Catena In Epistulam Ad Hebraeos
- 16.2
Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ I πίστεως εἰς περιποίησιν ψυχῆς· ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
- 16.3
Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· ἔλεγχος γάρ ἐστιν ἐπὶ τῶν λίαν δήλων· καὶ εἰς τὴν αὐτὴν τοῖς ὁρωμένοις φέρει πληροφορίαν τὰ μὴ ὁρώμενα· οὔτε οὑν ἐν τοῖς ὁρωμένοις ἀπιστῆσαί ἐστιν, οὔτε πάλιν ἂν μὴ τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πληροφορῆται τις, πίστις εἶναι δύναται· ἐπειδὴ γὰρ τὰ ἐν ἐλπίδι ἀνυπόστατα εἶναι δοκεῖ, ἡ πίστις ὑπόστασιν αὐτοῖς χαρίζεται, μᾶλλον δὲ οὐ χαρίζεται, ἀλλ’ αὐτό ἐστιν οὐσία αὐτῶν· οἷον ἡ ἀνάστασις οὐ παραγέγονεν, οὐδὲ ἐστὶν ἐν ὑποστάσει, ἀλλ’ ἡ ἐλπὶς ὑφίστησιν αὐτὴν ἐν τῇ ἡμετέρα ψυχῇ, τοῦτό ἐστιν “ ὑπόστασις πραγμάτων.” εἰ τοίνυν ἔλεγχός ἐστιν οὐ βλεπομένων, τι δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως ; οὐ τῶ δίκαιοι εἶναι, εἰ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται, ὑμεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί.
- 16.4
(Θεόδωροσ.) Θεόδωρος δέ φησι· τὸ περὶ τῆς πίστεως παρὰ Ἰουδαίοις, μάλιστα εἰδὼς ἀπό τινος ἀκολουθίας, πολλαῖς ταῖς περὶ αὐτοῦ κέχρηται ἀποδείξεσιν· ἐκεῖνοι μὲν γὰρ προεβάλοντο τὸν νόμον, καὶ τὴν ἐκ τῶν ἔργων αὐτοῦ δικαίωσιν, οὗτοι δὲ τὴν πίστιν, τοῦτο λέγοντες, ὅτι κἂν μυρίοις τις ἐνέχηται κακοῖς, πιστεύσας μόνον Χριστῷ, σύντομον ἁπάντων δέχεται τὴν ἀπαλλαγὴν, τῆς παρ᾿ αὐτοῦ δικαιώσεως ἀξιούμενος· ὅθεν ὁρισάμενος αὐτὴν, ὁμοῦ μὲν ὥστε οἰκειῶσαι τοῖς προειρημένοις, ὁμοῦ δὲ ὥστε μᾶλλον αὐτὴν δυνηθῆναι δεῖξαι παρὰ πᾶσι φαινομένην τοῖς ἐναρέτοις καὶ παλαιοῖς ἀνδράσιν, ἐπάγει, “ ἐν ταύτῃ γὰρ ἐμαρ- “ τυρήθησαν οἱ πρεσβύτεροι.”
- 16.5
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ γενναίας καὶ νεανικῆς δεῖται ψυχῆς καὶ πάντα ὑπερβαινούσης τὰ αἰσθητὰ, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν τῶν ἀνθρωπίνων παρερχομένης· οὐ γάρ ἐστιν ἑτέρως γενέσθαι πιστὸν, ἃν μή τις ἑαυτὸν τῆς συνηθείας ὑπεραναγάγῃ τῆς κοινῆς. ἐπεὶ οὖν αἱ τῶν Ἑβραίων ἦσαν ἐξησθενημέναι ψυχαὶ, καὶ ἀπὸ πίστεως μὲν ἤρξαντο, ὑπὸ δὲ τῶν πραγμάτων, λέγω δὴ τῶν παθῶν, τῶν θλίψεων ὀλιγοψύχουν λοιπὸν καὶ παρεσαλεύοντο, πρῶτον μὲν αὐτοὺς ἀπὸ τῶν αὐτῶν παρεκάλεσεν εἰπὼν, “ μνήσθητε τὰς προτέρας ἡμέρας·” ἔπειτα ἀπὸ τῆς γραφῆς λεγούσης, “ ὁ δὲ δίκαιος ἐκ πίστεως ζή- “ σεται,” ἔπειτα ἀπὸ λογισμῶν, εἰπών· “ ἔστι δὲ πίστις ἐλπιζο- “ μένων ὑπότασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·” νῦν δὲ πάλιν ἀπὸ τῶν προπατόρων τῶν μεγάλων ἀνδρῶν καὶ θαυμαστῶν ἐκείνων, μονονουχὶ λέγων· εἰ ἔνθα παρὰ πόδας τὰ ἀγαθὰ πάντες πίστει ἐσώθησαν, πολλῷ μᾶλλον ἡμεῖς· καὶ δείκνυσιν ὅτι τὰ μέγιστα διὰ πίστεως, καὶ οὐ διὰ λογισμῶν κατορθοῦνται· δῆλον γὰρ, φησὶν, ἐστὶν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ Θεὸς, ἐκ τῶν μὴ φαινομένων τὰ φαινόμενα, ἐκ τῶν οὐχ ὑφεστώτων τὰ ὑφεστῶτα· πόθεν ; ὅτι καὶ ῥήματι τοῦτο ἐποίησεν· ὁ μὲν γὰρ λογισμὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ τοὐναντίον, ὡς ἐκ φαινομένων τὰ φαινόμενα εἶναι, πίστεως δὲ δηλονότι ἔργον.
- 16.6
Πίστει γὰρ νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας.
- 16.7
Διὰ τι πίστει ; “ ὅτι μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γέ- “ γονεν·” εἰπὼν δὴ τὸ κοινὸν, λοιπὸν ἐπὶ προσώπῳ αὐτὸ γυμνάζει· καὶ γὰρ τῆς οἰκουμένης ἐστὶν ἀντάξιος, ἔνδοξος ἀνήρ· τοῦτο γοῦν καὶ ὕστερον ᾐνίξατο· ἐπειδὴ γὰρ ἐπὶ προσώπων αὐτὸ ἑκατὸν ἣ διακοσίων ἀντέστησεν· εἶτα εἶδε τὸν ἀριθμὸν ὀλίγον τῇ ποσότητι, λοιπὸν, φησίν· “ ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος·” καὶ θέα τίνα πρῶτον τίθησιν· τὸν παθόντα κακῶς, καὶ παρὰ ἀδελφοῦ· οἰκεῖον τὸ πάθος· καὶ γὰρ ὑμεῖς ταῦτα, φησὶν, ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυ- λετῶν, καὶ ὑπὸ ἀδελφοῦ οὐδὲν ἠδικημένου, ἀλλὰ διὰ Θεὸν φθονηθέντος, δεικνὺς ὅτι καὶ αὐτοὶ βασκαίνονται καὶ φθονοῦνται, ἐτίμησεν ἐκεῖνος τὸν Θεὸν, καὶ ἀπέθανεν ἀνθ’ ὧν ἐτίμησεν· θυσίαν δὲ ἐνταῦθα τὴν ἐντιμοτέραν λέγει, τὴν λαμπροτέραν, τὴν ἀναγκαιοτέραν· καὶ οὐκ ἔχομεν, φησὶν, εἰπεῖν ὅτι οὐκ ἀπεδέχθη, ξατο καὶ ε7πεν πρὸς τὸν Κάιν, οὐκ ἃν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς ; οὐκοῦν ὁ Ἅβελ καὶ ὀρθῶς προσήνεγκε καὶ ὀρθῶς διεῖλεν, ἀλλ’ ὁμ́ως ἀντὶ τούτων τίνα τὴν ἀμοιβὴν ἔλαβεν ; ἐσφάγη παρὰ τῆς ἀδελφικῆς χειρός· καὶ τὴν καταδίκην ἢν ὁ πατὴρ ὑπέμεινεν διὰ τὴν ἁμαρτίαν, ταύτην πρῶτος ἐδέξατο ἁ κατορθώσας· καὶ τοσούτῳ χαλεπὰ ἔπαθεν, ᾧ καὶ παρὰ ἀδελφοῦ καὶ πρῶτος, καὶ ταῦτα κατόρθωσεν εἰς οὐδένα ἰδών· εἰς τίνα γὰρ εῃεν καὶ . . . ἐτίμησε τὸν Θεόν· εἰς τὸν πατέρα καὶ τὴν μητέρα ; ἀλλ’ ἐκεῖνοι ὕβρισαν αὐτὸν ἀντὶ τῶν εὐεργεσιῶν· ἀλλ’ εἰς τὸν ἀδελφόν ’, ἀλλὰ καὶ οὗτος ἠτίμασεν, ὥστε παρ’ ἑαυτ . . . ἀγαθὸν ἐξεῦρε, καὶ ὁ τοσαύτης τιμῆς ἄξιος, ἐσφάγη· πῶς δὲ καὶ ἄλλως ἐμαρτυρήθη ετͅναι δίκαιος ; λέγεται πῦρ κατελθὸν ἀναλαβεῖν τὰς θυσίας· ἀντὶ γὰρ τοῦ “ ἐπὶ Ἅβελ ἐπέβλεψεν, καὶ ἐπὶ τὰς θυσίας “ αὐτοῦ ὁ Κύριος, καὶ ἐνεπύρισεν,” εἶπεν· ὁ τοίνυν καὶ διὰ λόγων καὶ δι’ ἔργων μαρτυρήσας τῷ δικαίῳ, καὶ δι’ αὐτὸν ὁρῶν ἀναιρού- μένον, οὐκ ἤμυνεν, ἀλλ’ εἴασεν· τὸ δὲ ὑμέτερον, οὐ τοιοῦτον· πῶς γὰρ οἱ καὶ προφήτας καὶ παραδείγματα ἔχοντες, καὶ παρακλήσεις μυρίας, καὶ σημεῖα καὶ θαύματα γενόμενα, ὥστε ἐκεῖνο ὄντως πίστις ἢν, καὶ ἀπὸ πίστεως τὴν ἀρετὴν εἵλετο· τί ἐστι " καὶ δι’ “ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ;” ἵνα μὴ εἰς πολλὴν αὐτοὺς ἐμβάλῃ, δείκνυσιν αὐτὸν ἐν μέρει ἀπολαύσαντα ἀμοιβῆς· πῶς ; ἡ ἐπισκοπὴ ἡ παρ’ αὐτοῦ, φησὶ, πολλὴ ἐστί· “ καὶ ἔτι “ λαλεῖ,” τουτέστιν ἀνεῖλεν αὐτὸν, ἀλλ’ οὐ συνανεῖλεν αὐτοῦ τὴν δόξαν καὶ τὴν μνήμην· τοῦτο δὲ καὶ τοῦ ζῆν σημεῖόν ἐστιν· ὁ γὰρ παραινῶν τοῖς ἄλλοις δικαίους εἶναι, λαλεῖ· οὐ τοσοῦτον γὰρ ἀνύει λόγος, ὅσον τὸ πάθος τοῦ ἐκείνου.
