Catena In Epistulam II Ad Corinthios
- 9.80
Ὑπὲρ Τίτου—
- 9.81
Ἐπειδὴ ἀπέδειξεν αὐτῶν τὴν ἀρετὴν, παρακαλεῖ λοιπὸν δι’ αὐτοὺς καὶ ἐν αὐτῇ τῇ παρακλήσει ἐγκωμιάζει αὐτοὺς, καί φησιν, εἴτε ὑπὲρ Τίτου δεῖ, φησὶ, τὶ εἰπεῖν, ταῦτα ἔχω λέγειν, ὅτι κοινωνός ἐστιν ἐμοὶ καὶ συνεργός μου εἰς ὑμᾶς καὶ εἰς τὴν ὑμῶν σωτηρίαν καὶ πίστιν· μέγας δὲ ὁ ἔπαινος, εἴτε ὑπὲρ τῶν ἄλλων δεῖ τι, φησὶν, εἰπεῖν, ταῦτα ἔχω λέγειν, ὅτι εἰσὶν ἀδελφοὶ ἡμῶν, Ἀπόστολοι ἐκκλησιῶν, ἀπεσταλμένοι, φησὶν, ὑπὸ ἐκκλησιῶν, ἐξ ἐπιλογῆς δηλονότι. “δόξα Χριστοῦ,” ἐξ ὧν, φησὶ, πολιτεύονται, δόξαν προξενοῦσι Χριστῷ. “Ἴνα γὰρ,” φησὶ, “θεωροῦντες ὑμῶν τὰ καλὰ ἔργα, δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.”
- 9.82
Τὴν οὖν ἔνδειξιν.
- 9.83
“Ἔνδειξιν,” τουτέστιν, ἀπόδειξιν, ἔλεγχον, ἐπίδειξιν, τὴν ἀπόδειξιν, φησὶν, ἧς με ἀγαπᾶτε ἀγάπης, καὶ τῆς καυχήσεως ἧς καυχώμεθα ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐπιδείξασθε· ὅτι, φησὶν, οὐκ εἰκῆ ὑπὲρ ὑμῶν καυχῶμαι. ὡσεὶ ἔλεγε, θέλετε δεῖξαι ὡς ὑμεῖς μὲν ἀγαπᾶτέ με, ἐγὼ δὲ δικαίως ὑπὲρ ὑμῶν καυχῶμαι· τούτους ἀγαπήσατε, τούτοις εὔνοιαν ἐπιδείξασθε.
- 9.84
Εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
- 9.85
Εἰς πρόσωπον, φησὶ, τῶν ἐκκλησιῶν, τουτέστι, καὶ εἰς τιμὴν τῶν ἀποστειλασῶν αὐτοὺς ἐκκλησιῶν· ἃν γὰρ τούτους τιμήσητε, τὰς ἐπιστειλάσας ἐτιμήσατε. Οὐ λέγει δὲ, ἀνθρώπων, ἀλλὰ “ἐκκλησιῶν,” σεμνότερον ἅμα καὶ ἀπαραίτητον ποιῶν τὸν λόγον.
- 9.86
Περὶ μὲν γὰρ τῆς διακονίας.
- 9.87
Διακονίας ἐλεημοσύνης· περὶ ταύτης τοιγαροῦν τῆς ἐλεημοσύνης νῆς πολλά τε εἰπὼν καὶ πολλὰ λέγειν θέλων, νῦν, ἔφη, περιττόν μοι ἐστι τὸ γράφειν ὑμῖν, ὥστε μᾶλλον αὐτοὺς ἐπισπάσασθαι· αἰσχύνεται γὰρ ἄνθρωπος τοιαύτην δόξαν ἔχων, ὡς μήτε δεῖσθαι συμβουλῆς, ἐλάττων φανῆναι τῆς ἰδίας ὑπολήψεως.
- 9.88
Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν.
- 9.89
Θαρροῦντος μὲν τὸ πεπεῖσθαι. τὸ δὲ καὶ εἰς ἑτέρους καυχᾶσθαι πολὺ πλέον.
- 9.90
Ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν.
