Catena In Epistulam II Ad Corinthios
- 10.225
Ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
- 10.226
Ὅσῳ γὰρ τὰ τῶν πειρασμῶν ἐπιτείνεται, τοσούτῳ τὰ τῆς χάροτπς αὔξεται· “ἐπισκηνώσῃ,” ὅλη ἐν ὅλω κατοικήσῃ. Εἶτα ἵνα μή τις νομίσῃ σωματικὴν ἀσθένειαν λέγειν αὐτὸν, οἷον πυρετὸν ἢ ἑτέραν περίοδον νοσήματος, φησὶν, “ἐν ὕβρεσιν, “ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ·” ταῦτα γὰρ ἀσθένειαν καλεῖ· τὸ δὲ “εὐδοκῶ,” ἐπιθυμῶ εἶναι ἐν τούτοις καὶ εὐφραίνομαι· ταῦτα καὶ τοὺς ψευδαποστόλους καταισχύνει ἐπὶ τοῖς ἐναντίοις καυχωμένους, καὶ τούτους πείθει μὴ αἰσχύνεσθαι τοῖς τοῦ διδασκάλου πάθεσι· λαμπρὰ γὰρ πάντα καὶ ἡδέα τὰ τοιαῦτα, Χριστὸν ἔχοντα τοῦ πάσχειν ὑπόθεσιν.
- 10.227
Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Ὅταν γὰρ ἐβλήθη εἰς τὸ δεσμωτήριον, τότε τὰ θεμέλια κλονηθῆναι πεποίηκεν· ὅταν ναυαγήσας εἰς τὴν βάρβαρον ἐξερρίφη, τότε μᾶλλον ἐδοξάσθη· ὅτε εἰς τὸ δικαστήριον εἰσῆλθε δεδεμένος, τότε μάλιστα καὶ τοῦ δικαστοῦ περιγέγονε, καὶ τῶν κατηγόρων. ὁρᾷς ὅτι ὅταν ἀσθενὴς ἦν, τουτέστιν ἐν κινδύνοις ἦν καὶ ὕβρεσι καὶ πληγαῖς, τότε δυνατὸς ἦν καὶ λαμπρός.
- 10.228
Γέγονα ἄφρων καυχώμενος.
- 10.229
Ταπεινοφροσύνης ὑπερβολή· τὰ ὄντως παράδοξα διελθὼν, ὧν οὐκ ἦσαν ἄξιαι αὐτῶν ἀνθρώπων ἀκοαὶ, ἄφρονα ἑαυτὸν καλεῖ· πῶς δὲ ἡμεῖς σε ἠναγκάσαμεν εἴποιεν ἄν; τῶν ψευδαποστόλων καυχωμένων, φησὶν, εἰ μὴ προσείχετε τοῖς τούτων λόγοις, καὶ ἀπώλλυσθε, οὐκ ἂν εἰς ταῦτα ἦλθον τὰ ῥήματα. ὁρᾷς ὅτι τὴν ἀνάγκην τῆς καυχήσεως ἐποίησεν ἡ τούτων ἀπώλεια; μέγα γάρ τι τοὺς ψευδαποστόλους ἡγούμενοι, νόθα παρ’ αὐτῶν καὶ διεστραμμένα ἐμάνθανον δόγματα.
- 10.230
Ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. Ὑμᾶς ἔδει τῶν ἐμῶν ἀντιποιεῖσθαι καὶ λόγων καὶ ὑπολήψεων, ὑμῶν δὲ ἐκείνοις προσεχόντων, εἰς τούτους ἐλθεῖν ἠναγκάσθην τοὺς λόγους.
- 10.231
Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν Ἀποστόλων.
- 10.232
Ἄνω, φησὶ, λογίζομαι μηδὲν ὑστερηκέναι, νῦν δὲ ἀποφαντικῶς, “οὐδὲν ὑστέρησα,” ἣ ἐνέλιπον ἣ κατόπιν ἦλθον τῶν περὶ Πέτρον· εὐκαίρως δὲ ἐπὶ τοὺς Ἀποστόλους ἦλθον, δεικνὺς ὅτι οὐ μόνον εἰμὶ τῶν ψευδαποστόλων κρείττων, ἀλλὰ καὶ τῶν Ἀποστόλων ἴσος.
- 10.233
Εἰ καὶ οὐδέν εἰμι.
- 10.234
Ὥσπερ τι μέγα εἰρηκὼς καὶ ὑπερβαίνων αὐτοῦ τὴν δύναμιν, διορθοῦται αὐτό· οὐκ εἶπε δὲ εὐτελής εἰμι, ἀλλὰ τὸ πολὺ ἧττον, “οὐδέν εἰμι” σὺ δὲ, φησὶ, μὴ τοῦτο ἴδῃς, εἰ οὐδέν εἰμι, ἀλλὰ πρόσχες εἰ μὴ πάντα ὅσα χαρακτηρίζει Ἀπόστολον ἐξετέλεσα.
- 10.235
Τὰ μὲν σημεῖα τοῦ Ἀποστόλου κατειργάσθη ἐν ὑμῖν.
