Catena In Epistulam II Ad Corinthios
- 6.59
Τουτέστιν, οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν ὁ πολεμῶν καὶ ἀναιρῶν, μὴ φοβηθῇς, θάρρει κατακοπτόμενος· οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέμπει ταχέως.
- 6.60
Διὰ πίστεως γὰρ περιπατοῦμεν.
- 6.61
Ἵνα μή τις εἴπῃ, τί οὑν ὄντες ἐν σώματι ἀλλότριοί ἐσμεν τοῦ Χριστοῦ, ἐπάγει, διὰ πίστεως γὰρ περιπατοῦμεν, καὶ οὐ διὰ εἴδους, ὡσεὶ εἶπε, διὰ τοῦτο εἶπον ἐκδημοῦμεν καὶ οἷον ὁδηγούμεθα εἰς τὴν αὐτοῦ γνῶσιν, τότε δὲ διὰ εἴδους, τοῦτ’ ἔστιν, αὐτοψεί. ὃ καὶ ἀλλαχοῦ φησι, “ βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰ- “ νίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.”
- 6.62
Εὐδοκοῦμεν μᾶλλον.
- 6.63
Επεὶ οὖν ἴσμεν τι ποιεῖ ἡ πρὸς τὸν Κύριον ἐνδημία, θαρρούντως εὐδωκοῦμεν ἀποδημῆσαι τοῦ σώματος, καὶ τοῦτο, φησὶν, ἐπιποθῦμεν.
- 6.64
Καὶ φιλοτιμούμεθα.
- 6.65
Τὸ “ φιλοτιμούμεθα” ἣ σπουδάζομεν ἣ καυχόμεθα νόει· εἰς τὸ εἶναι αὐτῷ εὐάρεστοι, φησὶν, ἵνα γὰρ μὴ νομίσωσιν ἀποχρῆν αὐτοῖς τὴν πρὸς Χριστὸν ἐνδημίαν, τὸ εὐάρεστοι αὐτῷ εἶναι ἐπάγει· τοῦτο γὰρ ἣ μακαρίαν τὴν πρὸς αὐτὸν ἐνδημίαν ποιεῖ ἣ τρισαθλίαν, ἐὰν μὴ ὦμεν εὐάρεστοι.
- 6.66
Τοὺς γὰρ πάντας.
- 6.67
Λοιπὸν ἀπὸ τῶν σκυθρωποτέρων πτοεῖ, πλὴν ὅτι ἀναμνήσας τοῦ φοβεροῦ βήματος, οὐ μόνον τὰ σκυθρωπὰ, ἀλλὰ καὶ τὰ χρηστότερα τῶν ἐκεῖ λέγει.
- 6.68
Ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος.
- 6.69
Τὰ διὰ τοῦ σώματος αὐτῷ πεπολιτευμένα, φησὶ, καὶ πεπραγμένα, κομίσεται δὲ πρὸς ὃ ἐκήρυξεν, εἴτε ἀγαθὰ εἴτε κακά· ἐπειδὴ γὰρ πρός τε τὰ καλὰ καὶ μὴ τοιαῦτα τὸ σῶμα ὑπηρέτησε τῇ ψυχῇ, καὶ τὰς ἀμοιβὰς μετ’ αὐτῆς ἀπολαμβάνει· τοῦτο τῶν λεγόντων ἄλλο σῶμα τότε ἐγείρεσθαι ἐμφράττει τὰ στόματα· οὐ γὰρ ἃν ἄλλου ἁμαρτήσαντος σώματος, ἄλλο ἐτιμωρεῖτο, οὐδὲ ἄλλου κατορθώσαντος, ἄλλο ἐστεφανοῦτο.
- 6.70
Πρὸς ἃ ἔπραξεν.
- 6.71
Οὐδὲ γὰρ γυμνὴ ἡ ψυχὴ, ἀλλὰ διὰ τοῦ σώματος· κομίζεται ταῦτα, τουτέστι, πρὸς ἃ ἔπραξε συμπάσχουσα καὶ συνδοξαζομένη τῷ συζύγῳ σώματι.
- 6.72
Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου.
- 6.73
Τὸ δικαστήριον, φησὶν, ἐκεῖνο καὶ τὴν κατ’ ἀξίαν ἀπόδοσιν. Ἀνθρώπους πείθομεν.
- 6.74
Πείθομεν δὲ διὰ τοῦτο, ἵνα μή τινα ὑμῶν σκανδαλίσωμεν· οὐ γὰρ τὸ πράξαι τι τῶν φαύλων μόνων κατακρίνει, ἀλλὰ καὶ τὸ νομίζεσθαι πράττειν κολάζει, ἐὰν δυνάμενοι τὴν τοιαύτην ὑποψίαν λῦσαι καταφρονήσωμεν.
