Ancient Texts

← Library

Catena In Epistulam II Ad Corinthios

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,497 sections

  1. 4.38

    Κυτίλλου.a. Ὁ γὰρ Χριστὸς καταργεῖ τὸ κάλυμμα· αὐτὸς γὰρ ὢν ἡ ἀλήθεια παύει τὴν σκιὰν καὶ τὴν διπλόην τοῦ νόμου. οὕτως ἐν βιβλίῳ ρλα τῆς ἑρμηνείας τοῦ Λουκᾶ.

  2. 4.39

    Ἀλλ’ ἕως σήμερον.

  3. 4.40

    Εἶτα ἐπειδὴ εἶπε κάλυμμα κεῖσθαι ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς, ἵνα μή τις νομίσῃ τῆς ἀσαφείας τοῦ νόμου εἶναι τὸ αἴτιον ὡς μὴ νοουμένου, σαφέστερον αὐτὸ λέγει, δεικνὺς αὐτῶν καὶ οὐ τοῦ νόμου τὸ ἁμάρτημα· κάλυμμα γὰρ, φησὶν, ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, διὸ οὐ δύνανται γνῶναι τὴν διάνοιαν τοῦ νόμου. Εἰ γὰρ ἔγνωσαν, ἀπέστησαν ἂν ἀπ’ αὐτοῦ, καὶ Χριστῷ ἐπίστευσαν· τοῦτο γὰρ ὁ νόμος βούλεται.

  4. 4.41

    Ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον.

  5. 4.42

    Καὶ γὰρ ὁ Μώσης πρὸς μὲν Ἰουδαίους λαλῶν εἶχε τὸ κάλυμμα, πρὸς τὸν Θεὸν δὲ εἰσιὼν περιῃρεῖτο τὸ κάλυμμα· τύπος οὖν ἦν αὐτῶν ὁ Μώσης· καὶ γὰρ καὶ αὐτοὶ ἡνίκα μὲν ἐμφιλοχωροῦσι τῷ νόμῳ, ἔχουσι τὸ κάλυμμα, τότε δὲ ἐπιστρέφουσιν, εἰ ἀφέντες τὸν νόμον πιστεύσωσι τῷ Χριστῷ, καὶ τὴν ἀπὸ τοῦ Πνεύματος λάβωσι χάριν ἐν τῷ βαπτίσματι· ἦν γὰρ ἐνταῦθα τὸ Πνεῦμα, φησίν.

  6. 4.43

    Ὁ δὲ Κύριος—

  7. 4.44

    Εἶτα ἵνα μή τις τῶν ἀσθενεστέρων ἀκροατῶν ἀκούσας, ὅτι Μώσης πρὸς Κύριον ἐπιστρέφων περιῃρεῖτο τὸ κάλυμμα· ἐγὼ δὲ πρὸς τὸ Πνεῦμα ἐπιστρέψαι ὑπό σου προτρεπόμενος, ὦτ’ Παῦλε, οὐ πρὸς τὸν Κύριον ἐπιστρέφω, ἐπάγει, “ ὁ δὲ Κύριος τὸ Πνεῦμά “ ἐστι,” μὴ φοβοῦ, φησι, καὶ πρὸς τὸ Πνεῦμα ἐπιστρέφων, πρὸς Κύριον ἐπιστρέφεις· Κύριος γὰρ τὸ Πνεῦμα, καὶ ὁμόθρονον, ὁμοπροσκύνητον καὶ ὁμοούσιον Πατρὶ καὶ Υἱῷ.

  8. 4.45

    Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.

  9. 4.46

    Ὡς πρὸς τὸν νόμον τοῦτο· ἐκεῖ γὰρ ζυγὸς ἢν καὶ δουλεία, ἐν δὲ τῇ πίστει Χριστοῦ ἐλευθερία.

  10. 4.47

    Ἡμεῖς δὲ πάντες.

  11. 4.48

    Tοσοῦτον ἐσμὲν, φησὶν, ἐλευθερίας καὶ εὐγενείας ἐντὸς, ὅτι πάντες ἡμεῖς ἀνακεκαλυμμένῳ προσώπῳ οὐδὲ γὰρ ἔνι πάρα τοῖς πιστοῖς κάλυμμα· τὴν δόξαν τοῦ Πνεύματος κατοπτριζόμενοι ἀναμορφούμεθα, φησί. Καθάπερ γὰρ ἄργυρος ἄντικρυς ἡλίου κείμενος, ἀντιπέμπει καὶ αὐτὸς ἀκτίνας τινὰς τῇ ἐκβολῇ τοῦ ἡλίου· οὕτω καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι καθαιρόμενοι διὰ τοῦ Πνεύματος, καὶ ταῖς ἐκείνου ἀκτῖσι καταυγαζόμενοι, αἴγλην τινὰ νοητὴν ἀντιπέμπομεν· βούλεται δὲ καὶ αὐτοὺς εἰς τάξιν ἀγαγεῖν τῶν Ἀποστόλων, διὰ τοῦτο τὸ “ ἡμεῖς πάντες.”

  12. 4.49

    Κατοπτριζόμενοι.

