Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Epistulam I Ad Corinthios

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,057 sections

  1. 9.49

    Ἀναιδῶς τοίνυν τινὲς παραδέχονται μὲν ὅτι ἐγήγερται Χριστὸς ἐκ νεκρῶν, λέγουσι δὲ ὅτι ἀναστάσις νεκρῶν οὐκ ἔστιν· διὸ φησὶν ὁ Ἀπόστολος· “εἰ δὲ Χριστὸς κηρύσσεται ἐκ νεκρῶν ὅτι ἐγήγερ- “ται· πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ “ἔστιν;” κἂν μὴ τῷ στόματι λέγῃ τις, τῇ δὲ καρδίᾳ λέγει, ἀνάστασις νεκρῶν οὐκ ἔστιν· δυνάμει ἀθετεῖ καὶ τὴν Ἰησοῦ Χριστοῦ ἀνάστασιν. εἰ γὰρ τὸ καθολικὸν ψεῦδος, δῆλον ὅτι περίέχεται ἐν τῷ καθολικῷ καὶ ὁ εἷς ἀνάστας ἐκ νεκρῶν· εἰ γὰρ οὐκ ἐγείρονται οἱ νεκροί· γέγονε δὲ καὶ ἐν νεκροῖς ὁ Ἰησοῦς, οὐκ ἐγήγερται οὐδὲ ὁ Ιησους· ει δὲ ἐκεῖνος ἐγήγερται, δί έκείνου δηλοῦται ἡ ἀνάστασις τῶν νεκρῶν· εἰ μὴ τῷ ἀδυνάτῳ τοῦ πράγματος καθαυτὸ ἀπιστῶμεν, ἐπιλανθανόμενοι τίς ὁ ἐπαγγειλάμενος· τί γὰρ ὡς ἐν ἀδυνάτοις, ἵν οὕτως εἴπω, ἀδυνατώτερον, τὸ ζωοποιηθῆναι τὸ σῶμα; ἣ οὐρανὸν ἐξ οὐκ ὄντων γενέσθαι; ἢ ἤλιον· ἢ σελήνην· ἣ τὰ λοιπὰ τῶν κτισμάτων;

  2. 9.50

    Ἐλθὲ δὲ καὶ ἐπ’ αὐτὴν τὴν τοῦ ἀνθρώπου ἀρχήν· ἀναπόλησον αὐτοῦ τὴν ἀρχήν· δείκνυται σοι σπέρμα ἀνθρώπου· εἰ ἔλεγέν τις, τοῦτο τὸ σπέρμα ἄνθρωπος ἔσται, μορφωθήσεται ὀστᾶ, ἔσται ἀπὸ τούτου σάρκες, νεῦρα, φλέβες· περιπατήσει· ἀπὸ τούτου τοῦ σπέρματος τοῦ βραχέος, τοῦ εὐτελοῦς, ἄνθρωπος ἐπὶ γῆς διεγηγερμένος, χρήσεται ὀργάνοις· οὐκ ἃν ἐλέγομεν ἀνόητον εἷναι τὸν ταῦτα ἡμῖν κηρύσσοντα, εἰ μὴ πεῖραν εἰλήφαμεν τούτου; ἵν οὖν τολμήσω καὶ παραστήσω σοι τὴν ἀνάστασιν· καὶ μᾶλλον αὐτὴν παραδέξῃ πιστεύσας τῇ τελειότητι τοῦ Θεοῦ· ὅπερ ἐκεῖνο τὸ σπέρμα ἢν πρὸς τοῦτο τὸ σῶμα τὸ ἐνεστηκός· νυν τὸ παρεστηκὸς τὸ γενικόν· τὸ σπεῖρον τὸ ὄργανον γενόμενον λόγων καὶ ἔργων τῶν κατὰ δικαιοσύνην· τοῦτο τὸ σῶμα πρὸς ἐκεῖνο γίνεται· “ὁ κόκκος τοῦ σίτου ἐὰν μὴ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς “μόνος μένει· ἐὰν δὲ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ” καὶ διασαπῇ· ἐκ τῆς διασήψεως τοῦ κόκκου τοῦ σίτου στάχυς ἑκατοντάχους γίνεται·

  3. 9.51

    Ὅτι γὰρ τὸ σῶμά σου σπέρμα ἐστι τοῦ ἀναστησομένου, ἄκουε Παύλου λέγοντος, “σπείρεται ἐν φθορᾷ· ἐγείρεται ἐν ἀφθαρσίᾳ· “σπείρεται ἐν ἀτιμίᾳ· ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενίᾳ· “ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν· ἐγείρεται σῶμα “πνευματικόν.” ὁρᾷς ὡς ἐκεῖ ἐπὶ τοῦ σπέρματος εὐτελὲς καὶ οὐδενὸς λόγου ἄξιον ἐσπάρη. καὶ ἐγήγερται ἄνθρωπος ὡραῖος καὶ καλός· τὸν αὐτὸν τρόπον τοῦτο τὸ νεκρὸν κόκκος ἐστὶ σίτου τῷ Θεῷ ὡς τὸ προαναστησόμενον. ὡσπερ οὑν εὐπόρησεν ὁ Θεος απο τοῦ κοκκου τοῦ σίτου στάχυν ποιῆσαι· οὐκ ἔξωθεν τῶν ἀφορμῶν τῶν ἐν τῷ σπέρματι τῷ βραχεῖ’ ἀπὸ γὰρ ἐκείνου ἤγειρεν τὸν στάχυν· καὶ ἀφ’ ἑκάστου σπέρματος ἐγείρει τὸ δυνάμει ἐνυπάρχον τῷ σπέρματι· οὕτως ἀπὸ σπέρματος μὲν ἀνθρώπου κατὰ τὴν ἀρχὴν, γέγονεν οὗτος ὁ ἄνθρωπος· ἐὰν δὲ ἀποθάνῃ τὸ σῶμα αὐτοῦ, σπέρμα γίνεται τοῦ ἀναστησομένου ἐκ νεκρῶν ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. τὸ ἄπιστον δὲ τῇ ἀναστάσει τῇ ἀπὸ τῶν νεκρῶν ἴσον ὑπέλαβεν εἶναι ὁ Ἀπόστολος τὸ μὴ πιστεύειν ὅτι ἐσόμεθα τὴν ἀρχὴν μετὰ τὴν ἔξοδον. διὸ τοῖς πιστεύουσιν ἀνάστασιν ἔσεσθαι νεκρῶν φησὶν, ὡς μὴ ἄλλης καταυτοῦς g ζωῆς παρὰ τὴν ἐνεστῶσαν, τὸ “εἰ ἐν “τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι ἐσμεν πάντων ἀνθρώπων.

  4. 9.52

    Καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς κατὰ τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν νεκρῶν, μηδὲ ζωῆς ὑπαρχούσης κατὰ τὸν βίον τοῦτον φησίν· “τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; καθ’ ἡμέραν ἀποθνήσκω· “μὴ τὴν ἡμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ “ἡμῶν” καὶ τὰ ἑξῆς. δηλοῖ δὲ καὶ ἡ αἵρεσις τῶν Σαδδουκαίων ἀθετούντων τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅτι ἀκολουθεῖ αὐτοῖς τὸ μηδὲ ζῆν ὑμᾶς μετὰ τὴν παροῦσαν ζωήν. διόπερ ὁ Σωτῆρ’ πρὸς αὐτοὺς ἀπὸ τοῦ νόμου μόνον παράδειγμα λαμβάνει περὶ τοῦ εἶναι ἀνάστασιν τὴν ἐκ νεκρῶν ῥητὸν λέγων, “περὶ δὲ τῆς ἀναστάσεως “τῶν νεκρῶν, οὐκ ἃν ἔγνωτε ὅτι ὁ Θεὸς εἶπεν ἐπὶ τῆς βάτου “λέγων, ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς “Ἰακώβ. Θεὸς οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων.” “νυνὶ δὲ Χριστὸς “ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων.” ἡ ἀπαρχὴ πολλῶν ἔστιν ἀπαρχή.

  5. 9.53

    Ὡς δὲ ἐπὶ παραδείγματος τῶν ἐν τῷ νόμῳ εἴσομεν, ἀπαρχὴ ἀναφέρεται σίτου ὑπὸ τῶν σῖτον θερισάντων· καὶ φέρε εἰπεῖν οἴνου, ὑπὸ τῶν οἶνον τρυγησάντων· καὶ ἐλαίου ἀπὸ τῶν ἐλαίαν ἐκθερισάντων· οὕτω εἴπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπαρχή ἐστι, τῶν κεκοιμημένων ἀναγκαῖόν ἐστι οὗτος ἀπαρχή. καὶ ζητοῦμεν πότερον πάντων ἀπαρχή ἐστιν ἢ πολλῶν· “Χριστὸς γάρ,” φησιν, “ἀπαρχὴ τῶν κεκοιμημένων·” εἰ μὲν οὖν μὴ ἔχομεν λέξιν ἀπὸ τῆς ἀρχῆς· κἂν λέγωμεν δύσφημόν τι νομίσαντες εἶναι κατὰ τὸν τόπον τὸ λέγειν αὐτὸν ἀπαρχὴν πάντων εἶναι· ὅτι ἀπαρχή ἐστι τῶν κεκοιμημένων, δικαίων μόνων οὐχὶ δὲ τῶν λοιπῶν· νυνὶ δὲ καὶ αὐτὸς ὁ Ἀπόστολος λέγει· “ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος· “καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν·” πῶς ἐπί τινας αὐτὸς λέγει, ὅτι ἐπὶ πάντας; “ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν· “οὕτως ἐν τῷ Χριστῷ” οὐκ εἴρηκεν οἱ δίκαιοι ζωοποιηθήσονται. εἶτα ἵνα μὴ ταραχθῇς καὶ εἴπῃς, ἄρα οὖν μάτην ἐμοὶ ὁ κάματος ὁ τοσοῦτος ἀνήντληται· εἴ γε Χριστὸς ἀναστὰς ἐκ νεκρῶν, πάντων ἐστὶν ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· ἀλλ’ εἰ καὶ ἐν τῷ Ἀδὰμ πάντες ἀπέθανον· οὐδὲν ἦττον Ἀβραὰμ δίκαιος ἦν· Ἰσαὰκ πατριάρχης ἦν, Ἰακὼβ τοὺς δώδεκα πατριάρχας γεννήσας, Ἰσραὴλ ἦν· οὕτω δὲ ἐλεύσει καὶ ἐπὶ τοὺς λοιποὺς δικαίους. κατατολμῶ εἰπεῖν, ὅτι ὁ μὲν Απόστολος εἶπεν ἀπαρχὴν εἶναι τῶν κεκοιμημένων Χριστὸν Ἰησοῦν. ἐγὼ δὲ παρ’ ἐκεῖνον ποιήσαιμ’ ἄν· οὗτος μὲν ἀπαρχὴ ἐπὶ ζωὴν τῶν μελλόντων ζῆν· Ἀδὰμ δὲ ἀπαρχὴ τοῦ θανάτου τῶν ἀνθρώπων γεγένηται· “ἐν γὰρ τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν·” ἐκείνου τὴν ἀπαρχὴν τοῦ θανάτου εἰληφότος· ἀλλ’ ὁ μὲν Σωτῆρ’ θέλων τὴν ἀπαρχὴν τῆς ζωῆς ἀναλαβεῖν, ἀνέλαβεν πρῶτον τὸν θάνατον τῶν ἀποθανόντων· ἵνα καταργήσας τὸν θάνατον, γένηται οὗτος ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ζώντων.

  6. 9.54

    Κυτίλλου. Δέχεται λοιπὸν ὡς ὁμολογούμενον τὸ χρῆναι πιστεύειν, ὡς ἀνεβίω μὲν Χριστὸς, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων· πρῶτος τῶν ἐπὶ τῆς γῆς, πατήσας τὸν θάνατον. καθάπερ ἀμέλει καὶ ὁ προπάτωρ Ἀδὰμ πρῶτος εἰς αὐτὸν ἐμβέβηκεν, καὶ γέγονεν ἀπαρχὴ τῶν ὠλισθηκότων εἰς φθοράν. ἕψεται δὲ ὅτι τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει καὶ ἡ τῶν νεκρῶν, προσεπάγει λέγων, “ὥσπερ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώ- “που ἀνάστασις νεκρῶν.” ἄθρει δὲ ὅπως τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον θεοπρεποῦς ἀνάμεστον εὐτεχνίας ἀποφαίνει πάλιν· ἔδει γὰρ, ἔδει, φησὶν, ἄνθρωπον ὑπὲρ ἡμῶν νικῆσαι τὸν θάνατον· ταύτης δὲ ἕνεκα τῆς αἰτίας ὁ ἐκ Θεοῦ πεφηνὼς Θεὸς Λόγος, “οὐκ ἀγγέλων ἐπελάβετο,” καθὰ φησὶν αὐτὸς, “ἀλλὰ “σπέρματος Ἀβραάμ· ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ.” ἔδει γὰρ, ὡς ἔφην, θεραπεύεσθαι τὸ ἠρρωστηκός· ἀναστῆναι τὸ πεπτωκός. ἔδει καταθλῆσαι θανάτου δι’ ὑπακοῆς καὶ δικαιοσύνης τὸ ὑπ’ αὐτῷ γεγονὸς διὰ παραβάσεως καὶ ἁμαρτίας.

  7. 9.55

    ταύτῃ γέγονεν ἄνθρωπος οὐκ εἰδὼς ἁμαρτίαν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. ἵνα ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες κατακεκρίμεθα, τῆς ἀνθρώπου φύσεως πατούσης τὸν θάνατον, οὕτω καὶ δικαιωθέντες ἐν Χριστῷ, συναποδυσόμεθα τῇ ἁμαρτίᾳ τὸν ἐξ αὐτῆς ἀναψύντα θάνατον. καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος· “ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ “κατεστάθησαν, οἱ πολλοί.” οὐκοῦν ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσι· καταδεδικασμένης, ὡς ἔφην, ἐν αὐτῷ τῆς φύσεως διὰ τὴν παράβασιν· οὕτως ἐν τῷ Χριστῷ ζωοποιηθήσονται, πάλιν εὐλογουμένης ἐν αὐτῷ τῆς φύσεως κατὰ τὸν ἴσον τρόπον διὰ τὴν δικαίωσιν. λύσις οὖν ἄρα τῶν πρώτων τὰ δεύτερα· “παρεδόθη “γὰρ διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν “ἡμῶν·” ἐγηγερμένῳ δὴ οὖν συνεγηγέρμεθα καὶ ἡμεῖς. ζωὴ γάρ ἐστι κατὰ φύσιν ὁ ἐκ Θεοῦ Λόγος. οὐχὶ δήπου μόνῃ τῇ ἰδίᾳ σαρκὶ τὸ τῆς αὐτοῦ φύσεως ἀγαθὸν δωρούμενος, φημὶ δὴ τὴν ζωήν· ἀλλ’ εἰς ὅλην αὐτὸ παραπέμπων τὴν τοῦ ἀνθρώπου φύσιν· ἐγήγερται μὲν γὰρ ὁμολογουμένως ὡς ἀπαρχὴ Χριστός· ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων κατὰ τὸ γεγραμμένον. ἕψεται γε μὴν ἐν καιρῷ τὸ ἀναβιῶναι τοὺς ἄλλους. πλὴν κατὰ τὸ εἰκὸς οὐ χύδην, ἀλλ’ ἐν κόσμῳ τε καὶ διακεκριμένως καὶ οἷον ἐν κελεύσματι· μετὰ γάρ τοι τὴν ἀπαρχὴν τοῦτ’ ἐστιν Χριστὸν, τοὺς αὐτοῦ φησὶν ἐγερθήσεσθαι. δῆλον δὲ ὅτι τοὺς ἐν καιρῷ τῆς ἐπιδημίας, ἤγουν γεγονότας μετὰ τὴν ἐνανθρώπησιν καὶ ὡς ἐν πίστει κεκοιμημένους.

  8. 9.56

    Ἧσαν μὲν γὰρ ὁμολογουμένως ἅγιοι κατὰ καιροὺς ἐν τῷ Ἰσραὴλ, τῆς ἐν νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι· πλὴν ἀμείνους οἱ ἐν Χριστῷ· δεδικαίωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοί· καὶ τὸ τῆς υἱοθεσίας ἐκπεπλουτήκασι πνεῦμα. κέκληνται δὲ καὶ εἰς ἀδελφότητα κατὰ χάριν τοῦ κατὰ φύσιν τε καὶ ἀληθῶς Υἱοῦ. καὶ ἦν μὲν πνεῦμα δουλείας ἐν τοῖς ὑπὸ νόμον· “κράζομεν δὲ ἡμεῖς ἀββὰ ὁ πατήρ. οὐκ οὑν ἀμείνους ὡς ἔφην τῶν ἀρχαιοτέρων οἱ ἐν Χριστῷ· τοι γάρ τοι καὶ πρώτους αὐτοὺς ἀναβιώσεσθαι φησὶν, οἷον ἴοντας κατ’ ἴχνος τῇ πάντων ἀρχῇ· διά τοι τὸ εἶναι προσεχεστέρους αὐτῇ, καὶ προτετιμῆσθαι ταύτῃ τοι τῶν ἄλλων. ὑπεμφαίνει δέ τι τοιοῦτον καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν παραβολαῖς εὐαγγελικαῖς· ἔφη γὰρ ὅτι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος, οἰκοδεσπότης δὲ οὗτος, ὀψίας γεγενημένης ἔφη τῷ ἐπιτρόπῳ αὐτοῦ· “κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν, “ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.”

  9. 9.57

    Ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅτ’ ἂν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατέρι, ὅτ’ ἃν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἃν θῆ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.

