Catena In Epistulam Ad Hebraeos
- supplement.118
Διὰ τοῦτο οὐδ’ ὥσπερ Ἀαρὼν ἣ Δαβὶδ, οὕτω καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἄλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ “ἐλαίῳ “ἀγαλλιάσεως,” ὅπερ αὐτὸς ἑρμηνεύων εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησὶ, “Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· καθὼς ὁ Ἀπόστολος εἴρηκεν, “ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι “Ἁγίῳ.” πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἣ ὅτε ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ καταβέβηκεν ἐπ’ αὐτὸν τὸ Πνεῦμα; καὶ μὴν αὐτὸς ὁ Κύριος φησὶ, “τὸ Πνεῦμα ἐκ τοῦ “ἐμοῦ λήψεται, καὶ ἐγὼ αὐτὸ ἀποστελῶ,” καὶ “λάβετε Πνεῦμα “Ἅγιον” τοῖς μαθηταῖς ἔφη. καὶ ὅμως ἄλλοις παρέχων ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς, λέγεται νῦν ἁγιάζεσθαι, ἐπειδὴ γέγονεν ἄνθρωπος καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦτο τὸ χρῖσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, “καὶ ὑμεῖς χρῖσμα ἔχετε “ἀπὸ τοῦ Ἁγίου·” τοῦ δὲ Παύλου, “καὶ ὑμεῖς ἐσφραγίσθητε “τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ.” οὐκοῦν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐστὶ τὸ λεγόμενον. ποία τοίνυν ἐκ τούτου προκοπὴ βελτιώσεως, καὶ μισθὸς ἀρετῆς ἣ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται; εἰ γὰρ ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει, εἰ μὴ βασιλεύων εἰς βασιλείαν προήγετο, εἶχεν ἃν ὑμῖν ὁ λόγος σκιάν τινα πιθανότητος. εἰ δὲ Θεός ἐστιν, καὶ ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιος ἐστὶ, ποῦ εἶχε προκόψαι Θεὸς, ἣ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθημένῳ Πατρός;
- supplement.119
Εἰ δὲ καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, αὐτοῦ ἐστὶ τὸ Πνεῦμα, καὶ ἐκ τοῦ αὐτοῦ λαμβάνει, καὶ αὐτὸς αὐτὸ ἀποστελεῖ, οὐκ ἄρα ὁ Λόγος ἐστὶν ὁ τῷ παρ’ αὐτοῦ διδομένῳ Πνεύματι χριόμενος, ἀλλ’ ἡ προσληφθεῖσα πη αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ πη αὐτοῦ χριομένη, ἵνα καὶ ὁ ἁγιασμὸς ὡς εἰς ἄνθρωπον τὸν Κύριον γενόμενος, εἰς πάντας ἀνθρώπους γένηται παρ’ αὐτοῦ· οὐ γὰρ ἀφ’ ἑαυτοῦ φησι τὸ Πνεῦμα λαλεῖ, ἀλλ’ ὁ Λόγος ἐστὶν ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. ὥσπερ δὲ ὁ Ἀπόστολος ἔγραψεν, “ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσεν,” οὕτως ὁ Δαβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ, προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν. τοῦτο γὰρ παρ’ αὐτοῦ σημαίνεται ἐν τῷ ψάλλειν, “σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων “σου.” παρὰ δὲ τοῦ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ, δείκνυται ὅτε ὁ μὲν ἦλθε φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ἑκατὸν, αἱ δὲ ἅπερ ἦσαν ἑτοιμάσασαι ἀρώματα εἰς τὸν ἐνταφιασμὸν τοῦ Κυρίου. ποία οὖν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν; ἣ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον; ποῖος δὲ μισθὸς μείζων γένοιτ’ ἃν Θεῷ αἰωνίῳ καὶ βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός; ἆρ’ οὐ θεωρεῖτε ὅτι καὶ τοῦτο δι’ ἡμᾶς ὑπὲρ ἡμῶν γέγονε καὶ γέγραπται, ἵνα ἄνθρωπος γενόμενος ὁ Κύριος τῆς δόξης θνητοὺς ὄντας καὶ προσκαίρους ἡμᾶς, ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσάγῃ; ἆρ οὐκ ἐρυθριᾶτε καταψευδόμενοι τῶν θείων λογίων; καὶ γὰρ τοῦ Χριστοῦ ἐπιδημήσαντος, ἡμεῖς μὲν ἐβελτιώθημεν ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι, καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος ἐτράπη, ἀλλὰ καθὼς γέγραπται, ὁ Λόγος τοῦ Θεοῦ διαμένει εἰς τὸν αἰῶνα· ἀμέλει, ὥσπερ πρὸ τῆς ἐνανθρωπίσεως Λόγος ὣν ἐχορήγει τοῖς ἀξίοις ὡς ἴδιον τὸ Πνεῦμα, οὕτω καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι καὶ λέγει τοῖς μαθηταῖς “λάβετε Πνεῦμα Ἅγιον.”
- supplement.120
Οὐκοῦν “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς “τοὺς αἰῶνας,” μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμββάνων· διδοὺς μὲν, ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. οὐκ ἄρα ὁ Λόγος ἐστιν ᾗ Λόγος ἐστὶν ὁ βελτιούμενος, εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει, ἀλλ’ οἱ ἄνθρωποι εἰσὶν οἱ ἔχοντες τὸ λαμβάνειν ἐν αὐτῷ καὶ δι’ αὐτοῦ. αὐτοῦ γὰρ νῦν ἀνθρωπίνως λεγομένου χρίεσθαι, ἡμεῖς ἐσμὲν οἱ ἐν αὐτῷ χριόμενοι, ὡς καὶ βαπτιζομένου, βαπτιζόμενοι. εἰ δὲ διὰ τὸ προσκεῖσθαι ἐν τῷ ψαλμῷ “διὰ τοῦτο “ἔχρισέ σε ὁ Θεὸς,” ἐκ τῆς διὰ τοῦτο λέξεως πρόφασιν ἑαυτοῖς πάλιν εἰς ἃ βούλονται πορίζονται, γνώτωσαν οἱ τῶν γραφῶν ἀμαθεῖς καὶ τῆς ἀσεβείας ἐφευρεταὶ, ὅτι καὶ ἐνταῦθα τὸ “διὰ τοῦτο,” οὐ μισθὸν ἀρετῆς ἢ πράξεως σημαίνει τοῦ Λόγου, ἀλλὰ τὸ αἴτιον τῆς εἰς ἡμᾶς αὐτοῦ καθόδου, καὶ τῆς ὑπὲρ ἡμῶν εἰς αὐτὸν γινομένης τοῦ Πνεύματος χρίσεως. οὐ γὰρ εἶπε “διὰ τοῦτο ἔχρισέ σε” ἵνα γένῃ Θεὸς ἣ βασιλεὺς ἣ Υἱός· ἦν γὰρ καὶ πρὸ τούτου καὶ ἔστιν ἀεί· ἀλλὰ μᾶλλον ἐπειδὴ Θεὸς εἶ καὶ βασιλεὺς, διὰ τοῦτο ἐχρίσθης. ἐπεὶ οὐδὲ ἄλλου ἦν συνάψαι τὸν ἄνθρωπον τῷ Πνεύματι τῷ Ἁγίῳ ἣ σοῦ τῆς εἰκόνος τοῦ Πατρὸς, καθ’ ἣν καὶ ἐξ ἀρχῆς γεγόναμεν· σοῦ γάρ ἐστι καὶ τὸ Πνεῦμα. τῶν μὲν γὰρ γενητῶν ἡ φύσις οὐκ ἔστιν ἀξιόπιστος εἰς τοῦτο· Ἀγγέλων μὲν παραβάντων, ἀνθρώπων δὲ παρακουσάντων. διὰ τοῦτο Θεοῦ χρεία ἦν. Θεὸς δέ ἐστιν ὁ Λόγος, ἵνα τοὺς ὑπὸ κατάραν γενομένους αὐτὸς ἐλευθερώσῃ. εἰ μὲν οὖν ἐξ οὐκ ὄντων ἦν, οὐδ’ ἃν αὐτὸς ἦν ὁ Χριστός· εἷς ὣν πάντων, καὶ μέτοχος τυγχάνων καὶ αὐτός. ἐπειδὴ δὲ Θεός ἐστι καὶ Θεοῦ Υἱὸς, βασιλεύς τε ἀίδιος, καὶ χαρακτὴρ τοῦ Πατρὸς, διὰ τοῦτο εἰκότως αὐτός ἐστιν ὁ προσδοκώμενος Κύριος, ὃν ὁ Πατὴρ ἀπέστειλε τοῖς ἀνθρώποις, ἀποκαλύπτων τοῖς ἁγίοις αὐτοῦ προφήταις, ἵνα ὥσπερ δι’ αὐτοῦ γεγόναμεν, οὕτω καὶ ἐν αὐτῷ τῶν πάντων λύτρωσις ἀπὸ τῶν ἁμαρτιῶν γένηται, καὶ τὰ πάντα παρ’ αὐτοῦ βασιλεύηται.
- supplement.121
Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς εἰς αὐτὸν γενομένης χρίσεως καὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου· ἣν θεωρῶν ὁ ψαλμῳδὸς, τὴν μὲν θεότητα καὶ τὴν πατρικὴν βασιλείαν αὐτοῦ ὑμνῶν ἀναφωνεῖ, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα. τὴν δὲ εἰς ἡμᾶς αὐτοῦ κάθοδον ἀπαγγέλλων λέγει, “διὰ τοῦτο ἔχισέ σε ὁ Θεός.” τι δὲ θαυμαστὸν εἰ ὁ τὸ Πνεῦμα διδοὺς Κύριος λέγεται νῦν αὐτὸς τῷ Πνεύματι χρίεσθαι; ὅπου γε χρείας ἀπαιτούσης, οὐ παρῃτήσατο διὰ τὸ ἀνθρώπινον αὐτοῦ εἰπεῖν ἑαυτὸν καὶ ἐλάττονα τοῦ Πνεύμα- τος. τῶν γὰρ Ἰουδαίων λεγόντων ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια, μετὰ τὸ ἐλέγξαι αὐτοὺς βλασφημοῦντας, ἔφησεν· “εἰ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.” ἰδοὺ γὰρ ὁ τοῦ Πνεύματος δοτὴρ ἐν Πνεύματι νῦν λέγει ἐκβάλλειν ἑαυτὸν τὰ δαιμόνια. τοῦτο δὲ διὰ τὴν σάρκα εἶπεν, ὡς τῆς ἀνθρώπου φύσεως οὐκ οὔσης ἱκανῆς ἀφ’ ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας, εἰ μὴ δυνάμει τοῦ Πνεύματος. τοῖς μέν τοι μαθηταῖς τὴν μεγαλειότητα ἑαυτοῦ δεικνὺς ἐδίδου τὸ Πνεῦμα, καὶ ἔλεγεν, “ἐγὼ αὐτὸ “ἀποστέλλω, κἀκεῖνος ἐμὲ δοξάσει.” ὡς οὖν τοῦ Πνεύματος δοτὴρ ὣν οὐ παραιτεῖται εἰπεῖν ἐν Πνεύματι ἐκβάλλειν τὰ δαιμόνια, ὡς ἄνθρωπος, οὕτως φησὶ, “Πνεῦμα κυρίου ἐπ’ ἐμὲ,” διὰ τὸ γεγενῆσθαι σάρκα αὐτὸν, ἵνα δείξῃ ὅτι κατ’ ἀμφότερα ἡμεῖς ἐσμὲν οἱ ἐν τῷ ἁγιάζεσθαι δεόμενοι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μὴ δυνάμενοι δαίμονας ἐκβάλλειν ἄνευ τῆς τοῦ Πνεύματος δυνάμεως. διὰ τίνος δὲ καὶ παρὰ τινὸς ἔδει τὸ Πνεῦμα δίδοσθαι, ἣ διὰ τοῦ Τἰοῦ, οὑ καὶ τὸ Πνεῦμά ἐστι; πότε δὲ λαμβάνειν ἡμεῖς ἐδυνάμεθα, εἰ μὴ ὅτε ὁ Λόγος γέγονεν ἄνθρωπος; καὶ ὥσπερ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον δείκνυσιν ὅτι οὐκ ἃν ἐλυτρώθημεν, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφὴν, οὕτως καὶ ὁ Δαβὶδ δείκνυσιν ὅτι οὐκ ἂν ἄλλως μετέσχομεν τοῦ Πνεύματος καὶ ἥγ’ ἡγιάσθημεν, εἰ μὴ ὁ τοῦ Πνεύματος δοτὴρ, αὐτὸς ὁ Λόγος, ἔλεγεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πνεύματι χρίεσθαι. καὶ βεβαίως ἐλάβομεν αὐτοῦ χριομένου σαρκί· τῆς γὰρ ἐν αὐτῷ σαρκὸς πρώτης ἁγιασθείσης, καὶ αὐτοῦ λεγομένου δι’ αὐτὴν εἰληφέναι, ὡς ἄνθρωποι ἡμεῖς ἐπακολουθοῦσαν ἔχομεν τὴν τοῦ Πνεύματος χάριν, ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνοντες.
- supplement.122
Τὸ δὲ “ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν,” πρόκειται ἐν τῷ ψαλμῷ, οὐχ ὡς ὑμεῖς νοεῖτε, τρεπτὴν δεικνύον τοῦ Λόγου τὴν φύσιν, ἀλλ’ ὁ τὸν Πατέρα νοήσας, αὐτόν τε ἐφ’ ἑαυτοῦ ἐνόησε, καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο. ὁ δὲ τοῦτο λαβὼν, τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἀπεμέρισεν, ἀλλ’ ἀκολούθως μὲν κατὰ τὴν τάξιν, συνημμένως δὲ κατὰ τὴν φύσιν, τῶν τριῶν κατὰ ταὐτὸν συγκεκραμμενην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο· καὶ ο τὸ Πνεῦμα μόνον εἰπὼν, συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστι τὸ Πνεῦμα. καὶ ἐπειδὴ τοῦ Χριστοῦ ἐστὶ τὸ Πνεῦμα καὶ ἐκ τοῦ Θεοῦ, καθώς φησι ὁ Παῦλος, ὥσπερ ἐξ ἁλύσεως, ὁ τοῦ ἑνὸς ἄκρου ἁψάμενος καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο· οὕτως ὁ τὸ Πνεῦμα ἑλκύσας, καθώς φησιν ὁ προφήτης, δι’ αὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα συνεφειλκύσατο. καὶ εἰ τὸν Υἱὸν ἀληθινῶς τίς λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν· πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον· οὔτε γὰρ τοῦ Πατρὸς ὁ ἀεὶ ὢν ἐν τῷ Πατρὶ ὑποτμηθῆναι δυνήσεται, οὔτε τοῦ Πνεύματος ποτὲ διαζευχθήσεται τοῦ ἰδίου, ὁ πάντα ἐν αὐτῷ ἐνεργῶν. ὡσαύτως δὲ καὶ ὁ τὸν Πατέρα δεξάμενος, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συμπαρεδέξατο τῇ δυνάμει.
- supplement.123
Οὐ γάρ ἐστιν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν κατ’ οὐδένα τρόπον, ὡς ἣ Υἱὸν χωρὶς Πατρὸς νοηθῆναι, ἣ τὸ Πνεῦμα τοῦ Υἱοῦ δια- ζευχθῆναι. ἀλλά τις ἄρρητος καὶ ἀκατανόητος ἐν τούτοις καταλαμβάνεται καὶ ἡ κοινωνία, καὶ ἡ διάκρισις· οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδιάζον τῶν γνωρισμάτων ἀναχεούσης. μὴ θαυμάσῃς δὲ εἰ τὸ αὐτὸ καὶ συνημμένον καὶ διακεκριμμένον εἶναι φαμὲν, καί τινα ἐπινοοῦμεν ὥσπερ ἐν αἰνίγματι καινὴν καὶ παράδοξον διάκρισίν τε συνημμένην καὶ διακεκριμένην συνάφειαν. εἰ γὰρ μή τις ἐριστικῶς καὶ πρὸς ἐπήρειαν ἀκούοι τοῦ λόγου, καὶ ἐν τοῖς αἰσθητοῖς δυνατόν ἐστι τὸ τοιοῦτον εὑρεῖν. καί μου δέξασθε τὸν λόγον ὡς ὑπόδειγμα καὶ σκιὰν ἀληθείας, οὐχ ὡς αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν. οὐ γὰρ δυνατόν ἐστι διὰ πάντων ἐφαρμοσθῆναι τὸ ἐν τοῖς ὑποδείγμασι θεωρούμενον, τοῖς πρὸς ἃ ἡ τῶν ὑποδειγμάτων χρεία παραλαμβάνεται.
- supplement.124
Πόθε, οὖν φαμεν τὸ διακεκριμένον ἅμα καὶ συμφυὲς ἐκ τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν προφαινομένων ἀναλογίζεσθαι; ἤδη ποτὲ τοῦ ἐν τῆ νεφέλῃ τόξου τὴν λαμπηδόνα κατὰ τὸ ἔαρ τεθέασαι· ἐκεῖνο λέγω τὸ τόξον, ὅπερ ὁ κοινὸς λόγος Ἴριν εἴωθεν ὀνομάζειν, ὁ φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι, ὅταν ἀνακεκραμμένη τίς ᾖ πρὸς τὸν ἀέρα νοτὶς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν παχὺ καὶ νεφῶδες ἤδη γενόμενον, εἰς ὑετὸν ἀποθλιβούσης. συνίστασθαι δὲ λέγουσιν οὕτως. ἐπειδὰν ἡ τοῦ ἡλίου ἀκτὶς κατὰ τὸ πλάγιον ὑποδραμοῦσα, τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς πυκνώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερίσηται, (sic) οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τί ἔμπαλιν ἄπο του ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν, πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι· κυκλοτερὲς δὲ τοῦτο τὸ σχῆμα διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον· ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου καὶ ὁ παρακείμενος τῷ νέφει ἀὴρ, διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται. αὕτη τοίνυν ἡ αὐγὴ, καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν, καὶ διήρηται· πολύχρωμος γάρ τις οὖσα καὶ πολυειδὴς, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται, τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα· ὡς μὴ ἃν ἐπιγνωσθῆναι τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον, τὸν μιγνύοντα δι’ αὐτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτεροτητα, η του πυραυγοῦς πρὸς τὸ πορφύρεον, η ἐκείνου πρὸς τὸ ἠλέκτρινον. πάντων γὰρ αἱ αὐγαὶ κατ’ αὐτὸν ὁρώμεναι, καὶ τηλανγεῖς εἰσὶ, καὶ τῆς πρὸς ἀλλήλους συναφείας τὰ σημεῖα κλέπτουσαι, τοὺς ἐλέγχους ἐκφεύγουσιν· ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες ἣ τὸ σμαραγδίζον τῆς αἴγλης, καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι, οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται.
- supplement.125
Ὠσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν, καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν, οὕτω μοι λόγισαι δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας ὧσπέρ τι ἄνθος τῶν κατὰ τὴν ἶριν φαινομένων ἐπαστράπτειν ἑκάστῳ, τῶν ἐν τῇ Ἀγία τριάδι πιστευομένων· τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδὲ μίαν ἑτέρου τὸ ἕτερον ἐπινοεῖσθαι διαφορὰν, ἀλλ’ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωστικὰς ἰδιότητας ἐπιλάμπειν ἑκάστῳ. καὶ γὰρ κᾀκεῖ ἐν τῷ ὑποδείγματι ἡ ἀπαυγάζουσα τὴν πολύχρωμον ἐκείνην αὐγὴν, μία οὐσία ἦν, ἡ διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη, τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές· παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ κενοπαθεῖν τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες, πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων, κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας ἡ πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως ἡ πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει, καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. ἐπεὶ οὖν τὸ μὲν κοινὸν ἐν τῇ Ἀγία τριάδι, τὸ δὲ ἰδιάζον, ὁ λόγος ἐθεώρησεν, ὁ μὲν τῆς κοινότητος λόγος, εἰς τὴν οὐσίαν ἀνάγεται. ἡ δὲ ὑπόστασις τὸ ἰδιάζον ἑκάστου σημεῖον ἐστίν.
- supplement.126
Ἀλλ᾿ ἴσως οἴεταί τις μὴ σημαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ Ἀποστόλου γραφῆς, ἐν οἷς φησι περὶ τοῦ Κυρίου, “ὅτι ἀπαύγασμα τῆς δόξης αὐτοῦ καὶ χαρα- “κτὴρ τῆς ὑποστάσεως.” εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δὲ ὥσπερ ἐπὶ τοῦ Πατρὸς αὐτοῦ, ὅτι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον, δι’ οὗ μόνος ἐπιγινώσκεται, κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ μονογενοῦς τὸ ἶσον πιστεύεται, πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ ἡ γραφὴ, τὸν δὲ υἱὸν, μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλ’ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; εἰ γὰρ ἡ ὑπόστασις τῆς ἑκάστου ὑπάρξεως σημεῖον ἐστὶ, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως αὐτῷ ὁμολογεῖται, μεμόρφωται δὲ ὁ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκ ἔτι διαμένει τῷ Πατρὶ κατ’ ἐξαίρετον ἐπ’ αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸς καὶ ἡ τοῦ μονογενοῦς χαρακτηρίζεται ὕπαρξις.
- supplement.127
Ἄλλ ἡμεῖς τοῦτο φαμὲν, ὅτι ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ Ἀποστόλῳ ὁ λόγος, πρὸς ὃν βλέπων ταύταις ἐχρήσατο ταῖς φωναῖς, δόξης ἀπαύγασμα λέγων καὶ χαρακτῆρα τῆς ὑποστάσεως· ὅν περ ὁ ἀκριβῶς νοήσας, οὐδὲν εὑρήσει τοῖς παρ’ ἡμῶν εἰρημένοις μαχόμενον, ἀλλ’ ἔπι τινος ἰδιαζούσης ἐννοίας τὸν λόγον διεξαγόμενον. οὐ γὰρ ὅπως διακριθεῖεν ἀπ’ ἀλλήλων αἱ ὑποστάσεις διὰ τῶν ἐπιφαινομένων σημείων ὁ ἀποστολικὸς πραγματεύεται λόγος, ἀλλ’ ὅπως τὸ γνήσιόν τε καὶ ἀδιάστατον καὶ συνημμένον τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σχέσεως νοηθείη. ὡς γὰρ οὐκ εἶπεν, ὃς ὣν δόξα τοῦ Πατρὸς, καὶ τοιγε τὸ ἀληθὲς οὕτως ἔχει, ἀλλὰ τοῦτο παραλιπὼν ὡς ὁμολογούμενον, τὸ μὴ ἄλλο τι δόξης εἶδος ἐπὶ τοῦ Πατρὸς καὶ ἕτερον ἐπὶ τοῦ Υἱοῦ νοεῖν διδάσκων, αὐτῆς τῆς τοῦ Πατρὸς δόξης ἀπαύγασμα τὴν τοῦ μονογενοῦς διορίζεται δόξαν, τῷ ἀδιαστάτως συνεπινοεῖσθαι τῷ Πατρὶ τὸν Υἱὸν κατασκευάζων ἐκ τοῦ κατὰ τὸ φῶς ὑποδείγματος· ὡς γὰρ ἐκ τῆς φλογὸς μὲν ἡ αὐγὴ, οὐ μὴν ἑτέρα μετὰ τὴν φλόγα ἐστὶν ἡ αὐγὴ, ἀλλ’ ὁμοῦ τε ἡ φλὸξ ἀνέλαμψε, καὶ συναπηυγάσθη τὸ φῶς, οὕτω βούλεται καὶ ἐκ τοῦ Πατρὸς μὲν τὸν Υἱὸν νοεῖσθαι, οὐ μὴν παρατάσει τινὶ διαστηματικῇ τῆς τοῦ Πατρὸς ὑπάρξεως τὸν μονογενῆ διορίζεσθαι, ἀλλ’ ἀεὶ τῷ αἰτίῳ τὸ ἐξ αὐτοῦ συναπολαμβάνειν.
- supplement.128
Κατὰ τὸν αὐτὸν οὖν τρόπον ὥσπερ ἐφερμηνεύων τὸν προαποδο- θέντα νοῦν, καὶ ὑποστάσεως χαρακτῆρα φησὶν, τοῖς σωματικοῖς ἡμᾶς ὑποδείγμασι πρὸς τὴν τῶν ἀοράτων χειραγωγῶν κατανόησιν. ὡς γὰρ τὸ σῶμα πάντως ἐστὶν ἐν σχήματι, ἀλλ’ ἕτερος μὲν ὁ τοῦ σχήματος, ἕτερος δὲ ὁ τοῦ σώματος λόγος, καὶ οὐκ ἄν τις ἀποδιδοὺς τὸν ἑκατέρου τούτων ὁρισμὸν συνενεχθείη τῷ περὶ τοῦ ἑτέρου. πλὴν ἀλλὰ κἂν λόγῳ διακρίνῃς τὸ σχῆμα τοῦ σώματος, ἡ φύσις οὐ παραδέχεται τὴν διάκρισιν, ἀλλὰ συνημμένως νοεῖται μετὰ τοῦ ἑτέρου τὸ ἕτερον· οὕτως οἴεται δεῖν ὁ Ἀπόστολος, κἂν ὁ τῆς πίστεως λόγος ἀσύγχυτον καὶ διηρημένην τὴν τῶν ὐποστάσεων διδάσκει διαφορὰν, ἀλλὰ καὶ τὸ προσεχὲς καὶ οἱονεὶ συμ- φυὲς τοῦ μονογενοῦς πρὸς τὸν Πατέρα διὰ τῶν εἰρημένων παρίστησιν, οὐχ ὡς οὐκ ὄντος ἐν ὑποστάσει καὶ τοῦ μονογενοῦς, ἀλλ’ ὡς οὐ παραδεχομένου μεσότητα τινὰ τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα ἑνώσεως· ὥστε τὸν τῷ χαρακτῆρι τοῦ μονογενοῦς διὰ τῶν τῆς ψυχῆς ὀμμάτων ἐνατενήσαντα, καὶ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐν περινοίᾳ γενέσθαι οὐκ ἐπαλλασσομένης, οὐδὲ συνεπιμιγνυμένης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος, ὡς ἢ τῷ Πατρὶ τὴν γέννησιν, ἢ τῷ Υἱῷ τὴν ἀγεννησίαν ἐπιμορφάζειν· ἀλλ’ ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντα, ἐφ’ ἑαυτοῦ μόνον καταλαβεῖν τὸ λειπόμενον. οὐ γάρ ἐστι δυνατὸν Υἱὸν ὀνομάσαντα, μὴ καὶ Πατρὸς ἐν περινοίᾳ γενέσθαι. σχετικῶς τῆς προσηγορίας ταύτης καὶ τὸν Πατέρα συμφαινούσης.