  13. 4.50

    Οἱον ἐλλαμπόμενοι Πνεύματι. Μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. Εἰς τὴν αὐτοῦ, φησὶ, λαμπηδόνα μεταβαλλόμεθα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος εἰς ἡμετέραν δόξαν ἐρχομένης τῆς μεταμορφώσεως· καὶ εἰς τοιαύτην, φησὶ, δόξαν φθάνομεν, εἰς οἷαν εἰκὸς φθάσαι τὸν ἀπὸ τοῦ παρακλήτου καταυγαζόμενον, καὶ εἰκόνα ἀμυδρὰν τῆς αὐτοῦ δόξης ἐνσημαινόμενον.

  14. 4.51

    Ἀπὸ δόξης λέγει τοῦ θείου Πνεύματος εἰς δόξαν τὴν ὑμετέραν, ἀντὶ τοῦ ἐκεῖθεν δεχόμεθα.

  15. 5.1

    Περὶ θείας δόξης καὶ τοῦ ἀκολούθου βίου, ὅτι τοῖς ἁγίοις γινώσκεται.

  16. 5.2

    Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν.

  17. 5.3

    Διὰ τοῦτο οὐκ ἐκκακοῦμεν, διὰ τοῦτο, ποῖον ; ὅτι τοιούτων, φησὶν, ἠξιώμεθα. Ἐπειδὴ πολλὰ καὶ μεγάλα περὶ τῶν Ἀποστόλων εἰρήκει, λέγων τὴν δόξαν Κυρίου κατοπτριζόμεθα καὶ μεταμορφούμεθα. Εἰ γὰρ ἐκοινοποίησε τὸν λόγον τὸ εἰπεῖν, “ ἡμεῖς “ δὲ πάντες,” πλὴν εἰς τοὺς Ἀποστόλους πρωτοτύπως εἴρητο τὰ εἰρημένα, λοιπὸν κατάγει τὸν περὶ αὐτῶν λόγον· “ ἔχοντες γάρ’ φησὶ, “ τὴν διακονίαν,” τουτέστιν ἡμεῖς, οὐδὲν πλέον ἀλλ’ ἢ διάκονοί ἐσμεν τοῦ κηρύγματος, εἶτα “ καθὼς ἠλεήθημεν,” δεικνὺς ὅτι καὶ αὐτὸ τὸ γενέσθαι διάκονοι οὐκ ἦμεν ἄξιοι, ἀλλὰ καὶ τοῦτο κατὰ Θεοῦ ἔλεον ἔχομεν. “ οὐκ ἐκκακοῦμεν,” τουτέστιν, οὐκ ἀπαγορεύομεν πρὸς τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς καὶ τοὺς κινδύνους.

  18. 5.4

    Ἀλλ’ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης.

  19. 5.5

    Πρὸς μὲν τὰς θλίψεις οὐκ ἀπείπαμεν· “ ἀπειπάμεθα” δὲ καὶ ἀπεκρουσάμεθα “ πρὸς τὰ κρυπτὰ τῆς αἰσχύνης, ” τουτέστι, τὸ τοιαῦτα ποιεῖν ἐν κρυφῇ, ἃ φανερούμενα αἰσχύνην φέρει. Αἰνίττεται δὲ τοὺς ψευδαποστόλους οἳ ἐν σχήματι ἁγνείας ἦσαν, καὶ ἐν κρυφῇ πονηροί· πῶς δὲ “ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύ- “ νῆς ;” ἀπανούργως, φησὶ, καὶ ἀπλάστως ζῶντες. Ὁ δὲ ἀναστρεφόμενος βίον καὶ πολιτείαν ἀπάνουργον ἐπιτηδεύομεν, ἀλλ’ οὐδὲ δολοῦμεν τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα, ἢ χρηματιζόμενοι, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διδάσκοντες, ὅπερ οἱ ψευδαπόστολοι ἐποίουν.

  20. 5.6

    Ἀλλὰ τῆ φανερώσει τῆς ἀληθείας. “ Ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτούς·” οὐδὲν, φησὶ, κρύφιον πη ἡμῖν, οὐδὲ ἄλλο μὲν κρύπτομεν, ἄλλο δὲ λαλοῦμεν, “ ἀλλὰ διὰ τὴν φανέρωσιν τῆς ἀληθείας συνιστῶμεν “ ἑαυτοὺς” οἷοί ἐσμεν, καὶ παραθέμεθα πάσῃ συνειδήσει ἀνθρώπων.

  21. 5.7

    Πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων.

  22. 5.8

    Πάσῃ συνειδήσει ἀνθρώπων, ἀπίστων τε καὶ πιστῶν ἑαυτοὺς συνιστῶμεν, ἐξ ὧν φησὶν, ἀναστρεφόμεθα· ἐπειδὴ ἔνι λαθεῖν ἀνθρώπους καὶ ἀπατῆσαι, τὸν Θεὸν ἔφορον ἐφίστησι τῇ ἑαυτοῦ πολιτεία.

  23. 5.9

    Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ Εὐαγγέλιον.

  24. 5.10

    Ἐπειδὴ εἶπε, πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων συνίστασθαι διὰ τῆς ἀληθοῦς φανερώσεως, τουτέστι τοῦ κηρύγματος, ἀντέκειτο δὲ αὐτῷ τὸ μὴ πᾶσιν εἶναι φανερὸν τὸ κήρυγμα, καὶ δῆλον ἐξ ὧν οὐκ ἐπίστευσαν, φησὶν, οὐχ ἡμῶν τὸ ἔγκλημα, ἣ τῆς ἀσαφείας τοῦ Εὐαγγελίου, ἀλλὰ τῆς ἐκείνων ἀπωλείας καὶ τυφλώσεως.

