Catena In Epistulam II Ad Corinthios
- 7.81
Αὗται αἱ εὐφημίαι καὶ δυσφημίαι.
- 7.82
Τοῦτό ἐστι, διὰ δόξης καὶ ἀτιμίας· τοῖς μὲν γνώριμοί τε ἦσαν καὶ περισπούδαστοι, οἱ δὲ οὐδὲ εἰδέναι αὐτοὺς ἠξίουν.
- 7.83
Ὡς ἀποθνήσκοντες, καὶ ἰδοῦ ζῶμεν.
- 7.84
Κατὰ τὴν σφοδρότητα καὶ τὴν σπουδὴν τῶν πολεμούντων ἡμῖν, καὶ ἰδοὺ ζῶμεν κατὰ τὴν δύναμιν τοῦ Θεοῦ.
- 7.85
Ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι.
- 7.86
Ταῦτα δὲ, φησὶ, συνεχώρει ὁ Θεὸς, παιδεύων μὲν, οὐ μὴν ἄχρι θανάτου ἐγκαταλιμπάνων.
- 7.87
Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες.
- 7.88
Παρὰ μὲν τοῖς ἔξωθεν, ἐξ ὧν πάσχομεν, ἀθυμεῖν νομιζόμεθα, ἀεὶ δὲ καὶ ἐφ’ ἑκάστῳ ἀδιαλείπτως χαίροντες. Ὄρα τὴν ἁγίαν ψυχήν· οὐ μόνον ἔφερε τοὺς πειρασμοὺς γενναίως, ἀλλὰ καὶ ἔχαιρεν ἐπ’ αὐτοῖς, εἰδὼς διὰ τὸν Χριστὸν πάσχειν.
- 7.89
Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες.
- 7.90
Διετελέσαμεν ὡς πτωχοὶ, πολλοὺς δὲ ἐπλουτίσαμεν, ἣ πνευματικῷ πλούτῳ ἣ καὶ σαρκικῷ· εἶχον γὰρ τὰς ἁπάντων άνεῳημένας οἰκίας ποιούσας ἃ βούλονται.
- 7.91
Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.
- 7.92
Οὐδὲν γὰρ ἔχων τὰ πάντων εἶχε· τῇ γὰρ οἰκουμένῃ ἐπέταττεν· “εἰ δυνατὸν γάρ’ φησὶ, “τοὺς ὀφθαλμοὺς ἐξορύξαντες ἂν ἐδώ- “κάτε μοι.” Ἔνι δὲ καὶ περὶ πνευματικῶν ταῦτα νοῆσαι· ὁ γὰρ ἀπορρήτων ἀκούων ῥημάτων, πῶς οὐχὶ πάντων πλουσιώτερος ἦν;
- 7.93
Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς.
- 7.94
Τὰ τῶν ἰδίων ἀγώνων διελθὼν, εἰς τὸν περὶ πολιτείας ἔρχεται πόνον· πρότερον δὲ πεῖσαι θέλει, ὅτι ἀγαπῶν αὐτοὺς ἔλαττον ἀγαπᾶται, καί φησι, “τὸ στόμα ἡμῶν ἀνέῳγεν,” οἷον οὐ δυνάμεθα σιγᾷν πρὸς ὑμᾶς, ἐκεῖ ὑμῖν διαλέγεσθαι θέλομεν, ὅπερ ἀγαπώντων ἴδιον καὶ ἄνευ ὑποστολῆς λαλούντων.
- 7.95
Ἡ καρδία ἡμῶν πεπλάτυνται.
- 7.96
Καθάπερ γὰρ τὸ θερμὸν εὐρύνειν εἴωθεν, οὕτω καὶ ἡ ἀγάπη· θερμὸν γάρ τι χρῆμα ἡ ἀγάπη· ὡσεὶ εἶπεν, οὐ μόνον στόματι, ἀλλὰ καὶ καρδίᾳ φιλῶ καὶ πάντας ἔνδον ἔχω. διό φησιν, οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, τοῦ πόθου εὐρύνοντος αὐτοῦ τὴν ψυχήν· “ἡ “καρδία ἡμῶν πεπλάτυνται” εἰς τὸ πάντα διδάξαι ὑμᾶς, ὑμεῖς δὲ “στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν,” τουτέστιν, ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ, ᾗ ἀγαπᾷν με ὀφείλετε· οὕτως ὁ Κλήμης ἐν τετάρτῳ ὑποτυπώσεων.
