Catena In Epistulam I Ad Corinthios
- 8.113
Ἰωάλλου. αῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν, τοῦτ’ ἔστι τοσαῦται γλῶσσαι· τοσαῦται φωναὶ Ῥωμαίων, Σκυθῶν, καὶ τῶν ἄλλων ἁπάντων.
- 8.114
Κυτίλλου. Ἄφωνον λέγει παντελῶς οὐδὲν τῶν τελούντων ἐν λογικοῖς, ἤγουν ἐν ἀνθρώποις, ἀλλὰ τῆς ἑκάστου φωνῆς τὴν δύναμιν. εἰ μή τις εἰδῇ τυχὸν, μήτε μὴν ἐκεῖνοι τῆς αὐτοῦ γλώσσης, εἰ ἀνεπιστήμονες, ἀλλήλοις ἔσονται βάρβαροι· καίτοι λαλοῦντες ὀρθῶς, κάταγε τὴν ἰδίαν ἑκάστου φωνήν. δεῖ δὴ οὖν ἄρα τοὺς διδάσκειν ἑτέρους ἐθέλοντας τὸν συνήθη τοῖς ἀκροωμένοις ἐρεύγεσθαι λόγον.
- 8.115
Ἰωάννου. Εἶτα ἵνα μὴ λέγωσι, καὶ τι πρὸς ἡμᾶς ταῦτα τὰ παραδείγματα; ἐπάγει, οὕτω καὶ ὑμεῖς, εἰ μὴ σαφῆ, φησὶ, καὶ νοούμενα λαλήσετε λόγον, ἔσεσθε εἰς ἀέρα λαλοῦντες· τοῦτ’ ἐστιν εἰκῆ καὶ μάτην καὶ ἀνωφελές.
- 8.116
Ἀντίθεσισ. Καὶ εἰ ἀνωφελές ἐστι τὸ τῶν γλωσσῶν, διατὶ ἓν χάρισμα τοσαύτας ἔλαβον, ἵνα ὁ ἔχων καὶ λαλῶν ὠφελῆται μόνος ; εἰ δὲ μέλλοι καὶ ἑτέροις ε-ι’ναι χρήσιμος, ἑρμηνείας ἣν ἐλάμβανον οἱ μᾶλλον κεκαθαρμένοι· κατὰ τὴν ἀναλογίαν γὰρ τῆς καθάρσεως καὶ τῆς πίστεως, καὶ τὰ χαρίσματα.
- 8.117
Τοῦ Αὐτοῦ. “Tοσαῦτα,” τοῦτ’ ἐστι πολλά· πολλά φησιν, καθὼς ἔτυχεν ὄντα γένη φωνῶν ἐστιν ἐμψύχων τε καὶ ἀψύχων· ἀλλ’ οὐδὲ ἐξ ἑνὸς τούτων, φησὶν, ὠφεληθείη τις, εἰ μὴ εἰδείη τὴν δύναμιν τῆς φωνῆς. τοιγαροῦν οὐδὲ ἐκ τῶν ὑμετέρων γλωσσῶν ὠφέλειά τις εἰς ἄλλους διαβήσεται, εἰ μὴ εἰδείη τὴν δύναμιν τοῦ λαλουμένου. ἔσται δὲ τοῦτο, εἰ διερμηνεύεις λαλῶν· διερμηνεύσει δὲ εἰ πλεῖον ἄληπτον βίον καὶ πίστιν πεπυρωμένην κτήσεται· εἰσὶ μὲν οὖν μυρίαι φωναὶ ἐν τῷ κόσμῳ· ἐὰν οὖν μὴ ἴδω καὶ ολ̓ͅ τί λαλεῖς, ἐσόμεθα ἀλλήλοις βάρβαροι· οὐ παρὰ τὴν τῆς φωνῆς κακίαν, ἀλλὰ παρὰ τὴν ἡμῶν ἄγνοιαν.