  25. 5.11

    Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου.

  26. 5.12

    Tῶν ἔξω τῆς ἀγέλης τοῦ Χριστοῦ, οἱ μὲν αὐτῷ τὴν ἀρχὴν ἠπίστησαν τῷ λόγῳ τοῦ κηρύγματος, οἱ δὲ ἐπίστευσαν μὲν, διὰ δὲ τὸ μὴ ἔχειν βάθος γῆς πάλιν ἀπεφοίτησαν τῆς πίστεως, οὓς ἅπαντας ἀπολλυμένους ὁ Παῦλος καλεῖ· νῦν δὲ τέως ὁ λόγος αὐτῷ περὶ τῶν αὐτῷ τὴν ἀρχὴν ἀπιστησάντων· τούτοις γὰρ παντελῶς κεκάλυπται τὸ Εὐαγγέλιον, καί φησιν, ἐν οἷς ἀπολλυμένοις ἀνθρώποις τῶν παντελῶς ἀπιστησάντων ἐτυφλώθη τὰ νοήματα εἰς τὸ μηδὲ τὴν αὐγὴν δέξασθαι τῆς πίστεως. “ Θεὸν δὲ αἰῶνος “ τούτου” Μανιχαῖοι μὲν καὶ Μαρκίωνες φασὶ τὸν πονηρὸν λέγειν Θεόν. Δύο γὰρ παρ’ αὐτοῖς θεοί· ἡμεῖς δὲ τῶν ἐπὶ πάντων φαμέν. ΆΛΛΩΣ. ὥσπερ Θεὸς εἴρηται οὐρανοῦ τε καὶ γῆς, καὶ Θεὸς τῆς παρούσης ἡμέρας, καὶ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οὐ παρὰ τοῦτο λοιπῶν οὐκ ἔστι Θεός· οὕτως μοι νόει καὶ τὸ Θεὸς τοῦ αἰῶνος τούτου. Ἢ οὕτως μετὰ ὑπερβατοῦ· τῶν ἀπίστων τοῦ αἰῶνος τούτου· ὧδε γὰρ ἀπιστοῦσι, τότε δὲ πᾶν γόνυ κλινεῖ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται Χριστῷ, ὅταν ἔλθῃ ἐν τῇ πατρῴᾳ δόξη.

  27. 5.13

    Ἰωάννου τουτέστι τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ὁ Θεὸς τὰ νοήματα. Ὁ γὰρ μέλλων ἀπιστίαν οὐκ ἔχει. τὸ αὐτὸ καὶ Εἰρήναιος. “ Θεὸς αἰῶνος, ὀνομασθεὶς Θεὸς τοῖς ἀπί- “ στοις, τουτέστιν, ὁ Σατανᾶς.”

  28. 5.14

    Ἐτύφλωσε τὰ νοήματα.

  29. 5.15

    Ὁ ἐν ἁγίοισ Κυρίλλοσ ἐν ἀρχῦι. Οὐ τοῦτο αὐτὸς ποιῶν, ἄπαγε, ἀλλὰ γενέσθαι διὰ τὸ αὐτεξούσιον, ὡς καὶ ἀλλαχοῦ φησι, “ παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας,” τὸ οἷον συνεχώρησε λέγων. Ἐπειδὴ γὰρ ἀπεφοίτησαν τοῦ Χριστοῦ, εἴασεν αὐτούς· βουλομένων γὰρ, οὐκ ἀναγκαζομένων ἡ σωτηρία, μὴ ὅτι καὶ προσεβλάπτοντο ἀπίστως διακείμενοι καὶ καταναγκαζόμενοι τῷ φωτὶ τοῦ Χριστοῦ, ὥσπερ καὶ ὄψις σαθρὰ ἐξ ἡλιακῆς ἀκτῖνος.

  30. 5.16

    Τί δέ ἐστιν ὁ Θεὸς τοῦ αἰῶνος τούτου ; οἱ μὲν τὸ Μαρκίωνος νοσοῦντες λέγουσι πέρι του δημιουργοῦ του δικαίου μόνου καὶ οὐκ ἀγαθοῦ ταῦτα εἰρῆσθαι. Λέγουσι γὰρ εἶναί τινα Θεὸν δίκαιον καὶ οὐκ ἀγαθόν. Μανιχαῖοι δὲ, φησὶ, τὸν διάβολον ἐνταῦθα λέγεσθαι, εἰς τοῦτο δημιουργὸν τῆς κτίσεως ἕτερον ἐπεισαγαγεῖν παρὰ τὸν ὄντα βουλόμενοι σφόδρα ἀνοήτως· ἡμεῖς δὲ ἐκεῖνο φαμὲν, ὅτι οὐ περὶ τοῦ διαβόλου τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ· καὶ οὕτως ἀναγνωστέον, ὅτι τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήματα, ὁ γὰρ μέλλων ἀπιστίαν οὐκ ἔχει.

  31. 5.17

    Εἰς τὸ μὴ αὐγάσαι.

