Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Epistulam II Ad Corinthios

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,497 sections

  1. 10.25

    Ἐνταῦθα καὶ τούτους ἐφόρμησεν, ὑμᾶς γὰρ περιεμένομεν, φησὶν, ἵνα ὅταν διὰ τῆς παραινέσεως διδαχῆς διορθώσωμεν ὑμᾶς, καὶ ἀποστήσωμεν ἐκείνων, τότε ἐκείνοις μόνοις τοῖς ἀπιστοῦσι τὴν πληγὴν ἐνέγκωμεν. ἕτοιμοι οὖν ὄντες ἐν τούτῳ ὑφ’ ἡμῶν ἀναμὶξ ὄντων κωλυόμεθα· καὶ γὰρ δέος ἐστὶ, φησὶ, μὴ καὶ ὑμῶν ἅψηται ἡ πληγὴ διὰ τὸ ἀναμεμίχθαι· ταῦτα δὲ λέγων τοὺς ψευδαποστόλους αἰνίττεται ὅπως διορθώσωνται. Ὑπακούετε μὲν καὶ νῦν, φησὶν, ἀλλ’ οὐ τελείως· διό φησιν, “ὅταν πληρωθῇ ἡ ὑπακοὴ “ὑμῶν.” Φοβήσας τοὺς ψευδαποστόλους, καὶ αὐτοὺς λοιπὸν ἐπιτιμᾷ, ἐπιπληκτικώτερον αὐτοῖς διαλεγόμενος, “τὰ κατὰ πρόσω- “πον, φησὶ, βλέπετε,” τουτέστιν, ἀπὸ τῶν φαινομένων κρίνετε· οἷον, εἴ τις πλουτεῖ, εἴ τις ἐπαίρεται, εἴ τις μεγαλαυχεῖ, εἴ τις ἀρετῆς πρόσωπον περίκειται.

  2. 10.26

    Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι.

  3. 10.27

    Καὶ γὰρ οἱ ψευδαπόστολοι, ὡς Χριστοῦ ὄντες ἐμεγαλαύχουν.

  4. 10.28

    τοῦτο λογιζέσθω πάλιν ἀφ’ ἑαυτοῦ.

  5. 10.29

    Ἂν ὅλως, φησὶ, μετέχει τῆς παρὰ Χριστοῦ χάριτος, ἀφ’ ἑαυτοῦ λογιζέσθω καὶ μὴ περιμενέτω παρ’ ἡμῶν διὰ τῆς ἐπιτιμήσεως μαθεῖν.

  6. 10.30

    Οὕτως καὶ ἡμεῖς Χριστοῦ.

  7. 10.31

    Ἴσως φησὶν, ἐν τούτῳ κοινωνοῦσι, καὶ οὐδὲν πλέον ἔχουσιν ἡμῶν· οὐ γὰρ αὐτοὶ μὲν Χριστοῦ, ἡμεῖς δὲ ἑτέρου τινός· τοῦτο δὲ κατά τινα συγκατάβασιν εἶπε, ἐπειδὴ προϊὼν δείκνυσιν ὅτι οὐχ ὥσπερ ἐκεῖνοι Χριστοῦ, οὕτω καὶ αὐτὸς, ἀλλ’ ἄπειρον τὸ μέσον. ὅθεν φησὶν, “ἐὰν περισσότερόν τι καυχήσομαι· ὡσεὶ ἔλεγεν, ἀρκεῖ τέως τὸ εἰπεῖν, οὕτω καὶ ἡμεῖς· ἐὰν γάρ τι πλέον τούτου εἴπω, οὐκ ἃν αἰσχυνθῶ, ἀληθῆ γὰρ, φησὶν, ἐρῶ.

  8. 10.32

    Περὶ τῆς ἐξουσίας ἡμῶν.

  9. 10.33

    Τῆς πληκτικῆς καὶ τιμωρητικῆς τῶν ἀντιδιατιθεμένων δυνάμεως· εἶτα κολάζων τὸ φορτικὸν τοῦ λόγου φησὶν, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, ὡσεὶ ἔλεγε, τὴν δύναμιν ἐλάβομεν ἐπὶ τὸ οἰκοδομεῖν ὑμᾶς πρὸς τὴν πίστιν, οὐ μὴν πρὸς τὸ τιμωρεῖσθαι τινα. Πῶς οὖν εἴποι τις καὶ νῦν αὐτοῖς ἀνατείνῃ τὴν παρὰ Χριστοῦ σοι δοθεῖσαν ἐξουσίαν, καὶ ἄνω ἔφασκες “ἐν ἑτοίμῳ ἔχοντες “ἐκδικῆσαι πᾶσαν παρακοὴν,” εἰ οὐκ ἐπὶ τιμωρίᾳ ἀλλ’ ἐπὶ οἰκοδομῇ τὴν ἐξουσίαν εἴληφας; ὅτι αὐτὸ τοῦτο, φησὶ μάλιστά ἐστιν οἰκοδομὴ ὑμῶν τὸ τὰ κωλύματα ἀναιρεῖν καὶ τὰ σκάνδαλα, οἷον τοὺς ψευδαποστόλους καταργεῖν· εἰς τοῦτο μὲν ἐλάβομεν, ἵν οἰκοδομῶμεν· ἐὰν δέ τις ἀνίατα νοσῇ, καὶ τῇ ἑτέρᾳ χρησόμεθα ἐνεργείᾳ, καθαιροῦντες αὐτὸν καὶ καταβάλλοντες· ὡς εἶναι ἐν πρωτοτύπῳ μὲν τὴν οἰκοδομὴν, ἐν παρεπομένῳ δὲ τὴν καθαίρεσιν.

