Catena In Epistulam II Ad Corinthios
- 8.57
Οὐ τοῦτο λέγει τὸ ἕνεκεν ἐκείνων οὐκ ἔγραψα, ἀλλὰ τὸ οὐ πρωτοτύπως δι’ ἐκείνους, ἀλλὰ διά τε ὑμᾶς καὶ δι’ ἐκείνους.
- 8.58
Τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς—
- 8.59
Ἦν μὲν, φησὶν, ἀγάπη παρ’ ἐμοὶ, ἀλλὰ καὶ φανερωθῆναι αὐτὴν ἐζήτουν, ὡσανεὶ ἐφορῶντος, φησὶ, Θεοῦ, ὅτι τουτέστιν ἀληθεύω.
- 8.60
Διὰ τοῦτο παρακεκλήμεθα.
- 8.61
Ἐπειδὴ καὶ τὴν σπουδὴν τὴν περὶ ὑμᾶς ἐπέδειξα, καὶ τὸ πᾶν ἡμῖν κατώρθωται.
- 8.62
Ἐπὶ τῇ παρακλήσει ὑμῶν.
- 8.63
Ἐπαρεκλήθημεν, φησὶν, ἐπὶ τῇ διορθώσει ὑμῶν, “μᾶλλον ἐχά- “ρημεν ἐπὶ τῇ χαρᾷ Τίτου,” ὅτι διὰ τῆς διορθώσεως ὑμῶν ἀναπέἡπαυται ἡ ψυχη αὐτοῦ.
- 8.64
Ὑπὲρ ὑμῶν κεκαύχημαι—
- 8.65
Καὶ ἀρετῆς μαθητῶν ἔλεγχος, τὸ διδάσκαλον ὑπὲρ αὐτῶν καυχᾶσθαι, καὶ ἀγάπης διδασκάλων δεικτικόν.
- 8.66
Οὐ κατῃσχύνθην.
- 8.67
Οὐ γὰρ ἐφάνην ψευδόμενος.
- 8.68
Ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν.
- 8.69
Πολὺ περὶ Τίτου γράψας ἦν, καὶ ὡς ἐν παρεξόδῳ τὰ περὶ αὐτοῦ εἰρημένα βεβαιοῖ· ὥσπερ γὰρ, φησὶν, ἐκεῖνα ἀληθῆ, οὕτω καὶ τὰ πέρι ὑμῶν κεκαυχημένα.
- 8.70
Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως.
- 8.71
Οἶον ἡ διάθεσις, τοῦτο δὲ Τίτον ἐστὶν συνιστῶντος αὐτοῖς ὡς σφόδρα ἐκκαιόμενον καὶ συνδεδεμένον αὐτοῖς· διὸ σπλάγχνα, καὶ οὐκ ἀγάπην εἴρηκε. τὸ γὰρ σπλάγχνον πλεῖόν τι δηλοῖ.
- 8.72
Ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν.
- 8.73
Εἶτα ἵνα μὴ δόξῃ κακίας εἶναι τὰ ῥήματα, καὶ τὴν αἰτίαν τῆς διαθέσεως εἴρηκε, μᾶλλον αὐτοὺς ἐκ τούτου προτρεπόμενος· τοῦτο δὲ καὶ τὸν Τίτον σεμνύνει ὡς ἀεὶ Κορινθίους ἔχοντα κατὰ διάνοιαν, καὶ αὐτοὺς δὲ ὅτι ἴσχυσαν οὕτως ἑλεῖν τὸν Τίτον.
- 8.74
Ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν.
- 8.75
Εἰτα ἐπίτασιν λέγει τῆς ὑπακοῆς, ὅτι οὐ μόνον ἦν ὑπακοὴ, ἀλλὰ φόβος καὶ τρόμος μὴ ἔν τινι πάλιν προσκρούσωσι, καθάπερ ἤδη ἐπὶ τοῦ πεπορνευκότος.
- 8.76
Χαίρω οὖν ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
- 8.77
Εὰν ἐπιπλήξαι δέοι οὐ δέδοικα μὴ ἀπορραγῆτε, κἂν ὑπὲρ ὑμῶν καυχήσασθαι, οὐ δέδοικα μὴ ψεύστης ὀφθῶ· τοῦτο δὲ λέγων καὶ τὸν περὶ ἐλεημοσύνης κατασκευάζει λόγον.
