Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Epistulam II Ad Corinthios

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,497 sections

  1. 10.125

    Ἵνα ἐν ᾧ καυχῶνται.

  2. 10.126

    Τάχα καὶ μὴ λαβεῖν ὑπεκρίνοντο· διὰ τοῦτο οὐκ εἶπεν, ἐν ᾧ ποιοῦσιν, ἀλλ’ ἐν ᾧτ’ καυχῶνται.

  3. 10.127

    Εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.

  4. 10.128

    Εἶτα καὶ πλούσιοι ὄντες οἱ ψευδαπόστολοι οὐδὲν ἐλάμβανον, καὶ ἐπὶ τοῦτο ἐκαυχῶντο. Ἵνα οὖν ἐν ᾧ καυχῶνται, ἐν τῷ μὴ λαβεῖν, φησὶ, εὑρεθῶσιν ὅμοιοι ἡμῶν, καὶ μὴ πλέον ἡμῶν ἔχωσιν· ἄτοπον γὰρ εἰς τὰ ἄλλα ἐλαττομένους ὧδε τὸ πλέον ἔχειν.

  5. 10.129

    Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι.

  6. 10.130

    Τί λέγεις; οἱ τὸν Χριστὸν κηρύσσοντες καὶ τὸ εὐαγγέλιον, οὕτω γὰρ ἄνω περὶ αὐτῶν εἴρηκας, ψευδαπόστολοί εἰσι; ναὶ, φησὶ, ταῦτα γὰρ ὑποκρινόμενοι ἐν τῷ φανερῷ, λάθρα ἀνόσια παρεισφέρουσι δόγματα.

  7. 10.131

    Μετασχηματιζόμενοι εἰς Ἀποστόλους Χριστοῦ.

  8. 10.132

    Εργάζονται γὰρ, ἀλλ’ ἀνασπῶσι τὰ καλῶς πεφυτευμένα· τὸ γὰρ προσωπεῖον ὑπεισιόντες τῆς ἀληθείας, οὕτως τὴν βλάβην ἐργάζονται, καὶ σχῆμα περικείμενοι Ἀποστόλων, καὶ δορὰν προβάτου ἠμφιεσμένοι, λύκοι εἰσὶ τὰ ἔνδον.

  9. 10.133

    Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.

  10. 10.134

    Οἶον ὁ διδάσκαλος αὐτῶν μετασχηματίζεται, διὸ καὶ πολλοὺς πλανᾷ· καὶ ὢν ἄγγελος σκότους, εἰς ἄγγελον ὁρᾶται φωτὸς, πλανῶν τὰς ὄψεις.

  11. 10.135

    Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ.

  12. 10.136

    Εἰ γὰρ δεῖ θαυμάζειν, ἐκεῖνό ἐστι ἄξιον θαύματος, πῶς ὁ διδάσκαλος εἰς τοῦτο τόλμης ἔρχεται.

  13. 10.137

    Ὡς διάκονοι δικαιοσύνης.

  14. 10.138

    Διάκονοι δικαιοσύνης εἰσὶν οἱ ἅγιοι Ἀπόστολοι, διακονοῦσι γὰρ τῷ Θεῷ ἐν τῷ δικαιοῦν δυναμένῳ Εὐαγγελίῳ.

  15. 10.139

    Ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Κἂν γὰρ ὑμᾶς, φησὶν, ἀπατῶσιν, οὐκ ἃν διαλάθωσι τὸν ἀκοίμητον ὀφθαλμὸν τοῦ Χριστοῦ.

  16. 10.140

    Πάλιν λέγω μή τις με δόξη ἄφρονα εἶναι.

  17. 10.141

    Ἤδη μὲν γὰρ πολλῇ διορθώσει ἐχρήσατο, ἀλλ’ οὐκ ἀρκεῖται ἐκείνη μόνη.

  18. 10.142

    Καὶ τοι ἄνω εἶπεν “ὤφελον ὤφελον ἀνείχεσθέ μου τῆς ἀφροσύνης,” πῶς οὖν ὧδε, φησὶ, “μή τίς με δόξῃ ἄφρονα εἶναι ;” ὅτι αὐτὸ φησι, τὸ ἐπαινεῖν ἑαυτὸν ἀφροσύνης ἐστί· ἐγὼ δὲ οὐχ ὡς ἄφρων κέχρημαι τούτοις τοῖς λόγοις, ἀλλ’ ἀναγκάζομαι πρὸς τὸ τῶν ψευδαποστόλων ἀπαγαγεῖν ὑμᾶς· διό φησι, “μή τίς με δόξῃ “ἄφρονα εἶναι,” οὐ γὰρ ἑκὼν, ἀλλ’ ἐξ ἀνάγκης εἰς τοὺς ἐμαυτοῦ ἐπαίνους ἐμπίπτω·

  19. 10.143

    Εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με.

