Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Epistulam Ad Hebraeos

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,355 sections

  1. 17.23

    Οὐκ ἔχεις εἰπεῖν ὅτι ἐστι τις δίκαιος θλίψεως χωρὶς, εἰς παιδείαν ὑπομένετε, φησιν, οὐκ εἰς κόλασιν, οὐδὲ εἰς τιμωρίαν· ἐπειδὴ τοσαῦτα ἐπάθετε κακὰ, νομίζετε ὅτι ἀφῆκεν ὑμᾶς ὁ Θεὸς, εἰ μὴ ἐπάθετε, τότε ἔδει τοῦτο ὑποπτεύειν· εἰ γὰρ πάντα υἱὸν μαστιγοῖ ὃν παραδέχεται, ὁ μὴ μαστιζόμενος ἴσως οὐχ υἱὸς, εἰσὶ μὲν γὰρ μαστιζόμενοι πολλοὶ καὶ πονηροὶ, ἀλλ᾿ ἐκεῖνοι τῆς οἰκείας πονηρίας διδόασι δίκην, καὶ οὐχ ὡς υἱοὶ μαστιγοῦνται, ἀλλ’ ὡς κακοὶ κολάζονται· ὑμεῖς δὲ ὡς υἱοί.

  2. 17.24

    Εἰ δὲ χωρὶς ἐστὲ παιδείας.

  3. 17.25

    Ὁρᾷς ὅτι ὅπερ ἔφην εἶπεν, ὅτι οὐκ ἔνι μὴ παιδευόμενον εἶναι υιον ; ὡσπερ γὰρ ἐν ταῖς οἰκίαις τῶν νόθων καταφρονοῦσιν οἱ πατερες, τῶν δὲ γνησίων δεδοίκασι μὴ ῥᾳθυμήσωσιν· εἰ τοίνυν τὸ μὴ παιδεύεσθαι τῶν νόθων ἐστὶ, δεῖ χαίρειν ἐπὶ τῇ παιδείᾳ· εἰ δὲ γνησιότητος τοῦτό ἐστιν, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεὸς διὰ τοῦτο αὐτὸ.

  4. 17.26

    Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα.

  5. 17.27

    Εἰ γὰρ τοὺς πατέρας αἰδοῦνται τοὺς σαρκικοὺς ἐκεῖνοι, πῶς τὸν πατέρα τὸν ἐπουράνιον οὐκ αἰδεσθήσεσθε ; καί τοι οὐκ ἀπὸ τούτου μόνου ἡ διαφορὰ, ἀλλὰ καὶ ἀπ’ αὐτῆς τῆς αἰτίας· ἐκεῖνοι μὲν γὰρ πρὸς τὸ αὐτοῖς δοκοῦν, τουτέστιν ἡδονὴν πληροῦντες πολλάκις· οὐ πανταχοῦ τὸ συμφέρον ὁρῶντες· ἐνταῦθα οὐ διά τι τῶν αὐτοῦ τοῦτο ποιεῖ, ἀλλὰ δι’ ὑμᾶς καὶ τὴν ὠφέλειαν μόνην τὴν ὑμετέραν· πάντα γὰρ ποιεῖ, ὥστε γενέσθαι ἡμᾶς δεκτικοὺς τῶν ἀγαθῶν τῶν αὐτοῦ.

  6. 17.28

    Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν ἡμᾶς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ σύμφερον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.

  7. 17.29

    Τουτέστιν τῆς καθαρότητος, ὥστε ἀξίους γενέσθαι κατὰ δύναμιν, ἐκεῖνος σπουδάζει, ἵνα λάβητε, καὶ πάντα ποιεῖ ἵνα δῷ ὑμῖν· ὑμεῖς οὐ σπουδάζετε, ἵνα λάβητε· “ εἶτα,” φησὶ, “ τοὺς μὲν τῆς “ σαρκὸς ἡμῶν πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα, οὐ “ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ “ ζήσομεν ” “ πνευμάτων,” ἤ τοι τῶν χαρισμάτων, δυνάμεων· ἐὰν οὕτως ἀποθνήσκωμεν, φησὶ, τότε ζησόμεθα.

  8. 17.30

    Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης.

  9. 17.31

    Καλῶς εἶπεν “ οὐ δοκεῖ·” οὐκ ἔστι, φησὶ, λύπη ἡ παιδεία, ἀλλὰ δοκεῖ· πᾶσα δὲ καὶ ἡ ἀνθρωπίνη καὶ ἡ πνευματικὴ, ποία γὰρ λύπη τίκτουσα χαράν· ὥσπερ οὖν οὐδὲ ἡδονὴ τίκτουσα ἀθυμίαν.

  10. 17.32

    Ὕστερον δὲ καρποὺς εἰρηνικοὺς τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.

  11. 17.33

    Οὐ καρπὸν, ἀλλὰ “ καρποὺς,” πλῆθος πολὺ “ τοῖς δι’ αὐτῆς,” φησὶ, “ γεγυμνασμένοις ” ἀντὶ τοῦ τοῖς ἀνασχομένοις ἐπὶ πολὺ καὶ καρτερήσασιν· ἄρα γυμνασία ἐστὶν ἡ παιδεία τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη ἐν τοῖς ἀγῶσι καὶ ἀκαταγώνιστον· μὴ τοίνυν ἐκλειψῆτε περὶ τὴν ἀνταπόδοσιν· ὀρθὰ, φησὶ, βαδίζετε, ὥστε μὴ ἐπιταθῆναι τὴν χωλείαν, ἀλλὰ μεταβληθῆναι ἐπὶ τὰ πρότερα· ὁ γὰρ μετὰ χωλείας τρέχων ἐπιτρίβει τὸ κακὸν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

  12. 18.1

    Περὶ σωφροσύνης ἕως καιρὸς κατορθώσεως, μὴ ἀποτύχωμεν αὐτῆς ὡς Ἡσαῦ. μὴ εὑρὼν τόπον μετανοίας.

  13. 18.2

    Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε q.

  14. 18.3

    Θεόδωροσ φησί· ποῦ εἰσιν οἱ λέγοντες, τὸν Ἀπόστολον ἐν ταύτῃ τῇ Ἐπιστολῇ ἀναιρεῖν τὴν μετάνοιαν διὰ τοῦ λέγειν, “ ἀδύνατον γὰρ τοὺς φωτισθέντας καὶ τὰ ἑξῆς, πάλιν ἀνακαινί- “ ζεῖν εἰς μετάνοιαν ” πῶς ἄρα ταῦτα νοοῦσιν ; πῶς “ τὰς παρει- “ μένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα” ἀνωρθωθῆναι κελεύει; χωλοῦ δὲ ἴασιν ποίαν βούλεται γενέσθαι, ὁ μετάνοιαν τῶν ἡμαρτηκότων οὐ προσιέμενος ; ὅτι γὰρ ταῦτα πιστοῖς γράφει, δῆλον, ἐξ ὧν, φησὶ, πρὸς αὐτοὺς, “ ἀναμιμνήσκεσθε δὲ τὰς πρό- “ τερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε “ παθημάτων.”

  15. 18.4

    Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.

  16. 18.5

    Ὅπερ καὶ ἀνωτέρω ἔλεγεν, “ μὴ ἐγκαταλείποντες τὴν “ γωγὴν ἑαυτῶν·” τοῦτο καὶ ἐνταῦθα αἰνίττεται, οὐδὲν γὰρ οὕτως μάλιστα ἐν πειρασμοῖς εὐκαταγωνίστους ποιεῖ καὶ εὐχειρώτους, ὡς τὸ διεσπάσθαι· εἰπὲ γάρ μοι, διάσπασον φάλαγγα ἐν πολέμῳ, καὶ οὐδὲ πόνου δεηθήσονται οἱ πολέμιοι, ἀλλὰ δεδεμένους αὐτοὺς λήψονται κατ’ ἰδίαν εὑρόντες, καὶ ταύτῃ ὄντες ἀσθενεστέρους. εἰ δυνατὸν οὖν τὸ ἐξ ὑμῶν, μετὰ πάντων εἰρηνεύετε, μηδὲν τὴν εὐσέβειαν παραβλάπτων, ἀλλ’ ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως· μέγα γὰρ ὅπλον ἐν τοῖς πειρασμοῖς ἀνεξικακία. “ καὶ τὸν ἁγια- “ σμόν·” ἀντὶ τοῦ τὴν σωφροσύνην καὶ τὴν κοσμιότητα, εἴτε χωρὶς γάμου ἐστὶ, φησὶ, τίς ἁγνὸς μεινάτω, εἴτε ἐν γάμῳ, μὴ πορνενέτω, ἀλλὰ κεχρήσθω τῇ γυναικί· καὶ γὰρ καὶ τοῦτο ἁγιασμός· πῶς ; οὐχ ὁ γάμος ἁγιασμὸς, ἀλλ’ ὁ γάμος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασμὸν, οὐκ ἀφεὶς πόρνῃ προσέχειν· ὁ γὰρ γάμος τίμιος, οὐχ ἅγιος· καθαρὸς ὁ γάμος, οὐ μέντοι καὶ ἁγιωσύνην παρέχει, “ οὗ χωρὶς, οὐδεὶς ὄψεται τὸν Κύριον·” ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους λέγει, “ μὴ πλανᾶσθε, οὔτε πορνοὶ, οὔτε μοιχοὶ, “ οὔτε εἰδωλολάτραι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεο- “ νέκται, οὔτε κλέπται, οὔτε μέθυσοι βασιλείαν Θεοῦ κληρονομή- “ σουσι· πῶς γὰρ, ὁ γενόμενος πόρνης σῶμα, πῶς δυνήσεται εἶναι του χρίστου ;

  17. 18.6

    Ἐπισκοποῦντες, μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ δι’ αὑτῆς μιανθῶσιν πολλοί· μή τις πόρνος ἢ βέβηλος.

  18. 18.7

    Ὅρα πῶς πανταχοῦ ἑκάστῳ τὴν κοινὴν ἐγχειρίζει σωτηρίαν· “ παρακαλοῦντες,” φησὶν, “ ἀλλήλους, καθ’ ἑκάστην ἡμέραν, “ ἄχρις οὗ τὸ σήμερον καλεῖται·” μὴ τοίνυν πάντας ἐπὶ τοὺς διδασκάλους ἐπιρρίπτετε, μὴ πάντας ἐπὶ τοὺς ἡγουμένους· δύνασθε καὶ ὑμεῖς, φησὶ, ἀλλήλους οἰκοδομεῖν· “ ἐπισκοποῦντες” οὖν φησὶ, τουτέστιν ἀκριβῶς ἐρευνῶντες, καὶ καταμανθάνοντες ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, “ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, τοῦτο ἐν τῷ Δευτερονομίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν φυτῶν, ὃ καὶ ἀλλαχοῦ γράφων λέγει, “ μικρὰ ζύμη ὅλον τὸ φύ- “ ραμα ζυμοῖ·” οὐκ ἐκείνου μόνον ἕνεκεν τοῦτο βούλομαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινομένην βλάβην· καὶ εἰκότως πικρὰν τὴν ἁμαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως ἁμαρτίας πικρότερον, καὶ οὐκ εἶπεν “ ῥίζα” πικρὰ, ἀλλὰ “ πικρίας·” τὴν μὲν γὰρ πικρὰν ῥίζαν ἔστι καρποὺς ἐνέγκαι γλυκεῖ; τὴν δὲ πικρίας ῥίζαν καὶ πηγὴν καὶ ὑπόθεσιν, οὐκ ἔνεστι ποτε γλυκὺν ἐνεγκεῖν καρπὸν, καὶ διὰ ταύτης, φησὶ, μιανθῶσιν οἱ πολλοί· τουτέστιν, τοὺς ἀσελγεῖς ἐκκόπτετε.

  19. 18.8

    Μῆ τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.