- 10.236
Ὑμεῖς, φησὶ, τῶν λόγων μάρτυρες, δεῖγμα δὲ Ἀποστόλου μάλιστα, τὸ φέρειν πάντα γενναίως. Ὅρα δὲ τὸ τῆς ὑπομονῆς, ὅπερ ἦν αὐτοῦ ἀρετὴ, μιᾷ λέξει τέθεικε· τὰ δὲ τῶν σημείων, ἅπερ οὐκ ἦν αὐτοῦ, ἀλλὰ χάριτος Θεοῦ, διὰ πλειόνων ἐξηγήσατο. ὅμως σκόπει τὸ ταπεινὸν Παύλου, πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους καὶ ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν, πόσους πολέμους ἐμφυλίους τε καὶ ἐξωτικοὺς μιᾷ λέξει τῇ τῆς ὑπομονῆς παρέδραμε.
- 10.237
Ἐν σημείοις καὶ τέρασι—
- 10.238
Πόσους νεκροὺς ἐγερθέντας καὶ τυφλοὺς ὀμματωθέντας, καὶ νεκροὺς καθαρισθέντας, καὶ δαίμονας ἐλαθέντας ᾐνίξατο εἰπὼν, “ἓν “σημείοις καὶ τέρασι καὶ δυνάμεσι,” τῶν τριῶν ἕν τι δηλούντων.
- 10.239
Τί γάρ ἐστιν ὁ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας;
- 10.240
Ἵνα μή τις εἴπῃ, μέγ’ ἃς μὲν εἶ, φησὶν, ὅμως οὐ τοσαῦτα εἰργάσω, ὅσα ἐν ταῖς ἄλλαις ἐκκλησίαις οἱ λοιποὶ Ἀπόστολοι, φησὶ, τί γάρ ἐστιν ὃ ἡττήθητε; τουτέστιν, ἔλαττον ἔχετε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας· μὴ ἐλάττονος, φησὶ, μετέχετε χαρίσμα- τος;
- 10.241
Εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν.
- 10.242
Πληκτικῷ λόγῳ κέχρηται· εἰ μὴ ἄρα τις τοῦτό με ἐγκαλέσῃ ὅτι τε ἐπιχωριάζω ὑμῖν, καὶ ἐρχόμενος παντὶ σθένει τῆς σωτηρίας ὑμῶν κήδομαι, καὶ ἀπὼν δι’ ἐπιστολῶν ὁδηγῶ πρὸς τὰ πρακτέα, καὶ οὐδὲν πρὸς ἕν τι τῶν ὑμῖν συμφερόντων ἐραθύμησα, ἀπών τε καὶ παρών· εἰ διὰ τοῦτο ἀδικῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ σύγγνωτε ἀδικοῦντι.
- 10.243
Καὶ οὐ καταναρκήσω ὑμῶν.
- 10.244
Δεύτερον, φησὶν, ἦλθον, ἰδοὺ τρίτον παρεσκεύασμαι ἐλθεῖν, καὶ ἐν οὐδενὶ τῆς ὑμῶν παραμελήσω σωτηρίας· εἶτα ἵνα μὴ νομίσωσιν ὅτι δεῖ πάντως αὐτὸν ἐρχόμενον νῦν γοῦν τραφῆναι παρ’ αὐτῶν, μάλιστα ἐπειδὴ καὶ περὶ τούτου πολλὰ διεξελήλυθεν ἐν τοῖς ἔμπροσθεν, ἐντεῦθεν ἤδη προαναιρεῖ ταύτην τὴν ὑπόνοιαν, ὅτι ὑμᾶς θλίβω, οὐ τὰ ὑμῶν, καὶ ὑμᾶς ἀγαπῶ, οὐ τὰ ὑμῶν, ὥσπερ οἱ ψευδαπόστολοι· εἶτα καὶ ἀπὸ τοῦ κοινοῦ λογισμοῦ καὶ τῆς φύσεως πιστοῦται τὸν λόγον, ἑαυτὸν μὲν ἐν τάξει πατρὸς, ἐκείνους δὲ ἐν τάξει τέκνων.
- 10.245
Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι.
- 10.246
Ὁρᾷς πόσους ἔχει βαθμοὺς ὑπερβολῶν τὰ κατὰ τὸν Παῦλον; ἔδει λαβεῖν τοῦ Χριστοῦ τοῦτο κελεύοντος, καὶ οὐκ ἔλαβεν· ἰδοὺ εἷς· καὶ ὑστερούμενος, ἰδοὺ δύο· καὶ αὐτοῖς κηρύσσων, ἰδοὺ τρεῖς· καὶ οὐ μόνον οὐ λαμβάνει, ἀλλὰ καὶ τὴν σάρκα εἰ δέοι προσδίδωσι, τέσσαρες· εἶτα σὺν τῇ σαρκὶ καὶ τὴν ψυχὴν αὐτήν· πέμπτον· καὶ ὑπὲρ τῶν μὴ σφόδρα φιλούντων αὐτὸν, ἕκτον· καὶ οὐδὲ τὸ ἀγαπῶντα μὴ ἀγαπᾶσθαι ἐγκοπήν τινα ποιεῖ, ἕβδομον. ἐγὼ δὲ πατρὸς ἐπέχων εἰς ὑμᾶς τάξιν, οὐ μόνον οὐ λήψομαι, ἀλλὰ καὶ παρέξω, καὶ οὐχ ῥήματα ἀλλ’ αὐτὸν ἐμὲ καὶ τὴν ἐμαυτοῦ σάρκα· τοῦτο γὰρ τὸ “ἐκδαπανηθήσομαι,” τουτέστι, κἂν τὴν σάρκα δέοι δαπανῆσαι ὑπὲρ ὑμῶν, οὐ φείσομαι.