- 9.91
Τοῦτο φησὶν, ἐκαυχώμην πρὸς Μακεδόνας, ὅτι οὐ μόνον ἡ Κόρινθος, ἀλλὰ καὶ πᾶσα ἡ Ἀχαία πρὸς τὴν ἐλεημοσύνην παρεσκεύασται. ἐπαρχία δέ τις ἐστὶν ἡ Ἀχαΐα, ὑφ’ ἣν ἡ Κόρινθος. Οὐκ εἶπεν ὅτι εἰσφέρει ἢ συλλέγει, ἀλλ’ ὅτι παρεσκεύασται, τουτέστιν, ἑτοίμη ἐστί. πεπλήρωκε τὸ πᾶν· λοιπὸν τοὺς διακονησομενους περιμένει.
- 9.92
Καὶ ὁ ἐξ ὑμῶν ζῆλος.
- 9.93
Ἔνι γὰρ καὶ ἐπὶ χρηστῷ ζῆλος· εἰ οὖν ὑμεῖς γεγόνατε, καὶ τοῖς ἄλλοις πρόξενοι συνεισφορᾶς, πῶς οὐκ ἄτοπον ὑμᾶς ὑστερησαι;
- 9.94
Ἠρέθισε τοὺς πλείονας.
- 9.95
Καίτοι περὶ Μακεδόνων εἴρηκεν, ὅτι αὐθαίρετοι καὶ μετὰ σπουδῆς ἦλθον εἰς τοῦτο. Πῶς οὖν νῦν φησὶν, ὅτι ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισεν αὐτούς ; ἠρέθισε τοὺς πλείονας, οὐ πάντας. ἔπειτα τὸ αὐθαίρετοι οὕτω νόει, ὅτι οὐ συνεβουλεύσαμεν, οὔτε προετρεψάμεθα αὐτοὺς, ἀλλ’ ὑμᾶς ἐπῃνέσαμεν ὡς παρασκευασμένους ἀπὸ πέρυσι, καὶ τοῦτο ἤρκεσεν εἰς τὸ διεγεῖραι αὐτούς.
- 9.96
Ἔπεμψα τοὺς ἀδελφούς.
- 9.97
Ὅρα τὴν κηδεμονίαν τοῦ Παύλου· ἔπεμψα, φησὶν, αὐτοὺς, ἵνα μὴ ματαιωθῇ τὸ καύχημα ἡμῶν, καὶ ψεῦσται εὑρεθῶμεν, εἰπόντες, ὅτι παρεσκευασμένοι εἰσίν. “ἐν τῷ μέρει” φησὶ, “τούτῳ,” τουτέστι τῆς ἐλεημοσύνης. Ἐπειδὴ γὰρ εἶπεν, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν, ἄχρι τῆς ἐλεημοσύνης αὐτὸ περιέκλεισεν.
- 9.98
Ἵνα καθὼς ἔλεγον.
- 9.99
Ἀπὸ ἀνθρωπίνων λογισμῶν καὶ λόγων αὐτοὺς προτρέπει ἀσθενέστερον διακειμένους, μή πὼς, φησὶν, εἰκός ἐστιν αὐτοὺς μετ’ ἐμοῦ ἐλθεῖν.
- 9.100
Καὶ εὕρωσι ὑμᾶς ἀπαρασκευάστους.
- 9.101
Κολάζει τὸν λόγον, ἡμεῖς καταισχυνθῶμεν ὡς εἰκῆ καυχώμενοι, ἵνα, φησὶν, εὐφημότερον λέγοντες μὴ εἴπωμεν ὑμᾶς καταισχύνεσθαι, εἰ μὴ ὅτι τῶν δύο ἦν αἰσχύνη· τῶν μὲν ὡς ὑστερούντων, τοῦ δὲ ὡς ψεῦδος καυχωμένου ἐν τῇ ὑποστάσει, φησὶ, ταύτῃ τῆς καυχήσεως. ὡσεὶ εἶπεν, οὐκ ἀλλαχοῦ καταισχυνθῶμεν, ἀλλ’ ἐν μόνῃ τῇ περὶ τῆς ἐλεημοσύνης καυχήσει.
- 9.102
Ἀναγκαῖον οὖν—
- 9.103
Καὶ γὰρ ἦν ὄντως ἀναγκαῖον, καὶ αὐτοὺς αἰσχύνης, καὶ ἑαυτὸν τοῦ δοκεῖν ψεύδεσθαι ἀπαλλάξαι.