  32. 5.18

    Ὅρα, οὐκ εἰπεν, “ ἐτύφλωσεν” εἰς τὸ μὴ πιστεῦσαι, ἀλλ’ “ εἰς τὸ μὴ αὐγάσαι,” δεικνὺς αὐτοὺς πρῶτον ἀπιστήσαντας, εἶτα ἀναξίους γενομένους τοῦ φωτισμοῦ· καὶ αὐτὸς γὰρ, φησὶν ὁ Κύριος “ μὴ ῥίπτειν ἔμπροσθεν τῶν χοίρων τοὺς μαργαρίτας·” καλῶς δὲ τὸ “ αὐγάσαι” κεῖται· ἀμυδρὰν γὰρ ἀπόρροιαν τῆς ἀληθινῆς γνώσεως ἔχομεν νῦν, καὶ ὥσπερ ἀπὸ ἡλίου παμφαοῦς αὐγὴν ἀυδράν· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, “ βλέπομεν ἄρτι” λέγων “ δι’ “ ἐσόπτρου ἐν αἰνίγματι,” καὶ “ ἀρραβῶνα Πνεύματος” καὶ “ὀσμὴν γνώσεως·”

  33. 5.19

    Tὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης.

  34. 5.20

    Δόξα γὰρ Χριστοῦ τὸ Εὐαγγέλιον. Δοξαστὸς μὲν γὰρ ὁ Χριστὸς διὰ μυρία, ἐξ ὧν ἐδημιούργησεν, ἐξ ὧν συνέχει τὰ δημιουργηθέντα, ἐξ ὧν τὰ πάντα ζωογονεῖ, μάλιστα δὲ ἐκ τοῦ σταυροῦ, ροῦ, οὗ κήρυξ τὸ Εὐαγγέλιον.

  35. 5.21

    Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.

  36. 5.22

    Ὡς ἐν παραδρομῇ λέγει, τουτέστι τοῦ Εὐαγγελίου συνεσκιασμένον τοῖς ἀπίστοις, ὅτι φησὶ, Θεός ἐστιν ὁ σταυρωθεὶς, εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ἀπαράλλακτος. Ὅτι γὰρ εἰκόνα οἶδεν ὁ Άπόστολος τὸ κατὰ πᾶν ἴσον καὶ ὅμοιον· ὅρα τί φησιν ἀλλαχοῦ, “ σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν οὐκ αὐτὴν τὴν “ εἰκόνα τῶν πραγμάτων·” εἰκόνα Θεοῦ τὸν Χριστὸν καὶ Θεὸν ἐκ Θεοῦ προσηγόρευσεν· ἐν αὐτῷ γὰρ δείκνυσι τὸν Πατέρα· διό φησιν, “ ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.”

  37. 5.23

    Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν.

  38. 5.24

    Άνω εἰπε, “ μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες “ τὸν λόγον τοῦ Θεοῦ·” πῶς ; ἐπειδὴ μὴ ἑαυτοὺς, φησὶ, κηρύσσομεν, ἀλλὰ Χριστὸν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν δι’ αὐτόν· τοῦτο δὲ λέγων τοὺς διδασκάλους αὐτῶν αἰνίττεται, περὶ ὧν ἔγραφε λέγειν αὐτοὺς, “ ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, “ ἐγὼ δὲ Κηφᾶ,” οἳ καὶ κατεκυρίευον αὐτῶν.

  39. 5.25

    Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι.

  40. 5.26

    Διὰ τι λέγεις σαυτὸν δοῦλον ἡμῶν, φησι, διὰ τί; ὅτι πεφίλησθε παρὰ τοῦ Θεοῦ μου. Αὐτὸς γὰρ ὁ ἐν ἀρχῇ τῆς κτίσεως εἰπὼν ἀπὸ σκότους λάμψαι φῶς· ὃς ἔλαμψε, τουτέστιν, οὗτος ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, ἔλαμψε δὲ, φησὶ, φῶς τι ζῶν ἡμῖν καὶ ἀποκαλύπτον τὴν ἰδίαν γνῶσιν καὶ δόξαν ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, τουτέστι διὰ τοῦ προσώπου τοῦ Χριστοῦ· διὰ γὰρ τοῦ Υἱοῦ ἡμῖν ἡ ἀληθὴς γνῶσις τοῦ Πατρὸς, καὶ τέως ὅτι ἔστι Πατὴρ, καὶ ὅτι οὐ διὰ κνίσσης καὶ αἱμάτων προσκυνεῖσθαι βούλεται, καὶ ὅτι ἐν τριάδι ὁμοουσίῳ καὶ ἰσοδυνάμῳ θρησκεύεται Θεός· ὅθεν καὶ “ μεγάλης εἴρηται βουλῆς Ἄγγελος,”

  41. 5.27

    Πρὸς φωτισμὸν τῆς γνώσεως.

  42. 5.28

    Ὅρα τῆς Ἀγίας τριάδος τὸ ἀπαράλλακτον καὶ ὁμότιμον, πῶς ὁ Παῦλος δηλοῖ, φῶς καὶ φῶς· φῶς καλέσας τὴν Ἀγίαν τριάδα· ἄνω περὶ Πνεύματος λέγων, φησὶ, τὴν δόξαν, “ οἷον τὸ φῶς “ Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα” πάλιν περὶ τοῦ Υἱοῦ “ εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ “ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ·” νῦν περὶ τοῦ Πατρός φησι, “ πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ. ”

  43. 6.1

    Περὶ τῆς κατὰ σῶμα ἀσθενείας καὶ τῆς τοῦ σώματος ἀποθέσεως καὶ ἐπαναλήψεως.