  20. 10.144

    Εἰ δὲ μὴ πεισθείητε, ἀλλὰ καὶ ἀνάγκην οὖσαν ὁρῶντες, μὴ ἐλεύθερόν με ἀφροσύνης νομίσητε, ὡς γοῦν ἄφρονος ἀνάσχεσθε λέγοντος ὃ λέγω, ἵνα κἀγὼ καυχήσωμαι, καθάπερ, φησὶν, οἱ ψευδαπόστολοι. Ἐκεῖνοι γὰρ εἰς ὑμετέραν βλάβην καυχώμενοι, εἰς τούτους με προάγουσι τοὺς λόγους.

  21. 10.145

    Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον.

  22. 10.146

    Τὸ γὰρ καυχᾶσθαι οὐ κατὰ Κύριον· τὰ ῥήματα τοιγαροῦν “οὐ “κατὰ Κύριον,” ὁ δὲ τῶν ῥημάτων σκοπὸς καὶ σφόδρα κατὰ Κύριον.

  23. 10.147

    Ἀλλ’ ὡς ἐν ἀφροσύνη.

  24. 10.148

    Εἶτα ἵνα μὴ τῷ τὸν αὐτὸν ὁμολογεῖν ὅτι οὐ κατὰ Κύριον λαλεῖ, καὶ ὅτι ἐν ἀφροσύνῃ λαλεῖ, πρόφασιν ἐκείνοις πλείονος δῷ λοιδορίας. πρῶτον μὲν οὐ λέγει, ἐν ἀφροσύνῃ, ἀλλ’ “ὡς ἐν ἀφροσύνῃ.” Επειτα, φησὶν, “ἐν ταύτῃ τῇ ὑποτάσει τῆς καυχήσεως,” κατὰ τοῦτο τὸ μέρος τῆς καυχήσεως οὐ λαλῶ κατὰ Κύριον· ποῖον; ὅτι μέλλει καυχᾶσθαι Ἑβραῖός εἰμι καὶ Ἱσραηλίτης καὶ σπέρμα Ἀβραὰμ, τὰ δὲ τοιαῦτα οὐκ ἀνῆκεν εἰς καύχημα Κυρίου, ὅθεν καὶ κατὰ σάρκα ταῦτα καλεῖ· ἡ γὰρ εἰς Χριστὸν καύχησις πρᾳότης ἐστὶ καὶ ἐγκράτεια καὶ ἁγιασμός. ὅτι γὰρ τὸ Ἐβραῖος εἶναι καὶ Ἰσραηλίτης οὐ κατὰ Κύριον ἐστὶ, ἄκουε αὐτοῦ λέγοντος, οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, καὶ ἐν Χριστῷ Ἰησοῦ πάντες ἕν “ ἐστε.”

  25. 10.149

    Κατὰ τὴν σάρκα —

  26. 10.150

    Ἀπὸ τῶν ἔξωθεν, φησὶν, οἷον; ἀπὸ εὐγενείας, ἀπὸ τοῦ περιτο- μὴν ἔχειν, καὶ Ἑβραῖος εἶναι.

  27. 10.151

    Ἡδέως γὰρ ἀνέχεσθε. Ὥστε ὑμεῖς αἴτιοι ἀνεχόμενοι αὐτῶν. τῶν ἀφρόνων —

  28. 10.152

    Εἰ γὰρ τὸ ἐπὶ τοῖς ὄντως καλοῖς καυχᾶσθαι ἄφρον ἐστὶ, πολλῷ μᾶλλον τὸ ἐπὶ τοῖς μὴ οὖσι· τοὺς ψευδαποστόλους δὲ αἰνίττεται, καὶ τὸ βαρὺ, φησὶν, ὅτι καὶ φρόνιμοι ὄντες ἀνέχεσθε αὐτῶν. Εἰ μὲν γὰρ ἦτε ἀνόητοι, κἂν συγγνώμην ἔχετε· νῦν δὲ ἐν ειηήσει πταίετε.

  29. 10.153

    Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ.

  30. 10.154

    Ὄρα πόσην δουλοπρέπειαν καταγινώσκει, καὶ ὡς μεθ’ ὑπερ- βολῆς ὑπεκλίνοντο τοῖς ψευδαποστόλοις.

  31. 10.155

    Εἴτις κατεσθίει.