- supplement.129
Ἐπειδὴ τοίνυν ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾶ τὸν Πατέρα, καθώς φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, διὰ τοῦτο χαρακτῆρα φησὶ τὸν μονογενῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως. καὶ ὡς ἃν μᾶλλον ἐπιγνωσθείη τὸ ὄνομα, καὶ ἄλλας συμπαραληψόμεθα τοῦ Ἀποστόλου φωνὰς, ἐν αἷς εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου καὶ τῆς ἀγαθότητος αὐτοῦ πάλιν εἰκόνα φησίν· οὐχὶ τῷ διαφέρειν τοῦ ἀρχετύπου τὴν εἰκόνα, κατὰ τὸν τῆς ἀορασίας καὶ ἀγαθότητος λόγον, ἀλλ’ ἵνα δειχθῇ ὅτι ταὐτὸν τῳ πρωτοτύπῳ ἐστι, κὰν ἕτερον ἢν· οὐ γὰρ ἀν’ ο τῆς εἰκόνος διασωθείη λόγος, εἰ μὴ διὰ πάντων τὸ ἐναργὲς ἔχοι καὶ ἀπαράλλακτον. οὐκοῦν ὁ τὸ τῆς εἰκόνος κατανοήσας κάλλος, ἐν περινοίᾳ τοῦ ἀρχετύπου γίνεται· καὶ ὁ τοῦ Υἱοῦ τὴν οἱονεὶ μορφὴν τῇ διανοίᾳ λαβὼν, τῆς πατρικῆς ὑποστάσεως τὸν χαρακτῆρα ἐνετυπώσατο, βλέπων διὰ τούτου ἐκεῖνον, οὐ τὴν ἀγεννησίαν τοῦ Πατρὸς ἐν τῷ ἀπεικονίσματι βλέπων· ἦ γὰρ ἃν διόλου ταὐτὸν ἦν καὶ οὐχ ἕτερον, ἀλλὰ τὸ ἀγέννητον κάλλος ἐν τῷ γεννητῷ κατοπτευσας· ὡσπερ ὁ ἐν τῷ καθαρῷ κατόπτρῳ τὴν γενομένην τῆς μορφῆς ἔμφασιν κατανοήσας, ἐναργῆ τοῦ ἀπεικονισθέντος προσώπου τὴν γνῶσιν ἔσχεν. οὕτως ὁ τὸν Υἱὸν ἐπιγνοὺς τὸν χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως διὰ τῆς τοῦ Υἱοῦ γνώσεως ἐν τῇ καρδίᾳ ἐδέξατο. πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ καθορᾶται, καὶ πάντα τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστιν. ἐπειδὴ καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ μένει, καὶ ὅλον ἔχει πάλιν ἐν ἑαυτῷ τὸν Πατέοα. ὥστε ἡ τοῦ Υἱοῦ ὑπόστασις ἐν τῇ τοῦ Υἱοῦ μορφῇ ἐπιγινώσκεται· μενούσης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος εἰς διάκρισιν ἐναργῆ τῶν ὑποστάσεων.
- supplement.130
Γρηγορίου Νύσσησ. καὶ γε τὸ ἀπαράλλακτον τῆς φύσεως ὁμολογήσαντες, τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα. εἰπόντες γὰρ αἴτιον καὶ αἰτιατὸν, ἐδείξαμεν τὸ μήτε τὸν Υἱὸν ἀγέννητον εἶναι, μήτε τὸν Πατέρα γεννητόν. ὥσπερ δὲ καὶ τὸ ἐκ τοῦ λύχνου φῶς καὶ ἐκ τῆς φύσεως ἐστὶ τοῦ ἀπαυγάζοντος, καὶ μετ’ ἐκείνου ἐστίν. ὁμοῦ τε γὰρ ἐξεφάνει ὁ λύχνος, καὶ τὸ φῶς τὸ ἐξ αὐτοῦ συνεξέλαμψεν· οὕτως ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ οὐδέποτε χωρίζεται τοῦ Υἱοῦ ὁ Πατήρ. οὐκ ἐγχωρεῖ γὰρ ἀλαμπῆ αὐτοῦ τὴν θεότητα.
- supplement.131
Ἰσιδώρου. Οὐδὲ πρεσβυτέρα ἡ ὕπαρξις τοῦ Πατρὸς τῆς τοῦ Υἱοῦ· διὸ καὶ Παῦλον ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως τὸν Υἱὸν αὐτοῦ ὡρίσατο. διὰ μὲν τοῦ πρώτου, τὸ συναΐδιον, διὰ δὲ τοῦ δευτέρου παραδείγματος, τὸ ἐνυπόστατον μηνύων.
- supplement.132
Χρυσοστόμου ἐκ τοῦ κατὰ Ἰωάννην. Τὸ γὰρ ἀπαύγασμα συνεπινοεῖται τῇ φύσει ἧς ἐστιν ἀπαύγασμα. διὰ τοῦτο καὶ Παῦλος οὕτως αὐτὸν ἐκάλεσεν, ἵνα μηδὲν μέσου ὑποπτεύσῃς Πατρὸς καὶ Υἱοῦ. ἐπήγαγε δὲ ὅτι “καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ,” ἵνα τὴν ἰδίαν ὑπόστασιν δηλώση, καὶ τῆς ἀύτης οὐσίας ὄντα αὐτὸν, ἧς ἐστι καὶ χαρακτήρ. καὶ ὥσπερ οὐκ ἔστιν ἐν μέσῳ κύκλου καὶ τῆς ἀκτῖνος διαίρεσιν εὑρέσθαι, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον, ἁπλοῦν τε καὶ ἀμερὲς, ἀλλ’ ἡ μὲν ἀκτὶς συνῆπται τῷ κύκλῳ, τοὔμπαλιν δὲ ὁ κύκλος, οἶόν τις ὀφθαλμὸς ποταμηδὸν ἐπιχεῖ τῷ παντὶ τὰς ἀκτῖνας, οὕτως οἱονεὶ τινες τοῦ Πατρὸς ἀκτῖνες ἐφ’ ἡμᾶς ἀπεστάλησαν, ὅ τε φεγγώδης Ἰησοῦς, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ ὥσπερ αἱ τοῦ φωτὸς ἀκτῖνες ἀμέριστον ἔχουσαι κατὰ φύσιν τὴν πρὸς ἄλληλα σχέσιν, οὔτε τοῦ φωτὸς χωρίζονται, οὔτε ἀλλήλων ἀποτέμνονται, καὶ μέχρις ἡμῶν τὴν χάριν τοῦ φωτὸς ἀποστέλλουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ Σωτῆρ’ ὁ ἡμέτερος καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἡ δίδυμος τοῦ Πνεύματος ἀκτὶς, καὶ μέχρις ἡμῶν διακονεῖται τῆς ἀληθείας τὸ φῶς καὶ τῷ Πατρὶ συνήνωται. ὃν τρόπον δὲ καὶ ἐπί τινος ὑδάτων πηγῆς συμβαίνει ῥεῖθρόν τι ἀκατάσχετον εἰς ποταμοὺς δύο τῷ ῥεύματι τέμνεσθαι, μίαν ἐξ ἑνὸς ὀφθαλμοῦ τῆς πηγῆς τὴν ῥοὴν ἐξ ἀρχῆς ἐσχηκὸς, βλαβὲν δὲ ὅμως οὐδὲν εἰς τὴν οὐσίαν ἐκ τῆς διαιρέσεως· τῇ μὲν γὰρ τῶν ποταμῶν θέσει τὸ ῥεῖθρον διήρηται, τὴν δὲ τοῦ χυμοῦ ποιότητα μίαν καὶ τὴν αὐτὴν κέκτηται· παραπλησίως καὶ ὁ Θεὸς καὶ Πατὴρ, δίρρυτόν τινα τοῦ τε Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος τὴν νοητὴν εἰς ἡμᾶς ἀποστείλας χάριν, οὔτ’ αὐτός τι πέπονθεν εἰς τὴν οὐσίαν βλαβείς· οὐ γὰρ μείωσιν ὑπέστη τινὰ διὰ τὴν εἰς ἡμᾶς ἐκείνων ἄφιξιν, καὶ μέχρις ἡμῶν προσεχώρησαν, καὶ τοῦ Πατρὸς οὐδὲν ἧττον ἀχώριστοι καθεστήκασιν. ἀμερὴς γὰρ ἡ τῶν νοητῶν καὶ κρειττόνων φύσις. καὶ ταῦτά γε τίθημι τὰ ὑποδείγματα, οὐκ ἀγνοῶν ὅτι μηδεμία εἰκὼν φθάνει πρὸς τὴν ἀλήθειαν.
- supplement.133
Ἐκ τοῦ περὶ Πνεύματοσ. Ὡς ἔγωγε πολλὰ διασκεψάμενος πρὸς ἐμαυτὸν τῇ φιλοπραγμοσύνῃ τοῦ νοῦ, καὶ πανταχόθεν τὸν λόγον εὐθύνας, καὶ ζητῶν εἰκόνα τινὰ τοῦ τοσούτου πράγματος, οὐκ ἔσχον ᾧ τινι χρὴ τῶν κάτω τὴν θείαν φύσιν παραβαλεῖν. κἂν γὰρ μικρά τις ὁμοίωσις εὑρεθῇ, φεύγει τὸ πλεῖον ἀφέν με κάτω μετὰ τοῦ ὑποδείγματος. ὀφθαλμόν τινα καὶ πηγὴν καὶ ποταμὸν ἐνόησα, καὶ γὰρ ἄλλοι, μὴ τῷ μὲν ὁ Πατὴρ, τῇ δὲ ὁ Υἱὸς, τῷ δὲ τὸ Πνεῦμα τὸ Ἅγιον ἀναλόγως ἔχῃ. ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέρρηκται τῇ συνεχείᾳ· καὶ δοκεῖ πώς τρισὶν ἰδιότησι τέμνεσθαι. ἀλλ’ ἔδεισα πρῶτον μὲν ῥύσιν τινὰ θεότητος παραδέξασθαι, στάσιν οὐκ ἔχουσαν· δεύτερον δὲ μὴ τὸ ἐν τῷ ἀριθμῷ διὰ τῆς εἰκασίας ταύτης εἰσάγηται. ὀφθαλμὸς γὰρ καὶ πηγὴ καὶ ποταμὸς ἕν ἐστι τῷ ἀριθμῷ διαφόρως σχηματιζό- μένα. πάλιν ἥλιον ἐνεθυμήθην καὶ ἀκτῖνα καὶ φῶς, ἀλλὰ κ’ ταῦθα δέος πρῶτον μὲν μὴ σύνθεσίς τις ἐπινοῆται τῆς ἀσυνθέτου φύσεως, ὥσπερ ἡλίου καὶ τῶν ἐν ἡλίῳ· δεύτερον δὲ, μὴ τὸν Πα- τέρα μὲν οὐσιώσωμεν, τἄλλα δὲ οὐχ ὑποστήσωμεν, ἀλλὰ δυνάμεις Θεοῦ ποιήσωμεν ἐνυπαρχούσας οὐχ ὑφεστώσας. οὔτε γὰρ ἀκτὶς οὔτε φῶς ἄλλος ἥλιος, ἀλλ’ ἡλιακαὶ τινες ἀπόρροιαι καὶ ποιότη- τε; οὐσιώδεις. καὶ ἅμα τὸ αὐτῷ καὶ μὴ αὐτῷ τῷ Θεῷ δῶμεν ἐν τούτοις, ὅσον ἐκ τοῦ ὑποδείγματος, ὃ καὶ τῶν φημένων ἀτοπώτε- ρον. ἤκουσα ’δε τινος καὶ τοιοῦτον ὑπογράφοντος λόγον, μαρμαρυ- γήν τινα ἡλιακὴν τοίχῳ προσαστράπτουσαν, καὶ περιτρέπουσαν ἐξ ὑδάτων κινήσεως, ἣν ἀκτὶς ὑπολαβοῦσα διὰ τοῦ ἐν μέσῳ ἀέρος, εἶτα χεθει-σα τῷ ἀντιτύπῳ, παλμὸς ἐγένετο καὶ παράδοξος· ᾄττει γὰρ πολλαῖς καὶ πυκναῖς ταῖς κινήσεσιν, οὐχ ἓν οὖσα μᾶλλον ἣ πολλὰ, οὐδὲ πολλὰ μᾶλλον ἣ ἓν, τῷ τάχει τοῖς συνόλου καὶ τῆς διαστάσεως πρὶν ὄψει κρατηθῆναι διαδιδράσκουσα. ἀλλ’ οὐδὲ τοῦτο πείθεσθαι δύνατον ἐμοὶ δι’ ἐν μὲν, ὅτι ἔκει μὲν τὸ κίνησαν καὶ πάνυ δῆλον· Θεοῦ δὲ οὐδὲν πρεσβύτερον, ἵν ἦ τὸ τοῦτον κεκινηκός. αὐτὸς μὲν γὰρ πάντων αἰτία, αἰτίαν δὲ πρεσβυτέραν οὐκ ἔχει· δεύτερον δὲ, ὅτι κἀνταῦθα τῶν αὐτῶν ὑπόνοια, συνθέσεως, χύσεως ἀστάτου, καὶ οὐ παγίας φύσεως, ὧν οὐδὲν ἐννοητέον περὶ θεότητος. καὶ ὅλως οὐδὲν ἐστιν ο μοι τὴν διάνοιαν ἵστησιν, ἔπι τῶν υδ καὶ ὅλως οὐδὲν ἐστιν ο μοι τὴν διάνοιαν ἵστησιν, ἔπι τῶν ὑδάτων θεωροῦντι τὸ φανταζόμενον· πλὴν εἴ τις ἕν τι λαβὼν τῆς εἰκόνος, ὑπ’ εὐγνωμοσύνης τὰ λοιπὰ ῥίψειε. τέλος οὖν ἔδοξέ μοι κράτι- ’στὸν αὐτῷ τὰς μὲν εἰκόνας χαίρειν ἐᾶσαι, καὶ τὰς σκηνὰς, ὡς ἁπατηλὰς καὶ τῆς ἀληθείας πλεῖστον ἀποδεούσας· αὐτὸν δὲ τῆς εὐσεβεστέρας ἐννοίας ἐχόμενον, ἐπ’ ὀλίγων ῥημάτων ἱστάμενον, ὁδηγῷ τῷ Πνεύματι χρώμενον ἣν ἐντεῦθεν συνόμιλον τὸν αἰῶνα τοῦτον διαπορεύεσθαι τέμνοντα.
- supplement.134
Χρυσοστόμου. Καὶ πιστεύων ὅτι ὁ μονογενὴς, ἄναρχος μέν ἐστι, γεγεννημένος δὲ ἐκ τοῦ Πατρός· ἀπαύγασμα γάρ ἐστι, δὲ ἀπαύγασμα συνεπινοεῖται τῇ φύσει, ἧς ἐστιν ἀπαύγασμα. διὰ γὰρ τοῦτο αὐτὸν καὶ ὁ Παῦλος οὕτω; ἐκάλεσε, καὶ τὸ ἐξ αὐτοῦ καὶ τὸ συναδιον παριστῶν, ἵνα μηδὲν μέσον ὑποπτεύσῃς Πατρὸς καὶ Υἱοῦ. τοῦτο μὲν οὖν τούτου δηλωτικὸν, τὸ δὲ ἐφεξῆς τοῦ προ- τέρου παραδείγματος τὴν ὑφορμοῦσαν τοῖς ἀνοήτοις ἀτοπίαν διομ θοῦται. μὴ γὰρ ἐπειδὴ ἀπαύγασμα, φησὶν, ἤκουσας, τῆς ἰδίας αὐτὸν ἀποστερῆσθαι νομίσεις ὑποστάσεως· ἀσεβὲς γὰρ τοῦτο, καὶ τῆς τῶν Σαβελλιανῶν καὶ τῶν ἀπὸ Μαρκέλλου μανίας. ἡμεῖς δὲ οὐχ οὕτως φαμὲν, ἀλλὰ καὶ ἐν ἰδίᾳ αὐτὸν αὐτοῦ ὑποστάσει. διὰ γὰρ τοῦτο εἰπὼν αὐτὸν " ἀπαύγασμα,” ἐπήγαγεν, ὅτι “ καὶ “ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ·” ἵνα τὴν ἰδίαν ὑπόστα- σιν δηλώσῃ, καὶ τῆς ἀύτης οὐσίας ὄντα αὐτὸν, ἧς ἐστι καὶ χα- ρακτήρ. οὐ γὰρ ἀρκεῖ μιᾷ λέξει τὰ περὶ Θεοῦ παραστῆσαι δόγματα τοῖς ἀνθρώποις, ἀλλ’ ἀγαπητὸν, ἃν πολλὰ συμφορή- σαντες, ἐξ ἑκάστου τὸ πρέπον ἐπιλεξώμεθα.
- supplement.135
Γρξσπρόπθ Θεολόγου ἘΚ Tοῦ Περὶ υἱοῦ Δευτέρου Λόγου. Δοκεῖ γάρ μοι λέγεσθαι, Υἱὸς μὲν, ὅτι ταὐτόν ἐστι τῷ Πατρὶ κατ’ οὐσίαν, καὶ οὐκ ἐκείνῳ μόνον, ἀλλὰ κἀκεῖθεν· μονογενὴς δὲ, οὐχ ὅτι μόνος ἐκ μόνου καὶ μόνον, ἀλλ’ ὅτι καὶ μονοτρόπως, ὡς τὰ σώματα· Λόγος δὲ, ὅτι οὕτως ἔχει πρὸς τὸν Πατέρα, ὡς πρὸς νοῦν λόγος· οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφὲς καὶ τὸ ἐξαγγελτικόν· εἰκὼν δὲ ὡς ὁμοούσιον, καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ’ ἐκ τούτου Πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὑ λέγεται.
- supplement.136
Γρηγορίου Νύσσησ κατὰ Ἀπολλιναρίου. Διὰ τοῦτο δὲ καὶ " δόξης ἀπαύγασμα καὶ χαρακτὴρ ὑποστάσεως.” ὥσπερ γὰρ συγγενῶς ἔχει πρὸς τὸν ἥλιον ἡ ἀκτὶς, καὶ πρὸς τὸν λύχνον τὸ ἀπαυγαζόμενον φῶς, καὶ ὁ τοῦ ἀνθρώπου χαρακτὴρ ἀνθρωπίνην ὑπόστασιν δείκνυσιν, οὕτω καὶ τὸ παρὰ τῆς δόξης τοῦ Πατρὸς ἀπαυγασθὲν φῶς· οἵα γὰρ ἡ δόξα, τοιοῦτον δηλονότι καὶ τὸ ἀπαύ- γασμα· καὶ οἷος ο χαρακτὴρ, τοιαύτη πάντως καὶ η ὑπόστασις. Ἀπολινάριος τὸν ἄνθρωπον αὐτοῦ λέγων τῆς τοῦ Θεοῦ δόξης ἀπαύ- γασμα, καὶ ἐν τῷ σαρκίνῳ Θεῷ, ὃν διὰ τῆς ματαιότητος τῶν λογισμῶν εἰδωλοποιήσας ἀνέπλασε, τὴν τοῦ Θεοῦ ὑπόστασιν ρακτηρίζεσθαι, αὐτῆς τῆς κατὰ τοῦ Πατρὸς ἅπτεται βλασφη- μίας. πάντως γὰρ εἴπερ τὸ ἡμῖν φανὲν παρὰ τῆς δόξης τοῦ Πα- τρὸς ἀπηυγάσθη· καὶ ὁ χαρακτὴρ αὐτοῦ τῆς ὑποστάσεως σάρξ ἐστι, σαρκώδης ἐκ τοῦ ἀκολούθως καὶ ἡ τοῦ Πατρὸς φύσις κατα- σκευάζεται. οὐ γὰρ ἃν εἴποι χαρακτηρίζεσθαι μὲν σώματι τὸ ἀσώματον, ἐκ δὲ τοῦ ἀοράτου τὸ ἀόρατον ἀπαυγάζεσθαι· ἀλλ’ εἰ τοῦτο σῶμα, μηδὲ ἐκεῖνο πάντως ἀσώματον οἴεσθαι.
- supplement.137
Βασιλείου ἀπὸ τῶν ἀντιρρητικῶν. Ἀκουέτωσαν δὲ καὶ οἱ λέγοντες ἦν ὅτε οὐκ ἦν ὁ Υἱός. εἰ ἀπαύγασμα παντὸς φωτὸς γεννᾶται μὲν ἐκ τοῦ φωτὸς, οὐ ποτὲ δὲ, ἀλλὰ ἀχρόνως καὶ συναϊδίως ἐκείνῳ· οὐ γάρ ἐστι φῶς χωρὶς ἀπαυγάσματος· καὶ ὁ Υἱὸς ἀπαύγασμα τυγχάνων, οὐ ποτὲ ἔσται, ἀλλὰ συναϊδίου φωτὸς ὄντως τοῦ Θεοῦ, ὡς Δαβίδ φησιν, “ἐν τῷ φωτὶ σου ὀψόμεθα φῶς” καὶ Δανιὴλ, “καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστι.” ναί φησιν, ἀλλὰ τάξει καὶ τοῖς ἐκ χρόνου πρεσβείοις, ὁ μέν ἐστι πρῶτος, ὁ δὲ δεύτερος. τίς ἡ ἀνάγκη, ἐφ’ ὧν ἡ οὐσία κοινὴ τάξει τε ὑποβεβλῆσθαι ταῦτα καὶ χρόνοις αὐτῇ δευτέρα; οὐ γὰρ δυνατὸν τῇ ἀπ’ αὐτοῦ εἰκόνι ἀχρόνως ἀπαυγασθείσῃ τὸν Θεὸν τῶν ὅλων ἐξ ἀιδίου συνεῖναι καὶ μὴ χρόνου μόνον, αἰώνων δὲ πάντων ἐπέκεινα τὴν συνάφειαν ἔχειν. διὰ τοῦτο γὰρ ἀπαύγασμα εἴρηται, ἵνα τὸ συνημμένον νοῶμεν, καὶ “χαρακτὴρ τῆς ὑποστάσεως,’ ἵνα τὸ ὁμοούσιον ἐκμανθάνωμεν. οὐ μὴν ἀλλ’ ἔστι τι καὶ τάξεως ἕδος, οὐκ ἐκ τῆς παρ᾿ ἡμῶν θέσεως συνιστάμενον, ὡς ἐν τοῖς κατασκευάσμασι καὶ μαθήμασιν, ἀλλ’ αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαῖνον, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἐστι τὸ ἐξ αὐτοῦ. ἐν τούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν, δεύτερον ’δε τὸ ἀπ’ αὐτοῦ οὐ διαστήματι χωρίζοντες ἀπ’ ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιατοῦ προεπινοοῦντες τὸ αἴτιον. οὐκοῦν καὶ ἐπὶ τῆς θεολογίας, κατὰ μὲν τὴν τῶν αἰτίων πρὸς τὸ ἐξ αὐτῶν σχέσιν προτετάχθαι τοῦ Υἱοῦ τὸν Πατέρα φαμὲν, κατὰ δὲ τὴν τῆς φύσεως διαφορὰν οὐκέτι, οὐδὲ κατὰ τὴν τοῦ χρόνου ὑπεροχήν. ἣ οὕτω γε καὶ αὐτὸ τὸ, “τὸν Πατέρα αὐτοῦ τὸν Θεὸν,” ἀθετήσωμεν, τῆς κατὰ τὴν οὐσίαν ἀλλοτριότητος τὴν φυσικὴν συνάφειαν ἀθετούσης.
- supplement.138
Χρυσοστόμου ἐκ τοῦ κατὰ Ἰωάννην. Τί δὲ, εἰπέ μοι, οὐχ οἱ αἰῶνες διὰ τοῦ Υἱοῦ γεγόνασιν ἅπαντες; καὶ διάστημα ἅπαν; ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ παραπαίοντα. οὐκοῦν οὐ μέσον Πατρὸς, Υἱοῦ, καὶ Ἁγίου Πνεύματος. εἰ δὲ οὐδὲν ὕστερος, ἀλλὰ συναΐδιος· τὸ γὰρ πρὸ, καὶ μετὰ, χρόνου εἰσὶν ἔννοιαι δηλωτικαί. χωρὶς γὰρ αἰῶνος ἣ χρόνου, οὐκ ἃν δυνηθείη τίς ταῦτα νοῆσαι τὰ ῥή- μάτα. χρόνων δὲ καὶ αἰώνων ἀνώτερος ὁ Θεός. εἰ δὲ ὅλως τοῦ Υἱοῦ φῇς ἀρχὴν κατειληφέναι, ὅρα μὴ καὶ τὸν Πατέρα ὑπὸ ἀρχὴν ἀναγκασθῇς ἀγαγεῖν, πρεσβυτέραν μὲν, ἀρχὴν δὲ ὅμως. εἰπὲ γάρ μοι, οὐχ ὅρον τινὰ τιθεὶς τῷ Υἱῷ καὶ ἀρχὴν, οὕτω προιὼν ἀπ’ αὐτῆς ἐπὶ τὸ ἄνω προεῖναι τὸν Πατέρα λέγοις ; εὔδηλον ὅτι· εἰπὲ οὖν μοι, πόσον ὁ Πατὴρ προυπάρχει ; ἄν τε γὰρ ὀλίγον, ἄντε πολὺ διάστημα εἴπῃς, ὑπὸ τὴν ἀρχὴν τὸν Πατέρα ἤγαγες. μετρήσας q γὰρ δηλονότι τὸ μέσον, οὕτως ὀλίγον ἐρεῖς ἣ πολὺ μέτρον δὲ, οὐκ ἃν γένηται, μὴ ἑκατέρωθεν οὔσης ἀρχῆς· ὥστε καὶ τῷ Πατρὶ δέδωκας ἀρχὴν, τό γε εἰς σὲ ἧκον· καὶ οὐκ ἔσται λοιπὸν ἄναρχος οὔτε ὁ Πατὴρ καθ’ ὑμᾶς.