- 16.8
Πίστει, Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸς ὁ Θεός.
- 16.9
Οὗτος μείζονα πίστιν τοῦ ̓λβελ ἐπεδείξατο· τὰ γὰρ εἰς ἐκεῖ- νον γενόμενα ἱκανὰ ἦν αὐτὸν ἀποτρέψαι, ἀλλ’ ἐκεῖνα ὑπερβὰς, ἔγνω ὅτι εἰ Θεὸς ἐστὶ, πάντως καὶ ἀνταποδότης ἐστίν· καὶ τοι οὐδὲν οὔπω περὶ ἀναστάσεως ᾔδεσαν· καὶ ὅμως εἰ οἱ τοῦτο μὴ εἰδότες καὶ ἐνταῦθα τἀναντία ὁρῶντες οὕτως εὐηρέστησαν, πόσῳ μᾶλλον ἡμεῖς ; κἂν ὑμεῖς οὖν, φησὶν, ὁρᾶτε μηδὲν ἐνταῦθα ἀπολαμβάνοντας ὑμᾶς, μὴ θορυβεῖσθε· πῶς πίστει μετετέθη Ἐνώχ ; ὅτι τῆς μεταθέσεως ἡ εὐαρέστησις αἰτία, τῆς δὲ εὐαρεστήσεως ἡ πίστις· εἰ γὰρ μὴ ᾔδει ὅτι λήψεται ἀμοιβὰς, πῶς εὐηρέστει ;
- 16.10
Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι.
- 16.11
Πῶς; ἃν γάρ τις πιστεύσῃ εἶναι Θεὸν καὶ ἀντίδοσιν, ἕξει τὰς ἀμοιβάς. πόθεν οὖν ἡ εὐαρέστησις ; “ πιστεῦσαι γάρ’ φησὶ, “ δεῖ τὸν προσερχόμενον Θεῷ ὅτι ἔστιν,” οὐ τὸ τι ἐστιν· τοῦτο γὰρ λογισμῷ καταλαβεῖν ἀδύνατον· εἰ ὅτι μισθαποδότης ἐστιν πίστεως χρείαν ἔχει καὶ οὐ λογισμῶν, πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν ἔνι ; πολλοὶ δὲ ζητοῦσι, ποῦ μετετέθη ὁ Ἐνὼχ, καὶ διὰ τί μετετέθη, καὶ διὰ τί οὐκ ἀπέθανεν, οὔτε αὐτὸς οὔτε ὁ Ἠλίας, καὶ εἰ ἔτι ζῶσι, καὶ πῶς ζῶσι, καὶ ἐν ποίῳ σχήματι· ἀλλὰ περιττὸν ταῦτα ζητεῖν· οὐ γὰρ προσέθηκε ταῦτα ἡ γραφή· τοῦτο μὲν γὰρ γέγονε τὸ τῆς μεταθέσεως· ἐκ προοιμίων εὐθέως τῆς ἀνθρωπίνης ψυχῆς λαμβανούσης ἐλπίδα τῆς καταλύσεως τοῦ θανάτου· μετετέθη γὰρ οὐ νεκρὸς, ἀλλὰ τοῦ μὴ ἰδεῖν θάνατον· διὰ τοῦτο προσέθηκε, ζῶν μετετέθη, ὅτι εὐηρέστησεν.
- 16.12
Πίστει, χρηματισθεὶς Νῶε.
- 16.13
Τὸ μὲν ὑπόδειγμα τοῦ Ἐνὼχ πίστεως ἦν ὑπόδειγμα μόνον, τὸ δὲ τοῦ Νῶε καὶ ἀπιστίας· αὕτη δέ ἐστιν ἀπηρτισμένη παράκλησις καὶ προτροπή· ὅταν μὴ μόνον οἱ πιστεύοντες εὑρίσκωνται εὐδοκιμοῦντες, ἀλλὰ καὶ οἱ ἀπιστοῦντες τἀναντία πάσχοντες· τι δέ ἐστι “ χρηματισθείς ” τουτέστι, πρόρρησιν λαβών· χρηματισμὸς δὲ τίνος ἕνεκεν λέγεται ; καὶ γὰρ ἀλλαχοῦ φησιν· “ ἦν “ αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος·” καὶ πάλιν· “ καὶ τί φησιν ὁ χρηματισμός ;” ὁρᾷς τοῦ Πνεύματος τὸ ἰσότιμον ὥσπερ γὰρ Θεὸς χαρὰ, οὕτω καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· τίνος δὲ ἕνεκεν οὕτως εἶπεν; ἡ προφητεία λέγεται χρηματισμός· “ περὶ “ τῶν μὴ βλεπομένων,” φησὶ, τουτέστι, τοῦ ὑετοῦ “ εὐλαβηθεὶς “ κατεσκεύασε κιβωτόν·” ὁ μὲν λογισμὸς οὐδὲν τοιοῦτον ὑπέβαλεν· ἐγάμουν γὰρ καὶ ἐγαμίσκοντο· ἀὴρ ἦν καθαρὸς, σημεῖα οὐκ ἦν, ἀλλ’ ὅμως ἐφοβήθη ἐκεῖνος, καὶ κατεσκεύασε κιβωτόν· “ εἰς “ σωτηρίαν τοῦ οἴκου αὐτοῦ·” πῶς ; “ δι’ ἧς κατέκρινε τὸν “ κόσμον,” ἔδειξεν αὐτοὺς ἀξίους ὄντας κολάσεως· οἱ γε οὐδὲ διὰ τῆς κατασκευῆς ἐσωφρονίζοντο.
- 16.14
Καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
- 16.15
Τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι τῶ Θεῷ· τοῦτο γὰρ ψυχῆς ἐστι γνησίως πρὸς αὐτὸν διακειμένης, καὶ μηδὲν πιστότερον τῶν αὐτοῦ ῥημάτων εἶναι κρινούσης.
- 16.16
Πίστει, καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, ἐξῆλθεν μὴ ἐπιστάμενος που ἔρχεται· πίστει, παρῴκησεν τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς.