- 8.118
Φωτίου. To “ τοσαῦτα γένη φωνῶν” καὶ ἑξῆς, διχῶς ἐστιν ἐκλαβεῖν· ἢ ὅτι πολλά ἐστι γένη φωνῶν καὶ τούτων τῶν γενῶν οὐδέν ἐστι ἄφωνον. ἵνα ᾖ ἐκ παραλλήλου τὸ τοσαῦτα γένη φωνῶν καὶ τὸ οὐδὲν αὐτῶν ἄφωνον· ἢ πολλά ἐστι γένη φωνῶν· ἀλλ’ οὐδε- μία τοῖς ὁμογενέσιν αὐτῶν ἄσημος καὶ ἀνεπίγνωστος. τὸ γὰρ ἄφωνον, τὰ δύο ἐστὶ σημαῖνον εὑρεῖν· καὶ τὸ παντελῶς ἄφωνον, καὶ τὸ ἄσημον μόνον καὶ ἀδιάγνωστον. εἰ μὲν οὖν, ὡς προείρηται, ἐκληψόμεθα, εἴη ἂν τοιοῦτος ὁ ἀποστολικὸς νοῦς· πολλά ἐστι μὲν γένη φωνῶν, καὶ τούτων τῶν γενῶν οὐδέν ἐστιν ἄφωνον. ἀλλά τι κερδαίνομεν ἡμεῖς ἐκ τῶν φωνῶν ἐκείνων μηδὲν αὐτοὶ συνιέντες ; ἐὰν μὲν γὰρ μὴ ἴδω τί σημαίνει ἡ φωνὴ, ἔσομαι ἐγώ τε ἐκείνῳ καὶ ἐκεῖνος ἐμοὶ βάρβαρος· εἰ δὲ ὡς ὕστερον εὑρέθη ἐκληψόμεθα, τότε ἄφωνον ἀντὶ τοῦ ἀσήμου ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος. πολλὰ γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν τούτων ἐστὶ τοῖς ὁμογενέσιν ἄσημον καὶ ἀνεπίγνωστον. πῶς οὖν ὑμεῖς εἰς ἀέρα λαλοῦντες καὶ ἄσημα τοῖς ὁμογενέσι φθεγγόμενοι, ὡς μέγα τι κατωρθωκότες ἐπαίρεσθε· ἀλλ’ οὐχὶ σπουδάζετε μᾶλλον καὶ ἐπι- μελεῖσθε, ἵνα καὶ τὸ διερμηνεῦον τὰς γλώσσας προσλαβόντες, εἰς κοινὴν ὠφέλειαν χρήσεσθε τῷ χαρίσματι; ὁ γὰρ δὴ μόνον γλώσσαις λαλῶν, ἀσήμου καὶ ἀνεπιγνώστου τῆς φωνῆς ὑπαρχούσης τῷ ἀκροατῇ, ἀντὶ τοῦ ὠφελεῖν ἔσεται αὐτῷ βάρβαρος· καὶ ὁ ἀκροατὴς ὁμοίως τῷ λαλοῦντι βάρβαρος λογισθήσεται· καὶ τι τὸ ἐνταῦθα κέρδος;
- 8.119
Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. διόπερ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
- 8.120
Θεοδωρίτου. Τὸν δεδωκότα σοι τῶν γλωττῶν τὸ χάρισμα, προσθεῖναι καὶ τὸ τῆς ἑρμηνείας ἵνα προσφέρῃς τῇ ἐκκλησίᾳ τὴν ὠφέλειαν· “ἐὰν γὰρ προσεύχωμαι γλώττῃ, τὸ πνεῦμά μου προσ- “εὔχεται· ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν·” καρπὸς τοῦ λέγοντος ἡ ὠφέλεια τῶν ἀκουόντων· τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους εἴρηκεν· “ἵνα τίνα καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς “ἔθνεσιν.” ἑτέρᾳ τοίνυν γλώττῃ διαλεγόμενος, καὶ τοῖς παροῦσι μὴ προσφέρων τὴν ἑρμηνείαν, οὐδένα ἔχω καρπὸν, ὄνησιν ἐκείνων μὴ δεχομένων.
- 8.121
Κυτίλλου. Πνεῦμα ἐν τούτοις τὴν διὰ τοῦ Πνεύματος ὀνομάζει χάριν· τοῦτ’ ἐστι τὸ δύνασθαι γλώσσαις λαλεῖν· ἐὰν οὖν φησὶν, τὰς ἐν ταῖς ἐκκλησίαις εὐχὰς προσεύξωμαι πνεύματι, τοῦτ’ ἐστιν ἀποκεχρημένος τῇ γλώσσῃ τῇ διὰ τοῦ Πνεύματος, ἕξω ἄκαρπον τὸν νοῦν· δεῖ γὰρ ἐν προσευχαῖς συντείνεσθαι, καὶ τὰ τελοῦντα πρὸς σωτηρίαν παρὰ Θεοῦ ζητεῖν· οὐκ ἐναβρύνεσθαι γλώσσῃ, καὶ γίνεσθαι ἁπλῶς τοῦ γλώσσῃ λαλεῖν· ἐπεὶ ὁ νοῦς ἄκαρπος γίνεται, μηδεμίαν ἐκ τῆς τοιαύτης φιλοτιμίας ἀποφερόμενος ονησιν.
- 8.122
Ἰωάλλου. Οὕτως πῶς ὥσπερ οἱ λαλοῦντες καὶ μὴ νοούμενοι, καὶ διὰ τοῦτο ὄντες αὐτοῖς βάρβαροι· παυσάμενος γὰρ τῶν παραδειγμάτων γυμνότερον αὐτοῖς παραινεῖ· ἐπειδὴ ὅλως ζηλοῦτε καὶ οἱον προθεῖτε χαρίσματα, τοῦτο γὰρ τὰ πνεύματα, τοιαῦτα ἐπιθυμεῖτε, τὰ δυνάμενα τὴν ἐκκλησίαν οἰκοδομῆσαι· οὐκ εἶπεν δὲ ἵνα κτήσεσθε τὰ χαρίσματα, ἀλλ’ “ἵνα περισσεύητε·” τοῦτ’ ἐστιν ἵνα μετὰ πολλῆς αὐτὰ σχοίητε δαψιλείας. εἶτα καὶ λέγει τρόπον πῶς ἂν σχοίησαν χαρίσματα, τὴν Ἐκκλησίαν ὠφελοῦντα· “ὁ γὰρ “λαλῶν,” φησὶ, “γλώσσαις” προσευχέσθω· ἵνα καὶ τὸ διερμηνεύειν λάβῃ·” ἄρα οὖν αὐτοὶ αἴτιοι τοῦ μὴ τὸ μεῖζον λαβεῖν, οὐκ αἰτοῦντες τὸ μεῖζον· ἐὰν γάρ, φησι, λαλῶ γλώσσῃ, οὐ μὴν καὶ διερμηνεύω, τὸ μὲν πνεῦμά μου, οἷον ἡ ψυχὴ αὐτὴ καθ’ ἑαυτὴν ὠφελεῖται, ἄκαρπος δέ μου ὁ νοῦς εὑρεθήσεται, τὸ μὴ καὶ ἄλλους ὠφελεῖν· νοῦ γὰρ καρπὸς τὸ διὰ ποικίλων καὶ παντοδαπῶν νοημάτων ὠφέλειαν τοῖς πλησίον ἐπινοεῖν.