  32. 10.156

    Ὁρᾷς ὅτι καὶ τὸ ἔμπροσθεν εἰρημένον, τὸ ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν ὡς κἀγὼ, κατὰ συγχώρησιν εἴρηται, καὶ ὥστε μὴ ἐκ προοιμίων ἐλέγξαι αὐτούς· νῦν γὰρ δείκνυσιν αὐτοὺς ὑποκρινομένους τὸ μὴ λαμβάνειν, λαμβάνοντας δὲ, “εἴτις γὰρ λαμβάνει,” φησὶ, καὶ τὸ μεῖζον “εἴ τις κατεσθίει·” τοῦτο γὰρ δηλοῖ καὶ ἐκπιεζομέ- ἐκπιεζομένους αὐτοὺς ὑπὸ τῶν ψευδαποστόλων. “εἴτις ἐπαιρ́εται,” οὐ σύμ- μετρος, φησὶν, ὑμῶν ἡ δουλεία, οὐδὲ ἥμεροι οἱ δεσπόται, ἀλλὰ φορτικοὶ τινες καὶ κατεξανιστάμενοι ὑμῶν, “εἰ τις ὑμᾶς εἰς “πρόσωπον δέρει.” ελ̓ͅς ἐπίτασιν ἀπονοίας αὐτῶν καὶ τυραννίδος, καὶ ὅτι ὡς ἀνδραπόδοις αὐτοῖς ἐκέχρηντο.

  33. 10.157

    Κατὰ ἀτιμίαν λέγω.

  34. 10.158

    Οὐχ ὅτι τύπτεσθε, φησὶν, ἀλλ’ ὅτι τῶν εἰς προσώπου τυπτο- μένων οὐκ ἔλαττον πάσχετε, ὡσεὶ ἔλεγε πρὸς ὕβριν ὑμῖν λέγω τοῦτο· τι τοιγαροῦν τούτου γένοιτ’ ἃν αἰσχρότερον; ὅταν καὶ τὰ χρήματα ὑμῶν καὶ τὴν ἐλευθερίαν καὶ τὴν τιμὴν ἀφελόμενοι, ἀλλ’ ὑβριστικώτερον ἀργυρωνήτων ὑμῶν κεχρημένοι. Διό φησι, κατὰ ἀτιμίαν λέγω.”

  35. 10.159

    Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν.

  36. 10.160

    Τίνος ἕνεκεν, φησὶν, αὐτῶν ἀνείχεσθε εἰς ταῦτα; ὡς ἡμῶν ἀσθενούντων ἣ μὴ δυναμένων οὕτως ὑμῖν ἀποκεχρῆσθαι; πληκτικὸν δὲ σφόδρα τὸ εἰρημένον, διὸ καὶ ἀσαφῶς αὐτὸ τέθεικε. Εἰ γὰρ, φησὶ, διὰ τοῦτο αὐτοὺς τιμᾶτε, διότι ὑβρίζουσιν ὑμᾶς ἐπαιρόμενοι, καὶ μόνον οὐκ εἰς πρόσωπον δέροντες δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν. ὡς ἡμῶν γὰρ πρὸς ταῦτα ἀτονησάντων, ἐκείνοις ὑποκέκλισθε. Ὁρᾷς πόσης ἐπιπλήξεως γέμει τὸ εἰρημένον, πᾶσαν δὲ τῆς ἐκείνων ἀπονοίας τὴν αἰτίαν τούτοις ἐπικλᾷ· διὰ οὖν ταῦτα καυχᾶσθαι, φησὶν, ἀναγκάζομαι, ἵνα ὑμᾶς τῆς τούτων ἀλαζονείας ἀπαλλάξω, οὐχ ἵνα ἐμαυτὸν λαμπρύνω.

  37. 10.161

    Ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, ἐγὼ τολμῶ.

  38. 10.162

    Ὅρα πάλιν αὐτὸν ταῖς τοσαύταις μὴ ἀρκεσθέντα προδιορθώσεσιν, ἀλλὰ νῦν τολμᾷν καὶ ἀφροσύνην καλοῦντα τὸ πρᾶγμα, καὶ μονονουχὶ λέγοντα, βίᾳ ἐπὶ τοῦτο ἔρχομαι· ταῦτα δὲ ποιεῖ παιδεύων ἡμᾶς ἀνάγκης χωρὶς μὴ ἔρχεσθαι εἰς τοιούτους λόγους, ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ πράγματι καυχᾶσθαι, ταῦτα γὰρ συνυπακου- στεον.

  39. 10.163

    Ἑβραῖοί εἰσι—

  40. 10.164

    Οὐ γὰρ πάντες οἱ Ἑβραῖοι ἦσαν καὶ Ἱσραηλῖται· ἦσαν γὰρ καὶ Μωαβῖται καὶ Ἀμμανῖται, διὸ ἐκαθάρισεν αὐτοῦ τὴν εὐγένειαν· κατὰ ἐρώτησιν καὶ ἀναγνωστέον. τὸ δὲ “διάκονοι Χριστοῦ “εἰσι,’ κατὰ τὸν αὐτὸν λόγον τοῦτο λέγων, “ὑπὲρ ἐγώ·” τουτέστι, μᾶλλον ἐγώ. Καὶ πάλιν ἀφροσύνην καλεῖ τὸ πρᾶγμα. Φᾶσί δέ τινες μὴ δεῖν αὐτὸν κατὰ σύγκρισιν προενεγκεῖν τὸν λόγον, ἀλλὰ παντάπασιν αὐτοὺς ἀρνήσασθαι εἶναι διακόνους Χριστοῦ. ἀλλ’ ἐροῦμεν ὅτι τοῦτο ὡς μὴ ἀρεσθὲν ἐποίησεν εἰπὼν ψευδαπόστολοι· ἐνταῦθα μέν τοι εἰς ἐξέτασιν ὁ λόγος ἤρχετο, καὶ οὐκ ἔδει αὐτὸν προαποφήνασθαι, ἀλλὰ τὴν διὰ τῶν ἔργων παρασχεῖν ἀπόδειξιν, ὅτι αὐτὸς μέν ἐστιν, ἐκεῖνοι δὲ οὔ.

