Ancient Texts

← Library

Catena In Epistulam II Ad Corinthios

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,497 sections

  1. preface.1

    ΤΑΥΤΗΝ ἐπιστέλλει ἀπὸ Μακεδονίας. ἡ δὲ πρόφασις τῆς Επιστολῆς αὕτη. δεξάμενοι Κορίνθιοι τὴν προτέραν ἐπιστολὴν, κατενύγησαν ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ λαβόντος τὴν μητρυίαν. καὶ ἐλυπήθησαν δὲ, ὡς παριδόντες τὸ τοιοῦτον ἁμάρτημα. εἶτα ὑφηρπάζοντο παρά τινων καὶ τὰς προφάσεις τῶν σχισμάτων ποιούντων, ὥστε παρακαθέζεσθαι τῷ γράμματι τοῦ νόμου καὶ ἀδιάφορον ἡγεῖσθαι τὴν παρὰ τοῦ Χριστοῦ χάριν, καὶ μᾶλλον προσέχειν τοῖς ἐν προσώπῳ καυχωμένοις. ἦσαν δὲ καὶ περὶ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους φροντίζοντες καλῶς. πρὸς ταῦτα οὖν ἀντιγράφει ὁ Ἀπόστολος. καὶ πρῶτον μὲν ἀποδέχεται τοὺς ἐκβαλόντας τὸν παρανομήσαντα, ἔπειτα ἀξιώσασιν αὐτοῖς καθικετεύει, καὶ μετανοήσαντα ἐκεῖνον κελεύει δεχθῆναι. ἐν αὐτῇ δὲ διδάσκει περὶ τοῦ νόμου, διαιρῶν τὸ γράμμα, καὶ δείκνυσιν ὅτι οὐ δεῖ λαμβάνειν τὰ γράμματα μόνον τοῦ νόμου, ἀλλὰ ἐν αὐτῷ τῷ γράμματι τὴν διάνοιαν ἐρευνᾶν, (οὐ γὰρ μόνον ῥῆμα ἐστὶν ὁ νόμος, ἀλλ’ ἐν τοῖς ῥητοῖς ἐστὶ καὶ ὁ νοῦς τοῦ πνεύματος.) ἔπειτα ὅτι τοῦ Χριστοῦ ἐλθόντος καινὴ κτίσις γέγονε, καὶ οὐ δεῖ κατὰ τὸ παλαιὸν ζῆν, ἀλλ’ ὡς ἐν καινῇ κτίσει, ἐν πᾶσιν ἀνανεοῦσθαι, καὶ ἀργὴν εἶναι λοιπὸν τὴν περιτομήν. ἀναδέχεται δὲ αὐτοὺς καὶ περὶ τῆς διακονίας, καὶ προτρέπεται μᾶλλον αὐτὴν πλεονάζειν. αἰτιώμενος δὲ τοὺς ἐν προσώπῳ καυχωμένους, καταλέγει πάντα ἅπερ πέπονθε διὰ τὸν Κύριον. καὶ τὰς ὀπτασίας διηγεῖται ἅς περ ἑώρακεν, εἴς τε τὸν παράδεισον καὶ εἰς τὸν τρίτον οὐρανὸν ἁρπαγείς. εἶτα παραγγείλας μὴ ἁμαρτάνειν, ἀλλὰ μετανοεῖν τοὺς ἁμαρτάνοντας, ἐν εὐχαριστείᾶ τελειοῖ τὴν Ἐπιστολήν. ὁ πᾶς τοίνυν λόγος ἐστὶν ἐν τῇ Ἐπιστολῇ, πέρι τε ἑαυτοῦ, καὶ περὶ Κορινθίων, καὶ τῶν ψευδαποστόλων. καὶ ἐκ ταύτης τῆς ὑποθέσεως πρόεισιν, εἴς τε τὰ τῆς χάριτος Θεοῦ, καὶ περὶ ἀγαθῆς πολιτείας, κατὰ τὸ εὐσυνείδητον καὶ τὸ ἐναγώνιον, καὶ τὸ ἀφιλοχρήματον, καὶ περὶ τῆς μεταδοτικῆς ἀρετῆς, καὶ περὶ τῆς τῶν ψευδαποστόλων ἀλαζονείας καὶ πονηρίας·

  2. preface.2

    Θεοδωρίτου. Τί δή ποτε δευτέραν τίθησιν Ἐπιστολὴν, ζητεῖσθαι ἄξιον. ὅτι ἐν τῇ πρώτῃ ἀπελθεῖν πρὸς αὐτοὺς ἐπαγγειλάμενος, καὶ μὴ ἀπελθὼν, τοῦ Πνεύματος εἰς ἕτερα αὐτὸν ἀπασχολοῦντος, καὶ διὰ τὸ πειρασμοῖς ἐμπεσεῖν, διὰ τῆς νῦν δευτέρας τὸ μὴ ἀπελθεῖν ἀπολογεῖται, καὶ ἵνα καὶ ἀπελθεῖν διὰ τῆς Ἐπιστολῆς δόξῃ. ἔπειτα καὶ ἦσαν βελτίους ἐκ τῆς πρώτης Ἐπιστολῆς γενόμενοι. εὔλογον οὖν ἦν δευτέραν αὐτοὺς ἀξιωθῆναι, ἵνα πλεῖον ἐπιδώσωσι πρὸς ἀρετήν.

  3. toc.1

    α΄. Εὐχαριστία περὶ Θεοῦ βοηθείας, ἐν ᾗ πεποιθέναι φησίν.

  4. toc.2

    β΄. Περὶ ἀγάπης τῆς πρὸς αὐτοὺς, καὶ φειδοῦς εἰς τὸ μὴ λυπεῖν, εἰ καὶ λυπῶν ὠφελεῖ, ὡς ἐπὶ τοῦ διὰ πορνείαν ἐπιτιμηθέντος, ᾧτ’ καὶ συγχωρεῖ.

  5. toc.3

    γ΄. Περὶ τῆς δι’ αὐτοῦ ὠφελείας τοῖς ἐπιτηδείοις, δι’ ἧς καὶ συνίστασθαι φησίν.

  6. toc.4

    δ΄. Περὶ τῆς κατὰ πνεῦμα λειτουργίας καὶ δόξης θειοτέρας τῆς κατὰ τὸν νόμον.

  7. toc.5

    ε΄. Περὶ θείας δόξης καὶ τοῦ ἀκολούθου βίου, ὅτι τοῖς ἁγίοις γινώσκεται.