- 8.123
Φωτίου. Ὅυτως καὶ ὑμεῖς ἀντὶ τοῦ διὰ τοῦτο καὶ ὑμεῖς. διὰ ποῖον; ἵνα μὴ ἦτε ἀλλήλοις βάρβαροι. διὰ τοῦτο οὖν καὶ ὑμεῖς, ἐπεὶ ἐπιθυμίαν ἔχετε χαρισμάτων, ἐκείνων τυχεῖν ἀγωνίσασθε, δι’ ὥν ὑμῖν ἡ ὠφέλεια τῆς Ἐκκλησίας καὶ ἡ οἰκοδομὴ κατορθωθήσεται· αὐτοὶ δὲ “ἵνα περισσεύητε” φησὶ, τοῦτ’ ἔστιν, ἵνα πλέον ἢ νῦν ἔχητε, γλώσσαις νῦν μόνον λαλοῦντες καὶ οὐχ έρμηνεύοντες. ἢ ἵνα περισσεύητε μᾶλλον ἀντὶ τοῦ γλώσσαις λαλεῖν· τὰ γὰρ ἄλλα χαρίσματα περισσεύει τῶν γλωσσῶν, ὡς πλείονα ὠφέλειαν παρεχόμενα· “ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ· τὸ “πνεῦμά μου προσεύχεται·” τὸ προσεύχομαι καὶ προσεύξομαι ἀντὶ τοῦ λαλεῖν τι ταῖς γλώσσαις καλὸν καὶ σπουδαῖον εἴληφεν· καὶ γὰρ καὶ ἡ προσευχὴ εἶδος τί ἐστι τοῦ λόγου· φησὶν οὖν ὅτι ἐάν τι λαλῶ τῶν ἀναγκαίων καὶ καλῶν, μὴ διερμηνεύω δὲ αὐτὸ καὶ τοῖς ἀκροαταῖς, ἐμαυτὸν μὲν ὠφελῶ, τοῦτο γάρ ἐστι “τὸ “πνεῦμά μου προσεύχεται,” τοῦτ’ ἐστιν ἐγὼ μόνος ἀπολαύω τοῦ ἀναγκαίου ἐκείνου καὶ τοῦ καλοῦ. ἄλλος δὲ οὐκ ὠφελεῖται· ἵνα ἐκέρδησέ μου ἐντεῦθεν ὁ νοῦς καὶ τὸν καρπὸν τῆς ἐκείνων ὠφελείας· τὸν νοῦν δὲ ἐστερῆσθαι τοῦ τοιούτου καρποῦ· καὶ πάλιν ἀπολαύειν ὑποτίθεται, ὅτι ἐκεῖνος μᾶλλον τῶν ἐν ἡμῖν δυνάμεων ἐραστής ἐστιν τῆς τοῦ πλησίον ὠφελείας· ἅτε μήτε ὡς τὸ θυμικὸν, μήτε ὡς τὸ ἐπιθυμητικὸν ῥαδίως οὕτω πυνθανόμενος, καὶ τῆς ἰδίας καὶ κατὰ φύσιν ἀρετῆς εὐχερῶς μεθιστάμενος· καὶ ἐκεῖνός ἐστι μᾶλλον ὁ καὶ ἄκαρπος ὅτε ἐστὶ συναισθανόμενος· καὶ πάλιν ἐπειδὰν ἐπιτύχῃ τοῦ καρποῦ ἐνευφραινόμενος.