- 10.247
Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν.
- 10.248
Καὶ ταῦτα ποιῶ, φησὶν, ὑπὲρ τῶν λίαν μὲν φιλουμένων, ἧττον δὲ ἀγαπώντων. Ἔστω δὲ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς. Κατὰ ἐρώτησιν προάγει τὸν λόγον, καί φησι, τοῦτο ὡμολόγηται, ὅτι ἐγὼ οὐ κατεβάρησα ὑμᾶς ἐν τῷ λαβεῖν τι, “ἀλλ’ “ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον,” τουτέστι, δόλῳ ὑμᾶς μετεχειρησάμην καὶ ἠκόντισα· καὶ γὰρ μὲν αὐτοπροσώπως οὐδὲν εἴληφα· ἄρα μὴ διὰ μέσων τινῶν τοῦτο ἔπραξα, πέμψας τινὰς καὶ δι’ αὐτῶν λαβών; οὐ μὲν οὖν· οἱ γὰρ ἐλθόντες πρὸς ὑμᾶς τοῖς ἐμοῖς ἴχνεσιν ἠκολούθησαν.
- 10.249
Μῆ τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς—
- 10.250
Οἷον διὰ μέσου αὐτῶν· ὅρα δέ· πλεονεξίαν καλεῖ τὸ παρὰ ἀκόντων λαβεῖν, καὶ αὐτοὺς δὲ ἠρέμα ὀνειδίζει, ὡς καὶ αὐτῶν πλεονεκτεῖσθαι ἡγουμένων εἰ θρέψωσι Παῦλον.
- 10.251
Παρεκάλεσα Τίτον.
- 10.252
Καὶ τοῦτο ὀνειδιστικῶς· οὐ γὰρ ἔπεμψα, ἀλλὰ “παρεκάλεσα,” δεικνὺς ὅτι εἰ καὶ εἴληφεν, οὐκ ἐσφάλη· οὐ γὰρ αὐτομάτως, ἀλλὰ κατὰ παράκλησιν ἦλθεν· ἀλλ’ ὅμως οὐδὲ οὕτως εἴληφεν· ἦν δὲ καὶ τινα ἄλλον τῶ Τίτῳ συναποστείλας.
- 10.253
Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν.
- 10.254
Τουτέστιν οὐ τῇ αὐτῇ χάριτι ᾗ καὶ ἐγώ· χάρισμα καλεῖ τὸ πρᾶγμα τὸ στενούμενον μὴ λαβεῖν· ὅρα δὲ πῶς τὰ οἰκεῖα κατορθώματα τῷ Θεῷ ἀνατίθησι.
- 10.255
Οὐ τοῖς αὐτοῖς ἴχνεσιν.
- 10.256
Τουτέστιν οὐδὲ μικρὸν παρήλλαξαν ἐκεῖνοι τὴν ἐμὴν ἀκρίβειαν· ὅρα δέ· οὐ μόνον αὐτὸς οὐκ εἴληφεν, ἀλλὰ καὶ τοὺς ἀποσταλέντας ἔπεισε μὴ λαβεῖν.
- 10.257
Κατενώπιον τοῦ Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν.
- 10.258
Δέδοικε μὴ κόλακός τινος λάβῃ δόξαν· διὸ καὶ ἄνω ἔλεγε, πάλιν ἑαυτοὺς συνιστάνομεν, εἰ καὶ μὴ χρήζομεν συστατικῶν ἐπιστολῶν· οὐχ ὑμᾶς οὐν κολακεύοντες ἣ ὑμῖν ἀπολογούμενοι λέγομεν ταῦτα, ἀλλ’ ὡς ἐνώπιον τοῦ Θεοῦ καὶ ὁρῶντος αὐτοῦ λαλοῦμεν, καὶ ἐν Χριστῷ· οἷον διὰ Χριστοῦ λαλοῦμεν, τὸν δὲ ἐνώπιον καὶ διὰ Χριστοῦ καὶ δίχα Χριστοῦ φθόνον, πῶς ἦν δυνατὸν καλακείας ἣ θωπείας ἕνεκεν λαλεῖν;
- 10.259
Τὰ δὲ πάντα ἀγαπητὸς ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. Οὐ λαλοῦμεν οὖν πρὸς χάριν ὑμῶν ἣ κολακείαν, ἀλλ’ ὑπὲρ τοῦ ὑμᾶς οἰκοδομῆσαι καὶ ὠφελῆσαι· ἵνα τοὺς ψευδαποστόλους φυγόντες, ἡμῖν μόνοις προσέχητε καὶ τοῖς ἡμετέροις λόγοις· ἣ ὅτι διὰ τοῦτο οὐκ ἐλάβομεν, ἵνα μὴ ὑμεῖς ἀσθενεῖς ὄντες σκανδα- λισθῆτε.
- 10.260
Φοβοῦμαι γὰρ μήπως ἐλθών.
