Catena In Epistulam Ad Hebraeos
- supplement.18
ἀλλ’ ἐπαίρει αὐτοὺς, καὶ δείκνυσιν ὅτι καὶ αὐτοῖς ἐλάλησε, καὶ οὐδὲ καθάπτεται τῶν Ἰουδαίων. σχεδὸν γὰρ ἅπαντες οἷς ἐλάλησαν οἱ προφῆται, μοχθηροί τινες ἦσαν καὶ μιαροὶ, καὶ οὔπω περὶ τούτων ποιεῖται τὸν λόγον· τέως δὲ περὶ τῶν προκειμένων παρὰ τοῦ Θεοῦ δωρεῶν.
- supplement.19
Ἔδειξε δὲ ὅτι καὶ ἡ καινὴ καὶ ἡ παλαιὰ ἑνός ἐστι καὶ τοῦ αὐτοῦ. καὶ ὅσον τὸ διάφορον τοῦ δεσπότου Χριστοῦ καὶ τῶν προφητῶν· αὐτὸν γὰρ μόνον Υἱὸν προσηγόρευσεν. ἔοικε δὲ τὸ προοίμιον τῇ τοῦ Κυρίου παραβολῇ. καὶ γὰρ ὁ Κύριος τὴν περὶ τοῦ ἀμπελῶνος παραβολὴν εἰρηκὼς, ἔδειξε πρώτους μὲν δούλους ἀποσταλεντας πρὸς τοὺς πονηροὺς γεωργοὺς, εἶτα μετὰ τὴν ἐκείνων ἀναίρεσιν τὸν υἱὸν παραγενόμενον. τὸ μέντοι “πολυμερῶς” τὰς παντοδαπὰς οἰκονομίας σημαίνει· τὸ δὲ “πολυτρόπως,” τὰ διάφορον τῶν θείων ὀπτασιῶν· ἄλλως γὰρ ὤφθη τῷ Ἀβραὰμ, καὶ ἄλλως τῷ Μωυσῇ, καὶ ἑτέρως Ἠλίᾳ, καὶ ἄλλως τῷ Μιχαίᾳ· καὶ Ἡσαΐας δὲ καὶ Δανιὴλ καὶ Ἰεζεκιὴλ διάφορα ἐθεάσαντο σχήματα. τοῦτο διδάσκων ὁ τῶν ὅλων ἔφη Θεός· “ ἐγὼ ὁράσεις “ ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.” οὐ γὰρ πολύμορφος ἡ θεία φύσις, ἀλλὰ ἀνείδεος τε καὶ ἀσχημάτιστος, καὶ ἁπλῆ καὶ ἀσύνθετος. οὐκ αὐτὴν τοίνυν ἑώρων τὴν ἀνέφικτον φύσιν, ἀλλά τινα σχήματα, ἃ πρὸς τὴν χρείαν ὁ ἀόρατος ἐδείκνυ Θεός.
- supplement.20
Περὶ Ἀκαταλήπτου. Ὅτι δὲ οὐκ ἴσασι τοῦ Θεοῦ τὴν οὐσίαν οὐδὲ οἱ Ἄγγελοι, Ἰωάννης βοᾷ· “Θεὸν οὐδεὶς ἑώρακε πώποτε.” ἀλλ’ ἴδωμεν καὶ τὸ ἀντικροῦον· “Θεὸν οὐδεὶς ἑώρακε.” τι οὖν ποιήσομεν τοῖς προφήταις λέγουσιν ὅτι ὅτι τὸν Θεόν ; ὁ μὲν γὰρ Ησαΐας φησὶν, “εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ.” ὁ δὲ Δανιὴλ “εἶδον,” φησὶν, “ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς “ἡμερῶν ἐκάθισεν.” ὁ δὲ Μιχαίας, “ εἶδον τὸν Κύριον τὸν Θεὸν “τοῦ Ἰσραὴλ, καθήμενον ἐπὶ τοῦ θρόνου αὐτοῦ.” καὶ ἕτερος· “εἶδον τὸν Κύριον ἑστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπέ μοι “ πάταξον ἐπὶ τὸ ἱλαστήριον.” καὶ πολλὰς τοιαύτας ἐστὶ συναγαγεῖν μαρτυρίας. πῶς οὖν Ἰωάννης, ὅτι “ Θεὸν οὐδεὶς ἑώρακεν ” ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν, καὶ τὴν τετρανωμένην γνῶσιν λέγει· ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν, καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς εἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόρως ἕκαστον ὁρᾶν. ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος· οὗτοι δὲ πάντες σχήματα ἔβλεπον διάφορα. τοῦτο γοῦν αὐτὸ δι’ ἑτέρου προφήτου ἐμφαίνων, καὶ πείθων αὐτοὺς ὡς οὐκ ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν, “ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν “ χερσὶ προφητῶν ὡμοιώθην,” οὐκ αὐτὴν τὴν οὐσίαν δείξας ἐμὴν, ἀλλὰ συγκαταβὰς πρὸς τὴν τῶν ὁρώντων ἀσθένειαν. καὶ Μώσης δὲ ἐπιθυμῶν αὐτὸν ὀφθαλμοφανῶς ἰδεῖν, ἤκουεν, “ “ ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.” ὅταν δὲ λέγῃ, “ Θεὸν “ οὐδεὶς ἑώρακο,” ὅρασιν ἐνταῦθα τὴν γνῶσιν εἶναι νόμιζε· καὶ περὶ τῶν Σεραφὶμ ὅταν ἀκούσῃς ὅτι ἀπέστρεψαν τοὺς ὀφθαλμοὺς, μὴ ὀφθαλμοὺς καὶ κόρας αὐτῶν νόμιζε, σωμάτων γὰρ οὗτος ὁ σχηματισμὸς, ἀλλὰ διὰ τούτων τὴν γνῶσιν αὐτῶν αἰνίττεσθαι πίστευε τὸν προφήτην. ὅταν οὖν λέγῃ ὁ προφήτης ὅτι συγκαταβαίνοντα τὸν Θεὸν ἰδεῖν οὐκ ἤνεγκαν τὰ Σεραφὶμ, οὐδὲν ἄλλο λέγει, ἀλλ’ ἣ ὅτι τὴν γνῶσιν αὐτοῦ τετρανωμένην ἐνεγκεῖν οὐ δύνανται, οὐδὲ τολμῶσιν ἀτενὲς ἰδεῖν πρὸς τὴν ἀκραιφνῆ οὐσίαν. τὸ δὲ ἀτενὲς ἰδεῖν, τὸ γνῶναι ἐστίν.
- supplement.21
Θεοδώρητοσ. Τὸ μέν τοι “ πολυμερῶς καὶ πολυτρόπως,” καὶ ἕτερόν τι αἰνίττεται, ὅτι τῶν προφητῶν ἕκαστος, μερικήν τινα οἰκονομίαν ἐνεχειρίζετο. ὁ δὲ τούτων Θεὸς, ὁ δεσπότης λέγω Χριστὸς, οὐ μίαν τινα ᾠκονόμησε χρείαν, ἀλλὰ τὸ πᾶν ἐνανθρωπίσας κατώρθωσε, καὶ τὴν τῶν ἀνθρώπων ἐπραγματεύσατο σωτηρίαν.
- supplement.22
Ἀθανάσιοσ κατὰ Ἀρείου καὶ Ἀπολιναρίου. Σὺ δέ μοι ἐπισήμηνον, ὅτι ποτὲ μὲν λέγει ἡ γραφὴ, ὅτι Πνεῦμα Ἅγιον ἐλάλει ἐν τοῖς προφήταις, ἐνταῦθα δὲ ὁ Παῦλος ὅτι ὁ Πατὴρ ἐλάλει ἐν τοῖς προφήταις· ἀλλαχοῦ δὲ, ὅτι ὁ Υἱὸς ἐλάλει, καθὼς φησὶν, “ ἢ “ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” ὁ δὲ Υἱὸς, Πνεῦμα εἰπε τὸ λαλοῦν ἐν τοῖς Ἀποστόλοις. ταῦτα δὲ εἴρηται, ἵνα γνῷς, ὅτι μία τῆς ἁγίας τριάδος ἐνέργεια, καἰ τὰ αὐτὰ ἔργα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος.
- supplement.23
Ὃν ἔθηκε κληρονόμον πάντων.
- supplement.24
Χρυσόστομοσ. Ἐνταῦθα τὴν σάρκα φησὶν, καθὼς καὶ ἐν δευτέρῳ ψαλμῷ λέγει, “ αἴτησαι πη ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν “ κληρονομίαν σου.” οὐκέτι γὰρ μερὶς Κυρίου Ἰακὼβ, οὐδὲ κλῆρος αὐτῷ ὁ Ἰσραὴλ, ἀλλὰ πάντες, τουτέστι, τοῦτον Κύριον πάντων ἐποίησεν, ὃ καὶ ἐν ταῖς Πράξεσιν ὁ Πέτρος ἔφη· “ ὅτι “καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε.” τῷ δὲ τοῦ κληρονόμου ὀνόματι κέχρηται, δύο δηλῶν, καὶ τὸ τῆς υἱότητος γνήσιον, καὶ τὸ τῆς κυριότητος ἀναπόσπαστον.
- supplement.25
Δἷ f. Ὅρα γε πῶς ἀπὸ τῶν ἀνθρωπίνων ὁ θεῖος Ἀπόστολος ἤρξατο, καὶ τὰ ταπεινότερα πρῶτα λέγων, οὕτως ἅπτεται τῶν μειζόνων κληρονόμος γὰρ πάντων, τουτέστι τοῦ κόσμου παντὸς ὁ δεσπότης Χριστὸς, οὐχ ὡς Θεὸς ἀλλ’ ὡς ἄνθρωπος. ὡς γὰρ Θεὸς, ποιητής ἐστι πάντων. ὁ δὲ πάντων δημιουργὸς, φύσει πάντων δεσπότης. ὁ δὲ κληρονόμος ἀποφαίνεται Κύριος ὣν οὕμ’ ἦν πάντων δεσπότης. οὕτως οἱ πιστεύοντες κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ. χάριτι γὰρ λαμβάνουσιν ὃ μὴ πρότερον εἶχον. ὅτι δὲ αὐτὸς τῶν ἁπάντων δεσπότης, τὰ ἐπαγόμενα μαρτυρεῖ.
- supplement.26
Δἰ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.
- supplement.27
Θεοδώρητοσ. Τοῦτο δηλωτικὸν τῆς θεότητος· οὐ γὰρ αὐτὸν δημιουργὸν, ἀλλὰ καὶ ἀίδιον ἔδειξεν. ὁ γὰρ αἰὼν, οὐκ οὐσία τίς ἐστιν, ἀλλ’ ἀνυπόστατον χρῆμα, συμπαρομαρτοῦν τοῖς γενητὴν ἔχουσι φύσιν· καλεῖται γὰρ αἰὼν, καὶ τὸ ἀπὸ τῆς τοῦ κόσμου συστάσεως μέχρι τῆς συντελείας διάστημα, κατὰ τὸ “ μεθ’ “ εἰμὶ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.“ καὶ τῆς ἑκάστου δὲ ἡμῶν ζωῆς τὸν χρόνον αἰῶνα κέκληκεν ὁ θεῖος Δαβὶδ εἰπών, “ ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου καὶ τοῦ μέλλοντος δὲ βίου τὴν σύστασιν αἰῶνα προσηγόρευσεν ὁ θεῖος Ἀπόστολος. “ οὐ μόνον γάρ” φησιν “ ἐν τῷ αἰῶνι “ καὶ ἐν τῷ μέλλοντι.” καὶ πάλιν “ ἵνα ἐνδείξηται ἐν τοῖς “ τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ “ ἐν χρηστότητι ἐφ’ ἡμᾶς.” αἰὼν τοίνυν ἐστὶ τὸ τῇ παρεζευγμένον διάστημα. τῶν αἰώνων δὲ ποιητὴν εἴρηκε τὸν Υἱὸν, ἀΐδιον αὐτὸν αὐτῶν διδάσκων, καὶ παιδεύων ἡμᾶς ὡς ἀεὶ ἦν παντὸς οὑτινοσοῦν ὑπερκείμενος χρονικοῦ διαστήματος· οὕτω περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ παλαιὰ λέγει γραφή· “ ὁ ὑπάρχων πρὸ τῶν ἀεὶ ὢν.
- supplement.28
Βασιλείου πρὸσ . . . . . . . . . . . Ἀμφιλόχιον. Ποῦ εἰσιν οἱ λέγοντες ἦν ὅτε οὐκ ἦν ὁ Υἱός; οὐ γὰρ ὑπὸ χρόνον ὁ ποιητὴς τῶν αἰώνων. ἐπειδὴ δὲ αἴτιος ὁ Πατὴρ τοῦ Υἱοῦ, εἰκότως καὶ τῶν ὑπ’ αὐτοῦ γεγονότων. διὰ τοῦτο φησὶν “ δι’ οὗ.” ὁ Πατὴρ γὰρ δοκεῖ ποιεῖν, ὃς τὸν ποιήσαντα Υἱὸν ἐγέννησεν. ἀλλ’ οἱ αἱρετικοὶ τῷ μὲν Θεῷ καὶ Πατρὶ ὥσπερ τινὰ κλῆρον, τὸ ἐξ οὗ προσνέμουσι, τῷ δὲ Υἱῷ, τὸ “ δι’ οὗ” ἀφώρισαν· τῷ δὲ Ἁγίῳ Πνεύματι, τὸ ἐν ᾧ· φασὶ μηδέποτε τὴν χρῆσιν ταύτην τῶν συλλαβῶν ἐπαμείβεσθαι, ἵνα τῷ παρηλλαγμένῳ τῆς ἐκφωνήσεως καὶ ἡ τῆς φύσεως παραλλαγὴ συνεμφαίνεται· τὸ μὲν γὰρ ἐξ οὗ, τὸν δημιουργὸν σημαίνειν βούλονται, τὸ δὲ δι’ οὗ, τὸν ὑπουργὸν ἣ τὸ ὄργανον, τὸ δὲ ἐν ᾧ, τὸν χρόνον δηλοῦν, ἣ τὸν τόπον· ἵνα μηδὲν μὲν ὀργάνου σεμνότερος ὁ δημιουργὸς τῶν ὅλων νοῆται· μηδὲν δὲ τῆς ἀπὸ χρόνου ἣ τόπου συνεισφορᾶς εἰς τὰ ὄντα, πλεῖον φαίνηται τὸ Πνεῦμα τὸ Ἅγιον παρεχόμενον.
- supplement.29
Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην ἡ τῶν ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι’ οὗ κεχωρισμένοις πράγμασιν προσδιένειμαν. ἐκεῖνοι γὰρ οἴονται, τὸ μὲν ἐξ οὗν τὴν ὕλην δηλοῦν· τὸ δὲ δι’ οὗ, τὸ ὄργανον παριστᾷν· ἢ ὅλως, τὴν ὑπουργίαν· μᾶλλον δὲ, ἵνα τὸ πρὸς ἑαυτοὺς ἀσύμφωνον αὐτῶν διελέγξωμεν, ἐκεῖνοι τοῦ αἰτίου τὴν φύσιν πολλαχῶς ἐξηγούμενοι, καὶ τοῦτο εἰς τὰ οἰκεῖα σημαινόμενα διαιροῦντες, τὰ μὲν προκαταρκτικὰ λέγουσι τῶν αἰτίων, τὰ δὲ συνεργὰ ἣ συναίτια, τὰ δὲ τόπων λόγον ἐπέχειν. ἑκάστῳ μέντοι τούτων, ἰδιάζουσαν καὶ τὴν ἐκφώνησιν ἀφορίζουσαν h, ὥστε ἄλλως τὸν δημιουργὸν σημαίνεσθαι, καὶ τὸ ὄργανον ἄλλως· τῷ μὲν γὰρ δημιουργῷ, πρέπειν οἴονται τὸ ὑφ’ οὗ· κυρίως γάρ φησιν λέγεσθαι ὑπὸ τοῦ τέκτονος γεγενῆσθαι τὸ βάθρον, τῷ δὲ ὀργάνῳ τὸ δἰ οὑ. οἷον διὰ σκεπάρνου τὸ δὲ ἐξ οὑ, τῆς ὕλης ἴδιον τίθενται· ἐκ ξύλου γὰρ αὐτῷ τὸ δημιούργημα. τὸ δὲ καθ’ ὃ, τὸ ἐνθύμιον δηλοῦν, ἣ τὸ ἐκκείμενον ὑπόδειγμα τῷ τεχνίτῃ· τὸ δὲ δι’ ὃ τῷ τέλει προσήκειν βούλονται, οἷον διὰ τὴν χρῆσιν τῶν ἀνθρώπων· τὸ δὲ ἐν ᾦ τὸν χρόνον παριστᾶν ἣ τὸν τόπον.
- supplement.30
ταῦτα οὗτοι θαυμάσαντες, ἐπὶ τὴν ἁπλῆν καὶ ἀτεχνολόγητον τοῦ Πνεύματος διδασκαλίαν μετακομίζουσιν, εἰς ἀθέτησιν μὲν τοῦ Θεοῦ Λόγου, ἀθέτησιν δὲ τοῦ θείου Πνεύματος· οἱ γε τὴν ἐπὶ ἀψύχων ὀργάνων ἢ τῆς ὑποχειρίου ὑπηρεσίας ἀφωρισμένην φωνὴν παρὰ τῶν ἔξωθεν, τὴν δι’ οὗ λέγω, οὐκ ὤκνησαν ἐπὶ τὸν δεσπότην τῶν ὅλων μεταθεῖναι, καὶ οὐκ αἰσχύνονται οἱ Χριστιανοὶ, πρίονος, ἣ σφύρας τῷ δημιουργῷ φωνὴν ἀφορίζοντες. ἡμεῖς δὲ κεχρῆσθαι μὲν τὴν γραφὴν ταῖς φωναῖς ταύταις πολλαχοῦ ὁμολογοῦμεν, οὐ μὴν τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντως φαμὲν τῇ μικροπρεπείᾳ τῶν ἔξωθεν, ἀλλὰ κατὰ τὸ ἀεὶ προστυγχάνον οἰκείως ταῖς χρείαις ὑπαλλάττειν τὰς ἐκφωνήσεις· οὐ γὰρ πάντως τὸ ἐξ οὗ τὴν ὕλην σημαίνειν, ἀλλὰ συνηθέστερον τῇ γραφῇ ἐπὶ τῆς ἀνωτάτω αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνειν, ὡς ἐπὶ τοῦ “ εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα.” καὶ οὔτε ὁ Πατὴρ τὸ ἐξ λαβὼν τῷ Υἱῷ προσέρριψε τὸ δι’ οὗ, οὔτ’ ὁ Υἱὸς τὸ Πνεῦμα εἰς τὴν τοῦ ἐξ οὗ ἣ τὴν τοῦ δι’ οὗ κοινωνίαν οὐ παραδέχεται.
- supplement.31
Ὅτι δὲ αὗται αἱ φωναὶ ἀλλήλαις οὐκ ἀντιτάσσονται, οὐδ’ ὥσπερ ἐν πολέμῳ πρὸς ἀντίπαλον τάξιν ἀποκριθεῖσαι συνεκπολεμοῦσι τὰς φύσεις αἷς προσεχώρησαν, ἐκεῖθεν δῆλον. συνήγαγε γὰρ ἀμφοτέρας ὁ Ἀπόστολος ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου, εἰπὼν περὶ τοῦ Κυοίου, “ ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν “ τὰ πάντα.” εἰ δὲ μὴ ἐπὶ τοῦ Κυρίου δώσουσι τὰς τρεῖς εἰρῆσθαι φωνὰς, τήν τε ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, ἀνάγκη πᾶσα προσοικειοῦν αὐτὰς τῷ Θεῷ καὶ Πατρί. ἐκ δὲ τούτου, προδήλως αὐτῶν διαπεσεῖται τὸ παρατήρημα. εὑρίσκεται γὰρ, οὐ μόνον τὸ ἐξ οὗ, ἀλλὰ καὶ τὸ δι’ οὗ τῷ Πατρὶ προσαγόμενον· ὅπερ εἰ μὲν οὐδὲν ταπεινὸν ἐμφαίνει, τὶ δήποτε ὡς ὑποδεέστερον ἀφορίζουσιν αὐτὸ τῷ Υἱῷ; εἰ δὲ πάντως ἐστὶ διακονίας δηλωτικὸν, ἀποκρινάσθωσαν ἡμῖν, ὁ Θεὸς τῆς δόξης καὶ Πατὴρ τοῦ Χριστοῦ, τίνος ἐστὶν ἄρχοντος ὑπηρέτης; ἐκεῖνοι μὲν οὖν οὕτως ὑφ’ ἑαυτῶν περιτρέπονται. ἡμεῖς δὲ φαμὲν, ὅτι πάντα διὰ τοῦ Υἱοῦ ἐγένετο, οὐκ ὀργανικήν τινα οὐδὲ δουλικὴν ὑπηρεσίαν πληροῦντος, ἀλλὰ δημιουργικῶς τὸ πατρικὸν ἐκτελοῦντος θέλημα· καὶ ὁ Πατὴρ δι’ αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν, ὡς δι’ οἰκείας χειρὸς καὶ δυνάμεως· “ Χριστὰς γὰρ Θεοῦ δύναμις.”
- supplement.32
Κυρίλλου Θησαυρικῶν. Ὅρα δέ μοι πῶς αὐτὸν ὁ Παῦλος θεολογεῖ, κρείττονα γὰρ τῆς διὰ Μώσεως διαθήκης καὶ τῶν προ- φητικῶν κηρυγμάτων, τὴν εὐαγγελικὴν ἀποδεικνύων παίδευσιν, ἀπὸ τῆς τῶν προσώπων διαφορᾶς ποιεῖται τὴν διάκρισιν. κατὰ μὲν οὖν τὸ ἀρχαῖον διὰ τῶ, προφητῶν τοῖς πατράσιν ἀνακεκηρύχθαι τὸν λόγον διισχυρίσατο, ἐπ’ ἐσχάτου δὲ τῶν καιρῶν δι’ Υἱοῦ, τοσαύτην ἔχοντος πρὸς ἐκείνους τὴν ὑπεροχὴν, ὡς τοὺς μὲν τὸ οἰκετικὸν οὐχ ὑπερβαίνοντας μέτρον, τὸ τάδε λέγει Κύριος ἀναφωνεῖν, τὸν δὲ δεσποτικὸν ἀξίωμα φοροῦντα λέγειν ὡς Υἱὸν, “ ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν.” πῶς οὖν ἐν κτίσμασιν ὁ κατὰ φύσιν Υἱός; ἢ πῶς ἐν δούλοις ὁ πάντων δεσπότης τετάξεται; καὶ εἰ πάντων ἐστὶ κληρονόμος, ἕτερος ἐστὶ παρὰ πάντα καὶ ὧ, ἐστὶ κληρονόμος· καὶ εἰ δι’ αὐτοῦ πεποίηκε τοὺς αἰῶνας, οὐκ ἃν εἴη τῶν γοητῶν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. ἐπείπερ οὐδὲν τῶν κτισμάτων προγενεστέραν τοῦ αἰῶνος ἔχει τὴν γένεσιν, ἀλλ’ ἐν χρόνῳ πεποίηται. μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, τὸ ἀχρόνως αὐτὸ μετὰ τοῦ Πατρός.
- supplement.33
. . . εκ τῶν καταστάσε . . . κά . . ῶ. Οὕτως ἃν τηροῖτο “ “ μὲν Θεὸς,” εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, συντιθεμένων, οὐδὲ συναλειφομένων. καὶ κατὰ τὸ ταὐτὸν καὶ ἓν τῆς θεότητος, ἵν ὀνομάσω, ὀνομάσω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐσίας ταὐτότητα. αἱ δὲ τρεῖς ὑποστάσεις, μηδεμιᾶς ἐπινοουμένης σφῆς ἢ ἀναλύσεως ἣ συγχύσεως, ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι’ ὧν τὸ ἓν πλέον σεμνύνεται, ἣ καλῶς ἔχει. αἱ δὲ ἰδιότητες πατρὸς μὲν καὶ ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου, ἠχῆς δὲ ὡς αἰτίου, καὶ ὡς πηγῆς, καὶ ὡς αἰδοίου φωτός. Υἱοῦ δὲ ἀνάρχου μὲν οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων. ἀρχὴν δ’ ὅταν εἴπω, μὴ χρόνον παρενθῇς, μηδὲ μέσον τι τάξῃς τοῦ γεγεννηκότος καὶ τοῦ γεννήματος· μηδὲ διέλῃς τὴν φύσιν τῷ κακῶς παρεντεθέντι τοῖς συναϊδίοις καὶ τοῖς συνειρημμένοις. εἰ γὰρ χρόνος Υἱοῦ πρεσβύτερον, ἐκείνου δηλαδὴ πρῶτος ἃν εἴη ὁ Πατὴρ καὶ ποιητὴς χρόνων, ὁ ὕπο χρόνον. πῶς ’δε καὶ Κύριος πάντων, εἰ ὑπὸ χρόνου προειληπταί τε καὶ κυριεύεται. ἄναρχος οὑν ὁ Πατὴρ, οὐ γὰρ ἑτέρωθεν αὐτῷ, οὐδὲ πη ἑαυτοῦ τὸ εἶναι. ὁ δὲ Υἱὸς, ἐὰν μὲν ὡς αἴτιον τὸν Πατέρα λαμβάνεις, οὐκ ἄναρχος. ἀρχὴ γὰρ Υἱοῦ Πατὴρ, ὡς αἴτιος· ἐὰν δὲ τὴν ἀπὸ χρόνου νοῇς ἀρχὴν, καὶ ἄναρχος· οὐκ ἄρχεται γὰρ ὑπὸ χρόνου ὁ χρόνων δεσπότης. εἰδ’ ὅτι τὰ σώματα ὑπὸ χρόνον, διὰ τοῦτο ἀξιώσεις κεῖσθαι καὶ τὸν Υἱὸν ὑπὸ χρόνον, περιθήσεις καὶ σῶμα τῷ ἀσωμάτῳ· καὶ εἰ ὅτι τὰ παρ’ ἡμῶν γεννώμεθαι, οὐκ ὄντα ποτὲ, εἶτα γινόμενα, διὰ τοῦτο καὶ τὸν Υἱὸν ἀναγκάσεις ἐξ οὐκ ὄντων εἰς τὸ αὐτοῦ παρεληλυθέναι, συγκρίνεις τὰ ἀσώματα, Θεὸν καὶ ἄνθρωπον, σῶμα καὶ ἀσώματον· οὐκοῦν καἰ πείσεται καὶ λυθήσεται, ὅτι καὶ τὰ ἡμέτερα σώματα. σὺ μὲν οὖν ἀξιοῖς διὰ τοῦτο οὕτω γεννᾶσθαι Θεὸν, διότι τὰ σώματα, ἐγὼ δὲ δία τοῦτο οὐχ οὕτως, ὅτι οὕτως τὰ σώματα· ὣν γὰρ τὸ αὐτοῦ οὐχ ὅμοιον, τούτων οὐδὲ τὸ γεννᾶν ὅμοιον. πλὴν ὁ Ἀπόστολος ἐπειδὴ Υἱὸν εἰπὼν, ἀίδιον αὐτὸν προσηγόρευσε· ἀπίθανον δέ πὼς αὐτῷ ἐδόκει τοῖς ἀμυήτοις τῶν θείων, τὸ Υἱὸν ὄντα μὴ δεύτερον εἶναι τοῦ γεγεννηκότος τῷ χρόνῳ, ἀπό τινος ὁρωμένης εἰκόνος δείκνυσι τὴν τῆς θεολογίας ἀλήθειαν, καὶ φησίν, “ ὃς ὣν ἀπαύγασμα “ δόξης.” τὸ γὰρ ἀπαύγασμα καὶ ἐκ τοῦ πυρὸς ἐστὶ, καὶ σὺν πυρὶ ἐστί. καὶ αἴτιον μὲν ἔχει τὸ πῦρ, ἀχώριστον δέ ἐστι τοῦ πυρός· ἐξ οὗ γὰρ τὸ πῦρ, ἐξ ἐκείνου καὶ τὸ ἀπαύγασμα. εἰ τοίνυν ἐπὶ τῶν αἰσθητῶν δυνατὸν αὐτῷ ὅτι ἔκ τινος, καὶ συνυπάρχειν τούτῳ, ἐξ οὗ περ ἐστὶ, μὴ ἀμφιβάλῃς, φησὶν, ὡς ὁ Θεὸς Λόγος, ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ γεγέννηται ὡς Υἱὸς, καὶ συνυπάρχει τῷ γεγεννηκότι ὡς Λόγος, ὡς ἀπαύγασμα δόξης· ἐξ οὗ γὰρ ἡ δόξα, ἐξ ἐκείνου καὶ τὸ ἀπαύγασμα, καὶ τῷ πυρὶ δὲ ὁμοφυὲς τὸ ἀπαύγασμα· οὐκοῦν καὶ ὁ Υἱὸς τῷ Πατρί.