- supplement.139
Άθανασίογἐκ ἐκ τοῦ κατὰ Α᾿ρειανῶν. Ἀλλὰ εἶδε φῶς χωρὶς ἀπαυγάσματος ; ἣ τίς τολμᾷ λέγειν ἀλλότριον αὐτοῦ τὸν χαρακτῆρα τῆς ὑποστάσεως ; ἢ πῶς οὐ μαίνεται πλέον ὁ κἂν ἐνθυμούμενος ἄλογον καὶ ἄσοφον ποτὲ τὸν Θεόν ; τοιαῦτα γὰρ τὰ παραδείγματα καὶ τοιαύτας εἰκόνας ἔθηκεν ἡ γραφὴ, ἵνα, ἐπειδὴ ἀδύνατός ἐστιν ἡ ἀνθρωπίνη φύσις περὶ Θεοῦ καταλαβεῖν, κἂν ἐκ τούτων ἀμυδρῶς ὡς ἐφικτὸν διανοεῖσθαι δυνηθῶμεν. καὶ ὥσπερ περὶ τοῦ αὐτοῦ Θεὸν καὶ πρόνοιαν αὐταρκῶς ἡ κτίσις πρὸς τὴν γνῶσιν· ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτίσεως κόσμου ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, οὕτως περὶ τῆς τοῦ Υἱοῦ θεότητος ἱκανὰ τὰ προειρημένα ῥητά. ὁρῶμεν γὰρ τὸν Λόγον ἀεὶ ὄντα, καὶ ἐξ αὐτοῦ ὄντα καὶ τῆς οὐσίας ἴδιον, οὗ καὶ ἔστιν ὁ Λόγος, καὶ μὴ ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον. ὁρῶμεν δὲ καὶ το ἀπαύγασμα τοῦ ἡλίου, ἴ’ διόν τε ὂν αὐτοῦ, καὶ μὴ διαιρουμένην ἣ μειουμένην τὴν οὐσίαν τοῦ φωτὸς, ἀλλὰ γέννημα ἀληθινὸν καὶ ἐξ αὐτοῦ προιόν. ὁρῶμεν καὶ τὸν Υἱὸν οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ Πατρὸς γεννώμενον. καὶ ὁλόκληρον μὲν ὄντα τὸν Πατέρα, τὸν δὲ χαρακτῆρα τῆς ὑποστάσεως ἀεὶ ὄντα, ἐμφέρειάν τε καὶ εἰκόνα ἀπαράλλακτον σώζοντα πρὸς τὸν Πατέρα· ὡς τὸν ἰδόντα τοῦτον ὁρᾷν ἐν αὐτῷ καὶ τὴν ὑπόστασιν, ἧς καὶ χαρακτήρ ἐστιν· ἔκ τε τῆς ἐνεργείας τοῦ χαρακτῆρος, διανοούμεθα ἀληθῶς τὴν τῆς ὑποστάσεως ἀληθῶς θεότητα. οὐκοῦν ἡ χριστομάχος αἵρεσις πειρασάτω πρότερον τὰ ἐν γενητοῖς παραδείγματα διελεῖν, καὶ εἰπεῖν εἴποτε ὁ ἥλιος χωρὶς τοῦ ἀπαυγάσματος, ἣ ὅτι τοῦτο οὐκ ἔστιν ἴδιον τῆς τοῦ φωτὸς οὐσίας ἣ ἴδιον μέν ἐστι, κατὰ διαίρεσιν δὲ μέρος ἐστὶ τοῦτο τοῦ φωτὸς, καὶ πάλιν διελέτω τὸν λόγον, καὶ εἰπάτω τοῦτον ἀλλότριον αὐτοῦ τοῦ νοῦ. ἣ ὅτι ποτὲ οὐκ ἢν, ἣ οὐκ ἔστιν ἴδιος τῆς οὐσίας αὐτοῦ, ἣ ὅτι μέρος κατὰ διαίρεσιν οὗτος ἐστὶν ἐκείνου. εἰ δὲ ἐπὶ τούτων τῶν γενητῶν καὶ σωματικῶν ζώων εὑρίσκεται τὰ γεννήματα μὴ μέρη ὄντα τῶν οὐσιῶν ἐξ ὧν εἰσὶ, μηδὲ παθητικῶς ὑφιστάμενα, μηδὲ μειοῦντα τὰς οὐσίας τῶν γονέων, πῶς οὐ μαίνονται οἱ ἐπὶ τοῦ ἀσωμάτου καὶ ἀληθινοῦ Θεοῦ ὑπονοοῦντες μέρη, καὶ πάθη καὶ διαιρέσεις προσάπτοντες τῷ ἀπαθεῖ καὶ ἀναλλοιώτῳ Θεῷ, μηδὲ συνορῶντες ὅτι ἔνθα τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα. καὶ ἔνθα τὸ ἀπαύγασμα, ἐκεῖ καὶ ἡ τούτου ἐνέργεια καὶ αὐγοειδὴς χάρις ;
- supplement.140
..... ΘΗ Ρῶν q. Καὶ ὅτι τὸ μερισμοὺς καὶ ἐλαττώσεις ὑπομένειν, αὔξην τε καὶ πληθυσμὸν, καὶ τὰς ἐν τῷ τίκτειν ἀπορροίας σωμάτων ἴδιον. καὶ ὅτι ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς, ᾧ κεχρήμεθα, καὶ ἐκ νοῦ γεννᾶται καὶ δοκεῖ μὲν ἕτερος αὐτῷ παρὰ τὸν ἐν καρδίᾳ στρεφόμενον, καθὸ ἔξω στόματος γίνεται, πεμπόμενος ὥσπερ ἐκ βάθους εἰς φῶς, ἔστι δὲ πάλιν ἐν αὐτῷ καὶ ὅμοιος αὐτῷ κατὰ πάντα. ἔστι γὰρ ἰδεῖν ἐν τῷ λόγῳ τὸν ἐν καρδίᾳ κληθέντα λογισμὸν, καὶ πάλιν ἐν τῷ νῷ τὸν λόγον ἔτι σιωπώμενον. οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀμερίστως ἐκ Πατρὸς προελθὼν, χαρακτήρ ἐστι καὶ ὁμοίωμα τῆς ἀιδιότητος αὐτοῦ, Λόγος ὣν ἐνυπόστατος καὶ ζῶν ἐκ ζῶντος Πατρός.
- supplement.141
Πρὸς ταῦτα φασιν οἱ ἀπὸ Εὐνομίου, εἴπατε ἡμῖν οἱ ἀπαύγασμα λέγοντες αὐτοῦ τοῦ Πατρὸς τὸν Υἱὸν, τι ποτε ἄρα λογίζεσθε ; ὁ δὲ τῆς ἐρωτήσεως τρόπος οὗτος, τὸ φῶς, ἤτοι τὸ πῦρ φέρε εἰπεῖν ἐν λύχνῳ κείμενον φωτίζει τὰ ἐκτὸς, ἀλλ’ αὐτὸ μὲν, οὐ πάντα πληροῖ, κεῖται δὲ ἐν τόπῳ, καὶ περὶ τὰ ἐκτὸς ὁ ἐξ αὐτοῦ φωτισμὸς γίνεται. εἰ τοίνυν φῶς μὲν αὐτοῦ τὸν Πατέρα, ἐκ φωτὸς δὲ ἀπαύγασμα τὸν Υἱὸν, ἀνάγκη λέγειν τοῦ Πατρὸς τὴν οὐσίαν μὴ δύνασθαι τὰ πάντα πληροῦν, ἵνα τόπον ἔχει καὶ χωρῆσαι ποι δύναιτο τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. εἰ δὲ πάντα πληροῖ ὁ Πατὴρ, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία ; ἡμεῖς δὲ ἀποκρινούμεθα· εἰ μὲν ἐν τόπῳ τίθησιν ὁ θεομάχος τὸν Πατέρα, καὶ καθάπερ τι σῶμα χωρεῖσθαι βούλεται, ζητείτω καὶ τῷ γεννήματι τόπον. εἰ δὲ οὐκ ἐν τόπῳ τοῦ Πατρὸς ἡ οὐσία, οὐ γὰρ τόπῳ περιληπτὸν τὸ θεῖον, τι μάτην περιεργάζεται τὰ μηδεμίαν ἔχοντα ζήτησιν, καὶ τολμᾷ λέγειν, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, πληροῦντος τὰ πάντα τοῦ Πατρός ; φαίνεται μὲν οὖν ὁ Πατὴρ, καὶ ἔστιν ἐν Υὶῷ. καὶ Τὶος ἐν Πατρὶ οὐχ ὡς ταὐτὸν δὲ οὐδὲ ὡς ἓν ἀριθμῷ. ἔστη γὰρ ὁ Πατὴρ ἐν τῇ αὐτοῦ ἰδιότητι, καὶ ἔστιν ὁ Υἱὸς ἐν τῇ ἰδίᾳ ἰδιότητι, ταύτην ἔχων μόνην πρὸς τὸν γεγεννηκότα τὴν διαφοράν. ὁ μὲν γὰρ Πατὴρ, καθ’ ἑαυτόν ἐστι, καὶ οὐκ ἔστιν Τιος. ὁ δὲ Υἱὸς, καθ’ ἑαυτόν ἐστι, καὶ οὐκ ἔστι Πατὴρ, ἀλλὰ κατὰ τοῦτο μόνον ὡς πρὸς τὸν Πατέρα τὴν διαστολὴν ἔχων, φέρει μὲν αὐτὸ τῆς πατρικῆς φύσεως τὸ ἰδίωμα, ἔστι δὲ πάλιν ἐν τῷ Πατρὶ, ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα· πρόεισι μὲν ἐξ αὐτὸς, ἕτερον δέ τι παρ’ αὐτόν ἐστιν, ἓν κατὰ φύσιν ὑπάρχων. τὸ μὲν γὰρ ἥλιος, τὸ δὲ ἀπαύγασμα. ὣν οὖν Πατὴρ ὁ Πατὴρ, ἀπηύγασε τὸν Υἱὸν, σφραγῖδα καὶ εἰκόνα τῆς ἑαυτοῦ φύσεως ἀκριβεστάτην.
- supplement.142
Ἐκ Τοῦ r Πρὸσ Ἑρμείαν. Καὶ εἴπερ ἐστὶ Πατὴρ ὁ Θεὸς, οὐκ ἐν χρόνῳ, παντέλειος γὰρ, συνεισκρίνεται που πάντως αὐτῶ καὶ ἡ τοῦ τεχθέντος δήλωσίς τε ὁμοῦ καὶ ὕπαρξις, οὐχ ὑστερίζουσα ζοῦσα κατὰ χρόνον, οὔτε μὴν κατόπιν ἰοῦσα τῆς τοῦ τεκόντος δόξης, διὰ τὸ χρῆναι συνεπινοεῖσθαί τε καὶ συνυπάρχειν ἀεὶ, Υἱὸν μὲν Πατρὶ, Πατέρα δὲ Υἱῷ· εἰ καὶ ἔστι γεννητὸς ὡς ἐκ Πατρὸς κατὰ φύσιν. ἀπαύγασμα δὲ τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζων τὸν Υἱὸν ὁ θεσπέσιος Παῦλος, καὶ μὴν ὅτι καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, κατασφραγιεῖ δή που τὸν ἀρτίως ἥμιν γεγονότα λόγον. τὸ γὰρ ἄπο τινος εζηυγασμένον τουτὶ φῶς, τῆς ἀπαυγαζούσης οὐσίας αὐτὸ διακομίζει τοῖς ἔξω τὴν εἴδησιν, καὶ ταῖς δι’ ὀμμάτων ἐγχρίπτον αἰσθήσεσι, τὸ τὶ κατὰ φύσιν ἐστὶν ἡ προϊεῖσά τε καὶ ἐξαστράπτουσα ῥίζα τὲ αὐτοῦ καὶ γνῶσις, ἐφῆκε νοεῖν.
- supplement.143
Λαβέτω δὲ ὁ λόγος εἰς παράδειγμα τὴν ἡλίου φύσιν καὶ τὴν ἐξ αὐτοῦ προχεομένην αὐγήν. τι γὰρ κατὰ φύσιν ἐκεῖνος τὸ ἐξ αὐτοῦ προϊέμενον σέλας ἀποφήνειεν s ἃν, δίεσιν δὲ ὅλως, ἤτοι τομὴν καὶ ἀπορροὴν καὶ πάθος, οὐκ ἃν ἀνάσχοιτο ἡ ἡλίου φύσις. καί τοι χύδην καὶ οὐσιωδῶς τὸ ἐξ αὐτῆς προϊεῖσα φῶς· ἀλλ’ ἔστη μὲν ὁλοκληρία ἐν αὐτῷ, καὶ εἰ προχέοιτο τυχὸν, ἔχει δὲ αὖ ἐν ἑαυτῷ τὸ ἴδιον φῶς, οὐ ἀπορριζούμενον ἐν τῷ διαχεῖσθαι καὶ δοκεῖν πὼς ἤδη διὰ τούτου, καὶ εἰς ἰδικὴν ἑτερότητα δραμεῖν. ἀποδιελθὼν γὰρ ὁ λόγος ἥλιον μὲν ἀνὰ μέρος αὐτὸς καθ’ αὑτὸν τὴν οὐσίαν, ὅτι ποτέ ἐστι φαντάζεται. τὸ δ᾿ ἐν αὐτὸ τὲ καὶ ἐξ αὐτοῦ προχεόμενον φῶς, ἴδιον μὲν αὐτοῦ, πλὴν εἰς ἀμέτρητον ἑτερότητα, τὴν ὡς ἐν ψιλαῖς καὶ μόναις ἐννοίαις εὖ μάλα διοικιεῖ, διὰ τὴν ἐξ αὐτοῦ πρὸς τὸ ἔξω πρόοδον. ὅτι δὲ γελοῖον ἃν εἴη, πρεσβυτέραν μὴν τὴν ἡλίου φαντάζεσθαι γένεσιν, ὑστερίζουσαν δὲ κἂν γοῦν τι βραχὺ τῆς ἐνούσης αὐτῷ φωτοειδοῦς ἐνεργείας τὴν δύναμιν, οὐκ ἃν οἰηθείην ἐνδοιάσειν ὅλως τὸν σωφρονοῦντα. ἶσον γὰρ ἥλιον μηδὲ αὐτοῦ λέγειν, εἰ μὴ συνυπάρχειν ἔχει, τὸ δι’ οὗ νοεῖται τοῦθ’ ὅπέρ ἐστιν. οὐκοῦν ἀνατύπωσιν ὥσπέρ τινα διαπεπλασμένην ὀρθῶς τῶν ἐν αἰσθήσει παραδειγμάτων λαβὼν τὴν δύναμιν, τὴν θείαν γέννησιν οὐ καταφθερεῖς, τομὰς ἐπ’ αὐτῇ καὶ ἀπορροὴν καὶ πάθος ἀσυνέτως εἰσδεδεγμένος.
- supplement.144
Ἐπὶ γάρ τοι τῆς ἀνωτάτω πασῶν οὐσίας ἀπαθὴς μὲν ἡ γέννησις, καὶ μὴν καὶ οὐσιώδης ἡ τοῦ γεννήματος ὕπαρξις, καὶ διατομῆς ἐλευθέρα, καὶ τῷ τεκόντι συνθέουσα, καὶ ἀπαραιτήτως συννοουμένη. τὸ γὰρ ἄναρχον ἐν χρόνῳ, μεμαρτύρηκε τῷ Υἱῷ καὶ ὁ σοφὸς Ἰωάννης λέγων, “Ἐν ἀρχῇ ἦν ὁ Λόγος.” ἐπειδὴ δὲ τῆς τοῖ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπέφηνεν ὁ Υἱὸς, ἐνυπάρχει μὲν αὐτὸς τῷ ἰδίῳ Πατρὶ, παραδείξειε δ’ ἃν ἐν ἑαυτῷ διὰ ταὐτότητος φυσικῆς, καὶ τὴν τοῦ γεγεννηκότος. νοηθείη δ᾿ ἀν’ ὁ Πατὴρ οὐχ ἕτερος ἣ δι’ Υἱοῦ τε καὶ ἐν Υἱῷ, ἐπείπερ ἐστὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τὴν ὅθεν ἐξέφυ διαστείβων φύσιν ἐν ἰδίᾳ μορφῇ.
- supplement.145
Γρηγορίου Νύσσησ εἰσ Σιμπλίκιον u περὶ πίστεωσ. Καὶ ὥσπερ τὸ ἐκ τοῦ λύχνου φῶς καὶ ἐκ τῆς φύσεως ἐστὶ τοῦ ἀπαυγάζοντος, καὶ μετ’ ἐκείνου ἐστὶν, ὁμοῦ τε γὰρ ἐξεφάνη ὁ λύχνος, καὶ τὸ φῶς τὸ ἐξ αὐτοῦ συνεξέλαμψεν, οὕτω καὶ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ οὐδέποτε χωρὶς τοῦ Υἱοῦ ὁ Πατήρ· οὐκ ἐγχωρεῖ γὰρ ἀλαμπῆ αὐτοῦ τὴν δόξαν, ὡς οὐκ ἐγχωρεῖ ἄνευ ἀπαυγάσματος αὐτοῦ τὸν λύχνον. δῆλον δὲ ὅτι ὥσπερ τὸ αὐτοῦ ἀπαύγασμα μαρτυρία ἐστὶ τοῦ κατὰ τὴν δόξαν αὐτοῦ, μὴ γὰρ οὔσης τῆς δόξης, οὐκ ἃν εἴη τὸ ἐκ ταύτης ἀπαυγαζόμενον, οὕτως τὸ λέγειν μὴ αὐτοῦ ποτὲ ἀπαύγασμα, ἀπόδειξίς ἐστι τοῦ μηδὲ τὴν δόξαν αὐτοῦ ὅτε οὐκ ἦν τὸ ἀπαύγασμα. τὴν γὰρ δόξαν ἄνευ ἀπαυγάσματος εἶναι ἀμήχανον. ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦ ἀπαυγάσματος λέγειν ὅτι εἰ ἢν οὐκ ἐγένετο, καὶ εἰ ἐγένετο οὐκ ἢν, οὕτως μάταιον ἐστὶ περὶ τοῦ Υἱοῦ ταῦτα λέγειν· διότι ὁ Υἱός ἐστι τὸ ἀπαύγασμα. οἱ δὲ τὸ μικρότερον καὶ τὸ μεῖζον ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς λέγοντες, διδαχθήτωσαν παρὰ τοῦ Παύλου μὴ μετρεῖν τὰ ἀμέτρητα. ὁ γὰρ Ἀπόστολος τὸν Υἱὸν χαρακτῆρα λέγει τῆς τοῦ Πατρὸς ὑποστάσεως. δῆλον οὖν ὅτι ὅση ἃν ἡ ὑπόστασις ἦν ἡ τοῦ Πατρὸς, τοσοῦτος καὶ ὁ χαρακτήρ ἐστι τῆς ὑποστάσεως· οὐ γὰρ ἐνδέχεται μικρότερον αὐτοῦ τὸν χαρακτῆρα τῆς θεωρουμένης ἐν αὐτῷ ὑποστάσεως. ἀλλὰ καὶ ὁ μέγας Ἰωάννης ταῦτα διδάσκει λέγων, “ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὴν Θεόν.” ἐκ γὰρ τοῦ εἰπεῖν ὅτι ἐν ἀρχῇ ἦν, καὶ οὐ μετὰ τὴν ἀρχὴν, ἔδειξεν ὅτι οὐδέ ποτε ἄλογος ἢν ἡ ἀρχή. ἐκ δὲ τοῦ ἀποδεῖξαι ὅτι καὶ ὁ Λάγος ἦν πρὸς τὸν Θεὸν, τὸ ἀνελλιπὲς τοῦ Υἱοῦ ὡς πρὸς τὸν Πατέρα ἐσήμανεν· ὅλῳ γὰρ τῷ Θεῷ, ὅλος συνθεωρεῖται ὁ Λόγος. οὐκ ἔχει ἄρα χώραν ἐπὶ τῶν θείων δογμάτων τὸ μεῖζον λέγειν καὶ τὸ μικρότερον.
- supplement.146
Γρηγορίου Νύσσησ κατὰ Εὐνομίου. Εἰ οὖν Θεὸς μὲν ὁ Πατὴρ, Θεὸς δὲ ὁ Υἱὸς, ἔτι x καταλείπεται πρὸς τὴν ἀκριβῆ τοῦ μονογενοῦς θεολογίαν ἀμφιβολία; ὅταν τῇ μὲν τοῦ Υἱοῦ σημασίᾳ τὸ κατὰ φύσιν οἰκεῖον γνωρίζεται, τῷ δὲ ἀπαυγάσματι τὸ συναφές τε καὶ ἀδιάστατον, τῇ δὲ τοῦ Θεοῦ προσηγορίᾳ, κατὰ τὸ ἶσον ἐφηρμοσμένῃ Πατρὶ τε καὶ Υἱῷ, τὸ διὰ πάντων ὁμότιμον. ὁ δὲ χαρακτὴρ πάσῃ τῇ ὑποστάσει τοῦ Πατρὸς ἐπιθεωρούμενος, τὸ ἀνελλιπὲς τοῦ ἰδίου μεγέθους διασημαίνει. καὶ ἡ μορφὴ τοῦ Θεοῦ τὴν διὰ πάντων καταμηνύει ταὐτότητα, τὸ πάντα δεικνύειν ἐφ’ ἑαυτῆς, δι᾿ ὧν ἡ θεότης χαρακτηρίζεται. τί γὰρ ἐρεῖς ὅταν ἀπαύγασμα δόξης καὶ ὀσμὴ νμύρου ἀκούσῃς, καὶ ἀτμίδα Θεοῦ; ὅτι οὐκ ἢν τὸ ἀπαύγασμα πρὸ τῆς οἰκείας γεννήσεως; ἀλλ’ οταν τοῦτο εἴπῃς, οὐδὲ τὴν δόξαν πάντως εἶναι δώσεις, οὔτε τὸ μῦρον· οὐ γάρ ἐστιν ἣ τυφλὴν ἐφ’ ἑαυτῆς καὶ ἀλαμπῆ νομισθῆναι τὴν δόξαν αὐτοῦ, ἥ τὸ μύρον τῆς εὐπνοίας ἄγονον. ὥστε εἰ τὸ απανγασμα οὐκ ἦν, οὐδὲ ἡ δόξα ἦν πάντως. καὶ τῆς ὀσμῆς μὴ οὔσης, τὸ μηδὲ μῦρον αὐτῇ συναπεδείχθη. ἐν γὰρ τῷ λέγειν μὴ αὐτοῦ ἀπαύ- γασμα, τὸ μηδὲ τὴν ἀπαυγάζουσαν αὐτοῦ δύναμιν κατασκευάζεται πάντως· ὡς ἐπὶ τοῦ κατὰ τὸν λύχνον ἐστὶν ἰδεῖν ὑποδείγματος. ὁ γὰρ τὴν αὐγὴν τοῦ λύχνου εἰπὼν, καὶ τὸ λάμπειν τὸν λύχνον συνεδείξατο. καὶ ὁ μὴ αὐτοῦ τὴν αὐγὴν λέγων, τὴν σβέσιν τοῦ φωτίζοντος συνεσήμανεν. ὥστε ὅταν ὁ Κύριος μὴ εἶναι λέγηται, καὶ ἡ τοῦ Πατρὸς ἀνυπαρξία κατὰ πᾶσαν ἀνάγκην ἐκ τοῦ ἀκολούθως διὰ τούτων κατασκευάζεται. εἰ γὰρ συνημμένως ἔχεται τοῦ ἑτέρου τὸ ἕτερον, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν καὶ τὸ ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως, καὶ ἡ σοφία τοῦ Θεοῦ, ὁ τὸ ἕτερον τῶν συνημμένων εἶναι λέγων, τῇ τοῦ ὲνός ἀναιρέσει, συνανεῖλε πάντως καὶ τὸ λειπόμενον· ὥστε τοῦ ἀπαυγάζοντος μὴ ὄντος, ὁμολογεῖσθαι μὴ αὐτοῦ μηδὲ τὴν ἀπαυγάζουσαν φύσιν· καὶ τοῦ χαρακτῆρος μὴ ὑφεστῶτος, μηδὲ τὴν χαρακτηριζομένην αὐτοῦ ὑπόστασιν· σοφίας δὲ καὶ δυνάμεως Θεοῦ μὴ οὔσης, μηδὲ ἐκεῖνον πάντως αὐτῷ ὁμολογεῖσθαι τὸ δίχα σοφίας τε καὶ δυνάμεως ἐφ’ ἑαυτοῦ μὴ νοούμενον.
- supplement.147
Εἰ οὖν οὐκ ἦν ὁ μονογενὴς Θεὸς πρὶν γενέσθαι, καθὼς φησὶν ὁ Εὐνόμιος, Χριστὸς δὲ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καὶ χα- ρακτὴρ καὶ ἀπαύγασμα, οὐκ ἦν πάντως οὐδὲ ὁ Πατὴρ, οὗ ὁ Υἱὸς δύναμις ἐστὶ καὶ σοφία, καὶ χαρακτὴρ καὶ ἀπαύγασμα. οὐ γάρ ἐστιν ἐπινοῆσαι τῷ λόγῳ, οὔτε ὑπόστασιν ἀχαρακτήριστον, οὔτε ἀλαμπῆ δόξαν, οὔτε ἄσοφον Θεὸν, οὐκ ἄχειρα δημιουργὸν, οὐκ ἄλογον ἀρχὴν, οὐκ ἄπαιδα Πατέρα· ἀλλὰ πάντα τὰ τοιαῦτα, ἔπι τε τῶν ὁμολογούντων, καὶ ἐπὶ τῶν ἀθετούντων, καὶ ἀλλήλοις συναναφαίνεται, καὶ διὰ τῆς τοῦ ἑνὸς ἀναιρέσεως καὶ τὸ συνημμένον συναφανίζεται. ἐπειδὴ τοίνυν κατασκευάζεται παρ’ αὐτῶν τὸ μὴ αὐτοῦ τὸν Υἱὸν πρὸ τοῦ γενέσθαι, ὡς ἔστιν ἀπαύγασμα δόξης· ἡ δὲ ἀκολουθία συναναιρεῖ τῇ τοῦ ἀπαυγάσματος ἀνυπαρξίᾳ, καὶ τὴν τῆς δόξης ἀιδιότητα, δόξα δὲ ὁ Πατὴρ, ὅθεν τὸ μονογενὲς φῶς ἐστιν ἀπαυγασθὲν, νοησάτωσαν οἱ περιττοὶ τὴν διάνοιαν, ὅτι ἐν προσχήματι Χριστιανισμοῦ τὴν Ἐπικούρου ἀθείαν πρεσβεύουσιν.