- 16.17
τίνα γὰρ εἶδεν, εἰπέ μοι, ἵνα ζηλώσῃ ; πατέρα Ἕλληνα εἶχεν καὶ εἰδωλολάτρην· προφητῶν οὐκ ἀκηκόει· οὐκ ᾔδει ποῦ ἤρχετο· ἐπειδὴ γὰρ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδεὶς οὐδέπω οὐδὲν ἐκομίσατο· τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται· καὶ τί θαυμαστὸν εἰ αὐτὸς ὅπου γε καὶ τὸ σπέρμα αὐτοῦ οὕτως κατῴκησεν· ὥν γοῦν ἐλεγχομένην τὴν ἐπαγγελίαν· εἶπεν γὰρ “ σοὶ δώσω τὴν γῆν ταύ- “ τὴν καὶ τῷ σπέρματι σου·” εἶδε τὸν υἱὸν ἐκεῖ κατοικοῦντα· καὶ ὁ ἔγγονος πάλιν εἶδεν ἑαυτὸν ἐν ἀλλοτρίᾳ κατοικοῦντα, καὶ οὐδὲν ἐθορυβήθη· τὸ μὲν γὰρ τοῦ Ἀβραὰμ εἰκότως ἐγεγόνει, ἅτε μετὰ ταῦτα μελλούσης τῆς ἐπαγγελίας εἰς ἔργον ἐκ . . σθαι, καίτοι καὶ πρὸς .... ἧται ὅτι σοὶ καὶ . . . τι σου, οὐ διὰ τοῦ σπέρμ’ ... σοὶ, ἀλλὰ “ σοὶ καὶ τῷ σπέρματι σου·” καὶ οὔτε αὐτὸς ....... . . σαὰκ, οὔτε ὁ Ἰακὼβ . . . σαν τῆς ὑποσχέσεως ὁ . . γὰρ μισθῷ ἐδούλευσεν, ὁ δὲ . . . νετο· οὗτος δὲ καὶ ἐξ ἔπι . . δεδωκὼς, καὶ τὰ μὲν εἰ . . τὰ δὲ εἰ μὴ τῆς τοῦ Θεοῦ ῥοπῆς ἔτυχεν, ἀπώλετο ἄν· διὰ τοῦτό φησιν, ὅτι μετὰ τῶν κληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς.
- 16.18
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας.
- 16.19
Δύο ἐνταῦθα ζητῆσαι ἄξιον· πῶς εἰπὼν ὅτι μετέθηκε τὸν Ἐνὼχ, καὶ οὐχ εὑρίσκετο τοῦ μὴ ἰδεῖν θάνατον, λέγει, “ κατὰ πίστιν ἀπέ- “ θάνον οὗτοι πάντες,” καὶ πάλιν, “ μὴ κομισάμενοι τὰς ἐπαγγε- “ λίας,” τὸν Νῶε εἰληφέναι φησὶν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἄβελ ἔτι λαλεῖν, καὶ τὸν Ἀβραὰμ ἐπειλῆφθαι τῆς γῆς, καὶ, φησὶ, “ κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι “ τὰς ἐπαγγελίας.” τί οὖν ἐστιν ; ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον· “ κατὰ πίστιν ἀπέθανον,” ἀλλ’ ἐπειδὴ ἐξῃρημένου ἐκείνου ἀπέθανον οὗτοι πάντες, οὓς ἴσμεν τεθνηκότας· τὸ δὲ “ μὴ “ κομισάμενοι τὰς ἐπαγγελίας,” ἀληθὲς τυγχάνει· οὐ γὰρ τοῦτο ἤμελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε· ποίας δὲ καὶ ἐπαγγελίας φησίν ; ὁ μὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον τὰς ἐπαγγελίας τῆς γῆς, οἱ δὲ περὶ Νῶε καὶ Ἄβελ καὶ Ἐνὼχ ποίας ἐπαγγελίας ἔλαβον ; ἣ τοίνυν περὶ τῶν τριῶν φησι τούτων, ἣ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε· ἀλλὰ καὶ ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο· γεύματα δέ τινα ἦν τῶν μελλόντων· δίδωσι γὰρ καὶ ἐνταῦθα.
- 16.20
Αλλὰ πόρρωθεν αὐτὰς εἰδότες καὶ ἀσπασάμενοι.
- 16.21
Ενταῦθά τι μυστικὸν αἰνίττεται, ὅτι πάντα προέλαβον τὰ περὶ τῶν μελλόντων εἰρημένα· περὶ ἀναστάσεως, περὶ βασιλείας οὐρανῶν, περὶ τῶν ἄλλων, ὧν ἐλθὼν ὁ Χριστὸς ἐκήρυξεν· τὰς γὰρ ἐπαγγελίας ταύτας, φησίν· ἢ τοῦτό φησιν, ἣ ὅτι οὐκ ἔλαβον μὲν αὐτάς· θαρρήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον τῇ πίστει μόνῃ, πόρεν ἀυτὰς ιοοντες, πρὸ τεσσάρων γενέων μέτα γὰρ τοσαύτας ἀπῆλθον ἐξ Αἰγύπτου· καὶ ἀσπασάμενοι, φησὶν, καὶ ἡσθέντες· οὕτως πεπεισμένοι ησαν πέρι ἀυτῶν.
- 16.22
Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
- 16.23
Ὁρᾷς ὅτι τούτῳ ἔλαβον, τῷ ἤδη δέξασθαι καὶ θαρρῆσαι ὑπὲρ αὐτῶν ; εἰ τοίνυν τὸ θαρρῆσαι λαβεῖν ἐστιν, ἔνεστι καὶ ὑμῖν λαβεῖν· τι ἐστι “ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ” οὗτοι γὰρ οὐκ εἰσὶ θεμέλιοι ; πρὸς σύγκρισιν ἐκείνων, οὐκ εἰσίν· “ πίστει, “ φησὶ, καὶ αὐτὴ Σάρρα·” ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἰ γε γυναικὸς ὀλιγοψυχότεροι φανεῖεν· ἀλλ’ εἴποι ἄν τις, πῶς πιστὴ ἡ γελάσασα ; ὁ μὲν οὖν γέλως ἐξ ἀπιστίας, ὁ δὲ φόβος ἀπὸ πίστεως γέγονεν· τὸ γὰρ εἰπεῖν “ οὐκ ἐγέλασα,” ἀπὸ πίστεως γέγονε· τοιγαροῦν διὰ τοῦτο κενωθείσης τῆς ἀπιστίας, ἐπεισῆλθεν ἡ πίστις.
- 16.24
Πίστει, καὶ αὐτὴ Σάρρα, δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν.
- 16.25
Τί ἐστιν εἰς καταβολὴν σπέρματος ; εἰς τὸ κατασχεῖν τὸ σπέρμα δύναμιν ἔλαβεν· ἦν νενεκρωμένη, ἦν στεῖρα· διπλῆ γὰρ ἦν ἡ πήρωσις· ὅθεν καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος. ὅθεν, φησὶ, “ καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ “ πάντες·” οὐ τοῦτο μόνον λέγει ὅτι ἐγέννησεν, ἀλλ’ ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· ὡς τὰ ἄστρα, φησίν· πῶς οὖν αὐτοὺς ἀριθμεῖ; ἤτοι τὴν ὑπερβολήν φησιν, ἤτοι τοὺς ἀεὶ γενομένους.
- 16.26
Καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοι εἰσὶν ἐπὶ τῆς γῆς.
- 16.27
Ξένοι, φησὶν, ἦσαν τῆς οἰκουμένης, καὶ πατρίδα ἐζήτουν· ποίαν δὴ ταύτην ; ἄρα ἣν εἴασαν ; οὐδαμῶς· τι γὰρ ἐκώλυσεν αὐτοὺς, εἴ γε ἐβούλοντο, ὑποστρέψαι πάλιν καὶ γενέσθαι πολίτας ; ἀλλ’ ἐκείνην ἐζήτουν τὴν ἐν τοῖς οὐρανοῖς· οὕτως καὶ πρὸς τὴν ἀποδημίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ.
- 16.28
Τί λέγεις ; Θεὸς τῆς γῆς καλεῖται, καὶ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὡς μέγα τι τέθεικας τὸ οὐκ ἐπαισχύνεται Θεὸς καλεῖσθαι αὐτῶν; μέγα καὶ ὄντως μέγα καὶ πολλῆς μακαριότητος τοῦτο τεκμήριον· πῶς ; ὅτι γῆς μὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων Θεὸς, ᾗ ἔκτισεν καὶ ἐδημιούργησεν αὐτά· τῶν δὲ ἁγίων ἐκείνων, οὐχ οὕτως, ἀλλ’ ὡς φίλος τις γνήσιος· ἐννόησον ὅσον ἐστὶ τὸ μέγεθος· ὁ τῆς οἰκουμένης καλούμενος Θεὸς οὐκ ἐπαισχύνεται τριῶν καλεῖσθαι Θεὸς, εἰκότως· οὐ γὰρ τῆς οἰκουμένης, ἀλλὰ μυρίων τοσούτων εἰσὶν ἀντίρροποι οἱ ἅγιοι.
