλῳ κεχρημένος, τρόπαιον ἀθανασίας κατὰ τοῦ θανάτου ἔστησεν.

  83. supplement.300

    Κυρίλλου ὅτι εἷσ Κύριοσ. Ἀλλ᾿ εἰπάτωσαν ἡμῖν οἱ αἰρετικοὶ, τίνα τρόπον ὡμοιῶσθαι φασὶν αὐτὸν κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν. ἣ καὶ τίς ἃν ὅλως νοοῖτο ὁ τὴν ὁμοίωσιν ὑπελθὼν, εἰ μὴ κατὰ φύσιν ἕτερος ἦν, καὶ οὐκ ἐν τοῖς καθ’ ἡμᾶς; τὸ γάρ τοι τισὶν ὁμοιούμενον εἶναί που πάντως ἀνάγκη διάφορον πη αὐτοὺς, καὶ οὐκ ἐοικὸς αὐτοῖς, ἑτεροειδὲς δὲ μᾶλλον εἴτουν ἑτεροφυές. ἀνόμοιος τοίνυν ὑπάρχων ἡμῖν κατὰ φύσιν ὁ μονογενὴς, ὡμοιῶσθαι λέγεται, γεγονὼς καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος. ἡ δὲ κατὰ πάντα ὁμοίωσις ἀρχὴν ὧσπέρ τινα καὶ παρεισβολὴν τοῦ πράγματος τὴν ἐκ γυναικὸς ἔχει ἀπόταξιν, καὶ τὴν ἐν σαρκὶ φανέρωσιν ἰδίαν, οὐχ ὁρατοῦ, καὶ τὴν ἐν τοῖς καθ’ ἡμᾶς κάθεσιν οἰκονομικὴν, τοῦ ἐν ὑπερτάτοις ὄντος ὑψώμασιν, καὶ τὸ ἐν ἀνθρωπότητι ταπεινὸν, τοῦ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέποντος, καὶ τὸ ἐν μέτροις γενέσθαι τοῖς ἱκετικοῖς, τὸν ἐν κυριότητι φυσικῇ. τὸ μὲν οὖν ὡμοιῶσθαι γένοιτ’ ἃν καὶ μάλα ὀρθῶς ἐν ἀποτάξει τῇ καθ’ ἡμᾶς, εἰ καὶ παραδόξως ἐπ’ αὐτοῦ. Θεὸς γὰρ ἦν ὁ σαρκούμενος. ὁμολογείσθω γεμὴν, ὡς ἐψύχωτο νοερῶς τὸ ἑνωθὲν αὐτῷ σῶμα. οὐ γάρ τοι τὸ κρεῖττον τῶν ἐν ἡμῖν ἀφεὶς, τουτέστι ψυχὴν, μόνου πεποίηται φειδὼ γηΐνου σώματος, ἀλλ’ ὁμοῦ ψυχῆς καὶ σώματος προενόησεν. εἲτα δείκνυσιν ὁ Ἀπόστολος ὅτι καὶ ἀρχιερεὺς ἡμῶν πρὸς τὸν Πατέρα ὁ Υἱὸς γενέσθαι ἠθέλησεν, ἐπάγει γὰρ,

  84. supplement.301

    Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.

  85. supplement.302

    Χρυσοστόμου. Διὰ τοῦτο φησὶ, τὴν σάρκα ἀνέλαβε τὴν ἡμετέραν διὰ φιλανθρωπίαν μόνον, ἵνα ἐλεήσῃ ἡμᾶς. οὐδὲ γάρ ἐστιν ἄλλη τις αἰτία τῆς οἰκονομίας, ἣ αὕτη μόνη. εἶδε γὰρ χαμαὶ ἐρριμμένους, ἀπολλυμένους, ὑπὸ τοῦ θανάτου τυραννουμένους, καὶ ἠλέησε. τί δέ ἐστι πιστός; ἀληθὴς, δυνάμενος· ἁρχιερεὺς γάρ ἐστι πιστὸς ὁ Υἱὸς, δυνάμενος τοὺς ὧν ἐστιν ἀρχιερεὺς ἀπαλλάξαι τῶν ἁμαρτημάτων. ἵν οὖν προσενέγκῃ θυσίαν δυνα- μένην ἡμᾶς καθαρίσαι, διὰ τοῦτο γέγονεν ἄνθρωπος· ἐπήγαγε γοῦν τὰ πρὸς τὸν Θεὸν, τουτέστι τῶν πρὸς τὸν Θεὸν ἕνεκεν, ἐκπεπολεμωμένοι ἦμεν φησὶ τῷ Θεῷ, κατεγνωσμένοι, ἠτιμωμένοι, οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν θυσίαν. εἶδεν ἡμᾶς ἐν τούτοις καὶ ἠλέησεν, οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ’ αὐτὸς γενόμενος ἡμῖν ἀρχιερεύς. πῶς δὲ πιστὸς, ἐπήγαγεν “εἰς τὸ ἱλάσκεσθαι τὰς “ἁμαρτίας τοῦ λαοῦ.”