  10. 10.34

    Οὐκ αἰσχυνθήσομαι.

  11. 10.35

    Οὐ δειχθήσομαι φησὶ, ψεύστης ἣ κομπαστής.

  12. 10.36

    Ἵνα μὴ δόξω ὡς ἃν ἐκφοβεῖν ὑμᾶς.

  13. 10.37

    Διὰ τοῦτο, φησὶν, οὕτω μετρίως εἰπον τὸ “οὐκ αἰσχυνθήσο- “μαι,” καὶ οὐδὲν μέγα εἰπον, “ινα μὴ δόξω ὡς ἃν ἐκφοβεῖν “ὑμᾶς διὰ τῶν ἐπιστολῶν.”

  14. 10.38

    Εἶτα τοῖς λόγοις τῶν διαβαλλόντων αὐτὸν κέχρηται. Καὶ ἵνα μὴ πάλιν εἴπωσιν “ὅτι αἱ μὲν ἐπιστολαὶ βαρεῖαι” καὶ τὰ ἑξῆς, διὰ τοῦτο, φησὶν, οὕτω μετρίως ἐφθεγξάμην.

  15. 10.39

    Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής.

  16. 10.40

    Ἔλεγου γὰρ οἱ διαβάλλοντες αὐτὸν, ὅτι κομπάζει διὰ τῶν ἐπιστολῶν καὶ φοβερὰ ἐπιστέλλει· παραγενόμενος δὲ, εὐκαταφρόνητός τίς ἐστι, καὶ ἐλέγχεται μὴ ὣν οἱος γράφει.

  17. 10.41

    Ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες.

  18. 10.42

    Εἰ ταῦτα λέγοντες, φησὶ, τοῦτο ἴστησαν ὅτι καὶ παρόντες καὶ ἀπόντες ὅμοιοι ἐσμεν, καὶ ὥσπερ ἐσμὲν ἀπόντες τῷ λόγῳ καὶ ταῖς ἐπιστολαῖς, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ, τουτέστιν, οὐ μόνον ἀπειλοῦμεν ἀπόντες, ἀλλ’ ἰσχύομεν καὶ παραγινόμενοι εἰς ἔργον ἀγαγεῖν τὰ ἀπειλούμενα.

  19. 10.43

    Κατὰ ἐρώτησιν ἀναγνωστέον, δοκιμάζειν, φησὶν, ἕκαστον ἡμῶν βούλεσθε, καὶ τὰ καθ’ ἡμᾶς ἐξετάζειν· οὐκοῦν σὺν ἀκριβείᾳ τοῦτο ποιήσατε.

  20. 10.44

    Κατὰ ἐπιτιμητικὴν ὑπόκρισιν τοῦτο ἀναγνωστέον, ἀντὶ τοῦ οὐκ ἐκ τῶν ἔργων τῆς ἀληθείας τὴν ἐξέτασιν, ἐκ δὲ τῶν ἐπὶ πολλῆς ἁπλῶς φαινομένων λαμβάνεται.

  21. 10.45

    Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἣ συγκρῖναι ἑαυτούς τισι.

  22. 10.46

    Ἐνταῦθα ἀλαζόνας ἐκείνους παρίστησι, καὶ κωμῳδεῖ αὐτοὺς, κατ’ εἰρωνείαν πρεάγων τὸν λόγον, φησίν· “οὐ γὰρ τολμῶμεν “ἐγκρῖναι,” οἷον συναριθμῆσαι “ἢ συγκρῖναι,” οἷον ἀντιπαραθεῖναί τισιν ἑαυτοὺς τῶν ἑαυτοὺς παρατιθεμένων διὰ τῆς κομπώδους ψευδολογίας· ὁρᾷς πῶς αὐτοὺς ἐκωμῴδησεν;

  23. 10.47

    Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες.