- 9.1
Προτροπὴ πρὸς ἐπίδοσιν χρημάτων τοῖς ἁγίοις, καὶ τιμὴν τῶν διὰ τοῦτο ἐρχομένων.
- 9.2
Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας· ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν.
- 9.3
Τεχνικῶς πάνυ, οὐ γὰρ ἦλθεν ἀπὸ ἐπιπλήξεως εἰς παραίνεσιν, ἢ γὰρ ἂν δυσπαράδεκτον εἰργάσατο τὸν λόγον, ἀλλ’ ἀπὸ ἐγκωμίων· βούλεται δὲ τὸν περὶ ἐλεημοσύνης αὐτοῖς κινῆσαι λόγον, καὶ φησὶ, τὴν χάριν τοῦ Θεοῦ, χάριν λέγων τὸ χάρισμα· χάρισμα γὰρ Θεοῦ ἐστι τὸ εἶναι ἐλεήμονα, ὥσπερ τὸ ἰάσεις ἐπιτελεῖν.
- 9.4
τὴν δεδομένην—
- 9.5
Ὅρα τὸ εὐμήχανον τοῦ Ἀποστόλου· οὐκ εἶπεν εὐθὺς, δότε ἐλεημοσύνην, ἀλλὰ τὰ ἑτέροις κατορθωμένα περὶ ἐλεημοσύνης διηγεῖται· ἐκ γὰρ τοῦ ἐκείνους ἐγκωμιάζειν, μᾶλλον τούτους πρὸς τὸν ὅμοιον ζῆλον προτρέπει.
- 9.6
Ταῖς ἐκκλησίαις τῆς Μακεδονίας—
- 9.7
Ὁλόκληρον ἐπαινεῖ τὸ ἔθνος.
- 9.8
Οὕτως ἐθλίβησαν, φησὶν, ὅτι καὶ δόκιμοι ἐκ τῆς ὑπομονῆς γεγένηνται, καὶ οὔπω τοῦτο θαυμαστὸν, ἀλλ’ ὅτι ἐκ τοσαύτης θλίψεως τοσαύτη χαρὰ ἐβλάστησεν αὐτοῖς, ἡ περισσεία γὰρ τῆς χαρᾶς αὐτῶν· ἀπὸ κοινοῦ τὸ ἐπερίσσευσεν.
- 9.9
Καὶ ἡ κατὰ βάθους πτωχεία.
- 9.10
Καὶ ὥσπερ, φησὶν, ἡ θλίψις χαρὰν ἔτεκεν, οὕτω “καὶ ἡ κατὰ “βάθους πτωχεία,” τουτέστιν ἡ πολλή· καὶ γὰρ διηρπάγησαν ὑπὸ τῶν ἰδίων συμφυλετῶν, εἰς πλοῦτον ἁπλότητος, τουτέστι, δαψιλείας, ὡσεὶ ἔλεγεν, ὣ τοῦ παραδόξου, ἡ πτωχεία εἰς δαψιλῆ πλοῦτον οὐ μόνον ὑπούργησεν, ἀλλὰ καὶ ἐπερίσσευσεν. οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων, ἀλλὰ τῇ γνώμῃ τῶν παρεχόντων κρίνεται· οὕτω καὶ ἡ χήρα, ἧς τὰ δύο λεπτὰ προκέκριται.
- 9.11
Ὅτι κατὰ δύναμιν μαρτυρῶ.
- 9.12
Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι κατὰ δύναμιν, καὶ ὑπὲρ δύναμιν μενοῦν αὐθαίρετοι· δεύτερον ἐγκώμιον· οὐ γὰρ ἡμεῖς αὐτοὺς προετρεψάμεθα· μετὰ πολλῆς παρακλήσεως· τρίτον ἐγκώμιον, ὅτι οὐχ ἡμεῖς παρεκαλέσαμεν, ἀλλ’ αὐτοί· εἰτα ἐπιτείνων τὴν παράκλησιν, φησὶ, δεόμενοι ἡμῶν.
- 9.13
Τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας. Ζηλωταὶ ἦσαν ἀνθρώπων, χάριν καὶ χάρισμα τὸ πρᾶγμα κελεῖ, ἵνα ἐπιδράμωσι· κοινωνίαν δὲ καλεῖ τὴν ἐλεημοσύνην, δεικνὺς ὅτι οἱ μὲν χρήματα διδοάσιν, οἱ δὲ λαμβάνοντες τὴν παρὰ Θεοῦ βοήθειαν αὐτοῖς συνεισφέρουσι.