- 9.104
Ινα προσέλθωσιν—
- 9.105
Ἐπειδὴ ἄνω εἰρήκει, περιττόν μοί ἐστι τὸ γράφειν περὶ τούτου, ὡς αὐτῶν δηλαδὴ ἑτοίμων ὄντων, ἵνα μὴ δόξῃ ἐναντία λέγειν νῦν, οὐκέτι περὶ τοῦ εἰσενεγκεῖν, ἀλλὰ περὶ τοῦ ταχέως καὶ δαψιλῶς καὶ προθύμως διαλέγεται· διὰ τούτων κἀκεῖνο κατασκευάζων.
- 9.106
Προκατηγγελμένην—
- 9.107
Τὴν μετὰ δαψιλείας ἐλεημοσύνην.
- 9.108
Οὕτως—
- 9.109
Τουτέστι, μετὰ χαρᾶς καὶ σπουδῆς· οὐδεὶς γὰρ εὐλογίαν διδοὺς λυπεῖται, ἢ ἐξ ἀνάγκης δίδωσιν· ἐκεῖνος γὰρ ἀλγεῖ καταβάλλων, ὁ πλεονεκτούμενος καὶ διδοὺς ἐξ ἀνάγκης ἅπερ ἐπλεονέκτησε· νῦν δὲ ἀφορμὴ σωτηρίας ἡ δόσις.
- 9.110
Τοῦτο δὲ—
- 9.111
Φειδωλῶς, φησὶ, καὶ κνιπῶς· τοῦτο δὲ τὸ τῆς ἐλεημοσύνης, οὕτως ἔχει τρόπου καὶ λοιπὸν σπόρον αὐτὸ καλεῖ, ἴνα πρὸς τὸν ἀμητὸν ἀπιδόντες, καὶ ὅτι ὁ σπείρας πολλὰ καὶ ὀλίγα ἀναλόγως θερίζει, προθυμότεροι πρὸς τὴν εἰσφορὰν γένωνται.
- 9.112
Καὶ ὁ σπείρων—
- 9.113
Μετὰ δαψιλείας, φησὶ, καὶ ἁδρότητος.
- 9.114
Ἕκαστος καθὼς—
- 9.115
Ἐπὶ τὸ πρότερον πάλιν ἦλθε, μονονουχὶ τοῦτο λέγων, τὰ μὲν λαληθῆναι φησὶ, περὶ ἐλεημοσύνης ὀφείλοντα ταῦτα, πλὴν καθὼς ἕκαστος προαιρεῖται, οὕτως διδότω, μὴ ἐκ λύπης· οὐ γάρ ἐστι πλεονεξία, μηδὲ ἐξ ἀνάγκης, οὐ γὰρ βιαζόμεθα, φησὶ, τινά· εἶπε γὰρ ἄνω, “οὐ κατ’ ἐπιταγὴν λέγω,” καὶ πάλιν, “γνώμην δὲ δίδωμι.”
- 9.116
Ἱλαρὸν γὰρ—
- 9.117
Καὶ μαρτυρίᾳ βεβαιοῖ, τὸ μὴ δεῖν ἐκ λύπης διδόναι.
- 9.118
Δυνατὸς—
- 9.119
Πνευματικῶν τε, φησὶ, καὶ σαρκικῶν πραγμάτων, ὥστε δύνασθαι ὑμᾶς δαψιλῶς μεταδιδόναι, ἢ ὅτι δίδοται ὁ Θεὸς ὑμῶν σαρκικὰ καὶ μικρὰ διδόντων, πνευματικὰ καὶ μεγάλα· ἀντιδοῦναι καὶ περισσεῦσαι· οὐ μόνον, φησὶ, πληρῶσαι, ἀλλὰ καὶ ὑπὲρ τὴν χρείαν δοῦναι.
- 9.120
Εἰς ἠμᾶς—
- 9.121
Ὥρα σοφίαν ἐν τοῖς σαρκικοῖς· αὐτάρκειαν αὐτοῖς ἐπευχόμενος ἐν τοῖς πνευματικοῖς, περισσείαν καὶ περιουσίαν εὔχεται.
- 9.122
Κὼς γέγραπται—
- 9.123
Τὸν προφήτην αὐτοῖς ἐφίστησι δαψίλειαν παραινοῦντα· τὸ γὰρ σκορπίσαι δαψιλείας σημαντικόν.
- 9.124
Πένησιν—
- 9.125
Δικαίους γὰρ ἡ ἐλεημοσύνη ποιεῖ, ὥσπερ καθαίρουσα τὰ πλημ- μελήματα.