- 6.75
Θεῷ δὲ πεφανερώμεθα.
- 6.76
τὸν γὰρ εἰδότα Θεὸν πείθειν οὐ δεῖ.
- 6.77
Ἐπλίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν.
- 6.78
Ελπίζει δέ, φησιν, ὅτι καὶ ὑμᾶς οὐ σκανδαλίσομεν, ἀλλ’ οἷόν ἐσμεν, τοιοῦτοι ἐσμεν ἐν τῇ γνώσει ὑμῶν· τοῦτο γὰρ τὸ ἐν ταῖς συνειδήσεσιν.
- 7.1
Περὶ τῆς αὐτοῦ φιλοθεότητος καὶ φιλαδελφίας τῆς κατὰ Χριστόν.
- 7.2
Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε— Εξετέ τι ἀπολογεῖσθαι, τί λέγειν, τι καυχᾶσθαι. Συνεχῶς ἀποτρίβεται τὴν τοῦ μὴ δοκεῖν καυχᾶσθαι ὑπόνοιαν, καί φησιν, εἰς τούτους τοὺς λόγους ἤλθομεν, οὐχ ἑαυτοὺς συνιστῶντες, τουτέστιν, ἐπαίροντες ἣ ἐγκωμιάζοντες, ἀλλ’ ὑμῖν παρέχοντες φησὶν, ἀφορμὴν ὑπὲρ ἡμῖν καυχᾶσθαι πρὸς τοὺς ψευδαποστόλους· ἐπειδὴ γὰρ ἐκεῖνοι διασύρουσιν ἡμᾶς, ἵνα ὑμεῖς ἔχητε ὑπὲρ ἡμῖν καυχᾶσθαι, εἰς τούτους ἤλθομεν, φησὶ, τοὺς λόγους. Περὶ τῶν ψευδαποστόλων, φησὶν, οἵτινες πάντα πρὸς ἀνθρωπαρεσκείαν καὶ φιλοτιμίαν ἐποίουν, καὶ προσωπεῖον μὲν εἰχον εὐλαβείας καὶ σεμνότητος, ἔργων δὲ ἀγαθῶν ἐτύγχανον ἔρημοι. τοῦτο γάρ ἐστι καὶ μὴ ἐν καρδίᾳ, διὰ τὸ μὴ ἔχειν ἔνδον ἀγαθὸν.
- 7.3
Εἶτε γὰρ ἐξέστημεν, Θεῷ—
- 7.4
Ἄν τε, φησὶ, μέγα φθεγγώμεθα, τοῦτο γὰρ τὸ ἐξέστημεν, μαινομένων γὰρ τὸ μεγάλα φθέγγεσθαι καὶ ὑπέρογκα, διὰ τὸν Θεὸν, φησὶ, τοῦτο ποιοῦμεν. πῶς ; ἵνα μὴ ὑμεῖς νομίσαντες ἡμᾶς εὐτελεῖς, καταφρονήσητε τοῦ ὑφ’ ἡμῶν κηρύγματος· ἄν τε μέτριόν τι εἴπωμεν, δι’ ὑμᾶς τοῦτο ποιοῦμεν, ἵνα ταπεινοφρονεῖν ὑμᾶς διδάξωμεν. Ἢ οὕτως. εἰ μέν τις ἡμᾶς μαίνεσθαι νομίζει, παρὰ Θεοῦ τὸν μισθὸν λαμβάνομεν, δι’ ὃν τοιοῦτοι νομιζόμεθα· εἰ δὲ νήφειν, αὐτὸς τῆς ἐκ τοῦ νήφειν ὠφελείας ἀπολαβέτω. Ἢ οὕτως. Εἰ μαινόμεθα, φησὶ, διὰ τὸν Θεὸν μαινόμεθα, διὰ γὰρ τὴν ὑμῶν σωτηρίαν, ἧς κήδεται Θεὸς, τοιαῦτα φθεγγόμεθα, ἵνα γνόντες ἡμᾶς τίνες ἐσμὲν, σωθῆτε· πιστεύσετε τοῖς παρ’ ἡμῶν κηρυσσομένοις, εἰ δὲ σωφρονοῦμεν πεισθῆτε.
- 7.5
Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς.