- 7.97
Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν.
- 7.98
Ἐγὼ μὲν, φησὶν, οὐ στενοχωροῦμαι, πάντας ὑμᾶς ἔνδον ἔχων, ὑμεῖς δὲ, φησὶν, ἐν τῷ ἔχειν με ἐν τοῖς σπλάγχνοις ὑμῶν στενοχωρεῖσθε· οὐ γὰρ ὁμοίως μὲν, φησὶν, ἀγαπῶν ἧττον ἀγαπῶμαι.
- 7.99
Τὴν δὲ αὐτὴν ἀντιμισθίαν.
- 7.100
“Τὴν δὲ αὐτὴν ἀντιμισθίαν,“ τουτέστιν, ἀμοιβὴν καὶ ἰσότητα τῆς φιλίας εἰσενέγκατε ὡς τέκνα, καὶ “πληθύνθητε καὶ ὑμεῖς“ ὡς καὶ ἐγώ· καὶ γὰρ αἰσχρὸν ἐμοῦ πάντας ὑμᾶς ἔνδον δεξαμένου, ὑμᾶς πάντας ἕνα μὴ δέξασθαι.
- 7.101
Ὡς τέκνοις λέγω—
- 7.102
Εἶτα δείκνυσι καὶ ὀφειλομένην τὴν ἀγάπην· ὀφείλει γὰρ τὰ τέκνα τοῖς πατράσιν.
- 7.103
Μῆ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.
- 7.104
Εἶτα ἵνα μὴ νομίσωσι δι’ ἑαυτὸν χρήζειν τῆς ἀγάπης αὐτῶν, δείκνυσι διὰ τὸ αὐτῶν συμφέρον ἐπιζητεῖν ἀγαπᾶσθαι· φησὶ γὰρ, τοῦτο ἐστι τὸ ἀγαπᾷν με τὸ μὴ ἐκκλίνειν c πρὸς τοὺς ἀπίστους, καὶ συναναμίγνυσθαι αὐτοῖς, καὶ διαφθείρεσθαι ὑπ’ αὐτῶν. Ἀπὸ μεταφορᾶς δὲ τῶν πλαστίγγων τοῦ ζυγοῦ τὸ “ἑτεροζυγοῦντες.”
- 7.105
Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ;
- 7.106
Ἀντὶ τῶν προσώπων αὐτὰ τέθεικε τὰ πράγματα, τίς, φησὶ, κοινωνία ὑμῖν καὶ τοῖς ἀπίστοις; ὥσπερ οὐδὲ δικαιοσύνῃ καὶ ἀνομίᾳ τι κοινὸν, οὔτε φωτὶ πρὸς σκότος, οὔτε Χριστῷ πρὸς Βελίαρ, τουτέστιν, ἀποστάτῃ καὶ Σατανᾷ.
- 7.107
Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ;
- 7.108
Πᾶσι τρόποις ἀπεῖρξαι τῶν ἀπίστων αὐτοῖς θέλων, οὐκ εἶπε δικαίοις καὶ ἀνόμοις, ἀλλ’ ὃ μεῖζον ἦν· οὐκ εἶπε τοῖς τοῦ Φωτὸς καὶ σκότους ἐργάταις, ἀλλ’ ὃ πλέον ἦν· οὐκ εἶπε τοῖς διακόνοις τοῦ Χριστοῦ καὶ τοῖς τοῦ Σατανᾶ, ἀλλ’ ὃ φοβερώτερον ἦν· εἶτα ἵνα μὴ δόξῃ πραγμάτων ψιλῶν ποιεῖσθαι συγκρίσεις, ἦλθεν ἐπ’ αὐτὰ τὰ πρόσωπα, πιστῷ φησὶ, μετὰ ἀπίστου. Ἢ οὕτως· ὥσπερ, φησὶ, τοῖς ἄνω εἰρημένοις, οὐδὲν κοινὸν πρὸς ἑαυτοὺς, οὕτως οὐδὲ τῷ πιστῷ μετὰ ἀπίστου.