- 10.261
Ὁρᾷς κηδεμονίαν πατρικήν; ἀλλὰ ἡμάρτανον, καὶ Παῦλος φοβεῖται.
- 10.262
Μῆ πὼς ἐλθών— Ενδιάζει ἔτι, καὶ οὐκ ἀποφαίνεται. Οὐχ οἵους θέλω εὕρω ὑμᾶς. Οἷον διεφθαρμένους. Καὶ εὑρεθῶ κατὰ ἀνάγκην γινόμενος οἷον οὐ θέλετε. Οίκουμενίου. τουτέστι, τιμωρούμενος τοὺς ἀνίατα Μῆ πως—
- 10.263
Καὶ λοιπὸν λέγει ποίους εὑρεῖν οὐκ ἤθελε, μετὰ τούτων, φησὶ, τῶν ἐλαττωμάτων· ἔρεις δὲ, φησὶ, διὰ τὸ ἑστάναι.
- 10.264
Ἐριθεῖαι— Οἷον ἁψιμαχίαι. Μῆ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου. Οτι κατ’ αὐτοῦ μὲν ὠφρύοντο, τοὺς δὲ φευδαποστόλους ἐτίμων. Ἀρκεῖ, φησὶ, τὰ πρότερα.
- 10.265
Θεοδωρίτου. ταπείνωσιν ἑαυτοῦ τὴν ἐκείνων παρανομίαν ἐκάλεσε, βεβαιῶν ἅπερ ἤδη προείρηκε, “τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; “τίς σκανδαλίζεται, καὶ ἐγὼ πυροῦμαι;”
- 10.266
Ταπεινώσει—
- 10.267
Τὸ λαβεῖν δίκην παρὰ τῶν αἰτιῶν, ταπείνωσιν οἰκείαν καλεῖ, δεικνὺς ὡς οὐκ ἃν δίχα μεγάλης ἀνάγκης τοῦτο κατεδέξατο· δείκνυσι δὲ ὅτι δι’ αὐτῶν πάντα ὑπομένει, καὶ τὸ ταπεινοῦσθαι καὶ τὸ πενθεῖν, τὸ εἰπεῖν “ὁ Θεός μου,” τὸ “μου” γὰρ προσκείμενον τὴν διακαῆ ἀγάπην δηλοῖ τοῦ Χριστοῦ.
- 10.268
Καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων.
- 10.269
Ὄρα ἀποστολικὴν ἀρετήν· μηδὲν συνειδὼς ἑαυτῷ κακὸν, ὑπὲρ τῶν τοῖς ἄλλοις πλημμελουμένων, πενθεῖ· οὐκ εἶπε δὲ πάντας, ἀλλὰ πολλούς· καὶ οὐδὲ τούτους δηλοῖ, μετανοίας χώραν διδοὺς, καὶ ὅπως μὴ γένωνται ἀναισχυντότεροι.
- 10.270
Καὶ μὴ μετανοησάντων. Ποῦ εἰσιν οἱ Ναυατιανοί; Ἐπὶ τῇ ἀκαθαρσίᾳ.
- 10.271
Ἀκαθαρσία δύναται ἐπὶ ἑκάστης ἁμαρτίας λέγεσθαι, οὐδὲν γὰρ ἁμαρτίας εἰδεχθέστερον.
- 10.272
τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς.
- 10.273
Ἦν δεύτερον ἀπελθών· εἰ οὖν καὶ νῦν ἔλθω, τρίτον ἔρχομαι, καὶ τι τοῦτο; ὥσπερ, φησὶν, ἔπι στόματος δύο καὶ τριῶν μαρτύρων ἅπαν ῥῆμα ἀμφίβολον ἵσταται καὶ πέρας λαμβάνει, οὕτως ἐπὶ δύο καὶ τριῶν μου παρουσιῶν ἅπαν ῥῆμα ἀπειλητικὸν σταθήσεται καθ’ ὑμῶν, καὶ πέρας λήψεται· ὅρα δὲ ὅτι ταῖς παρουσίαις ἀντὶ μαρτύρων εχρησατο.
- 10.274
Καὶ ἤδη προεῖπον, καὶ νῦν προλέγω, ὥσπερ παρὼν πρὸς ὑμᾶς τὸ δεύτερον εἶπον, ἰδοὺ καὶ ἀπὼν τὸ τρίτον προλέγω, ἰδοὺ τρεῖς ἄλλοι μάρτυρες· ἦσαν μὲν αἱ δύο μαρτυρίαι καὶ ἡ μέλλουσα ἔσεσθαι, δύο καὶ τρεῖς μάρτυρες· ἰδοὺ πάλιν ἄλλοι τρεῖς μάρτυρες, τὸ δὶς παρὼν προειπεῖν, καὶ νῦν ἅπαξ ἐν τῇ ἀπουσίᾳ· εὐφυῶς δὲ τὴν γραφὴν τὴν περὶ τῶν μαρτύρων ἐξέλαβεν εἴς τε τὰς τρεῖς παρουσίας, καὶ εἰς τὰς τρεῖς παραγγελίας.
- 10.275
Οἰκουμενίου. τοῖς μὲν ἡμαρτηκόσιν, ἵνα διορθώσωνται, τοῖς δὲ λοιποῖς πᾶσιν, ἵνα μάρτυρες εἶεν, ὅτι, φησὶ, παρ’ ἐμὲ οὐδὲν, ἐὰν μὴ μετανοήσαντας τιμωρήσωμαι.