- 7.6
Ἡ ἀγάπη τοῦ Χριστοῦ, φησὶ, συνέχει καὶ συνωθεῖ ἡμᾶς, καὶ ῥᾳθυμεῖν οὐκ ἐᾷ πρὸς τοὺς ὑπὲρ ὑμῶν πόνους· διὸ καὶ τοιαῦτα φθεγγόμεθα, φησὶν, ἵνα ὑμεῖς σωθῆτε ἀξιοπίστους ἡμᾶς νομίσαντες· πείθειν γὰρ οἶδε μαθητὰς ὁ ἐνάρετος διδάσκαλος.
- 7.7
Συνεχεῖ ἡμᾶς.
- 7.8
“ Συνέχει ἡμᾶς,” φησὶ, καὶ συνωθεῖ ἡ ἀγάπη τοῦ Θεοῦ, ἐπειδὴ κεκρίκαμεν εἶναι τοῦτο ἀληθές· ποῖον ; ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἐπειδὴ οἱ πάντες ἦσαν ἀποθανόντες ἄνθρωποι· διὸ καὶ ὑπὲρ πάντων ἀπέθανεν.
- 7.9
Ζῶντες μηκέτι ἑαυτοῖς.
- 7.10
Εἰ οὖν οὐ δεῖ ἡμᾶς ἑαυτοῖς ζῆν, εἰκότως σπουδάζομεν καὶ ἡμεῖς· εἰκότως δ᾿ ἂν καὶ ὑμεῖς τῶν ἐπιόντων καταφρονήσητε πειρασμων. Ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι.
- 7.11
Τρεῖς εἰσιν ἀπειλῆς ἀφορμαὶ, δι’ ἃς δεῖ σπουδάζειν ἡμᾶς πάντα διὰ τὸν Κύριον ποιεῖν· μία ὅτι αὐτὸς ἡμᾶς ἐποίησε, δευτέρα, ὅτι δι’ ἡμᾶς ἀπέθανε, τρίτη ὅτι τὴν ἀπαρχὴν ἡμῶν, τουτέστι τὴν σάρκα, ἀνέστησε, καὶ εἰς οὐρανοὺς ἀνήγαγεν, ἵνα καὶ σε ἀναγάγῃ ὅπου ἡ ἀπαρχή σου τυγχάνει· ὅρα που ἀνήγαγε τὸν λόγον. τίς γὰρ ὅλως ἦν χρεία ἐνανθρωπήσεως καὶ σαρκώσεως τῷ Θεῷ Λόγῳ, εἰ μὴ τοῦτο ᾠκονομεῖτο ἡ ἡμῶν ἀνάπλασις καὶ ἀνά- στασις;
- 7.12
Ὥστε καὶ ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν.
- 7.13
Ἐπεὶ οὖν πάντες ἀπέθανον τῇ ἁμαρτίᾳ, καὶ ζῶσι διὰ τὸν Χριστὸν, οὐδένα ἴσμεν κατὰ σάρκα ζῶντα, τουτέστι, κατὰ τὴν πάλαι πολιτείαν τὴν ἐν ἁμαρτίαις· τὸ γὰρ τοιοῦτον θάνατός ἐστι καὶ οὐ ζωή· ἀλλὰ νῦν οἱ ὄντως ἔχουσι ζωὴν, καὶ οὐ τὴν παλαίαν.
- 7.14
Κατὰ σάρκα.
- 7.15
Οἶον ζῶντα.
- 7.16
Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν.
- 7.17
Καὶ τοσοῦτον, φησὶν, οὐδεὶς ἔτι κατὰ σάρκα ζῇ, ἐκείνη γὰρ οὐκ ἔστι ζωὴ, ἀλλὰ θάνατος, ὅτι καὶ ὁ Χριστὸς, ἵνα δείξῃ ὅτι τὸ κατὰ σάρκα ζῆν ἐπαύσατο· πῶς ; οὐ τὸ σῶμα ἀφεὶς, ἄπαγε· μετ’ αὐτοῦ γὰρ ἥξει ὡς ἰδίου κριτὴς ἁπάντων, ἀλλὰ τῶν φυσικῶν ἀπαλλαγεὶς παθῶν, οἷον πείνης καὶ δίψης καὶ ὕπνου καὶ κόπου· νῦν γὰρ ἀπαθὲς καὶ ἀκήρατον ἔχει σῶμα.