- 7.109
Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; “Συγκατάθεσις,” τουτέστιν, ὁμοίωσις· ἐκεῖνοι, φησὶ, ναὸς εἰδώλων εἰσὶν, ὑμεῖς ναὸς Θεοῦ· τίς οὖν ὑμῖν κἀκείνοις κοινωνία; ὅτι δὲ ναὸς ἐστὲ, φησὶ, Θεοῦ, πάρεστιν ἀκοῦσαι τοῦ προφήτου Ἱερεμίου.
- 7.110
Ὅτι ἐνοικήσω ἐν αὐτοῖς.
- 7.111
Τὸ μὲν ἐνοικήσω ὡς εν ναοῖς, τὸ ’δε ἐμπεριπατήσω ενδεικνυντος ἐστι τὴν πρὸς ἧμας σχέσιν.
- 7.112
Καὶ ἀφορίσθητε—
- 7.113
Τῶν ἀπίστων δηλαδὴ, τῶν ἀκαθάρτων· τὸ δὲ “ἀφορίσθητε” οἱονεὶ μονώθητε, ὅσον ἧκεν εἰς ἐκείνους. Ὅρα δὲ, οὐκ εἶπε, μὴ πράττετέ τι ἀκάθαρτον, ἀλλὰ μηδὲ ἅπτεσθε.
- 7.114
Κἀγὼ εἰσδέξομαι ὑμᾶς.
- 7.115
Ἂν γὰρ ἐκείνων, φησὶν, ἐξέλθητε, μονὴν ἕξετε παρ’ ἐμοί.
- 7.116
Καὶ ὑμεῖς ἔσεσθε μοι εἰς υἱούς.
- 7.117
Προαναφωνεῖ ὁ προφήτης τὴν νῦν δοθεῖσαν υἱοθεσίαν διὰ τῆς πίστεως καὶ τοῦ λουτροῦ.
- 7.118
Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας.
- 7.119
Ποίας; τὸ ναοὺς εἶναι Θεοῦ καὶ ἔχειν αὐτὸν ἐνοικοῦντα, τὸ υἱοὺς εἰναι Θεοῦ καὶ λαόν.
- 7.120
Καθαρίσωμεν αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ—
- 7.121
Τὰ μὲν γὰρ τῶν ἁμαρτημάτων μολύνει τὸ σῶμα, οἷον πορνεία, μοιχεία, τὰ δὲ, τὸ πνεῦμα, τουτέστι τὴν ψυχὴν, οἷον ἀκάθαρτοι λογισμοὶ, μνησικακίαι, λοιδορίαι.
- 7.122
Θεοδωρίτου. Πνεύματι ἐνταῦθα τῆς ψυχῆς φησὶ, μὲν ἀκαθαρσίαν λέγων, τὴν πρὸς τὰ εἴδωλα κοινωνίαν, σαρκὸς δὲ, τὴν ἐν πράξει ἁμαρτίαν.
- 7.123
Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
- 7.124
Καὶ οὐκ ἀρκεῖ, φησὶν, ἀκαθαρσιῶν καὶ μολυσμῶν ἀπέχεσθαι, ἀλλά τι καὶ πράξαι χρηστόν· διό φησιν, “ἐπιτελοῦντες ἁγιω- “σύνην,” τουτέστι, πράττοντες· ἡ δὲ ἁγιωσύνη σωφροσύνη τε νοεῖται καὶ καθαρότης παντὸς πάθους· εἶτα φησὶν “ἐν φόβῳ “Θεοῦ,” ἔνι γὰρ καὶ πρὸς ἀνθρωπαρεσκείαν καὶ ὑπόκρισιν καὶ κενοδοξίαν πράττειν τι τῶν ἐπαινετῶν, ἣ ὅτι διὰ φόβον Θεοῦ· τῷ γὰρ τοῦ Θεοῦ φόβῳ ἁλωτὴ γίνεται ἡ δικαιοσύνη.
- 8.1
Περὶ ἀποδοχῆς τῆς Κορινθίων ὑπακοῆς καὶ ἀγάπης εὐφρανούσης αὐτόν.