- 10.276
Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν.
- 10.277
Τί προείρηκας καὶ νῦν τι γράφεις; ὅτι, φησὶν, “ἐὰν ἔλθω εἰς “τὸ πάλιν,” τουτέστι τὸ ἄλλο ἅπαξ “οὐ φείσομαι.” Ὅρα δέ· οὐκ εἶπε, τιμωρήσομαι, ἀλλ’ ὡς πατὴρ οὐ φείσομαι, δεικνὺς ὅτι ἔτι φείδεται, καὶ ταῦτα σφαλλομένων.
- 10.278
Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.
- 10.279
Δοκιμὴν, πεῖραν, οὐ διὰ τοῦτο δὲ ἐκόλαζεν ὡς δοκιμὴν δώσων, ἀλλ’ ὅτι ἡμάρτανον· τοῦτο δὲ εἴρηται κατὰ τῶν λεγόντων ὅτι ἡ παρουσία αὐτοῦ ἀσθενής· ἐπειδὴ γὰρ, φησὶ, θέλετε δοκιμάσαι εἰ ἐν ἐμοὶ λαλεῖ ὁ Χριστός· ὥσπερ γὰρ ἔρημόν με τοῦ Χριστοῦ, οὐτῶ σκώπτετε.
- 10.280
Θεοδωρίτου. Πεῖραν λαβεῖν, ὡς ἔοικε, βούλεσθε τοῦ ἐν ἐμοὶ φθεγγομένου Χριστοῦ, καί τοι σαφῶς αὐτοῦ μαθόντες τὴν δύ- ναμιν.
- 10.281
Ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ.
- 10.282
Τί βούλεται ἡ προσθήκη τοῦ “εἰς ὑμᾶς” καὶ τοῦ “ἐν ὑμῖν;” οὐ γὰρ πρὸς αὐτοὺς μόνον ἔλεγε, πεῖραν ἔχετε ἀφ’ ὧν πεπόνθατε, ὅτι οὐκ ἀσθενὴς ὁ Χριστὸς, ἣ ὅτι τέως, ἐν ὑμῖν φησὶ, τοῖς καὶ διορθωθῆναι δυναμένοις, τὴν δύναμιν ἐπιδείκνυσι· τοὺς γὰρ ἀνίατα νοσοῦντας ἔκει τιμωρήσεται.
- 10.283
Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας.
- 10.284
“Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας,“ πολλοὶ θορυβοῦνται τῶν μὴ τῇ δυνάμει τῶν λέξεων προσεχόντων. Ὅρα οὖν, ἀσθενείας τρόποι τρεῖς. εἷς ὁ τῶν σωματικῶν νοσημάτων· δεύτερος τὸ περὶ τὴν πίστιν σαθρὸν, ὡς αὐτός φησι, “τὸν δὲ ἀσθενοῦντα τῇ πίστει “προσλαμβάνεσθε·” τρίτος ὁ τῶν διωγμῶν καὶ πειρασμῶν. καὶ γὰρ καὶ ταῦτα ἀσθένειαν ὁ Παῦλος καλεῖ, ὡς ἐκεῖ, “ἡ γὰρ δύνα- “μίς μου ἐν ἀσθενείᾳ τελειοῦται,“ τουτέστιν ἐν διωγμοῖς καὶ κινδύνοις· καὶ πάλιν, “διὸ εὐδοκῶ ἐν ἀσθενείαις,” καὶ ἑρμηνεύων αὐτὸ ἐπάγει “ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις·” καὶ πάλιν, “ὅταν ἀσθενῶ,” τουτέστι, διώκωμαι, “τότε δυνατός εἰμι,” ὡς τότε μάλιστα τῆς χάριτος ἐφιζανούσης. κατὰ τοῦτον οὖν τῆς ἀσθενείας τὸν τρόπον ἐσταυρώθη ὁ Κύριος, ἐπιβουλὴν ὑπομείνας, καὶ κίνδυνον, καὶ ὕβριν· ἀλλ’ ὅμως, φησὶν, οὐ παρέβλαψε τοῦτο τὴν δύναμιν αὐτοῦ. Ἤ οὕτως. ἀσθένειαν, φησὶ, τὴν δοκοῦσαν τοῖς ἀπίστοις, ὡσεὶ ἔλεγεν, εἰ καὶ κατὰ τῶν ἀπίστων λόγον “ἐξ “ἀσθενείας ἐσταυρώθη,” δηλαδὴ τοῦτο κατὰ συγχώρησιν διδοὺς, “ἀλλὰ ζῇ,” φησὶν, “ἐκ δυνάμεως Θεοῦ.” ἀκούων δυνάμεως Θεοῦ, μὴ τοῦτο τὸ ἀνόσιον ὑπονοήσῃς, ὅτι αὐτὸς ἠτόνει ζωογονῆσαι τὴν ἰδίαν σάρκα, καὶ διὰ τοῦτο τῆς δυνάμεως τοῦ Πατρὸς χρεία γέγονεν· εἰ γὰρ Χριστὸς Θεοῦ δύναμίς ἐστι, καὶ Θεοῦ σοφία, πῶς ἠτόνει ἡ τοῦ Θεοῦ δύναμις, καὶ ταῦτα εἰς τὴν οἰκείαν σάρκα· ὁ καὶ ἄλλοις ζωὴν διδοὺς, μᾶλλον δὲ ἅπασιν; ἀλλ’ ἀδιαφόρως ὁ Παῦλος καὶ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ λέγει, καὶ ἔμπαλιν τὰ τοῦ Υἱοῦ τοῦ Πατρός· ὅτι γὰρ αὐτὸς ὁ Χριστὸς αὐτὴν ἀνέστησεν, ἄκουσον αὐτοῦ λέγοντος, “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἰ δὲ ὅπερ αὐτὸς ὁ Υἰὸς εἰργάσατο, τοῦτο ἐκ τοῦ Πατρὸς γενέσθαι λέγει ὁ Παῦλος, μὴ θορυβηθῇς, οἶδε γὰρ αὐτὸν εἰπόντα, “πάντα τὰ τοῦ Πατρός μου ἐμά ἐστι, καὶ πάντα τὰ ἐμὰ σά ἐστι, πρὸς τὸν Πατέρα εἰρηκότα.