- 7.18
Ὥσπερ ἦν τὸ κατὰ σάρκα, ἐστὶ τὸ ἐν ἁμαρτίαις, καὶ τὸ ἔξω τούτων οὐ κατὰ σάρκα, οὕτω καὶ Χριστοῦ τὸ κατὰ σάρκα τὸ εἴκειν τοῖς φυσικοῖς πάθεσι· τὸ μὴ εἴκειν δὲ οὐ κατὰ σάρκα, ἀλλ’ ὥσπερ φησὶν ἐκεῖνος, ἀπηλλάγη· οὕτω καὶ ἡμεῖς· οὐκέτι, φησὶν, εἶεν ἐμπαθητὸν σαρκί. οὕτω καὶ ὁ Κλήμης ἐν δ΄ ὑποτυπώσεων.
- 7.19
Ὥστε εἴ τις ἐν Χριστῷ.
- 7.20
Εἴ τις ἐν Χριστῷ ζῇ, φησὶ, τουτέστιν ἐν τῇ πίστει αὐτοῦ, καινὴ κτίσις ἐστὶν, εἰς καινὴν γὰρ ἦλθε καὶ νέαν ζωήν· καὶ γὰρ 1 ἄνωθεν ἐγεννήθημεν διὰ τοῦ Πνεύματος, τοῦ ζῆν οὐ τὴν ἐν ἁμαρτίαις ζωὴν, ἀλλὰ τὴν ἐν Πνεύματι.
- 7.21
Τὰ ἀρχαῖα παρῆλθεν.
- 7.22
Ποῖα ἀρχαῖα ; ἤτοι τὰ ἁμαρτήματα, φησὶ, καὶ τὰς ἀσεβείας, ἣ τὰ Ἰουδαϊκὰ πάντα. πῶς δὲ τὰ ἀρχαῖα παρῆλθε ; ψυχὴ καὶ σῶμα ἡμῖν καινὸν, ἐκαθάρθη γὰρ τῷ βαπτίσματι, διαθήκη καινή· ἀντὶ τῆς ἐπιγείου Ἰηρουσαλὴμ, ὁ οὐρανός· ἀντὶ ναοῦ αἰσθητοῦ, ναὸς πνευματικός· ἀντὶ πλακῶν λιθίνων, σάρκινοι πλάκες· ἀντὶ πέρι. τομῆς, βάπτισμα· ἀντὶ μάννα, σῶμα δεσποτικόν· ἀντὶ τοῦ ἐκ πέτρας ὕδατος, αἷμα δεσποτικόν· ἀντὶ τῆς ῥάβδου Μώσεως, ὁ σταυρός· ἀντὶ γῆς ἐπαγγελίας, βασιλεία οὐρανῶν· ἀντὶ μυρίων τῶν κατὰ τὸν νόμον ἱερέων, εἷς ἀρχιερεὺς, ὁ Χριστός· ἀντὶ ἀμώμου προβάτου, ὁ υἱὸς τοῦ Θεοῦ· ἀντὶ ψιλοῦ ὀνόματος υἱοθεσίας, ἀληθὴς υἱοθεσία· ἡ γὰρ καινὴ κτίσις καὶ ὡς πρὸς τὴν ἐν ἀμαρτίαις ζωὴν εἴρηται, καὶ ὡς πρὸς τὰ κατὰ νόμον ἤδη καὶ ἐπίταγμα.
- 7.23
Πάντα ἐκ τοῦ Θεοῦ.
- 7.24
Ταῦτα δὲ πάντα, φησὶν, ἐκ Θεοῦ ἡμῶν δεδώρηται τοῦ διὰ μεσίτου τοῦ Υἱοῦ αὐτοῦ ἀποκαταλλάξαντος ἡμᾶς ἐκάλεσε διὰ τῆς σφραγῖδος τοῦ Υἱοῦ αὐτοῦ.
- 7.25
Καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς.
- 7.26
Ὦ φιλανθρωπίας βάθους· οὐ γὰρ ἐπειδὴ πρέσβιν ἐπὶ καταλλαγῇ ἔπεμψε τὸν Υἱὸν αὐτὸς, καὶ ἐσφάγη, λοιπὸν ἠμέλησεν ἡμῶν, ἀλλὰ καὶ τοῦ Υἱοῦ ἀποθανόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς πάλιν ἐπίστευσε τοῖς Ἀποστόλοις.
- 7.27
Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῶ.
- 7.28
Καὶ γὰρ, φησὶ, τὸ πρῶτον, οἷον πρὸ τοῦ σταυροῦ, Θεὸς ἦν, τουτέστιν, ὁ Πατὴρ διὰ μέσου Χριστοῦ ὡς μεσίτου καταλλάσσων ἑαυτῷ τὸν κόσμον.
- 7.29
Μῆ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα.