- supplement.148
Κυρίλλου πρὸσ Τιβέριον y.᾿ Ἀμήχανον γὰρ αὐτοῦ ποτε τοῦ ἑτέρου τὸ ἕτερον· ἀλλ’ ἔνθα περ ὁ Πατὴρ αὐτοῦ νοοῖτο, ἐστὶ δὲ πανταχοῦ, ἐκεῖ που πάντως καὶ ὁ Υἱός· καὶ ἔνθα περ ἃν ὁ Υἱὸς, ἐκεῖ καὶ ὁ Πατήρ. εἰ γάρ ἐστιν ἀπαύγασμα τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ Λόγος αὐτοῦ καὶ σοφία καὶ δύναμις, πῶς ἐνδέχεται δίχα λόγου σοφίας καὶ δυνάμεως νοεῖσθαι ποτὲ τὸν Πατέρα; πῶς δὲ ἡ σοφία καὶ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἡ δύναμις αὐτοῦ νοοῖτ’ ἄν ποτε δίχα τοῦ Πατρός; ἣ πῶς οὐκ ἐνυπάρξει ποτὲ αὐτῷ ὁ χαρακτὴρ αὐτοῦ; πῶς δὲ καὶ ὁ χαρακτὴρ δίχα τοῦ Πατρὸς, οὗ ἐστι χαρακτήρ; εἰ γὰρ ἐνδέχεται τοῦ φωτὸς ἐκπεσεῖν καὶ χωρισθῆναι τὸ ἀπαύγασμα τὸ ἀπ’ αὐτοῦ, ἦν ἃν εἰκὸς ἐννοῆσαι, ὅτι καὶ τὸν Υἱὸν ἐνδέχεται μὴ αὐτοῦ μετὰ τοῦ Πατρός. πῶς δὲ οὐκ ἐννοοῦσιν, ὅτι γενητὸς ὣν ὁ ἥλιος, κτίσμα γάρ ἐστι δι’ αὐτοῦ τοῦ Λόγου παρενεχθεὶς εἰς γένεσιν, διέρπει μὲν τὴν ἄνω καὶ αὐτῷ ταχθεῖσαν ὁδὸν, καθίησι δὲ τοῖς ἁπανταχόσε φῶς, καὶ πάντα πληρῶν τῆς ἐξ αὐτοῦ προχεομένης αὐγῆς, ἔχει πάλιν αὐτὴν ἐν ἑαυτῷ; πότε τοίνυν οὐκ ἦν ἐν τῷ Πατρὶ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; πότε κεχώρισται τῆς ὑποστάσεως αὐτοῦ ὁ χαρακτὴρ αὐτοῦ; καὶ εἰ τὰ πάντα πληροῦντος τοῦ Πατρὸς οὐκ ἔχει τοῦτο κατὰ φύσιν ἰδίαν ὁ Υἱὸς, τὰ πάντα φημὶ πληροῦν καὶ αὐτοῦ πανταχοῦ, καὶ οὐδὲν ἀπολιμπάνεσθαι, ἑτεροφυὴς ἄρα παρ’ αὐτόν ἐστι, καὶ ἐκπίπτουσιν εἰς τὴν τῶν Ἀρειανῶν πεπλανημένην δόξαν οἱ περὶ αὐτοῦ τολμῶντες λέγειν, ὅτι γενόμενος ἄνθρωπος ὁ μονογενὴς, κενοὺς ἀφῆκε τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανοὺς, καὶ ὅτι κατὰ μὲν τὴν τῆς θεότητος ἀξίαν συνῆν τῷ Πατρὶ, καὶ ὅτε γέγονεν ἄνθρωπος, καὶ ἦν ἐπὶ γῆς, καθ’ ὑπόστασιν δὲ, οὐκέτι.
- supplement.149
Ὁμιλία τοῦ αὐτοῦ. Ἀνοηταίνουσι δὲ καὶ οἱ λέγοντες τὸν Υἱὸν ἑτεροφυᾶ, καὶ ἀλλότριον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας. ἀμήχανον γὰρ τὸν ἐκ Θεοῦ κατὰ φύσιν κτιστὸν αὐτοῦ καὶ γεννητόν. εἰ γὰρ πᾶν ὃ πέφυκε τίκτειν, ὁμοούσιον ἑαυτῷ γεννᾷ, γεγέννηκε δὲ κατὰ ἀλήθειαν τὸν Υἱὸν ὁ Πατὴρ, πάντως που καὶ ὁμοούσιον ἑαυτῷ γεγέννηκεν. ἣ γὰρ οὐκ ἄτοπον ἐξ ἀνθρώπου μὲν οὐχ ἑτεροειδὲς τίκτεσθαι ζῶον, καὶ μὴν ἐκ βοός γε ναὶ ἵππου, τίκτει γὰρ ἕκαστον τὸ κατὰ φύσιν αἴτιον ἑαυτῷ, τὴν δέ γε θείαν καὶ ἀνωτάτω φύσιν, μηδὲ ἐν τούτοις αὐτοῦ νομίζειν ἐν οἷς ἐστιν ἡ κτίσις. οὐκοῦν ἐκ κτίσματος γεννηθὲν, κτιστὸς ἄρα καὶ ο τεκών. ἀλλ’ ἔστιν ἀγένητος ὁ Πατήρ· οὐ γὰρ γέγονε παρά τινος· ἀγένητος ἄρα καὶ ὁ Υἱός. καὶ εἰ χαρακτήρ ἐστι τῆς ὑποστάσεως τοῦ γεγεννηκότος, Θεὸς δὲ κατὰ ἀλήθειαν ἐστὶν ὁ τεκὼν, Θεὸς ἄρα καὶ ὁ χαρακτὴρ αὐτοῦ. χαρακτηρίζει γὰρ, Θεὸν μὲν Θεὸς, κτίσιν δὲ κτίσις. ὥσπερ γὰρ εἰ τις βούλοιτο τὴν γενητὴν καὶ πεποιημένην κτίσιν καταδεῖξαι τισὶν, οὐ δύναται λέγειν, ὅρα μοι τὴν τῆς θεότητος φύσιν, καὶ ἐκ ταύτης νοήσεις ἐκείνην. ὀφθήσεται γὰρ ἀμαθὴς ὁ τοῦτο λέγων. οὐ γὰρ ἡ τῆς θεότητος φύσις ἐφ’ ἑαυτῇ καταδείξει τὴν γενητὴν οὐσίαν· οὕτως εἴ τις βούλοιτο τὴν ἄκτιστον φύσιν ἰδεῖν, οὐκ ἃν ἴδοι ταύτην ὡς ἐν εἰκόνι τῇ κτίσει· διὸ ἔλεγε τῷ Φιλίππῳ ὁ Κύριος, “ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.” φυσικὴ δὲ πάντως ἡ ὁμοιότης Υἱῷ πρὸς τὸν Πατέρα, καὶ οὐσιώδης ὁ χαρακτήρ.
- supplement.150
Τοῦ αὐτοῦ. Πῶς οὑν οὐκ ἀσύνετον καὶ θρασὺ τὸ περιεργάζεσθαι φύσιν, δι’ ἧς τὰ πάντα παρήχθη, πρὸς ὕπαρξιν τὴν χρόνου παντὸς πρεσβυτέραν; γεγόνασι γὰρ δι’ αὐτῆς, καὶ ἔστη πρὸ παντὸς αἰῶνος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἀλλ’ οἱ πάντολμοι κατηγοροῦσιν αὐτοῦ τὸ νεώτερον, καὶ γενητὸν αὐτὸν αὐτοῦ φασίν· οὐκ εἰδότες ὅτι τοῖς τοῦ Ἁγίου Πνεύματος ἀντιφέρονται λόγοις· δι’ αὐτοῦ μὲν γὰρ πεποιῆσθαι τοὺς αἰῶνας φασὶν οἱ λαλοῦντες ἐν Πνεύματι. οἱ δὲ γενητὸν αὐτοῦ διισχυρίζονται τὸν ἐπέκεινα καινοῦ λόγου, καὶ οὐδὲ ἐκεῖνο δέχονται κατὰ νοῦν· οὐ γὰρ ἐν χρόνῳ γέγονε Πατὴρ ὁ Θεὸς, ἀλλ’ ἦν ἀεί τε καὶ ἐν ἀρχῇ. τούτου δὲ οὕτως ἔχοντος, πᾶσα πὼς ἀνάγκη συνυφεστάναι νοεῖν τὸν Υἱὸν, ἵνα καὶ ἀληθὴς ὑπάρχει Πατὴρ ὁ Θεός· ἐπεὶ διδασκέτωσαν εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ σοφία καὶ δύναμις καὶ χαρακτὴρ, καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ποῖος ἦν ἄρα χρόνος καθ’ ὃν ἦν ἄλογος ὁ Πατὴρ, οὐχ ὑπάρχοντος τοῦ Υἱοῦ; πότε δὲ ἦν δίχα τῆς ἑαυτοῦ σοφίας ἡ τῆς σοφίας πηγή; πότε δὲ δυνάμεως δίχα; πότε δὲ οὐκ ἢν ἐν Θεῷ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; ἢ πῶς οὐκ ἃν εἴη σὺν αὐτῷ τε καὶ ἐν αὐτῷ διηνεκῶς ὁ χαρακτὴρ αὐτοῦ; εἰ μὲν οὑν ἐν χρόνῳ ταῦτα γέγονεν, οὐκοῦν ἄρα Πατὴρ πρὶν γεγένηται, ἄλογος τὴν καὶ ἄσοφος, καὶ ἰσχὺν οὐκ ἔχων, χαρακτῆρος τε δίχα καὶ ἀπαυγάσματος. ἀλλ’ οἶμαι τοῦτο αὐτῷ δυσσεβὲς ἐννοεῖν, καὶ τῆς ἀνωτάτω δυσσεβείας ἀπόδειξιν ἔχει. ἀεὶ δὲ ἦν ὁ Πατήρ. ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι.
- supplement.151
Πρὸσ Ἑρμείαν. Ναὶ φησιν, ἀλλ’ ὁ τινὸς, ὦ βέλτιστε, χαρακτὴρ οὐκ ἔστιν ἐν ὑποστάσει τῇ καθ’ ἑαυτὸν, οὐδὲ ἰδίαν ἔχει τὴν ὕπαρξιν· νοεῖται δὲ μᾶλλον ἐν ὑποκειμένῳ καὶ ὡς ἐν τάξει συμβεβηκότος, εἰ καὶ ἀχώριστος ἐνείη τυχὸν, καθάπερ ἀμέλει τὰ εἴδη τοῖς σώμασιν· ἀνύπαρκτος οὖν ὁ Υἱὸς, εἴπερ ἐστὶ καθ’ ὑμᾶς ὡς χαρακτὴρ ἐν τῷ Πατρί. τὴν μὲν τοῦ Υἱοῦ φύσιν ἥτις ποτὲ ἔστι, νῷ μὲν ἐπαθρῆσαι τῷ καθ’ ἡμᾶς ἀνέφικτον παντελῶς, μεῖζον δὲ εἰπεῖν ἣ κατὰ δύναμιν λόγου· “δόξα γὰρ Κυρίου κρύπτει “λόγον,” κατὰ τὸ γεγραμμένον. ἐκ πλείστων δὲ ὅσων θεωρημάτων τὴν ὡς ἐν ἐσόπτρῳ γνῶσιν οὐκ ἀνιδρωτὶ καὶ μόλις ἐρανιζόμεθα. φῶς γὰρ καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν καὶ ἕτερα ἄττα φαμὲν αὐτοῦ τὸν Υἱὸν, ἀλλ’ οὐχ ἑκάστω τῶν ὀνομάτων τὴν ἄρρητον αὐτοῦ φύσιν ἐγκατακλείοντες, ἐκ διαφόρων αὐτὸν συγκεῖσθαι φαμέν· ἁπλοῦς γάρ ἐστι καὶ μονοειδὴς, ἀλλ’ ἐκ πλείστων ὅσων τῶν αὐτῷ προσπεφυκότων οὐσιωδῶς εἰς αὐγὰς ὥσπερ ἴμεν ἰσχνὰς τῆς ἐπ’ αὐτῷ θεωρίας.
- supplement.152
Εἰ τοίνυν λέγοιτο χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρὸς, ἀχωρίστως τε ἅμα καὶ προσπεφυκότως συνυπάρχοντα νόει, καὶ οἱονεὶ τὸ εἶδος αὐτοῦ τοῦ γεγεννηκότος. ἡνίκα δ᾿ ἃν ἀπαύγασμα λέγοιτο, μονονουχὶ φωτὸς προέντος τε καὶ ἀπαστράψαντος, εἰς νοῦν ἔ ’χε τὴν ἐκ Πατρὸς οἱονεί πὼς εἰς τὸ ἔξω διεκδρομὴν, οὔτε εἰς ἅπαν ἀπηλλαγμένην τῆς ὅθεν ἐστὶν ὑποστάσεως, οὔτε μὴν εἰς ἅπαν συνεσταλμένην· προεκκόπτουσαν δὲ ὥσπερ εἰς τὸ ὑπεστάναι καθ’ ἑαυτὴν, καὶ εἰς ὕπαρξιν ἰδικήν. ἐμφιλοχωρεῖ μὲν γὰρ τῇ τοῦ Πατρὸς φύσει μονονουχὶ ῥίζαν ἔχων αὐτὴν ὁ Υἱὸς, καὶ τομῆς τῆς εἰς ἅπαν οὐκ ἀνεχόμενος· πλὴν ὑφέστηκεν ἰδικῶς, καὶ ἔστιν Υἱὸς ἀληθῶς, οὐκ ἀνυπόστατος χαρακτὴρ, οὐδὲ ἀνυπάρκτως ἐπερριμμένος ἣ συμβεβηκὼς ὡς εἶδος ἐν σώματι. ζωὴ γὰρ ὣν κατὰ φύσιν, πῶς ἃν νοοῖτο μὴ ὑφεστάναι; ἐν γὰρ τοῖς οὖσιν ὅσα μὴ μόνον εἰς σχῆμα καὶ ἕδος μεμόρφωται τὸ τινὸς, οὐσιώδη δὲ μᾶλλον ἐκληρώσατο τὴν ἐμφέρειαν, ὁμοφυῆ πάντως εἶεν ἃν, καὶ τῆς κατὰ πᾶσαν ὁτιοῦν ὁμοιότητα ἀνενδεῶς ἐξημμένα· οἷον τὸ χαλκοῦ φέρε εἰπεῖν ἣ λίθου πεποιημένον ἀνδροειδὲς ἄγαλμα, τῆς τοῦ δεῖνος μορφῆς εἴη ἃν ἐξεικονισμὸς, ἀλλ’ οὐ τῆς οὐσίας· ὅγε μὴν τοῦ δεῖνος υἱὸς, πρὸς αὐτῆς εἰς τοῦτο πλαστουργηθεὶς τῆς φύσεως, καὶ ἄκρος ἐξησκημένος πρὸς ὁμοίωσιν τοῦ γεννήσαντος, λόγοις δὲ δή φημι τοῖς κατὰ τὴν φύσιν, νοοῖτο ἂν λοιπὸν, φυσική τε καὶ οὐσιώδης εἰκὼν αὐτοῦ τοῦ ἡλίου· ἣ τίς μᾶλλον ἓ, ὁρῶν οὕτως τὸ ἀπαύγασμα πρὸς ’τον ἤλιον κα τὴν ταὐτότητα του φωτὸς, οὐκ ἃν εἴποι θαρρήσας, ὄντως τὸ φῶς καὶ τὸ ἀπαύγασμα ἕν εἰσι, καὶ τοῦτο ἐν ἐκείνῳ δείκνυται καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ τυγχάνει ὄν; ὥστε τὸν ὁρῶντα τοῦτο βλέπειν κἀκεῖνο. τὴν δὲ τοιαύτην ἑνότητα καὶ φυσικὴν ἰδιότητα, πῶς ἃν οἱ πιστεύοντες καὶ βλέποντες ὀρθῶς καλέσαιεν, ἣ ὁμοούσιον γέννημα; τὸ δὲ τοῦ Θεοῦ γέννημα, τί ἄν τις οἰκείως καὶ πρεπόντως νοήσειεν, ἣ Λόγον καὶ σοφίαν καὶ δύναμιν; ἣν οὔτε τοῦ Πατρὸς λέγειν ξένην ὅσιόν ἐστιν, οὔτε μὴ ἀιδίως αὐτὸ παρὰ τῷ Πατρί.
- supplement.153
Λέγει δέ που καὶ Θεόγνωστος s ἀνὴρ λόγιος, “οὐκ ἔξωθέν τις ἐστὶν ἐφευρεθεῖσα ἡ τοῦ Υἱοῦ οὐσία, οὐδὲ ἐκ μὴ ὄντων ἐπεισήχθη, ἀλλὰ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ἔφυ, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. καὶ οὔτε αὐτός ἐστιν ὁ Πατὴρ, οὔτε ἀλλότριος, ἀλλὰ ἀπόρροια τῆς τοῦ Πατρὸς οὐσίας· ὡς γὰρ μένων ὁ ἥλιος ὁ αὐτὸς, οὐ μειοῦται ταῖς ἐκχεομέναις ὑπ’ αὐτοῦ αὐγαῖς, οὕτως οὐδὲ ἡ οὐσία τοῦ Πατρὸς ἀλλοίωσιν ὑπέμεινεν, εἰκόνα ἑαυτῆς “ἔχουσα ’τον Υἱὸν.”
- supplement.154
Ἐξέστω δὲ ἀκοῦσαι καὶ παρὰ τοῦ φιλοπόνου Ὡριγένους, “εἰ “ἔστι τοῦ Θεοῦ τοῦ ἀοράτου ἀόρατος εἰκὼν, ἐγὼ δὲ προσθείην “ἃν τολμήσας, ὅτι καὶ ὁμοιότης τυγχάνων Πατρὸς οὐκ ἔστιν ὅτε “οὐκ ἦν. πότε γὰρ ὁ Θεὸς ὁ κατὰ τὸν Ἰωάννην φῶς λεγόμενος, “ἀπαύγασμα οὐκ εἶχε τῆς ἰδίας δόξης; ἵνα τολμήσας τις ἀρ- “χὴν δῷ εἶναι Υἱοῦ, πρότερον οὐκ ὄντος. πότε δὲ τῆς ἀρρήτου “καὶ ἀκατονομάστου καὶ ἀφθέγκτου ὑποστάσεως, τοῦ Πατρὸς ὁ “χαρακτὴρ Λόγος, ὁ γινώσκων τὸν Πατέρα, οὐκ ἦν; κατανοείτω “γὰρ ὁ τολμῶν καὶ λέγων, ἦν ποτε ὅτε οὐκ ἢν ὁ Υἱὸς, ὅτι ἐρεῖ, “καὶ τὸ, σοφία ποτὲ οὐκ ἦν, καὶ ζωὴ οὐκ ἦν· ἀλλ’ οὐ θέμις ἐστὶν, οὐδὲ ἀκίνδυνον, διὰ τὴν ἡμῶν ἀσθένειαν, ὅσον ἐφ’ ἡμῖν, “ἀποστερεῖσθαι τὸν Θεὸν τοῦ ἀεὶ συνόντος αὐτῷ Λόγου μονο- “γένους, σοφίας ὄντος ᾗ προσέχαιρεν· οὕτω γὰρ οὐδὲ ἀεὶ χαίρων “νοηθήσεται.”
- supplement.155
Καὶ Διονύσιος δὲ ὁ Ἀλεξανδρείας πρὸς τὸν ὁμώνυμον ἀπολογούμενος γράφει t, “οἶδα καὶ μέμνημαι πλείονα προσθεὶς τῶν συγ- “γενῶν ὁμοιώματα· καὶ γὰρ φυτὸν εἷπον ἀπὸ σπέρματος ἢ ἀπὸ “ῥίζης ἀνελθὸν, ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως “ἐκείνῳ καθέστηκεν ὁμοφυές· καὶ ποταμὸν εἷπον ἀπὸ πηγῆς ῥεόντα “ἕτερον ὄνομα μετειληφέναι. μήτε γὰρ τὴν πηγὴν ποταμὸν, μήτε “τὸν ποταμὸν πηγὴν λέγεσθαι, καὶ ἀμφότερα ὑπάρχειν· καὶ τὴν “μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ ποταμὸν αὐτὸ τὸ ἐκ τῆς “πηγῆς ὕδωρ.”
- supplement.156
τίς οὖν οὐ μανίαν καταψηφιεῖται τῶν λεγόντων Διονύσιον τὰ Ἀρείου φρονεῖν; ἰδοὺ γὰρ πᾶσαν αὐτοῦ πατεῖ τὴν αἵρεσιν τοῖς τῆς ἀληθείας λογισμοῖς. τὸ μὲν γὰρ οὐκ ἦν, πρὶν γεννηθῇ, ἐν τῷ οὐκ ἢν ποτε ἄγονος· τὸ δὲ ἐξ οὐκ ὄντων ἀναιρεῖ ἐν τῷ λέγειν τὸν Λόγον αὐτοῦ ὡς ποταμὸν ἀπὸ πηγῆς, καὶ βλαστὸν ἀπὸ ῥίζης, καὶ τέκνον ἀπὸ γονέως, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴν ἐκ ζωῆς. φησὶ γὰρ ὅτι ἀπαύγασμα ὣν φωτὸς ἀιδίου, πάντως καὶ αὐτὸς ἀίδιός ἐστιν· ὄντος γὰρ ἀεὶ τοῦ φωτὸς, δῆλον ὡς ἔστιν ἀεὶ τὸ ἀπαύγασμα. τοῦτο γὰρ καὶ ὅτι φῶς ἐστι τὸ καταυγάζον νοεῖται, καὶ φῶς οὐ δύναται μὴ φωτίζον αὐτό. εἰ ἔστιν ἥλιος, ἔστιν αὐγὴ, ἔστιν ἡμέρα. εἰ τοιοῦτον μηδέν ἐστι, πολύ γε δεῖ παρεῖναι ἥλιον. εἰ μὲν οὖν ἀίδιος ἦν ὁ ἥλιος, ἄπαυστος ἃν ἦν καὶ ἡ ἡμέρα· νῦν δὲ, οὐ γάρ ἐστιν, ἀρξαμένου τε ἤρξατο καὶ παυομένου παύεται.
- supplement.157
Βασιλείου ἀπὸ τῶν ἀντιρρητικῶν. Ἐχρῆν τοίνυν τοὺς κατὰ μικρὸν γοῦν τῆς ἀληθείας πεφροντικότας, ἀφεμένους τῶν σωματικῶν ὁμοιώσεων, καὶ τοῦ ταῖς ὑλικαῖς φαντασίαις τὰς περὶ Θεοῦ ἐννοίας καταρρυπαίνειν, ταῖς παρὰ τοῦ Ἁγίου Πνεύματος παραδοθείσαις ἡμῖν θεολογίαις ἀκολουθεῖ; καὶ νοεῖν μὲν ἀξίαν τοῦ Θεοῦ γέννησιν ἀπαθῆ, ἀμέριστον, ἀδιαίρετον, ἄχρονον, κατὰ τὴν ἀπολάμπουσαν τοῦ φωτὸς αὐγὴν, τῇ θείᾳ γεννήσει προσαγομένους· νοεῖν δὲ εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, οὐ κατὰ τὰς αἰσθητὰς ταύτας ὕστερον ἀπεργασθεῖσαν πρὸς τὸ ἀρχέτυπον, ἀλλὰ ἐνυπάρχουσαν καὶ παρυφεστηκυῖαν τῷ πρωτοτύπῳ οὐσίαν ζῶσαν καὶ ἐνεργῆ.
- supplement.158
Ἀπὸ τῶν ἠθικῶν. Ἐνταῦθα μὲν γὰρ ξύλον καὶ κηρὸς καὶ ζωγράφου τέχνη τὴν εἰκόνα ποιεῖ, φθαρτὴν φθαρτοῦ μίμημα, καὶ τεχνητὴν τοῦ ποιηθέντος· ἐκεῖ δὲ ὅταν ἀκούσῃς εἰκόνα, ἀπαύγασμα νόει τῆς δόξης. τί δὲ τὸ ἀπαύγασμα, καὶ τίς ἡ δόξα, εὐθὺς ἑρμηνεύει ὁ Ἀπόστολος, καὶ χαρακτὴρ τῆς ὑποστάσεως· ταὐτὸν οὖν ἐστι τῆ δόξη μὲν, ἡ ὑπόστασις· τῷ ἀπαυγάσματι δὲ, ὁ χαρακτήρ. ὥστε τελείας μενούσης καὶ μηδὲν μειουμένης τῆς δόξης, τέλειον πρόεισι τὸ ἀπαύγασμα· καὶ οὕτως ὁ τῆς εἰκόνος λόγος θεοπρεπῶς παραδεχθεὶς, τὴν ἑνότητα ἡμῖν παρίστησι τῆς θεότητος. οὗτος γὰρ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ, ὅτι καὶ οὗτος τοιοῦτος ἐστὶν οἷος ἐκεῖνος, κἀκεῖνος οἷος οὗτος. οὕτως ἑνοῦται τὰ δύο τῷ μὴ διαλάττειν, μηδὲ κἀς ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοῆσαι τὸν Υἱόν.