- 9.14
Καὶ οὐ καθὼς ἠλπίσαμεν.
- 9.15
Τοῦτο καὶ πρὸς τὰς θλίψεις καὶ τὴν ποσότητα νοητέον· οὐ γὰρ ἠλπίσαμεν, φησὶν, ὅτι ἐν θλίψει ὄντες τοσαύτη, ἣ ἔδωκαν ἣ τοσαῦτα ἔδωκαν.
- 9.16
Ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶτον.
- 9.17
Οὐκ ἐν μέρει μὲν, φησὶ, “τῷ Κυρίῳ,” ἐν μέρει δὲ τοῖς κοσμικοῖς πράγμασιν, ἀλλ’ ὅλοι δι’ ὅλων “ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ· καὶ ἡμῖν “δὲ οὐκ εἰκῆ, ἀλλὰ διὰ θελήματος Θεοῦ,” τουτέστι διὰ τὸ θέλημα τὸ ἀρεστὸν Θεῷ τοῦτο ποιοῦντες.
- 9.18
Εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον.
- 9.19
Καὶ τοσοῦτον, φησὶν, ἔδωκαν ἑαυτοὺς πρὸς τοῦτο, ὥστε ἐλθεῖν με εἰς τὸ πέμψαι Τίτον περὶ τούτου πρὸς ὑμᾶς, ἵνα μὴ ἔλαττον σχοίητε Μακεδόνων.
- 9.20
Ἵνα καθὼς προενήρξατο.
- 9.21
Οἰκειοῖ αὐτοῖς τὸν Τίτον· δείκνυσι γὰρ αὐτὸν προθέμενον καὶ ἀφ’ ἑαυτοῦ ἀπελθεῖν πρὸς Κορινθίους, ἵνα μὴ ἐλαττωθῶσι Μακεδόνων. τοῦτο δὲ ἀγάπης ἦν Τίτου· ἵνα, φησὶ, “καθὼς προενήρ- “ξατο,” τουτέστι, προέθετο δεῖν ἐλθεῖν πρὸς ὑμᾶς, “καὶ ἐπιτε- “λέσῃ,” τουτέστι πληρώσῃ τὸ ἐγχείρημα· τοῦτο δέ ἐστι τὸ παρασκευάσαι αὐτὸν εἰς ἔργον ὑμᾶς ἀγαγεῖν.
- 9.22
Καὶ τὴν χάριν ταύτην.
- 9.23
Ὡς τὰ λοιπὰ ὑμῖν, φησὶ, διήνυσται, ἅπερ ἐν τοῖς ἄνω μαρτυρεῖ· ὅρα δὲ πῶς πανταχοῦ χάρισμα καλεῖ τὴν ἐλεημοσύνην, καὶ τὴν χάριν γὰρ, φησὶ, ταύτην.
- 9.24
Ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε. Ὄρα πάλιν μετ’ ἐγκωμίων τὴν προτροπήν· περισσεύετε, φησὶ, τουτέστι, μετὰ περισσείας ἔχετε πάντα, πίστει μὲν τῇ εἰς τὸν Κύριον, λόγῳ δὲ τῇ σοφίᾳ, γνώσει δὲ τῇ τῶν δογμάτων, καὶ πάσῃ σπουδῇ τῇ περὶ τὴν ἄλλην ἀρετήν.
- 9.25
Καὶ τῆ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ.
- 9.26
Καὶ ὥσπερ, φησὶ, περισσεύετε ἐν τῷ ἀγαπᾷν με· εἰ γὰρ καὶ μὴ ἠγάπων αὐτὸν οὕτως ὡς αὐτὸς ἐκείνους, ἠγάπων δὲ ὅμως· πλὴν καὶ προτρεπομένου τὰ ῥήματα.
- 9.27
Ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
- 9.28
Πάλιν χάρισμα τὴν ἐλεημοσύνην καλεῖ. περισσεύητε δὲ, ἣ ὑπὲρ Μακεδόνας τοὺς πένητας, ἣ οἷον δαψιλεύησθε.
- 9.29
Οὐ κατ’ ἐπιταγὴν λέγω.