  24. 10.48

    Ἐκείνοις μὲν οὖν οὐ τολμῶμεν ἑαυτοὺς συγκρῖναι, μεγάλοις, φησὶ, καὶ ὑπερβαίνουσιν ἡμᾶς, ἀλλὰ ἡμεῖς καθ’ ἑαυτοὺς γενόμενοι ἑαυτοὺς μετροῦμεν, καὶ πρὸς τὰ μέτρα ἡμῶν καὶ λαλοῦμεν καὶ ἐπιστέλλομεν καὶ διαπραττόμεθα.

  25. 10.49

    Καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιοῦσιν.

  26. 10.50

    Καὶ ἡμεῖς μὲν, φησὶν, ἑαυτοὺς μετροῦμεν, ἐκεῖνοι δὲ ἑαυτοῖς συγκρίνοντες· οὐ γὰρ ἀξιοῦσι, φησὶ, πρός τινα τῶν ἀνθρώπων συγκριθῆναι, ἀλλ’ αὐτοὶ πρὸς ἑαυτοὺς, οὐ συνιοῦσι, φησὶ, τουτέστιν, οὐ νοοῦσιν, οὐδὲ αἰσθάνονται πῶς εἰσὶ καταγέλαστοι τοῖς ὁρῶσιν· οὐ γὰρ λελήθασι, φασὶν, ὅτι μεταξὺ ἀλλήλων ἑαυτοὺς ἐπαί- ροντες·

  27. 10.51

    Ἡμεῖς δὲ οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα.

  28. 10.52

    “Ἡμεῖς δέ’ φησὶν, “οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα,” καθάπερ, οὗτοι, καὶ γὰρ ἦν εἰκὸς αὐτοὺς ψευδομένους λέγειν, τὴν οἰκουμένην ἐπετρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα διδάσκοντες, ταῦτα οὖν “ἄμετρα” καλεῖ, ὑπερβαίνοντα τὴν δύνα- μιν αὐτῶν καὶ τὸ μέτρον.

  29. 10.53

    Ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός.

  30. 10.54

    Ὥσπερ γὰρ ἀμπελῶνα διαιρῶν ὁ Θεὸς τὴν οἰκουμένην ἡμῖν, φησὶ, τοῖς Ἀποστόλοις ἐμέρισε· “κατὰ οὖν τὸ μέτρον τοῦ κανό- “νος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς,” καυχησόμεθα καὶ λαλήσομεν, φησί. ποῖον δέ ἐστι τὸ μέτρον σου; τὰ ἄχρις ὑμῶν, φησίν.

  31. 10.55

    Ἐφίκεσθαι ἄχρις καὶ ὑμῶν.

  32. 10.56

    Ἐπεὶ οὖν ἄχρι καὶ ὑμῶν ἐφθάσαμεν, καὶ τοῦτο ἡμῖν τὸ δεδομένον παρὰ Θεοῦ μέτρον, ἄχρι καὶ ὑμῶν καυχώμεθα, ἀπὸ κοινοῦ γὰρ τὸ καυχησόμεθα.

  33. 10.57

    Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι.

  34. 10.58

    Οὐ γὰρ ἃν εἴποι τις, φησὶν, ὅτι μὴ ἀφικόμενοι, ἤγουν μὴ ἀφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτοὺς, λέγοντες ἐφθακέναι εἰς ὑμᾶς, εἰκῆ τῷ λόγῳ κομπάζοντες· τῷ γὰρ ὄντι ἄχρις ὑμῶν ἐφθάσαμεν· ἐφθάσαμεν δὲ ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, τουτέστιν, οὐχ ἁπλῶς παραγενόμενοι, ἀλλὰ καταγγέλλοντες ὑμῖν τὸ Εὐαγγέλιον.

  35. 10.59

    Ἐφικνούμενοι.

  36. 10.60

    Μῆ ἰσχύοντες, φησὶ, κἂν ἄχρις ὑμῶν ἐφικέσθαι ἢ φθάσαι.

  37. 10.61

    Ὑπερεκτείνομεν ἑαυτούς.

  38. 10.62

    Οἶον τῷ κόμπῳ τῶν λόγων.

  39. 10.63

    Ἐν τῷ εὐαγγελίῳ—

  40. 10.64

    Εἰκὸς γὰρ ἦν τοὺς ψευδαποστόλους καὶ ἄνευ τοῦ κηρύσσειν παραγινομένους που καὶ ὑπὲρ τούτου καυχᾶσθαι.

  41. 10.65

    Οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι.

