Catena In Epistulam II Ad Corinthios
- 2.40
Επεὶ οὖν ἡ διόρθωσις τῶν ἀδελφῶν κοινῆς χαρᾶς πρόξενος γίνεται, πάνυ αὐτῆς ἐρῶ, καὶ μὴ γινομένης, ἀλγῶ καὶ τρύχομαι· τοιγαροῦν τὰς ἐγκλήσεις καὶ ἐπιτιμήσεις ἃς ἔγραψα, “ ἀπὸ θλί- “ ψεως καὶ συνοχῆς καρδίας ἔγραψα” οὐχ ἵνα λυπηθῆτε σπουδάζων· τοῦτο γὰρ καὶ ἄλλως ἀνόνητον· ἀλλ’ ἵνα πνευματικῶς καὶ ἐπὶ διορθώσει λυπηθῆτε. ἀλλὰ τοῦτο μὲν οὐ λέγει, θεραπεῦσαι δὲ αὐτοὺς θέλων, φησὶν, ἵνα τὴν ἀγάπην μου γνῶτε· τὸ γὰρ ἐμὲ ἀδημονεῖν καὶ κατατρύχεσθαι ἐφ’ οἷς ἁμαρτάνετε ὑμεῖς, δεῖγμα μεγίστης ἀγάπης καθέστηκε.
- 2.41
Ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
- 2.42
Πλεῖον, φησὶ, τῶν λοιπῶν μου μαθητῶν· καὶ γὰρ πολλοὶ ἦσαν ἐν Κορίνθῳ πιστοὶ καὶ δόκιμοι.
- 2.43
Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν.
- 2.44
βούλεται διὰ τούτων ἀγάπην κυρωθῆναι εἰς τὸν πεπορνεικότα, περὶ οὗ ἔγραψεν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· καὶ γὰρ πάντες αὐτὸν ἦσαν ἀποστραφέντες ταῖς τούτου κελεύσεσι· καὶ ὅρα τι ποιεῖ, κοινωνοὺς αὐτοὺς ποιεῖται τῆς λύπης ὡς κοινὴ πάντων λυπηθέντων τῶν ἔπι τῳ γενομένῳ, ἴνα καὶ τῆς διδομένης συγγνώμης γίγνωνται κοινωνοί. “ Εἰ δέ τις λελύπηκε,” φησὶ, τὸν πεπορνευκότα λέγων, οὐκ ἐμὲ λελύπηκε μόνον, ἀλλὰ καὶ ὑμᾶς ἐν μέρει· τοῦτο γὰρ οἱ τὸ ἀπὸ μέρους ἐν μέρει δὲ εἶπον, φησιν, ἴνα μὴ ἐπι- “ βαρῶ,” τουτέστιν, ἐπιπαροξύνω κατ’ αὐτοῦ πάντας ὑμᾶς. Ἢ οὕτως μεθ’ ὑπερβατοῦ· λελύπηκε πάντας ὑμᾶς ἐν μέρει, τοῦτο δὲ εἶπον, ἵνα μὴ ἐπιβαρήσω τὸν πεπορνευκότα ἐκ τοῦ λέγειν τοσοῦτον αὐτὸν λαὸν λελυπηκέναι.
- 2.45
Θεοδωρίτου.: Εἰ καὶ τὶ εἰπεῖν ἠβουλήθην, καὶ δεῖξαι πᾶν τὰ σῶμα τῆς ἐκκλησίας κοινωνῆσαν τῆς λύπης, ἀλλὰ τοὺς ἄλλους καταλιπὼν αὐτῶν ἐμνημόνευσε μόνον· τοῦτο γὰρ δηλοῖ τὸ “ ἀπὸ “ μέρους,” καὶ “ἵνα μὴ ἐπιβαρῶ·” ε7τα τὴν πατρικὴν φιλοστομ γίαν γυμνοῖ λέγων, “ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη.”
- 2.46
Διὰ τοῦτο τὸ ὄνομα αὐτοῦ οὔτε ἄνω οὔτε ὧδε τίθησιν, αὐτοῦ φειδόμενος, μή πὼς τῇ ὀνομασίᾳ αὐτοῦ πάλιν ἀναζέσῃ ὁ κατ’ αὐτοῦ τῶν Κορινθίων θυμός.
- 2.47
Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ πα- ρακάλεσαι.
- 2.48
Μῆ μόνον, φησὶ, λύσητε τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ παρακαλέσατε αὐτὸν, καὶ ἐν τῇ προτέρᾳ ἔχετε τάξει· ἐναντίον δὲ ἡ παράκλησις τῆς ἐπιτιμήσεως· ὁρ́α δὲ, ἵνα μὴ νομίσῃ ὁ πεπορνευκὼς ἱκανῶς μετανενοηκέναι καὶ τοῦ λοιποῦ ῥᾳθυμότερος γένηται, φησὶ, “ χαρίσασθαι,” εἰ καὶ μὴ ἄξιον, φησὶν, ἐστὶ λαβεῖν κατὰ ὀφειλὴν τὴν συγγνώμην.
- 2.49
Μήπως τῆ περισσοτέρᾳ λύπη καταποθῇ ὁ τοιοῦτος. Ὡς ὁ Ἰούδας ἀπὸ τῆς ἀμέτρου λύπης· ἣ “ καταποθῇ,” ὑπὸ τοῦ Σατανᾶ· δηλοῖ δὲ ἄφατον τὴν λύπην τοῦ πεπορνευκότος. Διὸ παρακαλῶ ὑμᾶς. Οὐκέτι ὡς διδάσκαλος κελεύει, ἀλλ’ ὡς συνήγορος δικαστὰς παρακαλεῖ.