- 7.30
Οὕτω γὰρ, καὶ οὐκ ἄλλως ἐνῆν τὴν καταλλαγὴν γενέσθαι, τὸ πρῶτον ἀφεῖναι τὰ πλημμελήματα, ὡς εἴγε δίκην ἀπῄτησε τῶν ἁμαρτιῶν, οὐκ ἄν τις, φησὶ, περιελείφθη ὡς καταλλαγείη.
- 7.31
Καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
- 7.32
Ὁ Πατὴρ οὖν ἦν καὶ πρὸ τοῦ σταυροῦ, φησὶ, διὰ τοῦ Υἱοῦ αὐτοῦ καταλλάσσων ἑαυτῷ τὸν κόσμον, ὁ καὶ νῦν θέμενος ἐν ἡμῖν τὸν λόγον καὶ τὴν διάνοιαν τῆς καταλλαγῆς. Ἐπειδὴ γὰρ, φησὶν, ὁ Υἱὸς αὐτοῦ ἐσταυρώθη, ἡμᾶς εἴασε παρακαλοῦντας πρὸς καταλλαγὴν τοὺς ἐπὶ γῆς. εἶδες μέγεθος ἀφάτου ἀγαθότητος ; οὐδὲν τοιγαροῦν φορτικὸν ὑμῖν ἤλθομεν ποιῆσαι, ἀλλὰ φίλους ποιῆσαι ὑμᾶς πρὸς τὸν Θεόν.
- 7.33
Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν.
- 7.34
Ὦ ποῦ ἐξῇρε τὸ πρᾶγμα, “ ὑπὲρ Χριστοῦ,” φησὶ, “ πρεσβεύ- “ ομεν·” τὸ γὰρ αὐτοῦ ἔργον ἡμεῖς ἐδεξάμεθα· ἀντὶ Χριστοῦ οὖν ἡμεῖς πρεσβεύομεν, ὡς τοῦ Πατρὸς παρακαλοῦντος δι’ ἡμῶν· οὔτε γὰρ διὰ τοῦ Χριστοῦ μόνον παρακαλεῖ, ἀλλὰ τούτου σταυρωθέντος δι’ ἡμῶν νῦν παρακαλεῖ.
- 7.35
Δεόμεθα ὑπὲρ Χριστοῦ.
- 7.36
Υπὲρ Χριστοῦ οὖν πρεσβεύοντες καὶ ὑπὲρ Χριστοῦ ἡμεῖς παρακαλοῦμεν, καταλλάγητε τῷ Θεῷ. ὑμεῖς γάρ ἐστε οἱ ἐχθροὶ καὶ οἱ μισοῦντες· ὑμεῖς οὖν καταλλάγητε.
- 7.37
τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν.
- 7.38
Ὅρα τὸ ἔντεχνον καὶ σοφὸν αὐτοῦ, λοιπὸν ὡς πρεσβευτὴς καὶ αἰτίαν δι’ ἧς ἂν πεισθεῖεν λέγει· ἵνα γὰρ, φησὶ, μηδὲν εἴπω τῶν πρώτων ὅτι ὑβρίσατε, ὅτι εὐεργέτην, ὅτι δίκην οὐκ ἀπῄτησεν, ὅτι πρῶτος καταλλαγῆναι εἵλετο· κἂν διὸ ἐποίησε νῦν, φησὶν, οὐ δίκαιοι καταλλαγῆναι ὑπάρχετε· ποῖον τοῦτο ; “ τὸν γὰρ μὴ “ γνόντα ἁμαρτίαν,” φησὶ, τουτέστι τὸν αὐτοδικαιοσύνην ὄντα καὶ ἁγιασμὸν, τὸν Υἱὸν αὐτοῦ, “ ἁμαρτίαν ἐποίησε,” τουτέστιν, ὡς ἁμαρτωλόν τινα καὶ κατάδικον εἴασε σταυρωθῆναι· οὐκ εἶπεν ἁμαρτωλὸν, ἀλλ’ ἁμαρτίαν, ὅπερ μεῖζόν ἐστιν· ἀπέθανε δὲ, φησὶν, ὁ Χριστὸς, οὐδ’ εἰκῆ, οὐδ’ οὐδὲν ὠφελῶν ἡμᾶς, ἀλλ’ ἴνα δικαίους ἀπεργάσηται.
- 7.39
Οἰκουμενίου. Ἄλλοι οὕτως ἡρμήνευσαν, “ ἁμαρτίαν” τὸ ὑπὲρ ἁμαρτιῶν θῦμα, ὡς καὶ ὁ προφήτης “ ἁμαρτίας λαοῦ “ μου φάγονται,” τουτέστι τὰ ὑπὲρ ἁμαρτιῶν θύματα· θῦμα οὖν ὑπὲρ ἁμαρτιῶν ἐποίησεν ὁ Θεὸς τὸν Υἱὸν, τουτέστιν, ὡς ἁμαρτωλὸς κατακριθῆναι.