- supplement.34
Ἐκ τῶν κατὰ αἱρέσεων. Πρῶτον μὲν οὖν, ὅπερ ἔφην, τῶν αἰώνων αὐτὸν δείκνυσι ποιητήν. ἐπειδὴ δὲ οἱ τὰ θεῖα νοεῖν θεοπρεπῶς οὐκ ἐθέλοντες, οὐκ οἴονται δυνατὸν συναΐδιον εἶναι τοῦ Θεοῦ τὸν ἐκ Θεοῦ· τῷ νόμῳ γὰρ τῆς τῶν ἀνθρώπων φύσεως, καὶ τὴν θείαν ὑποκεῖσθαι φύσιν ἀνοήτως νομίζοντες, πρεσβύτερον ὑπειλήφασι τοῦ Υἱοῦ τὸν Πατέρα, διαγενόμενος ἱκανῶς ὁ θεῖος Ἀπόστολος ἐναργῶς ἐπιδείκνυσιν, ὅτι καὶ ἐκ Θεοῦ καὶ σὺν τῷ Θεῷ ἐστὶν ὁ μονογενὴς Υἱός. ἀπαύγασμα γὰρ αὐτὸν προσηγόρευσε δόξης. τὸ δὲ ἀπαύγασμα καὶ ἐκ τοῦ πυρὸς ἔχει τὴν ὕπαρξιν, καὶ τῷ πυρὶ συνυπάρχει. συμπέφυκε γὰρ τῷ πυρὶ τὸ ἀπαύγασμα καὶ ἡ ἀκτὶς τῷ ἡλίῳ. ἐξ οὗ γὰρ ἥλιος, ἐξ ἐκείνου καὶ ἀκτῖνες. ἀλλ’ αἴτιος τῶν ἀκτίνων ὁ ἥλιος, καὶ τὸ πῦρ τοῦ ἀπαυγάσματος· μάτος· οὐ γὰρ ἥλιος ἐξ ἀκτίνων, ἀλλ’ ἀκτῖνες ἐκ τοῦ ἡλίου γεννῶνται, καὶ τὸ ἀπαύγασμα ἐκ τοῦ πυρὸς φύεται. οὕτως ὁ μονογενὴς Υἱὸς γεγέννηται μὲν ἐκ τοῦ Πατρὸς, συνέστη δὲ τῷ γεγεννηκότι, ὡς ὁ λόγος τῷ νῷ, καὶ τὸ ἀπαύγασμα τῷ πυρὶ, καὶ ἡ ἀκτὶς τῷ ἡλίῳ· ἀλλὰ τούτων ἕκαστον οὐχ ὐφέστηκεν αὐτὸ καθ’ αὑτὸ, ἀλλ’ ἐν ἐκείνῳ ἐξ οὗ περ ἔφυ, τὴν ὑπόστασιν ἔχει. ὁ δὲ Θεὸς Λόγος, τὸ ἀπαύγασμα τῆς δόξης, οὐκ ἐνέργειά τίς ἐστιν, ἀνυπόστατος τοῦ Πατρὸς, ἀλλ’ ὑπόστασις ζῶσα καὶ κἄ αὑτὴν ὑφεστῶσα. οὐ γὰρ ἁπλῶς Λόγος ὠνόμασται, ἀλλὰ Θεὸς Λόγος· οὐδὲ μόνον “ ἀπαύγασμα δόξης,” “ χαρακτὴρ ὑποστάσεως.” ἐπειδὴ γὰρ τοῦ ἀπαυγάσματος ἡ εἰκὼν, τὸ μὲν συναΐδιον καὶ ὁμοούσιον ἀποχρώντως δεδήλωκεν, ἀφορμὴν δὲ παρεῖχε βλασφημίας τοῖς τὰ Σαβελλίου καὶ Φωτεινοῦ νοσοῦσι· καθ’ ἑαυτὸ γὰρ οὐχ ὑφέστηκε τὸ ἀπαύγασμα, δι’ ἑτέρας εἰκόνος καὶ ταύτην ἐξορίζει τὴν βλασφημίαν· ἐπάγει γὰρ,
- supplement.35
Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.
- supplement.36
Θεοδώρητοσ. Καθ’ ἑαυτόν φησιν ὑφέστηκεν, ὅλον ἐν ἑαυτῶ δεικνῦς τὸν Πατέρα. τοὺς γὰρ πατρικοὺς περίκειται χαρακτῆρας. οὕτω διὰ πλειόνων ὀνομάτων ἐδίδαξεν ἡμᾶς ὁ θεῖος Ἀπόστολος, καὶ τὸ γνήσιον τῆς γεννήσεως, καὶ τὸ ὁμοούσιον καὶ συναΐδιον. ἐπειδὴ γὰρ πάντα νοῦν ὑπερβαίνει τὰ θεῖα, καὶ οὐχ ιἷόν τε διὰ μιᾶς μόνης εἰκόνος τὸ τῆς θεολογίας διδάξαι μυστήριον, διὰ πλειόνων τοῦτο ποιεῖν ἀναγκάζονται τῆς ἀληθείας οἱ κήρυκες. οὕτως ὁ θεσπέσιος Παῦλος (sic) Λόγον ὠνόμασε τὸν Υἱόν. ἐπειδὴ γὰρ τῇ ἀνθρωπίνῃ γεννήσει καὶ πάθος καὶ χρόνος συνέζευκται, ἵνα μὴ Υἱὸν ἀκούοντες, εἰς ἀνθρωπίνας καταπέσωμεν ὑπονοίας, καὶ νομίσωμεν παραπλησίως ἡμῖν γεγεννῆσθαι τὸν τῶν ὅλων δημιουργὸν, ἀναγκαίως αὐτὸν προσηγόρευσε Λόγον, ἵνα δείξῃ καὶ τὸ ἀπαθὲς καὶ τὸ ἄχρονον τῆς γεννήσεως. οὐδὲ γὰρ ὁ νοῦς ὁ ἡμέτερος ὠδίνων τὸν λόγον δεῖται τῆς τοῦ θήλεος κοινωνίας, ἣ τομὴν, ἣ ῥεῦσιν ὑπομένει τινὰ, ἀλλὰ τέλειος μένων, τέλειον ἀποτελεῖ τὸν λόγον. ὅπως δὲ μηδεὶς ὐπολάβῃ πάλιν ἀνυπόστατον αὐτὸν εἶναι λόγον, ὃ Μάρκελλος πέπονθε καὶ Φωτεινὸς, καὶ Παῦλος, ἀναγκαίως προστέθεικε “ καὶ Θεὸς ἦν “ ὁ Λόγος, καὶ τὴν αὐτοῦ αὐτοῦ σημαίνω, ὑπόστασιν, καὶ τὴν μίαν φύσιν ἐμφαίνων καὶ τῆς γεννήσεως τὸ ἀπαθές τε καὶ ἄχρονον ἐκπαιδεύων. οὕτως ὁ μακάριος Παῦλος Υἱὸν μὲν αὐτὸν προσηγό- ῥεῦσεν, ἄλλον αὐτὸν παρὰ τὸν Πατέρα δεικνὺς κατὰ τὸν τῆς ἰδιότητος λόγον. τῶν αἰώνων δὲ αὐτὸν εἴρηκε ποιητὴν, τὸ ἀίδιον αὐτοῦ διὰ τούτων διδάσκων. “ δι’ οὗ,” γάρ φησιν, “ καὶ “ ἐποίησεν, οὐκ οὐσίαν τῶν αἰώνων δηλοῖ, ἀλλ’ ὅτι οὐδεὶς Θεοῦ τῶν ὅλων πρεσβύτερος. ὠνόμασε δὲ αὐτὸν καὶ “ ἀπαύγασμα “ δόξης,” καὶ τὸ συναΐδιον διὰ τούτου, καὶ τὸ ταὐτὸν τῆς οὐσίας σημαίνων. ἐκ γὰρ τῆς τοῦ πυρὸς φύσεως, τὸ ἀπαύγασμα. προστέθεικε δὲ, ὅτι “ καὶ χαρακτήρ ἐστιν ὑποστάσεως,” κατὰ ταὐτὸν διδάσκων, ὅτι καὶ καθ’ ἑαυτὸν ὑφέστηκε, καὶ ἐν ἑαυτῷ δείκνυσι τοὺς πατρικοὺς χαρακτῆρας.
- supplement.37
βαβαὶ τῆς ἀποστολικῆς συνέσεως· μᾶλλον δὲ οὐ τὴν τοῦ Παύλου σύνεσιν, ἀλλὰ τὴν τοῦ Πνεύματος ἐστὶ θαυμάσαι χάριν. οὐ γὰρ δὴ ἐξ οἰκείας διανοίας ταῦτα ἐφθέγξατο. πόθεν γὰρ ἀπὸ τῆς σμίλης καὶ τῶν δερμάτων, ἣ τοῦ ἐργαστηρίου, τὴν τοιαύτην σοφίαν εὕρισκεν; ἀλλὰ θείας ἐνεργείας ἦν. οὐ γὰρ αὐτοῦ ταῦτα τὰ νοήματα ἔτικτεν ἡ διάνοια τότε, οὕτω ταπεινὴ καὶ εὐτελὴς οὖσα, ὡς τῶν ἀγοραίων μηδὲν ἔχειν πλέον. πῶς γὰρ ἡ περὶ συμβόλαια καὶ δέρματα καταναλωθεῖσα; ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις, δι’ ὧν ἂν ἐθέλῃ τὴν αὐτῆς ἰσχὺν ἐπιδείκνυται. ὅρα δὲ πῶς ἀναβαθμοῖς κέχρηται· καθάπερ γὰρ εἰς ὑψηλόν τινα τόπον καὶ πρὸς αὐτὴν τοῦ οὐρανοῦ φθάνοντα τὴν κορυφὴν, εἰ τις παιδίον μικρὸν ἀναγαγεῖν βούλοιτο, ἠρέμα καὶ κατὰ μικρὸν τοῦτο ποιεῖ, διὰ τῶν κάτωθεν αὐτὸ βαθμῶν ἀνάγων. εἶτα ἐπειδὰν ἄνω στήσῃ καὶ ἴδῃ ἰλιγγιᾶσαν καὶ θορυβούμενον, λαμβανόμενος αὐτοῦ κατάγει πάλιν ἐπὶ τὸ ταπεινότερον, παρέχων ἀναπνεῦσαι εἶτα, ὅταν ἀνακτήσηται αὐτὸ, πάλιν ἀνάγει, καὶ πάλιν κατάγει· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος ἐποίησε, καὶ ἐπὶ τῶν Ἐβραίων ἐνταῦθα, καὶ πανταχοῦ, παρὰ τοῦ διδασκάλου τοῦτο μαθών· καὶ γὰρ κἀκεῖνος ποτὲ μὲν ἀνῆγεν εἰς ὕψος τοὺς ἀκροατὰς, ποτὲ δὲ, κατῆγεν.
- supplement.38
Ὅρα γοῦν δι’ ὅσων αὐτοὺς ἀναγαγὼν βαθμῶν, καὶ πρὸς αὐτὴν στήσας τὴν κορυφὴν τῆς εὐσεβείας πρὶν ἰλιγγιάσαι πὼς, κατάγει πάλιν, διδοὺς ἀναπνεῦσαι. εἶπε γὰρ ὅτι ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· τοῦτο δὲ τὸ Υἱὸς ὄνομα, τέως κοινόν ἐστιν ἁπάντων, πρόσεστι γὰρ καὶ ἀνθρώποις. πρόσεστι καὶ τῷ Χριστῷ, εἰ καὶ ἡμῖν καταχρηστικῶς, ἐκείνῳ δὲ Κυρίως, εἶτα κληρονόμον ἐκάλεσε, ταπεινὸν δὲ καὶ τοῦτο, εἶτα ἐπὶ τὸν ἀνώτερον ἔστησε βαθμὸν ἐπαγαγὼν, “ “ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν,”. εἶτα ἐπὶ τὸν ὑψηλότερον, καὶ ὃν οὐκ ἔστιν ἕτερος, “ ὃς ὣν ἀπαύγασμα τῆς δόξης καὶ “ τῆς ὑποστάσεως αὐτοῦ.” ὄντως εἰς ἀπρόσιτον φῶς ἤγαγεν, αὐτὸ τὸ ἀπαύγασμα καὶ πρὶν ἣ σκοτωθῆναι. ὅρα πῶς πάλιν ἠρέμα κατάγει λέγων, ὅτι μετὰ τὸν καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐκάθισεν ἐν ὑψηλοῖς. ἐπελάβετο γὰρ τῆς σαρκὸς, καὶ πάλιν ταπεινὰ φθέγγεται. εἶτα πάλιν παραφθεγξάμενός τι μικρὸν, ἐν δεξιᾷ γάρ φησι τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, πάλιν ἐπὶ τὸ ταπεινότερον ἄγει, καὶ περὶ τῆς κατὰ τὴν σάρκα οἰκονομίας λοιπὸν διαλέγεται· τὸ γὰρ “ κρείττων γενόμενος τῶν ἀγγέλων,” οὐκ οὐσίας ἐστι τῆς κατὰ πνεῦμα· ἐκείνη γὰρ οὐκ ἐγένετο, ἀλλὰ γεγένηται, ἀλλὰ τῆς κατὰ σάρκα· αὕτη γὰρ ἐγένετο· ἀλλ’ οὐ περὶ οὐσιώσεως νῦν ὁ λόγος αὐτῷ, ἀλλ’ ὥσπερ Ἰωάννης λέγων, “ ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε,” τουτέστιν ἐντιμότερος καὶ εὐδοκιμώτερος· οὕτως ἐνταῦθα εἴρηται, τὸ “ τοσοῦτον “ κρείττων γενόμενος τῶν ἀγγέλων,” τουτέστιν εὐδοκιμώτερος βελτίων, καὶ λαμπρότερος, “ ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς “ ρονόμηκεν ὄνομα.”
- supplement.39
Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα ὁ λόγος ἦν· τὸ γὰρ Υἱὸς ὄνομα ὁ Θεὸς Λόγος ἀεὶ εἶχεν, οὐχ ὕστερον ἐκληρονόμησεν· οὐδὲ ὕστερον Ἀγγέλων κρείττων ἐγένετο, ὅτε καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποιήσατο. ἀλλ’ ἀεὶ κρείττων ἦν καὶ κρείττων ἀσυγκρίτως, ὥστε περὶ τοῦ κατὰ σάρκα τοῦτο εἴρηται. οὕτω γοῦν καὶ ἡμῖν ἔθος περὶ ἀνθρώπου διαλεγομένοις, καὶ ὑψηλὰ καὶ ταπεινὰ φθέγγεσθαι· ὅταν μὲν γὰρ λέγωμεν οὐδὲν ἄνθρωπος, γῆ ἄνθρωπος, σποδὸς ἄνθρωπος, ἀπὸ τοῦ χείρονος τὸ πᾶν καλοῦμεν. ὅταν δὲ λέγωμεν ἀθάνατον ζῶον ὁ ἄνθρωπος, καὶ λογικὸς ὁ ἄνθρωπος, καὶ ὅτι τῶν ἄνω συγγενὴς, ἀπὸ τοῦ κρείττονος τὸ πᾶν πάλιν καλοῦμεν. οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ, ποτὲ μὲν ἀπὸ τοῦ ἐλάττονος, ποτὲ δὲ ἀπὸ τοῦ κρείττονος διαλέγεται ὁ Παῦλος, καὶ τὴν οἰκονομίαν στῆσαι βουλόμενος, καὶ περὶ τῆς ἀκηράτου διδάξαι φύσεως. πανταχοῦ μὲν οὖν εὐλαβοῦς διανοίας δεῖ, μάλιστα δὲ ὅταν περὶ Θεοῦ λέγωμέν τι καὶ ἀκούωμεν. ἐπεὶ μήτε εἰπεῖν ἣ γλῶττα, μήτε ἀκοῦσαι ἡ διάνοια, πρὸς ἀξίαν τοῦ Θεοῦ τί δύναται. καὶ τί λέγω γλῶτταν καὶ διάνοιαν; οὐδὲ γὰρ ὁ νοῦς ὁ πολὺ τούτων πλέον ἔχων, δυνήσεταί τι περιλαβεῖν ἀκριβῶς ὅταν περὶ Θεοῦ τί φθέγγεσθαι βουλώμεθα. εἰ γὰρ ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερέχει πάντα νοῦν, καὶ τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶσιν αὐτὸν ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πολλῷ μᾶλλον αὐτὸς ὁ τῆς εἰρήνης Θεὸς, ὁ τῶν ἁπάντων δημιουργὸς ὑπερβαίνει πολλῷ τῷ μέτρῳ τὸν ἡμέτερον λογισμόν. δεῖ τοίνυν μετὰ πίστεως καὶ εὐλαβείας ἅπαντα δέχεσθαι. καὶ ὅταν ὁ λόγος ἐξασθενήσῃ, καὶ οὐ δύνηται παραστῆσαι τὰ λεγόμενα μετὰ ἀκριβείας, τότε μάλιστα δοξάζειν τὸν Θεὸν, ὅτι Θεὸν τοιοῦτον ἔχομεν, καὶ τὴν ἔννοιαν ἡμῶν ὑπερβαίνοντα. πολλὰ γὰρ ὧν περὶ Θεοῦ νοοῦμεν, φράσαι οὐ δυνάμεθα. καὶ πολλὰ φράζομεν, νοῆσαι δὲ οὐκ ἰσχύομεν· οἷόν τι λέγω, ὅτι πανταχοῦ ὁ Θεὸς ἴσμεν· πῶς δὲ, οὐκέτι νοοῦμεν. ὅτι ἔστι τίς ἀόρατος δύναμις, πάντων αἰτία τῶν ἀγαθῶν, ἴσμεν. πῶς δέ ἐστιν, ἣ τίς ἐστιν, οὐκ ἴσμεν. ἰδοὺ φράζομεν καὶ οὐ νοοῦμεν. εἶπον ὅτι πανταχοῦ ἐστιν, ἀλλ’ οὐ νοῶ. εἶπον ὅτι ἄναρχός ἐστιν, ἀλλ’ οὐ νοῶ. εἶπον ὅτι ἐγέννησεν ἐξ ἑαυτοῦ, καὶ οὐκ οἶδα πῶς πάλιν νοήσω. ἔστι δέ τινα ἃ μηδὲ φράσαι ἔνι· οἷον τί λέγω, νοεῖ ἡ διάνοια, ἀλλ’ εἰπεῖν οὐ δύναται. καὶ ἵνα ἴδῃς καὶ Παῦλον ἀσθενοῦντα, καὶ μὴ πρὸς ἀκρίβειαν τὰ ὑποδείγματα λέγοντα, καὶ φρίξῃς, καὶ μηδὲν περαιτέρω ζητήσῃς, ἄκουε· εἰπὼν γὰρ Υἱὸν καὶ θεὶς δημιουργὸν, τι ἐπάγει;
- supplement.40
Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.
- supplement.41
Τοῦτο οὗν μετ’ εὐλαβείας ἐκλαμβάνειν δεῖ, καὶ τὰ ἄτοπα περι- κόψαι. “ ἀπαύγασμα τῆς δόξης.”