- 9.126
Δικαιοσύνη αὐτοῦ—
- 9.127
οὐδέποτε γὰρ σβέννυται.
- 9.128
Ὁ δὲ ἐπιχωρηγῶν—
- 9.129
Ἐν εὐχῆς τάξει αἰνίττεται τὸ μηδὲν δειλιᾷν, μή πὼς δούς τις πολλὰ, αὐτὸς ἐνδεὴς εὑρεθῇ· ὁ γὰρ σπέρμα χορηγῶν Θεὸς τῷ τὸν 3 G αἰσθητὸν σπόρον σπείροντι, καὶ τὸ σῶμα τρέφων ἄρτῳ, πῶς ἃν ἀμελήσειε τοῦ τὸν πνευματικὸν σπείροντος σπόρον;
- 9.130
Χορήγησαι—
- 9.131
Χορηγήσειεν ὑμῖν τὰ σαρκικὰ δαψιλῶς, ἵνα πληθυνθῇ καὶ ἡ ἐλεημοσύνη ὑμῖν· ταύτην γὰρ νῦν σπόρον φησίν.
- 9.132
Τὰ γενήματα—
- 9.133
Ἐκ γὰρ τοῦ τῆς ἐλεημοσύνης σπόρου, αὔξει δικαιοσύνης γενήματα· τροπικῶς δὲ ὅλα εἶπε.
- 9.134
Πλουτιζόμενοι—
- 9.135
Εἰς ταύτην, φησὶ, τὴν ἁπλότητα καὶ δαψίλειαν πλουτισθείητε, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Τί δὲ καὶ τοὺς ἄλλους παρασκευάζων εὐαριστεῖν τῷ Θεῷ, ὑπὲρ ὧν ἡμεῖς κεκτήμεθα; ἡ εὐποΐα δηλονότι· πλουτίζεσθε οὖν εἰς εὐποΐαν· τοῦτο γὰρ καὶ τοὺς λαμβάνοντας ἡμᾶς εὐχαριστεῖν ποιήσει Θεῷ.
- 9.136
Εἰς πᾶσαν—
- 9.137
Ἵνα εἴητε, φησί.
- 9.138
Ἁπλότητα—
- 9.139
Οἶον δαψίλειαν.
- 9.140
τῆς λειτουργίας—
- 9.141
Τουτέστιν, ἡ φιλοτιμία καὶ ἡ εἰσφορὰ τῶν χρημάτων τούτων, καὶ ἡ λειτουργία ἡ πνευματικὴ ἡ διακονουμένη ὑφ’ ἡμῶν.
- 9.142
Οὐ μόνον—
- 9.143
Οὐ μόνον, φησὶ, τοῦτο κατορθοῖ τὸ ἀναπληροῦν τὰ ὑστερήματα καὶ τὴν ἔνδειαν τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύειν ποιείτην εἰς Θεὸν εὐχαριστίαν, τὸ διὰ πολλῶν προσφέρεσθαι· οἷον δέ ἐστι καὶ τρέφειν πενομένους καὶ εὐχαριστεῖσθαι παρασκευάζειν τὸν Θεόν· τὰ γὰρ δύο τῶν ἄγαν ἐπαινουμένων. περισσεύει δὲ, φησὶ, διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, τουτέστι, τῆς δοκίμου καὶ πείρᾳ τὴν χρηστότητα δοξαζούσης g ἐλεημοσύνης, ἣν ἡμεῖς διακονοῦμεν ὑμῖν, φησίν.
- 9.144
Ἀλλὰ καὶ περισσεύει.
- 9.145
Πῶς δὲ περισσεύει ἡ εὐχαριστία τῷ Θεῷ; πῶς; ὅτι δοξάζοντές εἰσιν οἱ ἅγιοι τὸν Θεὸν, οὐ μόνον ὅτι ἐλύθη αὐτοῖς διὰ τῆς ἐλεημοσύνης ἡ ἔνδεια, ἀλλ’ ὅτι καὶ ὑποτεταγμένοι ἐστὲ, φησὶ, τῇ ὁμολογίᾳ τοῦ Εὐαγγελίου· δεῖγμα γὰρ τοῦ ὑποτετάχθαι τοῖς εἐαγγελικοῖς προστάγμασι τὸ εὖ ποιεῖν· πλεῖστα γὰρ περὶ ἐλεημοσύνης ὁ Κύριος διηλέχθη.