- 8.124
Εἰτα φησὶ, “τί οὖν ἔστι;” οἷον τί δεῖ γενέσθαι· πῶς ἔσται ἡμῖν μὴ ἀκάρποις εἶναι; πῶς; ἐπιμεληθεὶς, δι’ ἀρετῆς ὥστε γλώσσαις λαλοῦντα καὶ τῷ πνεύματι λαλεῖν καὶ τῷ νοΐ. τοῦτ’ ἐστιν καὶ ἕνεκα τῆς ἰδίας ὠφελείας λαλεῖν, καὶ ἕνεκα τοῦ ἀπολαύειν τὸν ν·οῦν τοῦ καταλλήλου καρποῦ. τοῦτο δέ ἐστιν ἡ τῶν πλησίων ὠφέλεια· ἔσται δὲ τοῦτο, ἐὰν ταῖς γλώσσαις λαλοῦντες λάβωμεν χάρισμα, καὶ ἵνα διερμηνεύωμεν· ἐπειδὴ δὲ ἐπὶ τοῦ λαλεῖν τι τῶν καλῶν καὶ σπουδαίων τὸ τῆς προσευχῆς ὄνομα λαβὼν ἐπέμεινεν χρώμενος αὐτῷ, ἵνα μὴ νομίσῃς ὅτι προηγουμενως περὶ προσευχῆς ἐστιν ὁ λόγος, ἀλλ’ οὔχι περὶ παντὸς ἀναγκαίου καὶ ἐπιτηδείου λόγου γλώσσαις λαλουμένου, μετέπεισεν εἰς τὸ ψάλλειν· ὡσανεὶ λέγων, ὅτι εἶτε ἐπὶ προσευχῆς, εἴτε ἐπὶ ψαλμῳδίας, εἴτε ἐπὶ ἄλλου τινὸς τῶν ἀναγκαίων καὶ καλῶν, ἐπὶ πάντων ὁμοίως δεῖ καὶ ἑαυτὸν ὠφελεῖν καὶ τοὺς πλησίον. εἶτα φέρει καὶ παράδειγμα, δεικνὺς ὅτι κατὰ πολλὰ ἐλλείπει καὶ ὑστερεῖ τὸ γλώσσαις μόνον λαλεῖν ἄνευγε τοῦ διερμηνεύειν. ἐὰν γάρ, φησι, τῷ πνεύματι εὐλογήσῃς, τοῦτ’ ἐστιν σὺ μόνος συνίεις καὶ σαυτὸν οἷς εὐλογεῖς ὠφελῶν, ὁ δὲ ἀκροατὴς οὐ συνίησιν ἃ λέγεις, τι ἀποκριθήσεται πρὸς σέ; πῶς ἐρεῖ τὸ ἀμὴν, ἃν τοῦτο ᾖ χρεία τυχὸν αὐτὸν ἀποκρίνασθαι, μηδὲν ὅλως εἰδὼς ὧν λέγεις σύ. σὺ μὲν γὰρ καλῶς καὶ ἐπὶ σαυτοῦ συμφέροντι εὐλογεῖς ἣ εὐχαριστεῖς εἰ τύχοι, ἣ ἄλλο τι τῶν δεόντων ποιεῖς. καθόλου γὰρ τὸν λόγον βούλεται ἐξακούεσθαι, καὶ οὐκ ἔπι τινος εἴδους ὡρισμένου. διὸ πότε μὲν τὸ ψάλλειν, ἄλλοτε δὲ τὸ εὐλογεῖν καὶ μεταυτὸ καὶ ἃν ταυτοῦ τίθησιν τὸ εὐχαριστεῖν, δεικνὺς ὅτι καθόλου περὶ παντὸς ἀναγκαίου καὶ ἐπιτηδείου γλώσσαις λαλουμένου ἔστιν αὐτῷ ἡ παραίνεσις καὶ ἡ σπουδή. ἀλλ’ ὅπερ ἔλεγον, σὺ μέν, φησιν, ἐπὶ τῷ σεαυτοῦ συμφέροντι γλώσσαις λαλῶν, εὐλογεῖς ἣ εὐχαριστεῖς ἣ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ.
- 8.125
Τί οὖν ἐστι; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοί. ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῆ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν; σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
- 8.126
Κυτίλλου. Δεῖ φησὶν, εἴπερ ἑλοίμην εὐδοκιμεῖν καὶ γλώσσῃ τυχὸν κεχρῆσθαι τῇ διὰ τοῦ πνεύματος καὶ μὴ πειρᾶσθαι σπουδαίως ἄκαρπον ἔχειν τὸν νοῦν, συναγείρειν δὲ ὥσπερ ἐν ἐμαυτῷ τὸν νοῦν· καὶ εἰ ψάλλοιμι τυχὸν ἐν γλώσσῃ, ψάλλειν οὐδὲν ἧττον καὶ τῶ νοί· τοῦτ’ ἐστιν συνιέναι λεπτῶς τῆς ψαλμῳδίας τὴν δύναμιν, καὶ τῆς προφητείας τοὺς λόγους μὴ ἀζητήτους ἐᾶν· οὐκ οὖν ἄμεινον τὸ προφητεύειν ἤτοι διερμηνεύειν ἐν ἐκκλησίᾳ τὰ ἐκ τῶν ἱερῶν γραμμάτων, ἢ γλώσσαις ἁπλῶς κατακεχρῆσθαι φιλεῖν.
- 8.127
Σευηριανοῦ. Ἐὰν, φησὶ, λαλήσω γλώσσῃ τινὶ ἣν οὐκ μηδὲ εἰδὼς αὐτῆς τὴν δύναμιν, πέπεισμαι μὲν ὅτι νοῦν ἄκαρπον ἔχω, οὐκ ἔχοντα τῶν εἰρημένων τὴν δύναμιν.
- 8.128
Ἰωάννου. Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χαρίσματα εὐχῆς ἔχοντες μετὰ τῆς γλώσσης πολλοί· καὶ ηὔχοντο μὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο τῇ Περσῶν ἣ τῇ Ῥωμαίων φωνῇ εὐχομένη· ὁ νοῦς δὲ οὐκ ἤδει τὸ λεγόμενον διὸ καὶ ἔλεγεν “εὰν προσεύ- “χωμαι τῇ γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται·” τοῦτ’ ἔστι τὸ χάρισμα τὸ δοθέν μοι καὶ κινοῦν τὴν γλῶσσαν, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν τί ποτ’ οὐν τὸ ἄριστον καὶ ὠφέλιμον, ἵνα καὶ ἡ γλῶσσα φθέγγηται καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα.