- 16.29
Πίστει, προσενήνοχεν τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος, πρὸς ὃν ἐλαλήθη, ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
- 16.30
Ἐνταῦθα οὐ τοὺς ἀνθρωπίνους ὑπερβῆναι μόνον λογισμοὺς ἐχρῆν, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιδείξασθαι· τὰ γὰρ τοῦ Θεοῦ ἐδόκει τοῖς τοῦ Θεοῦ μάχεσθαι, καὶ πίστις ἐμάχετο πίστει, καὶ πρόσταγμα ἐπαγγελίᾳ, οἷόν τι λέγω, εἶπεν, “ ἔξελθε ἐκ τῆς γῆς σου, “ καὶ ἐκ τῆς συγγενείας σου, καὶ δώσω σοι τὴν γῆν ταύτην, καὶ οὐκ “ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός·” ὁρᾷς πῶς τὰ γινόμενα τῇ ἐπαγγελίᾳ ἐμάχετο; πάλιν φησίν· “ ἐν Ἰσαὰκ “ κληθήσεταί σοι σπέρμα, καὶ ἐπίστευσεν,” καὶ πάλιν λέγει, ὅτι θῦσόν μοι τοῦτον τὸν μέλλοντα τὴν οἰκουμένην ἅπασαν ἐκ τοῦ σπέρματος αὐτοῦ πληροῦν εἰδες μάχην προσταγμάτων καὶ ἐπαγγελίας ἐναντίας ταῖς ἐπαγγελίαις ; καὶ οὐδὲ οὕτως ἐθορυβήθη οὐδὲ ἠπατῆσθαι ἐνόμισεν· ὑμεῖς δὲ οὐδὲν ἔξω τῆς ἐπαγγελίας ὑπομένετε· εἶπε γὰρ ὅτι ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, λαὶ ὅσα τοιαῦτα· ἐκεῖνος ἐναντία ὣν ἐπηγγείλατο ἤκουσε παρὰ τοῦ αὐτοῦ, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ’ ὡς σύμφωνα ἔπραττε· καὶ γὰρ ἦν σύμ- φωνα· ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπὼν, “ λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός·” ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν, ἧς ἐπίστευσεν, ὅτι οὐκ ὄντα ἐχαρισατο, καὶ νεκρὸν ἤγειρεν ἄπο τῆς ἀύτης, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει ἐπέπειστο· ὁμοίως γὰρ ἄπορον ἦν ἀνθρωπινῷ λογισμῷ, καὶ ἐκ μήτρας νεκρᾶς καὶ γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενημένης πρὸς παιδοποΐαν δοῦναι παιδίον, καὶ σφαγιασθὲν ἀναστῆσαι· στῆσαι· ἀλλὰ προωδοποίει ἡ πίστις ἡ παρελθοῦσα τοῖς μέλλουσι· καὶ ὅρα τὰ μὲν χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ γήρᾳ· ὑμῖν δὲ τοὐναντίον φησί· τὰ μὲν σκυθρωπὰ πρῶτα, τὰ δὲ χρηστὰ τελευταῖα· εἰ δὲ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, πάντως πάντα ἀποσώσει· καὶ ἕτερον δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν “ ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ·” τι οὖν ; οὐκ ᾔδει ὁ Θεὸς ὅτι γενναῖος ἦν ; τίνος οὑν ἕνεκεν ἐπείραζεν αὐτόν ; οὐχ 7να αὐτὸς μάθη, ἀλλ’ ἵνα τοῖς ἄλλοις δείξη, καὶ κατάδηλον αὐτοῦ τὴν ἀν- δρείαν ἅπασι καταστήσῃ· εἶτα ἐπεξέρχεται τῷ νοήματι· οὐκ εἶχεν φησὶ, τὶς εἰπεῖν, ὅτι ἄλλον εἶχεν υἱὸν, καὶ ἐξ ἐκείνου προσεδόκα τὴν ἐπαγγελίαν πληρωθήσεσθαι, καὶ διὰ τοῦτο θαρρῶν τοῦτον προσήνεγκε καὶ τὸν μονογενῆ προσέφερε, φησὶν, ὁ τὰς ἐπαγγελίας δεξάμενος· τί οὖν ὁ Ισμαὴλ, πόθεν ἦν ; μονογενῆ λέγω, φησὶν, ὅσον κατὰ τὸν τῆς ἐπαγγελίας λόγον· διὰ γὰρ τοῦτο προσέθηκεν εἰπὼν “ μονογενῆ· ’ “ ἐν laaaK κληθήσεται σοι σπέρμα,” τουτ- ἐστιν, ἐξ αὐτοῦ· ειἶτα, ἵνα μή τις νομίσῃ ὅτι ἀπογνοὺς τοῦτο ποιεῖ, καὶ διὰ τοῦ προστάγματος τούτου τὴν πίστιν ἐκείνην ἐξέ- βάλεν, ἀλλὰ μάθῃ ὅτι καὶ τοῦτο πίστεως ἦν, φησὶν, ὅτι κἀκείνην ε7χε τὴν πίστιν, καίτοιγε δοκοῦσαν ταύτῃ μάχεσθαι· ἀλλ’ οὐκ ἐμάχετο· οὐ γὰρ λογισμὸς ἀνθρώπινος ἐμέτρει τοῦ Θεοῦ τὴν δύνα. μιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεψεν, “ ὅτι καὶ ἐκ νεκρῶν ἐγεί- “ ῥεῖν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο,” τουτέστιν, ἐν ὑποδείγματι, ἐν τῷ κριῷ, φησὶν, πῶς· τοῦ γὰρ κριοῦ σφαγιασθέντος οὕτως ἐσώθη, ὥστε διὰ τοῦ κριοῦ αὐτὸν ἔλα βεν, ἀντ’ ἐκείνου σφάξας ἐκεῖνον· ταῦτα δὲ τύποι τινὲς ἦσαν· ἐνταῦθα γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι σφαγιαζόμενος· καὶ θέα μοι τὴν φιλανθρωπίαν ὅση· ἐπειδὴ γὰρ μεγάλη τις ἔμελλε δίδοσθαι χάρις τοῖς ἀνθρώποις, βουλόμενος μὴ χάριτι αὐτὸ ποιῆσαι, ἀλλ’ ὡς ὀφειλέτης, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ πράγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν, τὸν ἑαυτοῦ ἐπιδοὺς υἱὸν, εἴ γε ἄνθρωπος, πρὸ αὐτοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ χάριτι νομισθῇ τοῦτο μόνον ποιεῖν, ἀλλ’ ὀφειλῇ.
- 16.31
(ΘΕόΔΩΡοΣ.) Θεόδωρος δὲ φησίν· εἰς τὸ " ἐν παραβολῇ ἐκο- “ μίσατο,” τοῦτο λέγει, ὅτι ἀκολούθως ἔτυχεν τῇ ἑαυτοῦ πίστει· τῇ γὰρ ἀναστάσει πιστεύσας, διὰ συμβόλων τινῶν ἀποθανόντα αὐτὸν ἐκομίσατο· τὸ γὰρ ἐν πολλῇ τοῦ θανάτου προσδοκίᾳ γενό- μένον μηδὲν παθεῖν, τοῦ ἀληθῶς ἀναστησομένου σύμβολον ἦν, ὅσον τοῦ θανάτου πρὸς βραχὺ γευσάμενος, ἀνέστη μηδὲν ὑπὸ τοῦ θανάτου παθών· τὸ γοῦν “ ἐν παραβολῇ” ἀντὶ τοῦ ἐν συμβόλοις.
- 16.32
(Σευηριανοῦ.) Σευηριανὸς δὲ ὁμοίω τῷ μακαρίῳ πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ· πρότερον ἔθηκεν τὸν Ἰακὼβ, εἶτα τὸν Ἠσαῦ, οὐ κατὰ τὴν τῆς γενέσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς εὐλογίας τάξιν.