  10. 9.58

    Ἰωάννου. Ἀπαρχὴ, φησὶν, καὶ ὁδὸς τῆς ἀναστάσεως ὁ Χριστὸς γεγέννηται. μετ’ αὐτὸν οἱ αὐτοῦ πρῶτοι ἀναστήσονται· αὐτοῦ δὲ λέγει, τοὺς δικαίους κατὰ τὸν λόγον τῆς οἰκειώσεως. ἔδει γὰρ ἔχειν προτέρημα καὶ ἐπ’ αὐτῷ τῷ ἐγείρεσθαι τοὺς δικαίους· ἐπειδὴ γὰρ μέλλουσιν ἁρπάζεσθαι εἰς ἀέρα εἰς ἀπάντησιν τοῦ Κυρίου· προεγείρονται, ἵνα ἀπαντῆσαι φθάσωσιν· τίς γὰρ ἦν χρεία προεγείρεσθαι τοὺς ἁμαρτωλοὺς, τοὺς κάτω μέλλοντας μένειν τὸν κριτήν· εἶτα μετὰ τοῦτο τὸ τέλος τῶν πάντων πραγμάτων καὶ αὐτῆς τῆς ἀναστάσεως· τὸ καὶ τοὺς λοιποὺς λοιπὸν ἐγείρεσθαι· οὐχ ὥσπερ γὰρ νῦν ἐπὶ τοῦ Χριστοῦ ἀναστάσεως μεμένηκε τὰ νῦν ἀνθρώπινα πράγματα, οὕτως καὶ τότε ἔσται, ἀλλὰ πάντα τέλος λήψεται.

  11. 9.59

    Θεοδωρίτου. τοῦ Χριστοῦ καλεῖ οὐ μόνον μετὰ τὴν ἀνθρώπησιν εἰς αὐτὸν πεπιστευκότας, ἀλλὰ καὶ τοὺς ἐν νόμῳ καὶ τοὺς πρὸ νόμου ἐν εὐσεβείᾳ καὶ ἀρετῇ διαλάμψαντας. “εἶτα τὸ τέλος.” ἀντὶ τοῦ ἡ κοινὴ πάντων ἀνάστασις· ὅτ’ ἃν γὰρ αὕτη γένηται, πάντα λήψεται τέλος· καὶ τὰ παρόντα πράγματα καὶ τῶν προφητῶν αἱ προρρήσεις.

  12. 9.60

    “ Ἀπαρχὴ Χριστός·” εἰς ἀφθαρσίαν πρῶτος ὁ Χριστὸς ἐκ νεκρῶν ἀνέστη· ὅσοι τετυχήκασιν ἀναστάσεως. εἴτε δι’ αὐτοῦ τοῦ Σωτῆρος, εἴτε διὰ προφητῶν καὶ Ἀποστόλων αὖθις τεθνήκασιν. “ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·” τοῦτ’ ἔστιν, ὅτ’ ἃν ἀπ’ οὐρανοῦ φανῇ ἐν δόξῃ, πρῶτον οἱ πιστοὶ καὶ δίκαιοι καὶ εἰς αὐτὸν προηλπικότες καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν δεξάμενοι, ἀναστήσονται· “εἶτα τὸ τέλος” μετὰ τὴν τῶν δικαίων ἀνάστασιν καὶ ἐν νεφέλαις ἁρπαγὴν εἰς ἀπάντησιν τοῦ Κυρίου. τότε τὸ τέλος, τοῦτ’ ἐστιν ἡ πάντων ἀνάστασις τῶν ἀπὸ καταβολῆς κόσμου τετελευτηκότων, καὶ τῇ κρίσει παραδοθῆναι τελείως ὀφείλονται.

  13. 9.61

    Ἰωάννου Ἐνταῦθά μοι προσέχετε μετὰ ἀκριβείας, καὶ ὁρᾶτε μήτι διαφύγῃ τῶν λεγομένων ὑμᾶς· καὶ γὰρ πρὸς ἐχθροὺς ἡμῖν ἡ μάχη. διὸ πρότερον τὴν εἰς ἄτοπον ἀπαγωγὴν δεῖ γυμνάζειν· ὃ καὶ Παῦλος πολλάκις ποιεῖ. οὕτω γὰρ μάλιστα λέγουσιν· εὐφώρατά ὑμῖν φανεῖται. ἐρώμεθα αὐτούς· τι ἐστι τὸ εἰρημένον, “ὅτ’ ἃν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατέρι;” εἰ γὰρ ἁπλῶς ἐκλάβοιμεν τοῦτο καὶ μὴ θεοπρεπῶς, οὐκ ἔσται μετὰ ταῦτα ἔχων αὐτήν· ὁ γὰρ παραδοὺς ἑτέρῳ, παύεται τοῦ κατέχειν αὐτός· καὶ οὐ τοῦτο μόνον ἔσται τὸ ἄτοπον, ἀλλ’ ὅτι οὐδὲ ἐκεῖνος ὁ παραλαβὼν εὑρεθήσεται πρὶν ἣ παραλαβεῖν ἔχων. οὐκοῦν κατ’ ἐκείνους, οὔτε ὁ Πατὴρ βασιλεὺς ἔμπροσθεν βασιλεὺς ἦν καὶ διῴκει τὰ ἡμέτερα, οὔτε ὁ Υἱὸς φανεῖται μετὰ ταῦτα βασιλεύων. πῶς οὖν περὶ μὲν τοῦ Πατέρος φησὶν αὐτός· “ὁ Πατήρ μου ἕως “ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. περὶ δὲ αὐτοῦ Δανιὴλ, “ὅτι “ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ παρελεύσεται.” εἶδες πόσα ἄτοπα τίκτεται καὶ μαχόμενα ταῖς γραφαῖς, ὅτ’ ἃν ἀνθρωπίνως ἐκλαμβάνῃ τις τὰ λεγόμενα. ποῖαν δὲ καἰ ἀρχὴν ἄρα ἐνταῦθα φησὶ καταργεῖν· τὴν τῶν Ἀγγέλων; ἄπαγε, ἀλλὰ τὴν τῶν πιστῶν; οὐδὲ τοῦτο· ἀλλὰ ποιᾶν; τὴν τῶν δαιμόνων, περὶ ἧς φησὶν, “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ “πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας “τοῦ σκότους τοῦ αἰῶνος τούτου.” νῦν μὲν γὰρ οὐδέπω κατήργηνται τέλεον· ἐνεργοῦσι γὰρ πολλαχοῦ. τότε δὲ παύσονται. “δεῖ γὰρ “αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἃν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ “τοὺς πόδας αὐτοῦ.”

  14. 9.62

    Πάλιν ἐντεῦθεν ἕτερον ἄτοπον τίκτεται, ἃν μὴ καὶ τοῦτο θεοπρεπῶς ἐκλάβωμεν. τὸ γὰρ “ἄχρι” τέλους ἐστὶ καὶ διορισμοῦ. ἐπὶ δὲ Θεοῦ, τοῦτο οὐκ ἔστιν. “ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνα- “τος·” πῶς ἔσχατος; μετὰ πάντας, μετὰ τὸν διάβολον, μετὰ τὰ ἄλλα πάντα. καὶ γὰρ ἐν ἀρχῇ ἔσχατος εἰσῆλθεν· πρότερον γὰρ ἡ συμβουλὴ τοῦ διαβόλου καὶ ἡ παρακοή· καὶ τότε ὁ θάνατος. τῇ μὲν οὖν δυνάμει καὶ νῦν κατήργηται, τῇ δὲ ἐνεργείᾳ τότε.

  15. 9.63

    Οἰκοτμενίου. Ὅμοιον φησὶν ὁ Δαβίδ, “καὶ ἐν τῆ σκία “τῶν πτερύγων σοῦ ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία·” τότε γὰρ παρέρχεται, ὅτ’ ἃν αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι καταργηθῶσιν, καὶ ἀνενέργητοι μένωσιν·

  16. 9.64

    Κυτίλλου. Ἐν βίβλῳ τετάρτῳ τῶν κατὰ Ἰουλιανοῦ πρὸς αὐτὸ τὸ πέρας, οὕτω φησὶν, “ὅτ’ ἃν παραδῷ τὴν βασιλείαν,” τοῦτ’ ἔστιν ἐλευθέραν ὡς ὑπὸ τυράννου διηρπασμένην, ἐξελὼν καὶ προσάγων τῷ ἰδίῳ γεννήτορι.

  17. 9.65

    Γρητορίου. Οὐ τέλος ἐπιτιθεὶς τῇ βασιλείᾳ εἶπεν τὸ “ἄχρις·” ἀλλὰ ἀξιόπιστον ποιῶν τὸ εἰρημένον καὶ θαρρεῖν παρασκευάζων· ὡσανεὶ ἔλεγεν, μὴ ἐπειδὴ ἤκουσας, ὧ οὗτος, ὅτι καταργήσει πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ αὐτὸν τὸν θάνατον, φοβηθῇς, ὡς ἀτονοῦντος αὐτοῦ· ἕως γὰρ ἃν πάντα ποιήσῃ, βασιλεύει· οὐ τοῦτο λέγων ὅτι μετὰ τὸ ποιῆσαι, οὐ βασιλεύει· ἀλλ’ ἐκεῖνο δεικνὺς ὅτι κἂν μὴ νῦν γένηται, παντὸς ἔσται· κρατεῖ γὰρ αὐτοῦ ἡ βασιλεία καὶ οὐκ ἀτονεῖ, ἄχρι πάντα κατορθώσει· ἡ δὲ κρατοῦσα ἄχρι οὗ κατορθωθῇ πάντα. πολλῷ μᾶλλον μετὰ τὸ κατορθωθῆναι κρατήσει· “καὶ τῆς βασιλείας γὰρ αὐτοῦ” φησὶν “οὐκ ἔσται “τέλος.”

  18. 9.66

    Φωτίου. Παραδίδωσιν, οὐκ αὐτὸς στερούμενος. ἀνόητον γὰρ λίαν ὑπονοεῖν ὡς στασιάζουσαν μὲν εἶχεν, ἀπαλλάξας δὲ πόνοις ἰδίοις, ταύτης ἐστερήθη· ἀλλὰ παραδίδωσιν, οἱονεὶ κοινωνὸν ποιεῖται τὸν Πατέρα τοῦ ἰδίου κατορθώματος· κοινὰ γὰρ ἅπαντα τὰ τῆς τριάδος. εἰ γὰρ καὶ ὁ Υἱὸς σεσάρκωται· ἀλλ’ εὐδοκίᾳ τοῦ Πατέρος, καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος· οὐκοῦν κοινὰ καὶ ἃ σαρκωθεὶς ὁ Υἱὸς καὶ σταυρωθεὶς καὶ ἀναστὰς εἰργάσατο κατορθώματα. καλῶς οὖν φησὶν, τὴν βασιλείαν παραδίδωσιν, τοῦτ’ ἔστιν κοινοποιεῖται καὶ εὐφραίνει τῷ κατορθώματι. ὥσπερ γὰρ ὁ Υἱὸς παραλαβὼν αὐτὴν στασιάζουσαν, οὐκ ἀφείλετο αὐτὴν τοῦ Πατέρος· οὕτω νῦν παραδιδοὺς, οὐδ’ αὐτὸς ἀφαιρεθήσεται αὐτῆς. παραδίδωσι δὲ, εἴποι τις ἃν, οὐκ ἔξω σκοποῦ, καὶ οὐκ ἐφ’ ᾧ μὴ ταλαιπωρεῖσθαι περὶ αὐτήν· καὶ ἐφ’ ᾧ μήτε συμμαχεῖν, μήτε τροποῦσθαι, μήτε ἄλλο τι ποιεῖν, ὧν τὰ μὲν πρὸ τοῦ πάθους, τὰ δὲ καὶ μετὰ τὴν ἀνάστασιν, ὡς Υἱὸς Θεοῦ καὶ ἄνθρωπος γεγονὼς εἰς ἡμᾶς ἐπεδείξατο. παραδίδωσιν οὖν, ὡς ἔφημεν, οὐκ ἐφ’ ᾧ μὴ ἔχειν, ἀλλ’ ἐφ’ ᾧ μηκέτι τῶν εἰρημένων τι περὶ αὐτὴν ἐπιτελεῖν· ἐπεὶ καὶ παρείληφεν οὐκ ἐφ’ ᾧ ἔχειν· εἶχεν γὰρ ὥσπερ ὁ Πατήρ· ἀλλ’ ἐφ’ ᾧ πόνοις ἰδίοις στάσεως αὐτὴν καὶ τυραννίδος ἀπαλλάξει.

  19. 9.67

    Τοῦ Αὐτοῦ. “τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατέρι·” εἶχεν ἀεὶ ὁ Πατὴρ τὴν τῶν ἀνθρώπων βασιλείαν, καὶ μὴν τῶν Ἀγγέλων· ἀλλὰ τὴν μὲν τῶν Ἀγγέλων ἀστασίαστον· τὴν δὲ τῶν ἀνθρώπων στασιάζουσαν, καὶ πάθεσιν αἰχμαλωτιζομένην, καὶ δαιμόνων ἐπηρείαις τυραννουμένην. ἀλλ’ ὁ Υἱὸς διὰ τοῦ οἰκείου πάθους, ὃ ἐν σαρκὶ γεγονὼς, ἀνεδέξατο· πᾶσαν ἐσάθρωσεν τυραννίδα καὶ ἀσθενεστάτην εἰργάσατο, καὶ τὸ αἰχμάλωτ’ ἵζον ἐταπείνωσεν καὶ ᾐχμαλώτισεν· ὅμως τῶν ἐν βίῳ καθαραθυμούντων ἀνθρώπων ὥσπερ σπινθῆρες τινὲς τῆς κακίας διὰ τῆς ἡμῶν ἀμελείας ἀνάπτουσιν καὶ ἀναφλέγονται· μετὰ δὲ τὸ τέλος, τῶν μὲν παθῶν πεπαυμένων, τῶν δὲ δαιμόνων κολαζομένων, καὶ τῶν δικαίων ἀνενοχλήτων ἐν παραδείσῳ διαιτωμένων, παραδίδωσιν ὁ Υἱὸς τῷ Πατέρι τὴν βασιλείαν, ὡς κατορθώσας καθαρὰν τυραννίδος καὶ ἀστασίαστον, “δεῖ “γὰρ αὐτὸν βασιλεύειν,” τὸ βασιλεύειν ἐνταῦθα οὐχ ἁπλῶς· ἀλλ’ οἷον δεῖ αὐτὸν τὰ τοῦ βασιλεύοντος ποιεῖν· τοῦτ’ ἐστι πολεμεῖν τοὺς ἐχθροὺς, συμμαχεῖν τοῖς ἰδίοις. τοὺς μὲν τροποῦσθαι, τοὺς δὲ ῥύεσθαι· “ἆχρις οὑ ἃν θῇ καὶ ἑξῆς. μετὰ γὰρ ταῦτα, οὐδενὸς τῶν εἰρημένων χρεία. ἀστασίαστος γὰρ λοιπὸν ἡ βασιλεία.

  20. 9.68

    Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.

  21. 9.69

    Ἰωάλλου. Καὶ γὰρ ἔμπροσθεν οὐκ αὐτὸν τὸν Πατέρα εἰναι τὸν ὑποτάξαντα, ἀλλ’ αὐτὸν καταργοῦντα. καὶ ὅτ’ ἃν γὰρ καταργήσῃ, φησὶν, πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν. καὶ πάλιν· “δεῖ “γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἃν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ “τοὺς πόδας αὐτοῦ.” πῶς οὖν ἐνταῦθα τὸν Πατέρα φησίν; καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δοκοῦν ἄπορον εἶναι· ἀλλ’ ὅτι τι καὶ δέδοικε δέος σφόδρα ἄτοπον, καὶ κέχρηται ἐπὶ διορθώσει λέγων, “ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῶ τὰ πάντα,” ὥς τινων ὑποπτευόντων μή ποτε καὶ ὁ Πατὴρ ὑποταγῇ τῷ Υἱῷ· οὗ τί γένοιτ’ ἃν ἀλογώτερον; ἀλλ’ ὅμως αὐτὸ δέδοικεν. τί οὖν ἐστι; καὶ γὰρ πολλὰ τὰ ζητήματα ἐφ’ ἑξῆς κεῖται· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν. καὶ γὰρ ἀναγκαῖον ὑμῖν πρῶτον Παύλου τὸν σκοπὸν εἰπεῖν καὶ τὴν γνώμην, ἣν πανταχοῦ τις ἃν εὕροι διαλάμπουσαν· καὶ τότε τὴν λύσιν ἐπαγαγεῖν· καὶ γὰρ καὶ τοῦτο πρὸς τὴν λύσιν ἡμῖν συντελεῖ. τίς οὖν ἡ Παύλου γνώμη, καὶ τι τὸ ἔθος; ἄλλως ὅτε περὶ τῆς θεότητος διαλέγεται μόνης φθέγγεται· καὶ ἑτέρως ὅτ’ ἃν εἰς τὸν τῆς οἰκονομίας ἐμπέσῃ λόγον. ὅτ’ ἃν γὰρ ἐπιλάβηται τῆς σαρκὸς, ἀδεῶς ἅπαντα λέγει λοιπὸν ταπεινά· θαρρῶν ὡς οὔσης τῆς δεξομένης τὰ λεγόμενα.

  22. 9.70

    Εἴδωμεν τοίνυν καὶ ἐνταῦθα πότερον περὶ γυμνῆς τῆς θεότητος ὁ λόγος αὐτῷ, ἢ μετὰ τῆς οἰκονομίας ἀποφαίνεται περὶ αὐτοῦ ταῦτα ἅπερ φησίν· μᾶλλον δὲ πρότερον δείξομεν ποῦ τοῦτο ὅπερ εἶπεν ἐποίησεν, Φιλιππησίοις γράφων φησὶν, “ὃς ἐν μορφῇ Θεοῦ ὑπάρ- “χῶν, οὐχ ἁρπαργμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν “ἐκένωσεν, μορφὴν δούλου λαβών· ἐν ὁμοιώματι ἀνθρώπων γενό- “μένος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, “ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὸ καὶ “ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν·” εἶδες πῶς ὅτε μὲν περὶ τῆς θεότητος διελέγετο μόνης, τὰ μεγάλα ἐκεῖνα εἴρηκεν, τὸ ἐν μορφῇ Θεοῦ ὑπάρχειν, καὶ τὸ εἶναι ἴσα τῳ γεγεννηκότι καὶ αὐτῷ τὸ πὰν ανατιθησιν. ἐπειδὴ δὲ ἔδειξέν σοι αὐτὸν σαρκωθέντα, κατεβίβασε πάλιν τὸν λόγον. εἰ γὰρ μὴ ταῦτα οὕτως διέλοις, πολλὴ ἡ μάχη τῶν εἰρημένων. καὶ γὰρ εἰ ἴσα Θεῷ ἦν, πῶς τὸν ἴσον ἑαυτῷ ὑπερύψωσεν; εἰ ἐν μορφῇ Θεοῦ ἦν, πῶς ἐχαρίσατο αὐτῷ ὄνομα; ὁ γὰρ χαριζόμενος τῷ μὴ ἔχοντι χαρίζεται· καὶ ὁ ὑψῶν, τὸν ἔμπροσθεν ταπεινὸν ὄντα ὑψοῖ. εὑρεθήσεται ἄρα ἀτελὴς ὣν καὶ ἐνδεῶς ἔχων πρὶν ἢ λαβεῖν τὸ ὕψος καὶ τὸ ὄνομα. καὶ μυρία ἕτερα λήμματα ἐντεῦθεν ἕψεται ἄτοπα· ἀλλ’ ἐὰν τὴν οἰκονομίαν προσθῇς, οὐχ ἁμαρτήσεις ταῦτα λέγων.