  8. toc.6

    ς΄. Περὶ τῆς κατὰ σῶμα ἀσθενείας καὶ τῆς τοῦ σώματος ἀποθέσεως, καὶ ἐπαναλήψεως.

  9. toc.7

    ζ΄. Περὶ τῆς αὐτοῦ φιλοθεότητος καὶ φιλαδελφίας τῆς κατὰ Χριστόν.

  10. toc.8

    η΄. Περὶ ἀποδοχῆς τῆς Κορινθίων ὑπακοῆς, καὶ ἀγάπης εὐφραινούσης αὐτὸν.

  11. toc.9

    ἠ’. Προτροπὴ πρὸς ἐπίδοσιν χρημάτων τοῖς ἁγίοις, καὶ τιμὴν τῶν διὰ τοῦτο ἐρχομένων.

  12. toc.10

    ί Διήγησις τῶν ἰδίων πόνων καὶ προθέσεως καὶ τῆς ἐπ’ αὐτῷ χάρι. τῆ πρὸς τὸ μὴ τοῖς ἐπιπλάστως προστίθεσθαι Κορινθίοις.

  13. 1.1

    Εὐχαριστlα περὶ Θεοῦ βοηθείας, ἐν ᾗ πεποιθέναι φησίν.

  14. 1.2

    ΠΑΥΛΟΣ ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῆ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἀγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλη τῇ Ἀχαίᾳ.

  15. 1.3

    Ἐν τῇ πρώτῃ Ἐπιστολῇ πέμψας ἐκεῖ τὸν Τιμόθεον, νῦν ἀπολαβὼν βῶν αὐτὸν, ἑαυτῷ συνάπτει. Ὄρα δὲ, ποτὲ μὲν τέκνον αὐτὸν καλεῖ, “ὡς πάτρι’ γὰρ, φησὶ, “τέκνον ἐδούλευές μοι,” ποτὲ δὲ συνεργόν· “τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγὼ,” νῦν δὲ ἀδελφὸν, διὰ πάντων ἀξιόπιστον αὐτὸν ποιῶν.

  16. 1.4

    τοῖς ἁγίοις—.

  17. 1.5

    Ἁγίους αὐτοὺς καλεῖ, ἐμφαίνων ὅτι εἴ τις γεώδης, ταύτης ἐκτός ἐστι τῆς προσρήσεως. Δοκοῦσι δὲ οὗτοι κοινῇ σαλεύεσθαι, διὰ τοῦτο καὶ κοινὴν ποιεῖται τὴν ἴασιν· τοῦτο καὶ πρὸς Γαλάτας καὶ Ἑβραίους γράφων ποιεῖ.

  18. 1.6

    Χάρις ὑμῖν.

  19. 1.7

    τὴν συνήθη προσηγορίαν καὶ τούτοις ἐπεύχεται. Επαγγειλάμενος ἦν ἐν τῇ πρώτῃ Ἐπιστολῇ ἀπιέναι πρὸς αὐτοὺς, ἀλλ’ ἐκωλύθη, πειρασμῶν μεγάλων αὐτὸν καταλαβόντων· “ Εὐλογητὸς “ ὁ Θεὸς,” ἐνταῦθα στικτέον, “καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν “Χριστοῦ,” ἡμῶν γὰρ Θεὸς, τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, Πατήρ. ταύτην τὴν διαίρεσιν καὶ ὁ δεσπότης ἡμᾶς ἐδίδαξεν· ἐν γὰρ τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, “ ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς,” σαφῶς διδάσκων, ὡς αὐτοῦ μέν ἐστι Πατὴρ, τῆς δὲ κτίσεως ποιητὴς καὶ δεσπότης. Ἄρχεται οὖν εὐφυῶς καταβάλλειν ἀπολογίας σπέρματα. Εὐχαριστῶ γὰρ, φησὶ, τῷ Θεῷ, ὅτι παρεκάλεσεν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν.

  20. 1.8

    Εθος γὰρ τοῖς ἁγίοις ἐκ τῶν εἰς αὐτοὺς εὐεργεσιῶν ὀνομάζειν τὸν Θεὸν ἐπιμένειν νίκης πολέμων· “ ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου.” νῦν δὲ θεὸν οἰκτιρμῶν καὶ παρακλήσεως ὀνομάζει. Ὅρα δὲ τὸ ταπεινὸν τοῦ ἁγίου τούτου· λυτρωθεὶς τῶν διὰ τὸ κήρυγμα πειρασμῶν, οὐ λέγει ὅτι κατ’ ἀξίαν ἐλυτρώθην, ἀλλὰ κατ’ οἰκτιρμοὺς καὶ ἔλεον.

  21. 1.9

    Ἐπὶ πάσῃ τῆ θλίψει ἡμῶν.

  22. 1.10

    Οὐκ εἶπεν, ὁ μὴ ἐῶν ἡμᾶς θλιβῆναι· οἶδε γὰρ τὰς θλίψεις συμφερούσας, ἀλλ’ ὁ παρακαλῶν· εἰπὼν δὲ, “ ἐν πάσῃ τῇ θλίψει,” δηλοῖ καὶ συνεχεῖς θλίψεις καὶ συνεχεῖς παρακλήσεις.

  23. 1.11

    Εἰς τὸ δύνασθαι.

  24. 1.12

    Ὅρα ταπεινοφροσύνης ὑπερβολὴν, οὐ παρεκλήθην, φησὶ, διὰ τὸ εἶναι με ἄξιον παρακλήσεως, ἀλλ’ ἵνα ἐκ τοῦ ὑποδείγματος τῆς εἰς ἐμὲ παρακλήσεως ἄλλους ὄντας ἐν πειρασμοῖς δυνηθῶ παρακαλεῖν, ὥστε διὰ τὴν τῶν ἄλλων ὠφέλειαν οὐ δι’ ἐμὲ ἡ παράκλησις, ἣ ὅτι ἡ εἰς ἐμὲ, φησὶ, παράκλησις καὶ ἄλλους παρακαλεῖ τοὺς οἷον ἀλγοῦντας ἐπὶ ταῖς ἐμαῖς θλίψεσιν.