- 7.40
Ἵνα ἡμεῖς γινώμεθα δικαιοσύνη Θεοῦ.
- 7.41
Οὐκ εἶπε, δίκαιοι, ἀλλ’ αὐτοδικαιοσύνη, ὅπερ μεῖζον ἦν, καὶ “ Θεοῦ δικαιοσύνη·” Θεοῦ δὲ δικαιοσύνη τὸ μὴ ἐξ ἔργων, ἀλλὰ διὰ συγχωρήσεως δικαιωθῆναι ἐν αὐτῷ δι’ αὐτοῦ.
- 7.42
Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν.
- 7.43
Ταῦτα μὲν, φησὶν, ὁ Θεὸς διὰ τοῦ Υἱοῦ αὐτοῦ πεποίηκε, καὶ ἡμεῖς δὲ συνεργοῦντες καὶ παρακαλοῦντες διατελοῦμεν· παρακαλοῦντες μὲν ὑμᾶς, συνεργοῦντες δὲ τῷ Θεῷ· τοῦτο γὰρ αὐτῷ σπουδὴ τὸ ὑμᾶς σωθῆναι, ὅτι καὶ ἀλλαχοῦ φησι, “ Θεοῦ συνεργοί “ ἐσμεν, ἐξ ὧν διατελοῦμεν,” φησί.
- 7.44
Μῆ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς.
- 7.45
Παρακαλοῦμεν δὲ ἡμεῖς οἱ Ἀπόστολοι, ἵνα τὴν εὐεργεσίαν τοῦ Θεοῦ δέξησθε καὶ μὴ ἀποκρούσησθε αὐτὴν, μηδὲ εἰς κενὸν καὶ ἀνωφελὲς τὴν χάριν γενέσθαι καὶ δειχθῆναι· τὸ γὰρ καταλλαγέντας τῷ Θεῷ διὰ τῆς πίστεως, ἐπιμένειν τῷ πρώτῳ βίῳ, οὐδὲν ἕτερόν ἐστιν, ἣ εἰς κενὸν καὶ μάτην γενέσθαι τὴν χάριν τοῦ Θεοῦ, καὶ οὐδὲν ὠφεληθῆναι τοὺς δεξαμένους αὐτήν· εἰ γὰρ αὐτὸς ἁμαρτίας συνεχώρησεν, ἡμεῖς δὲ πάλιν τούτων πληρούμεθα, τί τὸ κέρδος ;
- 7.46
Ἴδου, νῦν καιρὸς εὐπρόσδεκτος. Καὶ ποῖός ἐστιν ὁ εὐπρόσδεκτος καιρὸς καὶ ἡ ἡμέρα τῆς σωτηρίας; ἡ τῆς δωρεᾶς, ἡ τῆς χάριτος, ὁ νῦν, φησὶν, ὑπάρχων καιρὸς, ἐν ᾧ ἁμαρτημάτων μὲν ἄφεσις πρόκειται· ἡ δὲ δικαιοσύνη δωρεὰν δίδοται· ἐπεὶ οὖν ὁ καιρὸς χάριτος, εἰκότως, φησὶν, ἐπήκουσά σου ἐν τούτῳ, ὡς εἰ γε ἔλθοι ὁ τῆς κρίσεως καιρός· οὐκ ἔστιν ἁπλῶς εἰσακούσεται· ὁ οὖν ἐν καιρῷ χάριτος ἐπιτηδεύων πολιτείαν χρηστὴν,εὐχερῶς ἐπιτεύξεται τῶν βραβείων, καὶ ἀκουσθήσεται ὑπὸ τοῦ Θεοῦ, ἐπειδὴ καὶ τοὺς μυρία πλημμελήσαντας δέχεται, ἀφεὶς αὐτοῖς τὰς ἁμαρτίας αὐτῶν. τὸ νόημα οὕτως εἴρηται.
- 7.47
Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν.