  41. 10.165

    Ἐν κόποις περισσοτέρως.

  42. 10.166

    Εἶτα λέγει λοιπὸν τὸν χαρακτῆρα τῆς ἀποστολῆς· τὸ δὲ περισσοτέρως καὶ ὑπερβαλλόντως οὐ κατὰ σύγκρισιν τῶν ψευδαποστόλων εἴρηται, ἀλλὰ περιουσίας ἐστὶ σημαντικά.

  43. 10.167

    Ἐν θανάτοις πολλάκις.

  44. 10.168

    Καθ’ ἡμέραν γὰρ, φησὶν, ἀποθνήσκω, ἐπεδίδου γὰρ ἑαυτὸν εἰς κινδύνους θανατηφόρους.

  45. 10.169

    Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον.

  46. 10.170

    Διὰ τί παρὰ μίαν ; νόμος ἦν τὸν πλείονα τῶν τεσσαράκοντα τυπτόμενον ἄτιμον εἶναι· ὥρισαν οὖν παρὰ μίαν διδόναι, ἵνα κἂν τῇ ῥύμῃ τοῦ τύπτειν ἐξενεχθεὶς ὁ τύπτων περισσὴν δῷ, τεσσαράκοντα δῷ, καὶ μὴ γένηται ἄτιμος ὁ τυπτόμενος.

  47. 10.171

    τρὶς ἐρραβδίσθην—

  48. 10.172

    Ὁρᾷς ὅτι οὐ πάντα ἃ πέπονθεν ὁ Παῦλος συνέγραψεν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν; πολλὰ γοῦν τῶν ἐνταῦθα εἰρημένων παρέλιπεν. οὐ γὰρ πρὸς φιλοτιμίαν αὐτῷ τὰ τῆς συγγραφῆς πεπόνηται.

  49. 10.173

    Τρὶς ἐναυάγησα—

  50. 10.174

    Μακρὰς γὰρ καὶ διαποντίους στελλόμενος ὁδοὺς διὰ τὸ κήρυγμα, πάντα ἔπασχε τὰ εἰρημένα, νυχθήμερον δὲ νηχόμενος διεγέ- νετο μέτα ναυάγιον·

  51. 10.175

    Κινδύνοις ποταμῶν. Καὶ γὰρ διαπορθμεύειν ποταμοὺς ἠναγκάζετο. Κινδύνοις λῃστῶν—

  52. 10.176

    Πανταχοῦ τὰ ἆθλα προσέκειτο· πανταχοῦ γὰρ ὁ διάβολος ἐπολέμει, λῃστὰς ἐγείρων, τὰ ἔθνη τῶν Ἑλλήνων, τοὺς συγγενεῖς Ἰουδαίους, οἳ καὶ μᾶλλον ἐπολέμουν διὰ τὴν πίστιν διαπονούμενοι· καὶ τόπος οὐκ ἢν ἀσφαλὴς αὐτῷ, οὐ πόλις, οὐκ ἔρημος, οὐκ ἄλλο οὐδέν.

  53. 10.177

    Ἰωάννησ Χρυσόστομοσ. Ἀσαφὲς τὸ εἰρημένον· φορτικὸν ἦν, διὰ τοῦτο οὕτως αὐτὸ τέθεικεν, ἵνα κλέψῃ τὴν ἐπάχθειαν τῇ ἀσαφείᾳ· ὃ γὰρ λέγει τοῦτό ἐστι, μὴ γὰρ οὐ δυνάμεθα καὶ ἡμεῖς τὰ αὐτὰ ποεῖν; τίνος ἕνεκεν αὐτῶν ἀντέχεσθε ὡς ἡμῶν μὴ δυναμένων ταῦτα ποιεῖν;

  54. 10.178

    Ὅρα ἑτέρων κινδύνων εἶδος, τὸ ἐκ τῶν ψευδωνύμων καὶ ὑποκριτῶν ἀδελφῶν. ὅρα δὲ τοὺς κινδύνους κόποι καὶ μόχθοι, τούτους πάλιν οἱ κίνδυνοι διεδέχοντο, καὶ οὐκ ἦν ἀναπνεῖν.