- 2.50
Κυρῶσαι εἰς αὐτὸν ἀγάπην.
- 2.51
Μῆ ἁπλῶς, ἀλλὰ παγίως· μεγίστην δὲ τοῦτο δείκνυσι Κορινθίων ἀρετὴν, ὅτι οὕτω μετεβλήθησαν, ὥστε ἐφ’ ᾧ πρότερον ἐφυσιοῦντο, “ καὶ ὑμεῖς γὰρ πεφυσιωμένοι ἐστὲ,” νῦν ἔχθραν ἄσπονδον ἔχειν.
- 2.52
Ἴνα γνῷ τὴν δοκιμὴν ὑμῶν.
- 2.53
Τὴν ἐν τῇ ἀκοῇ δηλονότι εἰς τοῦτο ἔγραψα, τουτέστι, διὰ τοῦτο, φησιν, ἔγραψα ὕμιν ταύτα, ἴνα γνῷ ἄρα ὡσπερ ἠκούσατε μου καὶ ἀπεκόψατε ἑαυτοὺς ἀπ’ αὐτοῦ, οὕτως μου ἀκούσεσθε καὶ εἰς τὸ δέξασθαι αὐτόν. καί τοι οὐ μόνον διὰ τὴν ἐκείνου σωτηρίαν, ἵνα μὴ ’* τῇ περισσοτέρᾳ λύπῃ καταποθᾒ” ἔγραψεν, ἀλλὰ προτρέψα- σθαι αὐτοὺς πρὸς τὸ πεισθῆναι βούλεται.
- 2.54
Ὦι δέ τι χαρίζεσθε, καὶ ἐγώ.
- 2.55
Ὅρα, αὐτοὺς μὲν ἐν πρωτοτύπῳ τέταχεν, ἑαυτὸν δὲ ἐν παρεπομένῳ. Εἶτα ἵνα μὴ ἀκούσαντες “ ᾧτ’ δέ τι χαρίζεσθε,” νομίσωσι κύριοι εἶναι τοῦ ἀπολύειν καὶ μὴ, καὶ ἑαυτὸν προστίθησι, τῷ εἰπεῖν “ καὶ ἐγὼ” δι’ ὑμᾶς, φησὶ, κεχάρισμαι. Ἤιδειν γὰρ χαριζόμενος καὶ ὑμῖν ἐκ τούτου. εἶτα ἵνα μὴ νομισθῇ δι’ ἀνθρώπους συγκεχωρηκέναι, ἐπάγει, “ ἐν προσώπῳ Χριστοῦ,” τουτέστι κατὰ Χριστὸν τοῦτο ποιήσας, ὡς καὶ ἐπ’ ὄψεσι Χριστοῦ πράττων, ἢ ἐν προσώπῳ Χριστοῦ, τουτέστιν, εἰς δόξαν Χριστοῦ, ἵνα αὐτοῦ τὸ ὄνομα καὶ οἷον τὸ πρόσωπον ἐπὶ φιλανθρωπίᾳ δοξασθῇ. καὶ γὰρ δόξα Χριστοῦ τὸ τῶν μαθητῶν αὐτοῦ φιλάνθρωπον. Εἰ οὖν εἰς δόξαν Χριστοῦ γίνεται τὸ γινόμενον, πῶς δύνασθε μὴ συγγνῶναι καὶ δέξασθαι αὐτόν ;
- 2.56
Ινα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ.
- 2.57
Τοῦτο δὲ λέγω, “ ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ.” εἰ γὰρ εἰάθη οὗτος, καὶ ἐκ τῆς περισσοτέρας λύπης κατεπόθη, ἐμέλλομεν πλεονεκτεῖσθαι ὑπὸ τοῦ διαβόλου· τὰ μὴ αὐτοῦ γὰρ λαμβάνων, ἐμείου τὴν ποίμνην τοῦ Χριστοῦ, καὶ τοῦ σώματος ἡμῶν ἀφῄρητο· πάντες γὰρ ἀλλήλων μέλη ἐστὲ, φησίν.
- 2.58
Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
- 2.59
Ὅτι ποικίλα καὶ δολερὰ καὶ κακομήχανα· οὐ γὰρ μόνον ἐκ τοῦ εἰς πορνείαν ἐμβάλλειν ὑποσκελίζει, ἀλλὰ καὶ ἐκ τῆς ἐπὶ τῇ μεταμελείᾳ λύπης δύναται εἰς ἀπόγνωσιν σκελίσαι, ὅταν ἄμετρος ἦ· ὅταν οὖν καὶ ἐξ ὧν ἁμαρτάνομεν καὶ ἐξ ὧν μεταμελώμεθα ἁλώσιμοι αὐτῷ ἐσμεν, πῶς οὐχὶ πλεονεκτώμεθα ;
- 3.1
Περὶ τῆς δι’ αὐτοῦ ὠφελείας τοῖς ἐπιτηδείοις δι’ ἧς καὶ συνίστασθαι φησίν.
- 3.2
Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα, εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τῖτον τὸν ἀδελφόν μου.
- 3.3
Οὐχ ἁπλῶς ἀποδημήσας, ἀλλ’ εἰς τὸ Εὐαγγέλιον, τουτέστιν επι τὸ κήρυξαι.