- 7.48
Συνεργοῦντες δὲ, φησὶ, καὶ παρακαλοῦντες διατελοῦμεν “ μη- “ δεμίαν μηδενὶ διδόντες προσκοπὴν,” ὅρα δὲ ἐν τάξει διηγήσεως συμβουλήν· ὡσεὶ ἔλεγε, διὰ πάντων ἀπενθυνῶν μου τὸν βίον καὶ τὴν πολιτείαν, ὥστε οὐ λέγω κατηγορίας, ἀλλ’ ἵνα μηδὲ μέμψεως δῷ τινι χώραν, ἵνα μή τις, φησὶν, ἐπιλάβηται τῆς διακονίας ἡμῶν καὶ τοῦ ἔργου· αὐτῶν γὰρ σφαλλομένων εἰκότως ἡ μέμψις εἰς τὸ κήρυγμα ἔτρεχεν· ἐπεὶ Z γὰρ ἂν οἱ Ἀπόστολοι, εἰ ἦν τι χρηστὸν τὸ κήρυγμα, ἤμελλον αὐτὸν ἄνθρωποι πεπιστεῦσθαι πονήροί· τοῦτο δὲ εἰπὼν, μονονουχὶ λέγει αὐτοῖς, ὅτι δεῖ καὶ ὑμᾶς ὀρθοῦ ἐπιμελεῖσθαι βίου, ἵνα μὴ εἰς τὴν πίστιν ἡ μέμψις ἀναδράμῃ· “ ἐκ γὰρ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.”
- 7.49
Ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτούς.
- 7.50
Οὐ μόνον μέμψεων καὶ κατηγοριῶν, φησὶν, ἐσπουδάσαμεν εἶναι καθαροὶ, ἀλλὰ καὶ ἐν παντὶ συνεστήσαμεν καὶ ἀπεδείξαμεν ἑαυτοὺς ὡς Θεοῦ διακόνους· πῶς δ᾿ ἂν εἴη τοῦτο, καὶ πῶς τις ἀποδεικνύει ἑαυτὸν Θεοῦ διάκονον, ἢ δι’ ὧν πολιτεύεται καὶ βιοῦ ; ὅρα δὲ, οὐκ εἶπε, φαινόμενοι, ἀλλὰ “ συνιστῶντες,” ὁ ἐστιν, ἀποδεικνύντες· τοῦτο δὲ τὴν δι’ ἔργων καὶ ἀληθείας ἀπόδειξιν ἔχει.
- 7.51
Ἐν ὑπομονῇ πολλῇ.
- 7.52
Πάντα γενναίως φέροντες τὰ ῥηθησόμενα, διό φησιν, “ ἐν “ ὑπομονῇ πολλῇ,” καὶ λοιπὸν καταλέγει, ἐν τίσιν ὄντες καὶ γενναίως διαγενόμενοι συνεστήσαμεν ἑαυτοὺς Θεοῦ διακόνους.
- 7.53
Ἐν ἀνάγκαις.
- 7.54
Ἐπίτασιν θλίψεως δηλοῦσιν αἱ ἀνάγκαι, ὅταν ἄφυκτα ᾖ τὰ κακά.
- 7.55
Ἐν στενοχωρίαις.
- 7.56
Δυσδιεξόδευτος ἦν, φησὶν, ἡ ἀπαλλαγή.
- 7.57
Ἐν φυλακαῖς.
- 7.58
Τούτων καὶ ἕν τι ἀφόρητόν ἐστιν. Ὅταν δὲ καὶ πάντα καὶ ὁμοῦ, θέα τὸν ἀγῶνα.
- 7.59
Ἐν ἀκαταστασίαις.
- 7.60
Ὅταν ἐλαυνόμενος οὐδ’ ὅπου στῇ εἶχεν.
- 7.61
Ἐν κόποις.
- 7.62
Τὰ μὲν εἰρημένα παρὰ τῶν πολεμίων τῆς πίστεως ἐπήγετο a αὐτῷ, λοιπὸν καὶ τὰ παρ’ αὐτοῦ εἰσενεχθέντα λέγει, ὡς μὴ ἀρκούντων ἐκείνων· κόπους δέ φησι καὶ τὰς ἐκ τῶν χειρῶν ἐργασίας, καὶ τὰς διὰ τὸ κήρυγμα συντριβάς.
- 7.63
Ἐν ἁγνότητι.
- 7.64
Ἁγνότητι φησὶ τήν τε σωφροσύνην καὶ τὸ ἀδάπανον Εὐαγγέλιον ἐν ἅπασι καθαρὸν, ἐν γνώσει, ἐν σοφίᾳ Θεοῦ τῇ ὄντως γνώσει, οὐ καθάπερ οἱ ψευδαπόστολοι τῇ ἀνθρωπίνῃ σοφίᾳ κομ- πάζοντες.
- 7.65
Θεοδωρίτου. Ἴνα εἴπῃ καὶ περὶ τοὺς γνωρίμους καὶ περὶ τοὺς ἀγνώστους σπουδάζοντες εἶναι μακρόθυμοι καὶ χρηστοί· τὸ γὰρ ἁγνότητι ἀγνοίᾳ λέγει οὐχ ἁγνείᾳ.