  25. 1.13

    Ὅτι καθὼς—

  26. 1.14

    Ἵνα μὴ δόξωσί τινες, ὡσανεὶ μὴ φροντιζομένων τῶν Ἀποστόλων παρὰ θεοῦ γίνεσθαι αὐτοῖς τὰς συνεχεῖς θλίψεις. Ὅρα πῶς ἐξαίρει τὸ πρᾶγμα, λέγων τοῦ Χριστοῦ εἰσιν αἱ θλίψεις καὶ τὰ παθήματα, ἃ ἡμεῖς ὑπομένομεν· αὗται δὴ τὰ περισσεύουσιν εἰς ἡμᾶς, ὡσεὶ ἔλεγεν, οὐχ ὅσα πέπονθεν ὁ Χριστὸς πάσχομεν, ἀλλὰ καὶ πλείω. τοῦτο καὶ ἀλλαχοῦ φησι, “ καὶ ἀναπληρῶν τὰ ὑστερή- “ μάτα τοῦ Χριστοῦ·” τοῦτο καὶ αὐτὸ καθ’ ἑαυτὸ ἄνευ τῆς ἀπὸ Θεοῦ παρακλήσεως ἀρκεῖ εἰς παραμυθίαν· τὸ δὲ εἰδέναι ὅτι τοῦ Χριστοῦ ἐστὶ τὰ πάθη ἃ αὐτοὶ πάσχουσι, μὴ ὅτι καὶ ἡ παράκλησις τοῦ Χριστοῦ περισσεύουσα ἦν εἰς αὐτοὺς, εὐθυμίας αὐτοῖς ἀφορμὰς ἐμποιεῖ, ὡσεὶ ἔλεγε, περισσαὶ μὲν αἱ θλίψεις, ἀλλὰ πολλῷ μᾶλλον ἡ παράκλησις.

  27. 1.15

    Περισσεύει ἡ παράκλησις.

  28. 1.16

    Οὐ κατ’ ἀναλογίαν φησὶ τῶν θλίψεων ἡ παράκλησις, ἀλλὰ πολλῷ μείζων· περισσεύει γὰρ ἡ παράκλησις.

  29. 1.17

    Εἴτε δὲ θλιβόμεθα.

  30. 1.18

    Εἰ θλιβόμεθα, ὑπὲρ τῆς ἡμῶν σωτηρίας καὶ παρακλήσεως θλιβόμεθα, πῶς; ὅτι ἐξῆν ἡμῖν ἀπαγορεύσασι τὸ κηρύσσειν ἐν ἀδείᾳ καὶ ἀσφαλείᾳ εἶναι, ἀλλὰ μᾶλλον αἱρούμεθα θλίβεσθαι καὶ κινδυνεύειν, ἵνα ὑμᾶς διὰ τοῦ κηρύγματος σώσωμεν καὶ παρακαλέσωμεν πρὸς τὴν πίστιν οὐκοῦν ὑπὲρ τῆς ὑμῶν σωτηρίας τὰς θλίψεις ὑπομένομεν τῆς ἐνεργουμένης ἐν ὑμῖν.

  31. 1.19

    Ἐνεργουμένης.

  32. 1.20

    Ἐνεργεῖται ἐν ὑμῖν ἡ σωτηρία, φησὶν, ἐν ὑπομονῇ οὖσι τῶν ἴσων ἡμῖν παθημάτων· ὥσπερ γὰρ ἡμεῖς κηρύσσοντες Πειραζόμεθα, οὕτω καὶ ὑμεῖς μαθητεύοντες· πολλὴν δὲ ἀρετὴν αὐτοῖς μαρτυρεῖ, ὅτι μετὰ πειρασμῶν ἐδέχοντο τὸ κήρυγμα.

  33. 1.21

    Καὶ ἡ ἐλπίς.

  34. 1.22

    Τουτέστιν, ὅσα ἃν πάσχητε θαρροῦμεν ὅτι οὐ παρατραπήσεσθε, οὔτε ὑπὲρ ὧν ὑμεῖς πάσχετε, οὔτε ὑπὲρ ὧν ὑμᾶς πάσχοντας ὁρᾶτε.

  35. 1.23

    Ἄνω εἰπὼν ὅτι ὑπὲρ τῆς ὑμῶν σωτηρίας θλιβόμεθα, ἵνα μὴ δόξῃ ἐπαχθής τις εἶναι· νῦν λέγει, ὅτι καὶ ὑπὲρ τῆς ὑμῶν σωτηρίας παρακαλούμεθα, ἵνα μὴ ἀπαγορεύσαντες ἀμελήσωμεν τῆς σωτηρίας ὑμῶν, ἣ ἵνα παραβληθῆτε ὁρῶντες ἡμᾶς ὑπὸ τοῦ Θεοῦ παρακαλουμένους· ὥσπερ γὰρ φησὶ, κοινωνοί ἐστε τῶν παθημάτων ἡμῶν, οὕτως ἔδει κατὰ τὸ ἀκόλουθον κοινωνοὺς εἶναι καὶ τῆς παρακλήσεως.

  36. 1.24

    Ὥσπερ κοινωνοί ἐστε.

  37. 1.25

    Τοῦτο γὰρ εἰδότες ἐσμὲν, ὅτι ὥσπερ ἐστὲ τῶν πειρασμῶν κοινωνοὶ, οὕτως ὑμᾶς ἐπάναγκες εἶναι δεῖ καὶ τῆς παρακλήσεως.

  38. 1.26

    Οὐ γάρ.

  39. 1.27

    Εἶτα ἐπειδὴ ἀπροσδιορίστως θλίψεως ἐμέμνητο, νῦν λέγει ποίας, ἵνα μηδὲν ἀνοεῖτε τῶν κατ’ ἐμὲ, φησὶν, ὅπερ ἀγάπης ἐστὶν, ἣ ἵνα μὴ ἀγνοοῦντες τὰ συμβάντα ἡμῖν μέμνησθε διὰ τί κατὰ τὰς ὑποσχέσεις οὐκ ἤλθομεν πρὸς ὑμᾶς· τοῦτο καὶ ἐν τῇ ἔλεγεν Ἐπιστολῇ, ὅτι θύρα μοι ἀνέῳκται, καὶ ἀντικείμενοι πολλοί.

  40. 1.28

    Μέγας ἦν, φησὶν, ὁ πειρασμὸς καὶ τὴν ἐμὴν ὑπερβαίνων δύναμιν.

  41. 1.29

    Ἔνι γὰρ καὶ μέγαν ὄντα φέρεσθαι γενναίως παρά τινος.

  42. 1.30

    Ὥστε ἐξαπορηθῆναι.