- 9.146
Καὶ ἁπλότητι—
- 9.147
Καὶ ὅτι διὰ τὴν ὑποταγὴν καὶ πειθὼ τοῦ Εὐαγγελίου καὶ εἰς τοῦτο ὑποτεταγμένοι ἐστὲ εἰς τὴν εἰς αὐτοὺς ἁπλότητα, οἷον δαψίλειαν τῆς ἐλεημοσύνης καὶ κοινωνίαν, καὶ οὐ μόνον εἰς αὐτῆς ἀλλὰ καὶ εἰς πάντας. οἱ γὰρ ἅγιοι οὗτοι, φησὶ, καὶ ὑπὲρ ὧν ἑτέροις παρέχετε, εὐχαριστοῦσι τῷ Θεῷ.
- 9.148
Καὶ αὐτῶν δεήσει—
- 9.149
Καὶ εἰς τοῦτο, φησὶν, εὐχαριστοῦσι τῷ Θεῷ, ὅτι οὕτως ὑμᾶς δοκίμους ἀπειργάσατο ἡ ὑποταγὴ τοῦ Εὐαγγελίου, οὕτως ποθεινοῦς, ὡς δέεσθαι αὐτοὺς συνεχῶς ὑπὲρ τοῦ ἰδεῖν ὑμᾶς, “ἐπιποθούν- “των γὰρ ὑμᾶς,” φησί.
- 9.150
Ἐπιποθούντων—
- 9.151
Ἐπιποθοῦσι δὲ, φησὶν, ὑμᾶς, οὐ διὰ τὰ χρήματα, ἀλλ’ ὥστε θεαταὶ γενέσθαι τῆς δοθείσης ὑμῖν ἀπὸ Θεοῦ χάριτος. Διὰ γὰρ τὴν ὑπερβάλλουσαν, φησὶ, χάριν τοῦ Θεοῦ ἐφ’ ἡμῖν· διὰ τοῦτο ὑμᾶς ἰδεῖν ποθοῦσιν.
- 9.152
Υπερβάλλουσαν—
- 9.153
Ὥρα σύνεσιν· ἐπάρας αὐτοὺς, τέλος τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ, χάριν τὸ πρᾶγμα καλέσας Θεοῦ.
- 9.154
Χάρις δὲ—
- 9.155
Εἶτα τὴν τοῦ Θεοῦ χάριν ἐννοήσας, καὶ αὐτὸς δοξάζει τὸν Θεόν. χάρις δὲ τῷ Θεῷ, λέγων ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ, δωρεὰν ἐνταῦθα καλῶν καὶ τὸ ὑποτετάχθαι Κορινθίους τῷ εὐαγγελίῳ, καὶ ὅτι ἐδωρήσατο ἡμῖν διὰ τῆς ἐλεημοσύνης τὰ τοσαῦτα ἀγαθὰ ὅσα κατέλεξε, καὶ ὅτι μείζονα δώσει ὑπὲρ αὐτῆς ἐν τῷ μέλλοντι.
- 10.1
Διήγησις τῶν ἰδίων πόνων καὶ προθέσεως καὶ τῆς ἐπ’ αὐτῷ χάριτος πρὸς τὸ μὴ του ἐπιπλάστοις προστίθεσθαι Κορινθίοις.
- 10.2
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ.
- 10.3
Μέγα τὸ ἀξίωμα, ἐγὼ Παῦλος, φησὶ, τουτέστιν, ὁ Ἀπόστολος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὡς καὶ ἀλλαχοῦ, ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν. ἐπαρτήσατο τὸν περὶ ἐλεημοσύνης λόγον· ἄρχεται τῶν ἐπιτιμητικωτέρων λόγων· κατέταττε τῶν ψευδαποστόλων καὶ τῶν λοιδορούντων αὐτὸν, καὶ ἑαυτὸν συνίστησιν, ἱν, εἰς ἀνάγκην ἐλθὼν τοῦ μὴ καὶ τὸ κήρυγμα συνευτελισθῆναι, εἰ αὐτὸς φαῦλος τῇ σιωπῇ νομισθείη· καὶ τὰ τῆς νομισθείσης αὐτῷ χάριτος μετὰ δαψιλείας φησὶ κατορθωμάτων, καὶ τὴν ὑπ’ αὐτοῦ ὑπομονὴν, καὶ τοὺς ὑπὲρ Χριστοῦ ἀγῶνας.