- 9.30
Ἐπειδή τε πολλὰ παρῄνεσε καὶ σφόδρα Μακεδόνας ἐνεκωμίασεν, ἵνα μὴ ἐπαχθής τις εἶναι δόξῃ, φησὶν, οὐκ εἰς ἐπιταγὴν λέγω, τουτέστιν, οὐχ ὡς κελεύων, οὐδ’ ὡς ἀναγκάζων.
- 9.31
Διὰ τῆς ἑτέρων σπουδῆς.
- 9.32
Τουτέστι, διὰ τοῦτο διεξῆλθον τὴν σπουδὴν Μακεδόνων τὴν περὶ τὴν ἐλεημοσύνην, ἵνα διὰ τῆς ἐκείνων σπουδῆς δοκιμωτέρους ὑμᾶς τοὺς ὑπ’ ἐμοῦ ἠγαπημένους ποιήσω· δοκιμάζων γὰρ, τουτέστι, δοκιμωτέρους ἀποφαίνων· οἷον ἐνάρετον.
- 9.33
Γιγνώσκετε γὰρ τὴν χάριν.
- 9.34
Ἐπτώχευσε γὰρ τὴν ἡμετέραν σάρκα· εἶτα κατεδικάσθη καὶ ἐσταυρώθη καὶ τὸ ὅτι δι’ ἡμᾶς τοὺς ἀναξίους.
- 9.35
Ὅτι δι’ ὑμᾶς ἐπτώχευσε.
- 9.36
Εἰ οὖν ἐκεῖνος, φησὶν, ἐπτώχευσε διὰ σὲ, σὺ δὲ χρήματα δίδως δι’ αὐτὸν.
- 9.37
Πλούσιος ὤν.
- 9.38
Καθό ἐστι, καὶ νοεῖται Θεὸς, οἷον ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, δόξαν ἔχων ἀπόρρητον, φῶς ἀνεκλάλητον, μεγαλωσύνην ἀνείκαστον.
- 9.39
Ἵνα ὑμεῖς τῆ ἐκείνου πτωχείᾳ πλουτήσητε.
- 9.40
Εἰ γὰρ μὴ ἐκεῖνος, φησὶν, ἐπτώχευσεν, οὐκ ἃν ἡμεῖς ἐπλουτίσαμεν· ἐπλουτίσαμεν δὲ ἄφεσιν ἁμαρτιῶν, ἁγιωσύνην, υἱοθεσίαν, αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν.
- 9.41
Καὶ γνώμην ἐν τούτῳ δίδωμι.
- 9.42
Ὅρα πῶς ἀνεπαχθὴς εἶναι σπουδάζει· γνώμην, φησὶ, καὶ συμβουλὴν δίδωμι, οὐκ ἀνάγκην τινὰ ἐπιτίθημι, καὶ αὐτὴν δὲ τὴν συμβουλὴν διὰ τὸ ὑμῖν μᾶλλον συμφέρειν τὸ πρᾶγμα ἤπερ τοῖς λαμβάνουσι λέγω.
- 9.43
Οἵτινες οὐ μόνον τὸ ποιῆσαι.
- 9.44
Καὶ λοιπὸν λέγει τὴν γνώμην· οἵτινες φησὶν, οὐ μόνον ἀρχὴν ἔχετε πρὸς τὸ ποιεῖν, ἀλλὰ καὶ πρὸς τὸ θέλειν, τουτέστι τὸ ἑκουσίως ποιεῖν καὶ μηδενὸς προτρεψαμένου, νῦν καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, τουτέστι, πληρώσατε αὐτὸ, ὃ ἐνήρξασθε θέλειν. βούλεται τὸ αὐθαίρετον καὶ τούτοις ὡς Μακεδόσι περιάψαι.
- 9.45
Ὅπως καθάπερ ἡ προθυμία.
- 9.46
Ἵνα μὴ, φησὶν, ἄχρι προθυμίας στῇ τὸ καλὸν ἔργον τοῦτο. ἀλλ’ ὥσπερ ἡ προθυμία ἐκ γνώμης καὶ ἐκ θελήματος ἑκουσίου γέγονεν, οὕτω καὶ τὸ τὴν προθυμίαν πληρωθῆναι γένηται ἐκ τοῦ ἔχειν, τουτέστιν ἐκ τοῦ ἔχοντος εἰσενεγκεῖν· ὡς εἴγε οὐκ ἔχει τις, τὸ ἀπὸ τῆς προθυμίας ἐπλήρωσεν.