- 7.66
Θεοδωρίτου. Ἁγνότητα λέγει τὴν τῶν χρημάτων ὑπεροψίαν· οὐδὲ γὰρ τὰς ἀναγκαίους χρείας περὶ Κορινθίων ἐδέξατο, γνῶσιν δὲ, ὡς οἶμαι τὴν διδασκαλίαν.
- 7.67
Ἐν μακροθυμίαις.
- 7.68
Ἀδαμαντίνης δεῖται ψυχῆς τὸ πάντοθεν νυσσόμενον μὴ μόνον μακροθυμεῖν, ἀλλὰ καὶ χρηστεύεσθαι· “ ὑβριζόμενοι γάρ,” φησιν, “ εὐλογοῦμεν.”
- 7.69
Ἐν Πνεύματι Ἁγίῳ.
- 7.70
Εἰτα δείκνυσι πόθεν τοιοῦτος γέγονεν· ἐν Πνεύματι, φησὶν, ὄντες διετελέσαμεν· τότε δὲ τὴν τοῦ Πνεύματος τέθεικε βοήθειαν, ὅταν τὰ παρ’ ἑαυτοῦ συνεισήνεγκεν.
- 7.71
Ἐν ἀγάπη ἀνυποκρίτῳ.
- 7.72
Τοῦτο τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰργάσατο· τοῦτο τὸ Πνεῦμα μένειν ἐποίησεν.
- 7.73
’Εν λόγῳ ἀληθείας.
- 7.74
“ Ἐν λόγῳ ἀληθείας,” ὅπερ ἀλλαχοῦ φησιν, “ οὐ δολοῦντες τὸν “ λόγον τοῦ Θεοῦ·” εἶτα καὶ ἐν δυνάμει Θεοῦ, δι’ ἧς, φησὶ, πάντα πεπράχαμεν· πάντα γὰρ τῷ Θεῷ ἀνατίθησιν.
- 7.75
Διὰ τῶν ὅπλων.
- 7.76
Εἰ βούλεσθε μαθεῖν, φησὶ, πόθεν ταῦτα κατωρθώσαμεν, ἀκούσατε· διὰ τῶν ὅπλων, φησὶ, τῶν δεξιῶν καὶ ἀριστερῶν, ἅτινα εἰ καὶ δοκεῖ ἐναντία εἶναι πρὸς ἑαυτὰ, πλὴν ὅπλα δικαιοσύνης ἐστίν· δεξιὰ δὲ λέγει οἷον ἐπιδέξια δοκοῦντα, τουτέστι τὰς παρὰ ἀνθρώπων τιμάς· αἷς οὐκ ἐφυσήθημεν, φησὶν, οὐδὲ ἐπήρθημεν πρὸς δόξαν κενήν· διὰ τοῦτο γὰρ ὅπλα δικαιοσύνης γέγονεν· ἀριστερὰ δὲ τὰ τούτοις ἐναντία, οἷον τοὺς πειρασμοὺς, τοὺς διωγμοὺς, τὰς ὕβρεις οἷς οὐ κατεστήσαμεν b οὐδὲ ἡττήθημεν, ὡσεὶ ἔλεγεν, ἀεὶ οἱ αὐτοὶ ἐμείναμεν, μήτε τοῖς καλοῖς ἐπαιρόμενοι, μήτε τοῖς κακοῖς μαλακιζόμενοι.
- 7.77
Ἰωάννουτοῦ Χρυσοστόμου. Ἀριστερὰ εἶναι λυπηρὰ, καίτοι ταῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα· τίνος οὖν ἕνεκεν οὕτως αὐτὰ καλεῖ; ἢ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν, ἣ ἐπειδὴ ἐκέλευσεν ὁ Θεὸς εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν.
- 7.78
Διὰ δόξης.
- 7.79
Εἰτα λέγει τὰ ἀριστερὰ καὶ δεξιὰ, καὶ ὅρα τὰς παρὰ ἀνθρώπων αὐτῶν προσαγομένας τιμὰς εἰς οἰκεῖον τέθεικε κατόρθωμα· οἶδε γὰρ ὃν μέγα μὴ ἁλῶναι τύφῳ δι’ αὐτάς.
- 7.80
Ὡς πλάνοι, καὶ ἀληθεῖς.
← Previous · Next → — showing 301–400 of 1,497
First Thousand Years of Greek. CTS URN tlg4102.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.