  86. supplement.303

    Κυρίλλου. Αὐτὸς γενόμενος ἀρχιερεὺς κατὰ τὸ ἀνθρώπινον. καί τοι παρὰ πάντων τὰς θυσίας δεχόμενος θεικῶς, αὐτὸς τὸ θῦμα κατὰ τὴν σάρκα· αὐτὸς ὁ ταῖς ἁμαρτίαις ἡμῶν ἱλασκόμενος, κατά γε τὴν τῆς θεότητος ἐξουσίαν. εἷς οὖν ἄρα Κύριος Ἰησοῦς Χριστός,

  87. supplement.304

    Θεπδωρύτου. Ἔδειξεν ἐν τούτοις προσφορὰν γεγενημένον αὐτοῦ τὸν σωτήριον θάνατον· ὑπὲρ ἁπάσης γὰρ τῆς κτίσεως ὃ ἀνέλαβε προσενήνοχε σῶμα.

  88. supplement.305

    Κυρίλλου Ὁμιλία. Οὐκ αὐτῇ μέντοι τῇ τοῦ Λόγου φύσει, τὸ ἀρχιερέα κεκλῆσθαι καὶ τὰ τοιάδε τῶν ὀνομάτων, ἀλλὰ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ καὶ μέτροις τοῖς καθ’ ἡμᾶς. καὶ φέρε πρῶτον ἐκεῖνο ζητήσωμεν. τίς ἦν ὁ δυνάμενος μὲν καὶ ἐξουσίαν ἔχων ἐπιλαβέσθαι Ἀγγέλων, εἰ τοῦτο χρήσιμον ἦν, οὐκ ἐπιλαβόμενος δὲ μᾶλλον ἐκείνων, ἀλλὰ σπέρματος Ἁβραάμ. εἰ μὲν οἴονται τινες περὶ ἀνθρώπου ταῦτα λέγεσθαι κοινοῦ, πῶς ἀνεδέχετο τὸν οὔπω γεγεννημένον μηδὲ ὑπάρχοντα, φύσεως ἐπιλαμβάνεσθαι τῆς τῶν ἁγίων Ἀγγέλων, εἴπερ ἤθελε τοῦτο δρᾷν, ἀλλ’ ἐκεῖνο μὲν οὐ πεποιηκότα, ἐπιλαβόμενον δὲ μᾶλλον σπέρματος Ἁβραάμ. ἄλλως τε, κἀκεῖνο γὰρ οἶμαι κατιδεῖν ἀναγκαῖον, τὸ λέγειν ἄνθρωπον ἀνθρωπότητος ἐπιλαβέσθαι, ἀσύνετον παντελῶς. οὐκοῦν ὁ ἔξω τῆς ἀνθρώπου φύσεως ὣν ὡς Θεὸς, ἐπιλαμβάνεται σπέρματος Ἁβραάμ. σῶμα γὰρ οὕτω λαβὼν ἔμψυχόν τε καὶ ἔννουν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μάριας, ὡμοιώθη τε τοῖς ἀδελφοῖς κατὰ πάντα, τουτέστιν ἡμῖν. τότε γέγονεν ἐφ’ ἡμᾶς ἀρχιερεὺς ἐλεήμων, καὶ πρός γε τούτῳ πιστός. πῶς οὖν γέγονεν, ἀκόλουθον ἰδεῖν. οὐ γὰρ ἦν ἐλεήμων καὶ πρὶν γένηται καθ’ ἡμᾶς· οὐκ ἦν ἀγαθὸς ὡς ἐξ ἀγαθοῦ Πατρὸς, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ἐλεήμων· προέκοψεν οὐν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ κρείττων