- 9.47
Εἰ γὰρ ἡ προθυμία.
- 9.48
Προκειμένης γὰρ, φησὶ, προθυμίας, καθὸ μέρος ἔχει, εὐπρόσδεκτός ἐστι Θεῷ, κἂν μικρὸν ᾖ, κἂν μηδὲν ᾖ παντελῶς· καθὸ γὰρ ἔχει, φησὶν, οὐ καθὸ οὐκ ἔχει, ἀπαιτεῖται.
- 9.49
Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις.
- 9.50
Οὐ γὰρ ἵνα ἄλλοι μετὰ ἀνέσεως τρυφῶσι χρὴ ὑμᾶς ὑπὲρ δύναμιν δοῦναι, ὥστε καὶ ἔνδειαν καὶ θλῖψιν ὑπομεῖναι ἐκ τούτου· τοῦτο δὲ, διὰ τὸ αὐτῶν εὐτελὲς, φησίν· ὁ γὰρ Μακεδόνας ἐπαινῶν, ὅτι ὑπὲρ δύναμιν ἔδωκαν, δῆλός ἐστι καὶ τούτους τοῦτο ποιεῖν ἐθέλων· ἀμέλει παρακατιὼν, αἰνιγματωδῶς κατασκευάζει τὸ δεῖν καὶ ὑπὲρ δύναμιν διδόναι.
- 9.51
Ἀλλ’ ἐξ ἰσότητος—
- 9.52
Κομᾶτε, φησὶ, χρήμασιν ὑμεῖς, ἐκεῖνοι δὲ τὴν εἰς Θεὸν παρρησίαν, οἷς τὰ τῆς ἐλεημοσύνης μέλλει δίδοσθαι· δότε τοίνυν αὐτοῖς τὰ περισσὰ τῶν χρημάτων, καὶ λάβετε τὸ περισσὸν τῆς εἰς Θεὸν παρρησίας· εἰπὼν δὲ, “ ἐξ ἰσοτητος,” ἠρέμα προτρέπεται αὐτοὺς μὴ τὸ περίσσευμα δοῦναι, ἀλλὰ καὶ αὐτὸ τὸ ὑστέρημα· τοῦτο γὰρ, φησὶν, εἰ περίσσευμα δῷς, περίσσευμα λαμβάνεις· εἰ δαψιλὲς δῷς, δαψιλὲς λήψῃ· εἰ δὲ ὁλόκληρον ἐπισπάσασθαι βούλῃ τὴν πρὸς Θεὸν παρρησίαν, ὅσα κένωσον καὶ σὺ δὸς καὶ ἐκ τοῦ ὑστερήματος· ἐξισότητος γάρ ἐστιν ἡ λῆψις τῆς δόσεως.
- 9.53
καθὼς γέγραπται.
- 9.54
Δείξας ὅτι οὐ μόνον διδοῦσιν, ἀλλὰ καὶ ἀντιλαμβάνουσι, καὶ μείζονα ἀντιλαμβάνουσι· καὶ γὰρ εἶπεν ἰσότης πρὸς δαψίλειαν αὐτοὺς προτρέπων. Οὐκ ἔστι γὰρ ἴσον δοῦναι χρήματα καὶ τὴν πρὸς Θεὸν παρρησίαν ἀντιλαβεῖν· νῦν ἐκ τῆς μαρτυρίας τοῦτο θέλει κατασκευάσαι, ὅτι κἂν μὴ μεταδῶτε, οὐδὲν ὑμῖν ἔσται πλέον συνάγουσι. Κἂν γὰρ μὴ λάβωσιν ἐκεῖνοι παρ’ ἡμῶν, οὐ παρὰ τοῦτο ἐλαττωθήσονται· οὐ γὰρ ἂν αὐτοὺς περιίδοι ὁ Θεὸς, δι’ ὅν εἰσι πένητες· καὶ τὴν ἁρπαγὴν γὰρ τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε αὐτοῖς γράφων λέγει.
- 9.55
Χάρις δὲ τῷ Θεῷ.