  20. 18.9

    Καὶ ποῦ πόρνος ἦν ὁ Ἠσαῦ ; οὐ τοῦτό φησιν ὅτι πόρνος ἦν, ἀλλὰ μή τις ὡς Ἠσαῦ βέβηλος, τουτέστιν γαστρίμαργος, ἀκρατὴς, κοσμικὸς, τὰ πνευματικὰ ἀπεμπολῶν, ὃς τὴν παρὰ τοῦ Θεοῦ τιμὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυμίας ἀπέδοτο, ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ὁ γα·στρίμαργος· καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος.

  21. 18.10

    Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

  22. 18.11

    Οὐ τὴν μετάνοιαν ἐκβάλλει· οὐ γὰρ ἦν μετανοίας τὰ ῥήματα· καὶ μετὰ ταῦτα ὁ φόνος ἔδειξεν· καὶ γὰρ αὐτὸς τῇ προαιρέσει ἀνεῖλεν τὸν Ἰακώβ· “ ἐγγυσάτωσαν γὰρ,” φησὶν, “ αἱ ἡμέραι “ τοῦ πάθους τοῦ πατρὸς, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου·” οὐκ ἴσχυσαν τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι, ὅτι οὐ μετενόησεν ὃν ἔδει τρόπον. ἐμοὶ δοκεῖ αἰνίττεσθαί τινας ἐν αὐτοῖς πόρνους, καὶ ἄγνοιαν ὑποκρίνεσθαι, ἱν ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπαγάγῃ, ὥστε μὴ ἀπαναισχυντῆσαι· ἣ οὖν οὐχ εὗρεν μετάνοιαν, ἣ μετανοίας μείζονα ἥμαρτεν· ἔστι γὰρ ἁμαρτήματα μετανοίας μείζονα, τουτέστιν, μὴ πέσωμεν πτῶμα ἀνίατον· τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, φησὶν, ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν, τοῖς δὲ πεσοῦσιν, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμπεσεῖν, τὰ ἐναντία φησὶν, οὕτω λέγων, “ τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς “ ἐν ὑμῖν,” καὶ πάλιν, “ ὅτι τινὲ, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάρι- “ τος ἐξεπέσατε·” δοῦ μαρτυρεῖ ὅτι ἐξέπεσαν· ὁ μὲν γὰρ ἑστὼς ἀκούων ὅτι πεσόντα οὐκ ἐστι συγγνώμης τυχεῖν, ἀσφαλέστερος ἔσται περὶ τὴν στάσιν· ἃν μέντοι καὶ περὶ τὸν πεπτωκότα τῆ αὐτῇ χρήσῃ σφοδρότητι, οὐδέποτε ἀναστήσεται· οὐ μόνον δὲ, φησὶν, ἐδάκρυσεν, ἀλλὰ καὶ ἐξεζήτησεν· οὐ τοίνυν ἐκβάλλει μετάνοιαν, ἀλλ’ ἀσφαλίζεται αὐτοὺς πρὸς τὸ μὴ πεσεῖν.

  23. 18.12

    Θεόδωροσ δέ φησιν, οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται, ἀλλὰ διδάξαι ὡς οὐκ ἔνεστιν ἐν καιρῷ τὴν προσήκουσαν διόρθωσιν ἐπιδεξαμένους, ὕστερον αὐτὴν ἀνακτᾶσθαι, ὅταν ὁ τῆς ἀνταποδόσεως καιρὸς καταλλήλως ἐπάγεσθαι τῷ ἑκάστου τρόπῳ μέλλῃ. οὐ γὰρ ἐναντία λέγειν ἐσπούδακεν ἑαυτῷ, καὶ ταῦτα οὕτως ἐκ τοῦ σύνεγγυς· γνοίη δ’ ἄν τις ἐκ τοῦ παραδείγματος, ὁ φησι· πρῶτον μὲν γὰρ ἐμνημόνευσε τοῦ Ἠσαῦ, τότε μὲν ἀθυμήσαντος, ὅτε τῆς εὐλογίας οὐκ ἔτυχεν, μείναντος δὲ ἐπὶ τῆς τοῦ τρόπου κακίας ὁμοίως καὶ μέτα τοῦτο ἔπειτα οὔχι συγχωρήσεως αμαρτημάτων μετανοήσας οὐκ ἔτυχεν ἐκεῖνος· οὐ γὰρ τοῦτο ᾔτει τότε· ἀλλ’ εὐλογίας, ἣ κατὰ τὴν ἀξίαν τοῦ τρόπου τῷ ἀδελφῷ δοθεῖσαν, ἀφαιρεθῆναι αὖθις οὐδαμῶς οἷόντε ἦν καὶ δοθῆναι τούτῳ πάλιν. ἔστι μέντοι καὶ τοῦτο εὑρεῖν, ὡς οὐκ ἀνόνητα αὐτῷ πάντη τὰ δάκρυα ἐγένετο, ἀμέλει φαίνεται ὁ πατὴρ μετὰ τοῦτο παθὼν ἐπ’ αὐτῷ, καὶ τινὰς εὐλογίας αὐτῷ δεδωκώς· οὕτως οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται.

  24. 19.1

    Ὅτι φοβερωτέρα τῶν ἐπὶ Μωΰσεως τὰ μέλλοντα, κοὶ πλείονος ἄξα σπουδῆς τὰ νυν.

  25. 19.2

    Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον.

  26. 19.3

    (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ὅρα πῶς τὰς συγκρίσεις τούτων, καὶ εἰκότως αὐτὰ ὕστερον ἔθηκεν· ὅτε γὰρ αὐτοὺς διὰ μυρίων ἔπεισεν, ὅτε καὶ τὸ μέσον ἔθηκεν ἑκατέρους τῆς διαθήκης, τότε λοιπὸν προκατεγνωσμένης αὐτῆς, ῥᾳδίως καὶ τούτοις ἐπιχειρεῖ, καί φησι φοβερὰ ταῦτα, καὶ οὕτω φοβερὰ, ὡς μηδὲ φέρειν τὴν ἀκοὴν, ὡς μηδὲ θηρίον τολμᾷν ἀνιέναι· ἀλλ’ οὐ τοιαῦτα οἷα τὰ με τὰ ταῦτα· τί γὰρ τὸ Σινὰ. πρὸς τὸν οὐρανόν ; τί δαὶ τὸ ψηλαφώμενον πῦρ πρὸς τὸν ἀψηλάφητον Θεόν ; “ ὁ Θεὸς “ γὰρ πῦρ καταναλίσκον·” “ μὴ λαλείτω γάρ’ φησὶν, “ ἡμῖν ὁ “ Θεὸς, ἀλλὰ λαλείτω ἡμῖν Μωϋσῆς,” καὶ οὕτω φοβερὸν ἦν τὸ διαστελλόμενον· “ κἂν θηρίον θίγῃ τοῦ ὄρους. λιθοβοληθήσεται· καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον.

  27. 19.4

    Μωϋσῆς εἶπεν, ἔμφοβός εἰμι καὶ ἔντρομος.

  28. 19.5

    Τί θαυμαστὸν, φησὶ, περὶ τοῦ λαοῦ, αὐτὸς ὁ εἰς τὸν γνόφον εἰσελθὼν, οὗ ἦν ὁ Θεὸς, φησὶν, “ ἔμφοβός εἰμι καὶ ἔντρομος.

  29. 19.6

    Ἀλλὰ προσεληλύθατε Σιῶν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.

  30. 19.7

    Ἀντὶ Μωϋσέως Ἰησοῦς, ἀντὶ τοῦ λαοῦ μυριάδες ἀγγέλων. πρωτοτόκων τίνων φησί; τῶν πιστῶν. “ καὶ πνεύμασι δικαίων τετελειω- “ μένων,” μετὰ τούτων ἐστὲ, φησὶ, “ καὶ διαθήκης μεσίτῃ Ἰησοῦ, “ καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ,” τὸ γὰρ τοῦ Ἄβελ ἐλάλησεν ; ναὶ, φησὶ, καὶ δι’ αὐτῆς ἀποθανὼν, ἔτι λαλεῖ· καὶ πάλιν ὁ Θεός φησι, “ φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου “ βοᾷ πρός με·” ἣ τοῦτο ἣ ἐκεῖνο, ὅτι ἔτι καὶ νῦν ᾄδεται, ἀλλ’ οὐχ οὕτως ὡς τὸ τοῦ Χριστοῦ, καὶ τοῦτο γὰρ πάντας ἐκάθηρεν, καὶ φωνὴν ἀφίησι λαμπροτέραν καὶ εὐσημοτέραν, ὅσῳ μείζονα τὴν μαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγμάτων.

  31. 19.8

    βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ὄν τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀπ’ οὐρανοῦ ἀποστρεφόμενοι· οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων, ἔτι ἅπαξ ἐγὼ σείω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. τὸ δὲ, ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὧς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. διὸ βασιλείαν ἀσάλευτον παραλαβόντες, ἔχομεν χάριν, δι’ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας. καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.

  32. 19.9

    φοβερὰ ἐκεῖνα, ἀλλὰ πολλῷ ταῦτα θαυμασιώτερα καὶ λαμπρότερα· οὐ γὰρ σκότος ἐνταῦθα, οὐδὲ γνόφος, οὐδὲ θύελλα. ἐμοὶ δοκεῖ δι’ ἐκεῖνον αἰνίττεσθαι τὸ ἀσαφὲς τῆς παλαιᾶς, καὶ τὸ συνεσκιασμένον τοῦ νόμου καὶ τὸ συγκεκαλυμμένον· ἄλλως δὲ ὁ νομοθέτης ἐν πυρὶ φαίνεται, φοβερὸς καὶ κολαστικὸς τοῖς παραβαίνουσιν. τί δαὶ οἱ ἦχοι τῆς σάλπιγγος ; εἰκότως ἅτε ὡς βασιλέως λέως τινὸς παρόντος· τοῦτο γοῦν καὶ ἐπὶ τῆς δευτέρας ἔσται παρουσίας, ἐν τῇ ἐσχάτῃ σάλπιγγι πάντα διεγηγέρθαι δεῖ· ἡ δὲ τῆς φωνῆς σάλπιγξ τοῦτο ποιεῖ· πάντα τοίνυν τότε αἰσθητὰ, καὶ ὄψεις καὶ φωνᾶι, πάντα νοητὰ καὶ ἀόρατα νῦν καὶ καπνὸς, φησι, πολὺς ἦν· ἐπειδὴ γὰρ ὁ Θεὸς λέγεται πῦρ εἶναι καὶ ἐν τῇ βάτῳ οὕτως ἐφάνη, καὶ διὰ τοῦ καπνοῦ δείκνυσι τὸ πῦρ· τί δαὶ ὁ γνόφος καὶ τὸ σκότος; πάλιν τὸ φοβερὸν ἐμφαίνει οὕτω καὶ ὁ Ησαΐας φησι, “ καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ·” καὶ ἡ θύελλα τι βούλεται ; ῥᾴθυμον τὸ γένος τὸ ἀνθρώπινον ἦν· ἔδει τοίνυν αὐτὸ διανίστασθαι τούτοις· οὐδεὶς γὰρ οὕτω νωθὴς, ὃς οὐκ ἄνω τὴν διάνοιαν εἶχεν· γινομένων τούτων καὶ νομοθετουμένων, Μωϋσῆς ἐλάλει· ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ· ἔδει γὰρ τοῦ Θεοῦ φέρεσθαι τὴν φωνὴν, ἐπειδὴ διὰ Μωϋσέως ἤμελλε νομοθετεῖν· διὰ τοῦτο ἀξιόπιστον αὐτὸν ἐποίει· οὐχ ἑώρων αὐτὸν διὰ ’τον γνόφον, οὐκ ἤκουον αὐτοῦ διὰ τὸ ἰσχνόφωνον. τι οὖν ; ὁ Θεὸς ἀπεκρίνατο φωνῇ δημηγορῶν, ἀλλ’ ὄνομα αὐτοῦ καλέσεται· “ παρῃτήσαντο, φησὶ, “ μὴ προστεθῆναι “ αὐτοῖς λόγον ἄνωθεν.” ἄρα αὐτοὶ γεγόνασιν αἴτιοι τοῦ διὰ σαρκὸς φανῆναι τὸν Θεόν· “ λαλείτω ἡμῖν,” φησὶ, “ Μωϋσῆς, καὶ μὴ λα- “ λείτω ἡμῖν ὁ Θεὸς, ” οἱ τὰς συγκρίσεις ποιοῦντες μᾶλλον ἐκεῖνα ἀναιροῦσιν, ἵνα ταῦτα πολλῷ μείζονα δείξωσι· καὶ ταῦτα κρείττονα καὶ ἡμερώτερα καὶ θαυμασιώτερα τὰ ἡμέτερα· οὐκ ἠξιώθησαν, φησὶν, ὧν ἡμεῖς ἐκεῖνοι, ἄλλως δὲ καὶ τὸ ἀόρατον δείκνυσι διὰ τοῦ σκότους καὶ γνόφου· τότε καὶ Μωϋσῆς ἔδεισεν· νυνὶ δὲ οὐδείς· ὥσπερ γὰρ κάτω εἱστήκει ὁ λαὸς τότε, οὕτω καὶ ἡμεῖς· οὐκ ἦσαν κάτω, ἀλλ’ οὐρανοῦ κάτω· ἐγγὺς τοῦ Θεοῦ ὁ Υἱός· ἀλλ’ οὐχ ὡς Μωϋσῆς· ἐκεῖ ἔρημος ἦν, ἐνταῦθα πόλις· “ καὶ μυριά- “ σιν ἀγγέλων πανηγύρει,” ἐνταῦθα τὴν χαρὰν δείκνυσι, τὴν εὐφροσύνην ἀντὶ τοῦ γνόφου καὶ τοῦ σκότους καὶ τῆς θυέλλης.