- supplement.42
Ὅρα πρὸς τι αὐτὸ ἐκλαμβάνει, καὶ οὕτω καὶ αὐτὸς δέχου, ὅτι ἐξ αὐτοῦ, ὅτι ἀπαθῶς, ὅτι οὐ μειωθέντος, οὐδὲ ἐλαττωθέντος. ἐπειδὴ εἰσι τινες ἄτοπά τινα ἐκ τοῦ ὑποδείγματος ἐκλαμβάνοντες. τὸ γὰρ ἀπαύγασμα φησὶν, ἐνυπόστατον οὐκ ἔστιν, ἀλλ’ ἐν ἑτέρῳ ἔχει τὸ αὐτοῦ. μὴ τοῦτο τοίνυν ἐκλάβῃς, ἄνθρωπε, μηδὲ Μαρκέλλου καὶ Φωτεινοῦ νοσήσῃς τὴν νόσον. ἐγγύθεν σε γὰρ θεραπεύει, ὥστε μὴ εἰς ἐκείνην ἐμπεσεῖν τὴν διάνοιαν· οὐδὲ ἀφίησί σε εἰς τὸ ὀλέθριον ἐκείνων νόσημα κατενεχθῆναι, εὐθέως ἐπαγαγὼν, “ “ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.” δηλῶν ὅτι ὧσπέρ ἐστιν αὐτὸς ἐνυπόστατος, οὐδενὸς δεόμενος, οὕτω καὶ ὁ Υἱός. ἐνταῦθα γὰρ τὸ ἀπαράλλακτον δεικνὺς, τοῦτο φησὶ, καὶ τὸν ἰδιάζοντα χαρακτῆρα τοῦ πρωτοτύπου. ὅρα γὰρ πῶς καθάπερ ἐπὶ ἀναβαθμῶν ἀναβαίνει εἰς ὕψος, εἶτα πάλιν καταβαίνει, καὶ δύο τέμνει ὁδούς· τὴν μὲν ἀπάγων ἡμᾶς Σαβελλίου, τὴν δὲ Ἀρείου· καὶ ἄνω καὶ κάτω τὰ αὐτὰ φθέγγεται, ὥστε μὴ νομισθῆναι τὸν Χριστὸν ἄναρχον, μηδὲ ἀλλότριον τοῦ Θεοῦ. εἰ γὰρ καὶ μετὰ τοσαῦτα εἰσί τινες οἱ ἀλλότριον αὐτὸν αὐτοῦ φήσαντες, καὶ ἕτερον αὐτῷ δόντες Πατέρα, καὶ τοῦτο πολεμεῖν αὐτὸν λέγοντες, τί οὐκ ἃν ἐφθέγξαντο εἰ μὴ ταῦτα εἴρητο; πῶς οὖν τοῦτο ποιεῖ; ὅταν θεραπεύειν ἀναγκάζηται, τότε ἀναγκάζεται καὶ τὰ ταπεινὰ φθέγγεσθαι, οἷον ὅτι ἔθηκεν αὐτὸν “ κληρονόμον πάντων, καὶ δι’ αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν.” ἵνα δὲ μὴ ἑτέρως λυμήνηται, εἰς αὐθεντίαν πάλιν αὐτὸν ἀνάγει, καὶ δείκνυσιν ὁμότιμον ὄντα τῷ Πατρὶ, καὶ οὕτως ὁμότιμον, ὡς πολλοὺς νομίσαι τὸν αὐτὸν αὐτοῦ Πατέρα. καὶ θέα τὴν σύνεσιν αὐτοῦ τὴν πολλήν. πρότερον ἐκείνῳ τίθησιν καὶ ἀσφαλίζεται αὐτῷ μετὰ ἀκριβείας· καὶ ὅταν τοῦτο δειχθῇ ὅτι τοῦ Θεοῦ ἐστιν Υἱὸς, καὶ ὅτι οὐκ ἀλλότριος αὐτοῦ, μετὰ ἀσφαλείας λοιπὸν ἅπαντα φθέγγεται τὰ ὑψηλά. ἐπειδὴ γὰρ τὸ μέγα τι περὶ αὐτοῦ εἰπεῖν, εἰς ἐκείνην τὴν ἔννοιαν πολλοὺς ἦγε, πρότερον θεὶς τὰ ταπεινὰ, τότε εἰς ὕψος ἀνέρχεται ὅσον βούλεται. εἰπὼν οὖν “ ὃν “ κληρονόμον πάντων,” καὶ ὅτι “ διὰ αὐτοῦ τοὺς τότε ἐπάγει, “ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως “αὐτοῦ·” ὁ γὰρ ῥήματι μόνῳ τὰ πάντα διακυβερνῶν, οὐκ δεηθείη τινος εἰς τὸ παραγαγεῖν τὰ πάντα. καὶ ὅτι τοῦτο ἐστιν, ὅρα πῶς πάλαι προιὼν, δίδωσιν αὐτῷ τὴν αὐθεντίαν, τὸ δι’ οὗ ἐξελών. ἐπειδὴ γὰρ εἰργάσατο δι’ αὐτοῦ ὃ ἤθελε λοιπὸν ἀποστὰς ἀπ’ αὐτοῦ, τί φησι; “ κατ’ ἀρχὰς σὺ Κύριε, τὴν γῆν ἐθεμελίω- “ σας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.” οὐδαμοῦ τὸ δι’ οὗ, οὐδὲ ὅτι ἐποίησε δι’ αὐτοῦ τοὺς αἰῶνας. τί οὖν; οὐχ ὑπ’ αὐτοῦ γεγένηνται; ναί· ἀλλ’ οὐχ ὡς σὺ λέγεις, οὐδὲ ὡς ὑπονοεῖς, ὡς δι’ ὀργάνου, οὐδὲ ὡς οὐκ ἃν ποιήσαντος, εἰ μὴ χεῖρα αὐτῷ ὤρεξεν ὁ Πατήρ. ὥσπερ γὰρ οὐδ’ ἕνα κρινεῖ, καὶ λέγεται κρίνειν διὰ τοῦ Υἱοῦ, ᾗ κριτὴν ἐγέννησεν, οὕτω λέγεται ποιεῖν, ᾗ δημιουργον ἐγέννησεν. εἰ γὰρ αὐτοῦ αἴτιος ὁ Πατὴρ, πολλῷ μᾶλλον τῶν δι’ αὐτοῦ γεγενημένων. ὅταν μὲν οὖν βούληται δεῖξαι, ὅτι ἐξ αὐτοῦ ἐστὶν, ἀναγκαίως τὰ ταπεινὰ φθέγγεται. ὅταν δὲ βούληται ὑψηλὰ φθέγγεσθαι, λαβὴν Μάρκελλος λαμβάνει, καὶ Σαβέλλιος· ἀλλ’ ἀμφοτέρων τὴν ἀμετρίαν ἡ ἐκκλησία φυγοῦσα, μέσην ὁδεύει ὁδόν. οὔτε γὰρ ἐπὶ τῆς ταπεινότητος ἐμμένει, ἵνα μὴ Παῦλος ὁ Σαμοσατεὺς λάβῃ χώραν, οὔτε ἀεὶ τοῖς ὑψηλοῖς ἐναπομενεῖ. καὶ δείκνυσιν αὐτοῦ πάλιν τὴν ἐγγύτητα τὴν πολλήν· ἵνα μὴ Σαβέλλιος ἐπ’ ἐπιπηδήσῃ, εἶπεν Υἱὸν, καὶ εὐθέως ἐφέστηκεν ὁ Σαμοσατεὺς, λέγων αὐτὸν Υἱὸν αὐτοῦ καὶ τοὺς πολλούς· ἀλλ’ ἔδωκεν αὐτῷ καιρίαν πληγὴν, εἰπὼν κληρονόμον· ἀλλ’ ἔτι ἀναισχυντεῖ μετὰ Ἀρείου. τὸ γὰρ ἔθηκεν αὐτὸν κληρονόμον ἀμφότεροι μετέχουσιν. ἐκεῖνος μὲν ἀσθενείας λέγων αὐτῷ, οὗτος δὲ ἔτι ἐνέστηκεν, ἐπι- σκήπτειν ἐπιχειρῶν τῷ ἑξῆς. εἰπὼν γὰρ “ δι’ οὗ καὶ τοὺς “ ἐποίησεν,” ἔβαλε μὲν ὕπτιον ἀναισχυντοῦτα τὸν ὁ δὲ Ἄρειος ἔτι ἰσχυρῶς αὐτῷ δοκεῖ, ἀλλ’ ὅρα καὶ τοῦτον πῶς πλήττει πάλιν, εἰπὼν, “ ὃς ὣν ἀπαύγασμα τῆς δόξης.” ἀλλ’ πάλιν ἐπιπηδᾷ Σαβέλλιος καὶ Μάρκελλος καὶ Φωτεινός· ἀλλὰ κἀκείνοις πᾶσι μίαν πληγὴν δίδωσιν εἰπὼν, “ καὶ χαρακτὴρ “ ὑποστάσεως αὐτοῦ, φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως “ αὐτοῦ.” ἐνταῦθα καὶ Μαρκίωνα πλήττει· οὐ σφόδρα μὲν ἰσχυρῶς, πλήττει δ’ οὖν ὅμως· δι’ ὅλης γὰρ τῆς Ἐπιστολῆς πρὸς αὐτοὺς μάχεται. καὶ ὁ μὲν “ ἀπαύγασμα” αὐτὸν καλεῖ, δέ φησιν· “ ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.” διὰ τοῦτο οὖν “ ἀπαύγασμα,” δεικνὺς ὅτι κακεῖνο οὕτως εἴρηται, ὡς φῶς φωτός. οὐ τοῦτο δὲ μόνον δείκνυσιν, ἀλλ’ ὅτι καὶ ἐφώτισε τὰς ἡμετέρας ψυχὰς, καὶ τὸν Πατέρα αὐτὸς ἐσήμανε, καὶ διὰ τοῦ ἀπαυγάσματος, τῆς οὐσίας τὴν ἐγγύτητα ἔδειξεν. ἐννόησον δὲ τὴν λεπτότητα τῶν εἰρημένων, οὐσίαν μίαν ἔλαβε καὶ ὑπόστασιν εἰς δύο ὑποστάσεων παράστασιν, ὃ καὶ ἐπὶ τῆς γνώσεως τοῦ Πνεύματος ποιεῖ. ὥσπερ γὰρ μίαν φησὶν αὐτοῦ γνῶσιν τὴν τοῦ Πατρὸς καὶ Πνεύματος, ὡς ὄντως μίαν καὶ οὐδὲν πρὸς ἑαυτὴν διεστηκυῖαν, οὕτω καὶ ἐνταῦθα ἑνός τινος ἐπελάβετο ῥήματος, εἰς τὴν τῶν δύο ὑποστάσεων δήλωσιν· καὶ ἐπήγαγεν ὅτι χαρακτήρ· ὁ γὰρ χαρακτὴρ, ἄλλος τίς ἐστι παρὰ τὸ πρωτότυπον. ἄλλος δὲ οὐ πάντη, ἀλλὰ κατὰ τὸ ἐνυπόστατον εἶναι. ἐπεὶ καὶ ἐνταῦθα ὁ χαρακτὴρ τὸ ὅμοιον κατὰ πάντα. ὅταν οὖν καὶ μορφὴν αὐτὸν καλῇ καὶ χαρακτῆρα, τι ἐροῦσιν; ἀλλὰ καὶ εἰκόνος εἴρηται εἰκὼν ὁ ἄνθρωπος φησίν. τι οὖν; οὕτως ὁ Υἱός; οὔ φησιν, ἀλλ’ ὅτι εἰκών· οὐ δείκνυσι τὸ ὅμοιον· καίτοιγε καθὸ εἴρηται ὁ ἄνθρωπος εἰκὼν, δείκνυσι τὸ ὅμοιον ὡς ἐν ἀνθρώπῳ· ὅπερ γάρ ἐστιν ὁ Θεὸς ἐν τῷ οὐρανῷ, τοῦτο ὁ ἄνθρωπος ἐπὶ τῆς γῆς· κατὰ τὴν ἀρχὴν λέγω. ὥσπερ γὰρ τῶν ἐπὶ γῆς πάντων οὗτος κρατεῖ, οὕτω καὶ ὁ Θεὸς πάντων κρατεῖ, καὶ τῶν ἐν οὐρανῷ, καὶ τῶν ἐπὶ τῆς γῆς. ἄλλως δὲ ὁ ἄνθρωπος οὐκ εἴρηται χαρακτὴρ, ἀλλ’ οὐδὲ μορφὴ, ὅπερ καὶ οὐσίαν ἐμφαίνει, καὶ ὁμοιότητα τὴν κατ’ οὐσίαν. ὥσπερ οὑν ἡ μορφὴ τοῦ δούλου οὐδὲν ἄλλο ἐμφαίνει ἣ ἄνθρωπον ἀπαράλλακτον, οὕτως καὶ ἡ μορφὴ τοῦ Θεοῦ οὐδὲν ἄλλο ἐμφαίνει ἣ Θεόν· καὶ ἀπαύγασμα δὲ τοῦτον καλεῖ, ὅτι ὥσπερ τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδῶν τῆς τοῦ ἡλίου φύσεως, οὐχ ὕστερον αὐτῷ φαίημεν τῆς ἡλιακῆς φύσεως ἀνάγκη γὰρ ὁμολογῆσαι τοῦτο καὶ τὸν τὰς αἰσθήσεις πεπηρωμένον), οὐδὲ γὰρ χωρὶς ἀπαυγάσματος ὁ ἥλιος ἐφάνη ποτὲ, ἀλλὰ καὶ ἐξ αὐτοῦ καὶ οὐχ ὕστερον αὐτοῦ, οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοήσομεν· μᾶλλον δὲ μειζόνως καὶ θεοπρεπῶς.
- supplement.43
(Κυρίλλου h.) Διὰ γὰρ τοῦτο καὶ Παῦλος αὐτὸν οὕτως ἐκάλεσεν, δεικνὺς τὴν ἐκ Πατρὸς οἱονεὶ πὼς εἰς τὸ ἔξω διεκδρομὴν, οὔτε εἰς ἅπαν ἀπηλλαγμένην τῆς ὅθεν ἐστὶν ὑποστάσεως, οὔτε εἰς ἅπαν συνεσταλμένην, προκύπτουσαν δὲ ὥσπερ εἰς τὸ ὐφεστάναι καθ’ ἑαυτὴν, καὶ εἰς ὕπαρξιν ἰδικὴν ἐμφιλοχωροῦσαν.
- supplement.44
(Γρηγορίου Νύσσησ i.) Ἀπαύγασμα δόξης εἶπε τὸν Υἱὸν ὁ Ἀπόστολος, καὶ χαρακτῆρα τῆς ὑποστάσεως, καὶ δύναμιν Θεοῦ καὶ σοφίαν Θεοῦ, καὶ ὅσα τοιαῦτα, ὧν ἕκαστον καθάπερ ἐν συζυγίαις τρισὶν ἀναγκαίαις οὐδὲν ἐφ’ ἑαυτοῦ κατὰ μόνας νοεῖται, ἀλλὰ συνημμένως ἀμφότερα καὶ μετ’ ἀλλήλων καταλαμβάνεται. τὸ γὰρ ἀπαύγασμα πάντως τινός ἐστιν ἀπαύγασμα, καὶ ὁ χαρακτὴρ, πάντως τινός ἐστι χαρακτήρ. ὥσπερ τοίνυν οὐκ ἃν ἀπαύ- γασμα εἴη τὸ φῶς, μὴ οὔσης τῆς καταυγαζούσης αἰτίας, οὕτως ἡ ἀπαυγάζουσα φύσις οὐκ ἃν καθ’ ἑαυτὴν νοηθείη, μὴ συνεπινοουμένου τοῦ ἀπαυγάσματος. ὁμοίως δὲ καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως δείκνυσι, καὶ ἡ ὑπόστασις διὰ χαρακτῆρος γνωρίζεται, οὕτω καὶ ἡ τοῦ Θεοῦ δύναμις χωρὶς Θεοῦ αὐτοῦ οὐ δύναται, καὶ Θεὸς χωρὶς τῆς δυνάμεως νοηθῆναι φύσιν οὐκ ἔχει. ὁ τοίνυν ἓν τῶν κατὰ τὴν συζυγίαν ταύτην σημαινομένων μὴ αὐτῷ λέγων, συνανεῖλε πάντως τῇ δυνάμει καὶ τὸ λειπόμενον.
- supplement.45
k Ἀλλὰ μὴν λέγουσιν οἱ τῆς ἀσεβείας προστάται ὅτι Υἱὸς ποτὲ οὐκ ἦν. εἰ οὖν οὐκ ἦν ὁ Υἱὸς, πάντως οὐδὲ ὁ Πατὴρ ἦν. εἰ οὐκ ἦν τὸ ἀπαύγασμα, οὐδὲ τὸ ἀπαυγάζον ἦν. εἰ οὐκ ἦν ὁ χαρακτὴρ, πάντως οὐδὲ ἡ ὑπόστασις ἦν. εἰ οὐκ ἦν δύναμις, οὐκ ἦν σοφία· ὧν ἄνευ Θεὸς οὐκ ἔστι, κατασκευάζεται διὰ τούτων μὴ 1 αὐτοῦ Θεὸν, ὁ ἐπὶ πάντων Θεὸς, πῶς ἦν; οὐ γάρ ἐστιν ἐννοῆσαι, οὐ δόξαν ἀλαμπῆ, οὐχ ὑπόστασιν ἀχαρακτηριστον, οὐκ ἄνευ σοφίας σοφὸν, οὐκ ἄνευ δυνάμεως δυνατὸν, οὐκ ἄπαιδα Πατέρα. οὐκοῦν ἀποδέδεικται διὰ τῶν εἰρημένων, ὅτι ὁ τὸν Υἱὸν ἀθετῶν, συναθετεῖ τὸν Πατέρα. ὅπου δὲ οὔτε ὁ Υἱὸς δοξάζεται, οὐδὲ ὁ Πατὴρ αὐτοῦ πιστεύεται, καθόλου ἡ θεότης ἠθέτηται. τὸ δὲ ἀθετεῖν τὴν θεότητα, οὐδενὸς ἄλλου ἣ Ἐπικουρείου ἐστίν. οὐκοῦν Ἐπικούρειοι οἱ δογματισταὶ τῆς ἀπάτης ἀναπεφήνασιν, οἱ διὰ τῆς εἰς τὸν μονογενῆ Υἱὸν ὕβρεως, τὰς ὑπεροχὰς τῷ Πατρὶ χαριζόμενοι.
- supplement.46
Ἀθανασίου ἐκ τῶν τατὰ Ἀρειανῶν. Γενέσθω τις ἐντρέπων τοὺς Ἀρειανοὺς εἰ τὸ ἐκ τοῦ Θεοῦ καὶ ἴδιον αὐτοῦ γέννημα θέμις εἰπεῖν ἐξ οὐκ ὄντων, ἣ ὅτι τὸ ἐκ τοῦ Θεοῦ ἐπισυμβέβηκεν αὐτῷ, ἵνα καὶ τολμήσας εἴπῃ ὅτι οὐκ ἔστιν ἀεὶ ὁ Υἱός. καὶ γὰρ ἐν τούτῳ πάλιν τὰς ἀνθρώπων ἐννοίας ὑπεραναβέβηκεν ἡ τοῦ Υἱοῦ γέννησις. ἡμεῖς μὲν γὰρ τῶν ἰδίων τέκνων ἐν χρόνῳ γινόμεθα πάτερες· ἔπει καὶ αὐτοὶ οὐκ ὄντες πρότερον, ὕστερον γεγόναμεν. ὁ δὲ Θεὸς ἀεὶ ὢν, ἀεὶ τοῦ Τίοῦ Πατήρ ἐστι. καὶ τῶν μὲν ἡ γέννησις, ἐκ τῶν ὁμοίως ὄντων ἔχει τὴν πίστιν. ἐπειδὴ δὲ “ οὐδεὶς “ οἶδε τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τίς ἐπιγινώσκει, “ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν ὁ Υἱὸς, ἀποκαλύψῃ, διὰ τοῦτο οἱ ἅγιοι ὧς ἀπεκάλυψεν ὁ Υἱὸς, εἰκόνα τινὰ δεδώκασιν ἡμῖν ἐκ τῶν ὁρωμένων, λέγοντες, “ ὃς ὢν ἀπαύγασμα τῆς δόξης,” καὶ πάλιν, “ “ παρὰ σοὶ πηγὴ ζωῆς.” καὶ μικρὸν μέν ἐστι τὸ παράδειγμα καὶ ἀμυδρὸν λίαν πρὸς τὸ ποθούμενον, δυνατὸν δὲ ὅμως ἐξ αὐτοῦ πλέον τῆς ἀνθρώπου φύσεως κατανοεῖν, καὶ μὴ νομίζειν τὴν ἡμῶν αὐτοῦ καὶ τὴν τοῦ Υἱοῦ γέννησιν. τίς γὰρ δύναται κἂν λογίσασθαι μὴ αὐτοῦ ποτὲ τὸ ἀπαύγασμα, ἵνα καὶ τολμήσας εἴπῃ, μὴ αὐτοῦ ποτε τὸν Υἱὸν, ἣ ὅτι οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ; ἣ τίς ἱκανὸς διελεῖν ἀπὸ τοῦ ἡλίου τὸ ἀπαύγασμα, ἢ τὴν πηγὴν ἐπινοῆσαί ποτε τῆς ζωῆς ἔρημον, ἵνα καὶ μανεὶς εἴπῃ ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱὸς, ὁ λέγων, “ ἐγὼ εἰμὶ ἡ ζωή·” ἣ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας λέγων, “ ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα;” τίς τὴν πηγὴν μὴ ἐξ ἑαυτῆς γεγεννηκέναι τὴν σοφίαν, ἀλλ’ ἔξωθεν ἑαυτῆς κεκτῆσθαι ταύτην, ἵνα καὶ τολμήσῃ εἰπεῖν ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱός; τοῦτο γὰρ οὐκέτι πηγὴν ταύτην δείκνυσιν, ἀλλά τινα λάκκον ἔξωθεν ὥσπερ ὕδωρ λαβόντα καὶ κεχρημένον τῷ ὀνόματι τῆς πηγῆς. τίς δὲ οὐ συνορᾷ ὅτι τὰ μὲν κτιζόμενα καὶ ποιούμενα ἔξωθεν τοῦ ποιοῦντος· ὁ δὲ Υἱὸς, οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ γεννῶντος Πατρὸς ὑπάρχει;
- supplement.47
Διὸ περὶ μὲν τῶν κτιζομένων εἴρηται, “ ἐν ἀρχῇ ἐποίησεν ὁ “ τὸν οὐρανὸν καὶ τὴν γῆν.” περὶ δὲ τοῦ Υἱοῦ, αὐτὸς ὁ Πατὴρ λέγει, “ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.” καὶ “ Υἱός “ ἢ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.” καὶ ὁ Κύριος περὶ ἑαυτοῦ. “ πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.” ὁ τοίνυν Υἱὸς οὐ δὲ κτίσμα, οὐχ Υἱὸς, πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορὰ, καὶ ουδ ἃν εἴη ὁ αὐτὸς Υἱὸς ἰὸς καὶ κτίσμα· ἰνα μὴ ἐκ τοῦ Θεοῦ καὶ ἔξωθεν τοῦ Θεοῦ, ἡ οὐσία αὐτοῦ νομίζηται. ἀρ’ οὖν μάτην γέγραπται τὸ “ Κύριος ἔκτισέ με,” τοῦτο γὰρ πάλιν Ἀρειανοὶ περιβομβοῦσιν ὡς ἀγέλη κωνώπων. οὐχί γε οὐ μάτην γέγραπται, ἀλλὰ καὶ μάλα ἀναγκαίως. καὶ γὰρ καὶ κτίζεσθαι λέγεται, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος, τὴν δὲ διάνοιαν ταύτην εὑρήσει, ὁ καὶ τὸν καιρὸν καὶ τὸ πρόσωπον, καὶ τὴν χρείαν τῶν γεγραμμένων ἐρεύνων.
- supplement.48
Ὁ μὲν οὐν καιρὸς, ὅτι ἀεὶ ὢν Κύριος, ἐπὶ συντελείᾳ τῶν αἰώνων γέγονεν ἄνθρωπος. ἡ δὲ χρεία, ὅτι τὸν ἡμῶν θάνατον καταργῆσαι θέλων, ἔλαβεν ἑαυτῷ σῶμα ἐκ τῆς παρθένου Μάριας, ἵνα τοῦτο προσενέγκας θυσίαν ὑπὲρ πάντων, τῷ Πατρὶ καταλλάξῃ πάντας ἡμᾶς, ὅσοι φόβῳ θανάτου, διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. τὸ δὲ πρόσωπον τοῦ μὲν Σωτῆρος ἐστί· τότε δὲ λέγεται ὅτε λοιπὸν τὸ σῶμα λαβὼν λέγει· “ Κύριος ἔκτισέ με.” ὡς Υἱῷ Θεοῦ ὄντι ἁρμόζει καλῶς τὸ ἀιδίως εἶναι, οὕτως ἀνθρώπῳ γενομένῳ πρέπουσα φωνὴ τὸ “ Κύριος ἔκτισέ με.” αἰώνιον φῶς ἐστὶν ὁ Θεὸς, οὔτε ἀρξάμενον, οὔτε λῆξον ποτέ. οὐκοῦν αἰώνιον σύνεσιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον κα ἀειγενὲς, ὅπερ ἐστιν ἡ λέγουσα σοφία, “ ἐγὼ ἤμην ᾗ προσέχειρε.” καὶ αὖθις αἰωνίου τοῦ Πατρὸς, αἰώνιος ὁ Υἱός ἐστιν, φῶς ἐκ φωτὸς ὤν. ὄντος γὰρ γονέως, ἔστι καὶ τέκνον· εἰ δὲ μὴ τέκνον εἴη, πῶς καὶ τίνος αὐτοῦ δύναται γονεύς; ἀλλ’ εἰσὶν ἄμφω καὶ εἰσὶν ἀεί. φωτὸς μὲν οὖν ὄντος τοῦ Θεοῦ, ὁ Χριστός ἐστιν ἀπαύγασμα. Πνεύματος δὲ ὄντος, “ Πνεῦμα γὰρ ὁ Θεὸς,” ἀναλόγως πάλιν ὁ Χριστὸς λέγεται· ἀτμὶς γάρ ἐστιν τῆς τοῦ Θεοῦ δυνάμεως. καὶ γε ὡς μὲν πρὸς τὴν πηγὴν, ποταμὸς ὁ Υἱὸς λέγεται. “ ὁ ποταμὸς γὰρ “ Θεοῦ ἐπληρώθη ὑδάτων·” πρὸς δὲ τὸ φῶς, ἀπαύγασμα. μόνος οὖν ἀεὶ ὁ Υἱὸς συνὼν τῷ Πατρὶ, καὶ τοῦ ὄντος πληρούμενος, καὶ αὐτός ἐστιν ὢν ἐκ τοῦ Πατρός· ζωὴ ἐκ ζωῆς ἐγεννήθη, καὶ ὥσπερ ποταμὸς ἀπὸ πηγῆς ἔρρευσε, καὶ ἀπὸ φωτὸς ἀσβέστου λαμπρὸν φῶς ἀνήφθη.
- supplement.49
Ἀρειανοὶ δὲ τολμῶσι διαιρεῖν καὶ ἀλλότριον τὸν Υἱὸν τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἀιδιότητος λέγειν, καὶ τρεπτὸν εἰσάγειν οἱ ἄθεοι. οὐ βλέποντες ὅτι ταῦτα λέγοντες οὐκέτι ποιοῦσιν αὐτὸν ἓν μετὰ τοῦ Πατρὸς, ἀλλὰ μετὰ τῶν κτισμάτων. τίς γὰρ οὐχ ὁρᾷ ὅτι ἀδιαίρετον ἐστὶ τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, καὶ ἴδιον αὐτῷ συνυπάρχει τοῦτο φύσει. καὶ οὐκ ἐπιγέγονεν ὕστερον. ἴδιος καὶ ἀδιαίρετος τῆς τοῦ Πατρὸς οὐσίας, ὁ Υἱὸς, ὡς ἔστιν ὁ λόγος πρὸς ’τον νοῦν, καὶ ο ποταμὸς πρὸς τὴν πηγὴν. εἰ μὲν οὑν διαιρεῖν καὶ ἀποξενοῦν τὸν λόγον καὶ τὸν νοῦν τίς δύναται, ὡς αὐτοῦ τὸν νοῦν ἄλογον, ἢ τὸν λόγον ἄνουν· ἢ τὸν ποταμὸν καὶ τὴν πηγὴν χωρίσαι καὶ τείχισας διελεῖν. ἣ ’τον ποταμὸν ετερουσιον εἰπεῖν πρὸς τὴν πηγὴν, καὶ ξένον τὸ ὕδωρ δεῖξαι. ἣ τὸ ἀπαύγασμα διελεῖν ἀπὸ τοῦ φωτὸς, καὶ εἰπεῖν ἐξ ἑτέρας οὐσίαι ἐστὶ, καὶ οὐκ ἐκ τοῦ φωτὸς, μαινέσθω μετὰ Ἀρείου. εἰ δὲ ἀδιαίρετα ταῦτα οἶδεν ἡ φύσις, μηδὲ τὸν λόγον ἀποξενούτω ἀπὸ τοῦ πυρὸς, εἰ πηγὴ καὶ φῶς ὁ Θεὸς, οὐ θέμις εἰπεῖν οὔτε τὴν πηγὴν ξηρὰν, οὔτε τὸ φῶς χωρὶς αὐγῆς, ἵνα μὴ ἄσοφος καὶ ἀφεγγὴς ἦ ὁ Θεός.
- supplement.50
Ἀϊδίου οὖν ὄντος τοῦ Πατρὸς, ἀνάγκη καὶ τὸν Υἱὸν ἀΐδιον αὐτοῦ. ἃ γὰρ ἃν ἐν τῷ Πατρὶ νοήσωμεν, ταῦτα καὶ ἐν τῷ Υἱῷ αὐτοῦ· οὐκ ἀμφίβολον λέγοντος αὐτοῦ τοῦ Κυρίου, “ πάντα ὅσα ἔχει ὁ “ Πατὴρ ἐμά ἐστι.” τίς τολμήσει λέγειν τὸ ἀπαύγασμα καὶ ἀνόμοιον; οὐκοῦν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστάσεως χαρακτὴρ ὑπάρχων ὁ Υἱὸς, ἀδιαλώβητὸν τε καὶ ἀπαράσημον τὸ θεῖον ἐν ἑαυτῷ παρέδειξε κάλλος, διαρρήδην εἰπὼν, “ ἐγὼ ἐν τῷ Πατρὶ “ ὁ Πατὴρ ἐν ἐμοὶ ἐστί. καὶ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,” δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς φύσιν καταθρήσαιμεν ἄν. καὶ ὥσπερ ἐστὶ σοφία καὶ δύναμις Πατρὸς, οὕτως ἃν εἴη καὶ δόξα τῆς τοῦ τεκόντος οὐσίας, ἀφράστως ἀπηυγασμένος, καὶ τὴν ὅθεν ἐξέφυ δι’ ἑαυτοῦ κατασημαίνων φύσιν, καθάπερ τίς ἡλίου βολὴ, καὶ φωτὸς ἀπαύγασμα τῆς προέντος διεκκύπτον οὐσίας, καὶ ὡς ἐκείνῳ λοιπὸν τὸ ἐξ οὗπέρ ἐστι διὰ τῆς εἰς ἄκρον ἐμφερείας καὶ ταὐτοειδοῦς ποιότητος, εὖ μάλα νοούμενον. ἀλλὰ ταῦτα μὲν ἄν τις εἴποι καὶ πλείω τούτων τοῖς θεομάχοις ἀντικαθιστάμενος.
- supplement.51
Γρηγορίου Νύσησ εἰσ τὸν Ἀβραάμ. Ὁ δὲ λόγος ἡμῖν, καθάπερ τίς πῶλος δυσπειθὴς καὶ δυσήνιος, τῆς εὐθείας περιτραπεὶς καὶ πολλοῖς κύκλοις ἐκ πλαγίων διασκιρτήσας, πάλιν εἰς τὴν εὐθεῖαν ἀγέσθω, πόθεν δὲ ἄρα καὶ ἐξετράπη.
- supplement.52
Κυρίλλου. Ἐλέγομεν ὅτι τοῖς μὲν ἀρχαιοτέροις ὁ Θεὸς διὰ Μώσεως τεθέσπικε καὶ τῶν προφητῶν· ἡμεῖς δὲ γεγόναμεν κατὰ τὴν τοῦ προφήτου φωνὴν διδακτοὶ Θεοῦ. διδάσκαλον γὰρ ἐσχήκαμεν αὐτὸν τὸν ἐκ Θεοῦ Λόγον ἐνανθρωπίσαντα δι’ ἡμᾶς, τὸν ποιητὴν τῶν αἰώνων, τὸ τῆς πατρικῆς δόξης ἀπαύγασμα, τὸν χαρακτῆρα τῆς ὑποστάσεως· ταῦτα περιοδικῶς θεωρήσαντες προσθήσομεν τὰ ἐχόμενα τάδε ἐστι.