  55. 10.179

    Ἐν λιμῷ καὶ

  56. 10.180

    Πανταχοῦ τῆς οἰκουμένης καὶ τῆς ἀοικήτου ἀγῶνες ἦσαν καὶ στάδια, ἐν γῇ, ἐν θαλάσσῃ, ἔσωθεν, ἔξωθεν, παρὰ τῶν οἰκείων, παρὰ τῶν ἀλλοτρίων, παρὰ τῶν συγγενῶν, παρὰ τῶν ἐπιπλάστων ἀδελφῶν, καὶ οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, οὐδὲ ψιλοῦ σκεπάσματος ὁ τῆς οἰκουμένης διδάσκαλος, ἀλλὰ γυμνὸς ἡγωνίζετο, καὶ λιμώττων ἐπύκτευε, καὶ οὐ μόνον οὐκ ἐδυσχέραινεν, ἀλλὰ καὶ χάριν ὡμολόγει τῷ ἀγωνοθέτῃ Χριστῷ. Ὅρα δὲ, εἰπὼν, ὅσα πέπονθεν, οὐ λέγει ὅσους ἐπέτρεψε, καὶ Χριστῷ προσήνεγκεν, ὁμοῦ μὲν μετριάζων, ὁμοῦ δὲ καὶ διδάσκων, ὅτι κἂν μηδὲν γένηται πλέον τῷ πονουμένῳ, καὶ οὕτως τὰ τῶν μισθῶν ἐστι πεπληρω- μενα.

  57. 10.181

    Χωρὶς τῶν παρεκτός.

  58. 10.182

    Πλείονα γὰρ ἦν τὰ παραλειφθέντα τῶν ἀπαριθμηθέντων, μᾶλλον δὲ οὐδὲ αὐτὰ τὰ ῥηθέντα κατ’ εἶδος εἶπεν, ἀλλ’ ὧν μὲν εὔληπτος ἦν ὁ ἀριθμὸς, εἶπε, πεντάκις λέγων, τρὶς καὶ τρὶς καὶ ἅπαξ· ὧν δὲ ἦν ἄπειρος ὁ ἀριθμὸς, σιωπᾷ καὶ φησὶ, περισσοτέρως καὶ ὑπερβαλλόντως καὶ πολλάκις, ἐπισυστάσεις δὲ, φησὶ, τὰς κοινῇ παρὰ τῶν διωγμῶν ἐφόδους, συνίσταντο γὰρ, φησὶ, κατ᾿ ἐμ οὐ γνώμῃ κοινῇ.

  59. 10.183

    Ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.

  60. 10.184

    Τοῦτο κεφάλαιον ἁπάντων, εἰ γὰρ μιᾶς τις προστατῶν οἰκίας οὐδὲ ἀναπνεῖν ἰσχύει, τι πάσχειν εἰκὸς ἦν τὸν Ἀπόστολον μετὰ τοσούτων κινδύνων πάσης προνοοῦντα τῆς οἰκουμένης;

  61. 10.185

    Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; Καὶ ἵνα μή τις εἴπῃ ὅτι ἐμερίμνα μὲν, οὐ πάνυ οὖν λέγει τῆς μερίμνης τὴν ἐπίτασιν· τίς ἀσθενεῖ; φησὶν, οἵαν βούλει ἀσθένειαν πνευματικήν τε καὶ σαρκικήν; καὶ οὐκ ἐγὼ ἀσθενῶ. Οὐκ εἶπε, κοινωνῶ τῆς ἀσθενείας, ἀλλ’ ὡς αὐτὸς ὣν ὁ ἀσθενῶν, οὕτω διάκειμαι, τὸ δὲ “τίς,” κἂν μέγας, φησὶ, κἂν εὐτελής.

  62. 10.186

    Τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι.

  63. 10.187

    Ὅρα πάλιν πῶς παρέστησε τὴν ὑπερβολὴν τῆς ὀδύνης· ἐμπίπλαμαι, φησὶ, καὶ καίομαι, ὁ τὰ μὲν ἄλλα πάσχων, καὶ ἥδετο εἰδὼς ὑπὲρ Χριστοῦ πάσχειν· ὧδε δὲ διετιτρώσκετο τὴν ψυχὴν, ὥστε τοῦτο πλεῖον ἠνίου.

  64. 10.188

    Τὰ τῆς ἀσθενείας μου καυχήσομαι.

  65. 10.189

    Οὐδαμοῦ περὶ σημείων λέγει, ἐκεῖνα γὰρ Θεοῦ δῶρον ἦν, ταῦτα δὲ μετὰ τῆς τοῦ Θεοῦ ῥοπῆς καὶ τὴν ἀπ’ αὐτοῦ ὑπομονὴν ἐδείκνυ· ἀσθένειαν δὲ καλεῖ τοὺς διωγμοὺς καὶ τοὺς πειρασμούς· ταῦτα γὰρ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως, τὸ λιμώττειν, τὸ ναυαγεῖν, τὸ πλήττεσθαι. ἣ ἀσθένειαν καλεῖ τὴν διὰ τὴν ἀσθένειαν τῶν ἀνθρώπων γιγνομένην αὐτῷ θλῖψιν· σκανδαλιζόμενοι γὰρ καὶ ἀσθενοῦντες ἔθλιβον αὐτόν. οὕτως ὁ ἀποστολικὸς χαρακτὴρ, διὰ τούτων ὑφαίνεται τὸ εὐαγγέλιον.