- 8.129
Θεοδωρίτου. Προσήκει τὸν ἑτέρᾳ γλώττῃ διαλεγόμενον, εἴτε ἐπὶ ψαλμῳδίας, εἴτε ἐπὶ προσευχῆς, εἴτε ἐπὶ διδασκαλίας, ἣ αὐτὸν ἑρμηνεύειν ὠφέλειαν τῶν ἀκουόντων· ἣ ἕτερον τοῦτο ποιεῖν δυνάμενον συνεργὸν τῆς διδασκαλίας λαμβάνειν· “ἐπεὶ ἐὰν εὐλο- “γήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς “ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ. ἐπειδὴ τί λέγεις οὐκ οἶδεν;” ἰδιώτην καλεῖ τὸν ἐν τῷ λαικῷ τάγματι τεταγμένον.
- 8.130
Κυτίλλου. Ὅτ᾿ ἃν, φησὶν, αὐτὸς μὲν γλώσσῃ λαλῇ, ὁ γε μὴν ἐν τάξει τῇ τοῦ λαικοῦ κείμενος, εἰ τὴν σὴν οὐκ εἰδείη φωνήν· πῶς προσυπακούσεται τὸ ἀμὴν ἐν ταῖς ἰδίαις εὐχαριστίαις, ἤτοι προσευχαῖς; ἵνα τῇ τῶν ἱερέων τελειότητι τὸ δοκοῦν ἐλλείπειν τοῖς τῶν λαῶν ἀναπληρῶτο μέτροις, καὶ οἷον τοὺς μικροὺς μετὰ τῶν μεγάλων ὡς ἑνότητι πνεύματος παραδέχοιτο Θεός.
- 8.131
Θεοδωρίτου. Οἰδα, φησὶν, ὅτι ὑπὸ τῆς θείας ἐνεργούμενος χάριτος ἀνυμνεῖς τὸν Θεόν· ἀλλ’ οὐ συνίησι τῶν λεγομένων ὁ τὴν γλῶτταν οὐκ ἐπιστάμενος.
- 8.132
Εὐχαριστῶ τῷ Θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν· ἀλλ’ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἣ μυρίους λόγους ἐν γλώσσῃ. ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.
- 8.133
Ἰωάννου. Ἵνα μὴ δείξῃ διὰ τοῦτο εὐτελίζειν καὶ ὑποτιθέναι τὸ τῶν γλωσσῶν χάρισμα, ὡς αὐτὸς μὴ κεκτημένος αὐτῷ, φησὶν, πάντων πλέον γλώσσαις λαλῶ· τοῦτ’ ἔστιν ἵνα οἶδα αὐτὸ ἑομηνεύειν καὶ τοῖς ἀκούουσι σαφηνίζειν, ὅπως ὠφελῶνται· ἣ μυρίους λόγους ἐν γλώσσῃ, τοῦτ’ ἔστιν ἴνα μὴ ἰσχύω αὐτὸ ἑρμηνεύσαι. τότε γὰρ εἰς ἐμὲ μόνον ἡ ὠφέλεια περιστήσεται.
- 8.134
Θεοδωρίτου. Πρῶτος ὑμῶν τοῦδε τοῦ χαρίσματος ἠξιώθην. δι’ ἐμοῦ καὶ ὑμεῖς τήνδε τὴν χάριν ἐδέξασθε. ἀλλ’ ὅμως ἐγὼ τῆς τῶν πολλῶν ὠφελείας κηδόμενος, τὴν σαφῆ διδασκαλίαν τῆς ἀσαφοῦς γλώσσης προτιμῶ· εἶτα κατ’ ἐπιτίμησιν, “ἀδελφοὶ, μὴ “παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ “φρεσὶ, τέλειοι γίνεσθε·” μὴ ἀντιστρέψητε τὴν τάξιν, μηδὲ τῶν παιδίων τὴν ἄνοιαν, ἀλλὰ τὴν κακίαν ζηλώσατε· τῶν δὲ τελείων μὴ τὴν πονηρίαν ἀλλὰ τὴν ἀγχίνοιαν.
- 8.135
Ἰωάννου. Μετὰ τὸ δεῖξαι μείζονα τὴν προφητείαν, λοιπὸν πληκτικωτέρῳ χρῆται λόγῳ· “μὴ παιδία γίνεσθε,” φησὶν, νηπίων γάρ ἐστι τὸ τὰ μικρὰ θαυμάζειν· οἷον τὰς γλώσσας, τῶν δὲ μεγάλων καταφρονεῖν· τοῦτ’ ἐστι τῆς προφητείας. ὅταν πρόκειται ἀδικία τις ἣ ἁμαρτία, τότε νηπιάζετε· νηπιάζειν δέ ἐστι, τὸ μὴ εἰδέναι κακοποιεῖν ἣ ἁμαρτάνειν. ἡ δὲ τῶν φρενῶν τελειότης, καὶ κακίαν φεύγει, καὶ ἀρετὴν διώκει, καὶ τὰ μείζω καὶ ὠφελιμώτερα τῶν χαρισμάτων διακρίνειν ἐπίσταται.
- 8.136
Φωτίου. “Διὰ τοῦ νοός μου λαλῆσαι,” τοῦτ’ ἐστι διὰ τῆς τοῦ νοὸς καρποφορίας, ἥτις ἐστὶν ἡ ὠφέλεια τῶν πολλῶν· διὰ τοῦ νοός μου δὲ ἕνεκα, φησὶ, τοῦ νόος μου, τοῦ μὴ εἶναι ἄκαρπον αὐτὸν, ἀλλὰ ἀπολαύειν καρποῦ τῆς ὠφελείας τῶν πολλῶν.