- 10.4
Παρακαλῶ ὑμᾶς—
- 10.5
Τοῦτο θέλει εἰπεῖν, δέομαι ὑμῶν, μή με ἀναγκάσωσιν, εἰ λοιδοροῦντές με χρήσασθαι μου τῇ δυνάμει κατ’ αὐτῶν, ὑμῶν δέομαι, ὡς λέγειν εἰώθαμεν, συμβουλεύσατε αὐτοῖς, μὴ εἰς τοῦτό με ἀγαγεῖν.
- 10.6
Καὶ ἐπιεικείας—
- 10.7
Μέγα μὲν καὶ τὸ Παῦλον παρακαλεῖν· ὅταν δὲ καὶ διὰ τῆς ἐπιεικείας Χριστοῦ τὴν ἱκεσίαν ποιῆται φρικωδέστερον.
- 10.8
Κατὰ πρόσωπον—
- 10.9
Ἢ κατὰ εἰρωνείαν τοῦτό φησι τοῖς τῶν διαβαλλόντων χρησάμενος λόγοις. Ἔλεγον γὰρ “ὅτι ἡ παρουσία ἀσθενὴς, αἱ δὲ ἐπι- “στολαὶ βαρεῖαι,” λέγει οὖν, δέομαι ὑμῶν, ὁ παρὼν μὲν ταπεινὸς ὡς αὐτοὶ, φησίν· ἀπὼν δὲ θαρρῶν τὰ μείζω μου γράφειν· ἣ τοῦτό φησι, ταπεινὸς μέν εἰμι, πλὴν θαρρῶν τῇ ἀγάπῃ ὑμῶν τολμῶ ταῦτα γράφειν· τί δὲ δέῃ τὸ μὴ θαρρῆσαι, φησὶ, τουτέστι τοῦ μὴ θαρρούντως χρήσασθαι, ἐρχόμενος πρὸς ὑμᾶς καὶ παρὼν τῇ δυνάμει μου· πεποίθησιν γὰρ τὴν πνευματικὴν αὐτοῦ δύναμιν καλεῖ διὰ τὸ ῥᾳδίως δύνασθαι τοὺς ἐναντίους ἀμύνασθαι· ποίᾳ δυνάμει; ᾗτινι, φησὶ, λογίζομαι τολμῆσαι ὡσεὶ ἔλεγεν, οὔπω κέκρικα χρήσασθαι αὐτῇ, ἀλλ’ ἔτι λογίζομαι τολμῆσαι χρήσασθαί μου τῇ δυνάμει.
- 10.10
Δέομαι δὲ—
- 10.11
Ἐπειδὴ γὰρ ἔλεγον ὅτι παρὼν εὐτελής ἐστι, φησὶ, μὴ παρὼν τιμωρήσομαι.
- 10.12
Τολμῆσαι—
- 10.13
Ὁρᾷς πῶς ἐστι ταπεινός; ἀνάγκης γὰρ οὔσης χρήσασθαι τῇ δυνάμει, ὀκνεῖ καὶ ἀναδύεται, καὶ τόλμαν τὸ πρᾶγμα καλεῖ· τοῦτο γὰρ ἀρίστου διδασκάλου τῇ ἀναβολῇ χώραν παρέχειν τῇ μετα- νοίᾳ.
- 10.14
Κατὰ σάρκα—
- 10.15
Κατὰ τίνων, φησὶν, ἔχεις χρήσασθαι παρὼν τῇ δυνάμει τῇ πνευματικῇ; ἐπὶ τίνας, φησὶ, τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. οἱ γὰρ ψευδαπόστολοι διέβαλλον αὐτὸν ὡς ὑποκριτὴν καὶ ἀπατεῶνα καὶ πάντα πρὸς ἐπίδειξιν ἀνθρώπων ποιοῦντα. καί φησιν, “ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα “στρατευόμεθα,” τουτέστιν οὐ σαρκικῶς ζῶμεν. ἣ περὶ τοῦ κηρύγματος λέγει τὸ “στρατευόμεθα·” πόλεμον γὰρ πρὸς τοὺς νοητοὺς καὶ αἰσθητοὺς ἐχθροὺς ἀναδεξάμενοι, οὐ σαρκικοῖς ὅπλοις κεχρήμεθα, τοῦτό ἐστιν, “οὐ κατὰ σάρκα στρατευόμεθα.”
- 10.16
Τὰ γὰρ ὅπλα τῆς στρατείας οὐ σαρκικά.