- supplement.53
Φερῶν τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.
- supplement.54
Χρυσοστόμου. Εἰπὼν ἀνωτέρω ὅτι δι’ αὐτοῦ ἐποίησε τὰ πάντα, ἐνταῦθα δίδωσιν αὐτῷ τὴν αὐθεντίαν, καὶ τὸ μετὰ ταύτης ἅπαντα κυβερνᾷν, καὶ ὅπερ ἐστιν, ὅρα ἴδιον τοῦ Πατρὸς, τοῦτο προσάπτει καὶ τῷ Υἱῷ. διὰ γὰρ τοῦτο οὐχ ἁπλῶς εἶπε, “ φέρων τὰ πάντα,” οὐδὲ εἶπε τῇ δυνάμει αὐτοῦ, ἀλλὰ προσέθηκε “ τῷ καὶ οὐχ ἁπλῶς, ἀλλὰ “ τῷ ῥήματι τῆς δυνάμεως.” πρώην ἡμῖν ἀνῄει κατὰ μικρὸν καὶ κατῄει, οὕτω καὶ νῦν. ἐπειδὴ γὰρ τὸ μέγα τι περὶ αὐτοῦ εἰπεῖν, ἄναρχον αὐτὸν ἐποίει ὐπολαμβάνεσθαι, πρότερον θεὶς τὰ ταπεινὰ, τότε ἐπάγει. “ φέρων τὲ τὰ “ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ·” ὁ γὰρ ῥήματι μόνῳ πάντα διακυβερνῶν, οὐκ ἃν δεηθείη τινὸς εἰς τὸ παραγαγεῖν τὰ πάντα. “ εἶπεν ὁ Θεὸς γενηθήτω φῶν,” ὁ Πατήρ φησιν ὁ δὲ Υἱὸς ὑπήκουσεν· ἀλλ’ ἰδοὺ καὶ ἐνταῦθα ῥήματι αὐτὸς ποιεῖ. “ φέρων,” γάρ φησι, “ τὰ πάντα,” τουτέστι κυβερνῶν· τὰ διαπιπτοντα συγκράτει. του γὰρ ποίησαι ’τον κόσμον οὐχ ἧττον ἐστι τὸ συγκρατεῖν. ἀλλ’ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν καὶ μεῖζον. τὸ γὰρ τὰ γεγονότα εἰς τὸ μὴ εἶναι μέλλοντα χωρεῖν, συνέχειν καὶ συνάπτειν πρὸς ἄλληλα διαστασιάζοντα, τοῦτό ἐστι τὸ μέγα καὶ πολλῆς δυνάμεως τεκμήριον. εἶτα τὸ εὔκολον δηλῶν, οὐκ εἶπε κυβερνῶν, ἀλλὰ “ φέρων,” ἀπὸ μεταφορᾶς τῶν ἁπλῶς τῷ τί κινούντων, καὶ ποιούντων περιφέρεσθαι. ἐνταῦθα καὶ τὸν ὄγκον τῆς κτίσεως ἔδειξε μέγαν ὄντα, καὶ τὸ μέγα οὐδὲν αὐτῷ ὄν. εἶτα πάλιν τὸ ἀπονητὶ δείκνυσιν εἰπὼν “ τῷ ῥήματι τῆς “ αὐτοῦ.” καὶ καλῶς εἶπε “ τῷ ῥήματι.” ἐπειδὴ γὰρ τὸ ῥῆμα παρ’ ἡμῖν ψιλὸν εἶναι δοκεῖ, δείκνυσιν ὅτι οὐκ ἔστι ψιλὸν ἐπὶ Θεοῦ. τὸ δὲ πῶς τῷ ῥήματι φέρει, οὐκέτι προσέθηκεν, οὐδὲ γὰρ δυνατὸν εἰδέναι. τοιοῦτόν τι καὶ Ἰωάννης πεποίηκεν· εἰπὼν γὰρ ὅτι Θεός ἐστιν, ἐπήγαγε τῆς κτίσεως τὴν δημιουργίαν. ὅπερ γὰρ ἐκεῖνος ἠνίξατο εἰπὼν, “ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πάντα δι’ αὐτοῦ ἐγένετο,” τοῦτο καὶ οὗτος διὰ τοῦ ῥήματος καὶ τοῦ εἰπεῖν, “ δι’ οὗ καὶ τοὺς “ αἰῶνας ἐποίησεν, ἐνέφηνε. καὶ γὰρ καὶ δημιουργὸν καὶ πρὸ πάντων ὄντα τῶν αἰώνων αὐτὸν δείκνυσι. τι οὑν ὅταν περὶ μὲν τοῦ Πατρὸς λέγῃ ὁ προφήτης, " ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος “ σὺ ἐμ, περὶ δὲ τοῦ Υἱοῦ, ὅτι πρὸ πάντων ἐστὶ τῶν αἰώνων καὶ τῶν ἁπάντων δημιουργὸς, τι ἃν εἴποιεν οἱ Χριστομάχοι; μᾶλλον δὲ ὃ περὶ τοῦ Πατρὸς ἐλέγετο, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ ἴδοι τίς ἃν εἰρημένον. καὶ ὅπερ ἐκεῖνος φησὶ, “ ζωὴ ἦν,” τὸ διακρατητικὸν τῆς κτίσεως δηλῶν, ὅτι πάντων ἐστιν ἡ ζωὴ, τοῦτο καὶ οὗτος φησὶν, “ φέρων τὰ πάντα τῷ ῥήματι “ τῆς δυνάμεως αὐτοῦ,” τουτέστιν ἡνιοχῶν, οἰκονομῶν, συγκρατῶν, καὶ διαβαστάζων. οὐ γὰρ δὴ μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάντα παρήγαγεν, ἀλλὰ καὶ γενομένων προνοεῖ, κἂν Ἕλληνες τῆς δημιουργίας αὐτῆς τὸ εἰς αὐτοὺς ἧκον ἀποστερῶσιν αὐτὸν καὶ τῆς προνοίας, μέχρι σελήνης συγκλείοντες αὐτοῦ τὴν δύναμιν.
- supplement.55
Θεοδώρητοσ. Οὐ γὰρ μόνον τὰ πάντα πεποίηκεν, ἀλλὰ καὶ ἰθύνει αὐτὰ καὶ κυβερνᾷ. τὴν δὲ τῆς δυνάμεως ὑπερβολὴν ἔδειξεν, εἰρηκὼς ἀρκεῖν αὐτῷ λόγον εἰς τὴν ἁπάντων δημιουργίαν τε καὶ προμήθειαν. αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. ταύτης τῆς θεολογίας τὸ ἀναμφίλεκτον ὁρῶντες οἱ τὰ Ἀρείου φρονοῦντες, τῶν ἀποστολικῶν θησαυρῶν ἐκβαλεῖν τήνδε τὴν Ἐπιστολὴν ἐπειράθησαν. οὗ δὴ χάριν ἡμεῖς ταῖς εὐαγγελικαῖς αὐτὴν συμφωνοῦσαν διδασκαλίαις ἐδείξαμεν. ὁ μέν τοι θεῖος Ἀπόστολος οὕτω τὰ περὶ τῆς θείας διεξελθὼν φύσεως, ἐπὶ τὰ ἀνθρώπεια μεταβαίνει, διδάσκων τὸ τῆς οἰκονομίας μυστήριον.
- supplement.56
Δἰ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.
- supplement.57
Χρυσοστόμου. Εἰπὼν περὶ τῶν θαυμαστῶν ἐκείνων καὶ μεγάλων τῶν ἀνωτάτω, λέγει λοιπὸν καὶ περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ κηδεμονίας. μάλιστα μὲν γὰρ καὶ ἐκεῖνο καθολικὸν ἦν, τὸ φέρον τὲ τὰ πάντα, πλὴν ἀλλὰ τοῦτο πολλῶ μεῖζον. καὶ τοῦτο δὲ καθολικόν· τὸ γὰρ αὐτοῦ μέρος πάντες ἐπίστευσαν· ἐπεὶ καὶ ὁ Ἰωάννης εἰπὼν ζωὴν, καὶ τὴν πρόνοιαν δηλώσας, πάλιν λέγει· “ καὶ “ ἦν,” τὸ αὐτὸ τοῦτο δηλῶν. δύο δὲ ἐνταῦθα τίθησιν ὁ Παῦλος τῆς τοῦ Χριστοῦ κηδεμονίας τεκμήρια μέγιστα, τό τε καθαρίσαι τῶν ἁμαρτιῶν ἡμᾶς, καὶ τὸ δι’ ἑαυτοῦ τοῦτο ποιῆσαι. οὐ γὰρ ἄλιον ἔπεμψε φησὶ διακονοῦντα, ἀλλὰ δι’ ἑαυτοῦ καθαρισμὸν εἰργάσατο. μέγα μὲν καὶ τὸ καθαρίσαι, μεῖζον δὲ τὸ δι’ ἑαυτοῦ· καὶ πολλαχοῦ ὄψει τὸν Παῦλον ἐπὶ τούτῳ σεμνυνόμενον, οὐ μόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι· καὶ γὰρ ὄντως μέγα τὸ δῶρον, μεῖζον δὲ γεγένηται τῷ διὰ τοῦ Υἱοῦ. εἰπὼν δὲ ὅτι ἐποιήσατο καθαρισμὸν τῶν ἁμαρτίων, καὶ ἀναμνήσας του σταύρου, ταχέως ’τον πέρι τῆς αναστάσεως καὶ ἀναλήψεως λόγον ἐπήγαγεν, εἰρηκὼς, ἐκάθισεν ἐν τοῖς ὑψηλοῖς. καὶ ὅρα τὴν σύνεσιν αὐτοῦ τὴν ἄφατον, οὐκ εἰπεν ἐκελεύσθη καθίσαι, ἀλλ’ ἐκάθισε. τι δέ ἐστιν “ ἐν ὑψηλοῖς;" ἆρά εἰς τόπον περικλείει τὸν Θεόν; ἄπαγε· ἀλλ’ ὥσπερ εἰπὼν ἐν δεξιᾷ, οὐκ ἐσχημάτισεν αὐτὸν, ἀλλὰ τὸ ὁμότιμον ἔδειξε τὸ πρὸς τὸν Πατέρα, οὕτως εἰπὼν ἐν ὑψηλοῖς, οὐ περιέκλεισεν αὐτὸν ἐκεῖ, ἀλλὰ τὸ πάντων ἔδειξεν ὑψηλότερον, καὶ πάντα ὑπεραναβεβηκότα· ὡσεὶ ἔλεγεν, εἰς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν.
- supplement.58
Ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ αὐτός. ἡ γὰρ συνεδρία, οὐδὲν ἕτερον δείκνυσιν ἣ τὸ ὁμότιμον. “ ἐκάθισε,” “ ἐν δεξιᾷ τῆς μεγαλωσύνης.” ὅρα οἵοις ὀνόμασι κέχρηται, τῆς οὐσίας αὐτῆς ὄνομα εὑρών· οὔτε γὰρ ἡ μεγαλωσύνη, οὔτε ἡ δόξα, τὸ ὄνομα παρίστησιν, ἀλλὰ βούλεται μὲν εἰπεῖν, οὐκ ἔχει δὲ εὑρεῖν. καὶ τί θαυμαστὸν εἰ ἐπὶ Θεοῦ, ὅτου γε οὐδὲ ἐπὶ Ἀγγέλου εὕροι τίς ἃν ὄνομα τῆς οὐσίας δηλωτικὸν, τάχα δὲ οὐδὲ ἐπὶ ψυχῆς; οὐ γάρ μοι δοκεῖ τοῦτο τὸ ὄνομα παραστατικὸν αὐτῷ τῆς οὐσίας αὐτῆς, ἀλλὰ τοῦ ψυχήν. τὴν γὰρ αὐτὴν καὶ ψυχὴν καὶ καρδίαν καὶ νοῦν καλουμένην ἴδοι τις ἄν. “ καρδίαν γάρ,” “ καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός.” οὐ μόνον δὲ ταῦτα ἀλλὰ καὶ πνεῦμα πολλαχοῦ ἴδοις ἂν λεγομένην αὐτήν. καθ’ ἡμᾶς μὲν οὖν ἡ ἐκ δεξιῶν καθέδρα τοῦ Θεοῦ, ἤτοι τοῦ Υἱοῦ, τὴν πρὸς τὸν Πατέρα ὁμοτιμίαν παρίστησιν. εἰ δὲ λέγουσιν οἱ αἱρετικοὶ, ὅτι εἶπε “ κάθου,” ἐρώμεθα αὐτούς· τί οὖν ἑστῶτι εἶπεν; ἀλλ’ οὐκ ἃν ἔχοιεν δεῖξαι. ἄλλως δὲ, οὐκ εἶπεν ὅτι ἐκέλευσεν, ἢ προσέταξεν, ἀλλ’ ὅτι εἶπε· καὶ τοῦτο εἶπε δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἵνα μὴ ἄναρχον αὐτὸν νομίσῃς καὶ ἀναίτιον. ὅτι γὰρ διὰ τοῦτο εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας. εἰ γὰρ ἐλάττωσιν ἤθελε δηλῶσαι, οὐκ ἃν εἶπεν ἐκ δεξιῶν ἀλλ’ ἐξ ἀριστερῶν.
- supplement.59
Βασιλείου πρὸσ Ἀσφιλόχιον. Τὸ γὰρ δεξιὸν, οὐ τὴν κάτω χώραν δηλοῖ ὡς ὁ τούτων λόγος, ἀλλὰ τὴν πρὸς τὸ ἶσον σχέσιν· οὐ σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου, οὕτω γὰρ ἄν τι καὶ σκαιὸν ἐπὶ τοῦ Θεοῦ εἴη, ἀλλ’ ἐκ τῶν τιμίων τῆς προεδρίας ὀνομάτων τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς παριστῶντος τοῦ λόγου. ὁ τοίνυν τὸ τῆς ἀξίας ὑποδεὲς διὰ τῆς φωνῆς ταύτης δηλοῦσθαι λέγων, μανθανέτω “ ὅτι Χριστὸς Θεοῦ δύναμις, καὶ “ Θεοῦ σοφία,” καὶ ὅτι εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ ἀπαύγασμα τῆς δόξης, καὶ ὅτι τοῦτον ὁ Πατὴρ ἐσφράγισεν. ὁ Θεὸς ὀλὸν ἀυτῶ ἑαυτὸν ἐντυπώσας, τὰς τοιαύτας μαρτυρίας ταπεινωτικὰς εἶναι φῶμεν, ἣ ὧσπέρ τινας ἀναρρήσεις τὸ μεγαλοπρεπὲς τοῦ μονογενοῦς καὶ τὸ πρὸς τὸν Πατέρα τῆς δόξης ἴσον ἀνακηρύττειν. ἀκουέτω δὲ καὶ αὐτοῦ τοῦ Κυρίου σαφῶς, ὁμότιμον ἑαυτοῦ τὴν δόξαν τῷ Πατρὶ παριστῶντος, ἐν τῷ λέγειν, “ ὁ ἑωρακὼς ἐμὲ, “ ἑώρακε τὸν Πατέρα.” καὶ πάλιν· “ ὅταν ἔλθῃ ὁ Υἱὸς ἐν τῇ “ δόξῃ τοῦ Πατρὸς,” καὶ “ ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν “ Πατέρα.” καὶ “ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονο- “ γένους παρὰ Πατρός·” καὶ “ ὁ μονογενὴς ὁ ὣν ἐν τῷ κόλπῳ τοῦ “ Πατρός·“ ὧν ὑμηδὲν πολογησάμενος ὁ Χριστομάχος, τὴν τοῖς ἐχθροῖς ἀφωρισμένην χώραν τῷ Υἱῷ προστίθησιν. κόλπος μὲν γὰρ πατρικὸς, Υἱῷ καθέδρα πρέπουσα· ἡ δὲ τοῦ ὑποποδίου χώρα, τοῖς ἐπιδεομένοις τῆς ὑποστάσεως.
- supplement.60
Ἡμεῖς μὲν οὖν, ἐφ’ ἕτερα τὴν ὁρμὴν ἔχοντες, περιτρεχόντως τῶν μαρτυριῶν τούτων ἐφηψάμεθα. ἔξεστι δέ σοι κατὰ σχολὴν συναγαγόντι τὰς ἀποδείξεις, τὸ τῆς δόξης ὕψος καὶ τὸ τῆς δυνάμεως ὑπερέχον τοῦ μονογενοῦς κατιδεῖν. καί τοι εὐγνώμονι ἀκροατῇ, οὐδὲ ταῦτα μικρὰ, εἰ μή τις σαρκικῶς καὶ ταπεινῶς ἐξακούοι τοῦ δεξιοῦ καὶ τοῦ κόλπου, ὥστε τόπῳ τε τὸν Θεὸν περιγράφειν, καὶ ἀναπλάττειν σχῆμα καὶ τύπον, καὶ σχέσιν σωματικήν ἃ παραπολὺ τῆς ἐννοίας τοῦ ἁπλοῦ καὶ ἀπείρου καὶ ἀσωμάτου διώρισται. πλήν γε δὴ, ὅτι τὸ τῆς ἐννοίας αὐτοῦ ταπεινὸν ἔπι τε Πατρὸς καὶ Υἱοῦ παραπλήσιον. ὥστε οὐ καθαιρεῖ τοῦ Υἱοῦ τὴν ἀξίαν, ἀλλὰ προσλαμβάνει τὸ κρῖμα τῆς εἰς τὸν Θεὸν βλασφημίας ὁ τὰ τοιαῦτα διεξιών. ἐν οἷς γὰρ ἃν κατατολμήσῃ τοῦ Υἱοῦ, ταῦτα ἀνάγκη αὐτῷ μετατιθέναι πρὸς τὸν Πατέρα. ὁ γὰρ τῷ Πατρὶ τὴν ἄνω χώραν εἰς προεδρίαν ἀποδιδοὺς, τὸν δὲ μονογενῆ Υἱὸν ὑποκαθῆσθαι λέγων, πάντα ἀκολουθοῦντα ἕξει τὰ σωματικὰ συμπτώματα τῷ ἑαυτοῦ ἀναπλασμῷ. εἰ δὲ ταῦτα οἰνοπλήκτων καὶ ἐκ φρενίτιδος παραφόρων τὸν νοῦν τὰ φαντάσματα, πῶς εὐσεβῶς τὸν τῇ φύσει, τῇ δόξῃ, τῷ ἀξιώματι συνημμένον, μὴ μετὰ Πατρὸς προσκυνεῖν καὶ δοξάζειν τοὺς παρ’ αὐτοῦ διδαχθέντας, ὅτι ὁ μὴ τιμῶν τὸν Υἱὸν, ἀτιμᾷ τὸν Πατέρα; τί γὰρ φήσομεν; τίνα δὲ δικαίαν ἕξομεν ἀπολογίαν ἐπὶ τοῦ φοβεροῦ δικαστηρίου, εἰ τοῦ Κυρίου σαφῶς ἐπαγγελλομένου ἥξειν ἐν τῇ δόξῃ τοῦ Πατρὸς, καὶ Στεφάνου θεασαμένου Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ τοῦ Πατρὸς λέγοντος “ Κάθου ἐκ δεξιῶν μου,” καὶ Παύλου ἐν πνεύματι διαμαρτυρουμένου περὶ Χριστοῦ, ὅτι “ ἔστιν ἐν δεξιᾷ “ τοῦ Θεοῦ,’ καὶ τοῦ Ἁγίου Πνεύματος μαρτυροῦντος ὅτι “ ἐκά- “ θισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ,” ἡμεῖς τὸν σύνθρονον καὶ ὁμότιμον ἀπὸ τῆς πρὸς τὸ ἴσον σχέσεως ἐπὶ τὸ κάτω καταβιβάζομεν; οἶμαι γὰρ τὴν μὲν στάσιν καὶ τὴν καθίδρυσιν τὸ πάγιον τῆς φύσεως καὶ πάντῃ στάσιμον ὑποφαίνειν, καθ’ ὃ καὶ ὁ Βαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ διεξαγωγῆς ἐνδεικνύμενος, ἔφη· τὸ, “ συγκαθήμενος εἰς τὸν αἰῶνα.” καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα, τὴν δεξιὰν δὲ χώραν δηλοῦν τὸ τῆς ἀξίας ὁμότιμον, πῶς οὖν οὐ τολμηρὸν τῆς κατὰ τὴν κοινωνίαν δοξολογίας ἀποστερεῖν, ὡς ἐν ἐλάττονι χώρᾳ τιμῆς τετάχθαι ἄξιον ;
- supplement.61
Θεοδωρίτου. Τὸν μονογενῆ τὸν τῷ γεννηκότι συνόντα, τὸν τῶν ἁπάντων δημιουργόν τε καὶ πρύτανιν, τὸν ἐν ἑαυτῷ δεικνύντα τὸν Πατέρα, ὃς ἐνανθρωπίσας τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν, καὶ οὐ διὰ μόσχων ἣ κριῶν ἀλλὰ διὰ τοῦ τιμίου αὐτοῦ αἵματος ἡμᾶς καθαρίσας, ἐκάθισεν ἐν ὑψηλοῖς. τοῦτο δὲ ἀνθρωπίνως εἴρηται· ὕψιστος γὰρ ὣν, ἐταπείνωσεν ἑαυτὸν, καὶ Θεὸς ἃν ἐνηνθρώπισεν· οὐ ταπεινὸς ὣν ὑψώθη, οὐδὲ ἄνθρωπος ὣν, Θεὸς ἐγένετο· ἀλλ’ ὡς μὲν Θεὸς, δεσπότης ἦν τῶν ὅλων ἀεὶ, ὡς δὲ ἄνθρωπος, προσέλαβε δόξαν ἥν περ εἶχεν ὡς Θεός. “ Πάτερ,” γάρ φησιν, “ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ “ σοὶ, καὶ ᾔτησεν οὐ λαβεῖν ἅπερ οὐκ εἰχεν, ἀλλ’ ἅπερ δειχθῆναι.
- supplement.62
Βασιλείου κατὰ Ἀπολιναρίου. Καὶ τὸ “ κάθου ἐκ “ μου,” οὐκ ἀνθρώπου μὲν τὸ ἀξίωμα, ἀλλὰ Θεοῦ. ἀλλ’ ἐπειδὴ τὸ τοῦ Θεοῦ ἀξίωμα, ἀνθρώπου γέγονεν ἀξίωμα, ἵνα τὸ τοῦ ἀνθρώπου ἀξίωμα, Θεοῦ ἀξίωμα πιστευθῇ, εἴρηται “ κάθου ἐκ δεξιῶν “ μου,” καὶ “ δόξασόν με Πάτερ τῇ δόξῃ τῇ ἀϊδίῳ.” οὐ χωρισθεὶς τῆς δόξης τοῦτο λέγει, ἀλλ’ ἐν ἀδόξῳ σώματι γεγονὼς, ἵνα δείξῃ οὐ χωριζομένην τῆς θεικῆς δόξης τὴν τοῦ δούλου μορφὴν, ἀλλὰ ταύτην ἐπιδεικνυμένην· διὸ λέγει, “ καὶ ἐδόξασα καὶ πάλιν δο- “ ξάσω·” μίαν τὴν πρὸ σώματος καὶ ἐν σώματι δόξαν δεικνύς.
- supplement.63
Τοῦ αὐτοῦ κατὰ Ἀρειανῶν. Καὶ ἡ δεξιὰ καθέδρα τὸ γνήσξιον τοῦ Υἱοῦ σημαίνει, καὶ τὸ τὴν θεότητα τοῦ Πατρὸς ταύτην εἶναι τοῦ Υἱοῦ. τήν τε γὰρ τοῦ Πατρὸς βασιλείαν βασιλεύων ὁ Υἱὸς ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ κάθηται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, “ Θεός ἐστιν ὁ Λήος,” καὶ “ ὁ βλέπων “ Υἱὸν, βλέπει τὸν Πατέρα.” καὶ οὕτως εἷς Θεός ἐστιν. ἐκ δεξιῶν οὖν καθήμενος, ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα, ἀλλ’ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει καὶ λέγει πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι. διὰ τοῦτο καὶ ἐκ δεξιῶν καθήμενος ὁ Υἱὸς, ὁρᾷ τὸν Πατέρα καὶ αὐτὸν ἐκ δεξιῶν, κἂν ὡς ἄνθρωπος γενόμενος λέγει, “ προορώμην τὸν Κύριον ἐνώ- “ πιόν μου, ὅτι ἐκ δεξιῶν μου ἐστὶ διὰ παντός.” δείκνυται γὰρ πάλιν καὶ ἐν τούτῳ, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῶ.
- supplement.64
τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
- supplement.65
Θεοδβρήτου. Καὶ τοῦτο κατὰ τὸ ἀνθρώπινον εἴρηκεν· ὡς γὰρ Θεὸς, ποιητὴς Ἀγγέλων καὶ δεσπότης Ἀγγέλων· ὡς δὲ ἄνθρωπος, μετὰ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, κρείττων Ἀγγέλων ἐγένετο, ἐπειδὴ καὶ ἐλάττων ἦν Ἀγγέλων διὰ τὸ πάθημα τοῦ θανάτου. ὥσπερ τοίνυν ἐλάττων ἦν Ἀγγέλων ὡς ἄνθρωπος, ἐπειδὴ ἐκεῖνοι μὲν ἀθάνατον ἔχουσι φύσιν, αὐτὸς δὲ τὸ πάθος ὑπέμεινεν, οὕτω μετὰ τὴν εἰς οὐρανοὺς ἀνάβασιν κρείττων Ἀγγέλων ἐγένετο. ἐκάθισε γὰρ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας· ποιεῖται δὲ τὴν σύγκρισιν καὶ ἐκ τῶν ὀνομάτων ὁ θεῖος Ἀπόστολος· οὕτω καὶ τὴν πρὸς τοὺς προφήτας παρεξέτασιν ἐποιήσατο, Υἱὸν δείξας τὸν δεσπότην Χριστόν· οὕτω καὶ ἐπὶ τῶν Ἀγγέλων τῆς υἱότητος μνημονεύει, καὶ ταύτῃ δείκνυσι τὸ διάφορον. “ κεκληρονόμηκε,” γάρ φησι, “ διαφορώτερον ὄνομα,” τὸ τῆς υἱότητος δηλαδή· κατὰ τὸ ἀνθρώπινον δὲ εἴρηκε τὸ “ κεκληρονόμηκε·” ὁ γὰρ φύσιν Υἱὸς, οὐ κατὰ χάριν τοῦτο λαμβάνει· ἔχει γὰρ αὐτὸ κατὰ φύσιν· ἀλλ’ ὡς ἔφην ἤδη, τὰ θεῖα διδάξας, ἐνταῦθα τὰ περὶ τῆς οἰκονομίας διέξεισι, καὶ διδάσκει, ὡς αὐτὸς καὶ ποιητὴς πάντων ὡς Θεὸς, καὶ κληρονόμος πάντων ὡς ἄνθρωπος, καὶ δημιουργὸς Ἀγγέλων ὡς Θεὸς, καὶ κρείττων γέγονε τούτων ὡς ἄνθρωπος, καὶ φύσει Υἱός· καὶ λαμβάνει τοῦτο πάλιν ὡς ἄνθρωπος ὅπερ εἶχεν ὡς Θεός.