- 8.137
Ἐν τῷ νόμῳ γεγ́ραπται,Ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις, λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. ὥστε αἱ γλῶσ- ’σαι εἰς σημεῖον εἰσὶν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε ; ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν.
- 8.138
Θεοδωρίτου. Προφητικὴ μέν ἐστιν ἡ φωνή· νόμος δὲ τὴν παλαιὰν γραφὴν προσηγόρευσεν· τεθεικὼς δὲ τὴν μαρτυρίαν, ἐπάγει τὴν ἑρμηνείαν·
- 8.139
Σετηριανοῦ. Ἐπισημήνασθαι χρὴ ὅτι ἀπαιτούμενοι Ἰουδαῖοι ὅπου ὁ Θεὸς ἐν πολλαῖς αὐτοῖς ἐλάλησεν γλώσσαις, κἀκεῖνοι ἠπί- θῆσαν, οὐκ ἔχουσι δεῖξαι· ἡμεῖς δὲ δείκνυμεν ὅτι ὅτε ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ ἐμέρισεν γλώσσας, οἱ 1ουδαῖοι ἀπιθοῦντες ἔλεγον, γλεύκους μεμεστωμένοι εἰσίν· ὥστε αἱ γλῶσσαι εἰς ση- μεῖον εἰσὶν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. ὥστε οἰκοδο- μοῦσιν αἱ γλῶσσαι, ὅτ’ ἃν μάθῃ ὁ ἀκούων ὅτι ὁ λαλῶν λαλεῖ γλῶσσαν ἣν οὐκ ολ̓ͅν, οὐ μὴν οἰκοδομὴν λαμβάνει τῆς ὠφελείας τῆς πνευματικῆς διδαχῆς, διὰ τὸ μὴ νοεῖσθαι μὴ προχωρούσης· ἡ μὲν γὰρ προφητεία μελλόντων, τοῖς δὲ περὶ τούτων λεγομένοις ὁ τυχὼν οὐ πιστεύει, ἀλλ’ ὁ πιστός. ὁ δὲ ἄπιστος χρει-αν ἔχει τοῦ οὐκ εἰδότος τὴν γλῶσσαν, ᾗ κέχρηται, καὶ δεικνύντος ὅτι Θεοῦ Πνεῦμα ἐν αὐτῷ· ὥστε θαῦμα ἦν ἡ γλῶττα· ἡ δὲ προφη- τεία ἀπὸ τῆς ἐκβάσεως θαῦμα, οὐκ ἐν τῷ λέγεσθαι. διχῶς δὲ λέγεται ἀπιστία ἐν τῇ θείᾳ γραφῇ· καὶ ἡ ἀληθῶς ἀπιστία, ἡ τῶν Ἑλλήνων· καὶ ἡ ὀλιγοπιστία, ἡ τῶν εὐσεβῶν.
- 8.140
Ἰωάννου. Πόλλην ἐνταῦθα ἐκ τῶν εἰρημένων ἐπαπόρησιν ἴδοι τις ἄν· εἰ γὰρ τοῖς ἀπίστοις σημεῖον εἰσὶν αἱ γλώσσαι, πῶς λέγει ἐφεξῆς, ὅτι ἐὰν ἴδωσιν ὑμᾶς γλώσσαις λαλοῦντας οἱ ἄπιστοι, ἐροῦσιν ὅτι μαίνεσθε; καὶ εἰ ἡ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν· πῶς καὶ οἱ ἄπιστοι ἐξ αὐτῆς κερδανοῦσιν; ἐὰν γὰρ εἰσέλθῃ φησὶν “ἄπιστος, ἐλέγχεται ὑπὸ πάντων προφητευόντων ὑμῶν, καὶ ἀνακρίνεται. οὐκ αὐτὴ δὲ μόνον, ἀλλὰ καὶ μετ’ αὐτὴν δευτέρα ζήτησις ἐντεῦθεν φύεται· φανεῖται γὰρ ἡ γλῶττα πάλιν μείζων τῆς προφητείας· εἰ γὰρ αἱ γλῶσσαι εἰσὶν σημεῖον τοῖς ἀπίστοις, ἡ δὲ προφητεία τοῖς πιστοῖς, τὸ τοὺς ἀλλοτρίους ἐφελκόμενον καὶ οἰκειοῦν, μεῖζον τοῦ ῥυθμίζοντος τοὺς ἰδίους.