εαυτοῦ γέγονεν, ὅτε σπέρματος Ἁβραὰμ ἐπελάβετο. οὐκοῦν ὅπερ οὐκ ἢν, ἐγένετο, καὶ ὠφέληται μᾶλλον γενόμενος ἄνθρωπος. πῶς οὑν ἄτρεπτος ἔτι κατὰ φύσιν εἰ γέγονεν ὅπερ οὐκ ἠν; πῶς μεμένηκεν ὁ αὐτός; πῶς δὲ κεκένωκε καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, εἰ γέγονεν ἑαυτοῦ καλλίων; ἀλλ’ οὐχ οὕτω ταῦτ’ ἔχει, μὴ γένοιτο· ἦν γὰρ ἐλεήμων καὶ ἔστιν ἀεί· καὶ ἐπειδὴ τοῦτό ἐστιν, ἐπελάβετο σπέρματος Ἁβραὰμ, ἵν εἰς ἡμᾶς ἱερεὺς ἐλεήμων γένηται· καὶ τίνα τρόπον ἐρῶ. οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον· οὐκ ἦν παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ μὴ δίκας ὑποσχεῖν παραχρῆμα καὶ μέχρι θανάτου. πιστώσεται δὲ γράφων ὁ Παῦλος, “ἀθετήσας τίς νόμον Μώσεως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἣ “τρισὶν μάρτυσιν ἀποθνήσκει.” ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Χριστὸς, οὐκέτι ταῖς νομικαῖς ἀποτομίαις κρατεῖν ἐπιτρέπων, ἀνιεὶς δὲ μᾶλλον τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ἠσθενηκότας. πιστὸς δὲ ὅτι μόνιμος καὶ διηνεκὲς, καὶ ἀξιόχρεως εἰς πίστιν τῶν ἐπηγγελμένων, καὶ ἀπαράβατον ἔχων τὴν ἱερωσύνην. ἐλεήμων, ἵνα τοίνυν ἀπαλλάξῃ ἡμᾶς τῆς ἐν νόμῳ δίκης καὶ ἀρᾶς καὶ ἀποτομίας· κεχρημάτικεν ἡμῶν ἱερεὺς, οὐ δίκας αἰτῶν τῶν ἡμαρτημένων, οὐκ ἐνόχους τῇ κρίσει καθιστὰς τοὺς ἐξ ἀσθενείας ἀνθρωπίνης πεπλημμεληκότας. δικαιῶν δὲ μᾶλλον τῇ πίστει καὶ ἐγκλημάτων ἀνιεὶς καὶ ἁγίους ἀποφαίνων, καὶ τῆς ἑαυτοῦ φύσεως κοινωνοὺς, οὕτω τὲ συνάπτων δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. ἐλεήμων γὰρ τοίνυν καὶ πιστὸς, τουτεστιν ἀεὶ μένων γέγονεν ἱερεὺς ὅτε σπερματος Ἁβραὰμ ἐπελάβετο, Θεὸς ὣν ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός. τι τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ εἶναι ὅ ἐστι, διὰ τὴν εἰς ἡμᾶς ἀγάπην;