- 16.33
(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· “ πολλοὶ, φησὶ, “ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ “ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.” ἆρα πάντα τὰ μέλλοντα ᾔδεσαν οἱ δίκαιοι ; καὶ σφόδρα· εἰ γὰρ διὰ τοῦτο οὐκ ἀπεκαλύπτετο ὁ υἱὸς, διὰ τὴν ἀσθένειαν τῶν μὴ δυναμένων αὐτὸν δέξασθαι, τοῖς ἐν ἀρετῇ διαλάμπουσιν εἰκότως ἀπεκαλύπτετο· τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι τὰ μέλλοντα ᾔδεσαν, τουτέστι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· ἣ οὐ τοῦτο, φησὶν, ἀλλὰ πίστει περὶ μελλόντων· οὐ τοῦ μέλλοντος αἰῶνος, ἀλλὰ περὶ μελλόντων τῶν ἐνταῦθα· πῶς γὰρ ἄνθρωπος καθήμενος ἐν ξένῃ τοιαύτας εὐλογίας ἐδίδου ; ἀλλὰ πάλιν ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν. ὁρᾷς ὅτι ὅπερ ἔφην, ἐπὶ μὲν τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώναντο τῆς εὐλογίας, ἀλλ’ εἰς ἐγγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν, αὐτὸς δὲ τῶν μελλόντων ἔτυχεν· εὑρίσκομεν γὰρ τὸν ἀδελφὸν μᾶλλον ἀπολελαυκότα· ὁ μὲν γὰρ ἐν δουλεία καὶ θητεία καὶ κινδύνοις καὶ ἐπιβουλαῖς καὶ ἀπάταις καὶ φόβοις ’τον ἀπάντα διεγένετο χρόνον· ἐρωτώμενος τε πάρα του Φαραὼ, φησίν· “ μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου γεγόνασιν,” ἐκεῖνος δὲ ἐν αὐθεντείᾳ καὶ ἀδείᾳ πολλῇ, καὶ μετὰ ταῦτα ἦν αὐτῷ φοβερός· ποῦ οὖν ἐξεβλήθησαν αἱ εὐλογίαι, ἀλλ’ ἣ ἐν τῷ μέλλοντι; ὁρᾷς ὅτι ἄνωθεν οἱ πονηροὶ τῶν ἐνταῦθα ἀπέλαυον, οἱ δὲ δίκαιοι τοὐναντίον ; οὐ μὴν πάντες. ἰδοὺ γὰρ ὁ Ἀβραὰμ δίκαιος ἢν, καὶ ἀπέλαυσεν καὶ τῶν ἐνταῦθα, πλὴν μετὰ θλίψεως καὶ πειρασμῶν· εἰ δὲ τότε ἐν θλίψει οἱ δίκαιοι, πολλῷ μᾶλλον νῦν· προ- τίθησι δὲ τὸν Ἰακὼβ τοῦ Ἠσαῦ, ἀπὸ τῆς ἀρετῆς.
- 16.34
Πίστει, Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
- 16.35
Ἐνταῦθα χρὴ θεῖναι τὰς εὐλογίας ὅλας, ἵνα καὶ ἡ πίστις καὶ ἡ προφητεία αὐτοῦ κατάδηλος γένηται· “ καὶ προσεκύνησεν,” φησὶν, “ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ·” ἐνταῦθα, φησὶν, οὐ μόνον ετͅπεν, ἀλλὰ καὶ ἐθάρρει τοῖς λεγομένοις· ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραὶμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτο, φησὶ, “ καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ,” τουτἐστιν καὶ γέρων ὣν ἤδη προσκυνεῖ τῷ 1ωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ· καὶ διὰ τοῦτο ἐξέβη μὲν ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔμελλεν ὕστερον διὰ τῶν δέκα φυλῶν· πίστεως οὖν ἔστι μόνης τὰ κατὰ τὸν Ἰακώβ· καὶ ὁ Ἰωσὴφ δὲ τούτων ἀκούσας, καὶ τῆς ὑποσχέσεως τοῦ Θεοῦ τῆς πρὸς τὸν Ἀβραὰμ, “ σοὶ δώσω καὶ τῷ σπέρματι “ σου τὴν γῆν ταύτην, ’ ἐν ἀλλοτρίᾳ ὣν καὶ οὐδέπω ὁρῶν ἐκβεβη- κυῖαν τὴν ὑπόσχεσιν, οὕτως ἐπίστευσεν, ὡς καὶ περὶ τῆς ἐξόδου εἰπεῖν, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐντείλασθαι, καὶ τοὺς ἄλλους ἐνάγων εἰς πίστιν, ὥστε προσδοκᾷν τὴν ἐπάνοδον.
- 16.36
Πίστει, Μωυσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ.
- 16.37
Πἀλιν αὔξει τὴν παράκλησιν, εἰς πρόσωπα εὐτελῆ κατάγων τὸ πρᾶγμα· καὶ ἄρχεται ἀπὸ τῶν γονέων τοῦ Μωυσέως, ἀσήμων τινῶν ἀνδρῶν, καὶ οὐδὲν τοσοῦτον ἐχόντων ὅσον ὁ παῖς· διὰ τοῦτο καὶ προιὼν αὔξει τὴν ἀτοπίαν, καὶ πόρνας γυναῖκας καὶ χήρας καταλέγων, “ πίστει, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθή- “ σασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.”
- 16.38
Καὶ οὐ μόνον τῆς πίστεως, ἀλλὰ καὶ τῆς ἀπιστίας τίθησι τὰ ἐπίχειρα, ὡς ἐπὶ τοῦ Νῶε· τέως δὲ περὶ τῶν γονέων τοῦ Μωυσέως ἀναγκαῖον εἰπεῖν· πόθεν οὗτοι προσεδόκησαν σῶσαι τὸ παιδίον ; ἀπὸ πίστεως· εἶδον γὰρ, φησὶν, ἀστεῖον τὸ παιδίον, αὐτὴ ἡ ὄψις αὐτοὺς πρὸς τὴν πίστιν ἐπεσπάσατο· οὕτως ἄνωθεν καὶ ἐξ αὐτῶν σπαργάνων πολλὴ τῷ δικαίῳ χάρις ἐπεκέχυτο, οὐ τῆς φύσεως τοῦτο ἐργαζομένης, ἀλλὰ τῆς χάριτος τοῦ Θεοῦ, ἣ καὶ τὴν βάρ- βᾶρον ἐκείνην τὴν Αἰγυπτίαν διήγειρε καὶ ἀνέρρωσεν, καὶ εἷλεν καὶ ἐπεσπάσατο· καί τοι γ ἡ πίστις οὐχὶ καινὴν ε7χεν ἐπὶ τούτων τὴν ὑπόθεσιν· τί γὰρ ἦν ἀπὸ τῆς ὄψεως πιστεῦσαι ; ἀλλ’ ὑμεῖς, φησὶν, ἀπὸ πραγμάτων πιστεύετε, καὶ πολλὰ τῆς πίστεως ἐνέ- χυρα ἔχοντες· τὸ γὰρ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων προσδέξασθαι, καὶ ὅσα τοιαῦτα, πίστεως ἢν καὶ ὑπομονῆς.
- 16.39
Καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
- 16.40
καὶ τοιγε ἐκεῖνος ἐνήργει· τοῦτο δὲ ἁπλῶς ψιλή τις ἦν προσδοκία.
- 16.41
Πίστει, Μωυσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
- 16.42
Ὡσανεὶ ἔλεγε πρὸς αὐτοὺς, οὐδεὶς ὑμῶν ἀφῆκεν βασίλεια, καὶ βασίλεια λαμπρὰ, οὐδὲ θησαυροὺς τοσούτους, οὐδὲ ἐξὸν εἶναι βαἵλεως υἱὸν κατεφρόνησε τούτου, καθὼς ὃ Μωυσῆς ἐποίησεν· οὐ γὰρ ἁπλῶς ε7πεν ἀφῆκεν, ἀλλ’ “ ἠρνήσατο,” τουτέστιν, ἐμίσησεν, ἀπεστράφη· καὶ οὐκ εἶπεν “ μείζονα πλοῦτον ἡγησάμενος τῶν “ Αἰγύπτου θησαυρῶν,” τὸν οὐρανὸν καἰ τὰ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τι ; τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ τὸ γὰρ διὰ Χριστὸν ὀνειδρ ζεσθαι βέλτιον ἡγήσατο τοῦ μὴ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ μισθὸς ἦν· “ μᾶλλον ἑλόμενος,” φησὶν, “ σνγκακου- “ χεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ·” ὑμεῖς μὲν γὰρ ὑπὲρ ὑμῶν αὐτῶν πάσχετε, ἐκεῖνος δὲ ὑπὲρ ἄλλων ἕλετο, καὶ ἑκὼν ἑαυτὸν ἔρριψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῶ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν· ἣ πρόσκαιρον, φησὶν, “ ἔχειν ἁμαρτίας ἀπόλαυσιν·” ἁμαρτίαν ε7πεν, τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχηθῆναι, μέγα ἀγαθὸν τὴν κακουχίαν ἡγούμενος· τι ἐστι “ τὸν “ τοῦ Χριστοῦ ; τουτέστι τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑμεῖς, τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν· ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν, “ εἰ υἱὸς ε7 τοῦ Θεοῦ ’ ὑπὸ τούτων, ὑπὲρ ὧν ἐσταυροῦτο· ὅταν τις παρ’ ωτν εὐεργετῇ ὀνειδίζεται· ἐνταῦθα αὐτοὺς ἀνέ- στῆσεν, δεικνὺς ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἔπαθεν, καὶ ὁ Μωϋσῆς παρὰ τῶν ἰδίων, παρ’ ὧν καὶ ὑμεῖς.