  33. 19.10

    (Σευηριανοῦ.) Σευηριανὸς δέ φησι· πανήγυρις γὰρ καὶ ἑορτὴ ἀγγέλω, ἡ εἰς τὸν Θεὸν δόξα.

  34. 19.11

    Καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ Θεῷ πάντων.

  35. 19.12

    (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἐκεῖνοι οὐ ἀλλὰ πόρρω εἱστήκεσαν καὶ ὁ Μωϋσῆς· ὑμεῖς δὲ προσεληλύθατε· ἐνταῦθα αὐτοὺς φοβεῖ εἰπὼν, “ καὶ κριτῇ Θεῷ πάντων,” τουτέστι τῆς οἰκουμένης ἁπάσης, “ καὶ πνεύμασι δικαίων τετελει- “ ωμένων,” τὰς ψυχὰς λέγει τῶν εὐδοκίμων, “ καὶ διαθήκης νέας “ μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, τουτέστι καθαρμοῦ, “ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ·” εἰ δὲ τὸ αἷμα λαλεῖ, πολλῷ μᾶλλον ὁ σφαγιασθεὶς ζῇ· τί δαὶ ἐλάλει ; ἣ πῶς ἐλάλει ; ἔνθα γὰρ ἃν εἰς εἰλικρινῆ διάνοιαν ἐμπέσῃ, διανίστησιν ἱν αὐτὴν καἲ ποιεῖ λαλεῖν.

  36. 19.13

    Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα.

  37. 19.14

    τουτέστι, μὴ ἀπογνῶτε.

  38. 19.15

    Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον τὸν ἐπὶ γῆς παραιτη- σάμενοι χρηματίζοντα.

  39. 19.16

    τίνα λέγει ; ἐμοὶ δοκεῖ Μωϋσῆν· ὃ δὲ λέγει τοῦτό ἐστιν· εἰ ἐπὶ γῆς νομοθετοῦντα παραιτησάμενοι οὐκ ἐξέφυγον. ἀπὸ τοῦ οὐρανοῦ νομοθετοῦντα πῶς παραιτησόμεθα ; ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ ἄλλος ἐστὶν ἐκεῖνος, μὴ γένοιτο, ἀλλ’ αὐτὸς μέν ἐστι καὶ οὗτος κἀκεῖνος· φοβερὸς δὲ οὗτος· οὐ γὰρ διαφορὰν λέγει προσώπων, ἀλλὰ δόσεως· πόθεν δῆλον ; “ εἰ γὰρ ἐκεῖνοι οὐ παρῃτή- “ σαντο,” φησὶν, “ τὸν ἐπὶ γῆς χρηματίζοντα, πολλῷ μᾶλλον “ ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανοῦ ἀποστρεφόμενοι·” τι οὖν, ἄλλος ἐστὶν οὗτος παρ’ ἐκεῖνον ; πῶς ; “ οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· ” ἡ γὰρ τοῦτο τε δόντος ’τον νόμον φωνὴ τὴν γῆν ἐσάλευσεν.

  40. 19.17

    Νῦν δὲ ἐπήγγελται λέγων, ἔτι ἅπαξ ἐγὼ σείω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημενων.

  41. 19.18

    Ἄρα ἐκ τοῦ μέσου πάντα ἀρθήσεται, καὶ ἐπὶ τὸ βέλτιον συμπαγήσεται ἄνωθεν· τοῦτο τοίνυν αἰνίττεται ἐνταῦθα· τι τοίνυν ἀλγεῖς ἐν κόσμῳ οὐ μένοντι, κόσμῳ θλιβόμενος μικρὸν ὕστερον παροδευομένῳ ; εἰ ἐν ὑστέρῳ τοῦ κόσμου ἡ ἄνεσις ἦν, τότε θλίβεσθαι ἐχρῆν, πρὸς τὸ τέλος ὁρῶντα· “ ἵνα μείνῃ,” φησὶ, τὰ μὴ “ σαλευόμενα·” ποῖα δέ ἐστι τὰ μὴ σαλευόμενα ; τὰ μέλλοντα.

  42. 19.19

    Σευηριανὸσ δέ φησιν· τοῦτ’ ἔστιν ὃ λέγει ὁ Παῦλος ἀλλαχοῦ· “ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· ἵνα παρέλθῃ “ τὰ πρόσκαιρα, καὶ ἔλθῃ τὰ αἰώνια.”

  43. 19.20

    (Θεόδωροσ.) Θεόδωρος δὲ ὧδε λέγει· καλῶς ἀπὸ τῆς τοῦ προφήτου φωνῆς τῶν τε νῦν τὴν μεταβολὴν καὶ τῶν ὑστέρων τὸ βέβαιον συνίστησιν· τὸ μὲν γὰρ σείειν ἐπαγγείλασθαι τὴν μετάθεσιν αὐτῶν δηλοῖ πάντως ὡς ἐσομένην· τῇ δὲ τοῦ “ ἅπαξ” προσθήκῃ, τῶν μετὰ τοῦτο δηλοῖ τὸ ἀμετάθετον.

  44. 19.21

    Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν.

  45. 19.22

    (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησιν· τουτέστιν, εὐχαριστῶμεν τῷ Θεῷ· οὐ γὰρ μόνον οὐκ ὀφείλομεν δυσπετεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ χάριν αὐτῷ μεγίστην εἰδέναι ἐπὶ τοῖς μέλλουσιν.

  46. 19.23

    Δἰ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ.

  47. 19.24

    Ἀντὶ τοῦ οὕτως ἐστὶν εὐαρέστως λατρεύειν τῷ Θεῷ· εὐχαριστοῦντα ἐν ἅπασιν· ὃ γὰρ ἃν ἐργάσηται τις γογγύζων, ὑπότεμνέ τᾶι καὶ ἀπώλεσε τὸν μισθόν· οὐκ ἄρα ἐστὶν εὐαρέστως λατρεῦσαι, μὴ χάριν εἰδότας πάντων αὐτῷ, καὶ τῶν πειρασμῶν καὶ τῶν ἀνέσεων· μηδὲν οὖν ἰταμὸν φθεγγώμεθα, μηδὲν ἀναίσχυντον, ἵνα αἰδέσιμοι ὦμεν· τοῦτο γάρ ἐστι μετ’ αἰδοῦς καὶ εὐλαβείας.

  48. 20.1

    Περὶ φιλαδελφίας καὶ φιλοξενίας.

  49. 20.2

    Ἡ φιλαδελφία μενέτω· τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.

  50. 20.3

    Οὐκ εἰδότες ἐξένισαν· διὰ τοῦτο καὶ μέγας ὁ μισθός.

  51. 20.4

    Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι· τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἢ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός· ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν.

  52. 20.5

    Ὅρα πόσος περὶ σωφροσύνης λόγος αὐτῷ· δείκνυσιν ὅτι δικαίως τὰ ἑξῆς ἐπήγαγεν· εἰ γὰρ ὁ γάμος συνεχωρήθη, δικαίως ὁ πόρνος κολάζεται, δικαίως ὁ μοιχὸς τιμωρεῖται· ἐνταῦθα πρὸς τοὺς αἱρετικοὺς ἀποδύεται· οὐκ εἶπε πάλιν, μηδεὶς ἔστω πόρνος, ἀλλ᾿ ἅπαξ εἰπὼν τότε ἐπήγαγεν, ὡς κοινὴν παραίνεσιν, οὐχ ὡς πρὸς αὐτοὺς ἀποτεινόμενος· “ ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενος “ τοῖς παροῦσιν·” εἶτα καὶ ἐνταῦθα ἡ παραμυθία.

  53. 20.6

    Αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλείπω, ὥστε θαρροῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

  54. 20.7

    Πάλιν ἐν τοῖς πειρασμοῖς ἡ παραμυθία· “ μνημονεύετε τῶν “ ἡγουμένων ὑμῶν·” τοῦτο ἄνωθεν ὤδινεν εἰπεῖν· διὰ τοῦτο ἔλεγεν, “ εἰρήνην διώκετε μετὰ πάντων.”

  55. 20.8

    (Θεόδωροσ.) Θεόδωρος δέ φησιν· ἡγουμένους τοὺς παρ’ αὐτοῖς καταγγείΛαντας τὸν λόγον τῆς εὐσεβείας, καὶ τελειωθέντας ὑπὸ Ιουδαίων αὐτόθι· πολλοὶ δὲ ἦσαν, οὔτε Στέφανος μόνον καὶ Ἰάκωβος, ὁ μαχαίρᾳ ἀναιρεθεὶς, ἀλλὰ καὶ ὁ τοῦ Κυρίου ἀδελφὸς Ἰάκωβος, ἕτεροι δὲ πλεῖστοι, σιωπῇ παραδεδομένοι.

  56. 20.9

    Οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πιστιν.

  57. 20.10

    Θεωροῦντες γὰρ αὐτῶν τὸν βίον, φησὶ, μιμεῖσθε τὴν πίστιν· ἀπὸ γὰρ βίου καθαροῦ ἡ πίστις.

  58. 20.11

    Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας· διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.

  59. 20.12

    Τὸ “ χθὲς” τὸν παρελθόντα λέγει χρόνον, τὸ “ σήμερον” τὸν ἐνεστῶτα αἰῶνα, καὶ τὸν μέλλοντα, τὸν ἄπειρον· τουτέστιν ἀρχιερέα ἠκούσατε, ἀλλ’ οὐκ ἀρχιερέα λήγοντα, ἀεὶ ὁ αὐτός ἐστιν, ὡς ὄντων τινῶν τῶν λεγόντων, ὅτι οὐκ ἔστιν, ἕτερος ἥξει· ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι λέγουσιν, καὶ τοῦ ὄντως ἀποστερήσαντες ἑαυτοὺς, τῷ ἀντιχρίστῳ περιπεσοῦνται.

  60. 21.1

    Περὶ τοῦ μὴ σωματικῶς ζῆν κατὰ νόμον, ἀλλὰ πνευματικῶς κατὰ Χριστὸν ἐν ἀρετῇ.