  44. 6.2

    Ἔχομεν δὲ θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ἦ τοῦ Θεοῦ, καὶ μὴ Ἀκόλουθα τῶν ἄνω καὶ τὰ νῦν, ὅτι ἡμεῖς, φησὶν, οἱ Ἀπόστολοι, διάκονοι τοῦ κηρύγματός ἐσμεν, ἀνάξιοι τῆς τοσαύτης αὐτοῦ δόξης ὑπάρχοντες· καὶ ὥσπερ χρυσὸν ἐν ὀστρακίνοις φέροντες σκεύεσιν. Καὶ μὴ ἐξ ἡμῶν.

  45. 6.3

    Ἵνα μηδεὶς, φησὶν, ἑαυτῷ ἀποδῷ ὡς ἀξίῳ δέξασθαι, ἀλλὰ τὸ πᾶν εἴη τῆς τοῦ Θεοῦ δυνάμεως τοῦ ἱκανώσαντος τὰ ὀστράκινα σκεύη εἰς χρυσίου ὑποδοχήν.

  46. 6.4

    Ἐν παντὶ θλιβόμενοι —

  47. 6.5

    Καὶ τοσοῦτον, φησὶ, τὸ πᾶν δυνάμεως ἐστι Θεοῦ, ὅτι καίτοι ὀστράκινοι ὄντες, καὶ ἐν τοσούτοις περιστρεφόμενοι πειρασμοῖς, οὐ θραυόμεθα καὶ ἀπόλλυμεν τὸν ἐν ἡμῖν θησαυρόν. ἐν παντὶ, φησὶ, καὶ τόπῳ καὶ πράγματι· τὸ δὲ μὴ στενοχωρεῖσθαι τὸν θλιβόμενον Θεοῦ χάριτός ἐστιν.

  48. 6.6

    Ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι.

  49. 6.7

    “ Ἀπορούμενοι,” φησί· τι χρὴ ποιεῖν πρὸς τὸν ἐκ πάντων πόλεμον καὶ διωγμόν ; ἀλλ’ οὐκ ἐπὶ τοσοῦτον ὥστε ἡμᾶς καὶ ἐξαπορηθῆναι, τουτέστι πεσεῖν καὶ ἡττηθῆναι.

  50. 6.8

    Διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι.

  51. 6.9

    Διώκουσι μὲν οἱ ἄνθρωποι, οὐ καταλιμπάνει δὲ ὁ Θεός· οὐ γὰρ πρὸς ἧτταν ἡμῶν, ἀλλὰ πρὸς πάλην ἡ συγχώρησις.

  52. 6.10

    Καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι.

  53. 6.11

    Καὶ ὅσον μὲν, φησὶ, πρὸς τὸ μέγεθος τῶν πειρασμῶν ἤδη καταβληθέντες, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι οὐκ ἀπολλύμενοι.

  54. 6.12

    Ἀντὶ τοῦ ἐν ἀπόροις πράγμασι πόρους εὑρίσκομεν σωτηρίας.

  55. 6.13

    Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ.

  56. 6.14

    “ Τὴν νέκρωσιν,” φησὶ, “ τοῦ Κυρίου” καὶ ἡμεῖς πανταχοῦ γῆς περιφέρομεν τὸ κἀς ἡμέραν ἀποθνήσκειν πανταχοῦ· “ καθ’ ἡμέ- “ ραν γάρ’ φησὶν, “ ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, “ ἵνα” φησὶ, “ καὶ ἡ ἀνάστασις τοῦ Κυρίου διάδηλος γένηται διὰ “ τοῦ σώματος ἡμῶν·” ὁ γὰρ τῇ ἀναστάσει τοῦ Κυρίου ἀπιστῶν, ἡμᾶς ὁρῶν καθ’ ἡμέραν ἀποθνήσκοντας, καθ’ ἡμέραν δὲ ζῶντας, οὐκ ἃν ἔτι εὐλόγως ἀπιστήσῃ.

  57. 6.15

    Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες.

  58. 6.16

    Πάλιν περὶ τοῦ αὐτοῦ εἶπε, διὰ τοῦτο γὰρ, φησὶ, συγχωρούμεθα ὑπὸ Θεοῦ παραδίδοσθαι εἰς θάνατον, ἵνα φανερωθῇ, ὅτι ἀνέστη ὁ Χριστός· ὁ γὰρ ἡμᾶς ἐγείρων καθ’ ἡμέραν, καὶ ἑαυτὸν δηλονότι ἤγειρεν. οὕτως διὰ τοῦτο ἑαυτοὺς εἰς θάνατον παραδιδομεν, ἵνα ἡ ζωὴ τοῦ Θεοῦ φανερωθῇ καὶ ἐνεργήσῃ ἐν ἡμῖν, δῆλον δὲ ὅτι ἐν τῷ μέλλοντι κόσμῳ· ὡσεὶ ἔλεγεν, ἡμεῖς τοίνυν διὰ τὸν Χριστὸν παραδίδομεν ἑαυτοὺς εἰς θάνατον, ἵνα ὁ Χριστὸς τότε ἀπὸ τοῦ νοητοῦ θανάτου τῆς κατακρίσεως ῥύσηται ἡμᾶς, καὶ εἰς ζωὴν ἀγάγῃ τὴν νοητήν. Ὡς ἐκ τοῦ ἀκολούθου, φησὶ, τοῦτο γίνεσθαι, τὸν μὲν θάνατον ἐν ἡμῖν ἐνεργεῖν καὶ ἐνεργὸν ὑπάρχειν, τὴν δὲ ζωὴν ἐν ὑμῖν· ὡσεὶ ἔλεγεν, ἡμεῖς ἀποθνήσκομεν διὰ τὸ κήρυγμα, ἵνα ὑμεῖς ζήσητε δι’ αὐτοῦ τὴν ἀγήρω ἐκείνην καὶ αἰωνίαν ζωὴν πιστεύοντας εἰς Χριστόν. Τὸ αὐτὸ Πνεῦμα τῷ Δαυὶδ, φησὶν, ἔχοντες, τὰ αὐτὰ αὐτῷ καὶ φθεγγόμεθα τὸ “ ἐπί- “ στευσα διὸ ἐλάλησα·” ἄνω γὰρ ἀπὸ λογισμῶν παραστήσαντες ἀνάστασιν· νῦν ἐκ πίστεως αὐτὴν εἰσφέρει.