  66. 10.190

    Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως.

  67. 10.191

    Θέα τὸν πόλεμον, ὅσον δι’ αὐτοῦ ὁ ἄρχων ἐφρούρει τὴν πόλιν. εἰ δὲ μὴ πολὺς ἔπνει κατὰ τῶν ἀντιδιατιθεμένων ὁ Παῦλος, οὐκ ἃν εἰς τοσαύτην ἀνῆψε τὸν ἐμθάρχην μανίαν, ὡς καὶ τὴν πόλιν φρουρεῖν δι’ αὐτόν.

  68. 10.192

    τοῦ βασιλέως. Πενθερὸς ἦν Ἡρώδου ὁ Ἀρέτας. Καὶ διὰ θυρίδος ἐν σαργάνη ἐχαλάσθην.

  69. 10.193

    Ἤιδει γὰρ εἰρημένον “εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμοὺς,” ὅθεν οὐκ ἐπιρρίπτει ἑαυτὸν τοῖς πειρασμοῖς, ἀλλ’ ἔνθα καὶ ἀνθρωπίνης μηχανῆς ἔνι φυγεῖν οὐ παραιτεῖται· ἐφύλαττε γὰρ ἑαυτὸν τῷ κηρύγματι καὶ τῆς σωτηρίας ἐκήδετο τῶν μαθητῶν μᾶλλον ἣ τῆς οἰκείας· διὸ καὶ ἀλλαχοῦ φησι, “καλόν μοι τὸ ἀναλύσαι “καὶ σὺν Χριστῷ εἶναι, τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον “δἰ ὑμπας.”

  70. 10.194

    Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι.

  71. 10.195

    Καίτοι πολλὰ εἰπὼν ἄνω, πῶς ὧδε, φησὶν, “οὐ συμφέρει μοι;” ἐπειδὴ εἰς ἕτερον εἶδος καυχήσεως ἤρχετο, ὅπερ αὐτὸν ἐποίει λαμπρὸν, τὸ τῶν ἀποκαλύψεων, φησὶν, οὐ συμφέρει μοι τοῦτο, ἵνα μή με εἰς ἀπόνοιαν ἄρῃ· ἄλλως γὰρ παρ’ αὐτῶν μὲν ὄντα, εἰς ἑτέρους δὲ ἐκφερόμενον φυσᾷν εἴωθεν· οὐχ ὅτι αὐτὸς τοῦτο πάσχειν ἔμελλεν, ἄπαγε, ἀλλὰ παιδαγωγῶν ἡμᾶς, παρ᾿ ἑαυτοῖς τὰ τοιαῦτα ἔχειν, ὡς τῆς διηγήσεως εἰς ἀπόνοιαν ἄραι δυναμένης. Η ἵνα μή τις μείζονα τῆς ἀξίας ἔννοιαν λάβῃ περὶ ἐμοῦ, ὅπερ παρακατιὼν φησὶ, “μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με η ἀκούει τι ἐξ ἐμοῦ.

  72. 10.196

    Ἐλεύσομαι γάρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυ- Κυριου.

  73. 10.197

    Μεγάλη μὲν καὶ ἣν εἶπε, πλὴν τὸ πολλὰς εἰπεῖν ἔχων, μίαν ταύτην εἴρηκεν· ὅτι γὰρ εἶχε πολλὰς εἰπεῖν, παρακατίων φησὶ, “καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων.” διὰ τοῦτο δὲ αἰνιγματωδῶς αὐτὴν τέθεικεν, ἴνα δείξῃ ὅτι ἄκων λέγει.

  74. 10.198

    Οἶδα ἄνθρωπον ἐν Χριστῷ.

  75. 10.199

    Τὸ “ἐν χριστῷ,” προσέθηκε, ἵνα μὴ εἴποιεν οἱ ψευδαποστολοι, οὐδὲν γὰρ ἦν αὐτοῖς ἀτόλμητον, διὰ δαιμόνων ἐπῆρθαι ὡς τὸν Σίμωνα.

  76. 10.200

    Πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι.