  89. supplement.306

    Ἀθλνλσίυ κατὰ Ἀρειλνῶν, τίς δὲ τὴν περικοπὴν ταύτην, οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακάριον Ἀπόστολον θαυμάζει καλῶς εἰρηκότα; πότε γὰρ πεποίηται καὶ πότε ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχεν αὐτὸς αἵματος καὶ σαρκὸς. κα ποτε γέγονεν ἐλεήμων καὶ πιστὸς αρχιερεὺς ἣ ὅτε κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη; ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος, ἐνδυσάμενος τὴν ἡμετέραν σάρκα. οὐκοῦν περὶ τῆς κατὰ ἄνθρωπον οἰκονομίας τοῦ Λόγου γράφων ὁ Παῦλος ἔλεγε. μηκέτι τοίνυν μαίνεσθε, ποίημα εἶναι λέγοντες τὸν Λόγον. ἔστι γὰρ αὐτὸς Υἱὸς φύσει μονογενὴς, τότε δὲ ἔσχεν ἀδελφοὺς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύσατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς δι᾽ ἑαυτοῦ ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι περὶ ἡμῶν προσενέγκας ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, οὐ πίστεως μετέχων, οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλει περὶ ὧν ἂν λέγει καὶποιεῖ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει, τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. "αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι, οὐκ εἶχον τὸ πιστὸν καθ᾽ ἡμέραν παρεχόμεναι, καὶ δεόμεναι πάλιν καθαρσίου," ἡ δὲ τοῦ Σωτῆρος θυσία ἅπαξ γενομένη τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε, μένουσα διὰ παντός. καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς διαδεχομένους· καὶ ὄντως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους, ὁ δὲ Κύριος ἀπαράβατον καὶ ἀδιάδοχον ἔχων τὴν ἀρχιερωσύνην, πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος εἰς τὸ ἐπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους· πιστὸς γάρ ἐστιν, οὐκ ἀλλασσόμενος, ἀλλὰ διαμένων, καὶ ἀποδιδοὺς ἃ ἐπηγγείλατο. Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παρ᾽ αὐτοῖς ψευδώνυμοι θεοὶ, οὔτε τὸ εἶναι οὔτε τὸ ἐπαγγέλλεσθαι εἰσὶ πιστοί· οὔτε γὰρ οἱ αὐτοὶ εἰσὶ πανταχοῦ, ἀλλὰ καὶ οἱ κατὰ τόπους τῷ χρόνῳ διαφθείρονται καὶ περὶ ἑαυτοὺς καταρρέουσι. διὸ καὶ κατ᾽ αὐτῶν ὁ λόγος βοᾷ, ὅτι πίστις οὐκ ἔστιν ἐν αὐτοῖς. ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι καὶ ἀληθινὸς Θεὸς, πιστός ἐστιν ὁ αὐτὸς ὢν καὶ λέγων, "ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι·" διὸ καὶ ὁ τούτου Υἱὸς πιστός ἐστιν ἀεὶ καὶ οὐκ ἀλλοιούμενος, οὐδὲ διαψευδόμενος, οὔτε ἐν τῷ εἶναι, οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι· τοιοῦτον τὸ "πιστὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει." ἐν γὰρ τῷ ποιεῖν ἃ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν. καὶ πάλιν τὸ ἀναλλοίωτον τῇ λέξει ταύτῃ σημαίνων, "εἰ ἀπιστήσομεν," φησὶν, "ἐκεῖνος πιστὸς μένει."

  90. supplement.307

    Κυρίλλου. Ἄθρει δὲ ὅπως οὐκ εἰς κατάκρισιν τῶν ἡμαρτηκότων γέγονεν ἱερεὺς, εἰς τὸ ἱλάσκεσθαι δὲ μᾶλλον τὰς ἁμαρτίας αὐτῶν. ὁ δέ γε τοῦ πειρασμοῦ καὶ τῆς θυσίας, ὁποῖος ἂν εἴη τρόπος; διεκαρτέρησε φησὶ πειραζόμενος, καὶ ὑπέμεινε σταυρὸν. πλὴν ἑαυτὸν ὁ Υἱὸς ὡς ἄμωμον ἱερεῖον προσεκόμισε τῷ Πατρὶ, ἵνα διὰ τῆς ἑαυτοῦ σαρκὸς βοηθήσῃ τοῖς κάμνουσι καὶ πειραζομένοις. μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζο- μένους.

  91. supplement.308

    Κυρίλλου Γρᾶ. Ἐξιλάσεται δὲ Χριστὸς ἥκιστα μὲν ὑπὲρ ἑαυτοῦ· καὶ ἀληθὴς ὁ λόγος, οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ὑπὲρ ἡμῶν δὲ μᾶλλον· προσέθετο γὰρ αὐτὸν ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως.

  92. supplement.309

    Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθεῖν.