  59. 6.17

    Εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν.

  60. 6.18

    Λαλοῦμεν δὲ τοῦτο, εἰδότες ὅτι ὁ τὸν Κύριον ἐγείρας Πατὴρ, καὶ ἡμᾶς ἐγερεῖ· εἰδότες δὲ πόθεν ; ἐκ τῆς πίστεως δῆλον ὅτι.

  61. 6.19

    Καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ.

  62. 6.20

    Αὐτὸς γὰρ ἥξει ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν σάλπιγγι, καὶ ἐγερεῖ τοὺς νεκροὺς, καὶ παραστήσει τῷ οἰκείῳ βήματι.

  63. 6.21

    Τὰ γὰρ πάντα δι’ ὑμᾶς.

  64. 6.22

    Ενταῦθα παιδαγωγεῖ αὐτοὺς ὑπὲρ τῆς ἀναστάσεως καὶ τῶν λοιπῶν ἀγαθῶν χάριν εἰδέναι, ἀνθρώπων μὲν μηδενὶ, Θεῷ δὲ μόνῳ· οἱ γὰρ ψευδαπόστολοι ἑαυτοῖς τὴν χάριν ἀνετίθεσαν, ὡς διὰ τῶν οἰκείων πρὸς Θεὸν παρακλήσεων δωρουμένου ταῦτα τοῦ Θεοῦ· τὰ γὰρ πάντα; τουτέστιν ἀγαθὰ δι’ ὑμᾶς, οὐ διὰ τόνδε καὶ τόνδε, ἀλλὰ διὰ τὸ κοινῇ συμφέρον. τοῦτο δὲ, φησὶ, γέγονεν, ἵνα ἡ χάρις τοῦ Θεοῦ πλεονάσῃ πολλοῖς παρεχομένη· ταύτης δὲ πλεοναζούσης, καὶ ἡ εἰς αὐτὸν εὐχαριστία συμπλεονασθήσεται.

  65. 6.23

    Διὸ οὐκ ἐκκακοῦμεν.

  66. 6.24

    Επεὶ οὖν ἴσμεν πάντα τὰ εἰς ἡμᾶς γενόμενα εἰς εὐχαριστίαν Θεοῦ τελευτᾷν, οὐκ ἐκκακοῦμεν, οὔτε ἀπαγορεύομεν πρὸς τοὺς πειρασμούς· ἔξω δὲ ἄνθρωπον τὸ σῶμα καλεῖ, ὅπερ ἐφθείρετο μαστιζόμενον, διωκόμενον, δεσμούμενον· ἔσω δὲ ἄνθρωπον, τὴν ψυχὴν, ἥτις ἀναθάλλει, φησὶ, κἀς ἑκάστην ἡμέραν τῇ ἐλπίδι καὶ τῇ χαρᾷ, καὶ τῷ εἰδέναι ὅτι ὑπὲρ Θεοῦ πάσχει.

  67. 6.25

    Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως.

  68. 6.26

    Ορα προτροπὴν εἰς τὸ τολμᾷν καταθαρρεῖν τῶν πειρασμῶν· τὸ γὰρ παραυτίκα, φησι, τουτέστι τὸ ὀλιγοχρόνιον, τὸ τὺ εἰς τὸ παυθῆναι τῆς θλίψεως. οὐκ ἠρκέσθη δὲ εἰπὼν, “παραυτίκα,” ἀλλὰ καὶ “ἐλαφρὸν,” φησὶν, “αἰώνιον βάρος, φησὶ, δόξης ἀπεργάζεται·” καὶ οὐχ ἁπλῶς, ἀλλὰ “καθ᾿ ὑπερβολὴν, καὶ εἰς ὑπερβολὴν” τοῦτο ποιῶν· καὶ ὅρα τῆς ἀντιμισθίας τὸ πλεονάζον· τῷ γὰρ αὐτίκα τὸ αἰώνιον ἀνεμέτρησε, τῷ δὲ ἐλαφρῷ τὸ βαρύ· τῇ θλίψει, τὴν δόξαν, καὶ οὐδὲ ἄχρι τούτων οἱ πλεονασμοὶ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ καθ’ ὑπερβολὴν καὶ εἰς ὑπερβολήν.

  69. 6.27

    Μῆ σκοπούντων ἡμῶν τὰ βλεπόμενα.