  42. 10.66

    Τὰ τὸ μέτρον, φησὶν, ἡμῶν καὶ τὴν δύναμιν ὑπερβαίνοντα ἐν ἀλλοτρίοις κόποις· εἰκὸς γὰρ τοὺς ψευδαποστόλους ἄλλων που κηρυξάντων αὐτοὺς ἐπιδημῆσαι ψιλῶς, καὶ ἑαυτοῖς ἐπιγράφειν τὸ κήρυγμα. Ἡμεῖς δὲ, φησὶν, οὐκ ἐπ’ ἀλλοτρίοις κόποις.

  43. 10.67

    Ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν.

  44. 10.68

    Οὐδὲν ἀποφαίνεται, ἀλλ’ ἐλπίζομεν, φησὶν, τῷ Θεῷ.

  45. 10.69

    Αὐξανομένης.

  46. 10.70

    Πρὸς ὃ γὰρ ἡ πίστις ἐπιδίδωσι τῶν μαθητῶν, οἱ διδάσκαλοι εὐδοκιμοῦσιν.

  47. 10.71

    Ἐν ὑμῖν μεγαλυνθῆναι.

  48. 10.72

    Ἐλπίζομεν, φησὶν, ὑμῶν ἐπιδιδόντων πρὸς τὴν πίστιν, ἐν ὑμῖν μεγάλοι δειχθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, τουτέστιν, ἐν ὑμῖν μεγαλυνθῆναι πλέον ἢ νῦν· τοῦτο γὰρ τὸ “εἰς “περισσείαν κατὰ τὸν κανόνα ἡμῶν,” τουτέστι κατὰ τὸ μέτρον ἡμῶν ὃ ἐπιστεύθημεν παρὰ Θεοῦ· καλῶς δὲ κανόνα καὶ μέτρον καλεῖ, ὡς ἐπίκτησιν καὶ κληρονομίαν τῆς οἰκουμένης εἰσελθών.

  49. 10.73

    Εἰς τὰ ὑπερέκεινα ἡμῶν εὐαγγελίσασθαι.

  50. 10.74

    Καὶ οὕτως μεγαλυνθῆναι ἐν ὑμῖν, ὥστε καὶ “εἰς τὰ ὑπερ- “ἐκείνα εὐαγγελίσασθαι” καὶ διδάξαι, ὃ δὴ καὶ ἐποίησεν.

  51. 10.75

    Εἰς τὰ ἕτοιμα καυχήσασθαι.

  52. 10.76

    Καὶ οὐχ ὥσπερ, φησὶν, οἱ ψευδαπόστολοι ἔχομεν καυχήσασθαι ἐν ἀλλοτρίῳ κανόνι καὶ μέρει καὶ ἔνθα ἄλλος ἐκοπίασε· τοῦτο γὰρ τὸ “εἰς τὰ ἕτοιμα,” ἔνθα φησὶ, προκαταβέβληται δι- δασκαλίας.

  53. 10.77

    Ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.

  54. 10.78

    Ἐκεῖνοι μέν εἰσι κατορθοῦν μέλλοντες, οὐ καυχώμεθα ἐν ἑαυτοῖς, ἀλλ’ ἐν τῷ Θεῷ· ὁ γὰρ καυχώμενος, φησὶν, ὀφείλει ἐν Κυρίῳ καυχᾶσθαι, καὶ γὰρ καὶ αὐτὸ ὃ ἐφθάσαμεν μέτρον, ἐκ Θεοῦ ἔχομεν.

  55. 10.79

    Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν.

  56. 10.80

    τίνες δὲ οἱ ἑαυτοὺς συνιστῶντες; οἱ ψευδαπόστολοι δηλονότι· κατὰ τὸ μέτρον γὰρ, φησὶ, τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός· ὁ οὖν μερίσας Θεὸς αὐτὸς καὶ συνίστησιν.

  57. 10.81

    Ὄφελον ἀνείχεσθέ μου μικρόν.

  58. 10.82

    Μέλλων ἐμβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ κέχρηται τῇ προδιορθώσει, τὸ φορτικὸν τοῦ δοκεῖν ἐπαινεῖν ἑαυτὸν ἀποφεύγων· εἰς τοῦτο δὲ αὐτὸν ἤγαγεν ἡ τῆς ὑποθέσεως ἀνάγκη καὶ τὸ δεδιέναι μὴ εἰς βλάβην τῶν μαθητῶν γένηται· τὸ αὐτὸ μὲν ἐξευτελίζεσθαι, τοὺς δὲ ψευδαποστόλους δοκεῖν εἶναί τι· εἴθε ἀνείχεσθέ μου, φησὶν, ἀφροσύνης πρᾶγμα καὶ ἔργον ποιοῦντος.

  59. 10.83

    Ἀνείχεσθέ μου μικρόν.

  60. 10.84

    Ἀλλὰ καὶ ἀνείχεσθέ μου· οἶδα γὰρ, φησὶν, ὅτι ἀγαπᾶτέ με, καὶ πάντα μου ἀνέχεσθε.