- 3.4
Θέλει εἰπεῖν ὅτι πρὸς τοῖς πειρασμοῖς, καὶ ἡ ἀπουσία Τίτου αὐτὸν ἔθλιβε· δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ στερεῖσθαι· πλὴν οὐκ εἶπεν, οὐκ ἐκήρυξα, ἤγουν τῆς σωτηρίας τῶν προσιόντων τῇ πίστει οὐκ ἐφρόντισα, ἀλλ’ “ οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου,” τουτέστιν, ἐλυπούμην καὶ ἠδημόνουν· τὸ μέντοι κήρυγμα οὐ παρὰ τοῦτο ἐνεποδίζετο, καὶ τοσαύτη ἦν, φησὶ, λύπη ὅτι, καὶ θύρας μοι ἀνεῳγμένης, τουτέστι, καὶ μαθητῶν εὐπορῶν καὶ τοῦ λόγου τρέχοντος, ὅμως ἤλγουν ἐπὶ τῇ ἀπουσίᾳ Τίτου. Τὸ ἐν προσώπῳ Χριστοῦ, ἢ εἰς δόξαν Χριστοῦ, ἢ ὡς τοῦ Χριστοῦ τοῦτο κελεύοντος, ὃ μάλιστα αὐτοὺς ἔπειθεν.
- 3.5
Ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδονίαν.
- 3.6
Τὸ “ ἀποταξάμενος” οὐκ ἔστι τὸ ἑλόμενος μὴ κηρύξαι, ἄπαγε· οἷον γὰρ ἦν εἰ διὰ τὴν ἀπουσίαν Τίτου ἐνεποδίσθη τὸ κήρυγμα, ἀλλὰ ἀντὶ τοῦ, οὐ τοσοῦτον ἐπιμείνας πρὸς αὐτοὺς, ὅσον ἤθελον ἐκεῖνοι· τοῦτο μὲν ἴσως καὶ τοῦ Πνεύματος ἐπιτρέψαντος, πλὴν ἐποίει τι καὶ ἀπουσία Τίτου· ἴσως δὲ καὶ χρειώδης ἦν αὐτῷ τῷ κηρύγματι ὁ Τίτος.
- 3.7
τῷ δὲ Θεῷ χάρις.
- 3.8
Εἶτα ἐπειδὴ πολλὰς κατέλεξε λύπας, τὰς ἐν Ἀσίᾳ, τὰς ἐν Τρωάδι, αὐτὸ τὸ μὴ ἐλθεῖν πρὸς αὐτοὺς, ἵνα μὴ νομίσωσιν εἶναι ταῦτα ὀλοφυρόμενα τὰ ῥήματα, ἐπάγει, “ τῷ δὲ Θεῷ χάρις τῷ “ θριαμβεύοντι ἡμᾶς,” τουτέστιν, εὐχαριστοῦμεν τῶ Θεῷ, τῷ φανεροῦντι ἡμᾶς καὶ καταδήλους ποιοῦντι διὰ τοῦ πάσχειν κακῶς· φανεροῦντι δὲ μετὰ τῶν κατὰ τοῦ διαβόλου νικῶν καὶ τροπαίων· τοῦτο γὰρ ὁ θρίαμβος βούλεται, ἐν γὰρ τῷ πάσχειν κακῶς αἱ κατὰ τοῦ διαβόλου νίκαι συνίστανται. Ὅσον γάρ τις πλεῖον πάσχει, πλεῖον νικᾷ.
- 3.9
τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ,
- 3.10
Οἶον διὰ τὸν Χριστὸν, διὰ τὸ κήρυγμα.
- 3.11
Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ.
- 3.12
Ἡ ὀσμὴ τῆς γνώσεως δύο δηλοῖ· ὅτι τε τὸ κήρυγμα οὐράνιόν ἐστι μύρον, καὶ ὅτι οὐκ ἀνακεκάλυπται πᾶσι καὶ πρόδηλόν ἐστιν, ὅπερ καὶ ἀλλαχοῦ φησιν, “ ἄρτι βλέπομεν δι’ ἐσόπτρου ἐν αἰνί- “ γματι.” Ὥσπερ γὰρ ἡ ὀσμὴ δηλοῖ μὲν εἶναί που μύρον, τὴν δὲ οὐσίαν αὐτὴν οὐ δηλοῖ τοῦ πνέοντος, οὕτω καὶ ἡ διὰ τοῦ κηρύγματος γνῶσις δηλοῖ μὲν καὶ διδάσκει εἶναι Θεὸν, ὁποῖος δὲ τὴν οὐσίαν, οὐκέτι.
- 3.13
Φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ.
- 3.14
Θυμιαστήριον γὰρ, φησὶν, ἐσμὲν τοῦ μύρου τούτου καὶ οὐρανίου θυμιάματος, τὴν ὀσμὴν αὐτοῦ περιφέροντες πανταχοῦ. Ἄν τε γὰρ, σώζηταί τις, φησὶν, ἄν τε ἀπόλλυται, τὸ Εὐαγγέλιον τὴν οἰκείαν ἀρετὴν ἔχον μένει· οὐ γὰρ αὐτοῦ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης.
- 3.15
Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ. Οὐ μόνον, φησὶν, εὐωδίαν κηρύσσομεν, ἀλλὰ καὶ ἡμεῖς οἱ Ἀπόστολοι “ εὐωδία ἐσμὲν Χριστῷ τῷ Θεῷ” οἷον ἀναφερομένη, πῶς ; ἣ ἑαυτοὺς ἱερουργοῦντες, ἣ ἀπὸ τῶν ἔξωθεν καθ’ ἡμέραν ἀποθνήσκοντες, καὶ εἰσὶ ἱερεία λογιζόμενοι Χριστοῦ.