- 16.43
Πίστει, κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
- 16.44
Καὶ μὴν ἡ γραφὴ τοῦτό φησιν, ὅτι ἀκούσας ἐφοβήθη, καὶ διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο· πρόσεχε δὲ καὶ τῷ εἰρημένῳ, τὸ “ μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως·” φοβουμένου γὰρ ἦν, μὴ ἅψασθαι τῆς προστασίας· τὸ μέντοι ἅψασθαι πάλιν, τῷ Θεῷ τὸ πᾶν ἐπιτρέποντος ἦν· οὖ γὰρ εἶπεν ὅτι ζητεῖ με καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχομαι πάλιν τῶν αὐτῶν ἅψασθαι, ὥστε καὶ τὸ φυγεῖν πίστεως ἢν, ὥστε μὴ εἰς προῦπτον ἑαυτὸν κίνδυνον ἐμβαλεῖν· τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν, τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους καὶ λέγειν, ἴδωμεν εἰ σώζει με ὁ Θεός· ταῦτα δὲ πάντα γέγονεν, ὅτι τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει.
- 16.45
Πίστει, πεποίηκε τὸ πάσχα, καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ ἀυτῶν.
- 16.46
Τί ἐστιν “ ἡ πρόσχυσις τοῦ αἵματος ” ἀρνειὸς ἐθύετο κατ’ οἰκίαν, καὶ τὸ αἷμα ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἢν ἀποτειχισις τῆς ἀπωλείας τῆς Αἰγυπτίας· εἰ τοίνυν αἷμα ἀρνειοῦ ἐν μέσοις Αἰγυπτίοις, καὶ ἐπ’ ὀλέθρῳ τοσούτῳ ἀσινεῖς ἐφύλαττε τοὺς Ἰουδαίους, πολλῷ μᾶλλον ἡμᾶς διασώσει οὐκ ἐπὶ φλιῶν, ἀλλ’ ἐν ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριομένους τοῦ Χριστοῦ. ἐφοβήθη τὸ αἷμα ὁ Ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε τὸν δεσποτικὸν θάνατον ἐννοήσας, ὑμεῖς δὲ αὐτοῦ τοῦ Χριστοῦ ἔχοντες τὸ αἷμα, οὐ θαρρεῖτε ;
- 16.47
Πίστει, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς.
- 16.48
Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα μὴ λέγωσιν ὅτι οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι.
- 16.49
Ἡς πεῖραν λαβόντες Αἰγύπτιοι κατεπόθησαν.
- 16.50
Πῶς ; πίστει· ὅτι ἤλπισαν διὰ τῆς θαλάττης διαβήσεσθαι· καὶ διὰ τοῦτο ηὔχοντο, μᾶλλον δὲ Μωϋσῆς ἦν ὁ εὐχόμενος, καὶ ἡ αὐτὴ τοῖς μὲν ὑπεστρώννυτο καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε καθάπερ θάλασσα· ἐκεῖ μὲν τῆς φύσεως ἐπελανθάνετο, ἐνταῦθα δὲ καὶ ὡπλίζετο κατ’ αὐτῶν.
- 16.51
Πίστει, τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
- 16.52
Οὐ γὰρ δὴ σαλπίγγων ἠχὴ λίθους οἷά τε καταβάλλειν ἐστὶ, κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ’ ἡ πίστις πάντα δύναται. ὁρᾷς πανταχοῦ οὐχὶ ἀκολουθίᾳ φύσεως νόμῳ μεταβαλλομένην αὐτὴν ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γενόμενα ; οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται· ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα λόγον ἐκίνησεν, δεικνὺς, ὅτι οὐ νῦν ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται.
- 16.53
Πίστει, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.
- 16.54
Οὐκοῦν αἰσχρὸν εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε; καίτοι γε ἐκείνη τῶν ἀνδρῶν ἤκουεν ἀπαγγελλόντων, καὶ εὐθέως ἐπίστευσε· τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε πάντων γὰρ ἀπολωλότων μόνη διεσώθη.
- 16.55
Καὶ τί ἔτι λέγω ; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος.
- 16.56
τελευτήσας εἰς τὴν πόρνην καὶ ἐντρέψας διὰ τῆς τοῦ προσώπου ποιότητος, οὐκέτι πλατύνει τὰ, ἱστορίας, ἵνα μὴ δόξῃ μακρηγορεῖν· οὐ μὴν αὐτὰς ἀφίησιν, ἀλλ’ ἐπιτρέχει σφόδρα συνετῶς ἀμφότερα, καὶ τὸν κόρον φεύγων, καὶ τὴν πυκνότητα οὐ λυμαινόμενος· ὅταν γάρ τι ἰσχυρῶς ἀγωνίζηται, ἃν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει ’τον ἀκροατὴν.
- 16.57
Περὶ Γεδεὼν, Βαράχ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν.
- 16.58
Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲ,; εἰ τὸν Βαρὰχ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις· τι λέγεις; ὁ τὴν πόρνην θεὶς, τούτους οὐ θήσει ; μὴ γάρ μοι τὸν ἄλλον αὐτῶν βίον εἴπῃς, ἀλλ’ εἰ μὴ ἐπίστευσαν καὶ ἔλαμψαν ἐν τῇ πιστει.
- 16.59
Καὶ τῶν προφητῶν· οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας.
- 16.60
Οἱ περὶ Γεδεών.
- 16.61
Εἰργάσαντο δικαιοσύνην.
- 16.62
Ενταῦθα περὶ τοῦ Δαβὶδ οἶμαι αὐτὸν λέγειν.
- 16.63
Ἐπέτυχον ἐπαγγελιῶν.
- 16.64
Ὡν ἔλεγεν, ὅτι τὸ σπέρμα αὐτοῦ καθίσει ἐπὶ τὸν θρόνον αὐτοῦ.
- 16.65
Ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας.
- 16.66
Ὁρᾷς πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ Δανιὴλ καλούμενος, ὑπὸ τῶν λεόντων, οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ διατρίβοντες, οἱ Ἰσραηλῖται, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ ἐν διαφόροις πειρασμοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν· τοῦτο γὰρ πίστις, ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνῃ, τότε δεῖ πιστεύειν, ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα· “ ἔφυγον στόματα μα- “ χαίρας·” περὶ τῶν τριῶν πάλιν οἶμαι παίδων λέγειν αὐτόν.
- 16.67
Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας.
- 16.68
Τὰ κατὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος ἐνταῦθα αἰνίττεται· “ ἀπὸ ἀσθενείας” γὰρ, τουτέστιν ἀπὸ αἰχμαλωσίας· ίας· τίς γὰρ ἃν ἤλπισεν ἀπὸ Βαβυλῶνος ἐπανήκειν αὐτοὺς, καὶ ἰσχυροὺς γενήσεσθαι καὶ ἐκκλίναι παρεμβολὰς ἀλλοτρίων ; ἀλλ’ ἡμῖν οὐδὲν τοιοῦτο σννέβη, φησὶν, ἀλλὰ ταῦτα τύποι τῶν μελλόντων εἰσίν.
- 16.69
Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν.
- 16.70
Τὰ κατὰ τοὺς προφήτας ἐνταῦθα λέγει, τὸν Ἐλισσαῖον, τὸν Ηλίαν, νεκροὺς γὰρ ἀνέστησαν.
- 16.71
Ἕτεροι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν.
- 16.72
Διὰ τι γὰρ, εἰπέ μοι, παρὸν ζῆσαι, οὐκ ἐβουλήθησαν ; οὐκ ἄρα κρείττονα προσεδόκων ζωήν ; καὶ οἱ τοὺς ἄλλους ἀναστήσαντες αὐτοὶ εἴλοντο ἀποθανεῖν, ὥστε κρείττονος ἀναστάσεως τυχεῖν, οὐ τοιαύτης οἵας τὰ παιδία τῶν γυναικῶν· ἐνταῦθά μοι δοκεῖ καὶ τὸν Ἰωάννην αἰνίττεσθαι καὶ τὸν Ἰάκωβον· ἀποτυμπανισμὸς γὰρ τοῦτο λέγεται, ὁ ἀποκεφαλισμός.