  61. 10.85

    Σηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ.

  62. 10.86

    Οὐκ εἶπε, φιλῶ, ἀλλ’ ὃ μεῖζον ἦν, “ζηλῶ ὑμᾶς,” φησὶ, τουτέστι, περικαῶς φιλῶ. εἶτα ἵνα μὴ νομίσωσι διὰ τὰ ἀνθρώπινα, οἷον χρήματα καὶ δόξαν, φιλεῖν αὐτοὺς, ἐπάγει “Θεοῦ “ ζήλῳ·” ζηλωτὴς δὲ λέγεται ὁ Θεὸς διὰ τὸ ἄγαν ἡμᾶς ἀγαπᾷν· ζηλοῖ δὲ ἵνα ὠφελήσῃ τοὺς ζηλωτυπουμένους· οὕτω οὖν, φησὶ, καὶ ἐγὼ τοιούτῳ ὑμᾶς ζηλῶ ζήλῳ, ἵνα ὑμᾶς ὠφελήσω.

  63. 10.87

    “Ἡρμοσάμην·” πρὸς τὴν ἐκκλησίαν ἅπας ὁ λόγος αὐτῷ· αὕτη γὰρ μετὰ γάμον παρθένος ἐστι· μνηστείας δὲ ὁ παρὼν καιρὸς, παστάδων δὲ ὁ μέλλων, καθὸ λέγεται, ἀνέστη ὁ νυμφίος· ποῖα δὲ τὰ ἕδνα; ἣ βασιλεία τῶν οὐρανῶν. ταύτης τῆς μνηστείας καὶ ὁ Δαυὶδ προμνήστωρ ἦν λέγων, “ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ “κλῖνον τὸ οὖς σου.” καὶ αὐτὸς ὁ Παῦλος νυμφαγωγὸς ὣν ἔλεγεν, “ὑπὲρ Χριστοῦ πρεσβεύομεν,” ἵνα τὴν νύμφην λάβῃ, φησί· τούτων τύπος ἦν τὰ περὶ τὸν Ἀβραὰμ, ὃς δοῦλον ἔπεμψε μνηστεύσασθαι 3 Η 2 τῷ υἱῷ παρθένον ἐθνικήν· καὶ ὁ Θεὸς ἔπεμψε τοὺς προφήτας πάλαι, καὶ τοὺς Ἀποστόλους ὕστερον μνηστεύσασθαι τῷ υἱῷ τὴν ἐξ ἐθνῶν f ἐκκλησίαν.

  64. 10.88

    Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί.

  65. 10.89

    Ἐμνηστευσάμην, φησὶν, ὑμᾶς τῷ Χριστῷ· οὐκοῦν δι’ ἐκεῖνον ζηλῶ, οὐ δι’ ἐμαυτόν.

  66. 10.90

    Φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις Εὕαν ἐξηπάτησεν.

  67. 10.91

    Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑμετέρα, ἀλλ’ ὁ φόβος κοινός· οὐκ ἀποφαίνεται ὅτι διεφθάρητε, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ, ἀλλὰ ἀμφιβόλως λέγει, “μή πως,” καί τοι ἦσαν διεφθαρμένοι· καὶ γὰρ κἀκεῖνος τὰ μείζονα ἐπηγγείλατο ὥσπερ οἱ ψευδαπόστολοι· δείκνυσι δὲ γυναικῶδες τὸ ἀπατᾶσθαι.

  68. 10.92

    Ἐν τῇ πανουργίᾳ αὐτοῦ.

  69. 10.93

    Ἀλλ’ ὥσπερ τὸ εἶναι πανοῦργον τὸν ὄφιν οὐκ ἔδωκε τῇ γυναικὶ συγγνώμην, οὕτως οὐδὲ ἡ τῶν ψευδαποστόλων ἀπάτη δώσει ὑμῖν. Οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν.

  70. 10.94

    “Φθαρῇ,” οἷον μετενεχθῇ ἀπὸ τῆς ἁπλότητος τοῦ Χριστοῦ εἰς τὴν δεινότητα τὴν ἔξωθεν. δείκνυσι δὲ ὅτι ἀπλάστου καὶ ἀφελοῦς δεῖται ψυχῆς ἡ πίστις, πάντα πίστει δεχομένης καὶ μηδὲν συλ- λογιζομένης.

  71. 10.95

    Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει.