- 3.16
Ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.
- 3.17
Εὐωδία τοιγαροῦν ἐσμεν, καὶ εὐωδίαν κηρύσσομεν, κἄν τις ἐκ τούτου σώζηται διὰ τὴν πίστιν, κἄν τις ἀπόλλυται δι’ ἀπιστίαν· ὥσπερ γὰρ ὁ ἥλιος καὶ τὸ μέλι τοῖς ἀμβλυώττουσι καὶ τοῖς κακουχουμένοις οὐ κατὰ τὴν οἰκείαν ὁρᾶται φύσιν, ἀλλ’ οὐ παρὰ τοῦτο ἣ σκοτεινὸς ἐκεῖνος ἣ τὸ μέλι πικρὸν, οὕτως καὶ τὸ κήρυγμα· καὶ ἡμεῖς, κἂν ἀπόλλυνταί τινες τῇ ἀπιστίᾳ, οὐ παρὰ τοῦτο οὐκ ἔστι πνευματικὸν μύρον, ἀλλὰ καὶ κατὰ τοῦτο ἔστι θαυμάσαι, ὅτι τοὺς κακοὺς ἐλέγχει, ἐπεὶ καὶ τὸ μύρον τοὺς χοίρους πνίγειν λόγος, καὶ τὸ πῦρ τὰς ἀκάνθας ἀναλίσκει.
- 3.18
Οἷς μὲν, ὀσμὴ θανάτου εἰς θάνατον.
- 3.19
Οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αὐτῶν κακίαν, ἐπεὶ καὶ “ ὁ Χριστὸς λίθος ἦν προσκόμματος καὶ πέτρα σκανδάλου τοῖς “ ἀπολλυμένοις.”
- 3.20
Καὶ πρὸς ταῦτα τίς ἱκανός ;
- 3.21
Ἄρα πρὸς τὴν τοσαύτην χάριν δοκεῖτε ἡμᾶς ἱκανοὺς εἶναι, ὡς εἶναι εὐωδίαν Χριστοῦ ; οὐ μὲν οὖν, ἀλλὰ τὸ ὅλον τῆς χάριτός ἐστιν.
- 3.22
Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.
- 3.23
Τοὺς ψευδαποστόλους ἐνταῦθα αἰνίττεται, οἱ τὴν τοῦ Θεοῦ χάριν οἰκεῖον ἔφασκον κατόρθωμα· καί φησι, διὰ τοῦτο εἶπον, “ τίς “ ἱκανός ” καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατέθεικα, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ, τουτέστιν οἱ ψευδαπόστολοι, καπηλεύων καὶ νοθεύων τὴν δωρεὰν τοῦ Θεοῦ· ὅταν γὰρ ὁ Θεὸς δῷ δωρεὰν, λέγει δέ τις ἀπὸ οἰκείων πόνων αὐτὴν κεκτῆσθαι, νοθεύει τὴν χάριν τοῦ Θεοῦ· ἣ τοῦτο φησὶ, διὰ τοῦτο τοῖς μὲν ἀπολλυμένοις ὀσμή ἐστι θανάτου, τοῖς δὲ σωζομένοις ὀσμὴ ζωῆς, ἐπειδὴ οὐ καπηλεύομεν τὸν λόγον ὡς καί τινες συμμεταβάλλοντες αὐτὸν τοῖς καιροῖς καὶ τοῖς προσώποις αἰσχροῦ κέρδους χάριν, ἀλλὰ τὴν ἀλήθειαν κηρύσσομεν, ἵνα καὶ οἱ ἄξιοι σωθῶσι καὶ οἱ ἀνάξιοι τῆ οἰκείᾳ ἀπιστίᾳ ἀπόλωνται· καὶ γὰρ ἐξ εἰλικρινείας λαλοῦμεν ἃ εἴδομεν ἣ ἠκούσαμεν παρὰ τοῦ Χριστοῦ.
- 3.24
Ἀλλ᾿ ὡς ἐξ εἰλικρινείας.
- 3.25
Ἀλλ’ ὡς ἐκ Θεοῦ λαβόντες καὶ μαθόντες ὡς ἐνώπιον τοῦ Θεοῦ λαλοῦντες, καὶ ὡς ἐν Χριστῷ, τουτέστι διὰ Χριστοῦ ἐνηχούμενοι καὶ διδασκόμενοι λαλοῦμεν· βαβαὶ, πόσην ἀλήθειαν τῷ κηρύγματι ἐμαρτύρησεν ;
- 3.26
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν.
- 3.27
Ισως ἐρεῖ τις, φησὶν, ὅτι ταῦτα διεξερχόμεθα βουλόμενοι ὑμῖν ἑαυτοὺς συνιστᾷν καὶ παρατίθεσθαι, εἰ μὴ χρήζομεν κατ᾿ ἐρώτησιν ἀνάγνωθι) ἆρα μὴ χρήζομεν, ἢ ἀφ’ ὑμῶν πρὸς ἑτέρους, ἣ ἀφ’ ἑτέρων πρὸς ὑμᾶς συστατικῶν, τουτέστι παραθετικῶν, ἐπιστολῶν ; διὰ τοῦτο τοὺς ψευδαποστόλους αἰνίττεται.
- 3.28
Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε.