  43. 1.31

    Καὶ οὕτως ἦν, φησὶ, μέγας, ὡς καὶ αὐτοῦ τοῦ ζῆν ἐκδιωχθῆναι ἡμᾶς· τὸν δὲ τοιοῦτον ὁ Δαυὶδ πύλας ᾅδου καλεῖ, καὶ ὠδῖνας καὶ σκιὰν θανάτου.

  44. 1.32

    Ἀλλὰ αὐτοὶ—

  45. 1.33

    Tὸ ἀπόκριμα, τουτέστι, τὴν ψῆφον, τὴν κρίσιν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἄχρις ἡμῶν, φησὶ, καὶ τῆς ἡμῶν ἐννοίας ἔστη ἡ τοῦ θανάτου προσδοκία· ὁ γὰρ Θεὸς οὐκ εἴασεν αὐτὴν εἰς ἔργον προελθεῖν, διδάσκων ἡμᾶς μὴ πεποιθέναι ἐπ’ ἰδίᾳ δυνάμει ἣ βουλῇ, ἀλλ’ ἐπ’ αὐτῷ μόνῳ, ὅτι καὶ τὰ παρ’ ἡμῖν ἀνέλπιστα καὶ ἀδύνατα αὐτῷ ῥᾴδια καὶ δυνατά· τοῦτο δὲ, φησὶ, τὸν Θεὸν πεποιηκέναι οὐχ ὡς αὐτοῦ Παύλου δεομένου μαθεῖ τίς γὰρ αὐτοῦ μᾶλλον ᾔδει τῷ ἐπὶ μόνῳ Θεῷ ἐλπίζειν ; ἀλλ’ ἵνα δι’ ἡμῶν οἱ ἄλλοι τοῦτο μάθωσι· καὶ οὕτως ἑαυτῶν, φησὶν, ἀπέγνωμεν παντελῶς, ἵνα τὴν ἐλπίδα ἐπὶ μόνῳ Θεῷ σχῶμεν· ὁ δὲ ἑαυτοῦ προαπογινώσκων, πῶς ἂν οἰκείᾳ βουλῇ ἣ δυνάμει ἢ ἀπολογίᾳ σώζεσθαι ἐλπίσιν ὡς ἐξακολούθον τὸ ἅπαν ἑαυτοῦ ἐκδοῦναι Θεῷ.

  46. 1.34

    Ἀλλὰ αὐτὸν ἐν ἑαυτοῖς.

  47. 1.35

    Tὸ ἀπόκριμα, τὴν ψῆφον, τὴν προσδοκίαν, τὴν κρίσιν· τοιαύτην ἠφίει τὰ πράγματα φωνήν· τοιαύτην ἀπόκρισιν ἐδίδου τὰ συμβάντα ὅτι ἀποθανούμεθα πάντως, οὐ μὴν μέχρι τῆς πείρας ἐξέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ὑπονοίας ἔστη τῆς ὑμετέρας· ἡ μὲν γὰρ τῶν πραγμάτων φύσις τοῦτο ἀπεφήνατο· ἡ δὲ τοῦ Θεοῦ δύναμις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐλθεῖν, ἀλλὰ τῇ διανοίᾳ ἡμῶν τοῦτο συμβῆναι συνεχώρησε· διὸ καὶ ἐν ἑαυτοῖς, φησὶ, τὸ ἀπόκρίμα τοῦ θανάτου ἐσχήκαμεν. Ἅμα μὲν ἐμφαίνει τὸ τοῦ κινδύνου μέγεθος, μονονουχὶ λέγων, ὅτι νεκροὺς γενομένους ἀνέστησεν, ἅμα δὲ καὶ τοῦ τῆς ἀναστάσεως αὐτοὺς ὑπομιμνήσκει λόγου, ὃν πολὺν ἐποιήσατο ἐν τῇ πρώτῃ Ἐπιστολῇ. Οὐκ εἶπε κινδύνου, ἀλλὰ θανάτου, ὅπερ καὶ τὸ ὑπερέχον τῶν κινδύνων δηλοῖ, καὶ τὴν ἀνάστασιν πάλιν παρετίθει, ὡσεὶ ἔλεγε, τι ἀπιστοῦσί τινες τῇ ἀναστάσει ; ἤδη δι’ δῶσι δείγματα ταύτης ὁ Θεός· ἡμᾶς γὰρ τῷ ὅλῳ μέρει νεκρωθέντας ἤγειρεν.

  48. 1.36

    Ἔτι ῥύσεται.

  49. 1.37

    τοῦτο δείκνυσι τὸν αὐτοῦ βίον ἀεὶ ὄντα ἐν προσδοκίᾳ θλίψεων· τὸ γὰρ “ ῥύσεται εἰδότος ἢν ἀεὶ ἕξειν πειρασμούς. Ὄρα δὲ ταπεινοφροσύνην· Παῦλος τῆς Κορινθίων εὐχῆς τὴν συνέργειαν αἰτεῖ· τοῦτο δέ ἐστι καὶ διδάσκοντος τῆς εὐχῆς τὸ ἀναγκαῖον. Ῥύσεται δὲ ἡμᾶς ὁ Θεὸς, καὶ ὑμῶν εἰς τὴν εὐχὴν συνεργούντων, ἵνα, φησὶ, κοινὴν τὴν χάριν ἐμοὶ τε καὶ ὑμῖν παράσχῃ, ἵνα ἐν πολλῷ προσώπῳ, τουτέστι, διὰ πολλῶν προσώπων τῶν ὑμετέρων δηλονότι εὐχαριστηθῇ ὁ Θεὸς ὑπὲρ τῆς εἰς ἐμὲ χάριτος.

  50. 1.38

    Ἡ γὰρ καύχησις.

  51. 1.39

    Επειδὴ εἶπεν ἄνω διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ ἠλεῆσθαι, ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ῥᾳθυμότερον ποιήσῃ, λέγει, δεῖ καὶ οἴκοθεν ἔχειν τῆς σωτηρίας τὰς ἀφορμὰς ἀπὸ συνειδότος Χριστοῦ· τὸ μαρτύριον γὰρ, φησὶ, τῆς συνειδήσεως ἡμῶν, ὡσεὶ ἔλεγε, τὸ συνειδὸς ἡμῶν μαρτυροῦν ἡμῖν ἀγαθὰ, καὶ ὅτι ἐν ἁπλότητι ἀνεστράφημεν ἐν τῷ κόσμῳ, μεγίστην παρακλήσεως πρόφασιν δέδωκεν ἡμῖν, μᾶλλον δὲ οὐ παρακλήσεως μόνον, ἀλλὰ καυχήσεως.