- supplement.159
Γρηγορίου Νύσσησ περὶ διαφόρων οὐσιῶν καὶ ὑποστάσεων. Ἀλλ᾿ ἐπειδὴ πολλοὶ τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου, ταῖς αὐταῖς συμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν μηδὲν, οὐσίαν ἣ ὑπόστασιν λέγειν, ὅθεν καὶ ἤρεσε τισὶ τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν οὕτω καὶ μίαν λέγειν ὑπόστασιν· καὶ τὸ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι, καὶ τὴν τῶν οὐσιῶν διαίρεσιν κατὰ τὸν ἶσον ἀριθμὸν ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν· διὰ τοῦτο ὡς ἃν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. ἔστι δὲ τοιαύτη τῶν λεγομένων ἡ ἔννοια. πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων, καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος· ὁ γὰρ τοῦτο εἰπὼν, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψε τῇ φωνῇ τὸν τινὰ ἄνθρωπον, τον ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον· οὐ γὰρ μᾶλλον Πέτρος ἄνθρωπος ἐστὶν, ἣ καὶ Ἀνδρέας, καὶ Ἰωάννης, καὶ Ἰάκωβος. ἡ οὖν κοινότης τοῦ σημαινομένου, ὁμοίως ἐπὶ πάντας τοὺς ὕπο τὸ αὐτὸ ὄνομα τεταγμένους χωροῦσα, χρείαν ἔχει τῆς υποδιαστολῆς, δι᾿ ἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν Πέτρον ἣ τὸν Ιωάννην ἐπιγνωσόμεθα. τὰ δὲ τῶν ὀνομάτων, ἰδικωτέραν ἔχει ἔνδειξιν, δι’ ἧς, οὐχ ἡ κοινότης τῆς φύσεως ἐνθεωρῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματος τινὸς περιγραφὴ μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενὲς κατὰ τὸ ἰδιάζον τὴν κοινωνίαν, οἷον ὁ Παῦλος ἣ ὁ Τιμόθεος. οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν.
- supplement.160
Ὅταν οὖν δύο ἣ καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητεῖται λόγος, οὐκ ἄλλον τίς ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ ἄλλον ἐπὶ τοῦ Τιμοθέου, ἀλλὰ δι’ ὧν ἃν λόγων ἡ οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι, καὶ εἰσὶν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι. ἐπειδὰν δέ τις τὸ κοινὸν μαθὼν ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν, δι’ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος, τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων. οὕτω τοίνυν φαμὲν τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι. ὁ γὰρ ἄνθρωπον εἰπὼν, ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῆ ἀκοὴ ἐνεποίησεν· ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὸς καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι· ὁ δὲ Παῦλον εἰπὼν, ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν.
- supplement.161
τοῦτο οὖν ἐστιν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας ἔννοια, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλ’ ἣ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα· ὡς καὶ τῇ γραφῆ σύνηθες τὸ τοιοῦτον ποιεῖν, ἐν ἄλλοις τὲ πολλοῖς καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. ἐπειδὴ γὰρ τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦ μνημονεύσασα καὶ εἰποῦσα ἄνθρωπος, εὐθὺς ἀποτέμνει τῷ ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τὶς, ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφὴν ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπὸν ἐσιώπησε, τὸν δὲ τινὰ, διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα, καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ ὅσα τῶν ἔξωθεν συμπαραλειφθέντα χωρίζειν αὐτὸν καὶ ἀμφιστᾶν ἔμελλεν τῆς κοινῆς σημασίας· ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφὴν, ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων. εἰ δὲ τὸν τῆς οὐσίας ἐδήλου λόγον, οὐδεμία ἃν ἐγένετο τῶν εἰρημένων ἐν τῆ τῆς φύσεως ἑρμηνείᾳ μνήμη. ὁ γὰρ αὐτὸς ἃν ἦν λόγος ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ Σαυχίτου, καὶ Σωφὰρ τοῦ νυ, καὶ ἐφ’ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων.
- supplement.162
Βασιλείου. Ἁπλῶς δὲ ὃν λόγον ἔχει τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ αὐτοῦ μετέχει, καὶ τοῖς περὶ αὐτῶν ἰδιώμασιν, ὁ δεῖνα ἐστὶ καὶ ὁ δεῖνα.
- supplement.163
Πρὸς Ἀμφιλόχιον. Καὶ σαφέστερον εἰπεῖν οὐσία καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφορὰν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ’ ἕκαστον, οἷον ὡς ἔχει τὸ ζῶον πρὸς τὸν δεῖνα ἄνθρωπον. Μαξίμου. Κοινὸν μὲν γάρ ἐστι καὶ καθολικὸν, ἤγουν γενικὸν, κατὰ τοὺς πατέρας ἡ οὐσία καὶ ἡ φύσις, ἴδιον δὲ καὶ μερικὸν ἡ ὑπόστασις καὶ τὸ πρόσωπον.
- supplement.164
Βασιλείου. Γρηγορίου ἀδελφοῦ αὐτοῦ. Ὃν τοίνυν ἐν τοῖς καθ’ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων, οὐχ ἁμαρτήσῃ πῶς τὸ αὐτοῦ τοῦ Πατρὸς ὁ τι ποτε ὑποτίθεταί σου ἡ ἔννοια· πρὸς οὐδὲν γάρ ἐστιν ἀποτεταγμένον νόημα τὴν ψυχὴν ἐπερείδειν διὰ τὸ πεπεῖσθαι αὐτῷ ὑπὲρ πᾶν αὐτοῦ νόημα· τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ Ἁγίου· ὁ γὰρ τοῦ ἀκτίστου καὶ ἀκαταλήπτου λόγος εἷς ἐστι, καὶ ὁ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. ἐπειδὴ δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινὸν ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν, ἣ εἴτι τοιοῦτον, οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν· ἐπιζητήσομεν δὲ μόνον δι’ ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τοῖς συνθεωρουμένοις ἀφορισθήσεται. καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον πᾶν ὅπερ ἃν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως φθάσει ἀγαθὸν, τῆς πάντα ἐν πᾶσιν ἐνεργούσης χάριτος. ἐνέργειαν αὐτοῦ φαμὲν, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι “ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ “ἑκάστω καθὼς βούλεται.”
- supplement.165
Ζητοῦντες δὲ εἰ ἐκ μόνου Ἁγίου Πνεύματος ἡ τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀναξίοις, πάλιν ὑπὸ τῆς γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων, ἀρχηγὸν καὶ αἴτιον τὸν μονογενῆ Θεὸν εἶναι πιστεύειν. πάντα γὰρ δι’ αὐτοῦ γεγενῆσθαι καὶ ἐν αὐτῷ συνεστάναι παρὰ τῆς ἁγίας γραφῆς ἐδιδάχθημεν. ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα, ὅτι δι’ ἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται, οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως, ἀλλά τις ἐστὶ δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα, ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. ἐκ γὰρ τοῦ Πατρὸς ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα, ᾧ πάντοτε τὸ Πνεῦμα τὸ Ἅγιον ἀχωρίστως συνεπινοεῖται· οὐ γάρ ἐστιν ἐν περινοίᾳ γενέσθαι τοῦ Υἱοῦ μὴ προκαταυγασθέντα τῷ Πνεύματι. ἐπειδὴ τοίνυν τὸ Ἅγιον Πνεῦμα, ἀφ’ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται· τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ αὐτοῦ, ὅθεν καὶ ἐκπορεύεται, τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. ὁ δὲ Υἱὸς, ὁ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα δι’ ἑαυτοῦ καὶ μεθ’ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν κατὰ τὸ ἰδιάζον τῶν γνωρισμάτων τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα ἣ πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. ὁ δὲ ἐπὶ πάντων Θεὸς ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως, τὸ Πατὴρ αὐτοῦ καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι μόνος ἔχει· καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινωσκεται.
- supplement.166
τούτου ἕνεκεν ἐν τῆ τῆς οὐσίας κοινότητι, ἀσύμβατα φαμὲν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ τριάδι γνωρίσματα, δι’ ὧν ἡ ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδομένων προσώπων· ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακεκριμένως καταλαμβανομένου, ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξαιρεθῆναι. κατὰ δὲ τὸ ἄπειρον καὶ ἀκατάληπτον καὶ τὸ ἄκτιστον αὐτοῦ καὶ μηδενὶ τόπῳ περιειλῆφθαι καὶ πᾶσι τοῖς τοιούτοις μηδεμίαν αὐτῷ παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεωρεῖσθαι, καὶ δι’ ὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ Ἀγία τριάδι πιστευομένων ἐπινοήσειε, διὰ τῶν αὐτῶν προελεύσεται ἀπαραλλάκτως ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ Ἄγ’ ἴου Πνεύματος τῆς διανοίας κενεμβατούσης· διότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον, οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης, ἥτις κεχηνέναι ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλλουσα, ἀλλὰ μᾶλλον, καὶ ἐκ τούτου τὸ ἄτρεπτον αὐτοῦ σημαίνων.
- supplement.167
Ἐπειδὴ γὰρ τῶν γενητῶν ἡ φύσις τρεπτὴ, καὶ οἱ μὲν παρέβησαν, οἱ δὲ παρήκουσαν, ἥτε πράξις αὐτῶν οὐκ ἔστι βεβαία, ἀλλὰ πολλάκις ἐνδέχεται τὸν νῦν ἀγαθὸν μετὰ ταῦτα τρέπεσθαι· διὰ τοῦτο ἀτρέπτου χρεία, ἴνα τὸ ἀμετάβλητον τῆς τοῦ λόγου δικαιοσύνης ἔχωσιν εἰκόνα καὶ τύπον πρὸς ἀρετὴν οἱ ἄνθρωποι. ἡ δὲ τοιαύτη διάνοια ἔχει καὶ τὴν αἰτίαν τοῖς εὖ φρονοῦσιν εὔλογον. ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ ἐτράπη, καὶ διὰ τῆς ἁμαρτίας θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, διὰ τοῦτο τὸν δεύτερον Ἀδὰμ ἔπρεπεν ἄτρεπτον εἶναι, ἵνα κἂν πάλιν ὁ ὄφις ἐπιχειρήσῃ, αὐτοῦ μὲν ἡ ἀπάτη ἐξασθενήσῃ· τοῦ δὲ Κυρίου ἀτρέπτου ὄντος πρὸς πάντα, ὁ ὄφις ἀσθενὴς τοῖς ἐπιχειρήσασι γένητ’ αἰ. ὥσπερ γὰρ τοῦ Ἀδὰμ παραβάντος εἰς πάντας ἀνθρώπους ἡ ἀπάτη διέβη, οὕτω τοῦ Κυρίου ἰσχύσαντος ἡ τοιαύτη λοιπὸν ἰσχὺς εἰς ἡμᾶς διαβήσεται, ὥστε λέγειν ἕκαστον ἡμῶν, “οὐ γὰρ αὐτοῦ τὰ νοή- “μάτα ἀγνοοῦμεν.” οὐκοῦν εἰκότως ὁ Κύριος ὁ ἀεὶ καὶ φύσει ἀτρέπτως ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἀδικίαν χρίεται, καὶ αὐτὸς ἀποστέλλεται, ἵνα ὁ αὐτὸς διαμένων, τὴν τρεπτὴν σάρκα λαβὼν, τὴν μὲν ἁμαρτίαν ἐν αὐτῇ κατακρίνῃ, ἐλευθέραν δὲ αὐτὴν κατασκευάσῃ· εἰς τὸ δύνασθαι λοιπὸν τὸ δικαίωμα τοῦ νόμου πληροῦν ἐν αὐτῇ. ὥστε λέγειν δύνασθαι ἡμεῖς, οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. μάτην ἄρα, ὦ Ἀρειανοὶ, ἡ τοιαύτη ὑμῖν ἀπόνοια γέγονεν, καὶ μάτην τὰ ῥήματα τῶν γραφῶν ἐπροφασίσασθε.
- supplement.168
Κυρίλλου Θησαυρικῶν. Λέγοντες ὅτι γέγραπται “ἠγάπη- “σὰς δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ “Θεὸς,” οὐκ ἃν οὖν ὅλως κεχρῖσθαι τὸν Κύριον δώσομεν εἰ μὴ δικαιοσύνην ἠγάπησε καὶ ἐμίσησεν ἀδικίαν. ὁ γὰρ αἰτιολογικὸς σύνδεσμος, τουτέστι “διὰ τοῦτο” μεταξὺ κείμενος μισθὸν ὥσπερ ἀρετῆς τὸ χρῖσμα δεικνύει. εἰ δὲ διὰ τοῦτο χρίεται ὅτι δικαιοσύνην ἀγαπᾷ καὶ ἀδικίαν μισεῖ, δῶρον ἔχει τὸν ἁγιασμόν. ὁ δὲ προσθήκης τινὸς δεηθεὶς, ἀτελὴς ἃν εἴη, καὶ οὐχ ὅμοιος τῷ τελείῳ Πατρί. ταῦτα μὲν ὑμεῖς· ἀκούσεσθε δὲ ὅτι τοῦτο εἴρηται, οὐχ ἵνα μισθὸν ἀρετῆς τὸ χρῖσμα δεδόσθαι τίς ὑπολάβῃ, ἀλλ’ ἵνα τοιώσδε νοήσωμεν τὸ λεγόμενον. τρεπτῆς ὑπάρχων φύσεως ὁ προ- πάτωρ Ἀδὰμ, καὶ πεφυκὼς ποτὲ μὲν τὴν δικαιοσύνην ἀγαπᾶν καὶ μισεῖν τὴν ἀδικίαν, ποτὲ δὲ πάλιν εἰς τὴν ἐναντίαν ἕξιν μεταπηδᾷν παρηνέχθη παρὰ τοῦ διαβόλου. ἐπειδὴ δὲ πρὸς τὴν τοῦ τοιούτου νοσήματος λύσιν ἔδει τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιθεῖναι τῷ πονηρῷ, ἵν ὥσπερ διὰ τῆς τοῦ Ἀδὰμ τροπῆς ἐνικήθημεν, οὕτω διὰ τῆς ἀτρεψίας τοῦ Λόγου κρατήσωμεν· διὰ τοῦτο χρίεται, ὡς ἀεὶ καὶ ἀπαραλλάκτως δικαιοσύνην ἀγαπῶν καὶ μισῶν ἀδικίαν, καὶ τραπῆναι μὴ δυνάμενος. ὅταν οὖν λέγω “ἠγά- “πησας δικαιοσύνη, καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε “ὁ Θεὸς,” τοιαύτην τινὰ δέχεσθε διάνοιαν. ἐπειδὴ πάντων τῶν γενητῶν τρεπομένην ἐχόντων τὴν φύσιν, οὐδὲν ἐδύνατο μάχεσθαι τῷ διαβόλῳ, σὺ δὲ ἐξ ἀτρέπτου Πατρὸς ἄτρεπτος ὣν Θεὸς Λόγος, ἀεὶ δικαιοσύνην ἀγαπᾷς, τὴν δὲ ἀδικίαν μισεῖς, ἔχρισέ σε ὁ Θεὸς, ἵνα ἱν σοὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν πάντα νικῶσαν. θεάσηται.
- supplement.169
Ἀθανασίου κατὰ Ἀρειανῶν. Ὁ Λάγος γὰρ τοῦ Θεοῦ ἄτρεπτος ἐστὶν ἀεὶ καὶ ὡσαύτως ἔχει, οὐχ ἁπλῶς, ἀλλ’ ὡς ὁ Πατήρ. ἐπεὶ πῶς πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστὶν, εἰ μὴ καὶ τὸ ἄτρεπτον τοῦ Πατρὸς ἔχει; οὐχ ὡς ὑποκείμενος δὲ νόμοις καὶ τὴν ἐπὶ θάτερα ῥοπὴν ἔχων, τὸ μὲν ἀγαπᾷ, τὸ δὲ μισεῖ, ἵνα μὴ φόβῳ τοῦ ἐκπεσεῖν τὸ ἕτερον προσλαμβάνῃ, καὶ ἄλλως πάλιν τρεπτὸς εἰσάγηται, ἀλλ’ ὡς Θεὸς ὣν καὶ Λόγος τοῦ Πατρὸς, κριτής ἐστι δίκαιος καὶ φιλάρετος, μᾶλλον δὲ καὶ χορηγὸς ἀρετῆς. οὖν φύσει καὶ ὅσιος ὣν, διὰ τοῦτο ἀγαπᾶν λέγεται δικαιοσύνην καὶ μισεῖν ἀδικίαν, ἴσον τῷ εἰπεῖν, ὅτι τοὺς μὲν ἐναρέτους ἀγαπᾷ καὶ προσλαμβάνεται, τοὺς δὲ ἀδίκους ἀποστρέφεται καὶ μισεῖ. τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ Πατρὸς λέγουσιν αἱ γραφαὶ, “δίκαιος “Κύριος καὶ δικαιοσύνας ἠγάπησε.” καὶ “ἐμίσησας πάντας “τοὺς ἐργαζομένους τὴν ἀνομίαν.” καὶ διὰ Ἡσαΐου λέγει, “ἐγώ “ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ “ἀδικίας.” ἣ τοίνυν κἀκεῖνα τὰ ῥήματα ὡς ταῦτα ἐκλαμβανέτωσαν, καὶ γὰρ κἀκεῖνα περὶ τῆς εἰκόνος τοῦ Θεοῦ γέγραπται, ἣ καὶ ταῦτα ὡς ἐκεῖνα κακῶς διανοούμενοι, τρεπτὸν καὶ τὸν Πατέρα ἐπινοείτωσαν. εἰ δὲ ἀσεβὲς τὸ λέγεσθαι τὸν Θεὸν δικαιοσύνας ἀγαπᾷν, καὶ μισεῖν ἁρπάγματα ἐξ ἀδικίας ὡς δεκτικὸν τοῦ ἐναντίου, ὥστε τοῦτο μὲν ἐκλέγεσθαι, τοῦτο δὲ μὴ αἱρεῖσθαι, ἀκόλουθον ἃν εἴη καὶ περὶ τῆς εἰκόνος τοῦ Θεοῦ τοιαῦτα νοεῖν. τοιαύτην γὰρ εἶναι τὴν εἰκόνα δεῖ, οἷος ὁ ταύτης Πατήρ· πρὸς γὰρ τὸ ἀρχέτυπον ἡ εἰκὼν, καὶ πρὸς τὴν εἰκόνα τὸ ἀρχέτυπον. ἀκουέ- τωσαν οὖν οἱ θεομάχοι, ἀπόδοτε τὰ τοῦ ἀνθρώπου τῷ ἀνθρώπῳ, καὶ τὰ τοῦ Θεοῦ τῶ Θεῶ.
- supplement.170
Κυρίλλου Ὁμιλία. Ὁρᾷς ὅτι Θεὸς χρίεται παρὰ Θεοῦ, ὅτε γὰρ γέγονεν ἄνθρωπος μεμενηκὼς ὅπερ ἦν, τότε καὶ καθ’ ἡμᾶς ἀνθρωπίνως χρίεται πρὸς ἀποστολήν. χρίεται γὰρ ἡ ἀνθρωπότης τῷ θείῳ Πνεύματι, οὐκ ἐνεργεῖται καθάπερ ἐπὶ τῶν ψιλῶν ἀνθρώπων, οἷον προφητῶν, πατριαρχῶν· καὶ ἔστι χρίσις οἷον ὅλη τοῦ χρίοντος ἡ παρουσία. χρίεται δὲ ὁ Υἱὸς ὅτε εἰς τὴν οἰκουμένην εἰσήχθη, τουτέστιν ὅτε ἐσαρκώθη· τότε γὰρ ἐκοινώνησε τῇ κτίσει, ἑνώσας ἑαυτῷ τὸ κτιστὸν, καὶ χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν.
- supplement.171
Θεοδωρήτου περὶ . . . Φαίη δ᾿ ἄν τις πῶς ὁ Θεὸς καὶ μετὰ τοῦ ἄρθρου προσαγορευθεὶς Θεὸς, καὶ τὸν θρόνον ἔχων εἰς αἰῶνα αἰῶνος, χρισθείη ἃν ὑπὸ τοῦ Θεοῦ; πῶς δ᾿ ἃν χειροτονητὴν λάβοι βασιλείαν, φυσικὴν ἔχων βασιλείαν; ἐναντίον γὰρ τὸ εἶναι βασιλεία τοῦ χρισθῆναι εἰς βασιλείαν. ἐροῦμεν τοίνυν πρὸς τοῦτο, ὅτι τὸν μὲν Θεὸν, οὗ ὁ θρόνος εἰς αἰῶνα αἰῶνος, τὸν ἀεὶ ὄντα νοεῖν χρὴ, τὸν δὲ ὕστερον ποτὲ χρισθέντα, τὸ ἐξ ἡμῶν ληφθὲν, τὸ ἐκ Δαβὶδ, τὸ ἐξ Ἀβραὰμ, τὸ μετόχους ἔχων, οὓς πλεονεκτεῖ τὸ χρίσματι πάντα ἐν ἑαυτῷ δεξάμενον τὰ τοῦ παναγίου Πνεύματος χαρίσματα. ἐν ἑκατέρᾳ δὲ φύσει ὁ εἷς Θεὸς προσκυνεῖται.
- supplement.172
Καὶ, σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελιώσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
- supplement.173
Θεοδωρήτου. Ἔδειξεν αὐτὸν τὸν ἁπάντων δημιουργόν. διὰ γὰρ οὐρανοῦ καὶ γῆς πάντα τὰ ἐν αὐτοῖς περιέλαβεν, ἃ καὶ ἀπὸ ἀρχῆς τινος τοῦ μὴ εἶναι ποτὲ γέγονε καὶ ἐκτίσθη. δῆλον γὰρ ὅτι τὸ κατ’ ἀρχὰς κτιζόμενον, ἀρχὴν ἔχει τοῦ κτίζεσθαι. ἐδίδαξεν ὡς ἄτρεπτος καὶ ἀναλλοίωτος. τοῦτο γὰρ δηλοῖ τὸ “αὐτοὶ ἀπολοῦν- “ται, σὺ δὲ διαμένεις.” ἐδήλωσε καὶ τῆς κτίσεως τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ὑπ’ αὐτοῦ γενησομένην. αὐτοῦ δὲ τὸ ἄναρχον καὶ ἀνώλεθρον. “σὺ γάρ,” φησιν, “ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου “οὐκ ἐκλείψουσιν·” οὐ γὰρ ἐγένου, ἀλλὰ εἶ, οὐδὲ ἀλλοίωσιν δέχῃ τινά· ἀεὶ γὰρ ὁ αὐτὸς εἰ δηλοῖ δὲ ταῦτα καὶ τὸ ἀπαθὲς τῆς θεότητος· εἰ γὰρ αὕτη πέπονθεν, πῶς ἐστὶν ἡ αὐτή; ἠλλοίωται γάρ. καὶ εἰ τρεῖς ἡμέρας ἐν τῷ θανάτῳ πεποίηκεν, ἐξέλειπε τὰ ὄη. ἀλλὰ καὶ ὁ προφήτης ἡμᾶς, καὶ ὁ Ἀπόστολος διδάσκει, ὁ μὲν, γεγραφὼς τὴν μαρτυρίαν, ὁ δὲ ταύτῃ χρησάμενος, ὡς ὁ αὐτός ἐστι, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλείψουσιν.
- supplement.174
Χργσοστόμου. Ἵνα γὰρ μὴ ἀκούσας “ὅταν δὲ εἰσαγάγῃ τὸν “πρωτότοκον εἰς τὴν οἰκουμένην,” ὡς δῶρον νομίσῃς εἶναι ὕστερον αὐτῷ προσδοθὲν, τοῦτο καὶ ἄνω προδιωρθώσατο. εἶτα καὶ πάλιν ἐπιδιορθοῦται λέγων “καταρχὰς,” οὐχὶ νῦν ἀλλ’ ἄνωθεν. ἰδοὺ πάλιν καὶ τὸν Σαμοσατέα καιρίᾳ πλήττει πληγῇ καὶ Ἄρειον· ἃ περὶ τοῦ Πατρός ἐστιν εἰπεῖν, ταῦτα ἁρμόσας τῷ Υἱῷ. μετὰ δὲ τούτου, καὶ τι ἄλλο πάρεργον ἠνίξατο. καὶ γὰρ τὴν μετασχημάτισιν τοῦ κόσμου παρεδήλωσε λέγων, ὅτι ἀλλαγήσονται, ὃ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, ὅτι μετασχηματίσει τὸν κόσμον, καὶ τὸ εὔκολον δηλῶν, ἐπήγαγεν, “ἑλίξεις αὐτοὺς,” ὥσπερ γάρ τις περιβόλαιον, οὕτως αὐτὸς τὸν κόσμον ἑλίξει καὶ ἀλλάξει. εἰ δὲ τὴν ἐπὶ τὸ βέλτιον μετασχημάτισιν οὕτως εὐκόλως ἐργάζεται, ἐπὶ τῆς ἐλάττονος δημιουργίας ἑτέρου ἐδεῖτο, μέχρι τίνος οὐκ αἰσχύνεσθε;
- supplement.175
Θεοδωρήτου Ψαλμοῖσ περὶ ... Ὁ δὲ νοῦς τῶν ψαλμικῶν ῥημάτων τοιοῦτος. τὴν μὲν κτίσιν ὁ ποιητὴς ὡς ἃν ἐθέλῃς μετασκευάζεις· τρεπτὴ γάρ ἐστι, καὶ τοῖς σοῖς ἀκολουθεῖ νεύμασιν, αὐτὸς δὲ, ἄτρεπτον ἔχεις τὴν φύσιν καὶ ἀναλλοίωτον. τούτου δὴ χάριν περὶ μὲν τῆς κτίσεως ὁ προφήτης φησὶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά, περὶ δὲ σοῦ τοῦ Θεοῦ Λόγου, σὺ δὲ ὁ αὐτὸς εἰ, καὶ σὺ περὶ σεαυτοῦ, ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. σὺ τῇ γῇ τὸ εἶδος δέδωκας καὶ τὴν τάξιν, “κατ’ ἀρχάζ́” τουτέστιν ἅμα τῷ οὐσιωθῆναι τοὺς ἀνθρώπους μὴ ὄντας ἐποίησας τῇ ἐνεργητικῇ σου δυνάμει, καὶ τούτων μεταβολὴν δεχομένων καὶ ἀλλοιουμένων ὡς ποιημάτων, σὺ τὸ ἄτρεπτον ἔχεις ὡς ποιητής. τὰ μὲν γὰρ γενητὰ ἤρξατο γίνεσθαι, καὶ προάγει αὐτὸν ἡ ἀρχὴ, καὶ τὸ εἶναι αὐτῶν ἐν τῷ γίνεσθαι μετρεῖται. ὁ δὲ Λόγος οὐκ ἔχων ἀρχὴν, τοῦ εἶναι τῶν τὴν ἀρχὴν ἐχόντων δημιουργὸς γίνεταί.