  77. 10.201

    Οὐκ ἀκαίρως ὁ χρόνος πρόσκειται, ἀλλὰ δυοῖν ἕνεκεν, τοῦ τε δεῖξαι ὡς ὁ σιγήσας δέκα τέσσαρα ἔτη οὐδὲ νῦν ἂν εἶπε μὴ σφόδρα βιασθείς· ἐπειδὴ γὰρ μέγα τι ἐδόκουν οἱ ψευδαπόστολοι, καὶ εἵλκυσαν πάντας πρὸς ἑαυτοὺς, λοιπὸν ἠναγκάσθη δεῖξαι, ὅτι μεῖζόν ἐστιν ἐκείνων, ἵνα πείσῃ τοῖς αὐτοῦ προσέχειν λόγοις αὐτούς· τοῦ τε αἰνίξασθαι ὡς ὁ πρὸ δέκα τεσσάρων ἐτῶν τηλικούτων ἀξιωθεὶς, πηλίκος νῦν μετὰ τοσούτους ὑπὲρ Χριστοῦ πόνους;

  78. 10.202

    Οὐκ οἶδα—

  79. 10.203

    Μετριάζει μὴ ἀποκρύψας τὴν ἑαυτοῦ ἄγνοιαν. ἐξῆν γὰρ περὶ τούτου σιώπησαι.

  80. 10.204

    Ἁρπαγέντα τὸν τοιοῦτον.

  81. 10.205

    Ἡρπάγη ἕως τρίτου οὐρανοῦ, καὶ πάλιν ἐκεῖθεν εἰς τὸν παρά- δεισον.

  82. 10.206

    Ὁ Θεὸς οἶδεν—

  83. 10.207

    Τὶ δὲ ὅλως ἡρπάγη; ινα μηδὲ ἐν τούτοις ἔλαττον ἔχῃ τῶν Ἀποστόλων τῶν διαγενομένων σωματικῶς μετὰ τοῦ Κυρίου.

  84. 10.208

    Παράδεισον—

  85. 10.209

    Πολὺ γὰρ τὸ ὄνομα τοῦ χωρίου τούτου ᾔδετο, ὅθεν καὶ τῷ λῃστῇ τοῦτον ἐπηγγείλατο.

  86. 10.210

    Καὶ ἤκουσεν—

  87. 10.211

    Ἴσως γὰρ ἕτερος ἄνθρωπος πλὴν Παύλου οὐκ ἐχώρει τοιαῦτα ἀκοῦσαι. ποῦ εἰσιν οἱ τὴν ψευδεπίγραφον ἀποκάλυψιν συγγρα- ψάμενοι ;

  88. 10.212

    Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι.

  89. 10.213

    βλέπε αὐτοῦ τὸ ἄτυφον, πῶς ὡς περὶ ἑτέρου τινὸς αὐτὰ διηγεῖται· ὑπὲρ καὶ τοῦ τοιούτου φησὶ, καυχήσομαι· τοῦτο δὲ ποιεῖ συσκιάζων τὸν λόγον· ὅτι γὰρ αὐτὸς ἢν ὁ ἁρπαγεὶς, αἰνίττεται φάσκων, “ἐὰν γὰρ καὶ καυχήσομαι, οὐκ ἔσομαι ἄφρων, ἀλή- “θείαν γὰρ ἐρῶ.” καὶ ἄνω, “καυχᾶσθαι δὴ οὐ συμφέρει μοι.” ποῖον δὲ ἀσύμφορον ὑπὲρ ἄλλου καυχᾶσθαι καὶ ἀληθεύειν;

  90. 10.214

    Ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι.

  91. 10.215

    Καὶ τίνος ἕνεκεν ἄλλου ἁρπαγέντος σὺ καυχᾶσαι; δῆλον οὖν ὅτι περὶ σεαυτοῦ λέγεις, εἰ καὶ συνεσκιασμένως.

  92. 10.216

    Εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου— Οἶον ἐν ταῖς θλίψεσιν, ἐν τοῖς διωγμοῖς. Ἐὰν γὰρ θελήσω καυχήσασθαι.

  93. 10.217

    Καὶ πῶς ἄνω ἔλεγε, “ὄφελον ἀνέχεσθέ μου, μικρὸν τῆς ἀφρο- “σύνης.” καὶ πάλιν, “ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ὡς “ἐν ἀφροσύνη;” καὶ φαμὲν, ὅτι οὐ κατὰ τὸ καυχᾶσθαι εἶπε τὸ “οὐκ ἔσομαι ἄφρων,” ἀλλὰ κατὰ τὸ μὴ ψεύσασθαι, ὅθεν ἐπάγει, “ἀλήθειαν γὰρ ἐρῶ.”

  94. 10.218

    Μῆτις εἰς ἐμέ—

  95. 10.219

    Οὐκ εἶπε, πιστεύει ἣ εἴπῃ, ἀλλ’ ἵνα μὴ λογίσηται ἣ ὑπολάβῃ μεῖζόν τι, φησὶ, τῆς ἐμῆς ἀξίας. διὰ τοῦτο γὰρ τὰ περὶ ἑαυτοῦ ἀεὶ ἐσίγα καὶ ἔκρυπτεν· καὶ εἰ μή που ἀνάγκη κατέλαβεν, οὐδὲν περὶ ἑαυτοῦ ἔλεγε, καὶ λέγων δὲ, συνεσκίαζεν ἵνα μὴ μείζονα ὑπόνοιαν περὶ ἑαυτοῦ σχῶσιν· εἰ γὰρ θεοὺς αὐτοὺς ἐνόμισαν οἱ ἄνθρωποι διὰ τὸ μέγεθος τῶν σημείων, καὶ ταύρους σφάττειν ἤθελον, τι ἃν οἰώθησαν, εἰ καὶ τὰς ἀποκαλύψεις ἐφανέρου, καὶ τὰ καθ’ ἑαυτὸν ἐκαυχᾶτο;

  96. 10.220

    Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων.