  72. 10.96

    Τέως δείκνυσι τοὺς ψευδαποστόλους ἐπεισάκτους καὶ ξένους ὑπάρχειν· ὅρα δὲ οὐκ εἶπε πλέον τι λαλοῦσι, καὶ γὰρ ἦν ἐκείνους εἰκὸς φλυαρεῖν, καὶ ῥημάτων κάλλει γοητεύειν τοὺς ἀκούοντας, ἀλλὰ, φησὶν, ἄλλον Χριστὸν, ἤγουν ὁ ἐρχόμενος πλουσιωτέρους ὑμᾶς ποιεῖν ἐν τοῖς πνευματικοῖς χαρίσμασιν· οὐδέτερον δὲ τούτων χρήζει κομψείας λόγων· ὃ ἔδει κηρυχθῆναι καὶ οὐκ ἐκηρύξαμεν· ὃ ἔδει λαβεῖν ὑμᾶς, καὶ οὐκ ἐλάβετε, ὃ ἔδει δέξασθαι ὑμᾶς, καὶ οὐκ ἐδέξασθε.

  73. 10.97

    Ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε.

  74. 10.98

    Οὐδὲ γὰρ οὐδὲ τοῦτο σοφίας δεῖται τῆς ἔξωθεν· σκόπει δὲ πῶς δείκνυσι μηδὲν τελειότερον λέγειν ἐκείνους· ὧν οὐκ ἐκηρύξαμεν, φησὶν, ὧν οὐκ ἐλάβετε, φησὶ, καὶ πάλιν, “ὃ οὐκ ἐδέξασθε, τῷ προσδιορισμῷ δεικνὺς μηδὲν πλέον ἐκείνους διδάσκειν· οὐδὲ γὰρ τοῖς πλείω λαλοῦσιν, ἀλλὰ τοῖς ἀληθῆ προσέχειν δεῖ.

  75. 10.99

    Οὐκ ἐδέξασθε—

  76. 10.100

    Ὃ ἔδει δέξασθαι ὑμᾶς καὶ οὐκ ἐδέξασθε.

  77. 10.101

    Καλῶς ἠνείχεσθε.

  78. 10.102

    Τί λέγεις, ὦτ’ Παῦλε, ὁ Γαλάταις γράφων; “ἐάν τις ὑμᾶς “εὐαγγελίζεται παρὸ παρελάβετε, ἀνάθεμα ἔστω·” τούτοις γράφεος “καλῶς ἠνείχεσθε;” Καὶ μὴν διὰ τοῦτο οὐκ ἔδει ἀνέχεσθαι· εἰ δὲ τὰ αὐτά σοι ἔλεγον, τότε ἀνέχεσθαι ἐχρῆν· ἀλλ’ ὅρα, μέγας γὰρ ὁ κίνδυνος τῷ μὴ προσέχοντι, πάσαις γὰρ αἱρέσεσι δίδωσι πάροδον. οὕτως ἐκόμπαζον οἱ ψευδαπόστολοι ὡς ἀτελῶς τοῦ Παύλου διδάσκοντος, καὶ ὅτι αὐτοὶ, φησὶ, πλέον τι καὶ τελειότερον λέγουσι· τῇ γὰρ ἔξω παιδείᾳ χρώμενοι τοῖς ἀληθέσι δόγμασι φλυαρίας ἀνεμίγνυον· διὸ καὶ ἔφθειρον πολλούς· τοῦτο οὖν φησὶ νῦν, εἰ μέν τι τελειότερον λέγουσιν οὗτοι, καὶ ἕτερον ἔδει κηρυχθῆναι Χριστὸν καὶ ἡμεῖς παρελείπομεν, “καλῶς ἠνείχεσθε” διὰ τοῦτο γὰρ λέγει ὃν ἐκηρύξαμεν εἰ δὲ τὰ ἀυτὰ ἐστι, φησι τῆς πίστεως κεφάλαια, καὶ οὐδὲν πλέον ἐροῦσιν ὅσον ἧκεν εἰς τὸ δόγμα, διὰ τι πλέον ἔχουσι παρ’ ὑμῖν ἐκεῖνοι; ὅσα γὰρ ἃν φλυαρήσωσι, φησὶν, οὐδὲν πλέον ὧν ἡμεῖς εἴποιεν πλὴν τοῦ κόμπου τῶν λέξεων.

  79. 10.103

    Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν Ἀποστόλων.

  80. 10.104

    “Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν Ἀποστόλων,” λοιπὸν τοῖς περὶ Πέτρου συγκρίνει ἑαυτὸν, τοῦτο δεῖξαι θέλων, ὅτι εἰ ἐμοῦ, φησὶ, πλέον ἴσασι, καὶ ἐκείνων εἰς ἄτοπον ἀπαγωγὴν φέρων τὸν λόγον· ὅρα δὲ ταπεινοφροσύνην· λογίζομαι, φησὶν, οἷον ἡγοῦμαι, νομίζω, οὐδὲν ἀποφαντικὸν, καὶ οὐχ ἁπλῶς Ἀποστόλων, ἀλλὰ τῶν ὑπὲρ λίαν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην αἰνιττόμενος· τοῦτο δὲ, φησὶν ἐπειδὴ τούτου νῦν χρεία. ἀλλαχοῦ δέ φησιν, “ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι Ἀπόστολος.”