- 8.141
Τί οὖν ἐστι τὸ εἰρημένον; πρῶτον ἐκεῖνο γίνωσκε ἀπίστους μὴ τοὺς αὐτοὺς πανταχοῦ λέγεσθαι· ἀλλὰ ποτὲ μὲν τοὺς ἀνίατα νοσοῦντας καὶ ἀδιορθώτους μένοντας· ποτὲ δὲ καὶ τοὺς μεταβάλλεσθαι δυναμένους· οἷοι ἦσαν ἐπὶ τῶν Ἀποστόλων οἱ θαυμάζοντες τὰ λεγόμενα τοῦ Θεοῦ μεγαλεῖα· οἷοι ἐπὶ Κορνηλίου. ὃ τοίνυν λέγει, τοῦτό ἐστιν, ὅτι τὴν γλῶτταν ἀκούοντες οἱ ἄπιστοι καὶ ἀνόητοι, οὐ μόνον οὐ κερδανοῦσιν, ἀλλὰ καὶ καταγελάσουσιν ὡς μαινομένων τῶν φθεγγομένων. καὶ γὰρ εἰς σημεῖον αὐτοῖς ἐστι μόνον, τοῦτ’ ἐστιν εἰς τὸ ἐκπλήττεσθαι· τὸ γὰρ σημεῖον τῶν μέσων ἐστίν· ὡς ὅτ’ ἃν λέγῃ, “ποίησον μετ’ ἐμοῦ σημεῖον” καὶ προστίθησιν “εἰς ἀγαθόν·” καὶ ἵνα μάθῃς ὅτι τὸ σημεῖον ἐνταῦθα οὐχ ὡς πάντως χρήσιμόν τι ποιοῦν παρήγαγεν, ἐπήγαγεν τὸ ἐξ αὐτοῦ γινόμενον· ἐροῦσι γὰρ οἱ ἄπιστοι ὅτι μαίνεσθε· τοῦτο δὲ οὐ παρὰ τὴν τοῦ σημείου φύσιν· ἀλλὰ παρὰ τὴν ἐκείνων ἄνοιαν· ὅσοι γὰρ νοῦν εἶχον καὶ ἐκέρδαινον· διὸ καὶ ἐδόθη τὸ σημεῖον. οὐδὲ γὰρ ἐπὶ τῶν Ἀποστόλων μόνοι οἱ μέθην αὐτῶν κατηγοροῦντες ἦσαν τότε· ἀλλὰ πολλοὶ καὶ ἐθαύμαζον αὐτοὺς, ὡς τὰ μεγαλεῖα τοῦ Θεοῦ διηγουμένους· ἡ δὲ προφητεία οὐκ εἶπεν, ὅτι οὐκ ἔστιν χρήσιμος τοῖς ἀπίστοις· ἀλλ’ ὅτι οὐκ ἔστιν εἰς σημεῖον ὥσπερ ἡ γλῶττα ἁπλῶς· ἀλλ’ ὅτι καὶ εἰς πίστιν καὶ εἰς ὠφέλειαν ἀμφοτέροις ἐπιτηδεία καὶ χρήσιμος. καὶ τοῦτο εἰ καὶ μὴ εὐθέως, ἀλλὰ διὰ τῶν ἑξῆς σαφέστερον ἡρμήνευσεν εἰπὼν, “ἐλέγχεται ὑπὸ πάντων· “ἀνακρίνεται ὑπὸ πάντων· τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ “γίνεται· καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει, ἀπαγγέλλων “ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν.
- 8.142
Ὥστε οὖν οὐ τούτῳ μόνῳ μεῖζον ἡ προφητ(??)α τῷ ἐν ἑκατέροις ἰσχύειν, ἀλλὰ καὶ τῷ τοὺς ἀναισχυντοτέρους τῶν ἀπίστων ἐφέλκεσθαι· οὐδὲ γὰρ τὸ αὐτὸ θαῦμα ἦν ὅτε τὴν Σάπφειραν ἤλεγξεν ὁ Πέτρος, ὅπερ προφητείας ἦν· καὶ ὅτε γλώσσῃ ἐλάλει· ἀλλὰ τότε μὲν πάντες συνεστάλησαν· ὅτε δὲ γλώσσαις ἐλάλει, καὶ παραπαίοντος ἔλαβεν δόξαν· οὕτω καὶ Ναβουχοδονόσορ τὸν Θεὸν προσεκύνησεν λέγων, “ἐπ’ ἀληθείας ὁ Θεὸς ὑμῶν αὐτός ἐστι Θεὸς “ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον “τοῦτο·” εἶδες τῆς προφητείας τὴν ἰσχύν; πῶς τὸν ἄγριον ἐκεῖνον μετέβαλεν, καὶ εἰς πίστιν ἤγαγεν; ὅπερ δὲ ἔφθην εἰπὼν οὐκ ἐν τοῖς διαβεβλημένοις, ἀλλ’ ἐν τοῖς μὴ σφόδρα ὠφελοῦσι σπουδάζει κατατάξαι τὸ χάρισμα τῶν γλωσσῶν· ὥστε καταστεῖλαι αὐτοὺς καὶ εἰς ἀνάγκην ἀγαγεῖν τοῦτον ἑρμηνεύοντα ἐπιζητεῖν. ἐπειδὴ γὰρ οὐ πρὸς τοῦτο ἑώρων, ἀλλὰ πρὸς ἐπίδειξιν αὐτὸ καὶ φιλοτιμίαν ἐκέχρηντο οἱ πολλοὶ, ἀπὸ τούτου μάλιστα ἀπάγει, δεικνὺς ὅτι μάλιστα εἰς δόξαν παραβλάπτονται μανίας ὑπόληψιν κτώμενοι.
- 8.143
Σευηριανοῦ. Ἄπιστον λέγει τὸν Ἕλληνα· ἰδιώτην δὲ τὸν βαπτισθέντα, τὸν ἀστράτευτον. τότε γὰρ οὐκ ἐλέγοντο κατηχούμενοι οἱ a ἀβάπτιστοι.
- 8.144
Θεοδωρίτου. Ἐπισημήνασθαι δεῖ ὡς Θεὸν ἐνταῦθα σαφῶς τὸ Πανάγιον Πνεῦμα προσηγόρευσε· τοῦ γὰρ θείου Πνεύματος ἦν ἡ τῆς προφητείας ἐνέργεια· “πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ “τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·” ἀλλ’ ὅμως ἐνταῦθα τέθεικεν ὅτι “πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ “Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν,” Θεὸν εἰπὼν τὸ Πανάγιον Πνεῦμα.