- 8.2
Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
- 8.3
Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον. Ἐπειδὴ γὰρ ἔπληξεν αὐτοὺς, εἰπὼν, ὅτι αὐτοῦ μὲν ἀποφοιτῶσι, κολλῶνται δὲ ἀπίστοις καὶ ἀκαθάρτοις, νῦν θεραπεύει αὐτοὺς καί φησι, “χωρήσατε “ἡμᾶς,” τουτέστι, δέξασθε ἡμᾶς καὶ τὰ ἡμῶν ῥήματα, νῦν γὰρ οἷον ἐκβεβλήμεθα τῶν διανοιῶν ὑμῶν· εἶτα καὶ τοὺς ψευδαποστόλους αἰνιττόμενός φησιν, ὅτι οὐκ ἠδικήσαμεν ἢ ἐφθείραμεν ἐν δόγμασιν ἀσεβέσιν.
- 8.4
Οὐ πρὸς κατάκρισιν λέγω.
- 8.5
Οὐκ ἐπὶ τὸ κατακρῖναι, φησὶν, ὑμᾶς, λέγω ταῦτα· πόθεν δῆλον; ἐκ τῆς ἀγάπης, “ὅτι ἐν ταῖς καρδίαις ἡμῶν,” φησὶν, “ἐστὲ εἰς “τὸ συναποθανεῖν καὶ συζῆν.”
- 8.6
Εἰς τὸ συναποθανεῖν καὶ συζῆν.
- 8.7
Ἔνι καὶ πεφιλῆσθαι καὶ ἐν καρδίᾳ εἶναί τινος, οὐ μὴν εἰς τὸ ἀποθανεῖν καὶ συζῆν, πλὴν ἐμοὶ οὕτως πεφίλησθε· καὶ ποῖον τοῦτο εἶδος φιλίας τὸ συζῇν; ναὶ, φησὶν, εἰσι γάρ τινες οἳ τοῖς φίλοις κακῶς μὲν πράττουσι συναλγοῦσι, εὐδρομοῦσι δὲ φθονοῦσιν, ἀλλ’ οὐχ ἡμεῖς.
- 8.8
Πολλή μοι παρρησία πρὸς ὑμᾶς.
- 8.9
Εἶτα καὶ ἄλλως τὸ βαρὺ τῆς ἐπιπλήξεως λεαίνει· οὐ κατακρίνων ὑμᾶς, φησὶ, ταῦτα λέξω, ἀλλ’ ὅτι “πολλή μοι παρρησία ‘πρὸς ὑμᾶς, ὅπερ καὶ τοῦτο είδος ἀγάπης. Αντι τοῦ εἰσδέξασθε ἡμᾶς εἰς τὰς ψυχὰς ὑμῶν.
- 8.10
Ταῦτα δοκεῖ μὲν τῶν πρώτων ἐναντία εἶναι, ἔνθα αὐτῶν κατεγίνωσκεν ὡς ἀτόποις κολλωμένων, ἀλλ’ οὐδὲν ἐναντίον· ὁ γὰρ διὰ τούτων ἔπαινος, τὴν ἀπὸ τῶν ἐλέγχων ὠφέλειαν ἀπαράδεκτον ποιεῖ, ὡς ἀπὸ φιλοῦντος λεγόμενος, ὡσεὶ ἔλεγε, μὴ γὰρ ὡς κατεγνωκὼς ὑμῶν ἐκεῖνα ἔλεγον, οὐμενοῦν, ἀλλ’ ἵνα ἐπιδῶτε πρὸς ἀρετήν.
- 8.11
λήρωι τῆ παρακλήσει.
- 8.12
Ποίᾳ; ὅτι ἐφ’ οἱς ἐν τῇ πρώτῃ κατέγνων ὑμῶν Ἑπιστολῇ διορθωσθέντες δι’ αὐτῶν τῶν ἔργων παρακαλέσατέ με τὸ μὴ λυπεῖσθαι· καὶ οὐ μόνον τοῦτο φησὶν, ἀλλὰ καὶ χαρᾶς με ἐνεπλήσατε· οὕτως ἡ διόρθωσις σύντομος ἐγένετο καὶ ἐναργὴς, τοῦτο ἐστὶν, ὑπερπερισσεύομαι τῇ χαρᾷ, καὶ τοσαύτη ἐστὶ, φησὶν, ἡ χαρὰ, ὅτι ἀντὶ πάσης ἤρκεσεν ἡμῖν τῆς θλίψεως.