  61. 21.2

    Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε.

  62. 21.3

    Οὐ μόνον ξέναις, ἀλλὰ μηδὲ ποικίλαις.

  63. 21.4

    Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.

  64. 21.5

    Ενταῦθα ἠρέμα αἰνίττεται τοὺς τὴν παρατήρησιν τῶν βρωμάτων εἰσάγοντας· τῇ γὰρ πίστει πάντα καθαρά· πίστεως οὖν δεῖ, οὐ βρωμάτων.

  65. 21.6

    Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.

  66. 21.7

    Οὐχ οἷα τὰ Ἰουδαϊκὰ, τοιαῦτα τὰ παρ’ ἡμῖν, ὡς μηδὲ τῷ ’ς ἀρχιερεῖ θέμις εἶναι μετέχειν αὐτῶν· ὥστε ἐπειδὴ εἶπεν, “ μὴ “ παρατηρεῖτε,” ἐδόκει δὲ τοῦτο καταβάλλοντος εἶναι τὰ ἴδια· πάλιν αὐτὸ περιστρέφει· μὴ γὰρ καὶ ἡμεῖς οὐ παρατηροῦμεν, φησίν· καὶ παρατηροῦμεν, καὶ σφοδρότερον, οὐδὲ αὐτοῖς τοῖς ἱερεῦσι μεταδιδόντες αὐτῶν.

  67. 21.8

    Σευηριανὸσ φησί· τουτέστιν οἱ ἐν νόμῳ, οὐκ ἔχουσι τὸ δῶρον τοῦτο, οὗ μετέχομεν ἡμεῖς· “ ἔξω δὲ τῆς παραβολῆς.” ἀντὶ τοῦ ἔξω τῶν νομίμων, καὶ τῆς Ἰσραηλιτικῆς παρεμβολῆς.

  68. 21.9

    Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· διὸ καὶ ὁ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου ὅς τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθεν.

  69. 21.10

    Κυρίλλου. Ἁγιάζει γὰρ Χριστὸς τῷ ἰδίῳ αἵματι τὴν ἀληθεστέραν σκηνὴν, τουτέστι τὴν ἐκκλησίαν· ἔξω δὲ τῆς πύλης ἔπαθεν, οὐχὶ δὴ μᾶλλον ἐν αὐτῇ τῇ παρεμβολῇ· ἔξω γὰρ, ὥσπερ τῆς Ἰουδαίων συναγωγῆς ἐν Χριστῷ κάθαρσι; ἀπεφοίτησε γὰρ αὐτῆς ἐνεργέστατα λέγων, “ ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν,” μετερρίκησε r δὲ ὥσπερ ἐπὶ τὰ ἔθνη λοιπὸν ἡ ἀφαγνίζουσα χάρις, καὶ ὡς ὁ Παῦλός φησιν, “ οἱ μακρὰν ὄντες γεγόνασιν ἐγγύς·” εἰδες τὸν τύπον λάμποντα περὶ ἁμαρτίας, φησι, καὶ ἔξω τῆς “ πύλης ἔπαθεν· τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν, φέροντες τὸν “ ὀνειδισμὸν αὐτοῦ,” τουτέστιν, τὰ αὐτὰ πάσχοντες, κοινωνοῦντες αὐτῷ ἐν τοῖς παθήμασιν. ὡς κατάδικος ἐσταυρώθη ἔξω· μὴ τοίνυν μηδὲ ἡμεῖς αἰσχυνώμεθα ἐξιέναι “ τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες,” τουτέστι ’τον σταυρὸν, συσταυρούμενοι αὐτῷ, κα νεκροῦντες εαυτοὺς ἀπὸ τοῦ κόσμου, ἵνα καὶ ἡμῖν τὸ πάθος αὐτοῦ ἀφθαρσίας καὶ καθαρισμοῦ πρόξενον γένηται· εἰ δὲ καὶ τοὺς ἔχοντας τὰ σωματικὰ μολύσματα ἐξωθεῖσθαι τῆς παρεμβολῆς ὁ νόμος ἐκέλευεν, ταῦτα δὲ τυπικῶς τὸν τῶν ψυχῶν μολυσμὸν ἐδήλου· ἔξω τῆς παρεμβολῆς ἔπαθεν ὁ Χριστὸς, ὅτι ὑπὲρ τῶν ἁμαρτωλῶν πέπονθεν· “ αὐτὸς γὰρ τὰς ἀνομίας ἡμῶν ᾐρε καὶ τὰς νόσους ἐβά- “ στασεν·” καὶ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον, καὶ μετὰ ἀνόμων ἐλογίσθη, ἵνα τοὺς ἁμαρτωλοὺς ἡμᾶς τοὺς πρὸς αὐτὸν ἐξιόντας διὰ τῆς πίστεως ἁγιάσῃ. ἕψεται πάντως ταϊς τοῦ πιστεύειν ὁμολογίαις ἡ χάρις, καὶ τῶν πλημμελημάτων ἡ ἄφεσις.

  70. 21.11

    (Κυρίλλου.) Ὁ μακάριος Κύριλλός φησιν· ἔοικεν ὁ θεσπέσιος Παῦλος τὸ “ ἔξω τῆς πύλης” ἔξω τοῦ κόσμου λέγειν· πύλης γὰρ ἡμᾶς ἐξίστησι κοσμικῆς, τὸ ἐθέλειν ἕπεσθαι τῷ Χριστῷ.

  71. 21.12

    Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλ- λουσαν ἐπιζητοῦμεν· δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τουτέστιν, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.

  72. 21.13

    Δἰ αὐτοῦ ὡς ἀρχιερέως τὸ κατὰ σάρκα· “ ὁμολογούντων,” φησὶ, “ τῷ ὀνόματι αὐτοῦ·” μηδὲν οὖν βλάσφημον φθεγγώμεθα, μηδὲν τὸ λυμηρὸν8, μηδὲν ἀπονενοημένον, τουτέστιν μετ’ αἰδοῦς καὶ εὐλα- βείας· ψυχὴ γὰρ ἐν ταῖς θλίψεσιν ἀπογινώσκει καὶ ἀπαναισχυντεῖ, ἀλλὰ μὴ ἡμεῖς.

  73. 21.14

    τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε.

  74. 21.15

    Οὐχὶ πρὸς τοὺς παρόντας λέγω ἀδελφοὺς, ἀλλὰ καὶ πρὸς τοὺς ἀπόντας· εἰ δὲ ἕτεροι τὰ ὑπάρχοντα ὑμῶν ἡρπάκασιν, ἐκ τῶν ἐνόντων τὴν φιλοξενίαν ἐπιδείκνυσθε.

  75. 21.16

    Θεόδωροσ δέ φησιν· εὐποιίαν εἶπεν, εἰς ἔπαινον τοῦ γινομένου, κοινωνίαν δὲ διὰ τὸ περὶ ὁμοπίστους γίνεσθαι, ὡς ἃν δέον κοινωνοὺς ἡγεῖσθαι τοὺς τοιούτους τῶν προσόντων ἡμῖν, οὕτω μετὰ σπουδῆς ταῖς χρείαις αὐτῶν ἀρκεῖν αἱρουμένους.

  76. 21.17

    τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.

  77. 21.18

    Δῶμεν αὐτῷ τοιαύτην θυσίαν, ἵνα ἀνενέγκῃ τῷ Πατρί· ἄλλως γὰρ οὐκ ἀναφέρεται, ἃν μὴ διὰ τοῦ Υἱοῦ· μᾶλλον δὲ καὶ διὰ δια- νοίας συντετριμμένης· πάντα ταῦτα διὰ τοὺς ἀσθενεῖς, ἲς, ἐπεὶ ὅτι τοῦ Υἱοῦ ἐστιν ἡ χάρις δῆλον· ἐπεὶ πῶς ἐστι τι μὴ ἴση ; “ ἵνα “ πάντες,” φησὶ, “ τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πα- “ τέρα· ποῦ ἴση ἡ τιμή ; “ καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.”

  78. 21.19

    Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε.

  79. 21.20

    Ὁ μακάριος Ἰωάννης φησὶ, κακὸν ἡ ἀναρχία, καὶ ἀρχὴ ἀτα- ξίας καὶ συγχύσεως· κακὸν δὲ οὐδὲ ἧττον καὶ ἡ ἀπείθεια τῶν ἀρχομένων· τὸ αὐτὸ γὰρ γίνεται πάλιν· ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι ἔστι καὶ τρίτον κακὸν, ὅταν ἄρχων ᾖ κακός· οἶδα κἀγὼ, καὶ οὐ μικρὸν τοῦτο κακὸν, ἀλλὰ καὶ τῆς ἀναρχίας πολλῷ κάκιον· κρεῖττον γὰρ ὑπὸ μηδενὸς ἄγεσθαι, ἢ ὑπὸ κακοῦ ἄγεσθαι· πῶς οὖν ὁ Παῦλός φησι, “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν,” ἀνωτέρω εἰπὼν, “ ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν “ πίστιν,” τότε εἶπεν “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπεί- “ κετε;” τί οὖν φησιν ; ὅταν πονηρὸς ᾖ, μὴ πειθώμεθα ; πονηρὸς πῶς λέγεις ; εἰ μὲν πίστεως ἕνεκεν, φύγε αὐτὸν καὶ παραίτησαι, μὴ μόνον ἃν ἄνθρωπος ᾖ, ἀλλὰ καὶ Ἄγγελος ἐξ οὐρανοῦ κατιών· εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου· ὁ οὖν Παῦλος πρότερον αὐτοὺς συνέστησεν, καὶ τότε φησὶ, “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ “ὑπείκετε.”

  80. 21.21

    Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες.

  81. 21.22

    Ὥσπερ πειθηνίους δεῖ τοὺς ἀρχομένους, οὕτω καὶ τοὺς ἄρχοντας ἀγρύπνους καὶ νηφαλαίους· διὰ τοῦτό φησιν, “ ἵνα μετὰ “ χαρᾶς τοῦτο ποιῶσι, καὶ ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.” ὁρᾷς ὅτι τὸν ἄρχοντα καταφρονούμενον.

  82. 21.23

    Θεωρία Περὶ Τῆσ Σκηνῆσ, Καὶ Τί Δήποτε Αὐτὲν Γενέσθαι Προσέταξεν ὁ Θεός.