- 3.29
Ἀντὶ ἐπιστολῆς δυναμένης ἡμᾶς παραθέσθαι, ὑμᾶς ἔχομεν, καὶ τὴν ὑμῶν κατὰ Θεὸν εὐδοκίμησιν· δεῖγμα γὰρ ἀρετῆς διδασκάλου, ἡ τῶν μαθητῶν εὐδοκίμησις· οἱ οὖν πρὸς ἄλλους ὑμᾶς ἔχοντες εἰς λόγον συστάσεως, οὐκ ἃν πρὸς ὑμᾶς συστάσεως ἐδεήθημεν.
- 3.30
Εγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν.
- 3.31
Ἐν νῷ γὰρ ὑμᾶς ἔχοντες, φησὶν, ὡς καὶ ἐγγεγράφθαι ἡμῖν δοκεῖν διὰ τὸ ἀνεξάλειπτον πανταχοῦ περιφέρομεν ὑμᾶς, καὶ ἐκ τῆς ὑμῶν ἀρετῆς ἔχομεν παρ’ ἑτέροις σύστασιν· ὅπερ φησὶ καὶ ἐν τῇ πρώτῃ Ἐπιστολῇ· “ ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς “ ὑμεῖς ἐστε ἐν τῷ Κυρίῳ”.
- 3.32
Ἀναγιγνωσκομένη.
- 3.33
τῷ πανταχόσε ὑμᾶς περιφέρειν τῇ μνήμῃ· διὰ οὖν τῆς ἀναγνώσεως γιγνώσκεσθε· ἀνάγνωσιν δὲ καλεῖ τὴν αὐτοῦ περὶ αὐτῶν ὁμιλίαν καὶ μνήμην.
- 3.34
Ἐπιστολὴ Χριστοῦ.
- 3.35
Πῶς ; τῷ τὸν νόμον αὐτοῦ καὶ τὰς ἐντολὰς παρ’ ὑμῖν γραμμάτων δίκην μένειν καὶ φυλάττεσθαι.
- 3.36
Ὑφ᾿ ἡμῶν.
- 3.37
Οἱ δὲ τῆς γνώσεως καὶ τοῦ κηρύγματος τούτου διάκονοι ἡμεῖς εἰς ὑμᾶς ἐγενόμεθα, καὶ ὥσπερ Μώσης διάκονος τοῦ νόμου γέγονεν, οὕτως ἡμεῖς τοῦ κηρύγματος· καὶ ὥσπερ ἐκεῖνος τὰς πλάκας ἐλάξευσεν a, οὕτως ἡμεῖς τὰς ὑμῶν καρδίας· εἶτα ἐκ τούτου εἰς σύγκρισιν ἦλθε τοῦ πάλαι νόμου καὶ τῆς νέας, καί φησιν, ἐκεῖνος μὲν μέλανι, αὕτη δὲ πνεύματι γέγραπται· ἐκεῖνος ἐν λίθοις, αὕτη δὲ ἐν σαρκίναις πλαξὶν, οἷον ἐν καρδίαις· ὅσῳ καὶ τὸ πνεῦμα τοῦ μέλανος, καὶ λίθων ἡ καρδία διαφέρει, τοσούτῳ φησὶ, καὶ ἡ νέα τοῦ νόμου καὶ τῆς παλαιᾶς.
- 3.38
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν.
- 3.39
Εἶτα ἐπειδὴ τὸ δεῖξαι τὴν νέαν μείζονα τοῦ νόμου καὶ τῆς παλαιᾶς συνυπηκούετο κατὰ τὸ ἀκόλουθον καὶ τὸ τοῦ διακόνου τῆς παλαιᾶς Μώσεως μείζους εἶναι τοὺς Ἀποστόλους· ἐφ’ ὣν γὰρ τὰ πράγματα μείζονα, ἐπὶ τούτων καὶ οἱ διάκονοι. ὅλον τῷ Θεῷ ἀνατίθησι τὸ πρᾶγμα, καὶ φησι, “ πεποίθησιν δὲ τοιαύτην ἔχομεν· ” ὑπερβατὸν, ὅτι ἡ ἱκανότης ἦν ἐκ τοῦ Θεοῦ, καὶ τὰ λοιπὰ διὰ μέσου, θαρροῦμεν, φησὶ, καὶ πεποίθαμεν ἐς τὸν Θεὸν, διὰ Χριστοῦ τὸ θαρρεῖν ἔχοντες, ὅτι ἡμεῖς μὲν οὐχ ἱκανοί ἐσμεν τοσαύτῃ διακονίᾳ ὑπηρετήσασθαι, ἀλλ’ οὐδὲ ἐν νῷ λαβεῖν τοῦ πράγματος τὸ μέγεθος, ἢ ὅλως λογίσασθαι τι ἐν αὐτῷ, ἀλλ’ ὅτι αὐτὸς ηὐδόκησεν ἡμᾶς ἱκανοὺς γενέσθαι τῷ τηλικούτῳ πράγματι.
- 3.40
Οὐ γράμματος, ἀλλὰ Πνεύματος.
- 3.41
Ὁ γὰρ νόμος γράμμα ἔφερε, τὸ δὲ Χριστοῦ κήρυγμα Πνεύμάτος a ἐλάλαξεν Cod. ἐπιφοίτησιν· ἦν μὲν γὰρ καὶ ὁ νόμος πνευματικός· ἀλλ’ οὐ Πνεῦμα ἐχαρίζετο, ὅπερ ποιεῖ τὸ κήρυγμα, ὡσεὶ ἔλεγεν, ἡμεῖς οὐ γράμματα ἐπιστεύθημεν ὡς Μώσης, ἀλλὰ Πνεῦμα διδόναι.