  23. 9.71

    ταῦτα δὴ καὶ ἐνταῦθα λογίζου, καὶ μετὰ τῆς γνώμης ταύτης ἐκδέχου τὰ εἰρημένα. μετὰ δὲ τούτων, καὶ ἑτέρας αἰτίας ἐροῦμεν τοῦ οὕτως συγκεῖσθαι ταυτηνὶ τὴν περικοπὴν τῆς γραφῆς. τέως δὲ ἐκεῖνο ἀναγκαῖον εἰπεῖν, ὅτι καὶ περὶ ἀναστάσεως ὁ λόγος ἦν τῷ Παύλῳ· πράγματος ἀδυνάτου δοκοῦντος εἶναι καὶ σφόδρα ἀπιστουμένου· καὶ πρὸς Κορινθίους ἐπέστελλεν, ἔνθα πλείους οἱ φιλόσοφοι οἱ τὰ τοιαῦτα κωμῳδοῦντες ἀεί. καὶ γὰρ ἐν τοῖς ἄλλοις ἀλλήλοις συρρηγνύμενοι, ἐν τούτῳ πάντες ἅτε ἐξ ἑνὸς στόματος συνέπνευσαν, δογματίζοντες μὴ εἶναι ἀνάστασιν. ἀγωνιζόμενος τοίνυν ὑπὲρ τῆς τοιαύτης ὑποθέσεως οὕτως ἀπιστουμένης, καὶ διὰ τὴν πρόληψιν τὴν γεγενημένην, καὶ διὰ τὴν τοῦ πράγματος δυσκολίαν· καὶ βουλόμενος κατασκεύασαι αὐτὸ δυνατὸν, πρῶτον ἐκ τῆς ἀναστάσεως τοῦ πρώτου τοῦτο ἐργάζεται· καὶ ἀποδείξας αὐτὴν κα ἄπο τῶν προφήτων, καὶ ἄπο τῶν ἑωρακότων, καὶ ἄπο τῶν πιστευσάντων, ἐπειδὴ ἔλαβεν ὡμολογημένην τὴν εἰς ἄτοπον ἀπαγωτγὴν, καὶ τὴν τῶν ἀνθρώπων κατασκευάζει λοιπόν.

  24. 9.72

    Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, φησὶν, οὐδὲ Χριστὸς ἐγήγερται· εἶτα συνεχῶς ταῦτα ἀντιστρέψας ἐν τοῖς ἔμπροσθεν, ἑτέρως πάλιν ἐπιχειρεῖ· ἀπαρχὴν αὐτὸν καλῶν, καὶ δεικνὺς καταργοῦντα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ θάνατον ἔσχατον· πῶς οὖν καταργηθείη, φησὶν, ἐὰν μὴ πρότερον ἅπερ εἶχεν ἀποβάλῃ σώματα; ἐπειδὴ καὶ μεγάλα περὶ τοῦ μονογενοῦς ἐφθέγξατο, ὅτι παραδίδωσι τὴν βασιλείαν, τοῦτ’ ἐστιν, ὅτι αὐτὸς ἀνύει ταῦτα, καὶ αὐτὸς τὸν πόλεμον νικᾷ, καὶ πάντα τίθησιν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπήγαγεν, τὴν ἀπιστίαν τῶν πολλῶν διορθούμενος, “δεῖ “γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς “ὑπὸ πόδας αὐτοῦ.” οὐ τέλος ἐπιτιθεὶς τῆ βασιλείᾳ τὸ ἄχρις, ἀλλ’ ἀξιόπιστον ποιῶν τὸ εἰρημένον, καὶ θαρρεῖν παρασκευάζων. μὴ γὰρ ἐπειδὴ ἤκουσας, φησὶν, ὅτι καταργήσει πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ τὸν διάβολον καὶ τὰς τῶν δαιμόνων φάλαγγας τὰς τοσαύτας, καὶ τῶν ἀπίστων τὰ πλήθη, καὶ τοῦ θανάτου τὴν τυραννίδα, καὶ τὰ κακὰ ἅπαντα, φοβηθῇς ὡς ἀτονοῦντος αὐτοῦ. ἕως γὰρ ἂν ποιήσει ταῦτα πάντα, δεῖ βασιλεύειν αὐτόν. οὐ τοῦτο λέγων, ὅτι μετὰ τὸ ποιῆσαι οὐ βασιλεύει, ἀλλ’ ἐκεῖνο κατασκευάζων ὅτι καὶ μὴ νῦν γένηται, πάντως ἔσται· οὐ γὰρ διακόπτεται αὐτοῦ ἡ βασιλεία· κρατεῖ γὰρ καὶ ἰσχύει καὶ μένει, ἕως ἃν πάντα κατορθώσῃ. τοῦτο δὲ τὸ ἔθος καὶ ἐν τῇ παλαιᾷ εὕροι τις ἄν· ὡς ὅτ’ ἂν λέγῃ, “τὸ δὲ ῥῆμα τοῦ Κυρίου “μένει εἰς τὸν αἰῶνα. καὶ σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ “ ἐκλείψουσι.” ταῦτα δὲ λέγει ὁ προφήτης καὶ τὰ τοιαῦτα, ἐπειδὰν περὶ πραγμάτων διηγῆται μακρῷ χρόνῳ κατορθουμένων· τὴν δειλίαν τῶν παχυτέρων ἀκροατῶν ἐκβάλλων. ὅτι δὲ τὸ “ἄχρι” ἐπὶ Θεοῦ λεγόμενον καὶ ἕως οὐκ ἔστι τέλους, ἄκουσον τί φησιν, “ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ·” καὶ πάλιν, “ἐγώ εἰμι, ἐγώ εἰμι καὶ ἕως ἃν καταγηράσητε, ἐγώ εἰμι. διὰ δὴ τοῦτο καὶ ἔσχατον τίθησι τὸν θάνατον, ἵν ἀπὸ τῆς τῶν ἄλλων νίκης, καὶ τοῦτο εὐπαράδεκτον γένηται τῷ διαπιστοῦντι· ὅτ’ ἂν γὰρ τὸν διάβολον ἕλῃ τὸν εἰσαγαγόντα τὸν θάνατον, πολλῷ μᾶλλον τὸ ἔργον τὸ ἐκείνου καταλύσει.

  25. 9.73

    Ἐπεὶ οὖν πάντα αὐτῷ ἀνατέθεικε τὸ καταργεῖν τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ κατορθῶσαι τὴν βασιλείαν, λέγω δὴ τῶν πιστῶν τὴν σωτηρίαν, τὴν τῆς οἰκουμένης εἰρήνην, τὴν τῶν κακῶν ἀναίρεσιν· τοῦτο γάρ ἐστι τὴν βασιλείαν κατορθῶσαι, τὸ καταλῦσαι τὸν θάνατον. καὶ ἐπεὶ οὐκ εἶπεν ὅτι ὁ Πατὴρ δι’ αὐτοῦ, ἀλλ’ αὐτὸς καταργήσει ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ οὐδαμοῦ τοῦ γεγεννηκότος ἐμνημόνευσεν, ἐφοβήθη λοιπὸν μὴ διὰ τοῦτο δόξῃ παρά τισι τῶν ἀλογωτέρων, ἣ μείζων εἶναι τοῦ τέος ὁ Υἱὸς, ἣ ἑτέρα τις ἀρχὴ ἀγέννητος. καὶ διὰ τοῦτο ἡρέμα ἀσφαλιζόμενος, παραμυθεῖται τὸν ὄγκον τῶν εἰρημένων, λέγων, “πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς “πόδας αὐτοῦ·” πάλιν τῷ Πατέρι τὰ κατορθώματα ἀνατιθεὶς, οὐχ ὡς ἀτονοῦντος τοῦ παιδὸς, πῶς γὰρ ᾧ τοσαῦτα ἐμαρτύρησεν ἔμπροσθεν, καὶ πάντα ἀνέθηκε τὰ εἰρημένα; ἀλλὰ διὰ τὴν αἰτίαν ἣν εἶπον, καὶ ἵνα δείξη κοινὰ Πατέρος καὶ Υἱοῦ τὰ ὑπὲρ ἡμῶν γενόμενα ἀπάντα·

  26. 9.74

    Ὅτι γὰρ αὐτὸς αὐτῷ ἤρκεσεν εἰς τὸ ὑποτάξαι ἑαυτῷ τὰ πάντα, ἄκουσας πάλιν Παύλου λέγοντος, “ὃς μετασχηματίσει τὸ σῶμα “τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι “τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν ὑπο- “τάξαι αὐτῷ τὰ πάντα.” εἶτα καὶ ἐπιδιορθώσει κέχρηται λέγων, ὅτ’ ἃν δὲ εἴ, ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ “ὑποτάξαντος αὐτῷ τὰ πάντα·” οὐ μικρὰν κἀντεῦθεν τῷ μονογενεῖ μαρτυρῶν δόξαν. εἰ γὰρ ἐλάττων εἴη καὶ πολὺ καταδεέστερος, οὐκ ἃν τοῦτο ἐφοβήθη ποτὲ τὸ δέος· καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ ἕτερον προστίθησι λέγων, ἵνα γὰρ μή τις ὑποπτεύῃ καὶ λέγῃ, τί γὰρ εἰ καὶ μὴ ὑποτέτακται ὁ Πατήρ; οὐδὲν τοῦτο κωλύει ἰσχυρότερον εἶναι τὸν Υἱόν· δείσας τὴν ἀσεβῆ ταύτην ὑπόνοιαν· ἐπειδὴ ἐκεῖνο οὐκ ἤρκει καὶ τοῦτο δεῖξαι, προσέθηκεν ἐκ περιου- σίας πολλῆς, “ὅτ᾿ ἂν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ “αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται,” τὴν πολλὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεικνύς· καὶ ὅτι οὗτος ἀρχὴ πάντων ἀγαθῶν καὶ αἰτία πρώτη, ὁ τὸν τοσαῦτα δυνάμενον καὶ κατορθοῦντα γεγεννηκώς. εἰ δὲ πλέον εἴρηκεν ἣ ἀπῄτει τοῦ πράγματος ἣ ὑπόθεσις, μὴ θανμάσῃς· τὸν γὰρ διδάσκαλον τὸν αὐτοῦ μιμούμενος, τοῦτο ποιεῖ. καὶ γὰρ αὐτὸς ὁμόνοιαν δεῖξαι βουλόμενος πρὸς τὸν γεγεννηκότα, καὶ ὅτι οὐ παρὰ γνώμην αὐτοῦ ἀφίηται, τοσοῦτον καταβαίνει· οὐχ ὅσον ἀπῄτει τῆς ὁμονοίας ἡ ἀπόδειξις, ἀλλ’ ὅσον ἔδει τῶν παρόντων ἡ ἀσθένεια. εὔχεται γὰρ τῷ γεγεννηκότι δι’ οὐδὲν ἕτερον, ἣ διὰ τοῦτο· καὶ τὴν αἰτίαν τιθεὶς, φησὶν, “ἵνα πιστεύσωσιν ὅτι “σύ με ἀπέστειλας.”

  27. 9.75

    Τοῦτον οὖν μιμούμενος καὶ ἐνταῦθα ἐκ περιουσίας τῇ λέξει κέχρηται· οὐχ ἵνα δουλείαν κατηναγκασμένην ὑποπτεύσῃς, ἄπαγε· ἀλλ’ ἵνα τὰ ἄτοπα ἐκεῖνα δόγματα ἐκ περιουσίας ἐκβάλῃ. καὶ γὰρ ὅτ᾿ ἃν βουληταί τι πρόρριζον ἀνασπάσαι, πολλῇ κέχρηται τῇ περιουσίᾳ. οὕτω γοῦν περὶ γυναικὸς πιστῆς λέγων καὶ ἀνδρὸς ἀπίστου ὁμιλούντων ἀλλήλοις νόμῳ γάμου· ἵνα μὴ νομίσῃ ἡ γυνὴ μολύνεσθαι ἀπὸ τῆς μίξεως καὶ τῶν περιπλοκῶν τῶν πρὸς τὸν ἄπιστον, οὐκ εἶπεν ὅτι οὐκ ἔστιν ἀκάθαρτος ἡ γυνὴ, ἢ ὅτι οὐδὲν βλάπτεται παρὰ τοῦ ἀπίστου, ἀλλ’ ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ ὁ ἄπιστος ἡγίασται δι’ αὐτῆς. οὐ τοῦτο βουλόμενος δεῖξαι ὅτι ὁ Ἕλλην ἅγιος ἐγένετο ἐξ ἐκείνης, ἀλλὰ τῇ ὑπερβολῇ τοῦ ῥήματος τὸν φόβον αὐτῆς ἐκλῦσαι σπεύδων· οὕτω καὶ ἐνταῦθα τῇ περιουσίᾳ τῆς λέξεως τὸ ἀσεβὲς ἐκεῖνο δόγμα ἀνελεῖν ἐσπουδακὼς, εἶπεν ὅπερ εἴρηκεν. ὥσπερ γὰρ ἀσθενῆ τὸν Υἱὸν ὑποπτεύειν, τῆς ἐσχάτης παρανομίας ἐστί· διόπερ αὐτὸ διορθοῦται λέγων, ὅτι πάντας τοὺς ἐχθροὺς αὐτοῦ θήσει ὕπο τοὺς πόδας αὐτοῦ οὐτῶ τοῦτο πάλιν ἀσεβέστερον τὸ ἐλάττονα νομίζειν τὸν Πατέρα. διὸ καὶ αὐτὸ μετὰ πολλῆς ἀναιρεῖ τῆς ὑπερβολῆς. καὶ ὅρα πῶς αὐτὸ τίθησιν· οὐ γὰρ εἶπεν ἐκτὸς τοῦ ὑποτάξαντος ἁπλῶς, ἀλλὰ δῆλον ὅτι εἰ γὰρ καὶ ὁμολογῆται φησιν, ἀλλ’ ὅμως ἀσφαλίζομαι.

  28. 9.76

    Καὶ ἵνα μάθῃς ὅτι αὕτη ἐστὶν ἡ αἰτία τῶν εἰρημένων, ἐκεῖνο ἄν σε ἐροίμην. ἄρα προσθήκη γίνεται τότε ὑποταγῆς τῷ Υἱῷ; καὶ πῶς οὐκ ἄτοπον καὶ Θεοῦ ἀνάξιον; ἡ γὰρ μεγίστη ὑποταγὴ ἡ ὑπακοὴ αὕτη, τὸν Θεὸν ὄντα δούλου μορφὴν λαβεῖν· πῶς οὖν τότε ὑποταγήσεται; ὁρᾷς ὅτι τὴν ἄτοπον ὑποψίαν ἀναιρῶν τοῦτο τέθεικεν; καὶ τοῦτο δὲ μετὰ τῆς προσηκούσης ὑπονοίας· ὡς γὰρ Υἱῷ προσῆκεν καὶ Θεῷ, οὕτως ὑπακούει· οὐκ ἀνθρωπίνως, ἀλλ’ ἐλευθεριάζων καὶ ἐξουσίαν πᾶσαν ἔχων· ἐπεὶ πῶς σύνθρονος; πῶς ὡς ὁ Πατὴρ ἐγείρει, οὕτω καὶ αὐτὸς οὓς θέλει; πῶς τὰ τοῦ Πατέρος αὐτῷ πάντα, καὶ τὰ αὐτοῦ τοῦ Πατέρος; ταῦτα γὰρ ἐξουσίαν ἀπηκριβωμένην πρὸς τὸν γεγεννηκότα ἡμῖν ἐνδείκνυται.

  29. 9.77

    Τί δ δέ ἐστιν, “ὅτ’ ἂν παραδῶ τὴν βασιλείαν;” βασιλείας Θεοῦ δύο οἶδεν ἡ γραφή· τὴν μὲν κατ’ οἰκείωσιν, τὴν δὲ κατὰ δημιουργίαν. βασιλεύει μὲν γὰρ ἁπάντων, καὶ Ἑλλήνων καὶ Ἰουδαίων, καὶ δαιμόνων τῶν ἀντιτεταγμένων κατὰ τὸν τῆς δημιουργίας λόγον. βασιλεύει δὲ τῶν πιστῶν καὶ ἑκόντων καὶ ὑποτεταγμένων κατὰ τὸν τῆς οἰκειώσεως. αὕτη ἡ βασιλεία· καὶ ἀρχὴν λέγεται ἔχειν· περὶ γὰρ ταύτης φησὶν καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ· “αἴτη- “’σαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.” περὶ ταύτης καὶ αὐτὸς εἴρηκεν τοῖς μαθηταῖς· “ἐδόθη μοι ἐξουσία “παρὰ τοῦ Πατέρος μου·” τῷ γεγεννηκότι πάντα ἀνατιθείς· οὐχ ὡς αὐτὸς οὐκ ἀρκῶν, ἀλλὰ δεικνὺς ὅτι Υἱός ἐστι καὶ οὐκ ἀγέννητος. ταύτην οὖν παραδίδωσι, τοῦτ’ ἐστιν κατορθοῖ. τί δή ποτ’ οὖν περὶ τοῦ Πνεύματος, φησὶν, οὐδὲν εἴρηκεν; ὅτι οὐ περὶ τούτου ὁ λόγος αὐτῷ ἦν νῦν· οὐδὲ ὁμοῦ πάντα συγχεῖ. ἐπεὶ καὶ ὅτ’ ἃν λέγει “εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς,” οὐ πάντως ἀφεὶς εἶναι τὸ Πνεῦμα, διὰ τοῦτο σιγᾷ· ἀλλ’ ἐπειδὴ τέως οὐ κατήπειγεν τοῦτο εἰπεῖν. οἰδεν γὰρ καὶ τοῦ Πνεύματος μεμνήσθαι μόνου· καὶ οὐ διὰ τοῦτο τὸν Υἱὸν ἐκβαλοῦμεν. οἶδεν καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος μόνου· καὶ οὐ διὰ τοῦτο τὸν Πατέρα ἀθετήσομεν.