- 10.285
Εἰ γὰρ τοῦ σταυροῦ τὸ πάθος ὑπέμεινε διὰ θνητὴν τοῦ σώματος φύσιν, οὐδὲν πρὸς τὴν δύναμιν παρεβλάβη, ἐπειδὴ ἐσταυρώθη, οὕτως οὐδὲ ἡμεῖς ἐπειδὴ διωκόμεθα καὶ ὑβριζόμεθα· διὸ ἐπάγει “ἐν ἀυτῷ”
- 10.286
Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ.
- 10.287
Ἐν αὐτῷ, τουτέστι, δι’ αὐτὸν καὶ δία τὸ κήρυγμα αὐτοῦ ἀσθενοῦμεν ἐν τοῖς διωγμοῖς καὶ τοῖς κινδύνοις, ἀλλ’ ὥσπερ τῶν σκυθρωπῶν αὐτῷ κοινωνοῦμεν, οὕτω καὶ τῶν φαιδρῶν κοινωνήσομεν· ὅθεν ἐπάγει, “ἀλλὰ ζησόμεθα σὺν αὐτῷ.”
- 10.288
Ὁμοίως νόησον καὶ τοῦτο τῷ ἄνω, “ἀλλὰ ζῇ ἐκ δυνάμεως “Θεοῦ·” τὸ δὲ εἰς ὑμᾶς, οἷον ὑμῖν ζήσομεν, τουτέστιν εἰς τὴν ὑμῶν ὠφέλειαν ἣ δι’ ὑμᾶς, ἐπειδὴ, φησὶν, ἐπετρέψαμεν ὑμᾶς, ἣ σὺν ὑμῖν ζήσομεν τότε.
- 10.289
Ἑαυτοὺς δοκιμάζετε.
- 10.290
Ὁρᾷς οἷον κατασκευάζει, καὶ τί λέγω, φησὶ, περὶ ἐμαυτοῦ, ὅτι ὁ Χριστὸς ἐν ἐμοὶ λαλεῖ, καὶ ὑμεῖς γὰρ αὐτοὶ, εἰ μή τι ἀδόκιμοι γεγόνατε, ἔχετε ἐν ἑαυτοῖς τὸν Χριστόν· εἰ δὲ ὑμεῖς, πολλῷ μᾶλλον, φησὶν, ἐγώ· ἑαυτῶν τοιγαροῦν ἀπόπειραν ποιεῖσθε, μή τι ἐκ τῶν ὀρθῶν παρετράπη δογμάτων, τῇ τῶν ψευδαποστόλων διδαχῇ.
- 10.291
Πῶς δ᾿ ἃν γνοίησαν; ἐκ τῶν σημείων ὧν ἐποίουν, εἰ ἔτι ποιῶ αὐτὰ, φησὶν, “εἰ μή τι ἀδόκιμοι ἐστε.” ἐνταῦθα καὶ εἰς βίον πονηρὸν αὐτοὺς αἰνίττεται· δεῖ γὰρ καὶ πίστεως καὶ βίου πρὸς τὰ σημεῖα· εἰ οὖν καὶ ἐστὲ ἐν τῇ πίστει, μὴ καὶ βίον δὲ τῆς πίστεως κατάλληλον ἐπιτηδεύετε, φησὶν, ἀδόκιμοι ἐστε, καὶ Χριστὸς ἐν ὑμῖν οὐκ ἔστιν, οὐδὲ διὰ τῶν σημείων δείκνυσι παρὼν πρὸς ὑμᾶς.
- 10.292
Εἰ μή τι ἀδόκιμοί ἐστε.
- 10.293
Εἰ δὲ ὅλως ὑμεῖς μὴ ἐστὲ ἀδόκιμοι, ἐλπίζω ὅτι διὰ τῆς εἰς ὑμᾶς τιμωρίας γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι· ἔδει μὲν οὖν ἄλλῳ τρόπῳ γνῶναι ὑμᾶς καὶ εἰδέναι, ὅτι δόκιμοί ἐσμεν, ἐπειδὴ δὲ οὐ βούλεσθε, διὰ τῆς ὑμῶν τιμωρίας τοῦτο γνώσεσθε.