- 3.42
To γὰρ γράμμα.
- 3.43
Ὁ νόμος, φησὶν, ἀποκτείνει· ἐὰν γὰρ λάβῃ πλημμελοῦντα, ἀναιρεῖ αὐτόν· “παραβάς γάρ τις,” φησὶ, “νόμον Μώσεως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει·” τὸ δὲ Πνεῦμα νενεκρωμένους ταῖς ἁμαρτίαις λαμβάνον, ἐν τῷ βαπτίσματι ζωοποιεῖ.
- 4.1
Περὶ τῆς κατὰ Πνεῦμα λειτουργίας καὶ δόξης θειοτέρας τῆς κατὰ τὸν νόμον.
- 4.2
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξη, ὥστε μὴ δύνασθαι ἐνατενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπονΜωὐ̓σέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ;
- 4.3
Διδάξας ἐν τοῖς ἄνω τὴν διαφορὰν τῆς νέας ὥσπερb τὴν παλαιὰν, τῷ ἐκείνην μένειν ἐν λίθοις καὶ ἐν μέλανι, ταύτην δὲ ἐν Πνεύματι καὶ ἐν καρδίαις, νῦν θέλει δεῖξαι, ὅτι καὶ ἐν δ̀οόξῃ μεῖζον ἡ νέα· καὶ ἐπειδὴ ἡ παλαιὰ αἰσθητὴν ἔσχε δόξαν, τὴν τοῦ προσώπου Μώσεως, ἡ δὲ νέα νοητὴν, ἀπὸ συλλογισμοῦ τὴν ὑπεροχὴν δείκνυσι· καὶ ὅρα εὐθέως διακονίαν αὐτὴν λέγει θανάτου, καὶ ἐν γράμμασι καὶ ἐν λίθοις ἐκτετυπωμένην· ὡσεὶ ἔλεγεν· οὐκ ἦν βοήθειά τις ἐκεῖ ἣ ἄφεσις, ὡς ἐπὶ τοῦ βαπτίσματος, ἀλλὰ γράμ- γράμματα μόνον καὶ τιμωρία ἀνεξάλειπτος, ἅ τε λίθος ἐγκεκολαμ- μένη.
- 4.4
τοῦ θανάτου ἐν γράμμασιν.
- 4.5
Διακονίαν θανάτου τὸν νόμον λέγει, καὶ ὁρ́α, οὐκ εἶπε ποιητικὸν θανάτου· οὐ γὰρ αὐτὸς ὤθει πρὸς ἁμαρτίαν καὶ θάνατον, ἀλλὰ διακονίαν· διηκόνει γὰρ τῷ νομοθέτῃ, καὶ τοὺς ἀξίους θανάτου ἐθανάτου.
- 4.6
Θεοδρίτοτ. τὴν διακονίαν τοῦ νόμου διακονίαν θανάτου προσἠγόρευσεν, ἐπειδὴ τοὺς παραβαίνοντας ὁ νόμος ἐκόλαζεν· εἰ τοίνυν, φησὶν, ἔνθα τιμωρία καὶ θάνατος καὶ γράμματα λίθοις ἐγκεκολαμμένα, τοσαύτην, ὁ ταῦτα κομίζων ἐν τῷ προσώπῳ δόξαν ἐδέξατο, πολλῷ μᾶλλον οἱ τῷ θείῳ διακονοῦντες Πνεύματι, πλείονος ἀπολαύσουσι δόξης.
- 4.7
Ὥστε μὴ δύνασθαι ἐνατενίσαι.
- 4.8
Ἐπαίρει τὴν τοῦ νόμου δόξαν, ἵνα πλέον αὐξήσῃ τὴν τῆς νέας· ἣ ὅτι τοῦτο κατηγορία ἐστὶν Ἰουδαίων, ὅτι οὕτω, φησὶν, ἦσαν παχεῖς, ὡς μηδὲ τὴν αἰσθητὴν δόξαν ἱκανοὺς εἶναι ὁρᾷν.
- 4.9
Διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ.
- 4.10
Ἄνω ἐπάρας τὴν τοῦ νόμου δόξαν, νῦν ἠρέμα καθαιρεῖ αὐτήν· οὐ γὰρ ὁ νόμος εἶχε τὴν δόξαν, ἀλλ’ ὁ Μώσης· καὶ ὁ Μώσης δὲ οὐ μένουσαν ἔχει δόξαν, ἀλλὰ καταργουμένην, τουτέστι, παυομένην· ἐπειδὴ γὰρ ἄνω ἐπῇρε τὰ κατὰ τὸν νόμον, νῦν αὐτὰ καθαιρεῖ, ἵνα συγκαθέλῃ τὰ Ἰουδαικά· οὕτω δὲ, φησὶν, ἦσαν παχεῖς οἱ Ἰουδαῖοι, ὡς μηδὲ τὴν αἰσθητὴν δόξαν ἱκανοὺς εἶναι ὁρᾷν.
- 4.11
Ἡ διακονία τοῦ Πνεύματος.
- 4.12
Ὥσπερ διακονίαν θανάτου τὸν νόμον ἐκάλεσεν, οὕτω κατὰ τὸ ἀκόλουθον ὤφειλε τὴν νέαν καλέσαι διακονίαν ζωῆς, ἀλλὰ τοῦτο μὲν σιωπᾷ, τὸ δὲ μεῖζον λέγει· διακονίαν γὰρ αὐτὴν Πνεύματος καλεῖ, τοῦ καὶ τὴν ζωὴν παρέχειν ἐξουσίαν ἔχοντος. διακονίαν Πνεύματος λέγων διὰ τὴν ἐπιφοίτησιν τοῦ Ἁγίου Πνεύματος, οἱονεὶ τὴν παρασκευαστικὴν τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτησεως.