- 10.17
Καὶ οὕτως οὐ κατὰ σάρκα στρατευόμεθα, ὅτι καὶ τὰ ὅπλα οἷς χρώμεθα οὐκ ἔστι σαρκικὰ κατὰ τῶν ἀνθισταμένων· σαρκικὰ γὰρ ἔχει ἃν πλοῦτος, ἰσχὺς, δυναστεία, δόξα, εὐγλωττία· ἡμεῖς τοιγαροῦν οὐ τούτοις νικῶμεν, ἀλλὰ τοῖς ἐναντίοις, πενίᾳ, εὐδοξίᾳ, ἀσθενείᾳ· διὸ καὶ δυνατὰ τῷ Θεῷ αὐτὰ καλεῖ· καὶ γὰρ ἐν τούτῳ τὸ θαυμαστὸν καὶ δυνατὸν παρὰ Θεοῦ ἔχουσιν, ὅτι τοιαῦτα ὄντα περιγέγονε τῆς οἰκουμένηι. Σκόπει δὲ αὐτοῦ τὸ ἄτυφον· οὐκ εἶπεν, ἡμεῖς ἐσμὲν οἱ δυνατοὶ, ἀλλὰ τὰ ὅπλα ἡμῶν διὰ τοῦ Θεοῦ· καὶ γὰρ κἀκείνοις τὴν δύναμιν, οὐχ ἡμεῖς, ἀλλ’ ὁ Θεὸς ἔδωκε, φησίν.
- 10.18
Ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρω- ματων.
- 10.19
Ἔστι δὲ δυνατὰ ἡμῶν τὰ ὅπλα πρὸς καθαίρεσιν ὀχυρωμάτων. καλῶς δὲ τὸ “καθαίρεσιν,” δεικνὺς ὅτι οὐ προσβάλλομεν μηχανὰς, ἀλλ’ εὐθὺς καθαιροῦμεν ἅπαν ἐναντίον. “Ὀχυρωμάτων” δὲ, φησὶν, οἷον τοὺς Ἑλληνικοὺς συλλογισμοὺς, τὴν πλάνην αὐτῶν, τὸν τῦφον. Εἶτα ἵνα μὴ ἀκούσαντες ὀχυρώματα, σωματικόν τι νομίσωσι, φησὶ, “λογισμοὺς καθαιροῦντες,” οἷον συλλογισμοὺς καὶ τὰ τῶν Ἐππήνων σοφίσματα· ἢ ὅτι αὐτοὺς τοὺς λογισμοὺς αὐτῶν καὶ τὰς ψυχὰς καταβάλλομεν, ἐξ ἧς κεκράτηνται πλάνης, καὶ εἰς τὴν ἀλήθειαν ἄγομεν.
- 10.20
Καὶ πᾶν ὕψωμα ἐπαιρόμενον.
- 10.21
Ἐπέμεινε τῇ τροπῇ, ἵνα πλείονα ποιήσῃ τὴν ἔμφασιν· τὰ ὅπλα, φησὶ, τὰ ἡμέτερα, κἂν ὀχύρωμα εἴπῃς, κἂν ὕψωμα, τουτέστι πυργώματά τινα καὶ φρούρια, κἂν ὁτιοῦν ἐπαιρόμενον καὶ ἀνθιστάμενον τῇ γνώσει τοῦ Θεοῦ. τῇ διὰ τοῦ κηρύγματος πάντα καθαιρεῖ.
- 10.22
Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα.
- 10.23
Καὶ οὕτως ἅπαν νόημα καὶ πᾶσαν διάνοιαν ἀνθρωπίνην ὑποτάσσομεν τῷ βασιλεῖ καὶ ἀρχιστρατήγῳ Χριστῷ, ὡς μηδὲ ἀναπλάσαι τοῦ λοιποῦ οὐδὲ ἀναμαχήσασθαι ἰσχῦσαι τινα τῶν ἡττηθέντων· τοῦτο γὰρ δηλοῖ τὸ αἰχμαλωτεύοντες, οἷον, αἰχμαλώτους ἐκ τῆς τοῦ πονηροῦ τυραννίδος λαμβάνοντες, ἀπὸ δουλείας εἰς ἐλευθερίαν.
- 10.24
Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν.
← Previous · Next → — showing 601–700 of 1,497
First Thousand Years of Greek. CTS URN tlg4102.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.