- supplement.176
Ἀπολοῦνται δὲ οἱ οὐρανοὶ οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα. “παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου,” καὶ ἅπαντα δὲ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίου μιμήσεται παλαιότητα, τῇ συνεχεστέρᾳ χρήσει καὶ τῷ χρόνῳ· σὺ δὲ αὐτὴν ἀλλάξεις καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. καὶ αὐτὴ γὰρ ἡ κτίσις ἐλευθερωθήσεται ἐκ τῆς δουλείας τῆς φθορᾶς, καὶ οἱ οὐρανοὶ ὑποβληθήσονται φθορᾷ. ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμὸν, καὶ συστελεῖς αὐτοὺς οὕτως εὐχερῶς, ὡς ἑλίσσει τις περιβόλαιον· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι, καὶ ἀλλαγήσονται, καὶ τροπὴν ἀγαθὴν ὑπομενοῦσι τὴν ἀπὸ τῆς παλαιότητος ἐπὶ τὴν ἀνακαίνισιν καὶ τὴν ἀφθαρσίαν. ἀλλὰ τὴν μὲν κτίσιν οὕτω μεταρυθμίζεις καὶ μεθαρμόζεις, καὶ μεταβάλλεις τὰ πάντα ὡς θέλεις. σὺ δὲ ἅτε Θεὸς, ἄτρεπτον ἔχεις τὴν φύσιν καὶ ἀίδιον, καὶ ἀλλοιώσεως κρείττονα. κτισμάτων γὰρ ἴδιον τὸ ἀλλοιοῦσθαι, τῷ καὶ τὴν οὐσίαν αὐτῆς ἀποτροπῆς ἦρχθαι, καὶ ἀπό τινος ἀρχῆς. σοῦ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὧσαύτως ἔχοντος ἀτρέπτου τε καὶ ἀμεταβλήτου ὄντος, ὑπερούσιος ἡ οὐσία, ἄναρχός τε καὶ ἀτελεύτητος. μόνος γὰρ ἔχεις ἀθανασίαν καὶ τὴν ὕπαρξιν ἐπ’ ἄπειρον. ἔτη γὰρ ἐπὶ Θεοῦ τὴν παράτασιν τοῦ εἶναι νοητέον. ὡς δὲ οὐκ ἔμελλεν ἄτρεπτος εἶναι ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν καὶ τῆς οὐσίας ἴδιος ὢν αὐτοῦ, ἧς ἀτρέπτου οὔσης, ἄτρεπτον καὶ τὸ ἐξ αὐτῆς γέννημα.
- supplement.177
Εἰ δὲ τοῦ ὄντος Λόγου τροπὴν Ἀρειανικὴν καταψεύδονται, μανθανέτωσαν ποῦ τούτοις ὁ λόγος κινδυνεύει· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. καὶ διὰ τοῦτο ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, καὶ ἡ τοῦ Υἱοῦ γνῶσις, γνῶσις ἐστὶ τοῦ Πατρός. οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου εἴη ἄν. ὁ μὲν οὖν Δαβὶδ πρὸς αὐτὸν ψάλλει, “σὺ δὲ ὁ αὐτὸς εἶ,” ὁ δὲ Κύριος περὶ ἑαυτοῦ φησιν, “ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι· εἰ γὰρ καὶ περὶ τοῦ Πατρὸς ὁ λόγος, ἀλλὰ καὶ τὸν Υἱὸν ἁρμόσει λέγειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος, δείκνυσι τὴν ταὐτότητα καὶ τὸ ἄτρεπτον αὐτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν καὶ ἕτερόν τι γεγενῆσθαι.
- supplement.178
Πάντων τοίνυν τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως δία τῆς οὐρανοῦ καὶ γῆς σημασίας τρεπτὴν καὶ ἀλλοιωτὴν τὴν φύσιν ἡ Γραφὴ λέγουσα, καὶ τὸν Υἱὸν ὑπεξαίρουσα τούτων, δείκνυσι μηδόλως γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα· καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει δι’ ὣν φησι, σὺ δὲ ὁ αὐτὸς “εἶ.Ζ καὶ εἰκότως· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄντων ὄντα, καὶ ὄντα πρὶν γένηται ὅλως ὅτι οὐκ ὄντα γένηται, ἀλλοιουμένην ἔχει τὴν φύσιν. ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς ὣν, καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος, καὶ οὐκ ἐν ἄλλῃ ἀρχῇ τὸ εἶναι ἔχων, ἀλλ’ ἐν τῷ ἀνάρχῳ Πατρὶ, ἵνα καὶ αὐτὸς ἄναρχος ᾖ, ἀναλλοίωτος καὶ ἄτρεπτος ἐστὶν, ὡς αὐτὸς ὁ Πατήρ. οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τοῦ ἀτρέπτου τρεπτὸν γεννᾶσθαι Λόγον, καὶ ἀλλοιουμένην σοφίαν. πῶς γὰρ ἔτι Λόγος, εἰ τρεπτός ἐστιν; ἣ πῶς ἐστι σοφία τὸ ἀλλοιούμενον; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβεβηκέναι τινὰ χάριν καὶ ἕξιν ἀρετῆς, καὶ κεκλῆσθαι ταύτην οὕτως Λόγον καὶ Υἱὸν καὶ σοφίαν εἴποιεν· ὥστε καὶ ἀφαιρεῖσθαι καὶ προστίθεσθαι αὐτῇ δύνασθαι. ἀλλ’ οὐκ ἔστι Χριστιανῶν ἡ πίστις αὕτη· τὸ γὰρ τρεπόμενον καὶ οὐχ ἱστάμενον ἐν ἑνὶ καὶ τῷ αὐτῷ πῶς δύναται εἶναι ἀληθές; ἀλλὰ μὴν ὁ Κύριος περὶ ἑαυτοῦ λέγει, “ἐγώ εἰμι ἡ ἀλήθεια,” καὶ τὸ ἄτρεπτον αὐτοῦ τοῦτο δείκνυσιν. οἱ δὲ Ἀρειανοὶ ἀπὸ τῆς καρδίας ὡς ἀπὸ φθορᾶς ταῦτα ἐξεμοῦσι, καὶ γένητον αὐτὸν λέγουσι.
- supplement.179
Κυρίλλου θησαυρικῶν. Ἀλλὰ μὴν πᾶν ὅπερ ἃν φαίνηται γεγονὸς κατ’ οὐσίαν, καὶ εἰς τὸ μὴ εἶναι καταλήξει ποτὲ, θελήσαντος τοῦ δημιουργοῦ· καὶ ὅπερ ἃν ἔχοι φύσιν τοῦ παθεῖν τι δεκτικὴν, πάθοι ἃν καὶ εἰ μήπω πέπονθε· τὸ δὲ πάσχειν οὐ πεφυκὸς, οὐκ ἄν τι πάθοι ποτὲ καὶ ἕτερόν τι παρ’ ἐκεῖνο ἐστί· καὶ τὸ ἀεὶ ὡσαύτως ὣν, οὔτε τοῦ εἶναι ἤρξατο, οὔτε μὴν οἰδε τὸν ἐπὶ τῷ τέλει δρόμον, ὥσπερ τὰ τοῦ εἶναι ἀρξάμενα. ἀλλ’ οὐκ ἄν τις εἴποι νοῦν ἔχων, τὰ τοσαύτην ἔχοντα πρὸς ἄλληλα τὴν ἐναντιότητα, καὶ οὕτω κατὰ φύσιν διεστηκότα, ὁμογενῆ τε εἶναι, καὶ τῆς αὐτῆς ὑπάρχειν οὐσίας. εἰ τοίνυν ἔπι μὲν τῶν ποιημάτων ὡς ὑποκειμένων φθορᾶ λέγεται, αὐτοὶ ἀπολοῦνται, ἐπὶ δὲ τοῦ Υἱοῦ, “σὺ δὲ διαμένεις;” κἀκεῖνα μὲν παλαιωθήσεται ὡς γενητικὴν ἔχοντα τὴν φύσιν, τοῦ δὲ Υἱοῦ τὰ ἔτη οὐκ ἐκλείψουσι, πῶς ὁ μονογενὴς u ἔσται τοῖς Ἀγγέλοις ὁ Υἱός; τοῖς γενητοῖς ὁ ἀγένητος; τοῖς πεποιημένοις ὁ ποιητής; τοῖς παρελθεῖν δυναμένοις ὁ αἰώνιος; εἰ γὰρ καὶ ἀθάνατόν τι χρῆμα ὁ Ἄγγελος ἐστὶ διὰ τὴν οὕτω κειμένην ἐπ’ αὐτῷ τοῦ ποιήσαντος βούλησίν τε καὶ χάριν, ἀλλ’ ἐπείπερ ἀρχὴν τοῦ εἶναι ἔχει, δύναιτ’ ἃν καὶ εἰς τέλος ἐλθεῖν. φύσεως δὲ πλεονεκτήματα τοῖς ἔχουσιν ἐστὶν ἰσχυρὰ, καὶ οὐχὶ τῷ πεποιηκότι Θεῷ· ὥσπερ οὖν καὶ τὸ πῦρ, καυστικὸν μέν ἐστιν, ἀλλ’ οὐ τῷ Θεῷ, οὕτω καὶ Ἄγγελος ἀθάνατος μὲν, ἀλλ’ οὐ τῷ Θεῷ· μόνος γὰρ αὐτὸς κυρίως ἀθάνατος, φυσικῶς ἔχων, οὐκ ἀπὸ χάριτος, τὴν ἀσφάλειαν, ὥσπερ τὰ γενητά.
- supplement.180
Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκε ποτὲ, κάθου ἐκ δεξιῶν μου ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
- supplement.181
Χρυσοστόμου. Οἱ μὲν περὶ Ἄρειον καὶ Εὐνόμιον εἰς τὸν Θεὸν Λόγον εἰρῆσθαι λέγουσι ταῦτα καὶ πρὶν σαρκωθῆναι. οἱ δὲ περὶ Παῦλον τὸν Σαμοσατέα καὶ Φωτεινὸν, καὶ Σαβέλλιον, εἰ ψιλὸν ἄνθρωπον ἐκ Μάριας τὴν ἀρχὴν ἔχοντα, τι οὖν ἐροῦσι πρὸς τὸ “ἐκ “γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε;” οἱ δὲ ᾿Ιουδαῖοι, τὸ γελοιότερον, εἰς τὸν Ἁβραὰμ ἐκ προσώπου τοῦ δούλου. ὅσης δὲ ἀνοίας τὸ νομίζειν τὸν Ἁβραὰμ καθῆσθαι ἐκ δεξιῶν τοῦ Θεοῦ, ὅς γε καὶ τὸ παρεστάναι τοῖς Ἀγγέλοις, μεγίστης ἄξιον ἡγεῖτο τιμῆς εἶναι; ποῦ δὲ ἱερεὺς ὁ Ἁβραὰμ, ὅς γε καὶ αὐτὸς ἱερεῖ τῷ Μελχισεδὲκ ἐκέχρητο, καὶ τὰς παρ’ αὐτοῦ εὐλογίας ἐζήτει; πῶς δ᾿ ἃν ἔχοι λόγον περὶ τοῦ Ἁβραὰμ εἰρῆσθαι τὸ “ἐκ γαστρὸς πρὸ ἑωσφόρου “ἐγέννησά σε;” ἕτεροι δὲ, τὸν μὲν λέγοντα φασὶ τὸν Θεὸν, τὸν δὲ ἀκούοντα τὸν Ζοροβάβελ. τι οὖν; ὁ Ζοροβάβελ κύριος τοῦ Δαβίδ; καὶ πῶς ἃν ἔχοι λόγον ὃς καὶ αὐτὸς ἀντὶ μεγάλης τιμῆς, Δαβὶδ κέκληται; ποῦ δὲ ἱερωσύνην ἔσχε, καὶ ταύτην ξένην τινὰ καὶ παράδοξον; ἀλλὰ τὰς αἱρετικὰς καὶ Ἰουδαϊκὰς φλυαρίας παρελθόντας, εἰπεῖν χρὴ τἀληθὲς, ὅτι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν εἴρηται ὁ Ψαλμὸς, τὸν μονογενῆ μὲν ἐκ Πατρὸς, κατὰ σάρκα δὲ πρωτότοκον· εἷς γὰρ τὸ συναμφότερον· ἐπιτρέπεται δὲ καθῆσθαι, οὐχ ὡς μονογενὴς, κατὰ τοῦτο γὰρ συναΐδιος καὶ ὀμόθρονος, ἀλλ’ ὡς πρωτότοκος καὶ κληρονόμος.
- supplement.182
Θεδωρήτου Ψαλμοῖσ. Τοῦτο καὶ Πέτρος εἰς τὸν Κύριον ἐξελάβετο, καὶ αὐτὸς δὲ ὁ Κύριος ὁρῶν τοὺς Φαρισαίους ἄλλας περὶ τοῦ Χριστοῦ δόξας ἔχοντας, καὶ ψιλὸν αὐτὸν ἄνθρωπον νομίζοντας, μηδὲν πλέον τῶν λοιπῶν ἔχοντα, πεῦσιν αὐτοῖς τοιάνδε προσήνεγκε, “τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν;” εἰρηκότων δὲ ἐκείνων, τοῦ Δαβὶδ, ἀπεκρίνατο, “πῶς οὖν ὁ Δαβὶδ “ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων, Εἶπεν ὁ Κύριος τῷ “Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου.” εἶτα ἐπισυλλογίζεται· “εἰ “οὖν Δαβὶδ Κύριον αὐτὸν καλεῖ ἐν Πνεύματι,” (ἀλλ᾿ οὐκ ἀνθρωπίνῳ λογισμῷ,) “πῶς υἱὸς αὐτοῦ ἐστί;” τοῦτο δὲ ἔφη, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν Δαβὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς. τὸ μὲν γὰρ εἶναι υἱὸν τοῦ Δαβὶδ τὸν Χριστὸν, ὡμολόγουν οἱ Φαρισαῖοι. ὅτι δὲ καὶ Κύριος ἦν τοῦ Δαβὶδ, ἠγνόουν παντάπασι. τὸ λεῖπον τοίνυν προστίθησιν, οὐ τὸ ὁμολογούμενον ἀναιρεῖ, διδάσκων ὡς αὐτὸς καὶ υἱὸς Δαβὶδ, τὸ κατὰ σάρκα, καὶ Κύριος αὐτοῦ ὡς Θεὸς καὶ δημιουργός. εἰ οὖν Δαβὶδ ὁ μέγας καὶ εὐσεβὴς, βασιλεὺς καὶ προφητικῆς Χάριτος ἠξιωμένος, Κύριον ἑαυτοῦ καλεῖ τὸν δεσπότην Χριστὸν, οὐκ ἅ μόνον ἄνθρωπος κατὰ τὴν ᾿Ιουδαίων διάνοιαν, ἀλλὰ καὶ Θεὸς, ὡς τοῦ Δαβὶδ δημιουργός τε καὶ Κύριος.
- supplement.183
Καὶ τὸ κοινὸν δὲ τῶν ὀνομάτων τὴν ταὐτότητα τῆς οὐσίας δηλοῖ, Κύριος γὰρ Κυρίῳ λέγει, ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὁ Κύριος κτίσματι. τὸ δὲ “κάθου,” μέγα μὲν καὶ οὐ μόνον ἐπὶ τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ καὶ ὑπὲρ ἅπασαν κτίσιν, πλὴν ἀνθρωπίνως αὐτῷ εἴρηται. ὡς γὰρ Θεὸς ὁ Υἱὸς, αἰώνιον ἔχει τὸν θρόνον, καὶ οὐ μετὰ τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ταύτης ἠξιώθη τῆς τιμῆς, ἀλλ’ ἔλαβεν ὡς ἄνθρωπος, ὅπερ εἶχεν ὡς Θεός. σημαίνει δὲ ὁ μὲν θρόνος τὴν βασιλικὴν ἀξίαν· ἡ δὲ κάθισις, τὸ βέβαιον καὶ ἑδραῖον, καὶ τὴν ἐν ταὐτῷ τῶν ἀγαθῶν ἵδρυσίν τε καὶ διαμονήν· ἡ δεξιὰ δὲ χώρα τὸ τῆς ἀξίας ὁμότιμον. τοῦτο γὰρ ἡ κοινωνία τῆς καθέδρας δηλοῖ τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συμβασίλευσιν. εἰ δὲ τὸ εἰπεῖν “κάθου” σκανδαλίζει τινὰς, ἀκουέτωσαν ὅτι ἐκ δεξιῶν κάθηται, καὶ τοῦ σκανδάλου ἀπαλλαττέσθωσαν· τὸ γὰρ δεξιὸν, τὴν πρὸς τὸ ἶσον σχέσιν δηλοῖ. οὐ σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου, ἀλλ’ ἐκ τῶν τιμίων τῆς προεδρίας ὀνομάτων, τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς παριστῶντος τοῦ λόγου.
- supplement.184
Ἀθανασίου περὶ Πίστεωσ. Πλὴν ὅπερ ἔφημεν τὸ “κάθου “ἐκ δεξιῶν μου,” εἰς τὸ κυριακὸν σῶμα λέγεται· εἰ γὰρ κατὰ τὸν Ἰερεμίαν “τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει Κύριος, πάντα δὲ χωρεῖ ὁ Θεὸς, ὑπ’ οὐδενὸς δὲ χωρεῖται, εἰς ποῖον καθέζεται θρόνον; τὸ σῶμα τοίνυν ἐστὶν ᾧ λέγει “κάθου ἐκ δεξιῶν μου,” οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες οἱ τοῖς Χριστοῦ κηρύγμασιν ἀντιπιπτοντες.
- supplement.185
Ἀπολιναρίου. Καὶ ἀνθρώπινον μὲν τὸ πρόσταγμα, ἀρχὴν τῇ καθέδρᾳ παρεχόμενον. θεῖον δὲ τὸ ἀξίωμα τὸ συγκαθῆσθαι Θεῷ, ᾧ παρεστήκασι καὶ λειτουργοῦσιν αἱ μυριάδες καὶ χιλιάδες. ὥσπερ δὲ ὡς πρὸς ἄνθρωπον λέγει τὸ “κάθου,” οὐ γὰρ τῷ ἀεὶ καθημένῳ ἐπὶ θρόνου δόξης, καθὸ Θεὸς Λόγος εἴρηται, μετὰ τὴν ἐκ γῆς ἄνοδον, ἀλλὰ τῷ νῦν εἰς τὴν ἐπουράνιον ὑψωθέντι δόξαν, καθὸ ἄνθρωπος, οὕτως οὐδὲ τοὺς ἐχθροὺς ὡς Θεῷ ὑποτάσσει, ἀλλ’ ὡς ἀνθρώπῳ. καὶ διδάσκει Παῦλος, ἴδιον αὐτοῦ τιθεὶς τὸ κατόρθωμα, κατὰ τὸ θεικὸν δηλαδὴ, ἐν οἷς φησι, “κατὰ τὴν ἐνέργειαν τοῦ “ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῶ τὰ πάντα.”
- supplement.186
Χρυσοστόμου Ψαλμοῖσ. Σὺ δὲ ἀκούων τοῦ προφήτου λέγοντος ὅτι ὁ Πατὴρ τίθησιν ὑπὸ τοὺς πόδας, μὴ θορυβηθῇς· οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ παιδὸς τοῦτο εἴρηται. ὁ Παῦλος γοῦν αὐτὸν φησὶ τοὺς ἐχθροὺς τιθέναι ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ τὸ πᾶν αὐτῷ ἀνατίθησι λέγων· “ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν “καὶ δύναμιν·” κοινὰ γὰρ τὰ ἔργα, τὰ ἐκείνου τούτου, καὶ τὰ τούτου ἐκείνου. ὥστε κἂν ἀκούσῃς, ὅτι ὁ Πατὴρ ὑπέταξε, μὴ ἀλλότριον εἶναι λέγε τὸν Πατέρα τοῦ πράγματος· καὶ ὑποπόδιον δὲ ἀκούων, μηδὲν αἰσθητὸν νόμιζε, ἀλλὰ τὴν ἐπιτεταμένην ὑπο- ταγήν.
- supplement.187
Θεολωρήτου Ψαλμοῖσ. Τὸ δὲ “ἕως οὗ,” οὐ χρόνου ἐστὶν ὅρος, ἐπεὶ, πῶς ἕστηκεν ἐκείνῳ τὸ προφητικὸν τὸ λέγον, “ἡ ἐξουσία “αὐτοῦ ἐξουσία αἰώνιος. καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία ἥτις οὐ “διαφθαρήσεται, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος,” εἴγε μέχρι τούτου μέλλει βασιλεύειν; οὐ τοίνυν χρόνου σημαντικὸν τὸ “ἕως,” ἀλλ’ ἰδίωμα τῆς θείας Γραφῆς, οἷον τὸ “ἕως ἃν “καταγηράσηται, ἐγώ εἰμι.” δῆλον δὲ ὅτι οὐ συμπεριορίζεται τὸ εἶναι τοῦ Θεοῦ τῷ γήρᾳ τῶν ἀνθρώπων, ἀλλὰ καὶ γηρώντων καὶ τελευτώντων διαμένει ὁ τῶν ὅλων ποιητὴς, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλείψουσι. τοῦτο ἔοικεν ἐκείνῳ τῷ ἀποστολικῷ ῥητῷ, “δεῖ γὰρ “αὐτὸν βασιλεύειν ἄχρις οὗ ἃν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ “ὑπὸ τοὺς πόδας αὐτοῦ.” οὐδὲ γὰρ ἐνταῦθα τὸ ἄχρι χρόνου δηλωτικόν. ποῖον γὰρ ἔχει λόγον ἔτι μέν τινων ἀντιλεγόντων βασιλεύειν αὐτὸν, μετὰ δὲ τὴν ἁπάντων ὑποταγὴν ἀφαιρεῖσθαι τὴν βασιλείαν; καὶ μὴν Δανιὴλ ὁ προφήτης μετὰ τὴν τῶν θηρίων ἀναίρεσιν αὐτὸν ἔφη βασιλεύειν εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι τέλος. πῶς δὲ καὶ οἱ ἅγιοι συμβασιλεύουσιν, ἣ τίνι συμβασιλεύσουσι, τοῦ τὴν βασιλείαν ὑπεσχημένου ἀποτιθεμένου τὴν βασιλείαν; οὐκοῦν τὸ “ἕως” χρόνου δηλωτικὸν, ἀλλὰ κατὰ ἰδίωμα τῆς θείας κεῖται Γραφῆς.
- supplement.188
Γρηγορίου θεολόγου. Σὺ δὲ ὁ τὴν δόξαν τοῦ μονογενοῦς ἐλαττῶν, ὡς μέγιστόν τι προβάλλῃ καὶ ἄμαχον, τὸ “δεῖ γὰρ “αὐτὸν βασιλεύειν ἄχρι τοῦδε,” καὶ “ὑπ’ οὐρανοῦ δειχθῆναι ἄχρι “χρόνων ἀποκαταστάσεως,” καὶ τὴν ἐκ δεξιῶν καθέδραν ἔχειν ἕως τῆς τῶν ἐχθρῶν ἐπικρατήσεως, τὸ μετὰ τοῦτο δὲ τί λῆξαι τῆς βασιλείας, ἢ τῶν οὐρανῶν ἀποστῆναι. τίνος παύσοντος; ἣ δι’ ἥν τινα αἰτίαν; ὡς τολμηρὸς ἐξηγητὴς σὺ καὶ λίαν ἀβασίλευτος, καὶ μὴν ἀκούεις τῆς βασιλείας αὐτοῦ μὴ εἶναι πέρας· ἀλλὰ τοῦτο πάσχεις παρὰ τὸ μὴ γινώσκειν ὅτι τὸ “ἕως” οὐ πάντως ἀντιδιαιρεῖται τῷ μέλλοντι, ἀλλὰ τὸ μέχρι μὲν τοῦδε τίθησι, τὸ ὑπὲρ τοῦτο δὲ, οὐκ ἀναίνεται. ἣ πῶς νοήσεις, ἵνα μὴ τὰ ἄλλα λέγω, τὸ “ἔσομαι μεθ’ ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος;” ἆρ’ ὡς μετὰ τοῦτο οὐκ ἐσομένου; καὶ τίς ὁ λόγος;
- supplement.189
Θεολωρήτου. Κατὰ δὲ τὸν ἡμέτερον λόγον, οὐχ ὡς Θεῷ λέγει “κάθου ἐκ δεξιῶν μου.” πῶς γάρ; ὁ θρόνος γὰρ αὐτοῦ εἰς αἰῶνα αἰῶνος. ὡς ἄνθρωπος τοίνυν ταύτης μετέλαχε τῆς τιμῆς· ὡς γὰρ Θεὸς αἰώνιον ἔχει τὸν θρόνον.