- 4.13
Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως.
- 4.14
Ἀπὸ συλλογισμοῦ τὸ εὔλογον ἔχοντος τὴν σύγκρισιν ποιεῖται· εἰ γὰρ δόξα, φησὶν, ἐστὶν ἐν τῷ νόμῳ, καίτοι ὄντι διακόνῳ θανάτου καὶ κατακρίσεως, πολλῷ μᾶλλον κατ’ αὐτὸ τὸ ἀκόλουθον οὐ μόνον ἐστὶν ἐν τῇ νέᾳ δόξα, ἀλλὰ καὶ περισσεύει· καὶ γὰρ περισσεύει· τοῦ γὰρ νόμου ἁμαρτωλοὺς λαμβάνοντος καὶ τιμωρουμένους, τὸ κήρυγμα ἁμαρτωλοὺς λαμβάνον ἐν τῷ βαπτίσματι οὐ μόνον ἀνευθύνους ἀφίησι, καίτοι ἤρκει καὶ τοῦτο, ἀλλὰ καὶ δικαιοῖ καὶ ἁγιάζει, καὶ εἰς υἱοθεσίαν καλεῖ, καὶ τὰς μελλούσας ἐλπίδας ἐπαγγέλλεται, ὅθεν καὶ διακονίαν δικαιοσύνης αὐτὴν καλεῖ, ὡς δικαιοῦσαν τοὺς ἀσεβεῖς.
- 4.15
Καὶ γὰρ οὐ δεδόξασται.
- 4.16
Καὶ τί, φησιν, ἀντιπαράθεσιν ποιῶ τῆς νέας καὶ τοῦ νόμου; τοσαύτη γὰρ φησὶν, ἐστὶν τῆς νέας ἡ διαφορὰ καὶ ἡ δόξα, ὅτι καὶ ἐν συγκρίσεως μέρει· τοῦτο γάρ ἐστιν ὃ λέγει ἐν τούτῳ τῷ μέρει, τουτέστι, τῷ τῆς συγκρίσεως, οὐδὲ δόξαν ἔχειν δόξει ἡ παλαιὰ, καίτοι δεδοξασμένη οὖσα, ὡς πρὸς ἀντιπαράθεσιν τῆς νέας.
- 4.17
Θεοδωρήτου. Τοσαύτη γάρ ἐστιν, φησὶ, ἡ τοῖς διακόνοις τῆς χάριτος προσεσομένη δόξα, ὅτι οὐδὲ δόξαν εἴποι τις ἃν εἰκότως τὴν Μώσῃ προσγινομένην, ἀποβλέπων εἰς τούτους· ἐν νυκτὶ μὲν γὰρ τὸ λυχνιαῖον φῶς φανώτατον εἶναι δοκεῖ, ἐν μεσημβρίᾳ δὲ μέσῃ κρύπτεται, καὶ οὐδὲ φῶς εἶναι νομίζεται. τὸν δὲ νόμον ἐκάλεσε καταργούμενον, ὡς παυσόμενον τῇ τοῦ Χριστοῦ παρουσίᾳ, μένον δὲ τὸ τῆς χάριτος δῶρον, ὡς οὐ ληψόμενον τέλος. εἰ τοίνυν ἐκεῖνος, φησὶ, τετύχηκε δόξης, δηλονότι καὶ τοῦτο πολλαπλασίας τεύξεται.
- 4.18
Τὸ δεδοξασμένον.
- 4.19
Οἶον ὁ νόμος ὁ δόξαν ἔχων διὰ τοῦ προσώπου Μώσεως.
- 4.20
Ἐν τούτῳ τῷ μέρει.
- 4.21
Ἐν τῷ τῆς συγκρίσεως καὶ παραθέσεως.
- 4.22
Ἕν ἔχει, τουτέστιν ἡ νέα.
- 4.23
Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης.
- 4.24
Εἶτα καὶ ἐκ τοῦ μονίμου δείκνυσι τὴν διαφοράν· εἰ γὰρ ὁ καταργεῖσθαι, φησὶ, καὶ παύεσθαι μέλλων νόμος διὰ δόξης ἐδόθη, πόσῳ μᾶλλον ἡ ἀεὶ οὖσα καὶ ἐσομένη νέα ἔσται ἐν νοητῇ δόξῃ ;
- 4.25
Ἔχοντες οὖν τοιαύτην ἐλπίδα.
- 4.26
Ἐπειδὴ τὸ ἀσθενὲς τῶν ἀκροατῶν οὐκ ἔβλεπε τὴν δόξαν τῆς νέας, οὐ γὰρ ἦν αἰσθητὴ ἰλιγγία, εἰς τὸν μέλλοντα χρόνον αὐτοὺς παραπέμπει· διὸ καὶ ἐλπίδος μέμνηται· “ τοιαύτην,” φησὶν, “ ἐλπίδα.” τοιαύτην· ποίαν ; ὅτι τι μειζόνων ἡμεῖς ἠξιώθημεν.
- 4.27
Πολλῇ παρρησίᾳ χρώμεθα.