  30. 9.78

    Τί δέ ἐστιν, ἴνα ἢ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;” ἴνα ἅπαντα εἰς αὐτὸν ἀνηρτημένα ᾖ. ἵνα μὴ δύο τις ἀρχὰς ἀνάρχους ὑπο- πτεύῃ, μὴ δὲ ἑτέραν βασιλείαν ἀπεσχισμένην. ἵνα μηδὲν αὐτοῦ ἀπηλλοτριωμένον ᾖ· ὅτ’ ἃν γὰρ οἱ μὲν ἐχθροὶ ὑπὸ τοὺς πόδας ὦσι κείμενοι τοῦ παιδός· ὁ δὲ ἔχων αὐτοὺς ὑπὸ πόδας ἐρριμμένους, μὴ στασιάζῃ πρὸς τὸν γεγεννηκότα· ἀλλ’ ὁμονοεῖ μετὰ πολλῆς τῆς ἀκριβείας, αὐτὸς ἔσται τὰ πάντα ἐν πᾶσιν. τινὲς δὲ καὶ τῆς κακίας τὴν ἀναίρεσιν δηλοῦντα τοῦτό φασιν αὐτὸν εἰρηκέναι. ὣς παντὸς εἴκοντος λοιπὸν, καὶ οὐδενὸς ἀνθισταμένου, οὐδὲ πονηροευομένου· ὅτ’ ἃν ἁμαρτία μὴ ᾖ, εὔδηλον ὅτι ὁ Θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν.

  31. 9.79

    Θεοδωρίτου. Ὅπερ ἐνταῦθα ἐπὶ τοῦ Θεοῦ καὶ Πατέρος εἴρηκεν ὁ θεῖος Ἀπόστολος, ἀλλαχοῦ ἐπὶ τοῦ Χριστοῦ τέθεικεν. λέγει δὲ οὕτως, “ὅπου οὐκ ἔνι Ἰουδαῖος καὶ Ἕλλην, περιτομὴ καὶ “ἀκροβυστία, βάρβαρος καὶ Σκύθης· ἀλλὰ τὰ πάντα καὶ ἐν “πᾶσι Χριστός·” οὐκ ἂν δὲ τὰ ἁρμόττοντα τῷ Πατέρι προσήρμοσε τῷ Υἱῷ, εἰ μὴ τὸ ὁμότιμον αὐτῶν παρὰ τῆς θείας χάριτος ἐδιδάχθη.

  32. 9.80

    Ἰωάννου Εἰ δὲ μὴ ἀνίσταται τὰ σώματα, πῶς ταῦτα ἀληθῆ; ὁ γὰρ χαλεπώτατος ἐχθρὸς θάνατος μένει, ἁνύσας ὅπερ ἠθέλησεν; οὐχὶ φησὶν, οὐδὲ γὰρ ἁμαρτήσονται λοιπόν. καὶ τι τοῦτο; οὐδὲ περὶ τοῦ θανάτου τοῦ τῆς ψυχῆς, ἀλλὰ περὶ τοῦ σωματικοῦ διαλέγεται ἐνταῦθα. πῶς οὑν καταργεῖται; νίκη γὰρ τοῦτό ἐστι τὸ τὰ ἀφαιρεθέντα καὶ κατεχόμενα λαβεῖν· εἰ δὲ μέλλοι κατέχεσθαι ἐν τῇ γῇ τὰ σώματα, ἄρα μενεῖ αὐτοῦ ἡ τυραννίς· τούτων μὲν κατεχομένων, ἑτέρου δὲ οὐκ ὄντος σώματος ἔνθα ἡττηθήσεται· “τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ “πάντα.” ὁ Ἀπόστολος φάρμακον κατασκευάζει τῆς Ἑλληνικῆς νόσου, οὐ δόγμα ἐκκλησιαστικὸν εἰσάγει, ἀλλ’ ὑπόνοιαν Ἑλληνικὴν ἐκβάλλει. εἰ δὲ δεῖ ἀπολύτῳ χρησάμενον εἰπεῖν τῷ λόγῳ· ὑποταγὴν λέγει τοῦ Χριστοῦ γιγνομένην τὴν διὰ τῆς Ἐκκλησίας. ὅτ’ ἃν Ἐκκλησία ὑποταγῇ, μηδένα νόθον ἔχουσα μὴ δὲ σπίλον, ἀλλ’ εἰλικρινῆ καὶ ἄνοθον προσφέρουσα τῷ Θεῷ τὴν διάθεσιν, τότ’ αὐτῷ γνησίως ὑποταγήσεται· ὥσπερ γὰρ ὁ Χριστὸς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, καὶ τὴν ἐκ δεξιῶν καθέδραν ὑπὸ πάσης ἀγγελικῆς δυνάμεως προσκυνούμενος· οὐκ ὣν οὔτε ἐν τοῖς θλιβομένοις, οὔτε ἐν τοῖς διωκομένοις· ἐπειδὴ μεμηνότα τὸν Παῦλον εἶδεν κατὰ τῆς Ἐκκλησίας καὶ πολὺν χέοντα τὸν θυμὸν κατὰ τῶν ἁγίων, φησὶ πρὸς αὐτὸν, “Σαοὺλ, Σαοὺλ, τί “με διώκεις ;“οἰκειοῦται τῆς Ἐκκλησίας τὰ πάθη καὶ τὴν τιμὴν ὁ Χριστός. ἐτίμησας Ἐκκλησίαν, τὸν Χριστὸν ἐτίμησας. ἐδί- ᾦξας Ἐκκλησίαν, εἰ καὶ μὴ τῇ ὄψει ἀλλὰ τῇ προαιρέσει, Χριστὸν ἐδίωξας.

  33. 9.81

    Οἰκοτμενίου. Καὶ δίκαιος ὁ φόβος· πρὸς γὰρ ἄνδρας ἀπὸ Ἐλλήνων πιστεύσαντας ἔγραφεν, οἱ δοξάζουσι τὸν Δία ἐπανα- στάντα τῷ οἰκείῳ πατρὶ, ἐξῶσαι αὐτὸν τῆς βασιλείας. δέος οὖν μήτι τοιοῦτον καὶ παρ’ ἡμῖν ὑποπτεύσωσι. πρός τε τὴν Ἑλλήνων μυθολογίαν τε καὶ ἀπάτην εἰρῆσθαι ταῦτα εἰπόντων καὶ φασκόν- φασκόντων πατραλοίας εἶναι θεούς· καὶ ὅτι τῆς Ἐκκλησίας ὑποτασσο- ὑποτασσομένης, αὐτὸς λέγεται ὑποτάττεσθαι, οἰκειούμενος τῆς Bκκλησίας τοὺς διωγμοὺς καὶ τὰ πάθη καὶ τὴν ὑποταγήν.

  34. 9.82

    Οἰκουμενίου. Οἰκειοποιεῖται γὰρ τοῦ Υἱοῦ, ὡς Πατὴρ, καὶ πᾶν ὅπερ δύναται ὁ Υἱὸς, τοῦτο εἰς τὸν Πατέρα ἀνάγεται. αὐτὸς γὰρ αὐτῷ αἴτιος τοῦ δύνασθαι ὁ γεννήσας αὐτὸν ἀχρόνως.

  35. 9.83

    Φωτίου. i ὅτε καὶ αὐτὸς ὁ Υ ἰὸς ὑποταγήσεται τοῦτ’ ἔστιν τότε δείκνυται ἀληθῶς καὶ θεοπρεπῶς ὑποτεταγμένος, ὅτι ἐπλήρωσε τὸ πνευματικὸν βούλημα, παραστήσας τὴν βασιλείαν πάσης στά- σεως καὶ τυραννίδος ἠλευθερωμένην.

  36. 9.84

    Ἐπεὶ τί ποιήσουσι οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν ; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται ; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν ; τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν ; 5ι καθημέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

  37. 9.85

    Ἰωάννου. Ἐνταῦθα παραποιοῦσι ταύτην τὴν ῥῆσιν οἱ τὰ Μαρκίωνος νοσοῦντες. ἐπειδὰν γάρ τις κατηχούμενος ἀποθάνῃ παρ’ αὐτοῖς· τὸν ζῶντα ὑπὸ τὴν κλίνην τοῦ τετελευτηκότος κρύψαντες, προσίασι τῷ νεκρῷ, καὶ διαλέγονται καὶ πυνθάνονται εἰ βούλοιτο λαβεῖν τὸ βάπτισμα. εἶτα ἐκείνου μηδὲν ἀποκρινομένου, ὁ κεκρυμμένος κάτωθεν ἀντ’ ἐκείνου φησὶν ὅτι δὴ βούλοιτο βαπτι- σθῆναι· καὶ οὕτω βαπτίζουσιν αὐτὸν ἀντὶ τοῦ ἀπελθόντος, καθάπερ ἐπὶ τῆς σκηνῆς παίζοντες. εἰ γὰρ τοῦτο ἔλεγε Παῦλος, τίνος ἕνεκεν ἠπείλησεν ὁ Θεὸς τῷ μὴ βαπτιζομένῳ; οὐ γάρ ἔστι τινα βαπτισθῆναι ἐπινοηθέντος τούτου. ἄλλως δὲ τὸ ἔγκλημα οὐκ ἔτι παρὰ τὸν ἀπελθόντα γίνεται, ἀλλὰ παρὰ τὸν ζῶντα· τισὶ δὲ ἔλεγεν “εἰ μὴ φάγε τε τὴν σάρκα μου καὶ πίητε τὸ αἷμα μου, οὐκ “ἔχετε ζωὴν ἐν αὐτοῖς·” τοῖς ζῶσιν ἢ τοῖς τετελευτηκόσιν, εἰπέ μοι; καὶ πάλιν, “ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, “οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.” εἰ γὰρ τοῦτο ἐφίεται, καὶ οὐ χρεία γνώμης τῆς τοῦ λαμβάνοντος, οὐδὲ συγκαταθέσεως τῆς ἐν τῶ ζῆν, τί κωλύει καὶ Ἕλληνας καὶ Ἰουδαίους οὕτω γενέσθαι πιστούς· ἑτέρων μετὰ τὴν τελευτὴν, ἐκείνων ὑπὲρ ἐκείνων ταύτα ποιούντων;

  38. 9.86

    Ἀλλ᾿ ἵνα μὴ ἐπὶ πλεῖον τὰ ἀράχνια διακόπτοντες ματαιοπονῶμεν, φέρε τῆς ῥήσεως ταύτης τὴν δύναμιν ὑμῖν ἀναπτύξωμεν. τι οὖν φησὶν ὁ Παῦλος; πρώτους ἀναμνῆσαι βούλομαι τοὺς μεμνημένους μένους ὑμᾶς μίας ῥήσεως· ἣν οἱ μυσταγωγοῦντες λέγειν κελεύουσι· καὶ τότε ἐρῶ καὶ τὸ τοῦ Παύλου· οὕτω γὰρ ἡμῖν καὶ τοῦτο ἔσται σαφέστερον· μετὰ γὰρ τὰ ἄλλα πάντα τοῦτο προστίθεμεν, ὃ νῦν ὁ Παῦλος λέγει· μετὰ γὰρ τὴν ἐπαγγελίαν τῶν μυστικῶν ῥημάτων ἐκείνων, καὶ τοῦτο τῷ τέλει προστίθεμεν· ὅταν μέλλωμεν βαπτίζειν, κελεύοντες λέγειν ὅτι πιστεύω εἰς νεκρῶν ἀνάστασιν, καὶ ἐπὶ τῇ πίστει ταύτῃ βαπτιζόμεθα, τοῦτο τοίνυν ὁ Παῦλος ἀναμιμνήσκων σε λέγει, εἰ μὴ ἔστιν ἀνάστασις· τι καὶ βαπτίζῃ ὑπὲρ τῶν νεκρῶν; τοῦτ’ ἐστιν τῶν σωμάτων· καὶ γὰρ ἐπὶ τούτῳ βαπτίζῃ, τῇ τοῦ νεκροῦ σώματος ἀναστάσει πιστεύων ὅτι οὐκ ἔτι μένει νεκρὸν·

  39. 9.87

    Θεοδωρίτου. Ὁ βαπτιζόμενος τῷ δεσπότῃ Χριστῷ συνθάπτεται· πτεται· ἵνα τοῦ θανάτου συγκοινωνήσας, καὶ τῆς ἀναστάσεως γένηται κοινωνός. εἰ δὲ νεκρόν ἐστι τὸ σῶμα, καὶ οὐκ ἀνίσταται· τι δήποτε καὶ βαπτίζεται;

  40. 9.88

    Ἰωάλλου. “Καύχησιν” ἐνταῦθα τὴν αὐτῶν προκοπὴν ἐπειδὴ γὰρ πολλοὺς ἔδειξε τοὺς κινδύνους ὄντας· ἵνα μὴ δόξῃ ὡς ἀποδυρόμενος ταῦτα λέγειν, οὐ μόνον οὐκ ἀλγῶ, φησὶν, ἀλλὰ καὶ καυχῶμαι τῷ ταῦτα πάσχειν ὑπὲρ ἡμῶν. διπλῆ ἐναβρύνεσθαι, φησὶ, καὶ τῷ δι’ αὐτοὺς κινδυνεύειν, καὶ τῷ ὁρᾷν αὐτοὺς ἐπιδιδόντας· εἶτα τὸ a αὐτῷ σύνηθες ποιῶν, ἐπειδὴ μεγάλα ἐφθέγξατο, ἀμφότερα ἀνατίθησι τῷ Χριστῷ.

  41. 9.89

    Φωτίου. “ Ἐπεὶ τί ποιήσουσι,” φησὶν, “οἱ βαπτιζόμενοι,” ὥστε μὴ εἶναι διὰ παντὸς νεκροὶ, καὶ ἐν τῷ Ἅιδῃ κατέχεσθαι; οἷον τῆς ἀναστάσεως, φησὶν μὴ οὔσης, οἱ ἐπὶ τοιαύταις ἐλπίσι βαπτιζόμενοι, ὥστε μετὰ θάνατον ἀναστῆναι, τι ποιήσουσιν;

  42. 9.90

    Τοῦ Αὐτοῦ. Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί βαπτίζονται ἴνα ἀναστῶσιν; αὐτὸς ’δε ἐπιπληκτικώτερον ὕπερ τῶν νεκρῶν φησὶν, οἷον, οὓς ὑμεῖς διὰ τῆς ἰδίας δόξης ἀιδίους νεκροὺς ἀπεφήνατε· νεκροὺς δὲ καὶ τοὺς ἄλλους καὶ ἑαυτοὺς, καὶ νεκροὺς αἰωνίους ἀποφηνάμενοι, τι βαπτίζεσθε ὑπὲρ ὑμῶν τῶν μηκέτι καθ’ ὑμᾶς ἀναστησομένων ἀλλ’ ἀεὶ νεκρῶν ἐσομένων; ἐπὶ ἄλλων δὲ προσώπων προσάγει ’τον λόγον, καὶ οὔχι ἔπι ἀυτῶν ἐκείνων, ἴνα μὴ πλέον καθαψάμενος εἰς ἀπόνοιαν ἐκκαλέσηται.

  43. 9.91

    Τοῦ Αὐτοῦ. “Καθ’ ἡμέραν ἀποθνήσκω.” ὅσον ταῖς τῶν θλίψεων καὶ πειρασμῶν, καὶ τῇ καθημερινῇ ἐλπίδι τοῦ θανάτου.

  44. 9.92

    Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσω, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λέγω.

  45. 9.93

    Ἰωάννου Τί ἐστιν “εἰ κατὰ ἄνθρωπον;” ὅσον εἰς ἀνθρώπους ἧκον ἐθηριομάχησα. τί γὰρ εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; ὥστε ὁ μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνᾶν, ἐγώ εἰμι ὁ τοσούτους κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν. εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀντιδόσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέκλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ ἐσμέν· ὑμεῖς μὲν γὰρ ἀκινδύνως ἐπιστεύσατε· ἡμεῖς δὲ καθ’ ἑκάστην σφαττόμεθα τὴν ἡμέραν.

  46. 9.94

    Θεοδωρίτου. Διαστέλλειν δεῖ τὸ “εἰ κατὰ ἄνθρωπον,” καθ’ ὑπόκρισιν ἀναγινώσκοντα· εἰ τὰ, τὸ κατὰ ἄνθρωπον ἐπάγοντα, ἐθηριομάχησα ἐν Ἐφέσῳ· βούλεται γὰρ εἰπεῖν, ὅτι ὅσον ἐπ’ ἀνθρώποις θηρίων ἐγενόμην βορά.

  47. 9.95

    Οἰκοτμενιου. Ἢ οὕτως εἰ μὴ διὰ τὴν ἐσομένην ἐλπίδα καὶ ἀντίδοσιν ἐθηριομάχησα, ἀλλὰ διὰ δόξαν ἀνθρωπίνην, τί ὀφέλημαι; θηριομαχῆσαι δὲ καλεῖ, τὸ πρὸς τοὺς Ἰουδαίους σχεῖν· τὸ πρὸς Δημήτριον τὸν ἀργυροκόπον· τὶ γὰρ οὗτοι θηρίων διέφερον;

  48. 9.96

    Ἰωάννου. Τοῦτο τὸ ῥῆμα λοιπὸν κωμῳδοῦντός ἐστιν. διὸ οἴκοθεν αὐτὸ παρήγαγεν, ἀλλὰ τὸν προφήτην ἐπέστησεν Ἠσαῒαν· ὃς περί τινων ἀπηλγηκότων διαλεγόμενος καὶ ἀπεγνωσμένων, ἔλεγε ταῦτα τὰ ῥήματα· “οἱ σφάζοντες μόσχους καὶ θυόντες πρό- “βάτα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἴνους, οἱ λέγοντες, φάγωμεν “καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. ἀνακεκαλυμμένα ταῦτά “ἐστιν εἰς τὰ ὠτα Κυρίου Σαβαώθ· καὶ οὐκ ἀφεθήσεται ὑμῖν ἡ ἁμάρτια ἀυτὴ, ἕως ἀν’ ἀποθάνηται. εἰ ’δε τότε συγγνωμης ἦσαν ἀπεστερημένοι οἱ ταῦτα λέγοντες, πολλῷ μᾶλλον ἐπὶ * * f.