  83. 21.24

    Αὐτὸς ὁ δεσπότης Θεὸς τὴν αἰτίαν δεδήλωκεν· ἔφη δὲ οὕτως “ ποιήσεις μοι ἁγίασμα καὶ ὀφθήσομαι ἐν ὑμῖν, καὶ ποιήσεις “ κατὰ πάντα ὅσα ἐγὼ δείκνυμί σοι ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς “ σκηνῆς, καὶ τὸ παράδειγμα τῶν σκευῶν αὐτῆς.” ἐπειδὴ γὰρ ἐν τῷ Σινὰ ὄρει τὸν νόμον ἐδεδώκει, εἰκὸς δὲ ἦν τινὰς ὑποτοπῆσαι περιγεγράφθαι τὸ θεῖον, ἐκέλευσε γενέσθαι σκηνὴν, ἵνα ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν ἐκπαιδεύει τὸν λαὸν τὴν εὐσέβεια,. ὡσπερ γὰρ τὴν ἐπηγγελμένην αὐτοῖς ἀπειληφότων γῆν, ἔων γενέσθαι προσέταξεν, καὶ τὰς θείας ἐκεῖ γενέσθαι λειτουργίας ἐνομοθέτησεν, ἵνα μὴ ἀδεῶς τοῦτο δρῶντες, τῇ τῶν ἀλιτηρίων δαιμόνων περιπέσωσι πλάνῃ, οὕτως ὁδοιποροῦσι καὶ τὴν ἔρημον διαβαίνουσι σκηνὴν ποιῆσαι προσέταξεν, μεταβῆναι καὶ αὐτὴν δυναμένην, ἵνα καὶ τὰς προσευχὰς καὶ τὰς ἱερουργίας ἐν ταύτῃ προσφέρωσι. καὶ ταῦτα δὲ τῆς αὐτῶν ἕνεκα γεγένηται χρείας. ἐπειδὴ γὰρ ἐν τῷ ὄρει τοῦ μεγάλου Μωϋσέως πλείους διατρίψαντος ἡμέρας, πρὸς τὸν Ἀαρὼν ἔφασαν, “ ποίησον ἡμῖν θεοὺς οἳ προπορεύονται ἡμῶν,” καὶ τὴν εἰκόνα τοῦ μόσχου κατασκευάσαντες, ἐβόων χορεύοντες, “ οὗτοι οἱ “ θεοί σου Ἰσραὴλ οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου,” τὴν σκη- νῆν ταύτην προσέταξεν ὁ Θεὸς, καὶ ἀπαιρόντων ἡγεῖσθαι νενομοθέτηκεν, καὶ αὐλιζομένων ἵστασθαι, ὥστε καὶ τοὺς ἱερέας τὰς θυσίας ἐν αὐτῇ ἐπιτελεῖν. εἶχεν δὲ αὕτη τῆς κτίσεως τὴν εἰκόνα. ὥσπερ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ δεσπότης Θεὸς, μέσον πάλιν ἐξέτεινε τὸ στερέωμα, καὶ διώρισεν τὰ ὑπερῶα τῶν κάτω, μίαν μὲν προσέταξεν γενέσθαι τὴν σκηνὴν, τριάκοντα μὲν πήχεων τὸ μῆκος, δώδεκα δὲ τὸ εὖρος ἔχουσαν· ἐν μέσῳ δὲ τὸ παραπέτασμα διατείνας ἐν τύπῳ τοῦ στερεώματος, διχῆ διεῖλεν αὐτήν· καὶ τὸ μὲν παρὰ τὴν θύραν μέρος ἐκάλεσεν ἅγια, τὰ δὲ τοῦ παραπετάσματος ἔνδον ἅγια ἁγίων ὠνόμασεν· καὶ ὥσπερ λέγει Δαβὶδ, “ ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς “ υἱοῖς τῶν ἀνθρώπων,” οὕτως ἔξω μὲν τοῦ καταπετάσματος εἰσὶ τῇ τὸν s ἦν τοῖς ἱερεῦσι, τὰ δὲ ἔνδον ἄψαυστα ἦν καὶ ἄδυτα· καὶ ἀνάκτορα, τὸν ἀρχιερέα γὰρ μόνον ἅπαξ τοῦ ἔτους νόμος ἦν εἰσιέναι ἐκεῖ· ἦν δὲ ἐκεῖ τὰ τῶν χερουβεὶμ εἰκάσματα τύπον τῶν ἀσωμάτων δυνάμεων ἔχοντα· ἐν μέσῳ δὲ τούτων ἡ κιβωτὸς ἔκειτο, τὰς πλάκας ἔχουσα τοῦ νόμου καὶ τὴν στάμνον τοῦ μάννα καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν· ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλα- στήριον ταῖς πτέρυξι τῶν χερουβεὶμ σκιαζόμενον· ἐν τούτῳ δὲ ὁ τῶν ὄντων Θεὸς τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. ἐπειδὴ γὰρ ἡ θεῖα φύσις ἀνείδεός τε καὶ ἀσχημάτιστος ἀόρατός τε καὶ ἀπερίληπτος, καὶ τῆς τοιαύτης οὐσίας εἰκόνα τεκτήνασθαι παντάπασι τῶν ἀδυνάτων, τὰ σύμβολα τῶν μεγίστων αὐτοῦ δωρεῶν ἔνδον κεῖσθαι προσέταξεν. αἱ μὲν γὰρ πλάκες τὴν νομοθεσίαν ἐδήλουν, τὴν δὲ ἱερωσύνην ἡ ῥάβδος, τὸ δὲ μάννα τὴν ἐν ἐρήμῳ τροφὴν καὶ τὸν ἀχειροποίητον ἄρτον· τὸ δέ γε ἱλαστήριον τῆς προφητείας σύμβολον ἦν· ἐκεῖθεν γὰρ αἱ προρρήσεις ἐγίνοντο. ὥσπερ γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, οὕτω διὰ τούτων ὁ μεγαλόδωρος ἐγνωρίζετο· τὸ μὲν οὖν ἔνδον τῆς σκηνῆς· διὸ καὶ ἅγια τῶν ἁγίων ὠνόμαστο· καὶ ὅτι τοῦτο ἀληθὲς, μάρτυς ὁ θεῖος Ἀπόστολος, οὑτωσὶ λέγων· “ οὐ γὰρ εἰς “ χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, “ ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμ . . ανισθῆναι τῷ προσώπῳ τοῦ “ Θεοῦ ὑπὲρ ἡμῶν·” καὶ πάλιν περὶ τῆς θείας ἐλπίδος διαλεγό- μένος καὶ ταῦτα προστέθηκεν, “ ἣν ὡς ἄγκυραν ἔχομεν ἀσφαλῆ “ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ κατα- “ πετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς γενό- “ μένος ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.” οὐκοῦν τὰ μὲν ἔνδον τοῦ καταπετάσματος τὴν τῶν ἐπουρανίων εἶχον εἰκόνα, τὰ δὲ ἐκτὸς τῶν ἐπιγείων, διὸ καὶ τοῖς ἱερεῦσι διηνεκῶς ἦν βατά. εἶχε δὲ ταῦτα λυχνίαν μὲν ἐν τῷ νοτίῳ μέρει κειμένην ἑπτάκαυλον, ἰσαρίθμους ἔχουσαν λύχνους ἐπικειμένους· ἐδήλουν δὲ οὗτοι τῶν ἡμερῶν τῆς ἑβδομάδος τὸν ἀριθμόν· τράπεζαν δὲ . . . . ἐφ’ ἧς ἄρτους προκεῖσθαι προσέταξε δυοκαίδεκα, καὶ φιάλας χρυσᾶς πλήρεις λιβανωτοῦ καὶ ἀλῶν t. ἐν δὲ τῷ μέσῳ τῆς λυχνίας καὶ τῆς τραπέζης χρυσοῦν ἔκειτο θυμιατήριον· ταῦτα δὲ ἦν συντάγματα τῶν ἀπὸ γῆς τοῖς ἀνθρώποις δεδωρημένων καρπῶν. πρὸ δὲ τῆς σκηνῆς ἔξω τὸ χαλκοῦν ἦν θυσιαστήριον, τὸ γὰρ προσφερόμα δεχόμενον θύματα .... εἶναι ταῦτα . . . Θεῷ· ὅθεν .... συνεχώρησεν .... ἀσθένειαν. ἔξω δὲ τῆς σκηνῆς ἱερουργεῖσθαι προσέταξεν, ὡς τοῖς ἔνδον ἀπονεμηθεῖσαν, λειτουργίαν ἔπιτε . . θυμίαμα γὰρ καὶ λυχνιαῖον φῶς προσφέ ...... τῆς ἁγίας τραπέζης λειτουργί .... κοντα πήχεα ἦν τὸ μῆκος τῆς σκηνῆς, καὶ δέκ’ . . . τὸ εὖρος, καταμαθεῖν εὐπ . . σέ· εἴκοσι γὰρ σανίδας εἶχε τὸ νότιον μέρος, καὶ τοσαύτας τὸ βόριον. σανίδας γὰρ τοὺς στύλους ὠνόμασαν οἱ ἄλλοι ἑρμηνευταί· ἑκάστης δὲ σανίδος πῆχυν ἐχούσης καὶ ἥμισυ πήχυος λ΄ πήχεις αἱ εἴκοσι σανίδες ἐπλήρουν. οὕτω πάλιν τὸ πρὸς δυσμὰς ἀποβλέπων ἓξ εἶχεν σανίδας τὸ αὐτὸ μέτρον ἐχούσας καὶ δύο γωνίας· ἱρ’ δὲ πήχεις ἐκ τούτων συναγόμενοι, οἱ μὲν δέκα τὸ ἔνδον εὖρος ἐπλήρουν, οἱ δὲ ἄλλοι δύο τὸν ἑκατέρωθεν πλευρῶν τὰς ἁρμονίας ἐδέχοντο· ἐκ μέντοι τοῦ ἑῴου μέρους τὴν θύραν γενέσθαι προσέταξεν, ἵνα καὶ αὐτὸν ...... οἷόν τινα προσκέντησιν προσφέρει τοῖς προπυλέοις εὐθὺς ἐκεῖσε τὰς ἀκτῖνας ἐκπέμπων, καὶ οἱ τῷ Θεῷ μόνῳ λατρεύειν προστεταγμένοι, ὄπισθεν τὸν ἥλιον ἔχουσι πρὸς τὴν σκηνὴν τετραμμένην, καὶ μὴ τοῦτον, ἀλλὰ τὸν τούτου ποιητὴν προσκυνῶσι. δρυφάκτῳ τοίνυν ἡ σκηνὴ προσεώκει, σανίδας ἔχουσα πάν . . . ἡρμοσμένας ἀλλήλαις εἶχον . . . βάσεις ἀργυρᾶς καὶ τὰς κεφαλίδας ὡσαύτως· καὶ αὗ- τᾶι δὲ αἱ ἔνδοθεν καὶ ἔξωθεν ἦσαν εἰλϊμμέναι χρυσῷ· τὸν δὲ ὄροφον εἶχεν ἐξ ὑφασμάτων ποικίλων ἐκ διαφόρων κατεσκευασμένων χρωμάτων· τὸ μὲν γὰρ ἦν ἁλουργὸν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς, τὸ δὲ ὑακίνθῳ προσεοικός· ἡ δὲ βύσσος τὴν λευκὴν εἶχε χρόαν. καὶ ταῦτα δὲ τῶν δ΄ στοιχείων ἦν αἰνίγματα· ὁ μὲν γὰρ ὑάκινθος τῷ ἀέρι προσέοικεν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρὶ, τὸ δὲ ἁλουργὸν μηνύει τὴν θάλασσαν· ἐκείνη γὰρ τρέφει τὴν κόχλον, ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμα· ἡ δὲ βύσσος τὴν γῆν· ἐκ ταύτης γὰρ φύεσθαι λέγεται. καὶ δέρρεις δὲ εἶχε τριχίνας ἐπικειμένας, καὶ μέντοι καὶ διφθέρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείργειν καὶ τὸν φλογμόν. καὶ τοῖς ἱερεῦσι δὲ παντοδαπὸν περιέθηκεν κόσμον· τὸν μὲν λαὸν καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα — desunt reliqua.

  84. supplement.1

    Η ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ.