- 9.56
Διαλεχθεὶς περὶ ἐλεημοσύνης ὅσα ἐχρῆν, λοιπὸν ἐπαινεῖ τοὺς ἐπ’ τοῦτο τοῦτο σταλέντας, ἵνα ἀνύποπτοι γενόμενοι μᾶλλον εἰς προθυμίαν αὐτοὺς τοῦ συνεισενεγκεῖν ἐνάγωσι. Θεοῦ δὲ λέγει ἔργον τὸ διεγερθῆναι Τίτον εἰς τοῦτο· τούτῳ τῷ τρόπῳ ἀξιόπιστον ποιῶν τὴν δόσιν. Εἰ γὰρ μὴ μέγα ἦν, οὐκ ἂν ἀπὸ Θεοῦ πρὸς τοῦτο διηγέρθη.
- 9.57
τὴν μὲν παράκλησιν—
- 9.58
Καὶ πόθεν δῆλον, φησὶν, ὅτι ὁ Θεὸς προέτρεψε τὸν Τίτον; πόθεν; ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, τουτέστι, παρεκλήθημεν παρ’ ἐμοῦ, πλὴν καὶ αὐτὸς οἴκοθεν ὥρμητο εἰς τοῦτο. Διὸ καὶ σπουδαιότερος ὑπάρχων τῆς παρ’ ἐμοῦ παρακλήσεως, αὐθαίρετος ἐξῆλθε, τουτέστιν, ἑκὼν καὶ ἐξ οἰκείας προθυμίας. Ὅρα δὲ σοφίαν, καὶ τοῦ Θεοῦ λέγει ἔργον εἶναι τὴν ἔλευσιν Τίτου, καὶ ἑαυτὸν παρακεκληκέναι, καὶ Τίτον μηδὲ δεῆσθαι παρακλήσεως· ταύτῃ τὸ πρᾶγμα μειζόνως ἐπαίρων.
- 9.59
Συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφόν.
- 9.60
Πολλοὶ τὸν Λουκᾶν φασὶ διὰ τὸ σύνταγμα τοῦ Εὐαγγελίου. πολλοὶ τὸν Βαρνάβαν· καὶ γὰρ καὶ τὸ ἄγραφον κήρυγμα εὐαγγέλιόν φασι κεκλῆσθαι, ὃ καὶ μᾶλλον· τὰ γὰρ μετὰ ταῦτα τῷ Βαρνάβᾳ ἁρμοδιώτερα.
- 9.61
Οὗ ὁ ἔπαινος.
- 9.62
Οὐ γὰρ κηρύσσει μόνον, φησὶν, ἀλλὰ καὶ ἐπαινούμενος· ὁ δὲ ἔπαινος οὐ παρ’ ἑνὸς, ἀλλὰ διὰ πασῶν τῶν ἐκκλησιῶν ἦλθε, φησί. τίνος δὲ ἕνεκεν τὸ μὲν ὄνομα Τίτου λέγει, τούτων δὲ οὐκέτι; ὅτι τὸν μὲν Τίτον ᾔδεσαν, τούτους δὲ ἠγνόουν, καὶ ὅτι τοσαῦτα λέγει περὶ αὐτῶν, ὅσα πρὸς σύστασιν ἤρκει μόνον καὶ τοῦ φυγεῖν τὴν ὑπόνοιαν τοῦ σφετερισμοῦ τῶν χρημάτων.
- 9.63
Οὐ μόνον δὲ—
- 9.64
Οὐ μόνον δὲ εὐαγγελιζόμενος εὐδοκιμεῖ, φησὶν, ἀλλὰ καὶ διὰ τόδε.
- 9.65
Συνέκδημος ἡμῶν—
- 9.66
Εἰτα καὶ ἐκ τῆς τῶν ἐκκλησιῶν χειροτονίας καὶ κλήσεως σεμνύνει τὸν Βαρνάβαν· οὐ γὰρ μόνον εὐαγγελιζόμενος εὐδοκιμεῖ, φησὶν, ἀλλὰ καὶ κεχειροτόνηται ὑπὸ τῶν ἐκκλησιῶν εἦναι ἡμῶν συνέκδημος ἐν τῷ κηρύγματι. Ὁ δὲ ἐν τούτῳ κοινωνὸς κοινωνεῖ δηλονότι καὶ τῶν πειρασμῶν καὶ κινδύνων τῷ Παύλῳ. Καὶ οὐ μόνον, φησὶ, συνέκδημος ἡμῶν κεχειροτόνηται, ἀλλὰ καὶ ἐν τῇ χάριτι ταύτῃ κεχειροτόνηται τῇ δεδιακόνηται ὑφ’ ἡμῶν, τουτέστιν ἐπὶ τὸ ὑποδέξασθαι τὰ τῆς ἐλεημοσύνης χρήματα.