  49. 9.97

    Θεοδωρίτου. Μόνον οὐχὶ τοῦτο φησὶ, περιττὴ τῆς χάριτος ἡ νηστεία, περιττὴ ἡ ἐγκράτεια· τῶν κατὰ τὸν παρόντα βίον ἀπολαύσωμεν ἡδονῶν, ἀντιδόσεως οὐδὲ μιᾶς τοῖς τῆς ἀρετῆς ἐργάταις ἀποκειμένης· εἶτα ἐντρεπτικῶς, “μὴ πλανᾶσθε· φθείρουσιν ἤθη “χρηστὰ ὁμιλίαι κακαί·” χρηστὰ ἐνταῦθα τὰ κοῦφα ἐκάλεσεν· τὰ ῥαδίως ἐξαπατώμενα.

  50. 9.98

    Ἰωάλλου. “Ἐκνήψατε δικαίως·” τί ἐστιν δικαίως; ἐπὶ καὶ χρησίμῳ· ἔστι γὰρ ἀδίκως νήφειν· ὅτ’ ἃν ἐπὶ βλάβῃ τῆς ἑαυτοῦ ψυχῆς διεγηγερμένος ᾖ τις.

  51. 9.99

    Θεοδωρίτου. Ὡς ἀποβουκοληθεῖσι καὶ τῇ ἀπιστίᾳ μεθύουσι, τὸ “ἐκνήψατε” εἴρηκεν· ἄγαν δὲ σοφῶς Θεοῦ ἄγνοιαν τῆς ἀνστάσεως τὴν ἀπιστίαν ἐκάλεσεν· ὁ γὰρ ὁμολογῶν εἰδέναι Θεὸν, δίκαιον τοῦτον εἶναι πιστεύει· τῷ δικαίῳ δὲ ἡ ἀντίδοσις πρέπει· τὴν δὲ δικαίαν ἀντίδοσιν κατὰ τὸν παρόντα βίον οὐ βλέπομεν· δεῖ τοίνυν προσμεῖναι τὴν ἀνάστασιν τὸν τῷ Θεῷ πιστεύειν ὁμολογοὓντα.

  52. 9.100

    Φωτίου. Ἢ ὅτι καὶ τὰ χρηστὰ ἤθη αἱ συνεχεῖς τῶν ὁμιλίαι διαφθείρουσι· καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν· καὶ μὴ θαρροῦντας ἑαυτοῖς, ὅτι οὐ βλαβήσονται αὐτοὶ χρηστοὶ ὄντες, τὸ πρὸς αὐτοὺς ἐνδελεχῶς ὁμιλεῖν τῆς ἐκεῖθεν λύμης ἡρέμα καὶ κατὰ μικρὸν ὑποπίμπλασθαι.

  53. 9.101

    Ἀλλ᾿ ἐρεῖ τὶς, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.

  54. 9.102

    Θεοδωρίτου. Διπλῆ ἡ ἐρώτησις· καὶ περὶ τοῦ τρόπου ἀναστάσεως, καὶ περὶ τῆς ἐσομένης τῶν σωμάτων ποιότητος. εἶτα ἀπὸ τῶν ἀνθρωπίνων ἀμφότερα δείκνυσιν, καὶ ἄφρονα προσαγορεύει, τὸν ταῦτα συνιδεῖν οὐ δυνηθέντα.

  55. 9.103

    Ἰωάλλου. Ἄφρονα καλῶ φησὶν, ὅτι τὰ καθ’ ἡμέραν γινόμενα παρὰ σοῦ ἀγνοεῖς· διὸ σφόδρα ἐμφατικῶς εἶπεν· “σὺ ὃ σπείρεις·” σὺ ὧ θνητὸς καὶ ἀπολλύμενος· καὶ ὅρα πῶς ταῖς λέξεσιν οἰκείως τῇ παρούσῃ κέχρηται ὑποθέσει· οὐ ζωοποιεῖται γὰρ, φησὶν, ἐὰν μὴ ἀποθάνῃ· τὰς γὰρ οἰκείας λέξεις τῶν σπερμάτων ἀφεὶς, οἷον τὸ βλαστάνει καὶ φύεται καὶ σήπεται, τὰς καταλλήλους τῇ ἡμετέρᾳ σαρκὶ ἥρμοσε τὸ “ζωοποιεῖται” καὶ “ἀποθάνῃ.” ὅπερ οὐ σπερμάτων κυρίως ἐστὶν, ἀλλὰ σωμάτων· καὶ οὐκ εἶπεν ὅτι μετὰ τὸ ἀποθανεῖν ζῇ, ἀλλ’ ὃ μεῖζόν ἐστιν, ὅτι διὰ τοῦτο, ἐπειδὴ ἀποθνήσκει. ὁρᾷς ὅτι ὅπερ ἀεὶ λέγω εἰς τοὐναντίον ἀεὶ περιτρέπει τὸν λόγον· ὃ γὰρ ἐποιοῦντο ἐκεῖνοι τεκμήριον τοῦ μὴ ἀνίστασθαι, τοῦτο τοῦ ἀνίστασθαι ποεῖται ἀπόδειξιν. καὶ τι δήποτε οὐχ ὅπερ οἰκειότερον ἦν, τοῦτο ἤγαγεν εἰς μέσον, τὸ σπέρμα λέγω τὸ ἀνθρώπινον· καὶ γὰρ ἡ ἡμετέρα γένεσις ἀπὸ φθορᾶς ἄρχεται ὥσπερ ἡ τοῦ σίτου; ὅτι οὐκ ἦν ἴσον, ἀλλὰ τοῦτο πλέον· ὁλόκληρον γάρ τι ζητεῖ φθειρόμενον· ἐκεῖνο δὲ μέρος ἦν· διόπερ τοῦτο εἰς μέσον ἄγει· ἄλλωστε ἐκεῖνο μὲν καὶ ἀπὸ ζῶντος πρόεισι, καὶ εἰς ζῶσαν ἐμπίπτει γαστέρα. ἐνταῦθα δὲ οὐκ εἰς σάρκα ἀλλ’ εἰς γῆν ὁ σπόρος καταβάλλεται, καὶ εἰς αὐτὴν διαλύεται, καθάπερ τὸ σῶμα τὸ τεθνηκός.

  56. 9.104

    Σευηριανοῦ. Οἱ Ἕλληνες ἀντιλέγουσιν ὅτι σπέρμα διχασθὲν οὐκ ἔτι βλαστάνει· ἄρα οὖν καὶ ἄνθρωπος ἀποκοπεὶς τὸν πόδα, ἢ ὅλως ἀκρωτηριασθεὶς τὸ σῶμα, οὐκ ἔτι ἐγείρεται; ἀγνοοῦντες ὅτι οὐ φύσις φησὶ παρετέθη, ἀλλ’ ἡ δύναμις τοῦ πεποιηκότος. τοῦτ’ ἔστι, τοῦ σπέρματος τὴν βλαστητικὴν φύσιν καὶ τὴν σπερματικὴν δύναμιν τίς ἔδωκεν; οὐχ ὁ Θεός; τίς ὁ ποιῶν ἀποθανεῖν πρῶτον τὸν σπόρον εἶτα ἀνίστασθαι; οὐχ ὁ Θεός; ἄρα ὁ τῷ κόκκῳ δεδωκὼς τὴν σπερματικὴν δύναμιν, ἔδωκεν καὶ τοῖς ἡμετέροις σώμασι τὴν τῆς ἀναστάσεως ἰσχύν.

  57. 9.105

    Ὠτιυγένοτσ. Ἄρα οὖν τὸ τοῦ ἀνθρώπου σπέρμα παρὰ ἐκεῖνα τὰ σώματα τῷ δημιουργῷ ἄχρηστόν ἐστιν· ὡς ἐλπίζεται μὲν ἀνάστασιν εἶναι νεκρῶν, εἰ δεῖ οὕτως εἰπεῖν, ἐλαικῶς καὶ ἀμπελικῶς καὶ σιτικῶς καὶ ἀπὸ τῆς κιγκραμίδος τῆς συκῆς ἀνίσταται τηλικαύτη συκῆ· καὶ οὐ γελᾷς τοῦτο ὃ ἐπὶ τῇ πείρᾳ βλέπεις; καὶ εἰ τις σοι λέγει ὅτι ἀπὸ τούτου τοῦ βραχέος ἐγείρεται συκῆ καρποφοροῦσα· τῇ πείρᾳ μαθὼν οὐ καταγελᾶς· ἐπεὶ δὲ οὐδέπω ἦλθεν ὁ καιρὸς τοῦ ἀνατεῖλαι ἀπὸ τοῦ ἀνθρωπείου σώματος κατὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν· τὸ ἀναστησόμενον οὐ θέλεις περιμεῖναι, ἵνα καὶ τοῦτο ἴδης; ἣ οὐκ οἶδας ὅτι καὶ ἐπὶ τῶν ἄλλων πάντων σπερμάτων, οὐ πᾶς καιρὸς ἐπιτήδειός ἐστι πρὸς τὸ ἀνατεῖλαι τὰ σπέρματα, ἀλλ’ ἐγείρεται κόκκος σίτου· τῷ δὲ τῷ καιρῷ τοῦ ἐνιαυτοῦ ἐγείρεται τὸ γίγαρτον· τῇ δὲ τῇ ὥρᾳ τοῦ ἐνιαυτοῦ, ὁ πυρὴν τῆς ἐλαίας κατὰ τόνδε τὸν μῆνα, οὐ κατὰ πάντα χρόνον· θέλεις δὲ ἐπὶ τοῦ σώματος τοῦ ἀνθρώπου, ἵνα πιστεύσῃς κατ’ ἐνιαυτὸν ὡς τὸ γίγαρτον, ὡς τὴν ἐλαίαν ἀνίστασθαι τοὺς νεκροὺς, καὶ οὐχὶ ἕνα καιρὸν παράδοξον, ὄψει ἵνα εἰδῇς τὴν ἀνάστασιν τῶν νεκρῶν· τίς ὁ εἷς καιρός; ἐπὶ συντελείᾳ τοῦ αἰῶνος· ἵνα μετὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν, μηκέτι ᾖς ἐν τῷ αἰῶνι τῷ ἐνεστῶτι πονηρῷ· Ἰησοῦς γὰρ Χριστὸς πέπονθεν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ. καὶ “ἐξα- “γοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.” καλῶς οὖν ὁ Θεὸς καὶ τοῦτο μετὰ τῶν ἄλλων ᾠκονόμησεν.

  58. 9.106

    Κυτίλλου. Ὁ προφήτης Ἡσαΐας, μετὰ τῆς ἐκ νεκρῶν τὸ μυστήριον ὡς ἔσται κατὰ καιροὺς Θεοῦ κατανεύοντος καὶ ἀφάτῳ δυνάμει μεταπλάττοντος εἰς ζωὴν τὸ τῷ θανάτῳ κεκρατημένον, προανακεκράγει λέγων, “ἀναστήσονται οἱ νεκροὶ “καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ “ἐν τῇ γῇ. ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἔστιν. δρόσον οἶμαι λέγων τροπικῶς τὴν ζωοποιὸν ἐνέργειαν τοῦ Θεοῦ· καθ’ ἣν καὶ τὸ εἶναι τοῖς οὐκ οὖσι προσνέμει, καὶ τοῖς ἤδη παρενηνεγμένοις εἰς ὕπαρξιν τὸ εὖ εἶναι χαρίζεται· συνέστηκε γὰρ τὰ πάντα ἐν αὐτῷ· καθάπερ ἀμέλει καὶ δι’ αὐτοῦ παρήχθη πρὸς γένεσιν. ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ περὶ τῶν ἐπὶ γῆς πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· “ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ “σύμπαντα πληθήσεται χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ “πρόσωπον, ταραχθήσονται. ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκ- “λείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξαποστελεῖς “τὸ Πνεῦμά σου καὶ κτισθήσονται· καὶ ἀνακαινιεῖς τὸ πρόσωπον “τῆς γῆς.”

  59. 9.107

    Πέπονθε μὲν γὰρ ἡ ἀνθρώπου φύσις τοῦ θείου προσώπου τὴν ἀποστροφὴν ἐν Ἀδὰμ διὰ τὴν παράβασιν· τοιγάρτοι μονονουχὶ συγκέχυται καὶ τετάρακται καὶ εἰς τὸν ἴδιον ὑπενόστησε χοῦν· κατεβιβάσθη τε καὶ εἰς θάνατον καὶ φθοράν. ἐπειδὴ δὲ γέγονε καθ’ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος καὶ τὴν τοῦ Ἁγίου Πνεύματος πεπλουτήκαμεν μέθεξιν, ἀναμορφούμεθα πρὸς τὸ ἐν ἀρχαῖς, καὶ οἷον ἀνεκτίσμεθα· κεκλήμεθα γὰρ εἰς καινότητα ζωῆς· τὸ τοῦ θανάτου διαδιδράσκοντες κράτος· καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος· “εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν “ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν Χριστὸν, ζωοποιήσει καὶ τἂ “θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν “ὑμῖν·” ὅτε τοίνυν ἀνεβίω μὲν ὁ Χριστὸς, πατήσας τοῦ θανάτου τὸ κράτος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων, ὡς ἑψομένων πάντως τοῖς ἴχνεσιν αὐτοῦ, πῶς οὐκ ἀπόπληκτον κομιδὴ τὸ κατάτι γοῦν ὅλως ἐνδοιάζειν ἔτι περὶ τὸ τῆς ἀναστάσεως μυστήριον; ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖς, καὶ λέγεις ὀρθῶς· παρίημί τε λοιπὸν τὸ χρῆναι ζητεῖν πῶς ἐγείρονται οἱ νεκροί· διειδέναι γε μὴν ἀναγκαῖον, ποίῳ σώματι ἔρχονται. ἄρα γὰρ τὸ ἐκ γῆς δὴ τοῦτο καὶ τῇ φθορᾷ κάτοχον ἀναβιώσεται σῶμα; ἣ ἕτερόν τι πη αὐτὸ πλὴν ἐξ αὐτοῦ;

  60. 9.108

    Φαίην δ᾿ ἃν ἐγὼ γε πρὸς τοῦτο εὐθὺς, ὡς ὁ μὲν ὀρθὸς τῆς πίστεως λόγος περῒστησιν ἡμᾶς εἰς τήνδε τὴν σάρκα τὴν ἀνάστασιν· ἀνεβίω γὰρ οὕτω Χριστὸς ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων· ἐπειδὴ δὲ οὐ σφόδρα τισὶν ἀρέσκει τὸ δόγμα· φέρε, παραθέντες ὃν εὖ ἔχειν οἴονται λόγον, τὰ εἰκότα λέγωμεν· εἶτα παραθεὶς τῶν προυπάρχειν λεγόντων τὰς ψυχὰς τὰς μυθολογίας φησίν· εἶτα πῶς ἀποσεμνύνεται Θεὸς ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ· φησὶ γάρ που πρὸς τὸν μακάριον Ἰώβ g. “εἰ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῶον καὶ λαλητὸν h αὐτὸ “ ἔθου ἐπὶ τῆς γῆς;” περᾶ μὲν γὰρ οἶμαι παντὸς ἂν ἴοι θαύματος, τὸ λογικὸν ἐκ γῆς ἀποτελέσαι ζῶον· πῶς δὲ γεγονότα τὸν ἄνθρωπον εὐθὺς καὶ πεπλασμένον ἐκ γῆς εὐλόγησεν ὁ δημιουργός· “αὐξάνεσθε καὶ πληθύνεσθε” λέγων, “καὶ πληρώσατε τὴν γήν.” καὶ πολλὰ ἕτερα πρὸς αὐτοὺς εἰπὼν ἐπιφέρων, ἀρίστῳ χρῆται παραδείγματι ὁ θεσπέσιος Παῦλος· πίπτειν μὲν εἰς γῆν τὸ σῶμα λέγων, οἷά τινα κόκκον, οὐχ οὕτως ἀναστησόμενον, καθὰ καὶ ἐσπάρη γυμνός· ἀλλ’ ἐν ἀμφιάσει καὶ περιστολῇ τῶν ἐξ ἔθους ἐμφυομένων αὐτῷ, καλάμης δὴ λέγω καὶ φυλλάδος· “δίδωσι” γάρ φησιν, “ὁ Θεὸς ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.” ἐπειδὴ γὰρ οὐχ ἅπαντας τοὺς κεκοιμημένους ἀναβιώσεσθαι φησὶν ἐν δόξῃ, κἂν εἰ πάντες ἐν ἀφθαρσίᾳ· οὐ γάρ που τοῖς ἀνεπιεικέσι καὶ τοῖς τῶν φαύλων ἐργάταις τὸ ἐν εὐκλείᾳ τῇ παρὰ Θεοῦ στεφανοῦσθαι πρέπει· ταύτῃ τοι χρησίμως διαφόρων μέμνῃ καὶ σπερμάτων, οἷς καὶ διανέμει Θεὸς καθ’ ὃν ἃν ἕλοι τρόπον αὐτὸς τὸ ἐν τοιῷδε τυχὸν ἣ ἑτεροίῳ σχήματι διαφέρεσθαι· φησὶν γὰρ “καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις.”