- 4.28
Επειδὴ οὖν μειζόνων ἡμεῖς οἱ τῆς νέας διάκονοι ἠξιώθημεν, μετὰ παρρησίας τὸ κήρυγμα κηρύσσομεν, οὐδὲν ἀποκρύπτοντες οὐδὲ ὑποστελλόμενοι, οὐδὲ δεδοικότες μὴ πλήξωμεν ὑμῶν τὴν συνείδησιν διὰ τὴν ἀτοπίαν τοῦ κηρύγματος, ὥσπερ ὁ Μώσης ἔπληττε τῶν Ἰουδαίων τὰς ὄψεις· ὑμεῖς γὰρ ἰδεῖν τὸ ἐνὸν τῷ κηρύγματι κάλλος δύνασθε, καὶ οὐκ ἃν πληγείητε ὁρῶντες οὐδὲ τὸν νοῦν οὐδὲ τὰς νοητὰς ὄψεις.
- 4.29
Οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα.
- 4.30
Διατὶ δὲ, ὡσεὶ, εἶπέ τις ἀνακεκαλυμμένως κηρύσσετε, καὶ οὐ δίκῃ καλύμματος ἐπεσκιασμένως λαλεῖτε· διὰ τί ; πρῶτον μὲν θαρροῦντες τῷ καθαρῷ τοῦ κηρύγματος, ἔπειτα ὅτι καὶ ὑμεῖς ἰδεῖν δύνασθε τὸ ἐνὸν τῷ κηρύγματι κάλλος· οὐ γὰρ ἴσα Ἰουδαίοις ἀμβλυώττετε· ὅσῳ γὰρ ἡ νέα μείζων, τοσούτῳ καὶ τῶν μαθητενομένων τὸ διάφορον.
- 4.31
Πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραήλ.
- 4.32
Ὥστε μὴ ἀτενίσαι, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ τὸ καταργεῖσθαι καὶ παύεσθαι ἀπὸ τῆς δόξης μέλλον· βουλόμενος δὲ δεῖξαι ὀλιγοχρόνιον τὴν δόξαν ἐκείνην, ὡς πρὸς σύγκρισιν τῆς ἀεὶ μενούσης ἐν τῇ νέᾳ δόξῃ, φησὶν, εἰς τὸ τέλος τοῦ καταργουμένου, ὡσεὶ ἔλεγεν· ὅταν οὐκ ἠδύναντο ἀτενίσαι τῇ δόξῃ Ἰσραὴλ, λοιπὸν τέλος ὲἶχε καὶ ἐπαύσατο ἡ δόξα ἐκείνη· οὕτως ὀλογοχρόνιος ἦν, ὡς ἅμα τῷ ἄρξασθαι παύσασθαι· ἀλλ’ οὐδὲ εἰς ἐκείνην, φησὶν, ἰδεῖν ἠδύναντο· οὕτως ἦσαν ἀσθενεῖς.
- 4.33
Ἀλλ’ ἐπωρώθη—
- 4.34
“ Ἀλλ᾿ ἐπωρώθη τὰ νοήματα αὐτῶν,” τουτέστιν, ἐπωρώθη γὰρ αὐτῶν ὁ νοῦς, καὶ τοσοῦτον, ὅτι οὐ μόνον τότε τὴν Μώσεως δόξαν ἰδεῖν οὐκ ἴσχυον, ἀλλὰ οὐδὲ νῦν τὰ ἐν τῷ νόμῳ ἰδεῖν ἴσχυον ὡς χρή· ἄχρι γὰρ σήμερον, φησὶ, τὸ αὐτὸ παρ’ αὐτοῖς κάλυμμα ἔχει ἡ ἀνάγνωσις τοῦ νόμου. ὥσπερ γὰρ κεκαλυμμένης τῆς ἀναγνώσεως οὐ δύνανται ἰδεῖν τὰ ἐν αὐτῇ, οὐδὲ γνῶναι ὅτι ἐν Χριστῷ καταργεῖται καὶ παύεται ὁ νόμος· ποῦ γὰρ εἴποι τις, τοῦτο ἔχει ὁ νόμος, ὅτι ἐν Χριστῷ καὶ διὰ Ἰησοῦ καταργηθήσεται ; καὶ αὐτὸς μὲν ὁ νόμος λέγει· εἰπὼν γὰρ ὅτι ἀναστήσει ὑμῖν προφήτην, 3 B ἐπήγαγεν, αὐτοῦ ἀκούσεσθε πᾶν ὁτιοῦν λέγοντι, φησὶ, κἂν ὑπεναντίων εἴπῃ τοῦ νόμου, περὶ Χριστοῦ λέγων· αὐτὸς δὲ καὶ τὰ σάββατα ἔλυσε θεραπεύων αὐτοῖς ὁ Θεὸς ἐν τῷ ναῷ μόνον θύειν, καὶ ἐν τούτῳ περικλείσας τὰς θυσίας· εἶτα καθελὼν αὐτὸν, οὐκ ἄδηλον ὅτι καταργήσει τὰς θυσίας καὶ πάσας τὰς νομικὰς ἱερουργίας· ὥστε καὶ αἰσθητῶς καὶ νοητῶς ὁ νόμος τὴν ἑαυτοῦ κατάργησιν περιέχει.
- 4.35
Μῆ ἀνακαλυπτόμενον.
- 4.36
“ Μῆ ἀνακαλυπτόμενον” εἰς τὸ γνῶναι αὐτοὺς ὅτι ἐν Χριστῷ καταργεῖται ὁ νόμος.
- 4.37
Ὅτι ἐν Χριστῷ καταργεῖται.
← Previous · Next → — showing 101–200 of 1,497
First Thousand Years of Greek. CTS URN tlg4102.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.