  85. supplement.2

    ΘΑΥΜΑΣΤΟΝ οὐδὲν δρῶσιν οἱ τὴν Ἀρειανικὴν εἰσδεξάμενοι νόσον κατὰ τῶν ἀποστολικῶν λυττῶντες γραμμάτων, καὶ τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν τῶν λοιπῶν ἀποκρίνοντες, καὶ νόθον ταύτην ἀποκαλοῦντες. οἱ γὰρ κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς γλώσσας κινοῦντες, τί οὐκ ἃν τολμήσαιεν κατὰ τῶν εὔνων αὐτοῦ καὶ μεγαλοφώνων τῆς ἀληθείας κηρύκων ; αὐτοῦ γάρ ἐστι τοῦ δεσπότου φωνὴ, “ εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.” ἔδει δὲ αὐτοὺς εἰ κατὰ μηδὲν ἕτερον, τοῦ χρόνου γοῦν αἰδεσθῆναι τὸ μῆκος, ἐν ᾧτ’ τήνδε τὴν Ἐπιστολὴν ἐν ταῖς Ἐκκλησίαις ἀναγινώσκοντες διετέλεσαν τῆς ἐκκλησίας οἱ τρόφιμοι. ἐξ οὗ γὰρ τῶν ἀποστολικῶν γραμμάτων αἱ τοῦ Θεοῦ μετέλαχον Ἐκκλησίαι, ἐξ ἐκείνου καὶ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς τὴν ὠφέλειαν καρποῦνται. εἰ δὲ μὴ τοῦτο πεῖσαι αὐτοὺς ἱκανὸν, κἂν Εὐσεβίῳ γοῦν ἐχρῆν πεισθῆναι, τῷ Παλαιστηνῷ, ὃν τῶν οἰκείων δογμάτων ἀποκαλοῦσι συνήγορον· καὶ οὗτος γὰρ τοῦ θειοτάτου Παύλου τήνδε τὴν Ἐπιστολὴν ὡμολόγησεν εἰναι, καὶ τοὺς παλαιοὺς ἅπαντας ταύτην περὶ αὐτῆς ἔφησεν ἐσχηκέναι τὴν δόξαν. ἀλλ’ οἱ Ἀρειανοὶ, πᾶσιν ἐρρωσθῆναι φράσαντες, ἀναίδην πρὸς τὴν ἀλήθειαν διαμάχονται· τῆς ἀποστολικῆς θεολογίας, ἣ τὸ προοίμιον κατεκόσμησε, τὴν αἴγλην οὐ φέροντες. ἀντιλέγειν γὰρ οὐ δυνάμενοι πρὸς τὰ διαρρήδην περὶ τῆς τοῦ μονογενοῦς εἰρημένα θεότητος, πᾶσαν ἐκ . . . a ἐτόλμησαν τὴν Ἐπιστολήν· καὶ που καὶ τῶν δογμάτων καὶ τῶν ἄλλων ἐνθυμημάτων πολλὴν συγγένειαν πρὸς τὰς ἄλλας ἐχόντων Επιστολάς.

  86. supplement.3

    Πρόσχημα δὲ τῇ κατηγορίᾳ περιτιθέασι, τὸ μὴ τὴν ἀποστολικὴν προσηγορίαν ὁμοίως ἐγκεῖσθαι τῷ προοιμίῳ. ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς τῶν ἐξ ἐθνῶν, ἀλλ’ οὐ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων Ἀπόστολος ἐκεχειροτόνητο. καὶ γὰρ ὁ Κύριος πρὸς αὐτὸν ἔφη· “ σπεῦσον καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν· οὐ γὰρ μὴ προσδέξων- “ ταί σου τὴν μαρτυρίαν τὴν περὶ ἐμοῦ· πορεύου, ὅτι εἰς ἔθνη “ μακρὰν ἐξαποστελῶ σε.” τοιαύτας δὲ καὶ πρὸς τοὺς ἄλλους Ἀποστόλους ἐποιήσατο συνθήκας· “ Ἰάκωβος,” γάρ φησι, καὶ “ Κηφᾶς καὶ Ἰωάννης οἱ δοκοῦντες στῦλοι εἶναι δεξιὰς ἔδωκαν “ ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας· ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, “ ἡμεῖς δὲ εἰς τὰ ἔθνη.” οὕτω καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη· “ ἐφ’ ὅσον εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν διακονίαν μου δοξάζω.” καὶ πάλιν ἀλλαχοῦ· “ ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν “ τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη.” τούτου δὴ χάριν τοῖς μὲν ἐξ ἐθνῶν πεπιστευκόσιν ἐπιστέλλων, Ἑβραίοις δὲ γράφων, ὧν οὐκ ἐνεχειρίσθη τὴν ἐπιμέλειαν, γυμνὴν τῶν ἀξιωμάτων εἰκότως τὴν διδασκαλίαν προσήνεγκεν· ὑπὸ γὰρ τὴν τῶν ἄλλων Ἀποστόλων ἐτέλουν προμήθειαν.

  87. supplement.4

    Εἰ τοίνυν ἐθνῶν Ἀπόστολος ἦν, τι κοινὸν πρὸς Ἑβραίους εἶχε ; τι δὲ αὐτοῖς καὶ ἐπέστελλε, καὶ μᾶλλον ἀπεχθανομένοις αὐτῷ; ὅτι γὰρ ἀπεχθῶς πρὸς αὐτὸν διέκειντο, ἄκουσον τι φησιν Ἰάκωβος πρὸς αὐτόν· “ θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων “ τῶν πεπιστευκότων, καὶ οὗτοι πάντες κατήχηνται περὶ σοῦ, ὅτι “ ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις·” καὶ πολλαὶ ζητήσεις αὐτῷ πολλάκις ἐγένοντο περὶ τούτου. τίνος οὖν ἕνεκεν ἐξετάσειεν ἄν τις τὸν νομομαθῆ ; παρὰ γὰρ τοὺς πόδας Γαμαλήλου τὸν νόμον ἐξεπαιδεύετο, καὶ πολὺς ἦν αὐτῷ ζῆλος τοῦ πράγματος, καὶ ταύτῃ μάλιστα δυνάμενον ἐντρέψαι οὐχὶ πρὸς Ἰουδαίους ἔπεμπεν ὁ Θεός ; ὅτι ταύτῃ μάλιστα πλέον ἤσαν αὐτῷ ἐκπεπολεμωμένοι· “ οὐ γὰρ ἀνέξονταί σου,” φησὶν ὁ Θεὸς πρὸς αὐτὸν, “ ἀλλὰ πορεύου εἰς ἔθνη μακρὰν, διότι οὐ παραδέξονται σου τὴν “ μαρτυρίαν τὴν περὶ ἐμοῦ.” εἶτα αὐτός φησι, “ ναὶ Κύριε, αὐτοὶ “ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συνα- “ γωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα “ Στεφάνου τοῦ πρωτομάρτυρός σου, καὶ αὐτὸς ἤμην ἑστὼς κα “ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάττων τὰ ἱμάτια τῶν ἀναι- “ ρούντων αὐτόν.” καὶ τοῦτο αὐτὸ φησὶ σημεῖον εἶναι καὶ ὺπόθεσιν τοῦ μὴ πιστεῦσαι αὐτοὺς αὐτῷ· καὶ γὰρ οὕτως ἔχει ὅταν τίς ἐξ ἔθνους ἀποπηδήσῃ τινὸς, ἃν μὲν τῶν ἐλαχίστων ᾐ, καἰ οὐδενὸς ἀξίων λόγου, οὐ πάνυ δάκνει τοὺς ἀφ’ ὧν ἀνεχώρησεν· ἃν δὲ τῶν θαυμαστῶν καὶ σφόδρα ζηλωτῶν, καὶ τὰ ἐκείνων φρονούντων, μάλιστα αὐτοὺς ἀλγύνει, καὶ μεθ᾿ ὑπερβολῆς λυπεῖ, ἅτε μάλιστα αὐτῶν καθαιρῶν τὸ δόγμα παρὰ τοῖς πολλοῖς· καὶ ἄλλο δὲ τούτῳ προσῆν· ποῖον δὴ τοῦτο ; ὅτι οἱ μὲν περὶ Πέτρον, καὶ συνεγένοντο τῷ Χριστῷ, καὶ σημεῖα εἶδον καὶ θαύματα. οὗτος δὲ οὐδενὸς τούτων ἀπολελαυκὼς, ἀλλὰ μετὰ Ἰουδαΐων ὣν, ἐξαίφνης ηὐτομόλησε καὶ γέγονεν εἷς ἐξ αὐτῶν, ὃ μάλιστα ἤρκει f ἐκεῖνοι μὲν γὰρ καὶ χάριτι ἐδόκουν μαρτυρεῖν, καὶ εἶπεν ἄν τις, τὸν διδάσκαλον ποθοῦντες ταῦτα μαρτυροῦσιν· ὁ δὲ τῇ ἀναστάσει μαρτυρῶν, οὗτος μάλισταἦν ὁ φωνῆς μόνης ἄκουσας.

  88. supplement.5

    Διὰ τοῦτο ὁρᾷς αὐτοὺς ἐκθύμως πολεμοῦντας αὐτῷ, καὶ πάντα ὕπερ τούτου πράττοντας, ὥστε αὐτὸν ἀνελεῖν, καὶ στασιάζοντας. ἀλλ’ οἱ μὲν ἄπιστοι διὰ τοῦτο αὐτῷ ἀπεχθῶς προσεῖχον· οἱ δὲ πιστεύσαντες τίνος ἕνεκεν ; ὅτι ἠναγκάζετο τοῖς ἔθνεσι κηρύττων, καθαρῶς κηρύττειν τὸν Χριστιανισμὸν, καὶ εἴπου καὶ ἐν Ἰουδαίᾳ ἀπελήφθη, οὐκ ἐφρόντιζε. Πέτρος μὲν γὰρ, καὶ οἱ περὶ αὐτὸν, ἅτε ἐν Ἱεροσολύμοις κηρύττοντες, ἔνθα πολὺς ἦν ὁ ζῆλος, ἀνάγκην εἶχον τὸν νόμον κελεύειν τηρεῖν. οὗτος δὲ, ἐν ἐλευθερίᾳ πολλῇ ἦν, καὶ πλέους ἦσαν οἱ ἐξ ἐθνῶν ἣ Ἰουδαῖοι, ἅτε ἐκτὸς ὄντες, καὶ παρέλυε τὸν νόμον· καὶ οὐ τοσαύτην εἶχον περὶ αὐτὸν εὐλάβειαν· ὅτι πάντα καθαρῶς ἐκήρυττεν, ἀμέλειγε ἐν τούτῳ αὐτῷ δοκοῦσι καταιδεῖν τῷ πλήθει, λέγοντες, “ θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ιουδαιων τῶν συνεληλυθότων.” διὰ τοῦτο αὐτὸν ἐμίσουν καὶ ἀπεστρέφοντο, “ ὅτι κατηχήθησαν,” φησὶ, “ περὶ σοῦ, ὅτι ἀποστασίαν “ ἀπὸ τοῦ νόμον διδάσκεις.”

  89. supplement.6

    τίνος οὖν ἕνεκεν οὐκ ὣν τῶν Ἰουδαίων διδάσκαλος, ἐπιστέλλει αὐτοῖς ; ποῦ δὲ οὖσιν ἐπέστελλεν; ἐμοὶ δοκεῖ ἐν Ἰεροσολύμοις καὶ ἐν Παλαιστίνῃ· πῶς οὖν ἐπιστέλλει ; ὥσπερ καὶ βαπτίζειν οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν, “ οὐ γὰρ ἀπεστάλην, φησὶ, “ βαπτίζειν,” οὐ μὴν ἐκωλύθη, ἀλλ’ ἐκ παρέργου τοῦτο ποιεῖ. πῶς δὲ οὐκ ἃν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἤθελε ; διὰ τοῦτο ἔλεγε· “ γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπο- “ λελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς·” οὔπω γὰρ συνειλημμένος ἦν. δύο μὲν οὖν ἔτη ἐποίησεν g ἐν Ῥώμῃ δεδεμένος, εἶτα ἀφείθη· εἶτα εἰς Σπανίας ἐλθὼν, εἶδε καὶ Ἰουδαίους ἴσως, καὶ τότε πάλιν ἦλθεν εἰς Ῥώμην, ὅτε καὶ ὑπὸ Νέρωνος ἀνηρέθη. πολλαχοῦ γε μὴν ἤθλησαν οἱ ἐξ Ἰουδαίων πιστεύσαντες, καθὼς καὶ Θεσσαλονικεῦσιν ἐπιστέλλει λέγων, “ μιμηταὶ ἐγένεσθε “τῶν ἐκκλησιῶν τῆς Ἰουδαίας,” καὶ αὐτοῖς δὲ γράφων φησὶ, “μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν προσεδέξασθε. εἰ δὲ ἤθλουν, οὐδὲν καινόν. εἰ γὰρ τοῖς Ἀποστόλοις οὕτως ἐκέχρηντο οἱ μὴ πιστεύσαντες Ἑβραῖοι, οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ὅπου μεταξὺ ἐθνικῶν ἦσαν, τί οὐκ ἃν ἐποίησαν τοῖς πιστοῖς ; διὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς τὸν Παῦλον φροντίζοντα· ὅταν γὰρ λέγῃ “πορεύομαι διακονῶν τοῖς ἁγίοις τοῖς ἐν Ἱεροσολύμοις·” καὶ πάλιν ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καὶ φησὶν, “ ἐὰν ἦ ἄξιον κἀμὲ “πορεύεσθαι,” τοῦτο λέγει. καὶ ὅταν λέγῃ “μόνον τῶν πτωχῶν “ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει. καὶ πανταχοῦ ὁρᾷς αὐτὸν πολλὴν πρόνοιαν αὐτῶν ποιούμενον· εἰκότως· ἐν μὲν γὰρ τοῖς ἄλλοις ἔθνεσιν ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν τοιοῦτον ἐγίνετο· ἐκεῖ δὲ, ἐπειδὴ τέως ἐδόκουν κρατεῖν καὶ αὐτονομεῖσθαι καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον ὑπὸ Ῥωμαίοις κειμένης, εἰκότως πολλῇ τυραννίδι Ἑβραῖοι ἐκέχρηντο.