  61. 9.109

    Ἰωάννου. Τὰ μὲν ἔμπροσθεν εἵρηται πρὸς τὸ λέγειν “οἱ “νεκροὶ πῶς ἐγείρονται;” τοῦτο δὲ πρὸς τὸ διαπορεῖν ποίῳ σώ- ματι ἔρχονται· τι δέ ἐστιν “οὐ τὸ σῶμα τὸ γενησόμενον;” οὐ στάχυν ὁλόκληρον οὐ δὲ σῖτον νέον· ἐνταῦθα γὰρ οὐκ ἔτι πρὸς τὴν ἀνάστασιν ὁ λόγος· ἀλλὰ πρὸς τὸν τρόπον τῆς ἀναστάσεως. ποταπὸν τὸ σῶμα τὸ μέλλον ἀναστήσεσθαι; οἱονεὶ τοιοῦτον, ἢ βέλτιον καὶ λαμπρότερον· καὶ ἀμφότερον ἀπὸ τοῦ αὐτοῦ ὑποδείγματος λαμβάνει· δεικνὺς ὅτι πολλῷ βέλτιον. καὶ ἵνα μὴ ἄλλο τις ὑποπτεύσῃ ἐντεῦθεν εἰρῆσθαι, παραμυθεῖται τὸ αἴνιγμα, καὶ αὐτὸς ἑρμηνεύει τὸ εἰρημένον, τι ἐστιν· “οὐ τὸ σῶμα τὸ γενησόμενον·’ εὐθέως γὰρ ἐπάγει, “ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἣ τινος τῶν τοιούτων σωμάτων. τοῦτ’ ἔστιν οὐχ οὕτω περιβεβλημένον, οὐ δὲ καλάμην ἔχοντα καὶ ἀνθέρικας· “καὶ ἑκάστῳ τῶν “σπερμάτων, τὸ ἴδιον σῶμα.” ποῦ τοίνυν τὸ ἀλλότριον· τὸ γὰρ ἴδιον δίδωσιν ὥστε ὅτ’ ἂν λέγει οὐ τὸ γενησόμενον σπείρεις, οὐ τοῦτο λέγει ὅτι ἄλλη ἄντ’ ἄλλης οὐσία ἀνίσταται· ἀλλ’ ὅτι βελτίων, ὅτι λαμπροτέρα.

  62. 9.110

    Φωτίου. “Σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται.” εἰ οὖν σὺ ὃ σπείρεις καὶ τρόπον τινὰ τάφῳ καλύπτεις καὶ θανατοῖς, τοῦτο ὁ Θεὸς ἀνίστησι καὶ δίδωσι τὸ ἴδιον σῶμα τὸ σαπὲν καὶ διαλυθὲν, δίδωσι δὲ καθὼς ἠθέλησεν ἐκπρεπέστερον καὶ ὡραιότερον· ὃ αὐτὸς ἐκεῖνος διὰ τῆς οἰκείας ἀποφάσεως εἰς γῆν καὶ τάφον ἐκέλευσεν κατατίθεσθαι καὶ ἀποθνήσκειν, τοῦτο αὐτὸς πάλιν οὐκ ἔχει ῥᾷον τὸ ζωοποιῆσαι καὶ ἀναστῆσαι ὅτε βούλεται καὶ θελήσει;

  63. 9.111

    Οὐ πᾶσα σὰρξ, ἢ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν. καὶ σώματα ἐπουράνια· καὶ σώματα ἐπίγεια· ἀλλ’ ἕτερα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξη. οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν.

  64. 9.112

    Ἰωάννου. Τί βούλεται αὐτῷ ταυτὶ τὰ ῥήματα· καὶ ἕνεκεν ἐν τῆς ἀναστάσεως τῶν σωμάτων εἰς τὸν περὶ ἄστρων καὶ ἡλίου λόγον ἐξέπεσεν; οὐκ ἐξέπεσεν οὐδὲ ἀπερράγη τῆς ὑποθέσεως· ἄπαγε· ἀλλ’ ἔτι αὐτῆς ἔχεται. ἐπειδὴ γὰρ τὸν τῆς ἀναστάσεως κατεσκεύασε λόγον, δείκνυσι λοιπὸν ὅτι πολλὴ τῆς δόξης τότε ἡ διαφορὰ, εἰ καὶ ἡ ἀνάστασις μία· καὶ διαιρεῖ εἰς δύο τὸ πᾶν τέως εἰς τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια, τομὴν δικαίων καὶ ἁμαρτολῶν λέγων. διὰ μὲν τῶν ἐπιγείων τούτους αἰνιττόμενος, διὰ δὲ τῶν ἐπουρανίων ἐκείνους· εἶτα λοιπὸν τῶν ἁμαρτωλῶν διαφορὰν πρὸς ἁμαρτωλοὺς εἰσάγει λέγων, “οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ.” εἰ καὶ τὰ πάντα σώματα, ἀλλὰ τὰ μὲν ἐν πλείονι εὐτελείᾳ καὶ ἐν ζωὴ δὲ ὁμοίως καὶ ἐν αὐτὴ τῆ κατασκευὴ· καὶ εἰπὼν τοῦτο, ἀναβαίνει πάλιν εἰς τὸν οὐρανὸν λέγων, “ἄλλη δόξα ἡλίου καὶ ἄλλη “δόξα σελήνης·” ὥσπερ γὰρ φησὶν ἐν τοῖς ἐπιγείοις ἡ διαφορὰ, οὕτω καὶ ἐν τοῖς ἐπουρανίοις· καὶ διαφορὰ οὐχ ἡ τυχοῦσα, ἀλλὰ l^er^t τῶν ἐσχάτων·

  65. 9.113

    Σετηριανοῦ. Οὐχ ὡς ἀνισταμένων τῶν ἄλλων σαρκῶν· ὑπο- δείγματι γὰρ κέχρηται· καὶ σώματα ἐπουράνια τὸν ἥλιον λέγει καὶ τὴν σελήνην, καὶ τὰ ἑξῆς δείκνυσιν· οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν· ὁρᾷς ὅτι ὑποδείγματα ἦν τὰ πρῶτα· ἀποδέδοται δὲ νῦν οὗ ἔστιν τὸ ὑπόδειγμα.

  66. 9.114

    Θεοδωρίτου. Μία τῆς σαρκὸς ἡ φύσις· ἐκ γὰρ τῶν τεσσά- ρων στοιχείων συνέστηκεν· ἡ δὲ διαφορὰ ἐν τῷ εἴδει· οὕτω τοίνυν ἡ μία μὲν πάντων ἀνάστασις, καὶ ἡ τῶν σωμάτων εἰς ἀφθαρσίαν μεταβολή· ἡ δὲ τῶν τρόπων διαφορὰ τὴν τῶν ἀντιδόσεων κατα- σκευάζει διαφοράν· τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἴρηκεν· “πολλαὶ γάρ’ ἔφη, “μοναὶ παρὰ τῷ Πατέρι μου.”

  67. 9.115

    Κυτίλλου. Ἰστέον ὅτι δυσὶν ἀρτίως παραδειγμάτοιν εἰς μέσον ἡμῖν παρενηνεγμένοιν, τοῦτε κατὰ τὸν κόκκον, φημὶ, καὶ τοῦ διεκ- φαίνοντος τὴν τῶν οὐρανίων σωμάτων· τὴν ὡς ἐν δόξῃ διαφορὰν ἀποφέρει τέως πρὸς τὴν τοῦ πρώτου δύναμιν τῆς τῶν νεκρῶν ἀνα- στάσεως ἐμφέρειαν· καὶ φησὶν τὰ ἑξῆς.

  68. 9.116

    Ἰωάννου. Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν· οὕτω πῶς ; ἐν διαφορᾷ πολλῇ· καθὼς καὶ τὰ παραχθέντα ἐδήλωσε παρα- δείγματα.

  69. 9.117

    Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· τᾶι ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ε'γείρε- τᾶι σῶμα πνευματικόν. ἔστι σῶμα ψυχικὸν, καὶ ἔστι 45σῶμα πνευματικόν. οὕτως καὶ γέγραπται, Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψύχην ζῶσαν· ὁ Ἀδὰμ εἰς σῶμα ζωοποιοῦν. ἀλλ’ οὐ πρῶτον τὸ πνευ- ματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν.

  70. 9.118

    Κυτίλλου. Ὅνπερ γὰρ τρόπον ὁ τοῦ σίτου κόκκος ἐγκατα- βληθεὶς τῷ βώλῳ γυμνὸς καὶ νεκρὸς, ἐν περιστολῇ σώματος καὶ ἐν προσθήκῃ κάλλους ἀναφὺς θαυμάζεται· κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ τὸ ἀνθρώπινον σῶμα, σπείρεται μὲν ἐν φθορᾷ καὶ ἐν ἀσθενείᾳ τε καὶ ἐν ἀτιμίᾳ, πλὴν ἀναβιώσεται τιμῇ τε καὶ ἀφθαρσίᾳ· καὶ μὴν καὶ δυνάμει κατημφιασμένον.

  71. 9.119

    Ἀξίως δὲ θαυμάζειν τοῦ θεηγόρου τὴν νῆψιν· ἐρηρεισμένην γὰρ ἔχων τὴν πίστιν, καὶ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσεται πεποιθὼς, σπορᾷ παρεικάζει τὴν τοῦ σώματος φθοράν· εὐτέχνως δὴ λίαν καὶ σοφῶς πανταχῆ τῷ παραδείγματι τὴν τοῦ πράγματος φύσιν ἐξομοιῶν· οὐκ οὖν τῷ κόκκῳ παραπλησίως οὐ γυμνὸν ἀναβιώσεται τὸ σῶμα φησὶν, ἀλλ’ εὖ μάλα περιεσταλμένον τὴν ἀφθαρσίαν, τὴν δόξαν· καὶ πρός γε τούτοις τὸ εὐσθενές· καὶ μὴν καὶ τοῦτο καταπλουτοῦν τὸ ἐν φρονήματι γενέσθαι πνευματικῷ, μεταπλαττούσης τρόπον τινὰ τῆς ἄνωθεν χάριτος τῆς ἀσυγκρίτου δυνάμεως τοῦ πάντων δημιουργοῦ πρὸς πᾶν τοὐναντίον τὰ ἐν αὐτῷ. ἐνυπάρχει μὲν γὰρ τῷ πεσόντι σώματι, καὶ οἷον εἰς γῆν ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία· καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναι φαμὲν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ. ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν ἐν ἀρχαῖς κατὰ φύσιν οὐχ ὧδε ἔχον· παρεισέδυσαν δὲ ταυτὶ διὰ τὴν παράβασιν καὶ τὴν ἐπὶ τῷ θανάτῳ δίκην ἀναφρονούσης ἡμῖν τῆς φύσεως εἰς τὸ ἐν ἀρχαῖς· πράττεται μὲν ἀναγκαίως δυνάμει τε καὶ ἐνεργείᾳ Θεοῦ τῶν μεταξὺ πάρεισ’ βεβληκότων ἡ ἀπόθεσις· ἀντικρίνεται δὲ τῶν πρώτων καὶ ἐν ἀρχαῖς ἐνόντων ἡμῖν ἀγαθῶν ἡ μέθεξις· “ἀνακαινίσμεθα γὰρ ἐν Χριστῷ,” κατὰ τὰς γραφὰς. ἔφη γὰρ προφήτης ἅγιος· “θάρσει Σιῶν· μὴ παρείσθωσαν αἱ “χεῖρές σου· Κύριος ὁ Θεὸς σοῦ ἐν σοὶ, δυνατὸς σῶσαι σε· καὶ “ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.” ὅτε γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ· τότε δὴ τότε καὶ ἀνεκαίνισεν ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς πάντα τὰ ἐν αὐτῷ καινὴ κτίσις· καὶ “τὰ “μὲν ἀρχαῖα παρῆλθε, γέγονε δὲ καινά·” ποῖα δέ φησιν ἀρχαῖα; τὰ παριππεύσαντα· καὶ ποῖα καινά; τὰ εἰσκεκριμένα. παλαῖα μὲν ἡ φθορὰ, καὶ μέντοι τὸ ἄναλκι, καὶ πρός γε τούτῳ τὸ δυσκλεὲς, καὶ τοῦ ψυχικοῦ φρονήματος τὰ ἐγκλήματα· καινὰ δὲ διὰ Χριστοῦ, δόξα τε καὶ ἀφθαρσία καὶ δύναμις καὶ τὸ φρόνημα τὸ πνευματικόν. ἔσται γὰρ ἡμῶν τὸ σῶμα πνευματικόν· φαίην δ’ ἃν εἶναι πνευματικὸν οὐ τὸ ἐν εἴδει σκίας, ἤγουν ἀσωμάτου πνεύματος· τὸ ἀφεστηκὸς δὲ μᾶλλον, καὶ μὴν καὶ εἰς ἅπαν ἀπηλλαγμένον τοῦ σαρκικοῦ καὶ γεωδεστέρου φρονήματος.

  72. 9.120

    Ἰωάννου. Θέα σύνεσιν· πῶς ἐπὶ μὲν τῶν σπερμάτων τῷ τῶν σωμάτων ἐχρήσατο ὀνόματι, λέγων, “οὐ ζωοποιεῖται, ἐὰν μὴ “ἀποθάνῃ.” ἐπὶ δὲ τῶν σωμάτων τῇ τῶν σπερμάτων προσηγορίᾳ, λέγων, “σπείρεται ἐν φθορᾷ· ἐγείρεται ἐν ἀφθαρσίᾳ.” οὐκ εἶπεν φύεται, ἵνα μὴ τῆς γῆς ἔργον εἶναι νομίσῃς, ἀλλ’ “ἐγείρεται·” σπόρον δὲ ἐνταῦθα οὐ τὴν γένεσιν ἡμῶν λέγει, τὴν ἐν μήτρα, ἀλλὰ τὴν ταφὴν τὴν ἐν τῇ γῇ, τῶν τετελευτηκότων σωμάτων τὴν διά. λύσιν, τὴν τέφραν. διὸ καὶ ἐπήγαγεν· “σπείρεται ἐν ἀτιμίᾳ.” τί γὰρ εἰδεχθέστερον νεκροῦ διαρρέοντος· “ σπείρεται σῶμα ψυ- “ χικόν· ἐγείρεται σῶμα πνευματικόν.” τί λέγεις; τοῦτο δὲ οὐ πνευματικόν; πνευματικὸν μὲν, ἀλλ’ ἐκεῖνο πολλῷ πλεόν· νῦν μὲν γὰρ καὶ ἀφίπταται τοῦ Πνεύματος τοῦ Ἁγίου πολλάκις ἡ πολλὴ χάρις ἁμαρτανόντων ἡμῶν, καὶ τοῦ Πνεύματος δὲ παρόντος τῆς ψυχῆς ἡ ζωὴ τῆς σαρκός. τότε δὲ οὐχ οὕτως, ἀλλὰ διηνεκῶς παραμένει τῇ σαρκὶ τῶν δικαίων, καὶ αὐτοῦ ἔσται τὸ κράτος, παρούσης καὶ τῆς ψυχῆς. ἢ γὰρ τοῦτο ἠνίξατο πνευματικὸν εἰπὼν, ἣ ὅτι κουφότερόν ἔσται καὶ λεπτότερον καὶ οἷον καὶ ἐπ’ ἀέρος ὀχεῖσθαι· μᾶλλον δὲ ἀμφότερα. εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ· ὅρα τὰ ἐπουράνια σώματα, καὶ πίστευσον ἐντεῦθεν ὅτι δύναται ὁ Θεὸς ποιῆσαι καὶ ταῦτα τὰ φθαρτὰ ἄφθαρτα καὶ πολὺ βελτίω τῶν ὁρωμενων τούτων.

  73. 9.121

    Θεοδωρίτου. Ψυχικὸν καλεῖ τὸ ὑπὸ τῆς ψυχῆς πνευματικὸν δὲ τὸ ὑπὸ τοῦ Πνεύματος οἰκονομούμενον· ταύτην δὲ τὴν χάριν πολλαπλασίαν οἱ ἄξιοι λήψονται· διὰ τοῦτο γὰρ καὶ ἀρραβὼν τὸ νῦν δοθὲν ὀνομάζεται· ὡς πολυπλασίας ἐκεῖ δοθησομένης τῆς χάριτος.

  74. 9.122

    Κυρίλλου. Ὥσπερ γὰρ εἴπερ ἕλοιτό τις τὸ ἀπὸ γῆς ἡμῶν σῶμα ψυχικὸν ἀποκαλεῖν· περιθείη ἄν τις εἰκότως οὐ τὸ ψυχῆς εἶδος αὐτῷ, περιτρέψει δὲ μᾶλλον τοῦ λόγου τὴν δύναμιν εἰς τὸ φρόνημα τὸ ψυχικὸν, ἤγουν τὸ σαρκικόν· καθάπερ ἀμέλει καὶ σοφίαν νοοῦμεν ψυχικὴν καὶ ἐπίγειον, τὴν κἀς ἡμᾶς τε καὶ ἀνθρωπίνην, οὕτω κἂν εἰ λέγοιτο σῶμα ψυχικὸν, οὐκ ἃν οἶμαι τῷ αὐτῷ τὸ ψυχῆς εἶδος περιτιθεὶς, τὴν ἐπὶ τὸ πεπλανῆσθαι διαφύγοι γραφήν. ἐπεὶ κατά τινα τρόπον ζῶντές τε ἔτι καὶ ἐν αὐτοῖς δὴ τούτοις τοῖς ἀπὸ γῆς ὄντες σώμασι, ψυχικοὶ λέγονταί ταί τινες καὶ πνευματικοί· γέγραπται γὰρ ὅτι “ψυχικὸς ἄνθρω- “πος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ “ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ’ “ οὐδενὸς ἀνακρίνεται.” ἐπειδὴ δὲ ἦν ἀκόλουθον τὸν ἐπὶ τῷδε λόγον καὶ διὰ πραγμάτων ἐμπεδοῦν· προσεπάγει καὶ φησὶν, “ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος “ Ἀδὰμ, εἰς Πνεῦμα ζωοποιοῦν.”