  93. supplement.310

    Χρυσοστόμου. Πάνυ ταπεινὸν τοῦτο καὶ εὐτελὲς καὶ ἀνάξιον Θεοῦ. περὶ τοῦ σαρκωθέντος μέντοι ἐνταῦθα φησὶ, καὶ πρὸς πληροφορίαν τῶν ἀκουόντων εἴρηται, καὶ διὰ τὴν αὐτῶν ἀσθένειαν. δι’ αὐτῆς φησὶ τῆς πείρας ὣν ἐπάθομεν ἦλθεν. οὐκ ἀγνοεῖ οὖν τὰ πάθη τὰ ἡμέτερα. οὐχ ὡς Θεὸς μόνον οἶδεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας ἧς ἐπειράσθη· ἔπαθε πολλὰ, οἶδε συμπάσχειν· καὶ τοι γε ἀπαθὴς ὁ Θεός ἐστιν, ἀλλὰ τὰ τῆς σαρκώσεως ἐνταῦθα διηγεῖται, ὡς ἃν εἰ ἔλεγε, καὶ αὐτὴ ἡ σὰρξ τοῦ Χριστοῦ πολλὰ δεινὰ ἔπαθεν. οἶδε τί ἐστι θλίψις, οἶδε τί ἐστι πειρασμὸς τῶν παθόντων οὐχ ἧττον ἡμῶν. καὶ γὰρ καὶ αὐτὸς ἔπαθεν. τι οὖν ἐστι τὸ δύναται τοῖς πειραζομένοις βοηθῆσαι; ὡς ἄν τις εἴποι μετὰ πολλῆς προθυμίας ὀρέξει χεῖρα, συμπαθὴς ἔσται. ἐπειδὴ γὰρ ἐβούλοντο μέγα τι καὶ πλέον ἔχειν τῶν ἐξ ἐθνῶν, δείκνυσιν ἐν τούτῳ πλέον ἔχοντας, ἔνθα οὐδὲν κατέβλαπται τοὺς ἐξ ἐθνῶν. ἐν ποίῳ δὴ τούτῳ; ὅτι ἐξ αὐτῶν ἐστὶν ἡ σωτηρία; ὅτι ἐκείνων ἐπελάβετο πρῶτον, ὅτι ἐκεῖθεν ἀνέλαβε σάρκα. σπέρματος γάρ φησιν Ἀβραὰμ ἐπιλαμβάνεσθαι. τιμᾷ καὶ τὸν πατριάρχην διὰ τούτου, ἀναμιμνήσκει αὐτοὺς καὶ τῆς πρὸς αὐτὸν ἐπαγγελίας τῆς λεγούσης, “σοὶ καὶ τῷ σπέρματι σου δώσω τὴν γῆν “ταύτην.” διὰ τοῦ μικροτάτου δείκνυσι τὴν ἐγγύτητα, τῷ ἐξ ἑνὸς εἶναι πάντας. ἀλλ’ οὐ πολλὴ ἐκείνη ἠν ἐγγύτης. ἔρχεται πάλιν ἐπὶ ταύτην καὶ ἐνδιατρίβει λοιπὸν τῇ κατὰ σάρκα οἰκονομία, καὶ φησὶν, ἢν μὲν καὶ αὐτὸ τὸ θελῆσαι γενέσθαι ἄνθρωπον, πολλῆς κηδεμονίας καὶ ἀγάπης. νῦν δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ τὰ ἀθάνατα ἀγαθὰ τὰ δι’ αὐτοῦ ἡμῖν παραχθέντα· “εἰς τὸ ἱλά- “σκεσθαι,” γάρ φησι, “τὰς ἁμαρτίας τοῦ λαοῦ.” διατὶ μὴ εἶπε τῆς οἰκουμένης ἁλλὰ τοῦ λαοῦ; τὰς γὰρ πάντων ἁμαρτίας ἀνήνεγκεν, ὅτι τέως περὶ αὐτῶν ἦν ὁ λόγος αὐτῷ, ἐπεὶ καὶ ὁ Ἄγγελος πρὸς τὸν Ἰωσὴφ ἔλεγε, “καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς “γὰρ σώσει τὸν λαὸν αὐτοῦ. τοῦτο γὰρ καὶ πρῶτον ἔδει γενέσθαι. καὶ διὰ τοῦτο ἦλθεν, ὥστε τούτους σῶσαι, καὶ τότε διὰ τούτων ἐκείνους, εἰ καὶ τοὐναντίον γέγονεν. τοῦτο καὶ οἱ Αποστολοι ελεγον, “ὑμῖν ἀναστήσας τὸν παῖδα αὐτοῦ ἀπέστειλεν εὐλογοῦντα “ὑμᾶς.” καὶ πάλιν· “ὁ λόγος τῆς σωτηρίας ὑμῖν ἀπεστάλει.” οὐκοῦν τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκὴν λέγων, “εἰς τὸ “ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.’ καὶ τέως μὲν οὕτω φησὶν, ὅτι γὰρ αὐτός ἐστιν ὁ τὰς ἁμαρτίας πάντων ἀφιεὶς, ἐδήλωσε καὶ ἐν τῷ παραλυτικῷ καὶ ἐν τῷ βαπτίσματι. τὸ δὲ “πειρασθεὶς δύνα- “ται βοηθεῖν, ταπεινὸν σφόδρα, πλὴν οὐκ ἔξω τῶν τῆς σαρκώσεως μέτρων. ἔπειτα καὶ διὰ τὸ νηπιῶδες τῶν ἀκουόντων εἴρηται εἰς ψυχαγωγίαν ἐκείνων. ἐπειδὴ γάρ φησι, πέπονθεν αὐτὸς εἰς τὸ οἰκεῖον σῶμα πειρασθεὶς, προθυμότερον βοηθήσει τοῖς πειραζο- μενοις.