  90. supplement.7

    Εἰ γὰρ ἐν ἄλλαις πόλεσιν ὥσπερ ἐν Κορίνθῳ, ἔτυπτον τὸν ἀρχισυνάγωγον ἔμπροσθεν τοῦ βήματος τοῦ ἀνθυπάτου, καὶ οὐδὲν τούτων ἔμελλε τῷ Γαλλίωνι, ἀλλ’ οὐκ ἐν τῇ Ἰουδαίᾳ. ὁρᾷς γοῦν ὅτι ἐν μὲν ταῖς ἴς πόλεσι, τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ αὐτῶν δέονται εἰς βοήθειαν καὶ τῶν ἐθνῶν. ἐνταῦθα δὲ, οὐδεμίαν ἐποιοῦντο φροντίδα τούτου, ἀλλ’ αὐτοὶ συνέδριον καθίζουσι καὶ ἀναιροῦσιν οὓς ἃν θέλωσι | τὸν Στέφανον λον. οὕτω τοὺς | ἐμάστιξαν. οὐκ ἐπὶ ἄρχοντας οὕτω καὶ τὸν Παῦλον ἔμελλον ἀναιρεῖν, εἰ μὴ ὁ χιλίαρχος, ἐπέρριψεν ἑαυτόν. ἔτι γὰρ τῶν ἱερέων ἑστώτων, ἔτι τοῦ ναοῦ, τῆς λατρείας, τῶν θυσιῶν, τοῦτο ἐγίνετο· ὅρα γοῦν αὐτὸν τὸν Παῦλον ἐπὶ τοῦ ἱερέως κρινόμενον καὶ λέγοντα, οὐκ ᾔδειν ὅτι ἀρχιερεὺς “ἐστιν,” καὶ ταῦτα ἐπὶ τοῦ ἄρχοντος· πολλὴ, γὰρ εἶχον τότε ἐξουσίαν. ἐννόησον οὖν οἷα πάσχειν εἰκὸς ἦν τοὺς οἰκοῦντας πιστοῦ, τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν.

  91. supplement.8

    Ὁ τοίνυν ἀνάθεμα ὑπὲρ τῶν μήπω πιστευσάντων εὐχόμενος γενέσθαι, καὶ τοῖς πιστοῖς οὕτω διακονῶν, ὡς καὶ αὐτὸς πορεύεσθαι εἰ δέοι, καὶ πολλὴν πανταχοῦ πρόνοιαν αὐτῶν ποιησάμενος, μὴ θαυμάσωμεν εἰ καὶ διὰ γραμμάτων αὐτοὺς παρακαλεῖ καὶ παραμυθεῖται, καὶ ἀναπίπτοντας αὐτοὺς καὶ κειμένους ἀνορθοῖ. καὶ γὰρ τεταριχευμένοι λοιπὸν ἦσαν καὶ ἀπεγνωκότες ταῖς πολλαῖς τοῦτο πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς ἐμφαίνει, λέγων· “διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνωρ- “θώσατε.” καὶ πάλιν, “ ἔτι μικρὸν, ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, “καὶ οὐ χρονιεῖ.” καὶ πάλιν· “εἰ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι “ ἐστὲ, καὶ οὐχ υἱοί.” ἐπειδὴ γὰρ Ἰουδαῖοι ἦσαν καὶ αὐτοὶ περὶ τῶν πατέρων μανθάνοντες, ὅτι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ παρὰ πόδας χρὴ προσδοκᾶν, καὶ οὕτω βιῶναι. τότε δὲ τὸ ἐναντίον ἦν, τὰ μὲν ἀγαθὰ ἐν ἐλπίσι καὶ μετὰ θάνατον, τὰ δὲ κακὰ ἐν χερσί· καὶ εἰκὸς ἦν ὀλιγοψυχεῖν πολλούς· ὑπὲρ τούτου ποιεῖται τὸν λόγον. ἡ ψυχὴ γὰρ ὑπὸ πειρασμῶν πολλῶν καταληφθεῖσα, καὶ τῆς πίστεως διετρέπετο.

  92. supplement.9

    Διὸ παραινεῖ προσέχειν τοῖς ἀκουσθεῖσι, καὶ μὴ εἶναι ἔν τινι καρδίαν πονηρὰν ἀπιστίας· διὰ τοῦτο καὶ ἐν ταύτῃ μάλιστα τῇ Επιστολῇ πολλὰ περὶ πίστεως διαλέγεται, καὶ μετὰ πολλὰ ἐν τῷ τέλει δείκνυσιν, ὅτι καὶ τοῖς πατράσιν παρὰ πόδας τὰ ἀγαθὰ ἐπηγγέλλετο, καὶ οὐδὲν ἔδωκε· καὶ χωρὶς τούτων, ἵνα μὴ ἐγκαταλελεῖφθαι νομίσαιεν, δύο κατασκευάζει, ἓν μὲν πρὸς τὸ φέρειν πάντα γενναίως τὰ συμπίπτοντα, ἕτερον δὲ πρὸς τὸ πάντως προσδοκᾶν τῆς ἀμοιβήν. οὐ γὰρ δὴ περιόψεται τοὺς περὶ Ἄβελ καὶ τοὺς καθεξῆς δικαίους ἀγεράστους. ποιεῖται δὲ τὴν παράκλησιν ἀπὸ τριῶν τρόπων, ἑνὸς μὲν, ἐξ ὧν ἔπαθεν ὁ Χριστὸς, καθὼς καὶ αὐτὸς λέγει, “οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.” ἑτέρου δὲ, ἐξ ὧν ἀπόκειται τοῖς πιστεύουσιν ἀγαθῶν. τρίτου, ἐκ τῶν κακῶν. καὶ τοῦτο οὐκ ἀπὸ τῶν μελλόντων ἰσχυρίζεται μόνον, ὅπερ ἦν ἧττον πιθανὸν, ἀλλὰ καὶ ἀπὸ τῶν παρελθόντων καὶ γεγονότων εἰς τοὺς πατέρας αὐτῶν. τοῦτο καὶ ὁ Χριστὸς ποιεῖ· ποτὲ μὲν λέγων, “οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ·” ποτὲ δὲ, “πολλαὶ μοναὶ εἰσὶ παρὰ τῷ Πατρί·” ποτὲ δὲ, μυρία ταλανίζων τοὺς μὴ πεπιστευκότας.

  93. supplement.10

    Ποιεῖται δὲ ὁ Παῦλος πολὺν λόγον καὶ περὶ τῆς καινῆς καὶ τῆς παλαιᾶς διαθήκης. καὶ γὰρ πρὸς τὴν τῆς ἀναστάσεως πίστιν, σφόδρα αὐτῷ τοῦτο ἐχρησίμευσεν. ἵνα γὰρ μὴ ἐξ ὧν ἔπαθε διαπιστῶσιν ὅτι ἀνέστη, ἀπὸ προφητῶν αὐτὸ ἰσχυροποιεῖ, καὶ δείκνυσιν οὐκ ὄντα σεμνὰ τὰ Ἰουδαϊκὰ, ἀλλὰ τὰ ἡμέτερα. ἐπειδὴ δὲ ἔτι καὶ ὁ ναὸς συνειστήκει, καὶ τὰ τῶν θυσιῶν, ἠναντιοῦτο δὲ αὐτῷ καὶ τοῦτο, εἰ γὰρ ταύτα σκία καὶ εἴκων, πὼς οὐ παρεχωρησεν, οὐδὲ ὑπεξέστη, τῆς ἀληθείας φανείσης, ἀλλ’ ἔτι ταῦτα ἀνθεῖ; ἠρέμα καὶ τοῦτο ἠνίξατο ἐσόμενον εἰς καιρὸν τὸν ἐνεστηκότα· καὶ ὅτι πολὺν χρόνον εἶχον ἐν . . . . στει καὶ ταῖς θλίψεσιν, ἐδήλωσε λέγων, “ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,” καὶ “μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας.” καὶ “μιμηταὶ ἐγενήθητε τῶν διὰ μακροθυμίας κληρονομούντων τὰς “ ἐπαγγελίας.” ὅτι δὲ καὶ ὀλιγοψύχουν, δείκνυσιν εἰπὼν, “τὰς “παρειμένας χεῖρας ἀνωρθώσατε.” καὶ πάλιν, “ οὐ γὰρ ἄδικος ὁ “Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης.” ὅτι μὲν οὖν ἀναγκαίως αὐτοῖς ἔγραφεν, ὧν τοσαύτην ἐποιεῖτο πρόνοιαν, καὶ ὅτι οὐκ ἐκωλύετο γράφειν, καὶ δι’ ἣν αἰτίαν πρὸς αὐτοὺς οὐκ ἀπεστάλει, ἤδη εἴρηται. ὅτι δὲ τῆς πνευματικῆς χάριτος ἀνά- πλεως ἡ Ἐπιστολὴ, καὶ οὐδὲ τὴν τυχοῦσαν παρέχουσα διαβολῆς ἀφορμὴν, ἡ κατὰ μέρος ἑρμηνεία διδάξει σαφέστερον. ἡ δὲ ὑπόθεσις τῆς Ἐπιστολῆς ἐστὶν αὕτη.

  94. supplement.11

    Τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας, οἱ τὴν τῆς ἀπιστίας περι- κείμενοι νόσον, πολλοῖς καὶ παντοδαποῖς περιέβαλλον ἀλγεινοῖς. τούτων δὲ τῶν παθημάτων, καὶ Θεσσαλονικεῦσιν ὁ θεῖος Ἀπόστολος ἐπιστέλλων, ἐμνήσθη· “μιμηταὶ,” γάρ φησιν, “ ἐγενήθητε “τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. τὰ γὰρ “αὐτὰ καὶ ὑμεῖς ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ “κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων.” καὶ αὐτοῖς δὲ γράφων, καὶ τοῦτο προστέθεικε, “καὶ τὴν ἀπαρχὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χα- “ῥᾶς ἐδέξασθε.” καὶ ὁ μακάριος δὲ ἡμᾶς διδάσκει Λουκᾶς, ὡς πρὸ τῆς κλήσεως ὁ θεῖος Ἀπόστολος ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺ; οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλακήν· οὐ μόνον δὲ ταῦτα κατὰ τῶν πεπιστευκότων οἱ ἀπιστοῦντες ἐτόλμων, ἀλλὰ καὶ ἐκωμῴδουν ὡς ἀνθρώπῳ τεθνεῶτι πιστεύειν ἀνασχομένους, καὶ τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον καταλελοιπότας νόμον.