- 10.294
Εὔχομαι δὲ πρὸς τὸν Θεόν.
- 10.295
Ὅρα φιλόσοφον γνώμην κατεφρονεῖτο, ἐκωμῳδεῖτο ὡς οὐδὲν δυνάμενος, ἀλλ’ ἐν γράμμασι μόνον κομπάζων, καὶ οὐ μόνον ἀναβάλεται διὰ τῆς κατ’ ἐκείνων τιμωρίας τὴν οἰκείαν ἰσχὺν φανερῶσαι, ἀλλὰ καὶ εὔχεται μὴ ἐμπεσεῖν ποτε εἰς ἀνάγκην τοῦ ταύτην ἐπιδεῖξαι.
- 10.296
Οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν.
- 10.297
Ἐκ γὰρ τοῦ μὴ ἁμαρτεῖν αὐτοὺς οὐκέτι τὴν τιμωρητικὴν ἐπεδείκνυτο δύναμιν, καὶ πάλιν ὡς ἀδόκιμος καὶ ἀνίσχυρος ἐκρίνετο.
- 10.298
Ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
- 10.299
Καλῶς τὸ “ὡς ἀδόκιμοι·” οὐ γὰρ τῇ ἀληθείᾳ ἤμελλεν, ἐπεὶ μὴ τιμωρεῖται μὴ ἁμαρτάνοντας, ἀδόκιμος γίνεσθαι, ἀλλὰ καὶ μάλιστα δόκιμος, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ὑπόληψιν εἶπε τὸ “ὡς ἀδόκιμοι.”
- 10.300
Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας.
- 10.301
᾿Εάν τις ἀληθῶς βιοῖ, φησὶ, καὶ εὐσεβῶς· ἀλήθειαν γὰρ νῦν τὴν εὐσέβειαν καλεῖ, ὡς νόθου ὄντος τοῦ δυσσεβοῦς βίου· οὐδὲ εἰ βουλόμεθα ἐπαγαγεῖν τιμωρίαν δυνάμεθα· οὐ συνεργεῖ γὰρ ὁ Θεός. οὐ γὰρ κατὰ τῆς ἀληθείας οἷον εὐσεβείας τι ἰσχύομεν· ἡ δὲ ἰσχὺς ἡμῶν ὑπὲρ αὐτῆς, ἵνα τοὺς μὴ κατ’ αὐτὴν ζῶντας διὰ τῆς τιμωρίας ἀναγκάζωμεν αἱρεῖσθαι αὐτήν.
- 10.302
Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν.
- 10.303
Ἐπεὶ μὴ δύναμαι καὶ βουλόμενος κατὰ τῆς ἀληθείας· ἄρα ἀλγῶ ὑπὲρ τούτου; οὐμενοῦν· χαίρω γὰρ ὅταν ἡμεῖς ἀσθενεῖς νομιζώμεθα ἐκ τοῦ μὴ ἐπάγειν τιμωρίαν· ὑμεῖς δὲ ἰσχυροὶ ἐκ τοῦ ἀνάλωτοι εἶναι τῇ τιμωρητικῇ μου δυνάμει διὰ τὸ βιοῦν ὀρθῶς.
- 10.304
Τοῦτο δὲ καὶ εὐχόμεθα.
- 10.305
Ἄρα οὖν μόνον χαίρομεν· “καὶ εὐχόμεθα” μὲν οὖν “τὴν ὑμῶν “κατάρτισιν,” τουτέστιν εὐδοκίμησιν. καὶ τὸ ἀπηρτίσθαι ἐν βίῳ καὶ δόγμασι χρηστοῖς, ἢ ἵνα σφαλλομένους τιμωρούμενοι δόξωμεν εἶναι δυνατοί.
- 10.306
Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω. Ἐπειδὴ σφόδρα ἐπέπληξεν αὐτοῖς πανταχοῦ μὲν, μάλιστα δὲ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς, ὥσπερ ἀπολογεῖται, κα φησι· διὰ τοῦτο οὕτως ἔγραψα, ὡς βουλόμενος ἄχρι τῶν γραμμάτων εἰναι τὴν ἀποτομίαν, καὶ μὴ ἐν ἔργοις ἐπιδειχθῆναι.
- 10.307
Κατὰ τὴν ἐξουσίαν ἢν ἔδωκέ μοι ὁ Κύριος.
- 10.308
Ὥστε κἂν κολάζω, φησὶν, οὐκ ἐγὼ κολάζω, ἀλλὰ διαμέσου ἐμοῦ ὁ ταύτην μοι δεδωκὼς τὴν ἐξουσίαν Χριστός. Ὅρα δὲ, ἐν τῷ ἀπολογεῖσθαι φοβερώτερον τὸν λόγον εἰργάσατο. τι οὖν εἴποι τις αὐτῷ; διὰ τοῦτο εἴληφας ἐξουσίαν, ἵνα τιμωρῇ τοὺς ἀνθρώπονς τοὺς κατ’ εἰκόνα Θεοῦ, καὶ εἰς τοῦτό σε ὅλως κατέστησεν ὁ φιλάνθρωπος Χριστός; οὐκ εἰς καθαίρεσιν, φησὶ, καὶ ἄλεθρον ψυχῶν εἴληφα τὴν ἐξουσίαν, ἀλλ’ εἰς οἰκοδομήν· αὐτὸ γὰρ τοῦτο τὸ τοὺς αἰτίους τιμωρεῖσθαι οἰκοδομεῖν ἐκκλησίας ἐστίν· ἀσφαλεστέρων τῶν λοιπῶν καὶ δοκιμωτέρων διὰ τῆς τιμωρίας γινομένων.