  81. 10.105

    Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ.

  82. 10.106

    Ἐπειδὴ ἐν τούτῳ ἐνεκαλλωπίζοντο οἱ ψευδαπόστολοι εἰς τὸ μὴ εἶναι ἰδιῶται, δείκνυσιν ὅτι οὐ φεύγει τὴν ἰδιωτείαν, ἀλλὰ καὶ σεμνύνεται ἐπ’ αὐτῇ· διὸ καὶ τίθησιν αὐτό. καὶ ἀλλαχοῦ δὲ τοῦτο ποιεῖ, ἔνθα δείκνυσι τὸ εἶναι σοφὸν πρὸς βλάβην ὂν τοῦ κηρύγμα- τος “ἦλθον γάρ” φησὶν, “οὐ καθ’ ὑπεροχὴν λόγου σοφίας ἵνα “μὴ κενωθῇ ο σταυρὸς.”

  83. 10.107

    Ἀλλ̓ οὐ τῆ γνώσει.

  84. 10.108

    Τοὺς ψευδαποστόλους αἰνίττεται κατὰ τὴν τοῦ Θεοῦ γνῶσιν ἰδιώτας ὄντας, ὅπερ ἐστὶν ὀλέθριον.

  85. 10.109

    Ἀλλ’ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.

  86. 10.110

    Αἰνίττεται τοὺς ψευδαποστόλους δολερούς τινας καὶ συνεσκιασμένους καὶ προσωπεῖον εὐλαβείας περικειμένους· ἡμεῖς δὲ οὐχ οὕτως, φησὶν, ἐν παντὶ γὰρ πράγματι καὶ ἐν πᾶσιν οἷς ποιοῦμεν, φανεροὶ ἐσμεν εἰς ὑμᾶς ἐν οὐδεμιᾷ διπλόῃ ἣ ὑποκρίσει, φησίν.

  87. 10.111

    Ἢ ἁμαρτίαν ἐποίησα.

  88. 10.112

    Πληκτικῶς τῷ λόγῳ κέχρηται· ἀπερριμμένον, φησὶν, ἡγεῖσθέ με εὐτελῆ μᾶλλον, ἁμαρτίαν εἰ ἐποίησα ἐμαυτὸν λιμῷ ταπεινώσας καὶ μηδὲν λαβὼν παρ’ ὑμῶν· τοῦτο, φησὶν, ἐποίησα, ἵνα ὑμεῖς εἰς τὰ κατὰ Θεὸν ὑψωθῆτε· ὁρῶντες γὰρ μηδὲν λαμβάνοντα οἰκοδομεῖσθε, εἰ δὲ ἐλάμβανον ἐσκανδαλίσθητε ἄν.

  89. 10.113

    Ἄλλας ἐκκλησίας ἐσύλησα.

  90. 10.114

    Καὶ τοι ἠδύνατο εἰπεῖν ὅτι ἐκ τῶν χειρῶν μου ἤσθιον, ἀλλὰ πληκτικώτερον τὸν λόγον ποιῶν, φησὶ, παρ’ ἄλλων ἔλαβον ὑμῖν διακονούμενος εἰς τὸ κήρυγμα· τὸ δὲ “ἐσύλησα” οἷον ἐσκύλευσα, ἐγύμνωσα· οὐ γὰρ τὸ λάθρα λαβεῖν λέγει, ἄπαγε· τὸ δὲ “ὀψώ- “νιον” δηλοῖ αὐτὰ τὰ ἀναγκαῖα δαπανήματα· μεγάλη δὲ ἐκείνων κατηγορία, οὐδὲ ταῦτα αὐτῷ παρεῖχον, καὶ τὸ χεῖρον, ὅτι πρὸς τὴν ὑμῶν, φησὶ, διακονίαν, ὑμῖν γὰρ κηρύσσων παρ’ ἄλλων ἐτρε- φόμην.

  91. 10.115

    Πάρων πρὸς ὑμᾶς καὶ ὑστερηθείς.

  92. 10.116

    Τριπλοῦν τὸ ἔγκλημα, ὅτι καὶ παρ’ αὐτοῖς ἦν καὶ ἐκήρυσσε, καὶ τῆς ἀναγκαίας ἔχρηζε τροφῆς· οὐ μόνον γὰρ ἑτέρωθι ἐπέμψατέ μοι, φησὶν, ὅπερ Μακεδόνες ἐποίησαν, ἀλλ’ οὐδὲ παρόντα ἐτρέφετε.