- supplement.190
Χρυσοστόμου. Ἅμα δὲ καὶ μεγίστη παραμυθία κἀκεῖνο τοῖς ἐξ Ἐβραίων πιστεύσασι, τὸ γνῶναι ὅτι οὐκ ἔσται οὕτω τὰ πράγματα, ἀλλὰ τὰ πάντα μεταβολὴ, λήψεται καὶ ἀλλαγήσεται, αὐτὸς δὲ μένει διὰ παντὸς ὁ αὐτὸς ὣν, καὶ ἄπειρος ὤν. καὶ νῦν δὲ ἰδοὺ πάλιν αὐτοὺς παραθαρρύνει, εἴ γε μέλλοιεν οἱ ἐχθροὶ αὐτῶν ἡττηθήσεσθαι. καὶ ὅτι ἐχθροὶ αὐτῶν οἱ αὐτοὶ εἰσὶ καὶ τοῦ Χριστοῦ, τοῦτο βασιλείας, τοῦτο ὁμοτιμίας, τοῦτο τιμῆς, οὐκ ἀδυναμίας· τὸ τὸν Πατέρα ὀργίζεσθαι ὑπὲρ τῶν εἰς τὸν Υἱὸν γεγενημένων, τοῦτο πολλῆς ἀγάπης δεῖγμα καὶ γνησιότητος, τῆς ὡς ἀπὸ πατρὸς πρὸς υἱόν. ὁ δὲ ὀργιζόμενος ὑπὲρ αὐτοῦ πῶς ἀλλότριος αὐτοῦ ἐστίν; ὁ λέγων ἕως ἃν θῶ τοὺς ἐχθρούς σου, ὅπερ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ λέγεται· “ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελά- “σεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. τότε λαλήσει “πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐ- “τούς.” καὶ πάλιν αὐτὸς, τοὺς μὴ θέλοντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς, ἀγάγετε ὧδε ἐνώπιόν μου, καὶ κατασφάξατε αὐτούς.” ὅτι γὰρ αὐτοῦ ἐστὶ τὰ ῥήματα, ἄκουσον τί φησι καὶ ἑτέρωθι, “ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. καὶ πάλιν, ἀρθήσεται ἀφ’ “ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς “αὐτῆς.” καὶ πάλιν, “ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συγκλασθή- “σεται· ἐφ’ ὃν δ᾿ ἂν πέσει, λικμήσει αὐτόν.” ἄλλως δὲ ὁ μέλλων ἐκεῖ κρίνειν αὐτοὺς, πολλῷ μᾶλλον αὐτοὺς δίκην ἐνταῦθα τῆς εἰς αὐτὸν παροινίας ἀπῄτησεν, ὥστε τιμῆς μόνης ἐστὶ τῆς εἰς τὸν Υἱὸν, τὸ “ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.”
- supplement.191
Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν βασι- λείαν ;
- supplement.192
Θεολωρήτου. ῾Ικανῶς καὶ τὴν κατὰ τὸ ἀνθρώπειον διαφορὰν ἔδειξεν· ὁ μὲν γάρ, φησιν, ἐκ δεξιῶν κάθηται, οὗτοι δὲ ὡς διάκονοι πέμπονται τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας.
- supplement.193
Χρυσοστόμου. Ὃ δὲ λέγει, τοῦτό ἐστι. τί θαυμαστόν φησιν εἰ τῷ Υἱῷ λειτουργοῦσιν, ὅταν καὶ πρὸς τὴν ἡμετέραν σωτηρίαν ἐκπέμπονται; ὅρα πῶς ἐπαίρει αὐτῶν τὰ φρονήματα, καὶ πολλὴν δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς τιμήν. εἴπερ Ἀγγέλους τοὺς ὑπὲρ ἡμᾶς ταύτην ἔταξεν ἔχειν διακονίαν τὴν ὑπὲρ ἡμῶν, εἰς τοῦτο φησὶ, κέχρηται αὐτοῖς· τοῦτο Ἀγγέλων λειτουργία, τὸ διακονεῖν τῷ Θεῷ εἰς σωτηρίαν τὴν ἡμετέραν, ἅστε ἀγγελικὸν ἔργον τοῦτο τὸ πάντα ποιεῖν εἰς σωτηρίαν τῶν ἀδελφῶν, μᾶλλον δὲ αὐτοῦ τοῦ Χριστοῦ τὸ ἔργον ἐστίν· αὐτὸς μὲν γὰρ ὡς δεσπότης σώζει, αὐτοὶ δὲ ὡς δοῦλοι ἀποστέλλονται. εἰ δὲ καὶ ἡμεῖς δοῦλοι, μᾶλλον δὲ σύνδουλοι Ἀγγέλων, τι κεχήνατε πρὸς τοὺς Ἀγγέλους; οὗτοι δοῦλοι εἰσὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ πανταχοῦ δι’ ἡμᾶς καὶ πρὸς σωτηρίαν τὴν ἡμετέραν ἐκπέμπονται, ὥστε ὁμόδουλοι ἡμῶν εἰσίν. ἐννοήσατε πῶς οὐ πολλὴν δίδωσι τοῖς κτίσμασιν ὁ Παῦλος διαφορὰν, καίτοι πολὺ τὸ μέσον Ἀγγέλων καὶ ἀνθρώπων. ἀλλ’ ὅμως πλησίον ἡμῶν αὐτοὺς ἵστησι, μονονουχὶ λέγων, ἡμῖν λειτουργοῦσι, δι’ ἡμᾶς περιτρέχουσιν, ἡμῖν, ὡς ἃν εἴποι τις, ὑπηρετοῦσιν. αὕτη ἐστὶν ἡ διακονία αὐτῶν, τὸ δι’ ἡμᾶς πανταχοῦ πέμπεσθαι.
- supplement.194
Τούτων τῶν ὑποδειγμάτων μεστὴ μὲν ἡ παλαιὰ, μεστὴ δὲ καὶ ἡ καινή· ὅταν γὰρ Ἄγγελοι ποιμένας εὐαγγελίζωνται, ὅταν τὴν Μαρίαν, ὅταν τὸν Ἰωσὴφ, τὸν Ζαχαρίαν, ὅταν ἐπὶ τοῦ μνήματος καθέζωνται, ὅταν πέμπωνται εἰπεῖν τοῖς μαθηταῖς, “Ἄνδρες Γαλι- “λαῖοι τί ἑστήκατε, βλέποντες εἰς τὸν οὐρανόν;” ὅταν Πέτρον ἀπολύωσι τοῦ δεσμωτηρίου· ὅταν Φιλίππῳ διαλέγωνται, πῶς ὑμῖν οὐχ ὑπουργοῦσιν; ἐννόησον τοίνυν τὴν τιμὴν ὅση τυγχάνει· ὅταν ὡς πρὸς φίλους πέμπῃ τοὺς Ἀγγέλους διακόνους ὁ Θεὸς, ὅταν πάντας τοὺς Ἀποστόλους Ἄγγελος ἀπὸ τοῦ δεσμωτηρίου ἐκβάλλῃ καὶ λέγῃ “πορευθέντες στῆτε καὶ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα “τὰ ῥήματα τῆς ζωῆς ταύτης.” τί τὰ ἄλλα λέγω; καὶ αὐτῷ Παύλῳ Ἄγγελος φαίνεται. ὁρᾷς αὐτοὺς διακονοῦντας ἡμῖν διὰ τὸν Θεὸν, καὶ εἰς τὰ μέγιστα διακονοῦντας; διὰ τοῦτο φησὶ Παῦλος· “πάντα ὑμῶν εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε κόσμος, εἴτε “ἐνεστῶτα εἴτε μέλλοντα.” ἐπέμφθη μὲν οὖν καὶ ὁ Υἱὸς, ἀλλ’ οὐχ ὡς διάκονος, οὐδὲ ὡς λειτουργὸς, ἀλλ’ ὡς Υἱὸς καὶ μονογενὴς, καὶ τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενος. μᾶλλον δὲ οὐδὲ ἐπέμφθη, οὐδὲ γὰρ ἐκ τόπου εἰς τόπον μετέβη, ἀλλὰ σάρκα ἀνέλαβεν. οὗτοι δὲ τόπους ἀμείβουσι καὶ τοὺς προτέρους ἀφέντες ἐν οἷς εἰσὶν, οὕτως εἰς ἑτέρους ἔρχονται, ἐν οἷς οὐκ ἦσαν. καὶ τοῦτο δὲ πάλιν παραθαρρύνων τοὺς ἐξ Ἑβραίων πιστεύσαντας λέγει, τί δεδοίκατε; ἄλλοι διακονοῦσιν ὑμῖν.
- supplement.195
Βασιλείου κατ᾿ Εὐνομίου περὶ τοῦ α῾γίου Πνεύματοσ. Πλὴν ἰστέον ὅτι Ἄγγελοι πάντες, ὥσπερ προσηγορίας μιᾶς, οὕτω καὶ φύσεως πάντως τῆς αὐτῆς τυγχάνουσιν· ἀλλ’ ὅμως οἱ μὲν αὐτῶν ἐθνῶν προεστήκασιν, οἱ δὲ ἑνὶ ἑκάστῳ τῶν πιστῶν εἰσι παρεπόμενοι. ὅσῳ μέν τοι προτιμότερον ἔθνος ὅλον ἑνὸς ἀνδρὸς, τοσοῦτο δή που μεῖζον ὑπάρχειν ἀνάγκη τὸ ἀξίωμα τοῦ ἐθνάρχου Ἀγγέλου, τῶν ἑνὸς ἑκάστου τὴν προστασίαν πεπιστευμένων. τὸ δὲ συνεῖναι ἑκάστῳ τῶν πιστῶν Ἄγγελον οἷον παιδαγωγόν τινα καὶ νομέα τὴν ζωὴν διευθύνοντα, οὐδεὶς ἀντερεῖ, μεμνημένος τῶν τοῦ Κυρίου λόγων, εἰπόντος, “μὴ καταφρονήσητε ἑνὸς τῶν ἐλαχίστων τούτων, “ὅτι οἱ Ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ “Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.” καὶ ὁ ψαλμῳδὸς φησὶ, “παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν.” καὶ ὁ Ἰακὼβ “ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου.” ὅτι δὲ πάλιν εἰσι τινες καὶ Ἄγγελοι καὶ ὅλων ἐθνῶν προεστῶτες, Μώσης ἡμᾶς διδάσκει διὰ τῆς ᾠδῆς λέγων· “ὅτε δὲ ἐμέριζεν ὀ Ὕψιστος “ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ “ἀριθμὸν Ἀγγέλων αὐτοῦ.” καὶ ὁ σοφὸς Δανιὴλ ἐν τῇ τοῦ ᾿Αγγέλου ὀπτασίᾳ ἤκουσεν αὐτοῦ λέγοντος, “ὅτι ὁ ἄρχων βασιλείας “Περσῶν εἱστήκει ἐξ ἐναντίας μου. καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν “ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι.” καὶ μετ’ ὀλίγα φησὶν ὁ αὐτὸς, “καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο.” ἀλλὰ καὶ ἀρχιστράτηγος Κύριος τῆς δυνάμεως λέγεταί τις ὁ Ἰησοῦ τῷ τοῦ Ναυῆ ἐπὶ τοῦ Ἰορδάνου φανερωθείς· καὶ πάλιν τινὲς λεγεῶνες Ἀγγέλων. ὁ τοίνυν ἀρχιστράτηγος τῶν ἐν τοῖς λεγεῶσι κατατεταγμένων ἄρχων ἐστὶ δηλονότι· Ἄγγελοι δὲ ὅμως τῇ φύσει πάντες. καὶ κατὰ μὲν ἀξίωμα ἡ διαφορὰ, κατὰ δὲ τὴν φύσιν ἡ κοινωνία. καὶ ὥσπερ ὁ ἐπὶ πάντων Θεὸς οὐκ ἀπαξιοῖ διακύπτειν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, οὐδὲ αἱ νοηραὶ δυνάμεις τὴν διακονίαν ὑπὲρ εὐεργεσίας τῶν ἀνθρώπων ἀρνουνται.
- supplement.196
Ἀθανασίου. Πλὴν τὸ μὲν διακονεῖν τῶν δούλων ἐστὶν, ὡς γενητῶν, τὸ δὲ δημιουργεῖν τοῦ Θεοῦ μόνου, καὶ τοῦ ἰδίου Λόγου αὐτοῦ. διὸ ἐπὶ μὲν τοῦ δημιουργεῖν, οὐκ ἄν τις ἄλλον εὕροι ἣ μόνον τὸν τοῦ Θεοῦ Λόγον. πάντα γὰρ ἐν σοφίᾳ, καὶ χωρὶς τοῦ Λόγου ἐγένετο οὐδὲ ἕν. πρὸς δὲ τὰς διακονίας, οὐχ εἷς, ἀλλ’ ἐκ πάντων πολλοί εἰσιν. ἐν μὲν γὰρ Ἀγγέλοις, μυριάδες παρεστήκασι λειτουργῶν καὶ ἑτοίμων πρὸς τὸ ἐξαποστέλλεσθαι, καὶ προφῆται δὲ πολλοὶ καὶ Ἀπόστολοι. εἴπερ οὖν κτίσμα ἦν καὶ τῶν γενητῶν ὁ Υἱὸς, ἔδει πολλοὺς εἶναι τοιούτους υἱοὺς, ἵνα καὶ πολλοὺς τοιούτους διακόνους ἔχῃ ὁ Θεός· νῦν δὲ εἷς τοῦ ἑνὸς Πατρὸς Λόγος καὶ μία τοῦ Θεοῦ εἰκών ἐστιν. ἀλλ’ ἰδού φησι, καὶ ὁ ἥλιος μόνος εἶς καὶ ἡ γῆ μία. ἄφρονες, εἰπάτωσαν ὅτι καὶ ὕδωρ ἓν, καὶ πῦρ ἓν, ἵνα ἀκούσωσιν ὅτι τῶν γενομένων ἕκαστον, ἓν μέν ἐστι κατὰ τὴν ἰδίαν οὐσίαν, πρὸς δὲ τὴν ἐγχειριζομένην διακονίαν καὶ λειτουργίαν, οὐκ ἔστιν ἕκαστον ἱκανὸν καὶ μόνον αὐτάρκως· μία δὲ καὶ κοινὴ πάντων ἡ λειτουργία, καὶ τὰ ἑκάστου λείποντα παρὰ τοῦ ἑτέρου πληροῦται. ἥλιος γοῦν ἐν ἡμέρᾳ φαίνει, καὶ σελήνη ἐν νυκτὶ, καὶ γῆ βλαστάνει, καὶ τὸ στερέωμα διαχωρίζει ἀνὰ μέσον ὐδατος καὶ ὕδατος καὶ ὅλως οὐδὲ ἒν μόνον, ἀλλ’ ἕκαστα τῶν γενομένων, ὥσπερ ἀλλήλων ὄντα μέλη, καθάπερ ἓν σῶμα τὸν κόσμον ἀποτελοῦσι. καὶ ἁπλῶς ἐν τοῖς κτίσμασιν, οὐδέν ἐστιν ἓν καὶ μόνον κἄ ἑαυτὸ καὶ πρῶτον γενόμενον, ἀλλὰ μετὰ πάντων ἅμα τὴν γέννησιν ἔχει, κἂν τῇ δόξῃ διαφέρῃ τῶν ἄλλων.
- supplement.197
Οὐδὲ γὰρ ἕκαστον τῶν ἀστέρων, οὐδὲ τῶν μεγάλων φωστήρων, ὁ μὲν, πρῶτος, ὁ δὲ, δεύτερος ἐφάνη, ἀλλὰ μιᾷ ἡμέρᾳ καὶ τῷ αὐτῷ προστάγματι οἱ πάντες ἐκλήθησαν εἰς τὸ εἶναι. οὕτω καὶ τῶν τετραπόδων, καὶ πετεινῶν καὶ νηκτῶν, καὶ κτηνῶν καὶ τῶν αὐτῶν ἡ γένεσις ἐπλάσθη, οὕτως καὶ τὸ κατ’ εἰκόνα γένος γέγονε τῶν ἀνθρώπων. εἰ γὰρ καὶ ὁ Ἀδὰμ ἐκ γῆς μόνος ἐπλάσθη, ἀλλ’ ἐν αὐτῷ ἦσαν οἱ λόγοι τῆς διαδοχῆς παντὸς γένους. ἀπὸ δὲ τῆς φαινομένης κτίσεως, καὶ τὰ ἀόρατα νοούμενα καθορᾶται, ὅτι κἀκεῖ ὁμοῦ πάντα κατὰ γένος συνέστη· οὐ γὰρ ἕκαστον ἠρίθμησεν ὁ Ἀπόστολος, εἴτε Ἄγγελος, εἴτε θρόνος, εἴτε κυριότης καὶ ἐξουσία, ἀλλ’ ὁμοῦ πάντα κατὰ τὴν τάξιν, εἴτε Ἄγγελοι, εἴτε Ἀρχάγγελοι, εἴτε ἀρχαί. τῶν γὰρ κτισμάτων τοιαύτη ἡ γένεσις. εἴπερ οὖν κτίσμα ἦν καὶ ὁ Λόγος, ἔδει μὴ πρῶτον αὐτὸν ἀλλὰ μετ’ ἄλλων δυνάμεων ἅμα γίνεσθαι, κἂν τῆ δόξη πλέον τῶν ἄλλων ὑπερέχει. οὕτω γὰρ καὶ ἐπὶ τῶν ἄλλων κτισμάτων εὑρεῖν ἐστιν, ὅτι ἅμα μὲν γεγόνασι, καὶ οὐκ ἔστι πρῶ- τος ἣ δεύτερος. διαφέρουσι δὲ ἀλλήλων ἐν δόξῃ. καὶ οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ κύκλῳ, καὶ ἄλλοι ἐξ ἀριστερῶν, καὶ πάντες ὑμνοῦσιν ἅμα, καὶ παρεστήκασι λειτουργοῦντες τῷ Κυρίῳ.
- supplement.198
Οὐκοῦν εἰ κτίσμα ἐστὶν ὁ Λόγος, οὐ πρῶτος ἃν εἴη, οὐδὲ ἀρχὴ τῶν ἄλλων. εἰ δὲ πρὸ πάντων ἐστὶν, ὥσπερ οὖν καὶ ἐστὶ, καὶ μόνος αὐτὸς πρῶτος καὶ Υἱός ἐστιν, οὐκ ἄρα οὐδὲ ἀρχὴ τῶν πάν- πάντων τῇ οὐσίᾳ ἐστίν. ἐν γὰρ τοῖς πᾶσι καὶ ἡ ἀρχὴ τῶν πάντων συναριθμεῖται. εἰ δὲ μὴ ἀρχή ἐστιν, οὐδὲ κτίσμα ἐστίν. ἀλλ’ εὔδηλον ἂν εἴη ὡς τῇ οὐσίᾳ καὶ τῇ φύσει τῶν μὲν κτισμάτων διέστηκε, καὶ ἄλλος ἐστὶν αὐτῶν, τοῦ δὲ μόνου καὶ ἀληθινοῦ Θεοῦ εἰκών ἐστι μόνος καὶ αὐτὸς ὑπάρχων. διὰ τοῦτο γοῦν οὐδὲ τοῖς κτίσμασιν αὐτὸν συντάττουσιν αἱ γραφαὶ, ἀλλὰ μὴν καὶ ὁ Δαβὶδ ἐπιπλήττει τοῖς τοιοῦτόν τι κἂν ἐνθυμεῖσθαι τολμῶσι, λέλέγων “ τίς ὅμοιός σοι ἐν Θεοῖς Κύριε ; ἣ τίς ὅμοιος τῷ Κυρίῳ ἐν “ υἱοῖς Θεοῦ ;” ὁ δὲ Bαροὺχ, “ οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσε- ” τᾶι ἕτερος πρὸς αὐτόν.” ὁ μὲν γὰρ κτίζει, τὰ δὲ κτίζεται. καὶ ὁ μὲν ἴδιός ἐστι Λόγος τῆς τοῦ Πατρὸς οὐσίας· τὰ δὲ γενόμενα, οὐκ ὄντα πρότερον, δἰ αὐτοῦ τοῦ Λόγου πεποίηται· ὥστε τὸ παρὰ τῶν Ἀρειανῶν εἰρημένον ὅτι κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐκ ἔστιν ἀληθές.
- supplement.199
Χρυσοστόμου. Ὁ μέν τοι Παῦλος εἰπὼν περὶ τοῦ Υἱοῦ, καὶ κατὰ τὴν οἰκονομίαν, καὶ τὰ κατὰ τὴν δημιουργίαν, καὶ τὰ κατὰ τὴν βασιλείαν, καὶ τὸ ὁμότιμον δείξας, καὶ ὅτι ὡς δεσπότης κρα- τεῖ, οὐχὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, λοιπὸν παρακαλεῖ τοὺς πιστεύσαντας, κατασκευάσας τὸν λόγον, ὥστε προσέχειν, καὶ φησὶν, " διὰ τοῦτο χρὴ περισσοτέρως ἡμᾶς προσ- “ ἔχειν τοῖς ἀκουσθεῖσιν, ἵνα μὴ παραρρυῶμεν.”
- supplement.200
Θεοδωρήτου. ταύτην τὴν διαφορὰν ἐπισταμένους, σπουδαιότερον χρὴ τῇ διδασκαλίᾳ προσέχειν, ἵνα μή τινα ὄλισθον ὑπομείνωμεν. ἐνταῦθα βουλόμενος εἰπεῖν ὅτι δεῖ περισσοτέρως τοῦ νόμου προσέχειν, ἐσιώπησεν αὐτό. δῆλον δὲ ὅμως τοῦτο ποιεῖ ἐν τῇ κατασκευῇ, οὐκ ἐν συμβουλῇ, οὐδὲ ἐν παρακλήσει, οὕτω γὰρ ἄμεινον ἦν. “ εἰ γὰρ ὁ δἰ Ἀγγέλων λαληθεὶς νόμος ἐγένετο βέ- “ βαιος,” καὶ οἱ παραβάντες ἐκολάσθησαν, πῶς ἡμεῖς διαφευ- ξόμεθα ; “ διὰ τοῦτο περισσοτέρως ἡμᾶς δεῖ προσέχειν τοῖς “ ἀκουσθεῖσιν·” οὐχὶ κἀκεῖνα Θεοῦ καὶ ταῦτα ; ἣ τοίνυν περισσοτέρως τοῦ κόσμου φησὶν, ἣ ὅτι μεγάλως, οὐχὶ συγκρίνων· μὴ γένοιτο,. ἐπειδὴ γὰρ ἀπὸ τοῦ χρόνου τοῦ πολλοῦ μεγάλην εἶχον περὶ τῆς παλαιᾶς ὑπόληψιν, ταῦτα δὲ ὡς νέα ἔτι καταπεφρό- νητο, δείκνυσιν ἐκ περιουσίας ὅτι τούτοις δεῖ μᾶλλον προσέχειν. πῶς ; μονονουχὶ λέγων ὅτι τοῦ Θεοῦ καὶ ταῦτα κἀκεῖνα. ἀλλ’ οὐχ ὁμοίως, καὶ τοῦτο ἡμῖν ὕστερον δείκνυσιν, τέως δὲ ἐπιπολαιότερον αὐτὸ κατασκευάζει λέγων· εἰ γὰρ ὡς πρώτη ἐκείνη ἄμεμπτος ἦν, καὶ πάλιν, τὸ γὰρ παλαιούμενον ἐγγὺς ἀφανισμοῦ, καὶ πολλὰ ἕτερα τοιαῦτα, ἀλλ’ οὔπω τολμᾷ τοιοῦτον οὐδὲν εἰπεῖν ἐν προοιμίοις, ἕως ἃν προκαταλάβῃ καὶ προκατάσχῃ πλείοσι κατασκευαῖς τὸν ἀκροατὴν, ἀλλὰ διατί “ δεῖ περισσοτέρως ἡμᾶς “ ηοσέχειν,” εἰπὲ, “ μή ποτε,” φησὶ, “ παραρρυῶμεν,” τουττουτέστι μήποτε ἀπολλώμεθα, μὴ ἐκπέσωμεν. δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, καὶ ὅτι δύσκολον τὸ παραρρυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥαθυμίας τοῦτο συνέβη. ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν παροιμιῶν. “ υζ́ε,” γάρ φησι, “ μὴ παραρρυῇς,” καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δεικνὺς, καὶ τῆς ἀπωλείας τὸ χαλεπὸν, τουτἐστιν οὐκ ἀκίνδυνος ἡμῖν ἡ παρακοή· καὶ δι’ ὧν μὲν κατασκευάζει, δείκνυσιν ὅτι ρείζων ἡ κόλασις· ἀφίησι δὲ καὶ καθ’ ἑαυτοὺς τοῦτο τέως σκοπεῖν ἐν τῇ περὶ τούτων ζητήσει. πάλιν δὲ αὐτὸς ἐν τῷ συμπεράσματι ποιεῖ αὐτὸ φανερώτερον· εἰκότως δὲ τὸν λόγον οὕτω κατασκευάζει. καὶ γὰρ τοῦτό ἐστιν ἀνεπαχθῆ ποιεῖν αὐτὸν, μὴ ἀφ’ ἑαυτοῦ πανταχοῦ τὴν κρίσιν ἐπάγοντα ἀποφαίνεσθαι, ἀλλὰ κόριον ἀφιέναι τὸν ἀκροατὴν, ἵνα αὐτὸς ἐνέγκῃ τὴν ψῆφον. ὅπερ καὶ ἕωμονεστερους ἐποίει γενέσθαι. ποιεῖ δὲ αὐτὸ καὶ ἐν τῇ παλαιᾷ ὁ προφήτης Νάθαν, καὶ ἐν τῷ Ματθαίῳ ὁ Χριστὸς, λέ- λέγων, “ τί ποιήσει τοῖς γεωργοῖς τοῦ ἀμπελῶνος ἐκείνου ζ́ καὶ αὐτοὺς ἀναγκάζων τὴν ψῆφον ἐνεγκεῖν. τοῦτο γὰρ ἡμὲ (sic) τέως δ᾿ οὖν ὅρα πῶς κατασκευάζει αὐτό.
- supplement.201
Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμε- λήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.