  75. 9.123

    Ψυχικὸν μὲν οὖν ὠνόμασε τὸν Ἀδάμ· τοῦτο γὰρ οἶμαί ἐστι τὸ εἰς ψυχὴν πεποιῆσθαι ζῶσαν· ὡς οὐκ εἰς ἅπαν ἀπηλλαγμένον σαρκικῶν ἐπιθυμιῶν· αἵτε γὰρ ὀρέξεις αἱ πρὸς τὰ τῆς σαρκὸς ὁρῶσαι τε καὶ τετραμμέναι πάθη, κἂν εἰ νόμον ἔχοιεν τὸν συνήγορον· ἀλλ’ οὖν εἶεν ἃν κάταγε τὸ ἀληθὲς σαρκικῆς ἀσθενείας ἐγκλήματα, εἰ πρός γε τὴν τῶν δρωμένων ὁρῶν τις φύσιν· οἷον δὴ τί φημί· τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· ἐγκαταβέβληται γὰρ τῇ τοῦ σώματος φύσει παρὰ τοῦ πάντων δημιουργοῦ κίνησις ὀρεκτικὴ, διανιστάσα τὸ ζῶον εἰς παιδοποιίας ἔφεσιν· εἴρηται γὰρ πρὸς τὸν ἄνθρωπον· “αὐξά- “νεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν.” καὶ ὁ πλάσας δὲ φησὶν, “ἐν ἀρχῇ ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς” οὐκ οὖν ἀκαταιτιάτος μὲν ἡ εἰς μόνον ὁρῶσα παιδοποίαν ἔφεσις· πλὴν ὅσον ἧκεν εἰς τὴν τοῦ δρωμένου φύσιν, εἴη ἂν σαρκικὸν τὸ πάθος ἤτοι ψυχικόν· οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων ἀδιαβλήτων παθῶν. οὐκ οὖν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε δεύτερος καὶ ἐξ οὐρανοῦ, τοῦτ’ ἐστι Χριστὸς, οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ’ εἰς πνεῦμα γέγονε ζωοποιοῦν. ἑνώσας γὰρ ἑαυτῷ τὸ ἀνθρώπινον ὁ ἐκ Θεοῦ Πατέρος πεφηνὼς κατὰ φύσιν Θεὸς Λόγος· οὐ τὴν κἀς ἡμᾶς ἀνθρωπίνην, ἀλλὰ θείαν τινα καὶ θεοπρεπῆ καὶ ἀμώμητον παντελῶς διεβίω ζωήν· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν· ἀνέπαφον μὲν ἡδοναῖς ἐκτόποις ἔχων τὸν νοῦν· ἐπιθυμίαις δὲ ταῖς τῶν ἐδωδίμων οὐχ ἁλώσιμον· εἰ γὰρ καὶ ὁρᾶται μετεσχηκὼς τροφῆς καὶ ποτοῦ, διάτοι τὸ πιστεύεσθαι κατὰ ἀλήθειαν εἶναι ἄνθρωπος κἀς ἡμᾶς· ἀλλ’ οὖν ἐλευθέραν ἐποιεῖτο τὴν μέθεξιν. ἦν μὲν γὰρ ἐν σαρκὶ δι’ ἡμᾶς οἰκονομικῶς· ὑπὲρ σάρκα δὲ πάλιν· “πνεῦμα γὰρ ἦν ζωο- “ποιοῦν,” ὡς Θεός· ὁ δέ γε προπάτωρ Ἀδὰμ οὐκ ἀνέγκλητον παντελῶς τὴν τῶν ἐδωδίμων ἔφεσιν εἰσεδέξατο. πεποίηται γὰρ εἰς ζῶσαν ψυχήν· καὶ βρωμάτων ἡδονῆς ἡττώμενος, ἔφαγεν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς· καίτοι τοῦ θείου νόμου τοῦτο δρᾶν ἐξείργοντος. ὅτι τοίνυν ὁ ψυχικὸς οὐ φύσεως ἡμῖν διαφορᾶς ὑπεμφήνειεν ἃν, ζωῆς δὲ μᾶλλον ἠθῶν τε τρόπων ποιότητα, καθ’ ἣν ὁ μέν τίς ἐστι τῷ γεωδεστέρῳ καὶ σαρκικῷ φρονήματι κάτοχος· ὁ δὲ τῇ τοῦ Πνεύματος ἐλευθερίᾳ περιφανὴς ἀποδείκνυσι σαφῶς ἀπό τε Ἀδὰμ τοῦ πρώτου καὶ τοῦ δευτέρου. ἄμφω μὲν γὰρ γεγόνασιν ἐν γηῒνοις σώμασιν. ἀλλ’ ἥ γε τοῦ φρονήματος οἱονεὶ ποιότης, καὶ μὴν καὶ τὸ ἑτεροίως ἑλέσθαι διαβιοῦν, τὸν μὲν ἀπέφηνε ψυχικὸν, ἕτερον γε μὴν ἀσυγκρίτως ἐν ἀμείνοσι, τοῦτ’ ἔστι πνευματικόν.

  76. 9.124

    Θεοδώρου. Ἀναλόγως οὖν καὶ ψυχικὸν κληθὲν σῶμα ψυχῇ καὶ οὐ Πνεύματι Ἁγίῳ διοικούμενον.

  77. 9.125

    Θεοδωρίτου. Τὸ πρότερον ἐν τοῖς γράμμασιν ἀνέγνωμεν, δὲ δεύτερον ἐν τοῖς πράγμασιν ἔγνωμεν· οὐκ ἐκάλεσεν δὲ τὸν δεύτερον Ἀδὰμ “πνεῦμα” ζῶν, ἀλλὰ “ζωοποιόν.” πᾶσι γὰρ χορηγεῖ τὴν ζωὴν τὴν αἰώνιον.

  78. 9.126

    Θεοδωρου. Τὸ “ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν” τὸ δὲ ὁ πρῶτος καὶ τὸ δεύτερος Ἀδὰμ αὐτὸς προσέθηκεν· ἵνα εἴπῃ τὸ ἔσχατος Ἀδάμ.

  79. 9.127

    Σευηριανοῦ. τοῦτο Μωϋσῆς φησὶ τὸ “καὶ ἐγένετο ὁ ἄνθρω- “πος εἰς ψυχὴν ζῶσαν.” “ὁ δεύτερος ἄνθρωπος εἰς πνεῦμα ζωο- “ποιοῦν·” τοῦτο τὸ Εὐαγγέλιον λέγει· “τὸ γὰρ ἐν αὐτῇ γεννηθέν· “ἐκ Πνεύματος ἐστιν Ἁγίου.

  80. 9.128

    Ἰωάλλου. Καίτοι μὲν γέγραπται· τὸ δὲ οὐ γέγραπται, οὖν εἶπεν ὅτι γέγραπται; ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως αὐτὸ μετέφρασεν· ὅπερ ἔθος αὐτῷ συνεχῶς ποιεῖν· καὶ γὰρ τὴν Ἰερουσαλὴμ πόλιν δικαιοσύνης ἔφησεν ὁ προφήτης κληθήσεσθαι, καὶ οὐκ ἐκλήθη· τι οὖν; ἐψεύσατο ὁ προφήτης; οὐδαμῶς· τὴν γὰρ διὰ τῶν πραγμάτων ἔκβασιν λέγει· καὶ τὸν Χριστὸν δὲ Ἐμμανουήλ· καὶ οὐδὲ αὐτὸς οὕτω κέκληται· ἀλλὰ τὰ πράγματα ταύτην ἀφίησι τὴν φωνήν· οὕτω καὶ ἐνταῦθα· “ὁ ἔσχατος Ἀδὰμ “εἰς πνεῦμα ζωοποιοῦν.” ταῦτα δὲ εἶπεν ἵνα μάθῃς ὅτι καὶ τῆς παρούσης ζωῆς καὶ τῆς μελλούσης τὰ σύμβολα ἤδη καὶ τὰ ἐνέχυρα ἔφθασεν. τῆς μὲν παρούσης ὁ Ἀδὰμ, τῆς δὲ μελλούσης ὁ Χριστός.

  81. 9.129

    Κυτίλλου. Ἐπιλαμβάνεται δὲ τρόπον τινὰ τῶν καιρῶν, καθ’ οὓς γεγόνασι, καὶ φησὶν “ἀλλ’ οὐ πρῶτον τὸ πνευματικόν· ἀλλὰ “τὸ ψυχικόν· ἔπειτα τὸ πνευματικόν·” ἐπειδὴ δὲ ἔφη σπείρεσθαι μὲν εἰς γῆν τὸ σῶμα ψυχικόν· ἀποφαίνει λευκῶς, ὡς ἔστιν οὐκ ἀπαράδεκτον τῇ τοῦ ἀνθρώπου φύσει τὸ ἐκ φρονήματος ψυχικοῦ μεταφοιτᾶν εἰς πνευματικόν· καὶ ὅτι πρεσβύτερον τοῦ πνευματικοῦ τὸ ψυχικὸν εἴη ἃν, καὶ τίς ἃν γένοιτο τῶν τοιούτων η πίστις.

  82. 9.130

    Ἰωάννου. “Ἀλλ᾿ οὐ πρῶτον γέγονε τὸ πνευματικὸν ἀλλὰ “ψυχικόν·” ἡ γὰρ τοῦ ψυχικοῦ ἔκπτωσις καὶ παράβασις τῆς τε ἐνανθρωπήσεως πρόφασις γέγονεν, καὶ τὸ ἡνωθῆναι σώματι τὸν Θεὸν Λόγον.

  83. 9.131

    Φωτίου. Ἵνα μή τις εἴπῃ, πόθεν ἡμῖν εἰσάγεις σώματα καὶ λέγεις ψυχικὸν καὶ σωματικόν; φησίν· “ἔστι σῶμα “ πνευματικόν· καὶ ἔστι σῶμα ψυχικόν.” οὐκ ἐγὼ τοιγαροῦν κατ’ ἰδίαν ἐξουσίαν καὶ ἐπίνοιαν ταῦτα λέγω, φησίν· ἀλλ’ ἔτι καὶ πρὸ ἡμῶν εἴρηται· πόθεν δῆλον, φησὶν, οὕτως γέγραπται. “ὁ “πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν.” ὥστε ἔστι σῶμα ψυχικόν· εἶτα ὁ ἔσχατος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν· ὥστε ἔστι καὶ σῶμα πνευματικὸν τὸ ἁρμόζον τῷ ζωοποιοῦντι πνεύματι· ἀλλὰ τοῦτο πόθεν δῆλον, ὅτι ὁ δεύτερος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν; πόθεν δῆλον; ἐξ αὐτῆς τῆς τῶν πραγμάτων ἐνεργείας· ἄλλως τε δὲ καὶ γέγραπται καὶ τοῦτο· “τὰ ῥήματα γάρ’ φησὶν, “ἃ ἐγὼ λαλῶ, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.” ὥστε καὶ εἰς πνεῦμα ζωοποιεῖ τοὺς ἀκούοντας καὶ πειθομένους αὐτοῖς· εἰ δὲ τοῦτο δῆλον ὡς καὶ πνευματικὸν οὗτοι ἕξουσιν ἐν τῇ ἀναστάσει σῶμα μηκέτι δυνάμενον εἰς ψυχικὸν τραπῆναι· ὥσπερ ἐνίοτε συμβαίνει ἔτι τῷ βίῳ παρόντων. εἴτις ἀκολούθως τοῖς προειρημένοις ἐκλαβεῖν ἐθέλοι ταῦτα, ἐκεῖνο οἶμαι εἰρῆσθαι νῦν ἁπλῶς τὸ θνητὸν ἀνθρώπου σῶμα· τοῦτο γὰρ καὶ ἐν ἀσθενείᾳ καὶ ἐν φθορᾷ καὶ ἐν ἀτιμία σπείρεται καὶ θάπτεται ἐν τῇ γῇ· τοῦτο οὖν τὸ θνητὸν σῶμα ψυχικόν ἐστιν, ὅτι τοῖς ψυχικοῖς ὑπηρετήσατο πάθεσιν· οὐδεὶς γὰρ ἀπὸ ῥύπου καθαρὸς, οὐδ’ ἃν μία ἡμέρα ὁ βίος αὐτοῦ· καὶ γὰρ καὶ ὅσαι σωματικαὶ πράξεις τὴν πηγὴν καὶ γένεσιν ἀπὸ τῆς ψυχῆς ἔχουσιν. ὥστε τὸ τοῦ ἀνθρώπου θνητὸν σῶμα εἰκότως ἃν ψυχικὸν καλοῖτο· σπείρεται οὖν ψυχικὸν, ἐγείρεται δὲ ἀθάνατον, ὅπερ ἔστι πνευματικόν· πνευματικὸν δὲ, ὅτι οὐκ ἔτι τοῖς ψυχικοῖς ὑπηρετήσει παθήμασιν. οὔτε τὰ τῶν δικαίων· ἀλλ’ οὔτε τὰ τῶν ἁμαρτωλῶν σώματα· μᾶλλον μὲν οὖν καὶ πολλὴν μεταμέλειαν, εἰ καὶ ἀνόνητον ἐφ’ οἷς ὑπηρετήσαντο ἕξουσιν· ἐπειδὴ δὲ τὸ σπείρεται πολλάκις εἶπεν καὶ τὸ ἐγείρεται ὁμοίως· τὶ δέ ἐστι τὸ σπειρόμενον ἣ τὸ ἐγειρόμενον οὐκ εἶπεν· διὰ τοῦτο μετὰ ταῦτα ἐπήγαγεν καὶ τοῦτο, “σπεί- “ρεται,” λέγων, “ σῶμα ψυχικόν.” ὃ εἶπον ἐν φθορᾷ καὶ ἐν ἀτιμίᾳ καὶ ἐν ἀσθενείᾳ σπείρεσθαι· ἀλλ’ ἐγείρεται σῶμα πνευματικὸν, ὃ ἐν δόξῃ καὶ δυνάμει καὶ ἐν ἀφθαρσίᾳ ἐγερθήσεται· τὸ γὰρ ἀθάνατον κατὰ τὸν οἰκεῖον λόγον καὶ ἔνδοξον καὶ ἔντιμον καὶ ἄφθαρτον· εἰ καὶ τοῖς ἁμαρτωλοῖς αἰσχύνης καὶ ἀδοξίας διὰ τὴν οἰκείαν μοχθηρίαν ὑπόθεσις γίνεται.

  84. 9.132

    Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός· ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξ οὐρανοῦ. οἷος ὁ χοικὸς, τοιοῦτο, καὶ οἱ χοικοί. καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

  85. 9.133

    Κυτίλλου. Ὁ πρῶτος φησὶν ἄνθρωπος, τοῦτ’ ἔστιν Ἀδὰμ, εἰς ψυχὴν πεποίητο ζῶσαν τουτ’ ἐστι γεώδης καὶ σαρκικός ὁ γέ μὴν δεύτερος ἐξ οὐρανοῦ· εἰ γὰρ καὶ γέγονε σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, κατὰ τὰς γραφάς· ἀλλ’ ἦν καὶ ὁ ἐξ οὐρανοῦ καὶ ἐπάνω πάντων, κατὰ τὴν Ἰωάννου φωνήν· οὐκ οὖν ἄμφω μὲν ἤστην, ὡς ἔφην, ἐν γηίνοις σώμασιν. οὐ μὴν καὶ ἐν ἴσοις ἔτι κατά τε τὴν γνώμην, ἤτοι τὸν τῆς ζωῆς τρόπον. ἦν μὲν γὰρ ὁ πρῶτος ἐν φρονήματι σαρκικῷ· πνεῦμα δὲ ζωοποιοῦν ὁ δεύτερος καὶ ἐξ οὐρανοῦ· καὶ ὥσπερ “ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ,” τοῦτ’ ἔστι τὴν πρὸς Ἀδὰμ ὁμοίωσιν· καὶ παθῶν ἡττώμενοι καὶ ἀσθενοῦντες εἰς ἁμαρτίας, καίτοι τῆς φθορᾶς ὑπενηνεγμένοι ζυγοῖς· οὕτω “φορέσωμεν “ καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,” τουτέστι Χριστοῦ· καὶ φιλοσαρκίας ἀμείνους καὶ τοῦ πλημμελεῖν ἐθέλειν ἔτι γεγενημένοι· καὶ αὐτὸν ἤδη νενικηκότες τὸν πάλαι δεινὸν καὶ δυσάντητον καὶ ἀγρίως καθ’ ἡμῶν τυραννήσαντα θάνατον.

  86. 9.134

    Ἰωάννου. Ἐπειδὴ ψυχικὸν εἶπεν καὶ πνευματικὸν, πάλιν ἄλλην τίθησι διαφοράν· χοϊκόν λέγει καὶ ἐπουράνιον· ἡ μὲν γὰρ πρώτη διαφορὰ τοῦ παρόντος ἦν βίου καὶ τοῦ μέλλοντος. αὕτη δὲ τοῦ πρὸ τῆς χάριτος καὶ τοῦ μετὰ τὴν χάριν· τέθεικεν δὲ αὐτὴν εἰς πολιτείαν ἀρίστην ἐνάγων. ἵνα γὰρ, ὅπερ ἔφην, μὴ τῇ ἀναστάσει θαρροῦντες ἀμελοῦσι βίου καὶ ἀκριβείας· πάλιν κἀντεῦθεν αὐτοὺς ἐναγωνίους ποιεῖ, καὶ παρακαλεῖ εἰς ἀρετὴν, λέγων· “ὁ “πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός· ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος “ἐξ οὐρανοῦ.” τὸ πᾶν ἄνθρωπον καλῶν· καὶ τὸν μὲν ἀπὸ τοῦ κρείττονος, τὸν δὲ ἀπὸ τοῦ χείρονος ὀνομάζων, οἷος ὁ χοικὸς, τοιοῦτοι καὶ οἱ χοικοί· τοῦτ’ ἐστιν οὕτως ἀπολοῦνται· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· τοῦτ’ ἐστιν οὕτω μενοῦσιν ἀθάνατοι καὶ λάμποντες.