- 10.309
Λοιπὸν, ἀδελφοὶ, χαίρετε.
- 10.310
Μετὰ τὸ ἐμὲ, φησὶ, τὸ ἐμαυτοῦ ποιῆσαι, τουτέστι συμβουλεῦσαι, ἀπειλῆσαι, ὑπόλοιπόν ἐστι τὸ καὶ ὑμᾶς τὰ ἀφ’ ὑμῶν συνεσενέγκαι. τὸ δὲ “χαίρετε” ἐστὶν χαρήσεσθε δὲ διορθούμενοι νῦν τε καὶ ἐν τῷ μέλλοντι.
- 10.311
Καταρτίζεσθε. Οἱον τέλειοι γίνεσθε, ἀναπληροῦτε τὰ λείποντα. Παρακαλεῖσθε.
- 10.312
Ἐπειδὴ πολλοὶ ἦσαν οἱ πειρασμοὶ, φησὶ, παρακαλεῖσθε ὑφ’ ἑαυτῶν καὶ ὑφ’ ἄλλων, ἔτι δὲ ὑπὸ τῆς συνειδήσεως εἰς βελτίω μεταβολήν.
- 10.313
Εἰρηνεύετε. Τοῦτο καὶ ἐν τῇ πρώτῃ Ἐπιστολῇ ἐν προοιμίοις ᾔτησε· διεστασίαζον γὰρ πρὸς ἑαυτούς· τί δὲ βούλεται τό τε αὐτὸ φρονεῖν καὶ εἰρηνεύειν; ὅτι ἔνι τὸ αὐτὸ μὲν φρονεῖν ἐν τοῖς δόγμασι, μὴ εἰρηνεύειν δὲ πρὸς ἑαυτούς.
- 10.314
Καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν. “Θεὸς ἀγάπης,” ὁ Θεὸς χρηματίζει διὰ τὸ ἠγαπηκέναι ἡμᾶς, “εἰρήνης” δὲ διὰ τὸ εἰρηνεῦσαι τὰ ἐν οὐρανῷ τοῖς ἐν γῇ· ἐκ δὲ τῆς ἀγάπης ἡ εἰρήνη, “ἐὰν,” φησὶ, “ταῦτα ποιῆτε, ἔσται μεθ’ ὑμῶν ὁ Θεός.
- 10.315
Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
- 10.316
Μῆ ὑπούλῳ, φησὶ, καὶ δολερῷ ὡς Ἰούδας· διὰ τοῦτο δὲ φιλοῦμεν, ἵνα ἀναζωπυρῶμεν τὴν πρὸς ἑαυτοὺς ἀγάπην.
- 10.317
Ἀσπάζονται ὑμᾶς—
- 10.318
Τοὺς μὲν παρόντας διὰ φιλήματος συνάπτει, τοὺς δὲ ἀπόντας διὰ προσρήσεως· ἀπὸ γὰρ τοῦ αὐτοῦ πρόεισι στόματος, ὅ τε ἀσπασμὸς καὶ ἡ πρόσρησις.
- 10.319
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ.
- 10.320
Ἐπειδὴ συνῆψεν ἅπαντας, ὅπερ ἔθος αὐτῷ καὶ νῦν ποιεῖ· ἐπεύ- χεται αὐτοῖς τὴν χάριν τοῦ Υἱοῦ, δι’ ἧς ἔσωσε χάριτι καὶ οὐ δι’ ἔργων ἡμῶν, σφαγεὶς ὑπὲρ ἡμῶν· καὶ τὴν ἀγάπην τοῦ Πατρὸς, ἣν ἠγάπησεν ἡμᾶς, τὸν μονογενῆ δοὺς ὑπὲρ ἡμῶν· καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος, οἷον τὴν μετοχὴν αὐτοῦ καὶ μετάληψιν, δι’ ἧς πάντες ἁγιαζόμεθα ἐν τῇ ἐπιφοιτήσει τοῦ παρακλήτου Θεοῦ τοῦ Πνεύματος.
- sup1.1
Cap. I. 3. Εὐλογητὸς ὁ Θεὸς—
- sup1.2
Post ἰσχύς μου legitur: ἐπὶ δὲ φωτισμοῦ καὶ ζόφου καὶ σκοτώσεως νοῦ, κύριος φωτισμοῦ μου καὶ σωτήρ μου, νῦν δὲ Θεὸν οἰκτιρμῶν καὶ παρακλήσεως.
- sup1.3
Ὄρα—ἔλεον deest.
- sup1.4
Post παρακαλῶν legitur: διὰ τοῦτο, φησὶ, παρεκλήθη, ἵνα ἐκ τοῦ ὑποδείγματος τῆς ἐς ἐμὲ παρακλήσεως—πειρασμοῖς.
← Previous · Next → — showing 901–1000 of 1,497
First Thousand Years of Greek. CTS URN tlg4102.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.