  94. supplement.311

    Θεοδωρητου. Ὡσεὶ ἔλεγε, πείρᾳ μαθὼν τι ἐστι τὸ πειρασμοῖς περιπεσεῖν, καὶ αὐτοπαθῶς πειράσας τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν, ἅτε δὴ καὶ κατὰ νόμον καὶ κατὰ χάριν πολιτευσάμενος, τοῖς πολεμουμένοις ἐπικουρίαν ὀρέγει. καὶ ταῦτα δὲ κατὰ τὸ ἀνθρώπειον εἴρηται. οὔτε γὰρ ἀρχιερεὺς ἡμῶν ὡς Θεὸς ἀλλ’ ὡς ἄνθρωπος· οὔτε ὡς Θεὸς πέπονθεν, ἀλλ’ ὡς ἄνθρωπος· οὔτε διὰ τῆς πείρας μεμάθηκε τὰ ἡμέτερα, ἀλλ’ καὶ Θεὸς καὶ δημιουργὸς γινώσκει πάντα καλῶς.

  95. supplement.312

    Χρυσοστόμου. Πλὴν εἰ περὶ τοῦ Πατρὸς τοῦ μὴ σαρκωθέντος φησὶν ἡ γραφὴ, “ἐκ τοῦ οὐρανοῦ διέκυψεν ὁ Κύριος, εἶδε πάντας “τοὺς υἱοὺς τῶν ἀνθρώπων,” τουτέστιν ἀκριβῶς πάντα κατέμαθε. καὶ πάλιν, “καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντε- “λεῖται,” πολλῷ μᾶλλον περὶ τοῦ Χριστοῦ, τοῦ καὶ παθόντος ἐν σαρκὶ λέγεται ταῦτα. ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὴν πείραν πάντων πιστοτέραν εἶναι νομίζουσι πρὸς γνῶσιν, βούλεται δεῖξαι ὅτι ὁ παθὼν οἶδε τί πάσχει ἡ ἀνθρωπίνη φύσις.

  96. supplement.313

    Θεοδωρήτου. Οὕτω τὴν πρὸς τοὺς Ἀγγέλους παρεξέτασιν συμπεράνας, τὸν μείζονα τῶν προφητῶν Μωϋσῆν τὸν μέγαν ἐκ παραλλήλου τίθησιν, ἵνα δείξας ἄπειρον τὸ διάφορον, δείξῃ κατὰ ταὐτὸν καὶ τῶν διαθηκῶν καὶ τῶν ἐπαγγελιῶν, καὶ μέν τοι καὶ τῶν ἱερέων τὸ μέσον. πάλιν δὲ τῇ συγκρίσει παραίνεσιν ἀναμίγνυσιν, ἵνα μὴ δόξη ὥσπερ ἐξεπίτηδες τοῦτο ποιεῖν, ἀλλ’ ὑπό τινος ἀνάγκης ὠθούμενος.