  95. supplement.12

    Τούτου δὴ χάριν ὁ θεῖος Ἀπόστολος εὐθὺς ἐν τῷ προοιμίῳ, τῶν προφητῶν αὐτῶν ἀποστάντων h ἀποδείκνυσι κρείττονα. εἶτα τῆς θεολογίας ἀρξάμενος, ἀίδιον ἀποφαίνει, καὶ τοῦ Πατρὸς συναΐδιον, καὶ τῶν ἁπάντων δημιουργόν. ἔπειτα τοῖς Ἀγγέλοις παρεξετάσας, τὴν θείαν εἰς μέσον φέρει γραφὴν, διαρρήδην διδάσκουσαν, ὡς ὁ μέν ἐστιν Υἱὸς καὶ Θεὸς, οἱ δὲ λειτουργοὶ καὶ ποιήματα. ἐντεῦθεν δείκνυσιν ὡς τῶν διὰ Μώσεως παρασχεθέντων, μείζονα τὰ παρὰ τοῦ δεσπότου δεδομένα Χριστοῦ. ὁ μὲν γὰρ ἔδωκε τὴν παλαιὰν διαθήκην, ὁ δὲ τὴν καινὴν, ἣν διὰ τῶν προφητῶν προεπηγγείλατο. καὶ ὁ μὲν ὑπέσχετο δώσειν τὴν Παλαιστίνην, ὁ δὲ τὴν βασιλείαν τῶν οὐρανῶν. συγκρίνει δὲ καὶ τῇ Λευιτικῇ ἱερωσύνῃ τὴν κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ δείκνυσι τὴν ὑπεροχήν. πρὸς τούτοις καὶ τοὺς πρὸ νόμου καὶ τοὺς ἐν νόμῳ τῆς εὐσεβείας τροφίμους διὰ πίστεως ἀποφαίνει περιβλέπτους γεγενημένους. λέγει δὲ αὐτῶν τὰ πάθη καὶ τὴν ἀνδρείαν, τούτους πρὸς τοὺς κινδύνους ἀλείφων· εἶτα τῶν οἰκείων αὐτοὺς ἀναμνήσας ἀγώνων, καὶ στῆναι μέχρι τέλους ἀνδρείως παρακαλέσας, πρὸς τοῖς δογματικοῖς καὶ ἠθικὴν συνάψας παραίνεσιν, πεπλήρωκε τὴν Ἐπιστολήν. γέγραφε δὲ αὐτὴν τῇ Ἑβραίων φωνὴ.

  96. supplement.13

    Ὠριγένουσ. Ἑρμηνευθῆναι δὲ αὐτὴν φασὶν, ὑπὸ Κλήμεντος ἣ Λοῦκα. ὅτι μὲν οὖν ὁ χαρακτὴρ τῆς λέξεως οὐκ ἔχει τὸ ἐν λόγῳ ἰδιωτικὸν τοῦ Ἀποστόλου, ὁμολογήσαντος ἑαυτὸν ἰδιώτην εἶναι τῷ λόγῳ, τουτέστιν τῆ φράσει, ἀλλ’ ἔστιν ἡ Ἐπιστολὴ συνθέσει τῆς λέξεως Ἑλληνικωτέρα, πᾶς ὁ ἐπιστάμενος κρίνειν φράσεων διαφορὰς, ὁμολογήσειεν ἄν· πάλιν δὲ ὅτι τὰ νοήματα τῆς Ἐπιστολῆς θαυμάσιά ἐστι, καὶ οὐ δεύτερα τῶν ἀποστολικῶν ὁμολογουμένων γραμμάτων, καὶ τοῦτο ἃν εἴποι ἀληθὲς εἶναι πᾶς ὁ προσέχων τῇ ἀποστολικῇ ἀναγνώσει. ὅθεν ἀποφαινόμενος εἴποιμι ἃν, ὅτι τὰ μὲν νοήματα τοῦ Ἀποστόλου ἐστιν, ἡ δὲ φράσις καὶ ἡ σύνθεσις ἑτέρου ἀπομνημονεύοντος τὰ ἀποστολικὰ, καὶ ὡσπερεὶ σχολογραφήσαντος τὰ εἰρημένα ὑπὸ τοῦ διδασκάλου. οὐκοῦν ὡς Παύλου εὐδοκιμείτω καὶ ἀυτὴ.

  97. supplement.14

    Κλήμεντοσ i. Ἐπειδή γε μὴν ὁ Κύριος Ἀπόστολος ὣν τοῦ Παντοκράτορος ἀπεστάλη πρὸς Ἑβραίους, διὰ μετριότητα ὁ Παῦλος οὐκ ἐγγράφει ἑαυτὸν Ἑβραίων Ἀπόστολον, διὰ τὴν πρὸς τὸν Κύριον τιμήν· διά τε τῶν ἐθνῶν εἶναι κήρυξ καὶ Ἀπόστολος, ἐκ περιουσίας δὲ ἐπιστεῖλαι καὶ τοῖς Ἑβραίοις.

  98. supplement.15

    Ἡμεῖς δὲ λοιπὸν τῆς ἑρμηνείας ἁψώμεθα.

  99. supplement.16

    Πολυμερῶς καὶ πολυτρόπως παλαὶ ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων, ἐλάλησεν ἡμῖν ἐν υἱῷ.

  100. supplement.17

    “ Ὄντως ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ “χάρις·” τοῦτο γοῦν καὶ ἐνταῦθα ἐν τῷ προοιμίῳ αἰνίττεται ὁ μακάριος Παῦλος, πρὸς Ἑβραίους ἐπιστέλλων. ἐπειδὴ γὰρ εἰκὸς ἢν αὐτοὺς | ωρημενους ὕπο τῶν κάκων, καὶ ἄπο τούτων τὰ πράγματα κρίνοντας ἡγεῖσθαι ἑαυτοὺς ἐλάττους πάντων τῶν ἄλλων, δεικνύει ταύτῃ μᾶλλον ἀπολελαυκότας μείζονος χάριτος, καὶ σφόδρα ὑπερεχούσης· ἀπ’ αὐτῆς τοῦ λόγου τῆς εἰσβολῆς διεγείρων τὸν ἀκροατήν. διὰ τοῦτο φησὶν, ὅτι τοῖς μὲν πατράσι διὰ προφητῶν ὁ Θεὸς ἐλάλησεν· ἡμῖν δὲ, διὰ τοῦ μονογενοῦς. διὰ τί, δὲ μὴ ἀντέθηκεν ἑαυτὸν τοῖς προφήταις ; καί τοι γε πολὺ μείζων ἦν ἐκείνων, ὅσῳ καὶ μείζονα πεπίστευτο. ἀλλ’ οὐ ποιεῖ τοῦτο, τί δήποτε ; πρῶτον μὲν, τὸ περὶ ἑαυτοῦ μεγάλα λέγειν παραιτού- μένος. ὅν δὲ, διὰ τὸ τοὺς ἀκροατὰς μηδέπω εἰναι τελείους· καὶ τρίτον, ἐπᾶραι μᾶλλον αὐτοὺς βουλόμενος, καὶ δεῖξαι πολλὴν οὖσαν τὴν ὑπεροχήν. ὡσανεὶ ἔλεγεν· τι μέγα ὅτι προφήτας ἔπεμψε πρὸς τοὺς πατέρας ἡμᾶν ; πρὸς γὰρ ἡμᾶς αὐτὸν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ. καὶ καλῶς ἤρξατο οὕτως· πολυμερῶς καὶ “πολυτρόπως.” δείκνυσι γὰρ ὅτι οὐδὲ αὐτοὶ οἱ προφῆται τὸν Θεὸν εἶδον· ὁ μέντοι Υἱὸς εἶδε. τὸ γὰρ “ πολυμερῶς καὶ πολυτρόπως,” τουτέστι διαφόρως. “ἐγὼ γάρ,” φησιν, “ὁράσεις ἐπλήθυνα, καὶ “ ἐν χερσὶ προφητῶν ὡμοιώθην·” ὥστε οὐ κατὰ τοῦτο μόνον ἡ ὑπεροχὴ, ὅτι ἐκείνοις μὲν προφῆται ἀπεστάλησαν, ἡμῖν δὲ, ὁ Υἱός· ἀλλ’ ὅτι τῶν προφητῶν μὲν οὐδεὶς εἶδε τὸν Θεὸν, ὁ δὲ Υἱὸς ὁ μονογενὴς εἶδεν· ὅπερ εὐθέως οὐ τίθησι· διὰ δὲ τῶν ἑξῆς αὐτὸ κατασκευάζει. καλῶς δὲ καὶ τὸ “ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν” εἶπε, καὶ τούτῳ γὰρ αὐτοὺς διανίστησι, καὶ παρακαλεῖ ἀπειρηκότας λοιπὸν πρὸς τὰ δεινά. ὥσπερ γὰρ ἀλλαχοῦ λέγει, “ ὅτι ὁ Κύριος “ ἐγγὺς, μηδὲν μεριμνᾶτε·” καὶ πάλιν, “ νῦν γὰρ ἐγγύτερον ἡμῶν “ ἡ σωτηρία ἣ ὅτε ἐπιστεύσατε·” οὕτω καὶ ἐνταῦθα. τι οὖν ἐστὶν ὃ λέγει ; ὅτι πᾶς ὁ ἐν τῷ ἀγῶνι καταναλωθεὶς, ἐπειδὰν ἀκούσῃ τοῦ ἀγῶνος τὸ τέλος, ἀναπνεῖ μικρὸν, εἰδὼς, ὅτι τῶν μὲν πόνων ἐστὶ τὸ τέλος τοῦτο, τῆς δὲ ἀναπαύσεως ἀρχή. καὶ ἕτερον δέ τι τὸ πάλαι καὶ ἐπ’ ἐσχάτου αἰνίττεται· ὅτι πολλοῦ χρόνου γενομένου μέσου, ὅτε ἐμέλλομεν κολάζεσθαι, ὅτε ἐκλελοίπει τὰ χαρίσματα, ὅτε πάντων προσεδοκῶμεν ἐλάττονα ἔχειν, τότε πλέον ἐσχήκαμεν. διὸ καὶ νῦν ἦλθεν, ἵνα μὴ λέγωσιν ἐν ἀρχῇ παραγενομένου, ὅτι δυνατὸν ἦν διὰ νόμου σωθῆναι, καὶ πόνοις οἰκείοις καὶ κατορθώμασι, καὶ οὐ χάριτι. καὶ θέα πῶς συνετῶς αὐτὸ εἴρηκεν· οὐ γὰρ εἶπεν ὁ Χριστὸς ἐλάλησεν, καὶ τοι γε αὐτὸς ἦν ὁ λαλήσας, ἀλλ’ ἐπειδὴ ἀσθενεῖ; ἦσαν αὐτῶν αἱ ψυχαὶ, καὶ οὐδέπω ἀκούειν ἠδύναντο τὰ περὶ τοῦ Χριστοῦ, φησὶν ὅτι ὁ Θεὸς διὰ τοῦ Υἱοῦ ἐλάλησεν· ἰδοὺ τὸ ἐν Υἱῷ, διὰ τοῦ Υἱοῦ φησιν, πρὸς τοὺς λέγοντας τῷ Πνεύματι τοῦτο ἁρμόζειν. ὁρᾷς ὅτι καὶ τὸ ἐν διά ἐστιν. ὅρα δὲ πῶς καὶ τὴν εὐεργεσίαν κοινοποιεῖ, καὶ ἐξισοῖ τοῖς μαθηταῖς ἑαυτὸν ὁ Παῦλος λέγων· “ ἐλάλησεν ἡμῖν,” καί τοι γε αὐτῷ οὐκ ἐλάλησεν, ἀλλὰ τοῖς Ἀποστόλοις, καὶ δι’ αὐτῶν τοῖς πολλοῖς.

← Previous · Next → — showing 501600 of 1,355

First Thousand Years of Greek. CTS URN tlg4102.tlg038.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.