  97. 10.221

    Ἴνα μὴ, φησὶ, φρονήσω μέγα, ἢ ἵνα μὴ ὑπὸ τῶν ἀνθρώπων ὑπεραίρωμαι καὶ δοξάζωμαι, ὅπερ καὶ βέλτιον· οὐ γὰρ ἔχρηζεν ἡ ψυχὴ Παύλου χαλινοῦ τινος πρὸς τὸ μὴ φρονεῖν μέγα.

  98. 10.222

    Ἐδόθη μοι σκόλοψ τῇ σαρκί. Τὰ δεσμὰ λέγει, τὰς πληγὰς, τὰς φυλακὰς, τοὺς λιθασμούς. Ἄγγελος Σατᾶν ἵνα με κολαφίζῃ.

  99. 10.223

    Tινές φασι κεφαλαλγεῖν τὸν Παῦλον, ἀλλ’ οὐκ ἔστιν· μὴ γὰρ εἴη τὸ σῶμα Παύλου ἐκδεδόσθαι τῶ Σατανᾷ, ὁπότε αὐτὸς ἐπέτασσεν αὐτῷ καὶ ὀροὺς ἐτίθει, ὅτε τὸν πορνεύσαντα ἐξεδίδου λέγων, “εἰς ὄλεθρον τῆς σαρκὸς,” καὶ οὐχ ὑπερέβη τὸν ὅρον ὁ διάβολος. τί οὖν ἐστι Σατᾶν; ὁ ἀντικείμενος εἴρηται τῇ τῶν Ἐβραίων φωνῇ· ἀγγέλους δὲ Σατᾶν, τοὺς ἀντικειμένους τῷ κηρύγματι, φησὶν, οἷον τοὺς περὶ Ἀλέξανδρον, Ὑμέναιον καὶ Φιλητόν. ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· οὐκ εἴασεν ὁ Θεὸς, φησὶν, ἀπονητὶ προβῆναι τὸ κήρυγμα, ἀλλὰ συνεχώρησεν ἡμᾶς πάσχειν σωματικῶς, ἵνα παν- ταχοῦ κρατήσῃ τὸ κήρυγμα· καὶ ὅρα, ἄλλην μὲν αὐτὸς εἶπεν αἰτίαν τοῦ δεδόσθαι τὸν κολαφισμὸν αὐτῷ· ἵνα γὰρ, φησὶ, μὴ ὑπεραίρωμαι· ὁ δὲ Θεὸς ἄλλην εἶπεν αἰτίαν, ὑπὲρ τοῦ δειχθῆναι, φησὶ, τὴν δύναμίν μου διὰ τῆς δοκούσης ἀσθενείας ὑμῶν. τέλος γὰρ καὶ πέρας ἡ δύναμίς μου λαμβάνει ἐκ τῆς ὑμῶν ἀσθενείας. εἰ γὰρ διὰ τινῶν σοφιστῶν ἣ βασιλέων διηκονεῖτο τὸ κήρυγμα, κἂν τῇ δυνάμει τῶν διακόνων ἔδωκέ τις τὴν ἁπάντων ὑποταγήν· νῦν δὲ ἡ τῶν διακονούντων ἀσθένεια τὴν τοῦ Θεοῦ διαδείκνυσι δύναμιν, καὶ τελειοῖ αὐτὴν, τουτέστι τὸ τέλειον ἔχειν αὐτὴν δείκνυσιν.

  100. 10.224

    Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου. Ινα μὴ νομίσωσι ὀλοφυρωμένου τὰ τοιαῦτα εἶναι ῥήματα, φησὶν, ἥδιστα μᾶλλον καυχήσομαι, διὰ τί ; ὅτι ἡ ἀσθένειά μου καὶ τὴν τοῦ Θεοῦ δείκνυσι δύναμιν, καὶ ἐμὲ λαμπρότερον ποιεῖ, ὥσπερ σίδηρον στομοῦσα τοῖς διωγμοῖς· ὡσεὶ εἶπεν, ἐγὼ μὲν τὸ ἐναντίον ᾔτουν, ἀλλ’ ἐπειδὴ ταῦτα ἤκουσα παρὰ Θεοῦ, ἡδύτερον ἐν ταῖς ἀσθενείαις καυχῶμαι.

← Previous · Next → — showing 801900 of 1,497

First Thousand Years of Greek. CTS URN tlg4102.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.