  52. 1.40

    Ἐν ἁπλότητι—

  53. 1.41

    Ανευ δόλου, ἄνευ ἐπικαλύμματός τινος καὶ ὑποκρίσεως.

  54. 1.42

    Οὐκ ἐν σοφίᾳ.

  55. 1.43

    Οὐκ ἐν δεινότητι καὶ στροφῇ λόγων, συσκιαζούσῃ τὴν ἀλήθειαν ἀνεστράφημεν· ὅρα δέ· ἐφ’ οἷς μέγα ἐφρόνουν οἱ ψευδαπόστολοι, ταῦτα αὐτὸς ἀποσείεται καὶ φεύγει· ἀλλ’ ἐν χάριτι Θεοῦ· τουτέστι σημείοις καὶ τέρασιν, ἅτινα ἦν χαρίσματα Θεοῦ.

  56. 1.44

    Περισσοτέρως.

  57. 1.45

    Πῶς ; ὅτι μετὰ τῶν σημείων ἔτι καὶ ἀδάπανον παρ’ αὐτοῖς τὸ εὐαγγέλιον ἐκήρυξε, καὶ ὅρα, ὅπερ ἢν αὐτοῦ κατόρθωμα, τοῦτο τῇ χάριτι τοῦ Θεοῦ ἀνατίθησιν.

  58. 1.46

    Οὐ γὰρ ἄλλα γράφομεν.

  59. 1.47

    Επειδὴ μέγα ἐφθέγξατο περὶ ἑαυτοῦ, ἵνα μή τις νομίσῃ κόμπον αὐτὰ ῥημάτων εἶναι χηρεύοντα τῶν ἔργων, αὐτοὺς τοῦ ἀληθεύειν παράγει μάρτυρας· οὐ γὰρ ἄλλα ἐγράφομεν ὑμῖν, τουτέστι ξένα καὶ ἀλλότρια ἡμῶν· ἐγεγραφήκει γὰρ πρότερον ὡς ἀδάπανον ἐκήρυξε τὸ Εὐαγγέλιον παρ’ αὐτοῖς, ἀλλ’ ἐκεῖνα, φησὶν, ὑμῖν ἐγράφομεν, “ ἃ ἀναγινώσκετε,” τουτέστιν, ἃ ὑπομιμνήσκεσθε εἶναι παρ’ ἡμῖν· ἀνάγνωσις γάρ ἐστιν ἡ ὑπόμνησις, ἡ ἄνωθεν γνῶσις· καὶ τι λέγω, φησὶν, ἅτινα ὑπομιμνήσκεσθε, ἅτινα μὲν οὖν ἐπιγιγνώσκετε εἶναι ἡμῶν ἴδια, μήτε ὑπομνησθῆναι δεόμενοι διὰ τὸ πρόδηλον αὐτῶν, ἀλλὰ ἀκριβῶς εἰδότες καὶ πρὸ ὑπομνήσεως.

  60. 1.48

    Ἐλπίζω δὲ—

  61. 1.49

    Ὁρᾷς ὅτι οὐδὲν ἐπηρμένον λαλεῖ, ἀλλὰ τῷ Θεῷ ἀνατίθησι τὸ πᾶν. Ἐλπίζω γὰρ, φησὶν, εἰς τὸν Θεὸν, ὅτι ἕως τέλους ἐπιγνώσεσθε ἡμᾶς τοιούτους ὄντας, οἵους αἱ ἐπιστολαὶ δηλοῦσι, καὶ ὁ παρελθὼν δηλοῦται βίος· καθὼς φησὶν ἀπὸ μέρους, οἷον ἐκ μέρους ἔγνωτε· μετριάζει δὲ τοῦτο λέγων. Εἶτα ἵνα μὴ φορτικὸς εἶναι δόξῃ, περὶ ἑαυτοῦ λέγων, κοινὰ τὰ αὐτοῦ ποιεῖται κατορθώματα. Εἰ γὰρ τοιοῦτος, φησὶ, δειχθῶ, οἷον εἴρηκα ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, οἷον ἐν τῇ κρίσει· οὐδὲ γὰρ δεῖ, φησὶ, τὰ παρόντα σκοπεῖν, οἷον τὰς ὕβρεις, τὰ ὀνείδη, ἃς ἀκούομεν οἱ Ἀπόστολοι· εἰ τοιοῦτοι γὰρ οὖν δειχθῶμεν, καύχημα ὑμῶν ἐσμεν· πῶς ; ὅτι τοιούτων ἠπορήσατε διδασκάλων τῶν οὐδὲν ἀνθρώπινον διδαξάντων· καὶ ἡμεῖς δὲ ἐν ὑμῖν καυχησόμεθα, ὅτι τοιούτων ἠπορήσαμεν μαθητῶν τῶν μὴ σαλευομένων ἢ σκανδαλιζομένων ἐν τῷ πάσχειν κακῶς τοὺς αὐτῶν διδασκάλους.

  62. 2.1

    Περὶ ἀγάπης τῆς πρὸς αὐτοὺς καὶ φειδοὺς εἰς τὸ μὴ λυπεῖν, εἰ καὶ λυπῶν ὠφελεῖ, ὡς ἐπὶ τοῦ διὰ πορνείαν ἐπιτιμηθέντος, ᾧ καὶ συγχωρεῖ.

  63. 2.2

    Καὶ ταύτῃ τῆ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον.

  64. 2.3

    Ποῖα ταύτῃ θαρρήσει ; ποίᾳ ; τὸ καυχᾶσθαι ἐφ’ ὑμῖν, τὸ καύχημα ἡμῶν εἶναι τὸ ἀγαπᾷν ὑμᾶς, τὸ μηδὲν ἑαυτῷ πονηρὸν συνειδέναι.

  65. 2.4

    Ἴνα δευτέραν χάριν ἔχητε.

  66. 2.5

    τήν τε διὰ τῆς προτέρας Ἐπιστολῆς καὶ διὰ τῆς παρουσίας.