- supplement.66
Ἀθανασίου κατὰ Ἀρειανῶν. Ἀρειανοὶ δὲ τὰ ἀποστολικὰ ταῦτα ῥητὰ ἄνω καὶ κάτω προφέροντες, καὶ πλανώμενοι περὶ τὴν διάνοιαν, ἐνόμισαν ἐκ τούτων κτίσμα καὶ ποίημα καὶ ἕνα τῶν γενητῶν εἶναι καὶ τὸν τοῦ Θεοῦ Λόγον. δεῖ δὲ ὡς ἐπὶ πάσης τῆς θείας γραφῆς, οὕτω καὶ ἐνταῦθα, καθ’ ὃν εἶπε ταῦτα ὁ Ἀπόστολος καιρὸν, καὶ τὸ πρόσωπον καὶ τὸ παράδειγμα, δι’ ὅπερ ἔγραψε, πιστῶς ἐκλαμβάνειν ἴνα μὴ παρα ταυτα η καὶ παρ’ ἕτερον τι τούτων ἀγνοῶν ὁ ἀναγινώσκων, ἔξω τῆς ἀληθινῆς διανοίας γένηται. τοῦτο γὰρ ὁ φιλομαθὴς ἐκεῖνος εὐνοῦχος εἰδὼς, παρεκάλει τὸν Φίλιππον, λέγων, “ δέομαι σου περὶ τίνος ὁ προφήτης λέγει, περὶ “ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;” ἐφοβεῖτο γὰρ μὴ πρόσωπον ἐκλαβὼν τὴν ἀνάγνωσιν, πλανηθῇ τῆς ὀρθῆς διανοίας· καὶ οἱ μαθηταὶ δὲ θέλοντες τὸν καιρὸν τῶν λεγομένων μαθεῖν, παρεκάλουν τὸν Κύριον λέγοντες, “ εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τι τὸ σημεῖον τῆς “ σῆς παρουσίας;” καὶ αὐτοὶ γὰρ ἀκούοντες παρὰ τοῦ Σωτῆρος τὰ περὶ τοῦ τέλους, ἤθελον μαθεῖν καὶ τὸν καιρὸν, ἵνα μήτε αὐτοὶ πλανῶνται, ἀλλὰ καὶ τοὺς ἄλλους διδάσκειν δυνηθῶσι. μαθόντες γοῦν διωρθώσαντο μέλλοντας πλανᾶσθαι τοὺς ἀπὸ τῆς Θεσσαλονίκης.
- supplement.67
Ὅταν μὲν m εἰ τῶν τοιούτων τίς ἔχῃ καλῶς τὴν γνῶσιν, ὀρθὴν ἔχει καὶ ὑγιαίνουσαν τὴν τῆς πίστεως διάνοιαν. ἐὰν δὲ παρ’ ἕτερόν τις ἐκλαμβάνῃ τούτων, εὐθὺς εἰς αἵρεσιν ἐκπίπτει. παρὰ καιρὸν οὖν ἐπλανήθησαν, οἱ μὲν περὶ Ὑμέναιόν καὶ Ἀλέξανδρον, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι· οἱ δὲ Γαλάται, μετὰ τὸν καιρὸν ἀγαπήσαντες τὴν περιτομήν· παρὰ πρόσωπον δὲ πάσχουσι μέχρι νῦν Ἰουδαῖοι, νομίζοντες περὶ ἑνὸς ἐξ αὐτῶν λέγεσθαι τὸ “ ἰδοὺ ἡ “ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν.” καὶ ὅταν τὸ “ προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς,” νομίζωσι περὶ ἑνὸς τῶν λέγεσθαι, τὸ δὲ “ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,” μανθάνωσι παρὰ τοῦ Φιλίππου, ἀλλ’ ὑπολαμβάνωσι περὶ τοῦ Ἡσαΐου λέγεσθαι, ἣ περὶ ἄλλου τινὸς τῶν γενομένων προφητῶν.
- supplement.68
Τοιαῦτα δὴ οὖν καὶ οἱ Χριστομάχοι παθόντες εἰς μυσαρὰν αιρεσιν εκππτωκασιν. εἰ γὰρ ἐγνώκεισαν τὸ τε πρόσωπον καὶ τὸ πρᾶγμα, καὶ τὸν καιρὸν τοῦ ἀποστολικοῦ ῥητοῦ, οὐκ ἃν τὰ ἀνθρώπινα εἰς τὴν θεότητα ἐκλαμβάνοντες τοσοῦτον ἠσέβουν οἱ ἄφρονες. τοῦτο δὲ δυνατὸν ἰδεῖν, εἰ τὴν ἀρχὴν τοῦ ἀναγνώσματός τις ἐκλάβοι. περὶ τοῦ καιροῦ γὰρ καθ’ ὃν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὅτε καὶ τῶν ἁμαρτιῶν καθαρισμὸς γέγονε, μνημονεύει τὸ ἀποστολικὸν ῥητὸν, πότε ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, καὶ πότε γέγονε καθαρισμὸς μετὰ τοὺς προφήτας ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. εἶτα τοῦ διηγήματος ὄντος περὶ τῆς κἄ ἡμᾶς οἰκονομίας, λέγων περὶ τῶν ἐσχάτων καιρῶν, ἀκολούθως ἐμνημόνευσεν, ὅτι μήτε τοὺς προτέρους χρόνους ἐσιώπησε τοῖς ἀνθρώποις ὁ Θεός. ἐλάλησε γὰρ αὐτοῖς διὰ τῶν προφητῶν· καὶ ἐπειδὴ καὶ προφῆται διηκόνησαν, καὶ δι’ Ἀγγέλων ὁ νόμος ἐλαλήθη, καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε, καὶ ἦλθε διακονῆσαι, ἀναγκαίως ἐπήγαγε, “ τοσούτῳ κρείττων γενόμενος “ τῶν Ἀηέλων.” διεξελθὼν ὅτι ὅσον υἱὸν διαφέρει δούλου, τῆς διακονίας τῶν δούλων ἡ τοῦ υἱοῦ διακονία κρείττων γέγονε. τὴν διακονίαν ἄρα κρίνων ὁ Ἀπόστολος τῆς τε παλαιᾶς καὶ καινῆς, παρρησιάζεται πρὸς Ἰουδαίους γράφων καὶ λέγων, “ τοσούτῳ κρείτ- “ των γενόμενος τῶν ἀγγέλων.”
- supplement.69
Κυρίλλου. Τὸ μὲν γὰρ Ἄγγελοι ὄνομα λειτουργίας ἐστὶ σημαντικὸν, οἰκετικόν τε ἡμῖν ὑπεμφαίνει μέτρον. ὁ δέ γε Υἱὸς τὴν ἐκ Πατρὸς ὕπαρξιν, οὐσιώδη καὶ φυσικὴν δηλοῖ. διὰ τοῦτο γοῦν οὐδὲ συγκριτικῶς εἴρηκε μείζων ἣ τιμιώτερος· ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τίς λογίσηται· ἀλλὰ κρείττων εἴρηκεν, ἵνα τὸ διαλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ γνωρίσῃ. καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων γραφῶν, τοῦ μὲν Δαβὶδ ψάλλοντος, “ κρείσσων ἡμέρα μία ἐν ταῖς “ σου ὑπὲρ χιλιάδας.” τοῦ δὲ Σολομῶντος ἀναφωνοῦντος, “ κρείσ- “ σῶν σοφία λίθων πολυτελῶν·” πῶς γὰρ οὐχ ἑτεροούσια καὶ ἄλλα τὴν φύσιν, ἡ σοφία, καὶ οἱ ἀπὸ γῆς λίθοι; ποία δὲ συγγένεια ταῖς ἐν οὐρανοῖς αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις; οὕτως ἄρα οὐδεμία συγγένεια τοῦ Υἱοῦ πρὸς τοὺς Ἀγγέλους ἐστί. μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τὸ “ κρείττων,” ἀλλὰ διακριτικῶς διὰ τὸ διαλάττον τῆς τούτου φύσεως ἀπ’ ἐκείνων. καὶ αὐτὸς οὖν ὁ Ἀπόστολος τὸ “ κρεἱττων ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ, ἣ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων, ὅτι ὁ μὲν, Υἱὸς, τὰ δὲ, δοῦλα· καὶ ὁ μὲν, ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ἐν δεξιᾷ κάθηται· τὰ δὲ, ὡς δοῦλα παρέστηκε καὶ ἀποστέλλεται καὶ λειτουργεῖ.
- supplement.70
τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦτ’ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὣν αὐτοῦ. καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα “ γενόμενος,” οὐ γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε. εἰ μὲν γὰρ ἁπλῶς εἰρήκει γενόμενος καὶ ἐσιώπησεν, ἦν πρόφασις τοῖς Ἀρειανοῖς. ἐπειδὴ Υἱὸν προείρηκε δι’ ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ γενόμενος ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ κρείττων συνῆψε τῷ γενόμενος. ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν· εἰδὼς ὡς ἐπὶ ὁμολογουμένως γνησίου υἱοῦ ὁ λέγων τὸ γενόμενος ἰσον τῷ γεγενῆσχθαι ὅτι ἐστὶ κρείττων λέγει· τὸ μὲν γὰρ γενητὸν οὐ διαφέρει, κἂν λέγῃ τίς γέγονεν ἣ πεποίηται, τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητά· εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγονται. οὔτι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ υἱοῦ ἐν τῷ πατρί. καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία γραφὴ, ἐπὶ μὲν τῶν γενητῶν λέγουσα “ πάντα πάντα δι’ αὐτοῦ ἐγένετο,” καὶ “ πάντα ἐν σοφίᾳ ἐποίησεν.” ἐπὶ δὲ τῶν υἱῶν τῶν γεννητῶν, “ ἐγένοντο τῷ ἰακὼβ υἱοὶ ἑπτὰ καὶ θυγα- “ τέρες τρεῖς. καὶ Ἀβραὰμ δὲ ἢν ἑκατὸν ἐτῶν ὅτε ἐγένετο αὐτῶ Ισαἀκ ὁ υἱὸς αὐτοῦ.
- supplement.71
Οὐκοῦν εἰ τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ πατρὸς οὐσίας μόνος ἴδιον γέννημα ὁ υἱὸς, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ γενόμενος πρόφασις. κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζονται πάλιν λέγειν, συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ. ὥστε τὸν Υἱὸν τῆς τῶν Ἀγγέλων εἶναι φύσεως, αἰσχυνθήσονται μὲν προηγουμένως ὡς Οὐαλεντίνου καὶ Καρποκράτους φθεγγόμενοι· ὣν, ὁ μὲν, τοὺς Ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ, ὁ δὲ, Ἀγγέλους τοῦ κόσμου δημιουργοὺς εἶναι φησίν. παρ’ αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι, συγκρίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς Ἀγγέλοις. ἀλλ’ ἐντραπήσονται τοιαῦτα φανταζόμενοι, παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέ- γοντος, “ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν Υἱοῖς Θεοῦ, καὶ τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;” ἀκούσονται δὲ ὅμως ἐὰν ἄρα μάθωσιν ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὸ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν.
- supplement.72
Οὐδεὶς γοῦν Θεὸν συγκρίνει πρὸς ἄνθρωπον, οὐδὲ πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους διὰ τὸ ἀνόμοιον τῆς φύσεως. ἀλλὰ Θεὸς μὲν, ἀσύγκριτον ἐστὶ πρᾶγμα, ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον, καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις εἴποι ἐπὶ τούτων τὸ κρείττων, ἀλλὰ τὸ μᾶλλον καἰ τὸ πλέον. οὕτως Ἰωσὴφ ὡραῖος μᾶλλον ἢν παρὰ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ Ῥαχὴλ τῆς Λείας· καὶ ἀστὴρ ἀστέρος οὐ κρείττων, ἀλλὰ μᾶλλον διαφέρει ἐν δόξῃ. ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν τίς ταῦτα παραβάλῃ πρὸς ἄλληλα, τότε τὸ κρείττων πρὸς τὸ διαλλάττον λέγεται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται. εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ Ἀπόστολος τοσούτῳ μᾶλλον ὁ Υἱὸς τῶν Ἀγγέλων προάγει, ἢ τοσούτῳ μείζων ἐστὶν, ἦν ἃν ἡμῖν πρόφασις ὡς σνγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς Ἀγγέλους. νῦν δὲ λέγων κρείττονα αὐτὸν εἶναι, καὶ τοσούτῳ διαφέρειν, ὅσῳ διέστηκεν Υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν Ἀγγέλων φύσεως. λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν θεμελιώσαντα τὰ πάντα, δείκνυσιν αὐτὸν ἄλλον εἶναι πάντων τῶν γενητῶν. ἄλλου δὲ καὶ ἑτεροουσίου αὐτοῦ ὄντος, παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἣ ὁμοιότης πρὸς τὰ γενητά; διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Υἱὸς οὐκ εἴρηκεν, “ ὁ Πατήρ μου κρείττων μου “ ἐστιν;” ἵνα μὴ ξένον τίς τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβῃ. ἀλλὰ “ μείζων” εἶπεν, οὐ μεγέθει τινὶ, οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ αὐτοῦ τοῦ Πατρὸς γέννησιν· πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν “ μείζων “ ἐστὶν,” ἔδειξε πάλιν τῆς οὐσίας τὴν ἰδιότητα. καὶ ὁ Ἀπόστολος δὲ, οὐ τὴν οὐσίαν προηγουμένως τοῦ λόγου διακρίναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε, “ τοσούτῳ κρείττων γενόμενος τῶν Ἀγγέλων, ἀσύγκριτον γὰρ μᾶλλον δὲ ἄλλο ἐστιν, ἀλλὰ πρὸς τὴν ἔνσαρκον οἰκονομίαν τοῦ λόγου βλέπων καὶ τὴν τότε γενομένην παρ’ αὐτοῦ οἰκονομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον τοῖς πρότερον, ἵνα ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παρ’ αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παρὰ τούτου καὶ δι’ αὐτοῦ γενομένη χάρις, κρείττων τῆς δι’ Ἀγγέλων διακονίας γένηται. δοῦλον μὲν γὰρ ἢν ἀπαιτεῖν μόνον τοὺς καρποὺς, Υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθῆναι τὸν ἀμπελῶνα.
- supplement.73
Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς τὴν ἀλήθειαν. εἶδ’ ὅτι γέγραπται “ γενόμενος κερίττων,” τὸ “ γενό- “ μενος,” οὐ θέλουσιν ὡς περὶ υἱοῦ λεγόμενον, ἰσον ἀκοῦσαι τῷ ἐστὶν, ἣ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τὸ γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον, ἀκουέτωσαν πάλιν. εἰ μὲν ἐκ τῶν Ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπ’ αὐτοῦ ὡς ἐπ’ ἐκείνων τὸ γενόμενος καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω, ἀλλ’ ἔστωσαν ἣ καὶ αὐτοὶ Υἱοὶ, ἣ κἀκεῖνος Ἄγγελος. καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρὸς, ἣ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς λειτουργικὸν πνεῦμα, εἰς διακονίας ἀποστελλόμενος καὶ αὐτὸς τὰς ὁμοίας ἐκείνων. εἰ δὲ διίστησι τὸν Υἱὸν ὁ Παῦλος ἀπὸ τῶν γενητῶν λέγων, “ τίνι γὰρ εἶπε ποτὲ τῶν Ἀγγέ- “ λῶν, Υἱός μου εἰ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;” καὶ πάλιν· “ ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν.”
- supplement.74
Χρυσοστόμου. Τὸ γενόμενος ἐνταῦθα, ἀντὶ τοῦ ἀποδειχθεὶς εἶπεν· εἶτα καὶ ἰσχυρίζεται πόθεν, ἀπὸ τοῦ ὀνόματος. ὁρᾷς ὅτι οίδε τὸ υἱὸς ὄνομα τὴν γνησιότητα δηλοῦν. καὶ μὴν εἰ μὴ γνήσιος ἦν, καὶ ἐξ αὐτοῦ, οὐκ ἃν τοῦτο εἶπεν, οὐδὲ ἰσχυρίσατο. εἰ γὰρ χάριτι ἐστὶν υἱὸς, οὐ μόνον οὐ διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν Ἀγγέλων. πῶς; ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοὶ, καὶ τὸ υἱὸς ὄνομα, ἃν μὴ γνήσιος ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον. νῦν δὲ δηλῶν, ὅτι διαφορά ἐστι τίς κτίσματος καὶ δημιουργοῦ, τοὺς μὲν Ἀγγέλους λειτουργοὺς, τὸν δὲ Υἱὸν ὀνομάζει. τοῦτο δὲ εἰς τὴν σάρκα εἴρηται. τὸ γὰρ “ ἐγὼ ἔσομαι αύτῷ εἰς “ Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν,” τῆς ἐνανθρωπήσεως ἐστἰ παραστατικόν. τὸ δὲ υἱός μου εἰ σὺ, οὐδὲν ἕτερον δηλοῖ, ἣ ὅτι ἐξ αὐτοῦ ἐστί· καὶ τὸ “ ἐγὼ σήμερον γεγέννηκά σε,” δοκεῖ μοι καὶ τοῦτο εἰς τὴν σάρκα εἰρῆσθαι· ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται· καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὥσπερ οὖν καὶ ἡ θεότης τῶν ταπεινῶν· ὁ γὰρ ἄνθρωπος γενέσθαι μὴ ἀπαξιώσας, καὶ τὸ πρᾶγμα μὴ παραιτησάμενος, πῶς ἃν τὰ ῥήματα παρῃτήσατο; ὅτι δὲ κατὰ τὸ ἀνθρώπινον ταῦτα εἴρηκε, δῆλον. μέλλοντος γὰρ χρόνου τὸ “ ἔσομαι,” καὶ τὸ “ ἔσται μοι·” καὶ μέν τοι καὶ τὸ “ σήμερον γεγέννηκά σε,” οὐ τὴν αἰώνιον δῆλοῖ γέννησιν, ἀλλὰ τὴν τῷ χρόνῳ συνεζευγμένην.
- supplement.75
Αθανασίου κατὰ Ἀπολιναρίου. Ὥστε οὐ πάντως ὁ ποιητὴς τῶν Ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὣν ποτὲ, ἀλλ’ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιοποιήσατο, φυσικὴ γεννήσει κρείττων, ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γενέσεως, καὶ ἡμᾶς προσοικειοῦται, ὡς εἴρηται πρὸς τῶν ἁγίων, καὶ οἰκειοῖ τῷ Θεῷ, καὶ Θεοῦ κατὰ φύσιν γέγονεν ἰδίᾳ, οὐχ ὁμοούσιος οὖσα ἡ σὰρξ τῆς τοῦ Λόγου θεότητος ὡς συναΐδιος, ἀλλ’ ἰδίᾳ κατὰ φύσιν γενομένη καὶ ἀδιαίρετος κατὰ ἕνωσιν ἐκ σπέρματος Δαβὶδ καὶ Ἀβραὰμ, ἐξ οὗ καὶ ἡμεῖς γεγενήμεθα. τὴν οὖν ἐν αὐτῷ ἀνατείλασαν τοῦ δούλου μορφὴν κρείττονα Ἀγγέλων ἣ καὶ πάσης τῆς κτίσεως ἐπεδείξατο. ἐπειδήπερ εἰκὼν ἦν τοῦ Θεοῦ τοῦ ἀοράτου, γέγονε καὶ πρωτότοκος πάσης τῆς κτίσεως. διὸ καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ ἐν αὐτῷ τὸ πάθος γέγονε· καὶ αὐτός ἐστιν ὁ ἐλευθερωτὴς τοῦ πάθους καὶ τοῦ θανάτου, καὶ δι’ αὐτοῦ τὰ πάντα γέγονε, “ καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς “ Ἐκκλησίας, ὅς ἐστι πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται,” φησὶν “ ἐν πᾶσιν αὐτὸς πρωτεύωι.”
- supplement.76
Ἀθανασίου κατὰ Ἀρειανῶν. Ἐνταῦθα τίνι οὐκ ἔστι φανερὸν, ὡς οὐκ ἐπὶ τῆς οὐσίας τοῦ Λόγου ἔλεγε τὸ γενόμενος, ἀλλ’ ἐπὶ τῆς διὰ τοῦ n γενομένης διακονίας; αὐτὸς γὰρ Λόγος ὣν γέγονε σάρξ· οὕτω γενόμενος ἄνθρωπος, γέγονε τοσοῦτο κρείττων ἐν τῇ διακονίᾳ, τῆς διὰ τῶν Ἀγγέλων γενομένης διακονίας, ὅσῳ διαφέρει δούλων, υἱὸς καὶ δημιουργὸς τῶν δημιουργουμένων. ὥστε παυέσθωσαν ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ λαμβάνειν τὸ “ γε- “ νόμενος.” οὐκ ἔστι γὰρ τῶν γενητῶν· καὶ γνώτωσαν ὅτι τῆς διακονίας καὶ τῆς γενομένης οἰκονομίας, σημαντικὸν ἐστὶ τὸ “ γενόμενος.” πῶς δὲ γέγονε κρείττων ἐν τῇ διακονίᾳ, κρείττων ὣν τῇ φύσει παρὰ τὰ γενητὰ, δείκνυσι τὰ προειρημένα. καὶ ὅτι οὐ τὴν οὐσίαν αὐτοῦ σημαίνει γεγενῆσθαι ὁ Παῦλος, ὁ εἰδὼς αὐτὸν υἱὸν καὶ σοφίαν, καὶ ἀπαύγασμα, καὶ εἰκόνα τοῦ Πατρὸς, ἀλλ’ εἰς τὴν τῆς διαθήκης διακονίαν τὸ γενόμενος λογίζεται καθ’ ἣν ὁ ποτὲ βασιλεύων θάνατος κατηργήθη. καὶ κατὰ τοῦτο δὲ κρείττων ἡ δι’ αὐτοῦ διακονία γέγονεν, “ ὅτι καὶ τὸ ἀδύνατον “ τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν “ πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,” ἐκστήσας ἀπ’ αὐτῆς τὸ παράπτωμα, ἐν ᾧ διὰ παντὸς ᾐχμαλωτίζετο ὥστε μὴ δέχεσθαι τὸν θεῖον νοῦν· τὴν δὲ σάρκα δεκτικὴν τοῦ Λόγου κατασκευάσας, ἐποίησεν ἡμᾶς μηκέτι κατὰ σάρκα περιπατεῖν ἀλλὰ κατὰ Πνεῦμα, ὡς λέγειν ἡμᾶς, “ ἡμεῖς δὲ, οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ’ ἐν “ Πνεύματι.” καὶ ὅτι “ ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς εἰς τὸν κόσμον, “ οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα πάντας λυτρώσηται, καὶ “ σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.” τότε γὰρ ὡς ὑπεύθυνος ὁ κόσμος ἐκρίνετο ὑπὸ τοῦ νόμου· ἄρτι δὲ ὁ Λόγος εἰς ἑαυτὸν ἐδέξατο τὸ κρίμα, καὶ τῷ σώματι παθὼν ὑπὲρ πάντων, σωτηρίαν τοῖς πᾶσιν εχαρισατο.
- supplement.77
τοῦτο δὲ βλέπων κέκραγεν ὁ Ἰωάννης λέγων· “ ὁ νόμος διὰ Μώσεως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.” κρείττων δὲ ἡ χάρις ἢ ὁ νόμος, καὶ ἡ ἀλήθεια παρὰ τὴν σκιάν. τὸ δὲ κρείττων οὐχ οἷόν τε δι’ ἑτέρου τινὸς γενέσθαι, ἢ διὰ τοῦ Υἱοῦ τοῦ καθημένου ἐν δεξιᾷ τοῦ Πατρός. θεασάσθωσαν γοῦν τὴν διὰ τοῦ Χριστοῦ χάριν, καὶ ἐπιγνώτωσαν καὶ ἐκ τῶν ἔργων μαρτυρούμενον αὐτὸν, ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, μόνος δὲ αὐτὸς Υἱὸς ἀληθινός. ὁ νόμος δι’ Ἀγγέλων ἐλαλήθη, καὶ οὐδένα τετελείωκε, δεόμενος τῆς τοῦ Λόγου ἐπιδημίας ὡς εἴρηκεν ὁ Παῦλος· ἡ δὲ τοῦ Λόγου ἐπιδημία τετελείωκε τὸ ἔργον τοῦ Πατρός· καὶ τότε μὲν ἀπὸ Ἀδὰμ μέχρι Μώσεως ὁ θάνατος ἐβασίλευσεν, ἡ δὲ τοῦ Λόγου παρουσία κατήργησε τὸν θάνατον· καὶ οὐκέτι ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν· ἐν δὲ τῷ Χριστῷ πάντες ζωοποιούμεθα. καὶ τότε μὲν ἀπὸ Ἀδὰμ ο μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, καὶ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς ἦν ὁ Θεός. νῦν δὲ “ πᾶσα ἡ γῆ πεπλήρωται τῆς “ περὶ Θεοῦ γνώσεως,” καὶ πεπλήρωται τὸ “ ἔσονται “ Θεοῦ.” καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα· ἄρτι δὲ ἡ πεφανέρωται. εἰκότως οὖν τὸ “ κρείττων,” τῷ Κυρίῳ τῷ κρείττονι καὶ ἄλλῳ παρὰ τὰ γενητὰ τυγχάνοντι. κρείττων γὰρ ἡ δι’ αὐτοῦ θυσία, ἡ ἐν αὐτῷ ἐλπὶς, αἱ δι’ αὐτοῦ ἐπαγγελίαι, οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγκρινόμεναι, ἀλλ’ ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι. ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας κρείττων τῶν γενητῶν ἐστιν. ὥστε τὸ γενόμενος κρείττων ἀκούοντας, μὴ ἀρχήν τινα τοῦ γενέσθαι ἐπινοεῖν τοῦ Λόγου, μηδὲ ὅλως ἐκ τούτου γενητὸν αὐτὸν φαντάζεσθαι, ἀλλ’ ἐπὶ τῆς διακονίας καὶ οἰκονομίας ὅτε γέγονεν ἄνθρωπος νοεῖν τὸ λεγόμενον· ὅτε γὰρ ἦλθεν ἵνα διακονήσῃ, καὶ πάσι σωτηρίαν χαρίσηται, τότε η ὕπερ ἤμων αὐτοῦ οἰκονομία κρείττων γέγονε τῶν Ἀγγέλων· καὶ τὸ “ γέγονεν” οὐ τὴν οὐσίαν τοῦ Λόγου γενητὴν σημαίνει, ἀλλὰ τὴν γενομένην ἐκ τῆς ἐνανθρωπήσεως πρὸς ἡμᾶς εὐεργεσίαν.