- 16.73
Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων καὶ φυλακῆς. Εν τούτοις τελευτᾷ, ἐν οἰκειοτέροις· μάλιστα γὰρ ταῦτα φέρει τὴν παράκλησιν, ὅταν τῆς αὐτῆς ὑποθέσεως ἡ λύπη ἠ’, μὴ ᾐ δὲ ἐκ τῆς αὐτῆς ὑποθέσεως ταχθεῖσα· διὰ τοῦτο εἰς τοῦτο τὸν λόγον ἐτέλεσεν, δεσμὰ λέγων, φυλακὰς, μάστιγας, λιθασμοὺς, τὰ κατὰ Στέφανον, τὰ κατὰ τὸν Ζαχαρίαν αἰνιττόμενος· διὸ ἐπήγαγεν,
- 16.74
Ἐν φόνῳ μαχαίρας ἀπέθανον.
- 16.75
Τί ἐστι ; ποῖον ἐπαινεῖς ; ποῖον θαυμάζεις ; τοῦτον ἣ ἐκεῖνον ; διό φησι, τοῦτο μὲν ὑμῖν οἰκεῖον, ἐκεῖνο δὲ ὅτι καὶ πρὸς αὐτὴ, τὴν τελευτὴ, ἴσχυεν ἡ πίστις, καὶ τύπος τῶν μελλόντων ἐστίν· εἰπὼν δὲ τὰ κατὰ τοὺς Ἀποστόλους ὅτι “ ἐν φόνῳ μαχαίρας ἀπέθανον, ἐλιθάσθησαν, ἄνεισι πάλιν ἐπὶ τὸν Ἠλίαν, τὸν τὰ αὐτὰ παθόντα τούτοις· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν Ἀποστόλων δόξαν ἔχειν τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος καὶ μάλιστα θαυμασθέντος φέρει τὴν παράκλησιν καὶ τὴν παραμυθίαν.
- 16.76
Περιῆλθον γὰρ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἄξιος ἦν ὁ κόσμος.
- 16.77
Οὕτως οὐδὲ ἱμάτιον εἶχον, φησὶν, ὑπερβολῇ θλίψεως· οὐ πόλιν, οὐκ οἰκίαν, οὐ καταγώγιον, οὐ στάσιν· οὐδὲ γὰρ τὴν ἐρημίαν καταλαβόντες ἡσυχίαν ἦγον, ἀλλὰ καὶ ἐκεῖθεν ἔφευγον, καὶ ἐκεῖθεν ἠλαύνοντο.
- 16.78
Ἐπ᾿ ἐρημίαις γὰρ πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
- 16.79
Καθάπερ ἐπὶ τοῖ, αἰσχίστοις ἑαλωκότες, καὶ οὐδὲ τὸν ἥλιον ὁρᾷν ἄξιοι· ἀλλ’ ἔδει φεύγειν ἀεὶ καὶ καταδύσεις ἐπιζητεῖν· τίς οὐν ὁ μισθὸς τῆς τοσαύτης ἀμοιβῆς ; οὐδέπω ἀπέλαβον, ἀλλ’ ἔτι μένουσιν· ὑμεῖς δὲ ἐν τῷ ἀγῶνι ὄντες ἀσχάλλετε, ἐνοήσατε καὶ ὑμεῖς τί ἐστι καὶ ὅσον ἐστὶν τὸν Ἀβραὰμ καθῆσθαι καὶ τὸν Ἀπόστολον Παῦλον, περιμένοντας πότε σὺ τελειωθῇς, ἵνα δυνηθῶσι τότε λαβεῖν τὸν μισθόν· ὁρᾷς ὅτι ἡμεῖς πλεονεκτοῦμεν αὐτῶν· περὶ ἡμῶν γὰρ, φησὶν, ὅτι κρεῖττόν τι προσβλέψατο ὁ Θεὸς, ἵνα μὴ δοκῶσι πλεονεκτεῖν ἡμῶν τῷ πρῶτοι στεφανοῦσθαι, ἵνα ὥρισε πασι τῶν στεφάνων τίν καῖρον· καὶ οὐκ εἶπεν ἴνα μὴ χωρὶς ἡμῶν στεφανωθῶσιν, ἀλλ’ “ ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι,” προέλαβον κατὰ τοὺς ἀγῶνα,; ἀλλ’ οὐ προλαμβάνουσι κατὰ τοὺς στεφάνους, οὐκ ἐκείνους ἠδίκησεν, ἀλλ’ ἡμᾶς ἐτίμησεν.
- 17.1
Περὶ ὑπομονῆς ἐν ἀκολουθήσει Χριστοῦ.
- 17.2
τοιγαροῦν ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων.
- 17.3
Πολλαχοῦ ἡ γραφὴ τὴν παραμυθίαν λαμβάνει τὴν ἐν τοῖς κακοῖς, ἀπὸ τῶν συμβαινόντων πραγμάτων, ὡς ὅταν λέγῃ ὁ προ- φήτης, ἀπὸ καύματος καὶ ἀπὸ σκληρότητος, καὶ ἀπὸ ὑετοῦ· τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ μνήμη τῶν ἁγίων ἐκείνων ὥσπερ νέφος φλεγόμενον ὑπὸ ἀκτῖνος θερμοτέρας, οὕτως τὴν ὑπὸ τῶν κακῶν καταπονουμένην ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν· καὶ οὐκ εἶπεν, ὑπεραιωρούμενον, ἀλλὰ “ περικείμενον ἡμῖν,” ὃ ἐκείνου πλέον, ὥστε ἐν μείζονι εἶναι ἀδείᾳ. ποῖον νέφος μαρτύρων ; εἰκότως μάρτυρας οὐκ ἐν τῇ καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ παλαιᾷ· καὶ γὰρ καὶ οὗτοι ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι.
- 17.4
(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν εἰς τὸ “ ὧν οὐκ ἦν ἄξιος “ ὁ κόσμος· οὐ περὶ πάντων λέγει τοῦτο, ἀλλὰ περὶ τούτων τῶν τελευταίων, οὓς καὶ μάρτυρας οἶδεν, ἐπιμέμνηται τῶν κλινάντων παρεμβολὰς, καὶ διὰ τὸ χρήσιμον τοῦ λαοῦ εἰληφότων χάριν.
- 17.5
(Θεόδωροσ.) Θεόδωρος δέ φησιν· οὐχ ἁπλῶς εἶπεν ὅτι πᾶσι τῆς ἀνταποδόσεως καιρός· οὐ γὰρ τοῦτο ἦν αὐτῷ προκείμενον· ἀλλ’ ἵνα δείξῃ ὅτι καὶ τοσαῦτα μὲν πεποιηκότες, τοσαῦτα δὲ καὶ πεπονθότες διὰ πίστεως, ὅμως ἔτι περιμένουσι τῶν ἐπαγγελθέντων τὴν ἀπόδοσιν, οὐ δυσχεραίνοντες, εἴ γε μεθ᾿ ἡμῶν κομιοῦνται τῶν ὑστέρων, ὅπερ τὴν ὑπομονὴν αὐτῶν ἐδείκνυ μείζονα· εἴ περ δὴ καὶ μετὰ θάνατον ἔτι περιμένουσι τοὺς ἀγωνίσασθαι ὁμοίως αὐτοῖς ὀφείλοντας, ὥστε μετ’ ἐκείνων τυχεῖν τῆς τῶν καλῶν ἀπολαύσεως· μαρτύρων δὲ ἐνταῦθα, οὐ τῶν πεπονθότων λέγει, ἀλλὰ τῶν μαρτυρουντων πρὸς τὴν πίστιν.
- 17.6
Ὄγκον ἀποθέμενοι πάντα.
- 17.7
Πάντα τίνα, τουτέστιν τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς τοὺς εὐτελεῖς· πάντα τὰ ἀνθρώπινα.
- 17.8
Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν.
- 17.9
“ Εὐπερίστατον” ἤτοι τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἣ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν· μᾶλλον δὲ τοῦτο· ῥᾴδιον γὰρ ἐὰν θέλωμεν, περιγενέσθαι τῆς ἁμαρτίας.