  67. 2.6

    Καὶ δι’ ὑμῶν ἐλθεῖν—

  68. 2.7

    Καίτοι ἐν τῇ προτέρᾳ Ἐπιστολῇ εἰρήκει, “ἐλεύσομαι δὲ πρὸς “ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω.” Ἐνταῦθα δέ φησιν, ὅτι ἐβουλόμην πρότερον ἐλθεῖν πρὸς ὑμᾶς· τι οὖν ἑαυτῷ ἐναντιοῦται ; μὴ γένοιτο, ἀλλὰ τοῦτο λέγει, τοσοῦτον, φησὶν, ἀπέσχον τοῦ ῥᾳθυμῆσαι ἐλθεῖν πρὸς ὑμᾶς, ὅτι ὅσον ἧκεν εἰς τὴν ἐμὴν γνώμην, καὶ πρὶν Μακεδονίαν ἴδω, ἐλθεῖν πρὸς ὑμᾶς ἤθελον· ἀλλ’ οὐκ ἀπέβη μοι, φησὶ, κατὰ γνώμην τὰ πράγματα. Ἴνα διπλῆν χάριν ἔχητε, καὶ τὴν διὰ τῶν γραμμάτων καὶ τὴν διὰ τῆς παρουσίας· χάριν δὲ τὴν χαρὰν λέγει.

  69. 2.8

    Ἐν τῇ προτέρᾳ Ἐπιστολῇ εἶπεν, ἵνα ὑμεῖς με προπέμπητε οὗ ἐὰν πορεύωμαι· νῦν λέγει ποῦ ἤμελλε πορεύεσθαι, ὅτι ἐν τῇ Ἰουδαίᾳ. καὶ γὰρ τότε ἠγνόει ποῦ κελεύεται ὑπὸ τοῦ Πνεύματος ἀπελθεῖν· νῦν δὲ ἠκηκόει· λοιπὸν ὁρᾷς αὐτὸν Πνεύματι πανταχοῦ ἀγόμενον.

  70. 2.9

    Μῆ τι ἄρα τῆ ἐλαφρίᾳ.

  71. 2.10

    τοῦτο οὖν βουλόμενος τὸ ἐλθεῖν πρὸς ὑμᾶς, τίνος ἕνεκεν οὐκ ἦλθον, ἀλλὰ ὡς ἐλαφρὸς καὶ εὐρίπιστος καὶ τοῖς οἰκείοις ἐναντιούμενος λόγοις ; μὴ γένοιτο· ἀλλὰ τι τὸ αἴτιον ; ὅτι ἃ βουλεύομαι, φησὶν, οὐ κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναὶ, καὶ τὸ οὒ οὔ· ὅπερ αὐτὸς ἐρωτηματικῶς τέθεικε· καὶ τι βούλεται, ὁρ́α. Ὁ σαρκικὸς, φησὶν, ἄνθρωπος, καὶ κατὰ σάρκα βουλευόμένος, οἷον ὁ μὴ ἀγόμενος πρὸς τὰ πρακτέα τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, κύριός ἐστιν ἑαυτοῦ ἀπιέναι ὅπου βούλεται· ὁ δὲ ἐκ Πνεύματος ἀγόμενος οὐκ ἔχει ἐξουσίαν βαδίζειν ὅπου θέλει· δεσπότῃ γὰρ ὑποτέτακται Παρακλήτῳ, καὶ τῷ αὐτοῦ νεύματι εἴκειν ἀναγκάζεται· ὥστε τὸ ἐλθεῖν οὐχ ὡς εὐρίπιστος καὶ ἐλαφρὸς καὶ ψευδολόγος ὑπερεθέμην, ἀλλὰ τοῦ Πνεύματος, ᾧ ἄγομαι ἡ αἰτία, τοῦ ἀλλαχοῦ ἤπερ ἐβουλόμην ἄξαντος. Ὅρα δὲ σοφίαν· ὅπερ οἱ διαβάλλοντες πρόφασιν λοιδορίας ἐποιοῦντο τὸ ὑποσχόμένον μὴ ἐλθεῖν, τοῦτο αὐτὸς πρόφασιν ἐγκωμίου ποιεῖται τὸ μὴ ἐξουσιάζειν ἑαυτοῦ, ἀλλ’ ἄγεσθαι ὑπὸ τοῦ Πνεύματος ὅπου αὐτῷ δόξει.

  72. 2.11

    Ινα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναί.

  73. 2.12

    Τί οὖν ὁ Παῦλος ὑπισχνούμενος, οὐ μετὰ τῆς ἐνεργείας τοῦ Πνεύματος ὑπισχνεῖτο, ἀλλ’ ἀγνοῶν εἰ πληρώσει τὰς ὑποσχέσεις; φαμὲν ὅτι οὐ πάντα προῄδει ὁ Ἀπόστολος· τοιγαροῦν καὶ εὔχεται ἀσύμφορα ὡς ἐπὶ τοῦ σκόλοπος τῆς αὐτοῦ σαρκὸς, καὶ πάλιν, τὸ γὰρ “ τί προσεύξομαι καθὸ δεῖ, οὐκ οἶδα·” καὶ ἐν ταῖς Πράξεσι δὲ δείκνυται ἀπελθεῖν βουλόμενος ποῦ, καὶ κωλυόμενος ὑπὸ τοῦ Πνεύματος· τοῦτο δὲ συμφερόντως ἐγένετο, ἵνα μή τινες μείζους αὐτοὺς ὑπολάβωσι τῆς ἀνθρωπίνης φύσεως· καὶ γὰρ ἀποτυγχάνουσιν αὐτοῖς, πολλάκις θύειν ἠβούλοντο αὐτοῖς ὡς θεοῖς ἐν Λυκαονία.

  74. 2.13

    Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ.