- supplement.78
Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
- supplement.79
Ὁ μὲν Κύριος τὴν παρουσίαν αὐτοῦ τὴν ἔνσαρκον, ἔξοδον καλεῖ, ὡς ὅταν λέγῃ “ ἐξῆλθεν ὁ σπείρων,” καὶ πάλιν “ ἐγὼ ἐκ τοῦ Πα- “ τρὸς ἐξῆλθον καὶ ἥκω.” ὁ δὲ Παῦλος νῦν εἴσοδον τὴν τῆς σαρκὸς ὀνομάζει ἀνάληψιν. εἴσοδον δὲ ὅταν ἀκούῃς, μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ’ οἰκονομίας συγκατάβασιν. ὁ γὰρ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ποῦ ἃν εἰσέλθοι; ἀλλὰ τὴν διὰ τῆς οἰκονομίας φανέρωσιν οὕτω καλεῖ. τί δὲ δήποτε περὶ τοῦ αὐτοῦ διαφόρως τῷ λόγῳ κέχρηται, καὶ κατὰ τί οὕτως εἴρηται, δῆλόν ἐστι καὶ ἀπ’ αὐτῶν τῶν σημαινομένων· ὁ μὲν γὰρ Χριστὸς, ἔξοδον τὴν ἑαυτοῦ παρουσίαν εἰκότως καλεῖ· ἔξω γὰρ ἦμεν τοῦ Θεοῦ. καὶ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσμῶται προσκεκρουκότες τῷ βασιλεῖ ἔξω ἑστήκασιν· ὁ δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον τούτους εἰσάγων, ἁλλ’ αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἃν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἐξελθὼν γὰρ πρὸς ἡμᾶς, τουτέστι σάρκα ἀναλαβὼν, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καθαρίσας τῶν ἁμαρτημάτων καὶ καταλλάξας· διὰ τοῦτο ἔξοδον τὸ τοιοῦτον καλεῖ.
- supplement.80
Ὁ δὲ Παῦλος εἴσοδον τὴν οἰκονομίαν ὀνομάζει, ἀπὸ μεταφορᾶς τῶν τινὰ κληρονομίαν παραλαμβανόντων καὶ κτῆσιν· τὸ γὰρ εἰπεῖν “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” τοῦτο ἐστὶ δηλοῦντος, ὅταν ἐγχειρίσῃ αὐτῷ τὴν οἰκουμένην, τότε γὰρ αὐτὴν ἐκτίσατο πᾶσαν, ὅτε καὶ ἐγνώσθη· πλὴν οὐ περὶ τοῦ Θεοῦ Λόγου ταῦτα λέγει, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα εἰκότως· εἰ γὰρ “ ἐν τῷ κόσμῳ ἦν” κατὰ τὸν Ἰωάννην, “ καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, πῶς ἑτέρως ἃν εἰσήχθη ἀλλ’ ἣ ἐν σαρκί; ὅτε δὲ εἰσβέβηκεν εἰς τὸν κόσμον ὁ ὑπάρχων ἐν αὐτῷ, ἣ ὅτε γέγονεν ἐκ γυναικὸς κατὰ σάρκα, καὶ κόσμου κεχρημάτικε μέρος, ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, οὐκ ἀποβεβληκὼς ὅπερ ἦν, προσλαβὼν δὲ μᾶλλον ὅπερ οὐκ ἦν, ὁ δι’ ἡμᾶς ἄνθρωπος καὶ ἐκ γυναικὸς, ὁ ἐν τοῖς καθ’ ἡμᾶς καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὁ ἐλεύθερος καὶ ἐν δούλου μορφῇ, ὁ ἐν ὑφέσει τῇ καθ’ ἡμᾶς, καὶ ἐν ταῖς τῆς θεότητος ὑπεροχαῖς, ὁ ἑαυτὸν καθεὶς πρὸς κένωσιν, καὶ ἐκ τοῦ ἰδίου πληρώματος διανέμων τοῖς ἁγίοις τὰ ἀγαθὰ, ὁ ἑαυτὸν ταπεινώσας καὶ σύνθρονος τῷ Πατρὶ, ὁ προσκυνῶν μεθ’ ἡμῶν ἀνθρωπίνως, καὶ προσκυνούμενος θεικῶς, οὐκ ἐν γῇ μόνον ἀλλὰ καὶ ἐν οὐρανοῖς· “ ὅταν γάρ,” φησιν, “ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκου- “ μένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ.” τίς εἰσβέβηκεν τὴν οἰκουμένην; τίνα δὲ ὅλως εἰσκεκόμισται τρόπον; οὐ παρὰ πάσης κτίσεως προσκυνούμενος; μυσταγώγησον ἡμᾶς, Ἰωάννη μακάριε, λέγων, “ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος “ ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, πάντα δι’ αὐτοῦ ἐγένετο. ἀλλ’ ὅτι μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόρρητον ἔχει τὴν γέννησιν ὁ ἐξ αὐτοῦ Λόγος, Θεός τέ ἐστιν κατὰ φύσιν καὶ δημιουργὸς τῶν ὅλων, ἐμάθομεν ἐν τούτοις. πῶς οὖν εἰσβέβηκεν εἰς τὴν οἰκουμένην, ἣ πῶς γέγονε πρωτότοκος ὁ μονογενὴς, ἐπιφέρει τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν ἀφήγησιν, καὶ δὴ καὶ φησὶν, “ καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν “ ἡμῖν,” ὃ νήψεως ἁγιοπρεποῦς. ἐπειδὴ γὰρ ἔφη σάρκα γενέσθαι τὸν τοῦ Θεοῦ Λόγον, ἵνα μή τις ὑπολάβῃ τροπὴν αὐτὸν ὑπομεῖναι καὶ εἰς τὴν τῆς σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἐπήνεγκεν εὐθὺς, “ καὶ ἐσκήνωσεν ἐν ἡμῖν.”
- supplement.81
Οὐκοῦν μεμένηκεν ἀναλλοίωτος ὡς Θεὸς, πλὴν κεκοινώνηκε σαρκὸς καὶ αἵματος καθ’ ἡμᾶς. σαρκὶ δὲ φαμὲν ἡνῶσθαι τὸν Λόγον ψυχὴν ἐχούσῃ τὴν λογικήν· ἵνα ὧσπέρ ἐστιν ἐν θεότητι τέλειος, οὕτω καἰ ἐν ἀνθρωπότητι τέλειος ἦ. γέγονε γὰρ ἄνθρωπος οὐχ ἵνα μόνης προνοήσῃ σαρκὸς, ἀλλ’ ἵνα καὶ αὐτὴν ἡμῖν ἀνασώσῃ τὴν ψυχὴν, ἀπαλλάξῃ τε οὕτω καὶ θανάτου καὶ ἁμαρτίας· καὶ ὁ ἰδίσοτητι φυσικῇ τῆς οἰκουμένης ἁπάσης διενεγκὼν, ἔξω τε αὐτῆς ὑπάρχων κατὰ φύσιν ἰδίαν, καθὸ νοεῖται Θεὸς, εἰσβέβηκεν εἰς αὐτὴν μέρος κόσμου πεφηνὼς ὡς ἄνθρωπος. πλὴν οὐ διὰ τοῦτο τῆς θείας ἀπώλησθε n δόξης. προσκυνεῖται γὰρ ὡς μονογενὴς, κἂν εἰ καλεῖται πρωτότοκος, ὅπερ ἐστὶν ἐναργῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις, ὅτι μάλιστα πρέπον. ἆρ’ οὖν ὡς ἄνθρωπον μόνον προσκυνήσωμεν τὸν Ἐμμανουήλ; μὴ γένοιτο. λῆρος γὰρ τοῦτο καὶ ἀπάτη καὶ πλάνησις. διοίσομεν δὲ κατ’ οὐδὲν τῶν τῆ κτίσει λελατρευκότων παρὰ τὸν κτίσαντα καὶ ποιητὴν, εἰ ὡς ἀνθρώπῳ ψιλῷ καὶ ἑνὶ τῶν καθ’ ἡμᾶς προσοίσομεν τὴν προσκύνησιν τῷ Ἐμμανουήλ. καὶ αὐτὴ δὲ τῶν Ἀγγέλων ἡ ἄνω πληθὺς τοῖς εἰς τοῦτο μανίας ἥκουσι συντετάξεται προστάττονται γαρ προσκυνεῖν ἀυτῷ.
- supplement.82
Ἇρ᾿ οὖν οὐκ ἐννοεῖς ὅτι ἐν προσλήψει σαρκὸς καὶ αἵματος γεγονὼς ὁ Υἱὸς, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ τοῦτο ὑπάρχων ἐπιγινώσκεται παρὰ τῶν ἄνω ταγμάτων. εἰ γὰρ εἰὅεσαν οὐκ ὄντα Θέον αἱ ἄνω δυνάμεις, οὐδὲ φύσει καὶ ἀληθῶς Υἱὸν, τὸν ἐκ σπέρματος Δαρὶδ κατὰ σάρκα, πῶς ἃν ἠνέσχοντο προσκυνεῖν αὐτόν ; οὔκουν ὃν προσκυνοῦσιν Ἀγγελοι μὴ ἀτιμάσῃς αὐτὸς, ἕτερον εἰναι λέγων υἱὸν κατὰ μόνας καὶ ἰδικῶς. πίστευε δὲ μᾶλλον ὡς εἱς καὶ μόνος ἐστὶν Ἰησοῦς Χριστὸς. ὁ αὐτὸς ἐκ Πατρὸς θεικῶς κατὰ τὴν ἄφραστον γέννησιν, καὶ ἐκ γυναικὸς κατὰ σάρκα, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. προσκυνεῖται ὡς Θεὸς κατὰ φύσιν, καὶ ἐν τῷ καθ’ ἡμᾶς πεφηνὼς σχήματι, τῆς ἀμφοῖν εἰς ἑνότητα συνδρομῆς οὐκ ἀνικάνως ἐχούσης πρὸς τὸ ἀφανίσαι τυχὸν τὸ ἔσθ’ ὅτε λυποῦν εἰς μόνης ἡμᾶς ἀνθρωπότητος ὑποψίαν. προσλαβοῦσα γὰρ ἡ τοῦ Λόγου φύσις τὸ ἀνθρώπινον, οὐκ ἀνθρωπότης ἔσται ψιλὴ, νικῶσα δὲ μᾶλλον ἰδίᾳ δόξῃ τὸ προσληφθὲν, ἐν ἀκλονήτῳ σώζεται διαμονῇ τῆς θεοπρεποῦς ὑπεροχῆς. ταῦτα φρονοῦντες οἱ μαθηταὶ προσεκύνουν λέγοντες· “ ἀληθῶς Θεοῦ Υἱὸς εἶ.” καίτοι βάδην ἰόντα βλέποντες καὶ ἐν σαρκὶ καθ’ ἡμᾶς. ἐπ’ ἄκρου γὰρ δὴ διέθει κύματος παραδόξως ὡς Θεός.
- supplement.83
Ἐρεῖ δὲ ἴσως ὁ τῆ τοιᾷδε δόξῃ μαχόμενος, καὶ τίς ἦν ὁ λέγων πρὸς τὴν ἐκ Σαμαρείας γυναῖκα, “ ἡμεῖς προσκυνοῦμεν ὃ οἴδα- “ μὲν;” εἶτα πῶς ἔσται προσκυνητὸς ὁ τοῖς προσκυνοῦσι συντεταγμὲνος; ἐγὼ δὲ φαίην ἃν, ὅτι τὸ τίς ἢν ὅλως ἐπὶ Χριστοῦ λεγόμενον, ἀμαθές. μεμέρισται γὰρ οὐδαμῶς. ὁ δὲ τῷ γυναίῳ προσλαλῶν, ὁ εἷς τε καὶ μόνος Κύριος ἦν Ἰησοῦς Χριστὸς, ἐκ τῆς προσκυνούσης ἀνθρωπότητος, καὶ ἐκ τῆς προσκυνουμένης θεότητος, τὸ εἶναί τε καὶ ὀνομάζεσθαι Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ἀληθὲς ἔχων ἐν ἑαυτῷ. ἀμέλει ᾗ μέν ἐστι Θεὸς, νοοῖτ’ ἂν ὑπάρχων αὐτὸς ὁ τῆς δόξης Κύριος, ᾗ δὲ γέγονεν ὁ κατὰ μέθεξιν Θεοῦ δοξαζόμενος ἄνθρωπος, ἐδεῖτο καὶ δόξης, λέγων “ Πάτερ δόξασόν σου τὸν Υἱόν. ἀλλ’ “ εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,” κατὰ τὸ γεγραμμένον. ὥσπερ οὖν ἐστι μία πίστις ἡ ἐν Χριστῷ, καὶ ἓν ἀληθῶς τὸ βάπτισμα, καί τοι βαπτιζομένων καὶ πεπιστευκότων ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, κατὰ τὸν αὐτὸν οἶμαι λόγον, μία προσκύνησις ἡ Πατρὸς καὶ ἐνανθρωπίσαντος Υἱοῦ καὶ Ἁγίου Πνεύματος. ἐξωσθήσεται γὰρ οὐδαμῶς τοῦ προσκυνεῖσθαι, πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων Ἀγγέλων ὁ μονογενὴς διὰ τὸ τῆς ἀνθρωπότητος μικροπρεπὲς, καὶ εἰ γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος· ἀδιάσπαστον γὰρ τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα, τὸν αὐτὸν εἶναι πιστεύοντες καὶ μονογενῆ καὶ πρωτότοκον. μονογενῆ μὲν, ὡς ἐκ Θεοῦ Πατρὸς λόγον καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα· πρωτότοκον δὲ αὖ, καθὸ γέγονεν ἄνθρωπος, καὶ ἐν πολλοῖς ἀδελφοῖς.
- supplement.84
Οὐκῦν πεπλάνηνται αἱ ἄνω δυνάμεις προσκυνεῖν αὐτῷ κελευέ- μεναι. “ προσκυνησάτωσαν,” γάρ φησιν, “ αὐτῷ πάντες Ἄγγελοι “ Θεοῦ.” καί μοι ἐπισήμηναι ὅτι ἐπειδὰν μέγα τι καὶ ὑψηλὸν μέλλῃ λέγειν ὁ Παῦλος, προκατασκευάζει καὶ ποιεῖ αὐτὸ εὐπαράδεκτον. σκόπει δὲ, εἶπεν ἀνωτέρω, ὅτι οὐ διὰ προφητῶν ἐλάλησεν ἡμῖν, ἀλλὰ διὰ τοῦ Υἱοῦ. ἔδειξεν ὅτι κρείττων Ἀγγέλων ὁ Υἱὸς, καὶ ἀπὸ τοῦ ὀνόματος δὲ τοῦτο κατασκευάσας, καὶ ἀπὸ τοῦ τὸν Πατέρα ποιῆσαι εἰσάγοντα τὸν Υἱόν· λοιπὸν ἐνταῦθα καὶ ἀφ’ ἑτέρου κατασκευάζει. ποίου δὴ τούτου; ἀπὸ τῆς προσκυνήσεως. τοῦτο δὲ καὶ ὅσον κρείττων ἐστὶ δείκνυσιν· ὅσον γὰρ δεσπότης δούλου. διὸ καὶ ὡσανεί τις εἰσαγαγόν τινα εἰς οἰκίαν βασιλέα τοὺς προεστῶτας αὐτῆς εὐθέως κελεύει προσκυνεῖν αὐτῷ οὕτω καὶ αὐτὸς ποιεῖ περὶ τοῦ κατὰ σάρκα λέγων τὴν ἐν κόσμῳ εἰσαγωγὴν, καὶ “ τὸ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ,” διὰ τοῦτο επαγων.
- supplement.85
Θεοδωρίτου. Ὡς ἀμφότερα τὴν οἰκονομίαν αἰνίττεσθαι, καὶ τὸ εἰσαγαγεῖν τὸν πρωτότοκον, καὶ πρὸς τούτοις, τὸ “ προσκυνησά- “ τωσαν.” ὁ γὰρ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ τῶν αἰώνων ποιητὴς καὶ δημιουργὸς, πόθεν εἰς τὴν οἰκουμένην εἰσέρχεται; πῶς δὲ πρωτότοκος ὁ μονογενής; εἰ δὲ καὶ μετὰ τὴν ’ν αὐτὴν οἱ Ἄγγελοι προσεκύνησαν, πρὸ τῆς ἐνανθρωπήσεως ταύτην αὐτῷ τὴν τιμὴν οὐ προσέφερον; ἀλλὰ καὶ πανταχοῦ ἦν ὡς Θεὸς, καὶ εἰς τὴν οἰκουμένην εἰσῆλθεν ὡς ἄνθρωπος, οὕτω καὶ ὁ θεσπέσιος εἴρηκεν Ἰωάννης, “ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος “ δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια “ ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.” ἐναντία δέ πὼς ταῦτα εἶναι δοκεῖ. εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, πῶς ἦλθεν; εἰ δὲ ἦλθεν, πῶς ἐν τῷ κόσμῳ ἦν; ἀλλὰ καὶ ἐν τῷ κόσμῳ ἦν ὡς Θεὸς, καὶ ἦλθεν ὡς ἄνθρωπος· οὕτω καὶ μονογενής ἐστιν ὡς Θεὸς, καὶ πρωτότοκος ὡς ἄνθρωπος ἐν πολλοῖς ἀδελφοῖς. οὕτως ἀεὶ τὸ σέβας παρὰ τῶν Ἀγγέλων ἐδέχετο. ἦν γὰρ ἀεὶ Θεός. προσεκύνησαν δὲ αὐτὸν ὡς ἄνθρωπον, οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ Ἄγγελοι. ἄρα Ἄγγελοι μόνον, οὐχὶ δὲ καὶ ἄλλαι δυνάμεις; ἄπαγε· ἄκουε γὰρ τῶν ἐξῆς.
- supplement.86
Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱὸν, ὁ θρόνος σου ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
- supplement.87
Χρυσοστόμου. Ἰδοῦ ἡ μεγίστη διαφορὰ, οἱ μὲν γὰρ κτιστοὶ, ὁ δὲ ἄκτιστος. καὶ διατί πρὸς μὲν τοὺς Ἀγγέλους εἶπεν ὁ ποιῶν, πρὸς δὲ τὸν Υἱὸν οὐκ εἶπεν ὁ ποιῶν; καί τοι ἐνῆν τὴν διαφορὰν οὕτως εἰπεῖν, ὅτι πρὸς μὲν τοὺς Ἀγγέλους αὐτοῦ λέγει, “ ὁ ποιῶν τοὺς “ Ἀγγέλους αὐτοῦ πνεύματα,” πρὸς δὲ τὸν Υἱὸν, “ Κύριος ἔκτισέ “ με.” καὶ πάλιν, “ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός.” ὅτι οὔτε ἐκείνῳ περὶ τοῦ Υἱοῦ εἴρηται, οὔτε τοῦτο περὶ τοῦ Θεοῦ Λόγου, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα ἀμφότερα. ἔνθα γὰρ τὴν ἀληθῆ διαφορὰν ἠβούλετο δηλοῦν, οὐκέτι Ἀγγέλους παρέλαβε μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν ἄνω δύναμιν τὴν λειτουργικήν. ὁρᾷς πῶς διαιρεῖ, καὶ μεθ’ ὅσης τῆς σαφηνείας, κτίσμα καὶ κτίστην, λει- τουργοὺς καὶ δεσπότην, κληρονόμον καὶ γνήσιον Υἱὸν καὶ δούλους.
- supplement.88
Γρηγορίου Νύσσησ τατὰ Ἀπολιναρίου. Ὥστε κίνδυνός ἐστιν ἡμῖν οὐδεὶς εἰς τετράδα τὸν τῆς τριάδος λόγον πλατύνεσθαι, καθὼς ὁ Ἀπολινάριος λέγει, οὐδὲ τοὺς Ἀγγέλους τῷ ἀνθρώπῳ δουλαγωγοῦμεν, ὡς ὁ ἐκείνου μῦθος καθ’ ἡμῶν λέγει. οὐ γὰρ ἀνθρώπῳ δουλεύουσιν οἱ τῷ δεσπότῃ ἑαυτῶν ὑποκύπτοντες, οὐδὲ ἐπαισχύνονται προσκυνοῦντες τῷ διὰ σαρκὸς τῇ οἰκουμένῃ ἐπιδημήσαντι. μία δὲ εἴσοδος ἐπὶ τὴν οἰκουμένην ἡ διὰ τοῦ τόκου ἐστί. καὶ οὐκ ἔστιν ἑτέρως ἐντὸς τοῦ βίου γενέσθαι τῶν ἀνθρώπων, μὴ ταύτῃ τῇ εἰσόδῳ χρησάμενον. οὐκοῦν τὴν διὰ σαρκὸς αὐτοῦ γένεσιν, εἴσοδον εἰς τὴν οἰκουμένην. ὀνομάζει ὁ Λόγος. εἰ οὖν εἰσελθόντες αὐτῷ εἰς τὴν οἰκουμένην πάντες προσκυνοῦσιν οἱ Ἄγγελοι· ἡ δὲ εἴσοδος ἡ διὰ σαρκὸς ἐστὶ γένεσις, οὐχ ἡμεῖς δουλαγωγοῦμεν τῷ δεσπότη τὸ ἴδιον κτῆμα, ἀλλ’ αὐτὴ τῶν Ἀγγέλων ἡ φύσις τὴν ὑπερκειμένην αὐτῆς δεσποτείαν οὐκ ἀγνοεῖ. ὥστε σιγάτω προτιεὶς ἐκεῖνα τῷ λόγῳ τὰ μάταια, τὰ ἄνω ποιοῦμεν κάτω θεοφόρους Ἀγγέλους θεοφόρῳ ἀνθρώπῳ καταδουλοῦντες.
- supplement.89
Κατὰ Εὐνομίου. Ἐπειδὴ δὲ τετράκις παρὰ τῷ Ἀποστόλῳ τὸ τοῦ πρωτοτόκου εἴρηται ὄνομα· νῦν μὲν γάρ φησι “ πρωτότοκον “ πάσης τῆς κτίσεως,” πάλιν δὲ “ πρωτότοκον ἐν πολλοῖς ἀδελ- “ φοῖς,” εἶτα “ πρωτότοκον ἐκ τῶν νεκρῶν,” ἐν δὲ τῇ πρὸς Ἐβραίους ἐνταῦθα ἀπολύτως πρωτότοκον, φέρε ἴδωμεν διατί οὕτως ὀνομάζεται. πρωτότοκος μὲν οὑν ἐκ νεκρῶν γίνεται, ὁ πρῶτος δι’ ἑαυτοῦ τὰς ὠδῖνας λύσας τοῦ θανάτου· ἵνα καὶ πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν ἐστὶ πρωτότοκος, ὁ τοῦ καινοῦ τῆς παλλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι, οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο· δι’ οὑ τοὺς συμμετέχοντας αὐτῷ τῆς ὁμοίας γεννήσεως, ἀδελφοὺς ἑαυτοῦ ποιεῖ, καὶ πρωτότοκος γίνεται τῶν μετ’ αὐτὸν γεννωμένων ἐξ ὕδατος καὶ Πνεύματος.
- supplement.90
Ἐπεὶ δὲ καὶ διπλῆν τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν, τήν τε πρώτην καθ’ ἣν ἐπλάσθημεν, καὶ τὴν δευτέραν καθ’ ἣν ἀνεπλάσθημεν. ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, ἵνα μετασκευάσῃ πρὸς πνεῦμα τὴν ἡμετέραν σάρκα, διὰ τοῦ συμμετασχεῖν ἡμῖν σαρκός τε καὶ αἵματος, ταύτης τῆς καινῆς ἐν χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη· πάντων ἀπαρχὴ γενόμενος, καὶ τῶν εἰς ζωὴν γεννωμένων, καὶ τῶν δι’ ἀναστάσεως νεκρῶν ζωοποιουμένων, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, καὶ ὅλον διὰ τῆς ἐν ἑαυτῷ ἀπαρχῆς συναγιάσῃ τὸ φύραμα. ὅτι γὰρ οὐ κατὰ τὴν αἰώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ Υἱῷ τὸ πρωτότοκον, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται· ὁ γὰρ ἀληθῶς μονογενὴς, ἀδελφοὺς οὐκ ἔχει, ἀλλ’ ὡς λέγεται Θεὸς καὶ ἄνθρωπος, Υἱὸς Θεοῦ, καὶ υἱὸς ἀνθρώπου· τὰ μὲν κατὰ τὴν ὑπάρχουσαν φύσιν ὣν, τὰ δὲ κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος. οὕτω καὶ μονογενὴς Θεὸς ὣν, πρωτότοκος πάσης κτίσεως γίνεται· μονογενὴς μὲν, ὁ ὢν ἐν τῷ πατρῴῳ κόλπῳ, ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σωζοιὲνοις, πρωτότοκος τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. καὶ συνελόντι φάναι, τριῶν οὐσῶν ἐν ἡμῖν τῶν γεννήσεων, δι’ ὧν ζωοποιεῖται ἡ ἀνθρωπίνη φύσις, τῆς μὲν ἀπὸ σώματος, τῆς δὲ κατὰ τὸ τῆς παλιγγενὲς ίας μυστήριον, τῆς δὲ διὰ τῆς ἐλπιζομένη, πάλιν ἐκ τῶν νεκρῶν ἀναστάσως· ἐν ταῖς τρισὶ πρωτότοκος γινεται· τῆς μὲν διπλῆς παλιγγςνεσίας τῆς δι’ ἀμφοτέρων ἀνεργουμένης, διά τε τοῦ βαπτίσματος καἰ τῆς ἀναστάσεως αὐτὸς γενόμενος ἀρχηγὸς, ἐν δὲ τῆ σαρκὶ πρωτότοκος· καὶ μόνος, τὸν ἄγνωστον τῇ φύσει τόκον ἐφ’ ἑαυτοῦ δοιὰ τῆς παρθένου καινοτομίσας, οὗ μηδεὶς ἐν ταῖς τοσαύταις γενεαῖς τῶν ἀνθρώπων καθηγησατο.
- supplement.91
Τὸ δὲ, “ ὅταν πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκου- “ μένην, καὶ οὕτω νοῶ. ἡ τοῦ “ πάλιν” προσθήκη τὸ μὴ πρώτως γίνεσθαι τοῦτο διὰ τὴν τῆς κατὰ τὴν λέξιν ταύτην σημασίας ἐνδείκνυται. ἐπὶ γὰρ τῆς ἐπαναλήψεως τῶν ἅπαξ γεγονότων, τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῶ τέλει τῶν αἰώνων φοβερὰν τοῦ κριτοῦ ἐπιφάνειαν ὁ Παῦλος τῷ λόγῳ σημαίνει, ὅτε οὐκέτι ἐν τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ’ ἐπὶ τοῦ θρόνου τῆς βασιλείας μεγαλοπρεπῶς προκαθήμενος, καὶ ὑπὸ τῶν Ἀγγέλων πάντων προσκυνούμενος. διὰ τοῦτο ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην, πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τε καὶ ἀδελφῶν καὶ πάσης κτίσεως, ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἰκουμένην ὁ κρίνων πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο· ἀλλ’ ὡς ἐν ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει, τῳ ὕπερ πὰν ὄντι ὄνομα, οὕτως καὶ ’τον ἐν τῳ ὀνόματι του πρωτοτόκου γενόμενον προσκυνεῖ ἅπαν τῶν Ἀγγέλων τὸ πλήρωμα τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευφραινόμενον, ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος, πάλιν εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο.