  87. 9.135

    Σευηριανοῦ. Ἐπιτρέχουσι τούτῳ καὶ οἱ περὶ Οὐλεντῖνον καὶ Μαρκίωνα καὶ οἱ ἀπὸ Φωτεινοῦ καὶ οἱ Ἀπολιναρίου· πάντας δὲ ἐλέγχει τὸ ῥητόν· ἐρωτῶ γὰρ, ὁ ἐκ γῆς χοικὸς, εἶχεν ψυχὴν ἢ οὐ; οὐκ ἀρνήσονται· καὶ ὁ ἐξ οὐρανοῦ Κύριος εἶχεν σῶμα ἀπὸ γῆς; πάλιν ἐρωτῶ· διὰ τι τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς χοικὸν λέγει, τὸν δὲ Κύριον ἐξ οὐρανοῦ; μετὰ ταῦτα “οἷος ὁ χοϊκός·” καὶ οὐκ ἔτι γῆς μέμνηται· ἀλλ’ ὅτι “τοιοῦτοι καὶ οἱ χοϊκοί·” ἢ δῆλον ὅτι ἐπειδὴ τὸ μὲν ἐκ γῆς τῆς φύσεως· τὸ δὲ χοικὸς τῆς προαιρέσεως. ἐλθὼν εἰς τὸ “οἷος ὁ χοϊκὸς,” καὶ κατηγορῶν τῶν οὐ καλῶς βιωσάντων, οὐκ ἔτι τῆς φύσεως μνημονεύει, οὐ δὲ τοῦ ἐκ γῆς· τὸν μὲν Κύριον οὐκ ἔτι ἐξ οὐρανοῦ λέγει, ἀλλ’ ἐπουράνιον. πάλιν ἦσαν ἐκ γῆς καὶ οἱ πνευματικοί· “οἷος δὲ ὁ χοικός· “τοιοῦτοι καὶ οἱ χοικοί· καὶ οἷος ὁ ἐπουράνιος· τοιοῦτοι καὶ οἱ “ἐπουρανίοι·” καὶ πᾶσα ἀνάγκη εἰ ἀρνοῖντο τινὲς τὸ σάρκα ἐνειληφέναι τὸν ἐξ οὐρανοῦ Κύριον· ἐπειδὴ ἐξ οὐρανοῦ καὶ τοὺς ἐπουρανίους μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα· ἐπειδὴ οἷος ὁ χοϊκὸς τοιοῦτοι καὶ οἱ χοικοί· καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμένον ἑτέρως ἢ οὕτως· εἶπεν τὴν φύσιν ὅθεν ἐκ γῆς ἐκ ταύτης καὶ οἱ ἐπουράνιοι καὶ οἱ λεγόμενοι χοικοί· ἀλλ’ οὐκ ἔτι χοικοὶ ἑκάτεροι. δεῖ τοίνυν προσέχειν ὅτι ὁ μὲν Κύριος ἐξ οὐρανοῦ λέγεται οὐχ οἱ ἐπουράνιοι· οἱ δὲ οὐράνιοι ἀπὸ γῆς, οὐχ ὁ ἐξ οὐρανοῦ Κύριος· εἰκόνα χοικοῦ λέγει, τὴν ἀναστροφὴν τὴν χοικήν· εἰκόνα ἐπουρανίου, τὴν ἐπουράνιον πολιτείαν· ἀντὶ τοῦ, ἐμιμησάμεθα τὴν παρακοὴν τοῦ Ἀδάμ· μιμησώμεθα καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τὴν ὑπακοὴν ὑπακούσαντες.

  88. 9.136

    Φωτίου. Ὁ πρῶτος γὰρ ἄνθρωπος γήινος ἦν· οὐ τῷ ἐκ παρῆχθαι· οὕτω γὰρ πάντες γήινοι· καὶ ἔτι οὐκ ἄν τις αἰτιάσαιτο τὸ ἐκ γῆς παρῆχθαι· ἀλλ’ ἐκ γῆς φησὶν, τοῦτ’ ἐστιν γήινος καὶ σαρκικὸς καὶ κάτω φρονῶν· ὁ δὲ δεύτερος, μετάρσιος ὅλος καὶ οὐράνιος· καὶ μηδεμίᾳ τῶν γηίνων κηλῖδι βαρυνόμενος· οἷος τοιγαροῦν ἢν ὁ χοικὸν ἑαυτὸν δι’ ὣν ἐφρόνει καὶ ἔπραττεν καταστήσας, τοιοῦτοι ἔσονται καὶ οἱ πρὸς μίμησιν ἐκείνου βιοῦντες, τοῦτ’ ἔστιν χοϊκοί· καὶ πάσχοντες ὅσα εἰκὸς πάσχειν τοὺς προσηλώσαντας ἑαυτοὺς τῷ χοἴ· καὶ οἷος ἦν ὁ μετάρσιον καὶ οὐράνιον καὶ καθαρὰν τὴν ἔπι γῆς αὐτοῦ πολιτείαν ἐνστησάμενος, τοιοῦτοι ἔσονται καὶ οἱ πρὸς ὁμοίωσιν, καθ’ ὅσον ἐστὶν ἀνθρώποις δύνατον, ἐκείνης τῆς οὐρανίου διαγωγῆς πολιτευσάμενοι· τοῦτ’ ἐστιν ἐπουρανιοί τε ἔσονται, καὶ τῶν ἀξίων αὐτοῖς γερῶν ἀπολαύσουσιν.

  89. 9.137

    Τοῦ Αὐτοῦ. “Φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·” τὸ “φορέσαμεν” εἰ μὲν διὰ τοῦ ὁ βραχέος γραπτέον· προσαγόρευσίς ἐστιν ἐξ ἀκολουθείας ληφθεῖσα τοῦ μέλλοντος· καὶ ἀποφάσεως ἅμα δύναμιν πληροῦσα· τοῦτ’ ἐστιν πάντως φορέσομεν τὴν εἰκόνα του ἐπουρανίου ὥσπερ γὰρ εφορέσαμεν καὶ τὴν εἰκόνα τοῦ χοικοῦ καὶ εἴη ἃν εἰκὼν μὲν τοῦ χοικοῦ ὁ θάνατος, εἰκὼν δὲ τοῦ ἐπουρανίου ἡ ἀνάστασις, καὶ ἡ ἀφθαρσία· ὅτε γὰρ Ἀδὰμ διὰ τοῦ θανάτου εἰκονίζεται· αὐτὸς γὰρ καὶ πρῶτος καὶ τῶν ἄλλων αἴτιος τοῦ θανεῖν γέγονεν. καὶ ὁ δεσπότης Χριστὸς πάλιν διὰ τῆς ἀναστάσεως καὶ τῆς ἀφθαρσίας εἰκονίζεται· αὐτός τε γὰρ πρῶτος ἀνέστη σαρκὶ νικήσας τὸν θάνατον· καὶ τῷ γένει παντὶ τῶν ἀνθρώπων τὴν ἀνάστασιν καὶ ἀφθαρσίαν ἐπήγαγεν· εἰ δὲ τὸ “φορέσωμεν” διὰ μακροῦ γραπτέον ἐστὶν τοῦ ω· παραίνεσίς ἐστιν καὶ συμβουλὴ ἐπ’ ἀρετὴν καὶ ἔνθεον πολιτείαν· φορέσωμεν φησὶν, ἐνδυσώμεθα τὴν εἰκόνα τοῦ ἐπουρανίου· ἵνα κληρονομήσωμεν τὴν οὐρανῶν βασι- λείαν· καὶ εἴη ἃν εἰκὼν μὲν ἐνταῦθα χοικοῦ λαμβανομένη, αἱ πράξεις αἱ πονηραὶ καὶ βρίθουσαι πρὸς τὰ γήια καὶ σαρκικὰ πάθη· ταῦτα γὰρ μορφοῖ καὶ χαρακτηρίζει τὸν ἁμαρτωλὸν, ὅς ἐστιν χοικός· εἰκὼν δὲ ἐπουρανίου, τὸ ὑψηλὸν καὶ μετάρσιον τῆς πολιτείας καὶ ἡ κτῆσις τῶν οὐρανίων ἀρετῶν· φησὶν οὑν ἅμα καὶ ἐντρέπων, “φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου,” κτησώμεθα πολιτείαν ὑψοῦσαν ἡμᾶς πρὸς οὐρανόν· οὐ γὰρ αἰσχύνεσθε οὐ δὲ ἐγκαλύπτεσθε, ὅτι τὴν εἰκόνα τοῦ χοικοῦ προθύμως ἐφορέσαμεν, καίτοι κατασπῶσαν ἡμᾶς καὶ τῆς βασιλείας Θεοῦ ἀναξίους ἀποφαίνουσαν· πρὸς δὲ τὴν εἰκόνα τοῦ ἐπουρανίου ἔτι μέλλομεν καὶ ἀναβαλλόμεθα; σπουδάσωμεν ταύτην ἐνδύσασθαι· ταύτην ζηλῶσαι τὴν οὐράνιον πολιτείαν· ἄλλως γὰρ οὐκ ἔστι τυχεῖν τῆς οὐρανίου βασιλείας.

  90. 9.138

    Τοῦτο δὲ φημὶ, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.

  91. 9.139

    Σευηριανοῦ. Κατὰ τῆς ἀναστάσεως τοῦτο ἕλκουσι πολλοὶ τῶν αἱρετικῶν ὑπὸ πολλῆς ἀνοίας· οὐ γὰρ εἶπεν ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀνίσταται, ἀλλὰ βασιλείαν Θεοῦ οὐ κληρονομήσει· τῆς βασιλείας τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀπέκλεισεν· οὐ τῆς ἀναστάσεως τὴν χάριν· ὃ οὖν λέγει τοιοῦτόν ἐστιν, ὅτι σὰρξ, σὰρξ οὖσα, οὐ κληρονομεῖ· καὶ αἷμα, αἷμα ὂν, οὐ κληρονομεῖ· ἕως γὰρ ἡ σὰρξ σάρξ ἐστι, φθαρτή ἐστιν· λοιπὸν δὲ ἐνδυσαμένη ἀφθαρσίαν, τῆς σαρκὸς ἀποθεμένη τὴν ἀσθένειαν, ἕτερόν τι γίνεται, τοῦτ’ ἔστι ἄφθαρτον.

  92. 9.140

    Ἰωάννου. Εἶδες πῶς ἑρμήνευσε τὰ προειρημένα, ἡμᾶς πραγμάτων, ὃ πολλαχοῦ ποιεῖ· σάρκα γὰρ ἐνταῦθα τὰς πονηρὰς πράξεις καλεῖ· ὃ καὶ ἀλλαχοῦ πεποίηκεν, οἷον ὡς ὅτ’ ἃν λέγῃ, “ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ καὶ πάλιν, οἱ δὲ ἐν “σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται·” ὥστε ὅτ’ ἂν λέγῃ, τοῦτο δέ φημι, οὐδὲν ἄλλο λέγει ἣ ὅτι διὰ τοῦτο ταῦτα εἶπον, ἵνα μάθῃς ὅτι πονηραὶ πράξεις εἰς βασιλείαν οὐκ εἰσάγουσιν, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν, τοῦτ’ ἔστιν ἡ κακία τὴν δόξαν ἐκείνην καὶ τὴν τῶν ἀφθάρτων πραγμάτων ἀπόλαυσιν· καὶ γὰρ πολλαχοῦ τῇ προσηγορίᾳ ταύτῃ τὴν κακίαν καλεῖ· ὡς ὅτ’ ἃν φησὶν, “ὁ σπεί- “ρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.” εἰ δὲ περὶ σώματος ἔλεγεν, ἀλλ’ οὐ περὶ πονηρᾶς πράξεως· οὐκ ἂν εἶπεν φθορὰν, λέγει· “δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύνασθαι ἀρθαρσtαν.”

  93. 9.141

    Σευηριανοῦ. Ἀπέδειξεν ὃ ἔλεγεν πρὸ τούτου· ἀρθαρσίαν γὰρ καλεῖ τὴν βασιλείαν· φθορὰν δὲ τὴν ἐν τῷ αἰῶνι τούτω θνητότητα· τὰ οὑν ἐναντία τῶν ἐναντίων οὐ γίνεται κληρονόμα.

  94. 9.142

    Θεοδωρου. Σάρκα καὶ αἷμα τὴν θνητὴν φύσιν καλεῖ· ἀδύνατον δὲ ταύτην ἔτι θνητὴν οὖσαν τῆς ἐπουρανίου βασιλείας τυχεῖν· ἀλλὰ δῆλον ὅτι ἄφθαρτος γενομένη, τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσεται.

  95. 9.143

    Κυτίλλου. Συνίστησι τὸ τῆς ἀναστάσεως καὶ διὰ τοῦτο μυστήριον. στήριον. ἕως μὲν γάρ ἐστι τὸ σῶμα τὸ ἀνθρώπινον σὰρξ καὶ αἷμα, τοῦτ’ ἔστι θνητὸν καὶ φθαρτὸν, Θεοῦ βασιλείαν, τοῦτ’ ἔστι τοῦ εἶναι διηνεκῶς, οὐκ ἃν δύναιτο κληρονομεῖν· πᾶσα δὲ οὖν ἀνάγκη καταπίνεσθαι τὴν φθορὰν καὶ ἀφανίζεσθαι τὸ εὐμάραντον· μεταπλάττεσθαι δὲ πρὸς ἀφθαρσίαν αὐτὸ, καὶ θείᾳ τινι καὶ ἀπορρήτῳ δόξῃ καταφαιδρύνεσθαι. κληρονομήσει γὰρ τότε τὴν τοῦ Θεοῦ βασιλείαν.

  96. 9.144

    Μεθοδίου. Τὸ ἀποθνῆσκον κληρονομεῖται· τὸ δὲ ζῶν κληρονομεῖ· διὸ οὐ τὸ ἀποθνῆσκον σῶμα κληρονομεῖ τὴν ἀφθαρσίαν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ’ αὐτὸ ὑπὸ τούτων κληρονομεῖται εἰς τὸ γενέσθαι ἄφθαρτον καὶ δεκτικὸν τῆς βασιλείας.

  97. 9.145

    Φωτίου. Καὶ τὸ τοῦτο δὲ φησὶν ἀδελφοὶ πρὸς τὴν διάφορον ἑρμηνείαν τοῦ “καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέ- “σωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου” ἐκληφθήσεται· ἡ γὰρ τῆς προτροπῆς καὶ συμβουλῆς ἐστιν αἰτία· ὅτι διὰ τοῦτο παραινῶ ὑμῖν καὶ συμβουλεύω ταῦτα ποιεῖν, ἵνα τὴν οὐρανῶν κληρονομήσητε βασιλείαν· διότι οἱ σαρκικοὶ καὶ ἐμπαθεῖς βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. οὐ γάρ ἐστιν φύσιν ἢ ἀκολουθίαν ἔχον, ἵνα ὁ καταφθείρας καὶ καταρυπώσας ἑαυτὸν ταῖς ἀκαθαρσίαις, τὰ τῶν ἀγαθῶν καὶ μὴ καταφθαρέντων τοῖς πάθεσι γέρα κληρονομήσῃ· εἰ δὲ τῆς δογματικῆς εἰρημένης ἑρμηνείας αἰτίαν αὐτὸ ἐκληψόμεθα, τοῦτ’ ἔστιν τις ὅτι ἔσται πάντως ἡ ἀνάστασις, καὶ οὕτως πολλὴν τὴν ἀκολουθίαν ἕξει· συλλογιστικώτερον γὰρ τὸ τοῦτο δὲ φησὶ τὴν ἀνάστασιν, ἃν κατασκεύαζον· τὸ δὲ ὅπως ἐν τοῖς πλατυκωτεροις.

  98. 9.146

    Ἴδου, μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα· πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτη σάλπιγγι· σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

  99. 9.147

    Ἰωάννου. Ὃ λέγει τοῦτό ἐστιν· οὐ πάντες μὲν ἀποθανούμεθα, πάντες ἀλλαγησόμεθα· καὶ οἱ μὴ ἀποθνήσκοντες, θνητοὶ γὰρ κἀκεῖνοι· μὴ τοίνυν ἐπειδὴ οὐκ ἀποθνήσκεις διὰ τοῦτο δείσῃς, φησὶν, ὡς οὐκ ἀναστησόμενος· εἰσὶ γάρ τινές, εἰσιν οἱ καὶ τοῦτο φεύξοντες. καὶ ὅμως οὐκ ἀρκεῖ τοῦτο αὐτοῖς εἰς τὴν ἀνάστασιν ἐκείνην, ἀλλὰ δεῖ καὶ ἐκεῖνα τὰ σώματα τὰ μὴ ἀποθνήσκοντα ἀλλαγῆναι καὶ εἰς ἀφθαρσίαν μεταπεσεῖν· “ἐν ἀτόμῳ, ἐν ῥιπῇ “ὀφθαλμοῦ·” οὐ τοῦτο θαυμαστὸν, φησὶν, μόνον, ὅτι σήπεται πρῶτον τὰ σώματα, καὶ τότε ἀνίσταται· οὐδ’ ὅτι βελτίονα τῶν νῦν σηπομένων τὰ ἀνιστάμενα· οὐδ’ ὅτι ἐπὶ πολλῷ μείζονι λήξει μεταβαίνει· οὐδ’ ὅτι ἕκαστος τὸ ἴδιον ἀπολαμβάνει, καὶ οὐδεὶς τὸ ἑτέρου, ἀλλ’ ὅτι τὰ τοιαῦτα καὶ τηλικαῦτα, καὶ πάντα λογισμὸν καὶ νοῦν ὑπερβαίνοντα, ἐν ἀτόμῳ γίνεται, τοῦτ’ ἔστιν ἐν ἀκαριαίῳ χρόνῳ. καὶ δῆλον καὶ σαφέστερον τὸ ἐν ῥιπῇ, φησὶν, ὀφθαλμοῦ, ὅσον μύσαι βλέφαρον· εἶτα ἐπειδὴ μέγα εἶπεν καὶ ἐκ στάσεως γέμον, εἰ τοσαῦτα καὶ τηλικαῦτα πράγματα οὕτω γίνεται ταχέως· ἐπάγει εἰς ἀπόδειξιν τὸ ἀξιόπιστον τοῦ ἐργαζομένου, λέγων, “ σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἐγερθήσονται καὶ ἡμεῖς ἀπαλ- “λαγησόμεθα·” τὸ “ἡμεῖς” οὐ περὶ ἑαυτοῦ λέγων, ἀλλὰ περὶ τῶν τότε εὑρισκομένων ζώντων.

  100. 9.148

    Θεοδωρίτου. Μυστήριον λέγεται, τὸ μὴ πᾶσι ἀλλὰ μόνοις τοῖς φίλοις θαρρούμενον· ψυχαγωγεῖ τοίνυν αὐτοὺς τὰ κεκρυμμένα δηλῶν· ἄτομον δὲ, φησὶν, καλεῖται τὸ λεπτότατον σῶμα τὸ ἐν τῷ ἡλίῳ φαινόμενον· ὃ τομὴν οὐ δέχεται διὰ τὴν ἄκραν σμικρότητα· ῥιπὴν δὲ ὀφθαλμοῦ κέκληκεν τῆς κόρης τὴν κίνησιν· διὰ τούτων δὲ τὴν τοῦ Θεοῦ δύναμιν ἔδειξεν. οὐδὲ γὰρ τὸ ἀκαριαῖον ἀναλίσκεται, μεταξὺ τῆς τοῦ Θεοῦ κελεύσεως καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως· “ἐν τῇ ἐσχάτῃ σάλπιγγι·” ἔσται δὲ τοῦτο, ὅτ’ ἂν ἡ τελευταῖα σάλπιγξ ἠχήσει.

← Previous · Next → — showing 9011000 of 1,057

First Thousand Years of Greek. CTS URN tlg4102.tlg012.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.