  75. 2.14

    Ἀνακύπτουσαν ἀντίθεσιν λύει· εἰ ἀγνοεῖς, φησὶν, εἰ ἔσται ἃ ἐπηγγέλη καὶ πολλάκις λέγεις ἐν πράγματι ναὶ, καὶ εὑρίσκεται οὔ· δεδοίκαμεν μή πὼς καὶ ὁ λόγος σου, τουτέστιν ὁ κηρυχθεὶς ἡμῖν περὶ τῆς πίστεως, ναὶ καὶ οὔ ἐστι· καὶ φησι, τὸ μὲν ἐπαγγείλασθαι ἐλθεῖν, ἐμὸν ἦν· διὸ καὶ ἀπέτυχε· τὸ δὲ κήρυγμα τοῦ Θεοῦ ἔστι, καὶ οὐκ ἀποτεύξεται· πιστοῖς γὰρ, φησὶν, ὁ Θεὸς, τουτέστιν, ἀληθὴς, ὅτι ὁ λόγος ἡμῶν, ἐπειδή φησιν ὁ λόγος καὶ τὸ κήρυγμα ἡμῶν οὐ γέγονε ναὶ καὶ οὔ· ἀλλὰ ναὶ ἔσται καὶ ναί· διὰ τοῦτο γὰρ ἀληθὴς, ἐπειδὴ οὐ γέγονε ναὶ καὶ οὔ· καὶ λοιπὸν λέγει, ποῖος λόγος οὐ γέγονε ναὶ καὶ οὒ, ἀλλ’ ἀσάλευτος ἔμεινεν. ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ φησιν, ὁ ἐν ὑμῖν κηρυχθεὶς οὐ γέγονε ναὶ καὶ οὒ, τουτέστιν, οὐ νῦν μὲν ὧδε, ἄλλοτε δὲ τοιώσδε κεκήρυκται, ἀλλὰ ναὶ ἐν αὐτῷ, τουτέστιν, ἀπαρασάλευτα τὰ εἰς αὐτὸν κηρυχθέντα γεγένηται· διὰ τοῦτο δὲ τὸ πλῆθος τῶν κηρυξάντων καταλέγει· ταύτῃ ποιῶν ἀξίοπιστον τὸ κήρυγμα, καὶ ταπεινοφροσύνην ἐπιδεικνύμενος, ὅτι τοὺς ἑαυτοῦ μαθητὰς κοινωνοὺς τοῦ κηρύγματος ὀνομάζει· “ δι’ ἐμοῦ” γάρ, φησι, “ καὶ Σιλουανοῦ “ καὶ Τιμοθέου.” Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι· οὐδὲ νῦν μὲν τοῦτο, νῦν δὲ ἄλλο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκ ἔστι πίστεως, ἀλλὰ πεπλανημένης διανοίας· ἀλλὰ καὶ ἐν αὐτῷ γέγονε, τουτέστιν ὅπερ εἶπον ἀπαρασάλευτον καὶ βέβαιον μένει.

  76. 2.15

    Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ.

  77. 2.16

    Ἐν τῷ κηρύγματι πολλὰ ἐστὶ τὰ ἐπαγγελλόμενα, ἀνάστασις νεκρῶν, υἱοθεσία, ἐλπίδες τοῦ μέλλοντος αἰῶνος· φησὶν οὖν· οὐ μόνον τὸ κήρυγμα ἀεὶ ὡσαύτως ἔχει τε καὶ κεκήρυκται, ἀλλὰ καὶ αἱ ἐν αὐτῷ ἐπαγγελίαι· Θεοῦ γάρ εἰσιν· ἢ τὰς ἐπαγγελίας, αὐτὸ τὸ κήρυγμα λέγει· ὁ γὰρ σύνδεσμος ὁ “ γὰρ” τοῦτο δηλοῖ· πρόπαλαι γὰρ ἡ εἰς Χριστὸν πίστις ἐπήγγελτο.

  78. 2.17

    Ἐν αὐτῷ τὸ ναὶ, καὶ ἐν αὐτῷ τὸ ἀμήν.

  79. 2.18

    Ὅσαι γὰρ, φησὶν, ἐπαγγελίαι Θεοῦ ἐν αὐτῷ τῷ Θεῷ, τουτέστι δι’ αὐτοῦ τοῦ Θεοῦ τὸ ναὶ καὶ τὸ ἀμὴν ἔχουσι· τὸ γὰρ πληροῦσθαι ἔχουσαι τὸ ναὶ καὶ τὸ ἀμὴν ἔχουσιν εἰς τὸ γενέσθαι δόξαν τῷ Θεῷ δι’ ἡμῶν. Ἢ οὕτως. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ ἐν αὐτῷ ἔχουσι τὸ ναὶ καὶ τὸ ἀμὴν δι’ ἡμῶν. ὡσεὶ ἔλεγεν αὐτὸς μὲν τὸ ναὶ ταῖς οἰκείαις δίδωσιν ἐπαγγελίαις· δι’ ἡμῶν δὲ τοῦτο ποιεῖ εἰς τὸ δοξασθῆναι τὸν Θεὸν, ὅτι δι’ ἀνθρώπων τὰ τοσαῦτα ποιεῖ.

  80. 2.19

    Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν.

  81. 2.20

    Ἐπειδὴ εἶπε δι’ ἡμῶν πληροῦνται αἱ ἐπαγγελίαι, ἐπιδιορθοῦται αὐτῷ φησὶ, δι’ ἡμῶν μὲν ὡς διακόνων ποιεῖ· αὐτὸς δὲ ὁ Πατὴρ ὁ βεβαιῶν καὶ ὑμᾶς καὶ ἡμᾶς εἰς τὴν τοῦ Υἱοῦ αὐτοῦ πίστιν, αὐτὸς τὰς ἐπαγγελίας πληροῖ, ὀργάνοις ἡμῖν χρώμενος· τὸ γὰρ πληροῖ συνυπακουστέον, ἵνα ᾖ οὕτως, ὁ βεβαιῶν ἡμᾶς καὶ ὁ δοὺς, αὐτὸς πληροῖ τὰς οἰκείας ὑποσχέσεις.

  82. 2.21

    Καὶ χρίσας ἡμᾶς Θεὸς, ὁ καὶ σφραγισάμενος ἡμᾶς.

  83. 2.22

    Οἱ χριόμενοι ἐν τῇ παλαιᾷ ἣ ἱερεῖς ἣ προφῆται ἣ βασιλεῖς ἐγίνοντο· καὶ νῦν φησι, χριόμεθα, ἵνα πάντα γενώμεθα, βασιλεῖς μὲν καὶ ἄρχοντες τῶν παθῶν, ἱερεῖς δὲ τὰ οἰκεῖα ἱερουργοῦντες σώματα, κατὰ τὸ “ παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν.” προφῆται δὲ τὰ μεγάλα μυστήρια διδασκόμενοι. χρίει δὲ καὶ σφραγίζει ὁ Πατὴρ διὰ τοῦ Ἁγίου Πνεύματος· ταῦτα γὰρ, φησὶν, ἡ χρίσις καὶ ἡ σφραγὶς ἀρραβών ἐστι τοῦ παρακλήτου. Διὰ τοῦτο δὲ οὐκ εἶπε τὸ Πνεῦμα δοὺς, ἀλλ’ ἀρραβὼν Πνεύματος, βεβαιῶν τὰς μελλούσας ἐλπίδας. Ὁ γὰρ ἀρραβὼν εἴωθε βεβαιοῦν τὸ πᾶν σύνταγμα· τοιγαροῦν καὶ ὁ νῦν ἀρραβὼν τοῦ Πνεύματος πιστοῦται ἡμῖν τὰ μέλλοντα, “ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ “οὑς οὐκ ἤκουσε.”