- supplement.92
Ἐπειδὴ γὰρ “ χαρὰ γίνεται τοῖς Ἀγγέλοις ἐπὶ τοῖς ἀνασωζο- “ μένοις ἐξ ἁμαρτίας,” διότι μέχρι τοῦ νῦν στενάζει ἡ κτίσις ἐκείνη, καὶ συνωδίνει τῇ καθ’ ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν. ἀπώλειαν, ὅταν “ ἡ ἀποκάλυψις γένηται “ τῶν υἱῶν τοῦ Θεοῦ,” ἣν ὑπὲρ ἡμῶν ἀεὶ παραδοκοῦσι καὶ ἀπεκδέχονται, καὶ ὅταν ἀποσωθῇ τῆ ἄνω ἑκατοντάδι τὸ πρόβατον· ἡμεῖς δὲ πάντως ἐσμὲν ἡ ἀνθρωπίνη φύσις τοῦτο τὸ πρόβατον, ὃ διὰ τοῦ γενέσθαι πρωτότοκος ὁ ἀγαθὸς ποιμὴν ἀνεσώσατο, τότε διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ ὑπὲρ ἡμῶν εὐχαριστίᾳ, προσάξουσι τῷ Θεῷ τὴν προσκύνησιν, τῷ διὰ τῆς πρωτοτοκίας ἀνακαλεσαμένῳ τὸν τῆς πατρῴας ἑστίας ἀποφυτήσαντα ο.
- supplement.93
Διονυσίου Ἀρεοπαγίτου. Ἀγγελικῆς δὲ ἐπωνυμίας αἱ ἄνω δυνάμεις ἐκκρίτως ἠξίωνται, διὰ τὸ πρώτως αὐταῖς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν, καὶ δι’ αὐτῶν εἰς ἡμᾶς διαπορθμεύεσθαι τὰς ὑπὲρ ἡμῶν ἐκφαντορίας.
- supplement.94
Γρηγορίου Θεολόγου περὶ Θεολογίασ. Πύρ’ δὲ καὶ πνεῦμα προσαγορεύονται ἣ γίνονται. ποιεῖν γὰρ λέγεται “ τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.” εἰ μὴ ποιεῖν μέν ἐστι τὸ συντηρεῖν τῷ λόγῳ, καθ’ ὃν ἐγένοντο. πνεῦμα δ’ ἀκούουσι καὶ πῦρ, τὸ μὲν ὡς νοητὴ φύσις, τὸ δ’ ὡς καθάρσιος. ἐπεὶ τῆς πρώτης οὐσίας τὰς αὐτὰς οἶδα κλήσεις.
- supplement.95
Γρηγορίου Νύσσησ κατὰ Εὐνομίου. Ἀλλ’ ὁ μὲν Ἀπόστολος πᾶσαν ἀγγελικὴν φύσιν ὑποχείριον εἶναι τοῦ Κυρίου βοᾷ, συμπαραλαμβάνων εἰς μαρτυρίαν τοῦ δόγματος καὶ τὴν προφητικὴν μεγαλοφωνίαν, καὶ πάντα πρὸς ἔνδειξιν τοῦ μονογενοῦς Υἱοῦ διέξεισιν. σιν. Εὐνόμιος δὲ τὸν τῶν Ἀγγέλων κύριον, Ἄγγελον εἶναι λέγει, οὐ κατὰ τὸ συμβὰν τὸν τοιοῦτον ἀπορρίψας λόγον, ἀλλ’ ἐναγωνιζόμενος τῇ ἀτοπίᾳ, ὡς μηδὲν πλέον Ἰωάννου καὶ Μώσεως τὸν Κύριον ἔχειν. ἔχει δὲ οὕτω τὰ γεγραμμένα. ὅτι ὁ μὲν ἀποστέλλων Μωσῆν, αὐτὸς ἦν ὁ ὣν δι’ οὗ ἀπέστελλε καὶ ἐλάλει· τοῦ μὲν ὄντως Ἄγγελος, τῶν δὲ ἄλλων ἁπάντων Θεός. ὁ γὰρ τῶν δι’ αὐτοῦ γινομένων Θεὸς, Ἄγγελος τοῦ ἐπὶ πάντων Θεοῦ. ἀλλὰ κἂν Θεὸν ὀνομάζει τὸν Κύριον ὁ ἐχθρὸς τοῦ Κυρίου, ἀναλογεῖν αὐτὸν κατασκευάζει τῇ Μώσεως θεότητι. ἐπεὶ κἀκεῖνος τοῦ μὲν ἐπὶ πάντων Θεοῦ θεράπων, τῶν δὲ Αἴγυπτ’ ἴων ἐτέχθη Θεὸς, καὶ τοι καὶ τῷ ἐπὶ πάντων κοινὸν τῷ Υἱῷ πρὸς τὸν Πατέρα, τοῦ Ἀποστέλου τὴν τοιαύτην αὐτῷ προσμεμαρτυρηκότος φωνὴν, ἐν οἷς φησιν, “ ἐξ ὧν “ ὁ Χριστὸς, τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεός.” ἀλλ’ οὗτος εἰς Ἀγγέλου τάξιν κατάγει τὸν τῶν ὅλων Κύριον, ὥσπερ οὐκ ἀκηκοὼς, ὅτι οἱ Ἄγγελοι λειτουργικὰ πνεύματα καὶ πυρὸς φλόγες εἰσί. διὰ τούτων γὰρ ὁ Ἀπόστολος ἀσύγχυτον καὶ ἀσαφῆ ποιεῖται τὴν τῶν ὑποκειμένων διάκρισιν· τὴν μὲν ὑποχείριον φύσιν, πνεῦμα εἶναι καὶ πῦρ ὁριζόμενος, τὴν δὲ κυριεύουσαν δύναμιν τῷ τῆς θεότητος διασημαινων ὀνόματι.
- supplement.96
Καὶ τοσούτων ὄντων τῶν τὴν δόξαν τοῦ μονογενοῦς διαγγελλόντων, μόνος τοῖς πᾶσιν ἀντιβοᾷ ὁ Εὐνόμιος, Ἄγγελον αὐτὸν τοῦ ἐπὶ πάντων λέγων Θεοῦ. τῇ μὲν πρὸς τὸν ἐπὶ πάντων διαστολὴ, ἕνα τῶν πάντων εἶναι διοριζόμενος, τῇ δὲ πρὸς τοὺς Ἀγγέλους τοῦ ὀνόματος κοινωνίᾳ, τὸ μηδὲν ἐκείνων παρηλλάχθαι τὴν φύσιν κατασκευάζων. κἀκεῖνο δὲ τίς ἀγνοεῖ, ὅτι τῷ ὄντι τὸ μὴ ὢν ἀντιδιαιρεῖται μόνον; ὥστε ὁ τὸν Υἱὸν ἀντιδιαστείλας τῶ ὄντι, σαφῶς ἰουδαΐζει, τὴν τοῦ μονογενοῦς ὑπόστασιν ὑποκλέπτων τοῦ δόγματος. ὃν γὰρ ἔξω τῆς τοῦ ὄντος ἐπωνυμίας λέγει, καὶ τοῦ είναι πάντως ἐξηρῆσθαι κατασκευάζει. πλὴν ἡ ἀτοπία τοῦ λογογράφου, ὑπ’ αὐτῆς τῆς γραφῆς ἐλέγχεται, ἐν οἷς ὁ Μωϋσῆς ἱκετεύει τὸν κύριον, μὴ Ἄγγελον τῇ ἡγεμονίᾳ τοῦ λαοῦ ἐπιστῆσαι, ἀλλ’ αὐτὸν τῆς πορείας αὐτῶν ἀφηγήσασθαι· καὶ ἀκούει “ ὅτι καὶ τοῦτόν σοι “ τὸν λόγον ὃν εἴρηκας ποιήσω.” οὐκοῦν εἰ Μώσης μὲν παραιτεῖται τὸν Ἄγγελον, αὐτὸς δὲ ὁ χρηματίζων αὐτὸς συνέμπορος γίνεται καὶ καθηγεμὼν τῆς στρατιᾶς, φανερῶς ἀποδείκνυται διὰ τούτων, ὅτι ὁ τῇ τοῦ ὄντος ἐπωνυμίᾳ ἑαυτὸν γνωρίσας, οὐ μονογενής ἐστι Θεός.
- supplement.97
Εἰ δὲ πρὸς τοῦτο τίς ἀντιλέγει, τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἔσται συνήγορος, τὸν Υἱὸν μὴ συμπαραλαμβάνων εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. εἰ γὰρ Ἄγγελος μὲν τοῖς Ἰσραηλιταις οὐ συναπέρχεται, ὁ δὲ διὰ τῆς τοῦ ὄντος ἐπωνυμίας δηλούμενος, ὁ μονογενὴς οὐκ ἔστιν, καθὼς ὁ Εὐνόμιος βούλεται, οὐδὲν ἄλλο ἣ τὰ ἐκ τῆς συναγωγῆς δόγματα πρὸς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ μεταφέρεται. ’ναι φησιν, ἀλλ’ ἡ γραφὴ Ἀγγέλου φωνὴν προτάξασα, οὕτως ἐπάγει τὸν τοῦ ὄντος διάλογον. ἀλλὰ τοῦτο οὐκ ἀντίρρησις, ἀλλὰ βεβαίωσις τῶν εἰρημένων ἐστὶ παρ’ ἡμῶν. καὶ ἡμεῖς γὰρ φαμὲν, ἐναργῶς τὸν προφήτην τὸ περὶ Χριστοῦ μυστήριον ἐναργὲς ποιῆσαι τοῖς ἀνθρώποις βουλόμενον, Ἄγγελον τὸν ὄντα προσαγορεύσαι, ὡς ἃν μὴ μόνης τῆς του ὄντος ἐπωνυμίας κατὰ τὸν διάλογον εὑρισκομένης, πρὸς τὸν Πατέρα ὁ νοῦς τῶν λεγομένων ἐπαναφέροιτο. ἀλλ’ ὥσπερ ὁ ἡμέτερος λόγος τῶν τοῦ νοῦ κινημάτων μηνυτής τε καὶ ἄγγελος γίνεται, οὕτω φαμὲν καὶ τὸν ἀληθινὸν Λόγον τὸν ἐν ἀρχῇ ὄντα, διαγγέλλοντα τοῦ ἰδίου Πατρὸς τὴν βουλὴν, τῇ ἐνεργείᾳ τῆς ἀγγελίας ἐπονομαζόμενον Αγγελον λέγεσθαι. καὶ ὥσπερ ὁ ὑψηλὸς Ἰωάννης πρότερον Λόγον εἰπὼν. οὕτως ἐπάγει, τὸ Θεὸν εἶναι τὸν Λόγον, ὡς ἃν μὴ προηγησαμένης τῆς του Θεοῦ προσηγορίας, πρὸς ’τον Πατέρα ταῖς υπονίαις ἀπενεχθείημεν, οὕτω καὶ ὁ μέγας Μωϋσῆς Ἄγγελον προονομάσας, αὐτὸν εἶναι τὸν ὄντα τοῖς ἐφεξῆς ἐκδιδάσκει λόγοις, ὡς ἂν φανερῶς τὸ κατὰ Χριστὸν προαγγελθῇ μυστήριον. διὰ μὲν τοῦ Ἀγγέλου τὸν ἑρμηνέα τοῦ πατρικοῦ βουλήματος Λόγον τῆς γραφῆς διδασκούσης, διὰ δὲ τῆς τοῦ ὄντος προσηγορίας, τὴν κατὰ τὸ εἶναι τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φυσικὴν οἰκειότητα. εἰ δέ τις τὸν Ἡσαΐαν προβάλοιτο ὡς εἰπόντα καλεῖσθαι τὸ ὄνομα αὐτοῦ “ μεγάλης βουλῆς Ἄγγελον,” οὐδὲ οὕτως ἀνατρέψει τὸν ἡμέτερον λόγον. σαφῶς γὰρ ἐκεῖ καὶ ἀναντιρρήτως ἡ κατὰ τὸ ἀνθρώπινον οἰκονομία διὰ τῆς προφητείας σημαίνεται· “ παιδίον γάρ,” φησιν, “ ἐγεννήθη ἡμῖν·” εἶτα καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ “ μεγάλης “ βουλῆς Ἄγγελος·” πρὸς ὃ καὶ τὸν Δαβὶδ οἶμαι βλέποντα τὴν τῆς βασιλείας κατάστασιν διηγεῖσθαι, οὐχ ὡς οὐκ ὄντος βασιλέως, ἀλλ’ ὡς τῆς δουλικῆς ταπεινότητος, ἣν ὑπῆλθε κατ’ οἰκονομίαν ὁ Κύριος εἰς τὴν τῆς βασιλείας ἀξίαν ἀναληφθείσης. “ κα- “ τεστάθην” γάρ φησι “ βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ “ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.” οὐκοῦν Ἄγγελός τε καὶ Λόγος, σφραγίς τε καὶ εἰκὼν καὶ πάντα τὰ τοιαῦτα διὰ τὴν αὐτὴν ἔννοιαν λέγεται, ὁ τὴν πατρικὴν ἀγαθότητα δι’ ἑαυτοῦ γνωρίζων. ο τε γὰρ Ἄγγελος, μηνυτὴς τινὸς γίνεται, καὶ ὁ Λάγος ὡσαύτως ἐκκαλύπτει τὸ ἐγκείμενον νόημα· καὶ ἡ σφραγὶς ἐν τῷ ἰδίῳ τόπῳ τὸ ἀρχέτυπον δείκνυσι, καὶ ἡ εἰκὼν τὸ τοῦ ἀπεικονισθέντος κάλλος δι’ ἑαυτῆς ἑρμηνεύει· ὡς ἰσοδυναμεῖν ταῦτα πάντα τῷ σημαινομένῳ πρὸς ἄλληλα. διὰ τοῦτο Ἄγγελος τῇ τοῦ ὄντος ἐπωνυμίᾳ προτέτακται. Ἄγγελος μὲν λεγόμενος ὡς μηνυτὴς τοῦ Πατρὸς, ὣν δὲ ὡς οὐκ ἔχων ὄνομα γνωριστικὸν τῆς οὐσίας, ἀλλὰ πάσης ὑπερκείμενος τῆς ὀνομαστικῆς σημασίας. διὸ καὶ τὸ ὄνομα αὐτοῦ ὑπὲρ πᾶν εἶναι ὄνομα παρὰ του Αποστολου μεμαρτύρηται, οὐχ ὡς ἕν τι προτετιμημένον τῶν ἄλλων, ἀλλ’ ὡς ὑπὲρ πὰν ὄνομα ὄντος του ὄντως ὄντος.
- supplement.98
Θεοδωρίτου περὶ ἐνανθρωπήσεωσ. Ὅτι μέντοι τελείαν τὴν ἡμετέραν φύσιν ὁ Λόγος ἀνέλαβε, βοᾷ μὲν Ἡσαΐας λέγων· “ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὁ ἐστι μεθ’ ἡμῶν ὁ “ Θεὸς,” ἤγουν μετὰ ἀνθρώπων. εἰ τοίνυν τῆς παρθένου τὸ κύημα ταύτην ἔλαβε τὴν προσηγορίαν, εὔδηλον ὡς Θεὸς ἦν ὁμοῦ καἰ ἄνθρωπος, τὸ μὲν ὑπάρχων, τὸ δὲ λαβὼν, καθ’ ἑκάτερον τέλειος. διὰ μὲν γὰρ τοῦ καθ’ ἡμῶν, τοῦ ἀνθρώπου τὸ τέλειον δείκνυται· τελείαν γὰρ ἡμῶν ἕκαστος τοῦ ἀνθρώπου ἔχει τὴν φύσιν· διὰ δὲ τοῦ Θεὸς, καὶ τῆς τοῦ ἄρθρου προσθήκης, ἡ τοῦ Υἱοῦ θεότης γνωρίζεται. δείκνυσι δὲ Λουκᾶς τὸν ἀνθρώπινον νοῦν τοῦ Σωτῆρος, προκόπτειν αὐτὸν λέγων, ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι. τὸ δὲ σοφίᾳ προκόπτειν, οὐ Θεοῦ τοῦ σοφοῦ, τοῦ ἀπροσδεοῦς καὶ ἀεὶ τελείου, καὶ μήτε ἐπίδοσιν μήτε ἐλάττωσιν δεχομένου, ἀλλὰ τοῦ νοῦ τοῦ ἀνθρωπίνου, τοῦ ταῖς ἡλικίαις συμπροιόντος. σαφέστερον δ’ ἄν τις ἐκ τῆς πρὸς Ἑβραίους ταύτης Ἐπιστολῆς τὴν θείαν φυσιν καὶ τὴν ἀνθρωπείαν κατίδοι· ταῖς μὲν ἐνεργείαις διηρημένας τῷ δὲ προσώπῳ συνημμένας, καὶ τὸν ἕνα Υἱὸν ὑποδεικνυούσας. οὐχ ἥκιστα δὲ τῆς Ἐπιστολῆς τὸ προοίμιον ταύτην ἔχει τὴν διδασκαλίαν· εἰπὼν γὰρ ὁ μακάριος Παῦλος “ ὃς ἀπαύγασμα τῆς “ δοξης,” καὶ δείξας αὐτὸν ὑπέρχρονον καὶ προαιώνιον· “ δι’ αὐτοῦ “ γάρ” φησιν “ καὶ τοὺς αἰῶνας ἐποίησεν,” ἐπήγαγεν, “ ἐκάθισεν “ ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενό- “ μένος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονό- “ μηκεν ὄνομα.” ἐναντίον δὲ τοῦ γενέσθαι τὸ εἶναι· ὁ γὰρ ὣν ἀπαύγασμα τῆς δόξης, οὐ γίνεται κρείττων Ἀγγέλων, ἀλλ’ ἔστιν Ἀγγέλων οὐ κρείττων μόνον, ἀλλὰ καὶ ποιητὴς καὶ δεσπότης. εἰ δὲ ἐναντίον τοῦ εἶναι τὸ γενέσθαι, δι’ ἐκείνου μὲν τὸν ἀεὶ ὄντα νοήσωμεν, διὰ τούτου δὲ τὸ ἐξ ἡμῶν ἀναληφθὲν καὶ κρεῖττον τῶν Ἀγγέλων γεγενημένον, διὰ τὴν πρὸς τὸν ἀνειληφότα ἕνωσιν.
- supplement.99
Κυρίλλου Θησαυρικῶν. Ἀλλ ἐνταῦθα οἱ τῆς οὐσίας τοῦ Θεοῦ Λόγου τολμῶντες κατηγορεῖν, καὶ τὸν Υἱὸν τοῖς γενητοῖς συνάπτειν σπουδάζοντες, φασὶ σοφιζόμενοι τὴν ἀλήθειαν, εἰ κρείττων γέγονε τῶν Ἀγγέλων ὁ Υἱὸς, ἀποτροπῆς ἄρα ἔχει τοῦτο τῆς ἐπὶ τὸ ἄμεινον· ὃ γὰρ οὐκ ἦν ἐγένετο· τὸ δὲ ὅλως μεταποιεῖσθαι δυνάμενον, καὶ ἀπό τινος εἰς ἕτερόν τι παραφέρεσθαι, τρεπτῆς ἃν εἴη φύσεως· εἰ δὲ τρεπτῆς, δηλονότι καὶ γενητῆς, ἧς ἴδιον ἡ τροπή. ἴστωσαν δὲ οἱ ταῦτα ληροῦντες, ὅτι ὅτε ἐνηνθρώπισεν ὁ τοῦ Θεοῦ Λόγος, τότε κρείττων γέγονεν τῶν Ἀγγέλων, οὐ τὴν φύσιν εἰς ἕτερόν τι μεταβαλὼν, ἣ ὅπερ οὐκ ἦν πρότερον ὕστερον γεγονὼς, οὐ γὰρ περὶ τῆς φύσεως τοῦ Υἱοῦ νῦν ἐστιν ὁ λόγος τῷ Παύλῳ; ἀλλὰ περὶ πράγματος γενομένου ἐν καιρῷ τῆς ἐνανθρωπήσεως. οὐκοῦν οὐ τῇ φύσει τῶν Ἀγγέλων τὴν τοῦ Υἱοῦ φύσιν συγκρίνεσθαι θέλων, κρείττονα τῶν Ἀγγέλων αὐτὸν γεγενῆσθαι φησὶν, ἀλλὰ πραγμάτων ποιεῖσθαι σύγκρισιν. δεῖξαι γὰρ βουληθεὶς Ἑβραίοις ὅτι κρείττων ἐστὶν ἡ Χριστοῦ διακονία καὶ τῆς τῶν προφητῶν ἀποστολῆς καὶ τοῦ διακονηθέντος δι’ Ἀγγέλων νόμου, ἀπὸ τῆς τῶν προσώπων ἀξίας ποιεῖται τὴν σύγκρισιν· καὶ δὴ τὰ τῆς φύσεως τοῦ Πατρὸς ἴδια προσάψας αὐτῷ, τότε φησὶ κρείττονα γενέσθαι τῶν Ἀγγέλων, ὅσῳ καὶ μεῖζον πη ἐκείνους ἔχει τὸ ὄνομα, ὡς Υἱὸς καὶ κληρονόμος καὶ ὁμόθρονος καὶ ποιητής.
- supplement.100
Εἰ δὲ πολὺ κρείττων καὶ διαφορώτερος τῶν Ἀγγέλων διὰ ταῦτα νοεῖται, κρείττων ἄρα καὶ ἡ αὐτοῦ τῆς ἐκείνων διακονίας. σημαίνει δ’ ἃν εἰκότως ἐνθάδε τὸ γέγονεν οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν, ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, οὐδὲ τὴν ἐξ ἐλάττονος εἴς τι μετιὸν μεταβολὴν, τέλειος γὰρ ἐκ τελείου Πατρὸς ὑπῆρχεν ὁ Υἱὸς, ἀλλ’ ὥσπερ ἐν συγκρίσει δόξης καὶ ἀξιώματος τὸ μεῖζον καὶ κρείττων ὀφθέν. ἐπεξηγούμενος δὲ τὴν οἰκεία, φωνὴν ὁ μακάριος Παῦλος, καὶ σαφέστατα δεικνύων τί ἐστι τὸ “ κρείττων γενό- “ μένος τῶν Ἀγγέλων,” ἐπιφέρει τοῖς εἰρημένοις, “ τίνι γὰρ εἶπε “ ποτὲ τῶν Ἀγγέλων, κάθου ἐκ δεξιῶν μου;” καὶ ὅτι περὶ τοῦ Υἱοῦ γέγραπται, “ καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι “ Θεοῦ.” εἰ δὲ ὁ τῆς συγκρίσεως λόγος, τὸν μὲν ὡς συγκαθεζόμενον τῷ Πατρὶ καὶ προσκυνούμενον εἰσφέρει, τοὺς δὲ, ὡς παρεστηκότας τε καὶ προσκυνεῖν ἐπιτεταγμένους, οὐκ ἐπὶ τῆς οὐσίας ἔσται πάντως τὸ κρείττων, ἀλλ’ ἐν τοῖς περὶ τὴν οὐσίαν ἀξιώμασιν, καὶ ταῖς ἔξωθεν τῆς φύσεως τιμαῖς. οὐκοῦν οὐχ ἕν τι τῶν γοητῶν ὁ Υἱὸς, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτα, τουτέστι Λόγος ἴδιος τοῦ Πατρός.
- supplement.101
Εἰ δὲ διὰ τὸ λέγειν τὴν γραφὴν “ τοσούτῳ κρείττων γενόμενος “ τῶν Ἀγγέλων,” ὁμοειδὴς ἔσται τοῖς Ἀγγέλοις ὁ Υἱὸς, ὡς πρὸς αὐτοὺς ἔχων τὴν σύγκρισιν, ἥτις γίνεται ἐν τοῖς ὁμοειδέσι, όράτωσαν ποῖ ποτε ὁ λόγος αὐτοῖς κινδυνεύσει. ὥρα γὰρ ὁμολογεῖν καὶ συγκαθεσθῆναι δύνασθαι τῷ Θεῷ τοὺς Ἀγγέλους καὶ συμβασιλεύειν αὐτῷ, καὶ τὸ περιττὸν οὐδὲν ἐν Υἱῷ πη ἐκείνους· τὸ γὰρ ἀλλή- λοις ὁμοειδῆ, κἂν ἔχῃ τινὰ πρὸς ἄλληλα τὴν διαφορὰν, ἀλλὰ τῆς αὐτῆς ἔχεται φύσεως· οὕτω γὰρ ἃν εἴη καὶ ὁμοειδῆ. οὐκοῦν ἐπειδήπερ περὶ μὲν Ἀγγέλων λέγεται “ ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ “ πνεύματα, περὶ δὲ τοῦ Υἱοῦ ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὁμοειδεῖς δὲ οἱ Ἄγγελοι, καὶ ὁ Υἱὸς κατὰ τοὺς αἱρετικοὺς διὰ τὸ πρὸς αὐτοὺς ἐν τῷ λέγεσθαι κρείττων ἔχειν τὴν σύγκρισιν. οὐδὲν ἆρα κωλύει καὶ Ἀγγέλους δύνασθαι συγκαθεσθῆναι τῷ Θεῷ, εἰ καὶ μήτις αὐτῶν ἠξιώθη τοῦ πράγματος. καὶ μάτην ὡς εἰκὸς ὁ Παῦλος λέγει· “ τίνι γὰρ εἶπε ποτὲ τῶν Ἀγγέ- “ λῶν, κάθου ἐκ δεξιῶν μου,” ἣ πῶς τοῦτο δίδωσιν ὡς ἐξαίρετον τῷ Υἱῷ, ἑλκούσης αὐτῷ πρὸς ἑαυτὴν καὶ τῆς τῶν Ἀγγέλων φύσεως, εἶπέρ εἰσιν ὁμοειδεῖς πρὸς αὐτόν; κοινὰ γὰρ ἅπασι τοῖς ὁμοειδέσι τὰ ἐν τῇ αὐτῇ φύσει κείμενα· τὰ δὲ ἐκ προσθήκης ἐπισυμβαίνοντά τισι πλεονεκτήματα, τῆς οὐσίας οὐχ ἅπτεται· οἷον, μία μὲν ἀνθρώποις ἡ φύσις, πλουτοῦσι δὲ οὐ πάντες, οὔτε μὴν βασιλεύουσι· δεκτικοὶ δὲ ὅμως καὶ τούτων εἰσίν. ἀλλ’ οὐδεὶς ἐπιτρέπει τοῖς Ἀγγέλοις τὴν τοῦ Υἱοῦ δόξαν φορεῖν· ὁ μὲν γὰρ δεσπότης, τὰ δὲ δοῦλα τυγχάνει. οὐχ ὁμογενὴς ἆρα τοῖς Ἀγγέλοις ἐστὶν ὁ τῷ Πατρὶ συμβασιλεύων καὶ συγκαθήμενος. ἔτι ποίημα καὶ ποιητὴς οὐκ ἄν ποτε τῆς αὐτῆς εἶεν φύσεως. ὅτε τοίνυν πάντα ὁ Πατὴρ δι’ Υἱοῦ ἐργάζεται, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ ἡ τῶν Ἀγγέλων φύσις, γέγονεν ἆρα δι’ Υἱοῦ καὶ πεποίηται. οὐχ ὁμογενὴς οὖν τοῖς δι’ αὐτοῦ γινομένοις καὶ διὰ τούτου φανεῖται· ἀλλ’ ὁ μὲν φορέσει τοῦ δημιουργοῦ τὴν ἀξίαν, τὰ δὲ, τὴν κατὰ τὸ πεποιῆσθαι δουλείαν. “ τὰ γὰρ σύμπαντα δοῦλα σὰ,” φησὶν ἡ θεία γραφή· τοῦτο καὶ Παῦλος κατασκευάζει. πρὸς μὲν τοὺς Αγγέλους εἰρῆσθαι λέγων· “ ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύ- “ μάτα, πρὸς δὲ τὸν Υἱὸν ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ “ αἰῶνος·” τουτέστιν, ἡ βασιλεία σου ἐπέκεινα τῶν αἰώνων, καὶ ἐννοίας πάσης ἐστὶ πρεσβυτέρα.