- 8.13
Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν.
- 8.14
Εἶτα διηγεῖται τὴν θλῖψιν, καὶ ἐπαίρει αὐτὴν τῷ λόγῳ, ἵνα τὴν δι’ αὐτοὺς χάριν μείζονα δόξῃ, ὡς ἰσχύσασαν τοσαύτην θλῖψιν ἀμαυρῶσαι, ἐξ ὧν διετελέσαμεν.
- 8.15
Εξωθεν μάχαι—
- 8.16
Παρὰ τῶν ἀπίστων οὓς ἔξωθεν καλεῖν εἴωθεν.
- 8.17
Ἔσωθεν φόβοι.
- 8.18
Διὰ τοὺς πιστοὺς, μή πὼς τοῖς πειρασμοῖς μαλακισθῶσιν.
- 8.19
Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινούς.
- 8.20
Τίς ὁ παρακαλῶν τοὺς ταπεινοὺς καὶ ἀνοηθήτους; ὁ Θεὸς δηλαδή· οὗτος ἡμᾶς, φησὶ, παρεκάλεσε διὰ τῆς παρουσίας Τίτου. μέγα τι ποιεῖται τὴν παρουσίαν αὐτοῦ· βούλεται γὰρ ἀξιόπιστον αὐτοῖς καὶ φίλον καταστῆσαι τὸν ἄνδρα.
- 8.21
Οὐ μόνον δὲ ἐν τῆ παρουσίᾳ αὐτοῦ.
- 8.22
Οὐ μόνον ἡ παρουσία αὐτοῦ ἐποίησέ μοι, φησὶ, τὴν εὐφροσύνην, ἀλλὰ καὶ τὸ παρακεκλῆσθαι αὐτὸν καὶ εὐφρανθῆναι παρ’ ὑμῶν· ἐπειδὴ γὰρ διωρθώθητε, αὐτός τε ἐπὶ τῇ ὑμῶν μεταβολῆ παρεκλήθη, καὶ ἡμεῖς συμπαρεκλήθημεν. ὁρᾷς πῶς αὐτοῖς οἰκειοῖ τὸν Τίτον; οὗτος ἦν ὁ πεμφθεὶς πρὸς αὐτοὺς μετὰ τῆς πρώτης Ἐπιστολῆς.
- 8.23
Ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὕμιν.
- 8.24
Οὐ λέλεγει, παρ’ ὑμῶν, ἀλλ’ ἐφ’ ὕμιν, ἔπι τῇ ὑμῶν γὰρ, φησὶ, μεταβολῇ τὴν παράκλησιν ἔσχεν. Εἶτα καὶ αὐτὴν τὴν παράκλησιν λέγει· εὔφρανε γὰρ, φησὶν, ἡμᾶς ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, ὅτι ἐπιποθεῖτέ με, φησὶ, ἰδεῖν.
- 8.25
Τὸν ὑμῶν ὀδυρμὸν—
- 8.26
Οὐκ ἐδακρύετε, φησὶ, ἀλλ’ ὀδύρεσθε ἐπὶ τῇ ἐπιτιμήσει μου τῇ ἐν τῇ πρώτῃ Ἐπιστολῇ.
- 8.27
Τὸν ὑμῶν ζηλον—
- 8.28
Οὐκ εἶπεν, ὀργὴν, ἀλλ’ ὃ πλέον ἦν, ζῆλον φησὶν, ὃν ὠργίσθητε τῷ πεπορνευκότι καὶ τοῖς διασύρουσιν ἡμᾶς ψευδαποστόλοις.
- 8.29
Ὥστε με μᾶλλον χαρῆναι—
- 8.30
Οὐκ ἐλυπούμην d, φησὶ, διὰ τὰς εἰρημένας μου θλίψεις.
- 8.31
Ὅτι εἰ καὶ ἐλύπησα ἡμᾶς.
- 8.32
Ὅτι ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς διὰ τὴν ἔγκλησιν.