  84. 2.23

    Καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

  85. 2.24

    Ἔξωθεν συνυπακουστέον αὐτός ἐστιν ὁ πληρῶν τὰς οἰκείας, φησὶν, ὑποσχέσεις.

  86. 2.25

    Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον.

  87. 2.26

    Ἄνω εἰπὼν διὰ τὸ μὴ ἔχειν ἑαυτοῦ ἐξουσίαν, ἀλλαχοῦ ἀποσταλεὶς ὑπὸ τοῦ Πνεύματος· πῶς νῦν λέγει “ φειδόμενος ὑμῶν οὐκ “ ἦλθον ” καὶ φαμὲν, ὅτι ὅτε ἀφέθη ὑπὸ τοῦ Πνεύματος ἀπελθεῖν, διὰ τὸ φείδεσθαι οὐκ ἀπῆλθεν· ἣ μετὰ τῆς κωλύσεως τοῦ Πνεύματος καὶ τοῦτο ἐκώλυσεν, ἣ καὶ εἰς τοῦτο ὑπ’ αὐτοῦ ἐκωλύθη· ἤσαν γάρ τινες ἁμαρτήσαντες καὶ μὴ μετανοήσαντες, καὶ περιεμεινεν τὴν μετάνοιαν αὐτῶν, καὶ διὰ τοῦτο εἶπε “ φειδόμενος.” ἐπετέτραπτο γὰρ αὐτῷ καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας· καὶ μαρτυρεῖ Ἐλύμας ὁ μάγος.

  88. 2.27

    Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως. Επειδὴ ἀπονοίας ἐδόκει τὸ εἰπεῖν, φειδόμενος ὑμῶν· ἐκείνων γάρ τις φείδεται, ὧν ἔχει ἐξουσίαν, θεραπεύει αὐτὸ, καὶ φησιν, οὐ διὰ τὸ ἐξουσίαν ἔχειν τῆς πίστεως ὑμῶν εἶπον τὸ “ φειδόμενος·” γνώμης γὰρ ἡ πίστις καὶ προαιρέσεως, καὶ οὐδεὶς ἀναγκάζει πιστεῦσαι τὸν ἄκοντα· ἀλλ’ ἐπειδὴ, φησὶ, συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, διὰ τοῦτο εἶπον φειδόμενος ὑμῶν· τί δέ ἐστι τοῦτο, ὅρα· εὐφραινόμενος, φησὶν, εἰς ὑμᾶς, ἐγὼ συνεργῶ ὑμῖν εἰς τὸ καὶ ὑμᾶς χαίρειν ἐπὶ τῇ ἐμῇ δι’ ὑμᾶς εὐφροσύνῃ· εἰ οὖν ἦλθον διὰ τοὺς ἁμαρτήσαντας, μηκέτι μὲν εὐφραινόμενοι; πενθῶν δὲ, εἰς λύπην καὶ ὑμᾶς ἔβαλλον. Ἐφεισάμην οὗν ἐλθεῖν, ἵνα μὴ πρόφασις γένωμαι λύπης ὑμῖν.

  89. 2.28

    Τῇ γὰρ πίστει ἑστήκατε.

  90. 2.29

    Eἰπῶν, ὅτι τῇ πίστει ἑστήκατε, ἐμφαίνει ὅτι ἐν ἄλλοις ἐσφάλλοντο, ὃ καὶ παρακατιὼν σαφηνίζει ἐν τῷ τῆς Ἐπιστολῆς τέλει.

  91. 2.30

    Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμὰς.

  92. 2.31

    Τὸ “ πάλιν” δείκνυσι καὶ ἤδη λυπηθέντα αὐτὸν ἐπ’ αὐτοῖς.

  93. 2.32

    Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς.

  94. 2.33

    Θεραπευτικὸς ὁ λόγος· φησὶ γὰρ, εἰ καὶ λυπῶ ὑμᾶς ἐν τῷ ἐπιτιμᾷν ἀποστρέφεσθαι ὑμᾶς· πλὴν εὐφραίνομαι δι’ αὐτὸ τοῦτο, ὅτι τοσοῦτον ὑμῖν ἐμοῦ μέλει, ὡς δάκνεσθαι ἐκ τῆς ἐμῆς ἀποστροφῆς καὶ λύπης.

  95. 2.34

    Θεοδωρίτου. Τί γὰρ μὲ, φησὶν, εὐφραίνει οὕτως, ὡς τῶν ἐγκαλουμένων ἡ αἴσθησις ; τεκμηριοῖ γὰρ αὕτη τὴν ἐκ τῶν ἐγκλημάτων γινομένην ὠφέλειαν.

  96. 2.35

    Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό.

  97. 2.36

    Πότε ἔγραψε, καὶ τι ; ἐν τῷ τέλει τῆς νῦν Ἐπιστολῆς· ἔγραψε δὲ τοὺς ἡμαρτηκότας ἐνάγων εἰς μετάνοιαν· μὴ ἐλθόντα γάρ με, φησὶ, πάλιν ταπεινώσει ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προαμαρτησάντων καὶ μὴ μετανοησάντων· τοῦτο οὑν, φησὶ, προέγραψα, ἵνα διορθώσωνται καὶ μὴ λύπην σχῶ ἀφ’ ὑμῶν ἀφ’ ὧν κατορθούντων χαίρειν ἔδει.

  98. 2.37

    Πεποιθὼς ἐπὶ πάντας ὑμᾶς.

  99. 2.38

    Καὶ τοῦτο βουλόμενος, φησὶν, οὐ χάριν τοῦ ἐμὲ μόνον εὐφρανθῆναι βούλομαι, ἀλλὰ καὶ ὑμᾶς· πέποιθα γὰρ, ὅτι ἡ διόρθωσις τῶν ἀδελφῶν καὶ ἐμοὶ τίκτει χαρὰν καὶ ὑμῖν· ἡ γὰρ ἐμὴ χαρὰ πρόφασις γίνεται καὶ ὑμετέρας χαρᾶς· οὕτω με, φησὶν, άγαπατε. πατε.

  100. 2.39

    Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων.

Next → — showing 1100 of 1,497

First Thousand Years of Greek. CTS URN tlg4102.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.