  70. 6.28

    Επειδὴ βαρεῖαν οὖσαν τὴν θλῖψιν εἶπεν ἐλαφρὰ,, ἐπεξηγεῖται πῶς ἐστιν ἐλαφρὸν ἡ νῦν θλίψις· ἐὰν, φησὶ, μὴ σκοπῶμεν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· ἐὰν γὰρ τὰ ἐκεῖ τοῖς νῦν ἀντιστήσῃς, ἐλαφρὰ τὰ νῦν φανεῖται· πρόσκαιρα γάρ ἐστιν, ἐκεῖνα δὲ αἰώνια.

  71. 6.29

    Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ.

  72. 6.30

    Επίγειος μὲν οἰκία ἡ ἐνταῦθα βραχύβιος ζωή. σκῆνος δὲ τὸ σῶμα ἡμῶν τῶν ψυχῶν· ἄλλο γὰρ οἰκία, καὶ ἄλλο τὸ σκῆνος οὗ ἐστιν ἡ οἰκία, καὶ ἄλλο ἡμεῖς ὧν ἐστι τὸ σκῆνος ἴδιον· “ ἐὰν “ οὐν,” φησὶν, “ ἡ οἰκία τοῦ σκήνους ἡμῶν καταλυθῇ,” τουτέστιν ἡ ἐνταῦθα βραχύβιος ζωὴ, ἕξομεν ἀχειροποίητον οἰκίαν, τουτέστι, ζωὴν αἰώνιον, οὐ προσδεομένοις τῆς ἡμετέρας ἐργασίας καὶ τῶν ἡμετέρων χειρῶν πρὸς σύστασιν· καλῶς δὲ πρὸς ἀντιδιαστολὴν τῆς παρούσης ζωῆς τὴν μέλλουσαν “ ἀχειροποίητον” εἶπεν· ἡ γὰρ παροῦσα ἀπὸ τῶν χειρῶν ἔχει τὴν σύστασιν· ἄρτου, ποτοῦ, ἐνδύματος. οὕτως ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῷ περὶ ἀναστάσεως λόγῳ. Θεοδωρίτου. Ἐπίγειον οἰκίαν τὴν κατὰ τὸ παρόντα λέγει διαγωγήν· σκῆνος δὲ τὸ σῶμα· ἐὰν τοίνυν λάβῃ τέλος τὰ παρόντα, τὴν ἀχειροποίητον ἔχομεν οἰκίαν τὴν αἰώνιον καὶ οὐράνιον.

  73. 6.31

    Ἐπίγειος ἡμῶν οἰκία.

  74. 6.32

    Ἐπίγειον οἰκίαν σκήνους τὸ σῶμα καλεῖ.

  75. 6.33

    Οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν.

  76. 6.34

    Οἶον τὴν ἀνανέωσιν, τὴν ἔγερσιν.

  77. 6.35

    Ἐν τοῖς οὐρανοῖς.

  78. 6.36

    Οἶον ἐν τοῖς οὐρανοῖς κατασκευασθεῖσαν ἄφθαρτον, τουτέστι διὰ χάριτος οὐρανίου.

  79. 6.37

    Ἐν τούτῳ στενάζομεν.

  80. 6.38

    Ὑμεῖς, φησὶ, στενάζετε, ὡς εἰκὸς μερικῶς φθειρομένου τοῦ σώματος ὑμῶν ταῖς θλίψεσι· ἡμεῖς δὲ οἷς ἐναργὴς ἡ πίστις τῆς ἀναστάσεως, στενάζομεν, ὅτι μὴ παντελῶς φθείρεται· διὰ τί ; ὅτι ἐπιποθοῦμεν τὸ ἄφθαρτον ἡμῶν σῶμα ἐπενδύσασθαι· καλῶς δὲ τὸ “ ἐπενδύσασθαι·” τὸ γὰρ θνητὸν τοῦτο σῶμα ἐπενδύεται τὴν ἀφθαρσίαν.

  81. 6.39

    Θεοδωρίτου. Οἰκητήριον ἐνταῦθα τὴν ἀφθαρσίαν οὐκ εἶπε δὲ ἐνδύσασθαι, ἀλλ’ “ ἐπενδύσασθαι,” ἐπειδὴ οὐχ ἕτερον 3 c 2 ἐνδυόμεθα σῶμα, ἀλλὰ τὸ φθαρτὸν τοῦτο τὴν ἀφθαρσίαν ἐπεν- δύεται.

  82. 6.40

    Οἰκητήριον —

  83. 6.41

    Οὐκ εἶπε σκῆνος, ἀλλ’ οἰκητήριον, τὴν εἰς αὐτὸ ἀσφαλῆ μονὴν καὶ οἴκησιν δηλῶν.

  84. 6.42

    Τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι.

  85. 6.43

    Οὐκ ἐπειδὴ ἐξ οὐρανοῦ οὐ κάτεισιν, ἀλλ’ ἐπειδὴ ἐκ Θεοῦ τὴν ἀφθαρσίαν λαμβάνει.

  86. 6.44

    Εἴ γε καὶ ἐνδυσάμενοι.