- 8.33
Εἰ καὶ τοιαῦτά ἐστι, φησὶ, τὰ γραφέντα ἐν τῇ πρώτῃ Ἐπιστολῇ, ὥστε ὑπερβαίνειν τὸ μέτρον τῆς ἐπιτιμήσεως, καὶ διὰ τοῦτο ποιοῦντα μεταμεληθῆναι, ὅμως τὸ πολὺ κέρδος τὸ ἐξ αὐτῶν γεγονὸς οὐκ ἐᾷ με λοιπὸν μεταμεληθῆναι. ταῦτα δὲ, φησὶν, οὐκ ἐπειδὴ ἀμέτρως ἐπετίμησεν, ἀλλὰ πρόφασιν ἐπαίνων τὸ πρᾶγμα ποιησάμενος.
- 8.34
Εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς.
- 8.35
Πρὸς ὥραν γὰρ ἡ λύπη, καὶ διηνεκὲς τὸ κέρδος.
- 8.36
Νῦν χαίρω—
- 8.37
Ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ μεγάλα ὠφέλησεν, ἀλλὰ τοῦτο μὲν οὐκ εἶπεν, ἐπὶ τὴν αὐτοῦ δὲ κηδεμονίαν ἦλθε καὶ τὰ ἐκείνων ἐγκώμια.
- 8.38
Οὐχ ὅτι ἐλυπήθητε.
- 8.39
Τί γάρ μοι κέρδος ἢν ὅτι ἐλυπήθητε; ὅρα δὲ, τὸ λυπῆσαι τῇ Ἐπιστολῇ ἀναθεὶς, τὴν μετάνοιαν οὐ λέγει ἐξ αὐτῆς γεγενῆσθαι, ἀλλ’ ἐκ τῆς ἐκείνων ἀρετῆς· οὐ γὰρ εἶπεν ὅτι ἐλύπησεν ὑμᾶς εἰς μετάνοιαν, ἀλλ’ “ὅτι ἐλυπήθητε εἰς μετάνοιαν.”
- 8.40
Ἐλυπήθητε γὰρ κατὰ Θεὸν—
- 8.41
Αὕτη γὰρ ἡ καλὴ λύπη, ὡς τό γε κατὰ ἄνθρωπον λυπεῖσθαι κακὸν.
- 8.42
Ἵνα μηδενὶ ζημιωθῆτε ἐξ
- 8.43
Εἰ ἐσιωπήσαμεν, φησὶ, καὶ μὴ ἐπεπλήξαμεν, ἡμεῖς ἦμεν οἱ ζημιοῦντες ὑμᾶς, οἱ μὴ παρασχόντες μετανοίας ἀφορμήν.
- 8.44
Ἡ γὰρ κατὰ Θεὸν λυτὴ μετάνοιαν εἰς σωτηρίαν κατεργάζεται.
- 8.45
e Λοιπὸν περὶ τῆς λύπης τῆς κατὰ Θεὸν φιλοσοφεῖ, διαιρῶν αὐτὴν τῆς τοῦ κόσμου λύπης, καί φησιν, ἡ γὰρ κατὰ Θεὸν λύπη ἀμεταμέλητον κατεργάζεται, ὡς ἥ γε τοῦ κόσμου θάνατον, ὅταν διὰ χρήματα, ὅταν διὰ δόξαν λυπῆται τις· ἐπειδὴ γὰρ τὸ τῆς λύπης φάρμακον εἰς τὸ τὰς ἁμαρτίας λυπεῖσθαι κατεσκεύασται μόνον, ἐν τούτῳ μόνον καὶ ὠφελεῖ, ἐν δὲ τοῖς λοιποῖς καὶ βλάπτει· παρὰ φύσιν γὰρ αὐτῇ χρώμεθα. Οὔτε γὰρ ὁ λυπηθεὶς κατὰ Θεὸν μεταμεληθείη ποτὲ ἣ κατέγνω ἑαυτοῦ. τί δήποτε λελύπηται; ὅπερ ἐπὶ τῆς τοῦ κόσμου λύπης συμβαίνειν εἴωθεν.
- 8.46
Ἰδοὺ γὰρ, αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς.