- 17.10
(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, εἰς τὸ “ ὄγκον ἀποθέ “ μένοι πάντα·” ὄγκος ἐστὶν ἡ ἁμαρτία τῆς κατὰ τὴν σάρκα ἀπολαύσεως, ἐξ ἧς ἡ εὐπερίστατος ἁμαρτία τίκτεται· “ εὐπερί- “ στατον” δὲ εἶπε τὴν ἁμαρτίαν, τὴν εὐκόλως ἡμᾶς περιισταμένην, καὶ ἄγουσαν εἰς τὸ ἑαυτῆς θέλημα.
- 17.11
Άλλοσ δέ φησιν, οὕτω δεῖ ἀναγινώσκειν· “ τοιγαροῦν καὶ ἡμεῖς “ τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος, μαρτύρων ὄγκον,” τουτέστι τὸν τῶν τοσούτων μαρτυριῶν ὄγκον, ἀποθέμενοι πάντα καὶ τὴν “ εὐπερίστατον ἁμαρτίαν·” “ δι’ ὑπομονῆς, φησὶ, τρέχο- “ με,, τὸν προκείμενον ἡμῖν ἀγῶνα·” ὃ πάντων κουφότερον ἦν τὸ τοῦ δρόμου, τοῦτο εἰς μέσον τέθεικεν, καὶ οὐκ εἶπεν, προσθῶμεν τῷ δρόμῳ, ἀλλ’ ἐν αὐτῷ τούτῳ ὑπομείνωμεν, μὴ ἐκλυθῶμεν· εἶτα τὸ κεφάλαιον τῆς παρακλήσεως, ὃ καὶ πρῶτον καὶ ὕστερον τίθησι, τὸν Χριστὸν, “ ἀφορῶντες,” φησὶν, “ εἰς τὸν τῆς πίστεως ἀρχη- “ γὸν καὶ τελειωτὴν Ἰησοῦν·” ὅπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς συνεχῶς ἔλεγεν, “ εἰ τὸν οἰκοδεσπότην, Βεελζεβοὺλ “ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ ” καὶ πάλιν· “ οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν “ κύριον αὐτοῦ·’ εἰ βουλόμεθα οὖν, φησὶν, μαθεῖν καλῶς τρέχειν, πρὸς τὸν Κύριον ὁρῶμεν, τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ιησοῦν· τι ἐστι τοῦτο ; τουτέστιν αὐτὸς ἡμῖν τὴν πίστιν ἐνέθηκεν· αὐτὸς καὶ τὸ τέλος ἐπιθήσει· καὶ γὰρ ὃ πρὸς τοὺς μαθητὰς ἔλεγεν, “ οὐχ ὑμεῖς ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς·” καὶ Παῦλος δέ φησι, “ τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.”
- 17.12
Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας.
- 17.13
Τουτέστιν, ἐξὸν παθεῖν αὐτῷ μηδὲν, εἴγε ἐβούλετο· “ οὐδὲ γὰρ “ ἁμαρτίαν ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·” καὶ ὡς αὐτός πού φησιν, “ ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ “ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·” εἰ τοίνυν ὁ μηδεμίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι, ἐσταυρώθη ἡμῶν ἕνεκεν· πόσῳ μᾶλλον ἡμᾶς δίκαιον πάντα γενναίως ὑπομένειν ; τί δέ ἐστιν “ αἰσχύνης “ καταφρονήσας ” τὸν ἐπονείδιστον θάνατον εἵλετο, φησίν· ἔστω γὰρ, ἀπέθνησκεν τι καὶ ἐπονειδίστως ; δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἡμᾶς διδάσκων μηδὲν ἡγεῖσθαι τὴν παρὰ ἀνθρώπων δόξαν· τι οὖν τὸ τέλος ; “ ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν·” ὁρᾷς τὸ ἔπαθλον ; ὅπερ καὶ Παῦλος γράφων φησί· “ διὸ καὶ ὁ Θεὸς αὐτὸν “ ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, “ ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ·” τὸ κατὰ σάρκα, φησί· μάλιστα μὲν οὖν εἰ μηδὲν ἦν ἔπαθλον, ἱκανὸν τὸ ὑπόδειγμα, πεῖσαι πάντας ἑλέσθαι· νυνὶ δὲ καὶ ἔπαθλα ἡμῖν πρόκειται οὐ τὰ τυχόντα· διὰ τὰ σκώμματα οὖν καὶ τὰς λοιδορίας καὶ τὰς ὕβρεις, καὶ τὰς διώξεις, καὶ πάντα ὅσα ἤκουσέ τε καὶ ἔπαθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ταῦτα εὐεργετῶν, καὶ πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύων καὶ ὡς Θεὸς θαυματουργῶν, φησιν,
- 17.14
Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. καὶ ἀναλογίσασθε τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
- 17.15
Εἰ γὰρ τὰ τῶν πλησίον πάθη διανίστησιν ἡμᾶς, τὰ τοῦ δεσπό- του πόσην ἡμῖν οὐ παρέξει προθυμίαν ; καὶ παρεὶς πάντα εἰπεῖν, διὰ τῆς ἀντιλογίας τὸ πᾶν ἐδήλωσε, καὶ τῷ τοιαύτην προσθεῖναι.
- 17.16
Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρ- τίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥ τις ὑμῖν ὡς υἱοῖς διαλέγετας.
- 17.17
Εἴδη παρακλήσεως δύο, ἐναντία ἀλλήλοις εἶναι δοκοῦντα, πολλὴν δὲ ἑαυτοῖς συνεισφέροντα τὴν ἰσχύν· ἅπερ ἀμφότερα ἐνταῦθα τέθεικεν· τὸ μὲν γάρ ἐστιν ὅταν πολλὰ λέγωμεν πεπονθέναι τινάς· ἡ γὰρ ψυχὴ διαναπαύεται, ὅταν ἔχῃ τῶν οἰκείων παθῶν μάρτυρας πολλούς· ὅπερ ἔθηκεν ἀνωτέρω, εἰπὼν, “ ἀναμιμνήσκεσθε τὰς “ πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμεί- “ νατε παθημάτων·” τὸ δὲ ὅταν λέγωμεν ὅτι οὐ μέγα τι πέπονθας, τὸ μὲν τετρυχωμένην αὐτὴν διαναπαύει, καὶ ἀναπνεῖν ποιεῖ, τὸ δὲ ῥᾳθυμοῦσαν καὶ ὑπτίαν γενομένην ἐπιστρέφει· ἵνα γὰρ μὴ ἐξ ἐκείνης τῆς μαρτυρίας φρόνημα αὐτοῖς τεχθῇ, ὅρα τι ποιεῖ, “ οὔπω μέχρις αἵματος ἀντεκατέστητε, πρὸς τὴν ἁμαρτίαν·” ἱκανὸν γὰρ τοῦτο διαναστῆσαι ψυχὴν, ὅταν ἐννοήσῃ ὅτι οὐ πρὸς τὸ πᾶν ἦλθεν, τουτέστιν, οὔπω θάνατον ὑπέστητε, μέχρι χρημάτων ὑμῖν ἡ ζημία, μέχρι δόξης, μέχρι τοῦ ἐλαύνεσθαι· ὁ μέντοι Χριστὸς ὑπὲρ ὑμῶν τὸ αἷμα ἐξέχεεν· ὑμεῖς δὲ οὔπω εἰς κινδύνους ἐνέβητε θάνατον ἀπειλοῦντας.
- 17.18
Καὶ ἐκλέλησθε τῆς παρακλήσεως.
- 17.19
τουτέστι, καὶ παρήκατε τὰς χεῖρας καὶ ἐξελύθητε· ἐνταῦθα δείκνυσιν καὶ τὴν ἁμαρτίαν σφόδρα πνέουσαν, καὶ αὐτὴν ὁπλιζομένην. τὸ “ ἀντεκατέστητε” πρὸς τοὺς ἑστῶτας εἴρηται.
- 17.20
Ἥ τις ὑμῖν ὡς υἱοῖς διαλέγεται, υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος.
- 17.21
Ἐποιήσατο ἀπὸ τῶν πραγμάτων τὴν παράκλησιν ἐκ περιουσίας, καὶ τὴν ἀπὸ τῶν λόγων ἐπάγει· ὁ Θεὸς, φησὶν, ἐστὶν ὁ συγχωρῶν· τοῦτο δὲ οὐ μικρὸν εἰς παράκλησιν, ὅταν μάθωμεν ὅτι τοῦ Θεοῦ ἔργον ἐστὶ, τὰ τοιαῦτα δυνηθῆναι ἐκείνου συγχωροῦντος.
- 17.22
Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.
← Previous · Next → — showing 401–500 of 1,355
First Thousand Years of Greek. CTS URN tlg4102.tlg038.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.