  87. 6.45

    “ Εἴγε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα,” τουτέστι, κἂν ἀποθώμεθα τὸ σῶμα, οὐ χωρὶς σώματος ἐκεῖ παραστησόμεθα, ἀλλὰ μετ’ αὐτοῦ ἀφθάρτου γενομένου· τινὲς δέ φασιν, εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα· ἵνα γὰρ μὴ ἀπὸ τῆς ἀναστάσεως πάντες θαρρῶσι, φησὶν, εἴγε καὶ ἐνδυσάμενοι, τουτέστιν ἀφθαρσίαν καὶ σῶμα ἄφθαρτον λαβόντες, οὐ γυμνοὶ εὑρεθησόμεθα δόξης· ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκ ἔστιν ἴση, ἀλλ’ οἱ μὲν ἐν τιμῇ εἰσιν, οἱ δὲ ἐν ἀτιμίᾳ.

  88. 6.46

    Οὐ γυμνοὶ εὑρεθησόμεθα.

  89. 6.47

    Ἵνα μὴ ἐκ τῆς ἀναστάσεως μόνης, καὶ ἐκ τῆς τοῦ σώματος ἐναλλαγῆς νομίσωσι τὸ πᾶν κατορθῶσθαι, ἐπάγει, εἴγε καὶ ἄφθαρτον αὐτὸ ἐνδυσάμενοι, οὐ γυμνοὶ δόξης καὶ τιμῆς εὑρεθῶμεν· ἡ γὰρ ἀφθαρσία τοῖς μὲν εἰς ἀγαθὸν, τοῖς δὲ ὡς κακὸν ἔσται, διαιωνίζειν ποιοῦσα καὶ τὰς τιμὰς καὶ τὰς τιμωρίας.

  90. 6.48

    Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν.

  91. 6.49

    Ἐπειδὴ ἀντέκειτο αὐτῷ ἡ κοινὴ τῶν ἀνθρώπων δόξα, τί, φησὶ, στενάζεις ; ἵνα ἀποθάνῃ τὸ σῶμα ; καίτοι πάντες ἄνθρωποι στενάζουσιν ἵνα μὴ ἀποθάνωσι, φησὶν, οὐδὲ ἡμεῖς στενάζομεν, ἵνα ἀποθώμεθα τὸ σῶμα καὶ ἐκδυσώμεθα, ἀλλ’ ἵνα ἐπενδυσώμεθα τὴν ἀφθαρσίαν· οὐ γὰρ ἐπειδὴ σῶμά ἐστι, βαρούμεθα, φησὶν, ἀλλ’ ἐπειδὴ θνητόν ἐστι καὶ φθαρτόν.

  92. 6.50

    Ἀλλ’ ἐπενδύσασθαι.

  93. 6.51

    Ἐνδύσασθαι, φησὶ, σπεύδομεν, ἵνα καταποθῇ τὸ νῦν θνητὸν καὶ φθαρτὸν σῶμα ὑπὸ τῆς ἀφθαρσίας καὶ ἀθανασίας.

  94. 6.52

    Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός.

  95. 6.53

    Τίς δὲ ταύτην τὴν ἐναλλαγὴν, φησὶ, τοῦ σώματος ποιήσει ; τίς ; ὁ εἰς τοῦτο αὐτὸ κατεργασάμενος Θεὸς, ἵνα ὠμεν ἄφθαρτοι καὶ ἀθάνατοι. δείκνυσιν οὐ νεωτέραν τὴν ἐπὶ τούτῳ δόκησιν, ἀλλ’ ἐπὶ ἀθανασίᾳ μὲν ἡμᾶς διαπεπλάσθαι· ἐπειδὴ δὲ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, ἄλλην πάλιν ἐξεῦρεν ὁδὸν ἡμῖν ἀθανασίας ὁ Θεός.

  96. 6.54

    Θεοδωρήτου. Στένομεν, φησὶν, οὐκ ἀπαλλαγῆναι τοῦ ἐφιέμενοι, ἀλλὰ τῶν παθῶν αὐτῶν ἐλεύθεροι γενέσθαι ποθοῦντες· οὐ γὰρ ἀποδύσασθαι τὸ σῶμα, ἀλλ’ ἐπενδύσασθαι τὴν ἀφθαρσίαν ὀριγνόμεθα b.

  97. 6.55

    Ὁ καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος.

  98. 6.56

    Καὶ ὅτι, φησὶν, ἐπὶ τὸ γενέσθαι ἀθανάτους κατειργάσατο, δῆλον ἐξ ὧν ἔδωκε τὸ Πνεῦμα, οὐκ ἃν τοῦτο δοὺς τοῖς μὴ τοῦτο, φησὶ, μέλλουσι γίνεσθαι· πανταχοῦ δὲ ἀρραβῶνα λέγει Πνεύματος, ὀφειλέτην αὐτὸν ποιῶν τοῦ δοῦναι καὶ τὸ τέλειον.

  99. 6.57

    Εἰδότες ὅτι ἐνδημοῦντες τῷ σώματι.

  100. 6.58

    Καλῶς τὸ “ ἐνδημοῦντες” ὡς ἐπὶ ἀλλοτρίας· πάροικοι γάρ ἐσμεν καὶ παρεπίδημοι· τοῦτο δὲ θέλει εἰπεῖν, θαρροῦντες, εἰδότες τὸ τῇ σωματικῇ προσμένειν ζωῇ διατειχίζει ἡμᾶς τῆς μετὰ Χριστοῦ διαγωγῆς, βουλόμεθα μᾶλλον ἐκδημῆσαι μὲν τοῦ σώματος, σὺν Χριστῷ δὲ εἶναι.

← Previous · Next → — showing 201300 of 1,497

First Thousand Years of Greek. CTS URN tlg4102.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.