- 9.67
Οἰκουμενίου. Δύναται ταῦτα καὶ εἰς τὸν Λουκᾶν νοηθῆναι.
- 9.68
Πρὸς τὴν αὐτοῦ—
- 9.69
Τοιοῦτος δὲ, ἐστὶ φησὶν ὁ καὶ ἐπὶ τῷ τὰ χρήματα ὑποδέξασθαι παρ’ ὑμῶν ὑπὸ τῶν ἐκκλησιῶν χειροτονηθεὶς, ἵνα ἐξ ὧν πράττῃ καὶ ὁ Χριστὸς δοξάζηται, καὶ ὑμεῖς προθυμότεροι μᾶλλον εἰς τὴν εἰσφορὰν γένησθε.
- 9.70
Μῆ τις ἡμᾶς μωμήσηται.
- 9.71
Διὰ τοῦτο δὲ, φησὶ, τοιούτους ἐπέμψαμεν, εὐλαβούμενοι καὶ φυλαττόμενοι, μή τις πονηρὰν ὑποψίαν σχοίη καθ’ ἡμῶν ὡς νοσφιζομένων τὰ χρήματα ἐν τῇ ἁδρότητι, φησὶ, ταύτῃ, τουτέστι, διὰ τὸ εἶναι ἁδρὰν καὶ πλουσίαν τὴν εἰσφορὰν τὴν μέλλουσαν γίνεσθαι ὑφ’ ὑμῶν· καὶ γὰρ τὸ τῶν χρημάτων πλῆθος ἱκανὸν τοῖς πονηροῖς κακὴν ὑπόνοιαν ἐκβαλεῖν περὶ ἡμῶν, εἰ μὴ οὕτως ἐπιλέκτους πρὸς τὴν ὑποδοχὴν αὐτῶν ἦμεν πεπομφότες. περιστελλόμενοι οἵα ἀσφαλιζόμενοι.
- 9.72
Προνοούμενοι—
- 9.73
Οὐκ εἶπε δὲ μὴ ὑμεῖς περὶ ἡμῶν σκανδαλισθῆτε, ἵνα μὴ πλήξῃ αὐτοὺς, ἀλλὰ “μή τις.” Ὅρα συγκατάβασιν· οὐκ εἶπε τοῦ συνειδότος μου ὄντος ὀρθοῦ, οἰμωζέτω ὁ ὑπονοῶν τι κακὸν, ἀλλὰ τί; διὰ τοῦτο, φησὶν, εἰς τὴν ἀσφάλειαν καὶ τὴν ἀκρίβειαν ταύτην ἦλθον, ἐπειδὴ προνοοῦμεν καλὰ, τουτέστι καλῶς ἀκούειν οὐ μόνον ἔμπροσθεν Θεοῦ, ἀλλὰ καὶ ἀνθρώπων· ὅσῳ γάρ τινες ἀσθενέστερον διάκεινται, φησὶν, ἀνάγκη συγκαταβαίνειν ἡμᾶς.
- 9.74
Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν.
- 9.75
Ἰδοὺ καὶ ἔτι προσέθηκε καὶ τοῦτον μετ’ ἐγκωμίου.
- 9.76
Ἐδοκιμάσαμεν—
- 9.77
Ἐπαίρει ἐκ τῆς αὐτοῦ δοκιμασίας τὸν ἄνδρα, ἐπίτασις δὲ ἐπαίνου τὸ ἐν πολλοῖς καὶ πολλάκις.
- 9.78
Νυνὶ δὲ πολὺ σπουδαιότερον.
- 9.79
Ἐπειδὴ, φησὶ, θαρρεῖ ὡς ἀποτεύξεται ἐρχόμενος πρὸς ὑμᾶς, σπουδαιότερος οὑ ἢν γεγένηται.
← Previous · Next → — showing 501–600 of 1,497
First Thousand Years of Greek. CTS URN tlg4102.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.