- supplement.202
Θεοδωρήτου. τῇ παραινέσει πάλιν συνέζευξε παρεξέτασιν, καὶ δείκνυσιν ὅσον ὑπέρκειται τῶν νομικῶν διατάξεων ἡ τῶν Εὐαγγελίων διδασκαλία. τῇ γὰρ θέσει τοῦ νόμου Ἄγγελοι διηκόνουν. ἐνταῦθα δὲ αὐτὸς ὁ τῶν Ἀγγέλων δεσπότης πρῶτος τὴν σωτήριον διδασκαλίαν προσήνεγκε. διεδέξαντο δὲ ταύτην οἱ τῆς ἀποστολικῆς ἀπολαύσαντες χάριτος. καὶ ὁ μὲν νόμος, λόγος ἦν τὸ πρακτέον ὑποδεικνὺς, ἡ δὲ τοῦ Κυρίου διδασκαλία τῆς αἰωνίου πρόξενος σωτηρίας. ἐπειδὴ δὲ καὶ Μώσης θαυματουργίαις ἐχρήσατο, ἀναγκαίως δείκνυσι κατὰ τοῦτο πλεονεκτοῦσαν τὴν χάριν. ἐνταῦθα γὰρ οὐ μόνος ὁ δεσπότης ἐθαυματούργησεν, ἀλλὰ καὶ οἱ θεῖοι αὐτοῦ μαθηταὶ, καὶ οἱ ἐκείνων διάδοχοι. ἔδειξε δὲ καὶ ἐν αὐτοῖς πνευματικοῖς χαρίσμασι τὴν καινὴν διαθήκην ἀστράπτουσαν. πάλαι μὲν γὰρ οἱ προφῆται μόνοι τῆς πνευματικῆς μετελάγχανον δωρεᾶς, νῦν δὲ ἅπαντες οἱ πιστεύοντες τῆσδε τῆς χάριτος ἀπολαύουσι· τοῦτο γὰρ ἐπήγαγε “καὶ Πνεύματος Ἁγίου, μερισμοῖς “κατὰ τὴν αὐτοῦ θέλησιν.” ταῦτα δὲ εἴρηκε μὲν προτρέπων αὐτοὺς σπουδαιότερον τῇ θείᾳ προσέχειν διδασκαλίᾳ. ἐν σχήματι δὲ παραινέσεως ἐδίδαξε τὴν τούτων κἀκείνων διαφοράν. ἄγαν δὲ σοφῶς ἔφη τὸν Θεὸν διὰ τῶν θαυμάτων μαρτυρεῖν τῷ κηρύγματι· ἥτε γὰρ ἀπόδειξις ἐναργὴς, καὶ τοῦ μάρτυρος ἀναμφισβήτητος ἡ ἀλήθεια.
- supplement.203
Χρυσοστόμου. Τὸ μὲν οὖν ἀκόλουθον ἢν εἰπεῖν, εἰ ὁ δι’ ᾿Αγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ. ὁ δὲ Παῦλος, τοῦτο μὲν εἴασεν, εἶπε δὲ τὸ ἔλαττον, “πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας.” καὶ ὅρα πῶς ποιεῖται τὴν σύγκρισιν, ἐκεῖ δι’ Ἀγγέλων, ἐνταῦθα δὲ διὰ τοῦ Κυρίου· κἀκεῖ μὲν λόγος, ἐνταῦθα δὲ σωτηρία. εἶτα ἵνα μὴ εἴπῃ τις, τί δὲ ἃ σὺ λέγεις Παῦλε, ταῦτα τοῦ Χριστοῦ ἐστι, τῷ τε παρ’ ἐκείνου ἀκηκοέναι τὸ ἀξιόπιστον δείκνυσι, καὶ τῷ νῦν ὑπὸ Θεοῦ αὐτὰ λέγεσθαι, οὐχ ἁπλῶς φωνῆς φερομένης, ἀλλὰ σημείων γινομένων καὶ πραγμάτων μαρτυρούντων.
- supplement.204
Τί δέ ἐστιν “ὁ δι’ ᾿Αγγέλων λαληθείς;” καὶ ἐν τῇ πρὸς Γαλάτας γὰρ οὕτω πῶς φησι, “διαταγεὶς δι’ ᾿Αγγέλων ἐν χειρὶ με- “σίτου.” καὶ πάλιν, “ἐλάβετε νόμον εἰς διαταγὰς ᾿Αγγέλων,” καὶ πανταχοῦ φησι δι’ Ἀγγέλων αὐτὸν δίδοσθαι. τινὲς μὲν, τὸν Μωσέα φασὶν αἰνίττεσθαι· ἀλλ’ οὐκ ἔχει λόγον. Ἀγγέλους γὰρ ἐνταῦθα πολλοὺς λέγει, καὶ Ἀγγέλους τούτους τοὺς ἐν τῷ οὐρανῷ. τί οὖν ἐστιν εἰπεῖν; ἤτοι τὴν δεκάλογον φησὶν οὕτως, ἐκεῖ γὰρ Μώσης ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνατο. ἣ ὅτι παρῆσαν Ἄγγελοι τοῦ Θεοῦ διαταττομένου. ἣ ὅτι περὶ τῶν ἐν τῇ παλαιᾷ λεγομένων καὶ γενομένων ἁπάντων ὡς Ἀγγέλων κοινωνησάντων ἐν τούτοις, ταῦτα φησί. πῶς δὲ ἀλλαχοῦ λέγει ὅτι ὁ νόμος διὰ Μώσεως ἐδόθη, ἐνταῦθα δὲ δι’ Ἀγγέλων; ἣ δηλονότι ἐδόθη τοῖς ἀρχαιοτέροις ὁ νόμος, λαληθεὶς δι’ Ἀγγέλων, καὶ μεσιτεύοντος τοῦ πανσόφου Μωσέως. τί δέ ἐστιν “ἐγένετο βέβαιος;” ἀληθὴς ὡς ἃν εἴποι τις καὶ πιστός. διότι ἐν τῷ προσήκοντι καιρῷ πάντα ἐξέβη τὰ λεχθέντα. ἣ τοίνυν τοῦτο φησὶν, ὅτι ἐκράτησε, καὶ αἱ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο, ἣ λόγον τὰ προστάγματα λέγει. πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν Ἄγγελοι παρὰ Θεοῦ πεμπόμενοι, οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν Κριτῶν, ἐπὶ Σαμψών. διὰ γὰρ τοῦτο οὐδὲ εἶπε νόμος, ἀλλὰ λόγος. καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν μᾶλλον τὰ διὰ τῶν Ἀγγέλων οἰκονομηθέντα. καὶ γὰρ παρῆσαν οἱ Ἄγγελοι τότε, οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ ἄλλα, τὸ πῦρ, τὸν γνόφον, καὶ πᾶσα παράβασις, οὐχ ἡ μὲν, ἡ δὲ οὔ, ἀλλὰ πᾶσα· οὐδὲν ἀνεκδίκητον ἔμεινε φησὶν, ἀλλ’ “ἔλαβεν ἔνδικον μισθαποδοσίαν,” ἀντὶ τοῦ κόλασιν. καὶ τί δήποτε οὕτως εἶπεν; ἔθος τῷ Παύλῳ μὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον, ἀλλὰ ἀδιαφόρως καὶ ἐπὶ εὐφήμων τιθέναι κακέμφατα, οἷον ἐστὶ τὸ “αἰχμαλωτίζοντι πᾶν νόημα “εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.” καὶ πάλιν ἀλλαχοῦ τὴν ἀντιμισθίαν τέθεικεν ἀντὶ κολάσεως. καὶ ἐνταῦθα τὴν κόλασιν “μισθα- “ποδοσίαν” καλεῖ. “πῶς οὖν ἡμεῖς,” φησὶ, “φευξόμεθα, τηλικαύ- “της τῆς ἀμελήσαντες σωτηρίας;” διὰ τούτου ἐδήλωσεν ὅτι οὐ πολλή τις ἦν ἐκείνη ἡ σωτηρία. οὐ γὰρ ἐκ πολέμων φησὶν ἡμᾶς διασώσει νῦν, οὐδὲ τὴν γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθὰ παρέξει, ἀλλὰ θανάτου κατάλυσις ἔσται, ἀλλὰ διαβόλου ἀπώλεια, ἀλλ’ οὐρανῶν βασιλεία, ἀλλὰ ζωὴ αἰώνιος. ταῦτα γὰρ πάντα ἐν συντόμῳ ἐνέφηνεν εἰπὼν, “τηλικαύτης ἀμελήσαντες σωτηρίας.” εἶτα τὸ ἀξιόπιστον ἐπάγει,
- supplement.205
Ἦτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι ὑπὸ τοῦ Κυρίου.
- supplement.206
Τουτέστι παρ’ αὐτῆς τῆς πηγῆς ἔσχε τὴν ἀρχὴν, οὐκ ἄνθρωπος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ’ αὐτὸς ὁ μονογενὴς, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, ἐπιστεύθη ἣ ἐξέβη. τουτέστιν οἱ παρὰ τοῦ Κυρίου ἀκούσαντες αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν. μέγα τοῦτο καὶ ἀξιόπιστον, ὅπερ καὶ Λουκᾶς φησὶν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· “καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς “αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου.” εἶτα ἐπεὶ τινὰς εἰκὸς ἦν διαποροῦντας εἰπεῖν, πῶς ἐβεβαιώθη; τὶ δὲ εἰ οἱ ἀκούσαντες ἔπλασαν; τοῦτο ἀναιρῶν καὶ δεικνὺς οὐκ ἀνθρωπίνην τὴν χάριν ἐπήγαγε,
- supplement.207
Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ.
- supplement.208
Οὐκ ἂν γὰρ εἰ ἔπλασαν, Θεὸς αὐτοῖς ἐμαρτύρησε. μαρτυροῦσι μὲν γὰρ κἀκεῖνοι, μαρτυρεῖ δὲ καὶ ὁ Θεός. πῶς; οὐ λόγῳ οὐδὲ φωνῇ. ἦν μὲν γὰρ καὶ τοῦτο πιστὸν, “ἀλλὰ σημείοις καὶ τέρασι “καὶ ποικίλαις δυνάμεσι.” καλῶς τὸ “ποικίλαις” τέθεικε, τὴν ἀφθονίαν τῶν χαρισμάτων δηλῶν· ὅπερ οὐ γεγένηται ἐπὶ τῶν προτέρων, οὐδὲ τοσαῦτα σημεῖα καὶ οὕτω διάφορα· τουτέστιν οὐχ ἁπλῶς ἐπιστεύσαμεν ἐκείνοις, ἀλλὰ διὰ σημείων καὶ τεράτων, ὥστε οὐκ ἐκείνοις πιστεύομεν, ἀλλὰ τῷ Θεῷ.
- supplement.209
Καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.
- supplement.210
Τί οὖν ὅτι καὶ γόητες σημεῖα ποιοῦσι; καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ ἔλεγον ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια; ἀλλ’ οὐ τοιαῦτα σημεῖα ποιοῦσι· διὰ τοῦτο εἶπε “ποικίλαις δυνάμεσιν.” ἐκεῖνα γὰρ οὐ δυνάμεις, ἀλλὰ ἀσθένεια καὶ φαντασία, καὶ διάκενα πράγματα. διὰ τοῦτο τε “Πνεύματος Ἁγίου μερισμοῖς κατὰ “τὴν αὐτοῦ θέλησιν.” ἐνταῦθα καί τι ἄλλο αἰνίττεσθαι μοι δοκεῖ. εἰκὸς γὰρ μὴ εἶναι πολλοὺς ἐκεῖ χαρίσματα ἔχοντας, ἐκλελοιπέναι δὲ ταῦτα ἅτε νωθροτέρων αὐτῶν γενομένων. ἱν οὑν αὐτοὺς καὶ ἐν τούτῳ παραμυθήσηται, καὶ μὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῆ τοῦ Θεοῦ βουλῆ. αὐτὸς οἶδε, φησὶ, τίνι τί συμφέρει, καὶ οὕτω καταμερίζει τὴν χάριν. ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων, “ὁ Θεὸς ἔθετο ἕνα ἕκαστον ἡμῶν, καθὼς ἠθέλησε.” καὶ πάλιν, “ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ “συμφέρον, κατὰ τὴν αὐτοῦ θέλησιν.” εἰ γὰρ ἄνθρωπος οἰκοδεσπότης οἶδε τίνι τι ἐγχειρήσει, πολλῷ μᾶλλον ὁ Θεὸς ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. πολλοὶ μὲν οὖν δι’ ἀκάθαρτον βίον οὐκ ἔλαβον χαρίσματα, οἱ δὲ ὥστε μὴ φυσιωθῆναι. τοῖς ἀφελέσι δὲ μᾶλλον δίδοται. ὁ γὰρ ταπεινὸς καὶ μὴ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος, σπουδαιότερος γίνεται ὅταν λάβῃ χάρισμα, ἅτε παρ᾿ ἀξίαν εἰληφὼς, καὶ οὐκ ἄξιον ἑαυτὸν εἶναι κρίνων. ὁ δὲ κατορθωκέναι νομίζων, ὀφειλὴν εἶναι τὸ πρᾶγμα ἡγούμενος, πεφυσίωται. ὅστε ὁ Θεὸς συμφερόντως οἰκονομεῖ τοῦτο.
- supplement.211
Κυρίλλου Θησαυροῖσ. Ὅγε μὴν Παῦλος κρείττονα τῆς διὰ Μώσεως διαθήκης καὶ τῶν προφητικῶν κηρυγμάτων τὴν εὐαγγελικὴν ἀποδεικνύων παίδευσιν, ἱν, ἀπὸ τῆς τῶν προσώπων διαφορᾶς ποιεῖται τὴν διάκρισιν. κατὰ μὲν οὖν τὸ ἀρχαῖον διὰ τῶν προφητῶν τοῖς πατράσιν ἀνακεκηρῦχθαι τὸν λόγον διισχυρίσατο· ἐπ ἐσχάτου δὲ τῶν καιρῶν, δι’ Υἱοῦ, τοῦ τοσαύτην ἔχοντος πρὸς ἐκείνους τὴν ὑπεροχὴν, ὡς τοὺς μὲν, τὸ οἰκετικὸν οὐχ ὑπερβαίνοντας μέτρον, τὸ “τάδε λέγει Κύρος” ἀναφωνεῖν· τὸν δὲ τὸ δεσποτικὸν ἀξίωμα φοροῦντα λέγειν ὡς Υἱὸν “ἐρρέθη τοῖς ἀρχαίοις οὐ μοι- “χεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν.” πῶς οὖν ἐν κτίσμασιν, ὁ κατὰ φύσιν Υἱός; ἣ πῶς ἐν δούλοις ὁ πάντων δεσπότης τετάξεται; καὶ εἰ πάντων ἐστὶ κληρονόμος, ἕτερος ἐστὶ παρὰ πάντα, ὦν καὶ ἐστὶ κληρονόμος· καὶ εἰ δι’ αὐτοῦ πεποίηκε τοὺς αἰῶνας, οὐκ ἃν εἴη τῶν γενητῶν ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. ἐπειδή περ οὐδὲν τῶν κτισμάτων προγενεστέραν τοῦ αἰῶνος ἔχει τὴν γένεσιν, ἀλλ’ ἐν χρόνῳ πεποίηται· μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ τὸ ἀχρόνως εἶναι μετὰ Πατρός.
- supplement.212
Τοσαύτην δὲ ὁ Ἀπόστολος τὴν Χριστοῦ ὑπεροχὴν καὶ πρὸς Ἀγγέλους δείκνυσιν, ὡς τὸν μὲν Υἱὸν προσκυνεῖσθαι, λειτουργεῖν δὲ αὐτῶ τοὺς Ἀγγέλους. καὶ τὸν μὲν ἐν τάξει βασιλέως καὶ Υἱοῦ καὶ δεσπότου καθέζεσθαι, τοὺς δὲ ἀποστέλλεσθαι εἰς διακονίαν. πῶς οὖν οὐκ ἔσται Θεὸς, ὁ καὶ ὑπὸ τῶν Ἀγγέλων ὡς τοῦτο ὣν κατὰ φύσιν γινωσκόμενος; εἰ γὰρ ποίημα ἐστὶ κατὰ τὴν τῶν ἑτεροδοξούντων ἀβουλίαν, ὥρα λέγειν οὐ μόνον ἡμᾶς ἀλλ’ ἤδη καὶ αὐτὰς τὰς ἐν τοῖς οὐρανοῖς πεπλανῆσθαι δυνάμεις, ὡς λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα· εἰ δὲ τοῦτο ἄτοπον, οὐ γάρ τις πλανᾶσθαι φήσειεν ἂν τοὺς ἁγίους Ἀγγέλους, ἀληθὴς δὲ μᾶλλον ἐν αὐτοῖς ἡ περὶ Θεοῦ γνῶσις, καὶ προσκυνοῦσιν ὡς τούτῳ κατὰ φύσιν ὄντα τὸν Υἱὸν, οὐκ ἄρα κτίσμα ἐστὶν οὐδὲ ποίημα· τὸ γὰρ ὅλως ποιηθὲν οὐκ ἃν εἴη φύσει Θεός. ἔτι Ἄγγελοι διακονοῦσι τὸν νόμον, καὶ λαλεῖται δι’ αὐτῶν, ἀλλ’ οὐδὲν ἐτελείωσεν ὁ νόμος· ὁ δὲ Υἱὸς ἐτελείωσε τὸ ἔργον τοῦ Πατρός. τέλειος γὰρ εἰς εὐσέβειαν ὁ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμενος. ἐβασίλευσεν ὁ θάνατος καὶ κατὰ τὸν τοῦ νόμου καιρόν. “ἀπὸ γὰρ Ἀδὰμ,” φησὶ, “καὶ μέχρι “Μωσέως” λέλυται θάνατος διὰ Χριστοῦ· οὐκέτι γὰρ ἐν Ἀδὰμ ἀποθνήσκομεν, ἀλλ’ ἐν Χριστῷ ζωοποιούμεθα. ἦν ἐν μόνῃ τῇ ᾿Ιουδαίᾳ γνωστὸς ὁ Θεὸς, νῦν δὲ γεγόνασι πάντες διδακτοὶ Θεοῦ, οὐκ Ἀγγέλων ἀλλὰ Θεοῦ. Θεοῦ μὲν γὰρ καὶ ὁ νόμος, ἀλλὰ δι’ ᾿Αγγέλων. ὁ δὲ Υἱὸς φησὶν, αὐτὸς ὁ λαλῶν πάρειμι.
- supplement.213
Οὐκοῦν κατὰ τὴν τοῦ Παύλου φωνὴν, ὅσῳ διαφορωτέρας τετύχηκε λειτουργίας, καὶ ὅσῳ κρείττονος διαθήκης γέγονεν ἔγγυος, τοσοῦτον ὑπερέξει τοὺς Ἀγγέλους. οὐχ ὡς πρὸς αὐτοὺς συγκρινόμενος κατὰ τὴν φύσιν, ἀλλὰ τοσοῦτον ὑπεραίρων, ὅσον ἀπῴκισται τῶν γενητῶν ὁ Θεὸς, κατὰ τὸν τῆς οὐσίας λόγον. τοῖς μὲν οὖν Ἀγγέλοις ὡς δούλοις ὁ Παῦλος ἀπονέμει διακονίαν τὴν ἐλάττονα, τῷ δὲ Υἱῷ τὴν Υἱῷ πρέπουσαν καὶ δεσποτείαν. ἐπὶ γὰρ κρείττοσι φησὶν ἐπ’ Ἀγγέλων νενομοθέτηται. εἰ δὲ κατὰ τοὺς χριστομάχους ὁμοιογενὴς τοῖς Ἀγγέλοις ὁ Υἱὸς, καλείσθωσαν καὶ αὐτοὶ Υἱοὶ ὥσπερ ἐκεῖνος, ἣ αὐτὸς ὥσπερ ἐκεῖνοι Ἄγγελος· καθέσθωσαν δὲ καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ λεγέτωσαν διατάττοντες ὥσπερ ὁ Υἱὸς, “ἐγὼ δὲ λέγω ὑμῖν·” ἀλλ’ οὐ τοῦτο φασὶν, ἀλλὰ μᾶλλον “ἀπεστάλην πρὸς σὲ,” καὶ οἱ μὲν διακονοῦσιν, ὁ δὲ διακονεῖται· ἰδοὺ γάρ φησιν, “Ἄγγελοι προσῆλθον, καὶ διηκόνουν “αὐτῷ·” καὶ οἱ μὲν προσκυνοῦσιν, ὁ δὲ προσκυνεῖται· καὶ οἱ μὲν τὰς τῶν οὐρανῶν πύλας αἴρειν προστάττονται, ὁ δὲ εἰσέρχεται ὡς Κύριος τῶν δυνάμεων, ὡς βασιλεὺς τῆς δόξης· καὶ οἱ μὲν, ζωῆς μετέχουσι τῆς παρὰ Θεοῦ, ὁ δὲ τῆς ζωῆς χορηγός· κἂν “ ἐν τῷ “ὀνόματι τοῦ Υἱοῦ προσευξώμεθα, ὅσα περ ἃν αἰτήσωμεν ληψό- “μεθα·” ἐν ὀνόματι δὲ Ἀγγέλων, οὐκ ἄν τις προσεύξαιτο. καὶ τῷ μὲν Υἱῷ, σὺν τῷ Πατρὶ καὶ μετὰ Πατρὸς ἡ δόξα· Ἄγγελοι δὲ οὐ δοξάζονται, ἀλλὰ μᾶλλον δοξάζουσι μετὰ τοῦ Πατρὸς τὸν Υἱόν. πῶς οὖν τοσαύτης κειμένης διαφορᾶς μεταξὺ τῶν Ἀγγέλων καὶ τοῦ Υἱοῦ, τῆς αὐτῆς οὐσίας εἶναι νομισθήσονται, οὐδενὸς συγχωροῦντος λόγου; κἀνταῦθα δὲ σαφῶς ἐκ τῆς τῶν προσώπων διαφορᾶς πόσην ἔχει τὴν ὑπεροχὴν τὰ εύαγγελικὰ κηρυγματα ὡς πρὸς τὰς τοῦ νόμου σκιὰς ἀποδεικνύειν ὁ Παῦλος πειρᾶται. εἰ γὰρ τοῖς δι’ Αγγέλων, φησὶ, διατεταγμένοις, προσῆν οὕτω τὸ ἀξιόπιστον, ὡς τοῖς παραβαίνειν ἐπιχειροῦσι τὴν χαλεπωτάτην ἐπηρτῆσθαι κόλασιν, πῶς οὐ μᾶλλον τοσούτῳ μειζόνως εἰς τὸ κολάζεσθαι δικαιότερος, ὁ τὰ δι’ Υἱοῦ παραβαίνων φανεῖται, ὅσῳ περ ἃν εἴη τῆς εἰς Ἀγγέλους τιμῆς ἀξιολογώτερος ὁ Υἱός; εἰ δὲ χρὴ καὶ τὸ ἑκάστου μέτρον συνιδεῖν, οἱ μὲν παρεστῶτες ὑμνοῦσι, λειτουργικά τε εἰσὶ πνεύματα, ὁ δὲ ὑμνολογεῖται μετὰ Πατρὸς, σύνθρονός τε ὣν καὶ βασιλεύων αὐτῷ, καὶ ὑπὸ τῶν Ἀγγέλων διακονούμενος. πῶς οὑν ο τοσοῦτον ὑπερέχων ἐν τοῖς τοσοῦτον ὑποβεβηκόσιν ὡς ὁμογενὴς εὑρεθήσεται;
- supplement.214
Θεοδρήτου. Ὁ μέν τοι Παῦλος ταῦτα μεταξὺ παρενθεὶς, ἀναλαμβάνει τὸν περὶ τῆς συγκρίσεως τῶν Ἀγγέλων λόγον. καὶ πάλιν οὐχ ὡς Θεῷ τῷ δεσπότῃ Χριστῷ, ἀλλ’ ὡς ἀνθρώπῳ τοὺς Αγγέλους παρεξετάζει, καὶ δείκνυσιν οὐ τοὺς Ἀγγέλους ἀλλ’ αὐτὸν τὴν τῶν ὅλων ἀναδεξάμενον δεσποτείαν, λέγων, οὐ γὰρ Αγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν περὶ ἧς λαλοῦμεν.
- supplement.215
Χρυσοστόμου. Ἄρα μὴ περὶ ἑτέρας τινὸς διαλέγεται οὐκ ἔστιν· ἀλλὰ περὶ ταύτης. διὰ γὰρ τοῦτο προστέθεικε περὶ ἧς λαλοῦμεν, ἵνα μὴ ἀφῇ τὸν νοῦν πλανηθέντα, ἑτέραν τινὰ ἐπιζητεῖν. πῶς οὖν αὐτὴν μέλλουσαν καλεῖ, ὥσπερ καὶ ἐτόρωθι φησὶν, “ὅ ἐστι τύπος τοῦ μέλλοντος;” περὶ τοῦ Ἀδὰμ καὶ τοῦ Χριστοῦ λέγων ἐν τῇ πρὸς Ρωμαίους Ἐπιστολῇ πρὸς τοὺς χρόνους τοῦ Ἀδὰμ, μέλλοντα τὸν κατὰ σάρκα Χριστὸν καλῶν. καὶ γὰρ ἔμελλεν οὕτω καὶ νῦν, ἐπειδὴ εἶπεν, “ὅταν δὲ εἰσαγάγῃ τὸν “πρωτότοκον εἰς τὴν οἰκουμένην,” ἵνα μὴ νομίσῃς ἑτέραν οἰκουμένην λέγειν αὐτὸν, πολλαχόθεν μὲν αὐτὸ καὶ ἄλλοθεν βεβαιοῦται, καὶ ἀπ’ αὐτοῦ δὲ τοῦ εἰπεῖν μέλλουσαν, ἔμελλε γὰρ ἡ οἰκουμένη, ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ἦν ἀεί. ταύτην οὖν τὴν μέλλουσαν ἔσεσθαι, οὐκ Ἀγγέλοις ὑπέταξεν ἀλλὰ τῷ Χριστῷ.
- supplement.216
Θεοδρήτου. Ἤ μέλλουσαν οἰκουμένην τὸν μέλλοντα βίον ἐκάλεσε, τὸν ἐσόμενον κόσμον, περὶ οὗ φησι, πᾶς ὁ λόγος ἡμῖν. αὐτὸς γὰρ κριτὴς ὁ Χριστὸς, ἐκεῖνος καθεδεῖται τῆς οἰκουμένης, οἱ δὲ Ἄγγελοι, ὡς λειτουργοὶ καὶ δοῦλοι παρίστανται. εἶτα καὶ ἑτέραν παράγει μαρτυρίαν, καί φησιν,
- supplement.217
Διεμαρτύρατο δέ που τίς λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ Υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ Ἀγγέλους, δόξῃ καὶ τιμῇ, ἐστεφάνωσας αὐτὸν, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
← Previous · Next → — showing 701–800 of 1,355
First Thousand Years of Greek. CTS URN tlg4102.tlg038.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.