  97. supplement.314

    Χρυσοστόμου. Ὅταν δὲ τῆς σαρκὸς ἐπιλάβηται ὁ Παῦλος, πάντα ταπεινὰ φθέγγεται οὐδὲν δεδοικώς. ὅρα γὰρ λοιπὸν τί φησι,

  98. supplement.315

    Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστόν· πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλω τῶ οἴκῳ αὐτοῦ.

  99. supplement.316

    Χρυσοστόμου. Μέλλων αὐτὸν προτιθέναι τοῦ Μωϋσέως, κατὰ σύγκρισιν εἰς τὸν ἀρχιερωσύνης νόμον τὸν λόγον ἐδέξατο. οὐ γὰρ μικρὰν περὶ Μώσεως δόξαν εἶχον ἅπαντες, καὶ προκαταβάλλεται ἤδη τὰ σπέρματα τῆς ὑπεροχῆς. καὶ ἄρχεται μὲν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν. ἤρξατο δὲ ἀπὸ τῆς σαρκὸς τέως τὸ ἶσον τιθέναι καὶ φησίν· “ὡς καὶ “Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.” καὶ οὐ παρὰ τὴν ἀρχὴν δείκνυσι τὴν ὑπεροχὴν, ἵνα μὴ ἀποπηδήσῃ ὁ ἀκροατὴς, καὶ εὐθέως ἐμφράξῃ τὰς ἀκοάς. εἰ γὰρ καὶ πιστοὶ ἦσαν, ἀλλ’ ὅμως πολὺ ἔτι τὸ συνειδὸς εἶχον πρὸς Μωϋσέα. “πιστὸν ὄντα,” φησὶ, “τῷ “ποιήσαντι αὐτόν. τι ποιήσαντι; ἀπόστολον καὶ ἀρχιερέα· οὐδὲν γὰρ ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων· “ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ “οἴκῳ αὐτοῦ,” τουτέστιν ἐν τῷ λαῷ ἣ ἐν τῷ ἱερῷ. ἐνταῦθα δὲ τὸ ἐν τῷ οἴκῳ αὐτοῦ φησὶν, ὡσανεὶ τις εἴποι περὶ τῶν ἐν τῇ οἰκίᾳ, καθάπερ τίς ἐπίτροπος καὶ οἰκονόμος οἰκίας, οὕτως ἦν ὁ Μωϋσῆς ἐν τῷ λαῷ. ὅτι γὰρ οἶκον τὸν λαὸν φησὶν, ἐπήγαγεν, “οὗ οἶκος ἐσμὲν ἡμεῖς,” τουτέστιν ἐν τῆ κτίσει αὐτοῦ ἐσμέν.

  100. supplement.317

    Θεοδωρήτου. πάλιν μέντοι ἀρχιερέα καὶ ἀπόστολον αὐτὸν, ὡς ἄνθρωπον κέκληκεν. εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστιν, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦτο ἃν ἦν. ὅτι δὲ καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονεν, ἐν τῇ πρὸς Γαλάτας ἐδίδαξεν· “ὅτε γὰρ ἦλθε,” φησὶ, “τὸ πλήρωμα τοῦ χρόνου, ἐξα- “πέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς,” οὐκ εἰπεν ἀπέστειλεν αὐτὸν γενέσθαι ἐκ γυναικὸς, ἀλλὰ γενόμενον ἐκ γυναικὸς, ἀπέστειλεν. ὡς εἶναι δῆλον ὅτι τῇ ἐνανθρωπίσει πρόσφορον τὸ τῆς ἀποστολῆς ὄνομα. ὁμολογίαν δὲ ἡμῶν τὴν πίστιν ἐκάλεσε. ποίησιν δὲ οὐ τὴν δημιουργίαν ἀλλὰ τὴν χειροτονίαν κέκληκε. πιστὸν γὰρ ὄντα φησὶ τῷ ποιήσαντι αὐτὸν ἀρχιερέα· εἰτα καὶ τῶν περὶ τοῦ Μώσεως ὑπὸ τοῦ Θεοῦ ἐἰρημένων ἀναμιμνήσας, τοῦ γὰρ Θεοῦ ἐστι φωνὴ, “ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός “ἐστι,” δείκνυσιν ἐν τοῖς ἑξῆς τὸ διάφορον καὶ τὴν ὑπεροχήν.

← Previous · Next → — showing 801900 of 1,355

First Thousand Years of Greek. CTS URN tlg4102.tlg038.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.