  93. 10.117

    Οὐ κατενάρκησα οὐδενός. “Οὐ κατενάρκησα,” οἷον, οὐκ ἠτόνησα οὐδὲ ἐξέλυσα τὴν ὑπομονήν· ταύτῃ γὰρ κουφότερον αὐτοῖς ποιεῖ τὸ ἔγκλημα, ὅτι ἐγὼ, φησὶν, οὐκ ᾔτησα.

  94. 10.118

    Οἰκουμενίου. Καὶ οὕτως, καὶ ταῦτα, φησὶν, “ὑστερηθεὶς “οὐ κατενάρκησα” οὐδὲ ἠμέλησα ἣ ῥᾳθυμότερον πρὸς τὸ κήρυγμα γέγονα, ἀλλὰ παρ’ ἐμοῦ μὲν ὅσα ἐχρῆν ἐγένετο πρὸς τὴν ὑμῶν σωτηρίαν, ἐγὼ δὲ ἐν ἐνδείᾳ διέτριβον.

  95. 10.119

    Τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν. Ἐκ τοῦ εἰπεῖν ὑστέρημα, δείκνυσι μηδὲν ὑπὲρ τὴν ἀναγκαίαν λαβὼν χρείαν. ἔπεμψαν δὲ αὐτῷ οἱ Φιλιππησίοι, διὰ τοῦτο δὲ καὶ τοὔνομα τέθεικε, εἰς ζηλοτυπίαν αὐτοὺς ἐλεημοσύνης ἄγων.

  96. 10.120

    Καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα. Δείκνυσιν ὅτι καὶ βάρος ἡγεῖτο τὰς τροφὰς αὐτῷ χωρηγοῦντες, καλῶς δὲ τὸ τηρήσω. Μῆ γὰρ νομίσητε, φησὶ, ταῦτά με εἰρηκέναι, ἵνα τοῦ λοιποῦ λάβω πη ὑμῖν· οὐ μόνον γὰρ ἐτήρησα, ἀλλὰ καὶ τηρήσω.

  97. 10.121

    Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. Εἰτα ἵνα μὴ νομίσωσι ταῦτα εἰρηκέναι αὐτὸν, ἵνα αὐτοὺς ἐπισπάσηται πρὸς τὸ δοῦναι, φησὶ, “ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ,” τουτέστιν, ἀληθεύων λέγω, ὅτι ἡ καύχησις αὕτη ἡ τοῦ μὴ λαβεῖν δηλαδή. καύχησιν δὲ ταύτην καλεῖ, ἵνα μὴ νομίσωσιν ὀργίζεσθαι αὐτὸν ἐφ’ οἷς ἔλαβεν. “οὐ φραγήσεται,” τουτέστιν οὐκ ἐκκοπήσεται οὐδὲ διαλείψει. πῶς δ᾿ ἃν οὐ διαλείψει; εἰ καὶ τοῦ λοιποῦ μὴ λάβῃ ἐν ὅλῃ τῇ Ἀχαίᾳ, τουτέστιν ἐν ὅλῃ ὑμῶν τῇ ἐπαρχίᾳ, ἢ ὅτι ἡ καύχησις ἡ προσγενομένη μοι ἐν τῷ κλίματι τῆς Ἀχαίας, ὅτι δωρεὰν ἐκήρυξα, οὐ φραγήσεται· σφόδρα δὲ αὐτῶν ὡς ἀσθενῶν κατεγίνωσκε παρ’ αὐτοῖς μὴ λαβών. Εἰ γὰρ ἐπὶ τοῦτο ἐκαυχᾶτο, οὐδαμοῦ λαβεῖν ἔδει, εἰ δὲ ἀλλαχοῦ γράφει ὡς παρὰ εὐ- σκανδαλίστων τούτων οὐκ εἴληφε.

  98. 10.122

    Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Τί οὖν; μισεῖς ἡμᾶς; διὰ τοῦτο οὐδὲν αἱρεῖ λαβεῖν παρ’ ἡμῶν; ὁ Θεὸς οἶδε, φησὶν, ὅτι οὐ διὰ τοῦτο λαβεῖν παραιτοῦμαι.

  99. 10.123

    Ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν.

  100. 10.124

    Λέγει τὴν αἰτίαν δι’ ἣν οὐ λαμβάνει· ἐπετήρουν οἱ ψευδαπόστολοι ἵνα εἰ εὕρωσιν αὐτὸν εἰληφότα, ἀφορμὴν λοιδορίας τὸ πρᾶγμα ποιήσωνται. Ἐκείνων οὖν τὴν ἀφορμὴν βουλόμενος ἐκκόψαι, φησί.

← Previous · Next → — showing 701800 of 1,497

First Thousand Years of Greek. CTS URN tlg4102.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.