- 8.47
Καὶ λοιπὸν ἐκ τῶν ἀποβεβηκότων τὰς ἀποδείξεις, ὧν εἴρηκε, παρέχει. “Ἰδοὺ γὰρ,” φησὶ, τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς “πόσην κατειργάσατο σπουδήν;” οὐ μόνον γὰρ εἰς μεταμέλειαν τοῦ ὅλως λυπηθῆναι οὐκ ἤλθετε, ἀλλὰ καὶ σπουδαιοτέρους ἐποίησε· καὶ λέγει τῆς σπουδῆς τὰ τεκμήρια.
- 8.48
ἈΛλὰ ἀπολογίαν—
- 8.49
Τὸ “ἀλλὰ” ἐν ὅλοις τούτοις τοῖς κεφαλαίοις ἀντὶ τοῦ καὶ κεῖται, καὶ ἀπολογίαν εἰργάσατο πρός με· ἀπολογήσασθαι γὰρ τῇ μετανοίᾳ καὶ τὸ ἀποκόψαι ὑμῶν τὸν πεπορνευκότα.
- 8.50
Ἀλλὰ ἀγανάκτησιν—
- 8.51
Καὶ ἀγανάκτησιν, φησὶ, πρὸς τὸν πορνεύσαντα καὶ φόβον πρός με· φοβουμένων γὰρ ἦν ἡ τοσαύτη διόρθωσις, καὶ “ἐπιπό- “θησιν.” Ἐπειδὴ γὰρ τὸ τοῦ φόβου ἐπαχθὲς ἦν, ἐπάγει, καὶ “ἐπιπόθησιν·” ἀγαπῶντες γὰρ, φησὶ, καὶ δεδοικότες, μή με λυπήσητε, διωρθώσασθε, καὶ “ζῆλον,” φησὶν, ἣ περὶ Θεοῦ, ἡ ὑπὲρ Θεοῦ τοὺς λοιδοροῦντας ψευδαποστόλους, καὶ “ἐκδίκησιν·” καὶ e Ηæc Photio assignat Ed. Œcum. f ἀπελογήσασθε γὰρ ἐξεδικήσατε τοὺς τοῦ Θεοῦ νόμους ὑπὸ τοῦ πεπορνευκότος ὑβρισθέντας.
- 8.52
Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι.
- 8.53
Οὐ μόνον, φησὶν, οὐδὲν τετόλμηται ὑμῖν τοιοῦτον, οἷον τῷ πεπορνευκότι, ἀλλ’ οὐδὲ συνήσθητε αὐτῷ. Ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ Ἐπιστολῇ εἰρήκει, “καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ,’ ὅπερ αὐτοὺς κοινωνοὺς τοῦ πλημμελήματος ἐποίει νῦν, φησὶ, καὶ ταυτην ἀπερρίψασθε τὴν ὑπόνοιαν.
- 8.54
Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν.
- 8.55
Τίς ὁ ἀδικήσας, καὶ τίς ὁ ἀδικηθείς; οἱ πεπορνευκότες, ἀδίκησαν γὰρ ἑαυτοὺς, καὶ ἠδικήθησαν ὑφ’ ἑαυτῶν· λέγει δὲ τοῦτο, τὰς τοσαύτας, φησὶν, ἐγκλήσεις οὐχ ἕνεκεν τῶν πεπορνευκότων ὑμῖν ἔγραψα πρωτοτύπως, ἀλλ’ ἕνεκεν ὑμῶν αὐτῶν. ἀσφαλιζόμενος ὑμᾶς, μή πὼς ὁδῷ βαδίζον εἰς ὑμᾶς ἔλθῃ τὸ κακόν· “μικρὰ γὰρ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· ἀλλὰ τότε μὲν οὕτως, νῦν δὲ, φησὶν, ἕνεκεν τοῦ δεῖξαι ὑμῖν πῶς ἐν σπουδῇ καὶ ἐν φροντίδι δι’ ὑμᾶς ἔχω, ὅπερ αὐτὸ μέν ἐστι τῷ πρώτῳ, ἀγαπητικώτερον δὲ εἴρηται.
- 8.56
Οὐχ εἵνεκεν ἀδικήσαντος.
← Previous · Next → — showing 401–500 of 1,497
First Thousand Years of Greek. CTS URN tlg4102.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.