- supplement.102
Βασιλείου Ψαλμοῖσ. Καὶ καλῶς μετὰ τὴν ὑποταγὴν τῶν λαῶν τὸ μεγαλοπρεπὲς τῆς βασιλείας αὐτοῦ ὁ προφήτης ἀνυμνεῖ· ἐπειδὴ γὰρ πολλὰ πρὸς τὸ ἀνθρώπινον διηλέχθη ἀποτεινόμενος, ἐπανάγει νῦν ἐπὶ τὰ ὑψηλὰ τῆς περὶ τοῦ μονογενοῦς δόξης τὸν λόγον. διὰ τοῦτο καὶ ἀπέδωκεν ἰδίαν αὐτῷ προσηγορίαν, σαφῶς αὐτὸν ἀναγορεύσας Θεὸν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ἄρθρου· “ ὁ θρόνος σου,” γάρ φησιν, “ ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
- supplement.103
Χρυσοστόμου. Τοῦτο δὲ περὶ τῆς βασιλείας αὐτοῦ εἴρηται, ὅτι ἀτελεύτητος· τοῦτο γάρ ἐστιν εἰς αἰῶνα αἰῶνος. ὥσπερ δὲ ὁ θρόνος τῆς βασιλείας σύμβολον, οὕτω καὶ ἡ ῥάβδος καὶ τῆς βασιλείας καὶ τῆς βασιλικῆς ἐξουσίας· διὸ φησὶ, “ ῥάβδος εὐθώτη- “ τος ἡ ῥάβδος τῆς βασιλείας σου.”
- supplement.104
Χρυσοστόμου Ψαλμοῖσ. Καθαρὸν γὰρ ἐκεῖ τὸ δίκαιον, καθαρὸν τὸ ὀρθὸν, οὐδὲν ἐπισκιαζόμενον· ἡ γὰρ εὐθύτης τὸ ἀδέκαστον καὶ τὴν δικαιοσύνην δηλοῖ.
- supplement.105
Θεοδωρίτου. Τὸ δὲ πᾶν τοιοῦτον, ὅτι καὶ Θεὸς καὶ αἰώνιος βασιλεὺς, οὔτε ἀρχὴν εἰληφὼς, οὔτε τέλος ληψόμενος· τοῦτο γὰρ δηλοῖ τὸ αἰώνιον, καὶ ὅτι δίκαιον.
- supplement.106
Κυρίλλου Ψαλμοῖσ. Κατὰ πολλοὺς δὲ τρόπους ἡ ῥάβδος νοεῖται. ποτὲ μὲν γὰρ σημαίνει τὴν βασιλείαν, ὡς ἐνταῦθα, ποτὲ τὴν ἰσχὺν, ὡς ἐν τῷ “ ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι.” λαμβάνεται δὲ καὶ εἰς ἐπιστήμην τὴν ποιμαντικὴν κατὰ τὸ πρὸς τὸν Υἱὸν εἰρημένον, “ ποίμαινε λαόν σου ἐν ῥάβδῳ.”
- supplement.107
Βασιλείου Ψαλμοῖσ. Ἔστι δὲ καὶ παιδευτική τις ἡ ῥάβδος τοῦ Θεοῦ. παιδεύουσα δὲ, εὐθείας καὶ οὐ παρατετραμμένας ἐπάγει τὰς κρίσεις. διὰ τοῦτο “ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας” αὐτοῦ προσαγορεύεται· “ ἐὰν γὰρ ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ “ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐπισκέ- “ ψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν.” ὁρᾷς τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ; οὐκ ἐπὶ τῶν τυχόντων χρῆται τῇ ῥάβδῳ, ἀλλ’ ἐπὶ τῶν ἁμαρτανόντων. αὕτη δὲ καὶ παρακλήσεως λέγεται ῥάβδος· “ ἡ “ ῥάβδος σου,” γάρ φησι, “ καὶ ἡ βακτηρία σου, αὗταί με παρεκά- “ λεσαν.” αὕτη καὶ συντριμμοῦ ἐστιν ἡ ῥάβδος, “ ποιμανεῖς αὐ- “ τοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.” συντρίβεται δὲ τὰ χοικὰ καὶ πήλινα ἐπ’ εὐεργεσίᾳ τῶν ποιμαινομένων, καθότι καὶ παραδίδοται τις εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ.
- supplement.108
Κυρίλλου Ψαλμοῖσ. Βασιλεὺς μέν τοι Χριστὸς, ὅτι καὶ ἐναν- θρωπίσας, ἔμεινεν ἐν ταῖς ἰδίαις ὑπεροχαῖς. βασιλεύει γὰρ ἐν δικαιοσύνῃ. διὸ ὡς ἐκ παραδείγματος τῶν ἐπὶ γῆς βασιλέων σκηπτροφορεῖν εἰωθότων τὸ τοῦ λόγου σχῆμα πεποίηται· σύμβολον γὰρ βασιλείας ἡ ῥάβδος.
- supplement.109
Θεοδωρίτου. Σαφῶς μέν τοι διὰ τούτων ἔδειξε τοὺς μὲν Ἀγγέλους κτιστὴν ἔχοντας φύσιν· “ ὁ ποιῶν,” γάρ φησι, “ τοὺς “ Ἀγγέλους·” τὸν δὲ μονογενῆ Υἱὸν, ἄκτιστον καὶ ἀίδιον. “ ὁ θρό- “ νος σου,” γάρ φησιν, “ εἰς τὸν αἰῶνα.” προσεδίδαξε δὲ ἡμᾶς ὅτι τὸ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνθρωπίνως εἴρηκεν. ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸν θρόνον, ἄναρχον τὴν βασιλειαν καὶ ἀτελεύτητον.
- supplement.110
Βασιλείου Ψαλμοῖσ. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος, διά τε τὴν φύσιν τῆς θεότητος καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Θεοῦ ἀποβλέψας, φησίν· “ Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.” ἀντὶ του οἱ μὲν λοιποι ἄνθρωποι πόνῳ καὶ ἀσκήσει καὶ προσοχῃ πολλάκις κατορθοῦσι τὴν πρὸς τὸ καλὸν διάθεσιν, καὶ τὴν τῶν φαύλων ἀποστροφήν. σοὶ δὲ φυσική τις ἐστι πρὸς τὸ καλὸν οἰκείωσις, καὶ πρὸς τὴν ἀνομίαν ἡ ἀλλοτρίωσις.
- supplement.111
Χρυσοστόμου. Εἰκότως οὖν ταῦτα ἐπήγαγεν ὁ προφήτης· ἐπειδὴ γὰρ εἶπεν ἄνω τὰ κατορθώματα, τὰς νίκας, τῆς οἰκουμένης τὴν σωτηρίαν, ὅτι ἀληθείας αὐτὴν ἐνέπλησεν, ὅτι πραότητος, ὅτι δικαιοσύνης· δεικνὺς ὅτι οὐδὲν ἀπεικὸς ταῦτα γενέσθαι, διαλέγεται λοιπὸν περὶ τοῦ ἀξιώματος τοῦ κατωρθωκότος, ὅτι Θεὸς, ὅτι βασιλεὺς, ὅτι ἀτελεύτητος, ὅτι δικαστὴς ἀδέκαστος, ὅτι τῶν δικαίων δικαστὴς, ὅτι μισοπόνηρος· ἐπεὶ τοιοῦτος ἐστί φησι, διὰ τοῦτο τοιαῦτα αὐτῷ κατώρθωται. ὁ γὰρ κατορθώσας τοιοῦτος, καὶ δυνάμενος, καὶ βουλόμενος, ἀρκῶν ἑαυτῷ τὰ αὐτοῦ τοίνυν ἐποίησεν. εἶτα πάλιν ἐπὶ τὴν σάρκα κατάγει τὸν λόγον· καὶ ἐπειδὴ μέγα ἐφθέγξατο, πάλιν αὐτῷ παραμυθεῖται λέγων, “ διὰ τοῦτο “ ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς “ μετόχους σου.” διὰ τοῦτο, ποῖον; διὰ τὸ ἀνομίαν ἐκβαλεῖν καὶ δικαιοσύνην φυτεῦσαι, καὶ ἁπλῶς ποιῆσαι ἅπερ ἐποίησας. τι δὲ ἐστὶν “ ἔλαιον ἀγαλλιάσεως;” καὶ μὴν ἐλαίῳ ὁ Χριστὸς οὐδαμοῦ ἐχρίσθη, ἀλλὰ Πνεύματι Ἁγίῳ. διὰ τοῦτο προσέθηκε “ παρὰ “ τοὺς μετόχους σου·” πολλοὶ μὲν γὰρ πρὸ αὐτοῦ χριστοὶ, οὕτω δὲ οὐδείς. ὥσπερ πολλοὶ ἀμνοὶ, ὁ δὲ ἐξαίρετος, οὕτως πολλοὶ υἱοὶ, ἀλλ’ αὐτὸς ὁ μονογενής πάντα γὰρ αὐτὸς ἐξαιρέτως, οὐ τὰ τῆς θεότητος μόνον, ἀλλὰ καὶ τὰ τῆς οἰκονομίας. εἰ δὲ ἔλαιον τὸ Πνεῦμα καλεῖ ὁ Δαβὶδ, προφήτης ὣν, αἰνιγματωδέστερον δξιαλέγεται. καὶ καλῶς εἶπεν “ ἀγαλλιάσεως,” χαρᾶς, εὐφροσύνης.
- supplement.112
Ἄλλοσ δέ φησιν, ἀγλαισμοῦ, τουτέστι καλλωπισμοῦ, δόξης, κόσμου. ἔλαιον τοίνυν ἀκούσας, μὴ ἔλαιον νόμιζε, ἀλλὰ τὴν Χρίσιν. καὶ γὰρ τὸ ἔλαιον, σύμβολον τοῦ Πνεύματος ἦν· καὶ τὸ προηγούμενον καὶ ἀναγκαῖον, τὸ Πνεῦμα ἦν. τούτου τοίνυν ὄντος, μηδὲν ἀμφίβαλλε Χριστὸν αὐτὸν καλεῖν, ἐπεὶ καὶ ὁ Ἀβραὰμ χριστὸς ἐκαλεῖτο, καὶ οἱ προφῆται, ἀλλ’ οὐ πάντες ἐλαίῳ ἐχρίσθησαν. ὥσπερ ὅταν λέγῃ “ μὴ ἅπτεσθε τῶν χριστῶν μου.” πότε οὖν φησιν ἐχρίσθη ὁ Χριστός; ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ’ αὐτόν. “ μετόχους” δὲ ἐνταῦθα, πάντας φησὶ τοὺς πνευματικοὺς, καθάπερ Ἰωάννης φησὶν, “ ἡμεῖς πάντες ἐκ “ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν.” περὶ δὲ αὐτοῦ, “ οὐκ ἐκ “ μέτρου δίδωσι τὸ πνεῦμα ὁ Θεός.” καὶ πάλιν, “ ἐκχεῶ ἀπὸ τοῦ “ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” ἐκεῖ δὲ, οὐκ ἀπὸ τοῦ Πνεύματος, ἀλλ’ ὁλόκληρον τὸ Πνεῦμα ἦλθε· διόπερ ἔφησεν, “ οὐκ ἐκ “ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα.”
- supplement.113
Βασιλείου Ψαλμοῖσ. Ἐπειδὴ μέν τοι ἔδει σχηματίσαι τὸ τυπικὸν χρῖσμα, καὶ τοὺς τυπικοὺς ἀρχιερεάς καὶ βασιλέας, ἐχρίσθη τῷ ἀληθινῷ χρίσματι ἡ σὰρξ τοῦ Κυρίου, τῇ τοῦ Ἀγίου Πνεύματος εἰς αὐτὴν ἐπιδημίᾳ, ὅπερ “ ἀγαλλιάσεως ἔλαιον” προσαγορεύεται. ἐχρίσθη δὲ “ παρὰ τοὺς μετόχους” αὐτοῦ, τουτέστιν ὑπὲρ πάντας ἀνθρώπους τοὺς μετέχοντας τοῦ Χριστοῦ. διότι ἐκείνοις μὲν μερική τις ἐδίδοτο Πνεύματος κοινωνία· ἐπὶ δὲ τὸν Υἱὸν τοῦ Θεοῦ κατελθὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ὥς φησιν Ἰωάννης, “ ἔμεινεν ἐπ’ αὐτόν.” καλῶς οὖν “ ἀγαλλιάσεως ἔλαιον” τὸ Πνεῦμα προσαγορεύεται, ἐπειδὴ καὶ εἷς τῶν ὑπὸ τοῦ ἁγίου Πνεύματος γεωργουμένων καρπῶν ἐστὶν ἡ χαρά.
- supplement.114
Θεοδωρίτου. Αὕτη μέν τοι ἡ μαρτυρία καὶ τὴν Ἀρείου μαρτυρίαν διήλεγξεν· αἰώνιον γὰρ ἔδειξε τοῦ Θεοῦ Λόγου τὸν θρόνον· καὶ τῇ δυάδι τῶν προσώπων ἐξήλασε τοῦ Σαβελλίου τὴν σύγ- χύσιν. ταὐτὸ δὲ τοῦτο καὶ τὸ ἀναίσχυντον τῶν Ἰουδαίων ἐμφράττει στόμα.
- supplement.115
Χρυσοστόσου. Μᾶλλον δὲ ἐνταῦθα καὶ Ἰουδαίους καὶ τὸν Σαμοσατέα καὶ Ἄρειον καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλε καὶ Μαρκίωνα. πῶς Ἰουδαίους μὲν, δύο πρόσωπα δεικνὺς καὶ Θεὸν καὶ ἄνθρωπον· τοὺς δὲ ἄλλους Ἰουδαίους, τοὺς Παύλου λέγω τοῦ Σαμοσατέως, τὸ περὶ τῆς αἰωνίου ὑπάρξεως, ταῦτα διαλέγεσθαι καὶ τῆς ἀκτίστου οὐσίας. πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ “ ἐποίησε,” τὸ “ ὁ θρόνος σου εἰς τὸν αἰῶνα,” τέθεικε· πρός τε Ἀρειανοῦς, τοῦτο αὐτὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος· εἰ δὲ κτίσμα, δοῦλος· πρὸς δὲ Μάρκελλον καὶ τοὺς ἄλλους, ὅτι δύο ἐστὶ ταῦτα πρόσωπα διηρημένα κατὰ τὴν ὑπόστασιν· πρὸς δὲ Μαρκιωνστὰς, ὅτι θεότης οὐ χρίεται, ἀλλ’ ἡ ἀνθρωπότης. εἶτα “ παρὰ τοὺς μετόχους σου” φησί· τίνες δὲ οἱ μέτοχοι, ἀλλ’ ἣ οἱ ἄνθρωποι; τουτέστι τὸ Πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Χριστός. ὁρᾷς πῶς συνάπτει ἀεὶ τῷ περὶ τῆς ἀκτίστου φύσεως καὶ τὸν τῆς οἰκονομίας λόγον; τί τούτου σαφέστερον; είδες πῶς οὐκ ἔστι τὸ αὐτὸ κτίσμα καὶ γέννημα, οὐ γὰρ ἃν διεῖλε. καὶ πρὸς ἀντιδιαστολὴν τοῦ “ ἐποίησεν,” ἐπήγαγε, “ πρὸς δὲ τὸν Υἱὸν εἶπεν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν “ αἰῶνα τοῦ αἰῶνος.” οὐδ’ ἃν διαφορώτερον ὄνομα ἐκάλει τὸ Υἱὸς ὄνομα, εἰ τοῦ αὐτοῦ ἐστὶ σημεῖον. ποῖον γὰρ τὸ διάφορον, εἴπερ τὸ κτίσμα καὶ γέννημα ταυτόν; ἐκεῖνοι δὲ ἐποιήθησαν· τι τὸ διαφορώτερον;
- supplement.116
Γρηγορίου Ἐπιστολῆι. Ἄλλ εἰπάτωσαν ἡμῖν οἱ διαιροῦντες εἰς δύο τὸν ἕνα Χριστὸν, κατὰ τίνα τρόπον ὁ ἐκ Θεοῦ καὶ Πατρὸς Λόγος, Χριστὸς ὀνομάζεται· τίνα κέχρικεν ὁ Πατὴρ τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἤτοι τῷ Ἁγίῳ Πνεύματι; εἰ μὲν οὖν ἰδικῶς τὸν ἐξ αὐτοῦ γεννηθέντα Θεὸν Λόγον, καὶ τοῦτο εἶναι φασὶν ἀληθὲς, ἀγνοοῦσιν ὅπως καὶ τὴν τοῦ μονογενοῦς ἀδικοῦσι φύσιν, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας παρασημαίνουσι τὸ μυστήριον. οὐ γὰρ κέχρισται τῷ Ἁγίῳ Πνεύματι Θεὸς ὣν ὁ Λόγος, ἐπιδεᾶ πάντως ἁγιασμοῦ, καὶ οὐκ ἑκόντες ὁμολογήσουσι, κατὰ τοὺς ἄνωθεν ἔτι χρόνους ὑπάρχειν αὐτὸν, καθ’ οὓς οὔπω κεχρισμένος, ἀμέτοχος ἦν τῆς ἐς ὕστερον αὐτῷ δοθείσης δωρεᾶς. τὸ δὲ ἁγιασμοῦ τητώμενον σαλεύεται κατὰ φύσιν, καὶ οὐκ ἃν νοοῖτο παντελῶς ἠμοιρηκὼς ἁμαρτίας, ἤτοι τοῦ δύνασθαι πλημμελεῖν· ὑπομεμένηκεν οὖν ἆρα καὶ τροπὴν εἰς τὰ ἀμείνω τυχὸν ὁ Λόγος. πῶς οὖν ὁ αὐτός ἐστι, καὶ οὐκ ἠλλοίωται; καὶ εἰ Θεὸς ὢν ὁ Λόγος καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, ἐχρίετό τε καὶ ἡγιάζετο; φαίη τίς ἂν ἴσως ἀπό γε τοῦ πράγματος εἰς ἐξιτήλους ἐννοίας ἀπενηνεγμένος, ὅτι τάχα που καὶ αὐτὸς ὁ Πατὴρ δέοιτ’ ἄν ἁγιασμοῦ· μᾶλλον δὲ ἤδη καὶ μείζων αὐτοῦ πέφηνεν ὁ Υἱὸς, εἴ περ ἡγίασται μὲν αὐτὸς ἴσος ὣν αὐτοῦ, καὶ ἐν μορφῇ πρὸ ἁγιασμοῦ, ὁ δὲ ἀπομεμένηκεν ἐν οἷς ἦν ἀεὶ καὶ ἔστι καὶ ἔσται, οὔπω τὴν εἰς τὰ ἀμείνω λαβὼν ἐπίδοσιν, διά γε τοῦ ἡγιάσθαι καθ’ ὁμοιότητα τοῦ Υἱοῦ· μείζων δὲ ἤδη καὶ ἀμφοῖν ὁρᾶται τὸ Πνεῦμα τὸ ἁγιάζον αὐτοὺς, εἴπερ ἐστιν οὐκ ἐνδοιαστὸν “ὡς ἁπά- “σης ἀντιλογίας δίχα, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἀλλ’ ἔστι ταῦτα λῆρος καὶ τερθρεία καὶ ἀποπληξίας ἐγκλήματα· ἁγία γὰρ κατὰ φύσιν ἡ ὁμοούσιος Τριάς. οὐκοῦν ὅσον εἰς ἰδίαν φύσιν οὐχ ἡγίασται καταμόνας ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. εἰ δὲ δή τις οἴοιτο τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον κεχρῖσθαι τε καὶ ἡγιάσθαι μόνον, ταύτῃ τοι καὶ ὠνομάσθαι Χριστὸν, λεγέτω παρελθὼν εἰ ἀπόχρη τὸ χρῖσμα πρὸς τὸ ἀποφῆναι τὸν χριόμενον ἰσοκλεᾶ καὶ ὁμόθρονον τῷ πάντων ἐπέκεινα Θεῷ. καὶ εἰ μὲν ἀπόχρη τὸ χρῖσμα, καὶ τοῦτο ἐροῦσιν ὡς ἔστιν ἀληθὲς, κεχρίσμεθα καὶ ἡμεῖς, καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Ἰωάννης, “καὶ ὑμεῖς “χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου.” ἐσόμεθα οὖν ἐν ἴσῳ τάχα που καὶ ἡμεῖς αὐτοὶ τῷ Θεῷ, εἴργει δὲ οἶμαι παντελῶς οὐδὲν καὶ συνεδρεύειν αὐτῷ, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἐμμανουήλ· εἴρηται γὰρ πρὸς αὐτὸν, “κάθου ἐκ δεξιῶν μοῦ.” προσκυνείτω καὶ ἡμᾶς ἡ τῶν ἄνω πνευμάτων ἁγία πληθύς. ἀλλ’ ἡμεῖς μὲν, εἰ καὶ τῷ Ἁγίῳ κεχρίσμεθα Πνεύματι, τὴν μὲν τῆς υἱοθεσίας καταπλουτοῦμεν χάριν, κεκλήμεθα δὲ καὶ θεοὶ, τό γε μὴν τῆς ἑαυτῶν φύσεως μέτρον οὐκ ἠγνοήσαμεν· ἐσμὲν γὰρ ἐκ γῆς, καὶ τελοῦμεν οἰκέται· ὁ δέ ἐστιν, οὐκ ἐν οἶς ἡμεῖς, ἀλλὰ φύσει τε καὶ ἀληθείᾳ Θεὸς, καὶ τῶν ὅλων Κύριος καὶ ἐξ οὐρανοῦ· οὐ θεοποιηθεὶς κατὰ χάριν, Θεὸς δὲ μᾶλλον ἀληθινὸς, ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς δι’ ἡμᾶς.
- supplement.117
᾿Αθανασίου. Ἴδετε δὲ καὶ ὑμεῖς Ἀρειανοὶ, καὶ ἐπίγνωτε, κἂν ἐντεῦθεν τὴν ἀλήθειαν· μετόχους τοῦ Κυρίου πάντας ἡμᾶς εἴρηκεν ὁ ψάλλων. εἰ δὲ ἐξ οὐκ ὄντων ἦν καὶ τῶν γενητῶν εἷς, εἷς ἦν ἃν τῶν μετεχόντων καὶ αὐτὸς, ἐπειδὴ αὐτὸν μὲν Θεὸν αἰώνιον ὕμνησε λέγων, “ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα.” τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε. τί δεῖ νοεῖν; ἢ ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τοῦ δὲ Πατρὸς μόνος ἐστὶ Λόγος ἀληθινὸς, ἀπαύγασμα καὶ σοφία, ἧς τὰ γενητὰ πάντα μετέχει, καὶ ἁγιάζεται πη αὐτοῦ τῷ Πνεύματι; καὶ ἐνταῦθα οὖν χριέται, οὐχ ἵνα Θεὸς γένηται, ἦν γὰρ ἀιδίως βασιλεύων, εἰκὼν ὑπάρχων τοῦ Θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν. ἀλλ’ ὑπὲρ ἡμῶν πάλιν καὶ τοῦτο γέγραπται. οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ βασιλεῖς ὅτε ἐχρίοντο, τότε βασιλεῖς ἐγίνοντο, οὐκ ὄντες πρότερον βασιλεῖς, ὡς Δαβὶδ, ὡς Ἐζεκίας, ὡς ᾿Ιωσίας, ὡς οἱ ἄλλοι. ὁ δὲ Σωτῆρ’ τὸ ἔμπαλιν, Θεὸς ὣν καὶ τῇ βασιλείᾳ τοῦ Πατρὸς ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ Ἁγίου αὐτὸς ὣν χορηγὸς μόνος, ὅμως λέγεται νῦν χρίεσθαι, ἵνα πάλιν ὡς ἄνθρωπος λεγόμενος τῷ Πνεύματι χρίεσθαι, ἡμῖν τοῖς ἀνθρώποις καθάπερ τῷ ὑψωθῆναι καὶ ἀναστῆναι, οὕτω καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν καὶ οἰκειότητα κατασκευάσῃ. τοῦτο δὲ ση- μαίνων καὶ αὐτὸς ἔλεγεν, “ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν.” τοῦτο γὰρ λέγων, ἔδειξεν ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλ’ ὁ ἁγιάζων· οὐ γὰρ παρ’ ἑτέρου ἁγιάζεται, ἀλλ’ αὐτὸς ἑαυτὸν ἀγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. ὁ δὲ ἑαυτὸν ἁγιάζων, Κύριος ἐστὶ τοῦ ἁγιάζειν. πῶς οὖν τοῦτο γίνεται; πῶς δὲ τοῦτο λέγει; ὅτι ἐγὼ Λόγος ὣν τοῦ Πατρὸς, αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ, δίδωμι τὸ Πνεῦμα, καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον, ἐν τούτῳ ἁγιάζω, ἵν ἐμοὶ ἀληθείᾳ ὄντι, ἅπαντες ἁγιασθῶσιν. εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον ὡς καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος, εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φρονεῖν αὐτὸν σῶμα· καὶ οὐκ ἐπὶ βελτιώσει γέγονε τοῦ Λόγου, ἀλλ’ εἰς ἡμῶν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθῇ, “οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστὲ, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ “ἐν ὑμῖν;” τοῦ γὰρ Κυρίου ὡς ἀνθρώπου λουομένου εἰς τὸν ᾿Ιορδάνην, καὶ δεχομένου τὸ Πνεῦμα, ἡμεῖς ἐσμὲν οἱ παρ’ αὐτοῦ γινόμενοι τούτου δεκτικοί.
← Previous · Next → — showing 601–700 of 1,355
First Thousand Years of Greek. CTS URN tlg4102.tlg038.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.