- 8.145
Τί οὖν ἐστιν, ἀδελφοὶ, ὅτ’ ἃν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. εἴτε γλώσσῃ τὶς λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος· καὶ εἷς διερμηνευέτω. ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.
- 8.146
Θεοδωρίτου. Διὰ τοῦ συνέρχεσθαι ἐνέδειξεν τὸ σῶμα· διὰ τοῦ ἕκαστος ὑμῶν τάδε ἔχει καὶ τάδε, τὴν τῶν μελῶν διαφοράν· εἰτα πάλιν τὴν τῷ κοινῷ παρ’ ἑκάστου προσφερομένην ὠφέλειαν “πάντα πρὸς οἰκοδομὴν γινέσθω· εἴτε γλώσσῃ τίς “λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς· καὶ ἀνὰ μέρος.” μὴ κοινῇ διαλέγεσθαι· τοῦτο γὰρ ἀταξίας καὶ συγχύσεως· μήτε μὴν πολλοί· ἀρκοῦσι γὰρ καὶ δύο· ἀλλ’ ὅμως μέχρι τριῶν ὁρείσθω τῶν οὕτω διαλεγομένων ὁ ἀριθμός· “καὶ εἷς διερμηνευέτω·” χρὴ γὰρ τοὺς παρόντας νοεῖν τὰ λεγόμενα· “ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, “σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ λαλείτω καὶ τῷ Θεῷ·” ἀτοπώτατον γὰρ κατὰ φιλοτιμίαν καὶ μὴ δι’ ὠφέλειαν τῷ θείῳ κεχρῆσθαι χαρίσματι· “προφῆται δὲ δύο ἣ τρεῖς λαλείτωσαν· καὶ οἱ ἄλλοι “διακρινέτωσαν·” σκοπεῖν καὶ διακρίνειν παρακελεύεται τοὺς ἠξιωμένους τοῦ χαρίσματος τῆς διακρίσεως τῶν πνευμάτων, εἰ κατ’ ἐνέργειαν τοῦ θείου Πνεύματος λέγεται. ὥσπερ γὰρ τοῖς προφήταις ψευδοπροφήτας ἀντέταξεν ὁ διάβολος· οὕτω τοῖς Ἀποστόλοις ψευδαποστόλους.
- 8.147
Ἰωάννου. Τί οὖν, φησὶ, ποιητέον ὑμῖν; ἰδοὺ γὰρ ἀκηκόατε τὰς τῶν χάρισ’ μάτων διαφοράς· καὶ λοιπὸν ἐπάγει· “εἴτε ψαλμὸν “ἔχει·” ἀπὸ γὰρ χαρίσματος καὶ ψαλμὸν ἐποίουν· “εἴτε διδα- “χὴν ἔχει·” οἷον εἰ δύναται διδάξαι καὶ ὠφελῆσαι· “εἴτε προ- “φητείαν ἔχει·” τοῦτο γὰρ ἡ ἀποκάλυψις· “εἴτε γλῶσσαν ἔχει·” καλῶς δὲ καὶ τῶν γλωσσῶν ἐμνήσθη. ἐπειδὴ γὰρ αὐτὰς ἐν τοῖς προλαβοῦσι σφόδρα καθεῖλεν· νῦν καὶ αὐτῶν ἐμνήσθη· ἐπεὶ ἔδοξεν ἂν μήτε εἶδος χαρίσματος τὸ τῶν γλωσσῶν· “εἴτε ἑρμηνείαν “ἔχε” καὶ δύναται ταῖς γλώσσαις ἑρμηνεύειν· πρὸς ἓν τέλος πάντα ὁρᾷ τῷ τὸ οἰκοδομεῖν τὴν Ἐκκλησίαν. μὴ πολλοὶ, μὴ δὲ συγκεχυμένως, ἵνα μὴ ἀκαταστασία γίνηται, “ἀλλὰ δύο ἣ τρεῖς “τὸ πλεῖστον καὶ ἀνὰ μέρος·” τοῦτ’ ἐστιν εἷς ἀφ’ ἑνὸς τῷ αὐτῷ λαλείτω· οὐκ ἔστιν ἐπιτρέποντος, ἀλλ’ οὐδὲ κωλύοντος· ὡσεὶ ἔλε- γεν, εἰ μὴ ἔχῃ ἑρμηνείαν, σιγάτω· εἰ δὲ μὴ καρτερεῖ σιγᾶν, τοῦτο δὲ κατηγορίας ἐστὶν, ἑαυτῷ λαλείτω· τοῦτ’ ἔστιν ἀψοφητὶ καὶ ἠρέμα, ὡς Θεὸν μόνον ἀκούειν, οὐ μὴν ἀνθρώπους. ὅρα πῶς ἐν τῷ δοκεῖν ἐπιτρέπειν, ἀποτρέπει· ἦσαν ἐν τοῖς προφήταις καὶ μάντεις λανθάνοντες· διὸ φησὶ, “δύο ἢ τρεῖς, καὶ οἱ ἄλλοι δια- ** κρινέτωσαν·” τοῦτ’ ἐστιν διακρινέτωσαν, μή που τις μάντις προφήτης εἶναι ὑποκρίνοιτο. διὰ τοῦτο δὲ δύο ἢ τρεῖς· ἵνα μὴ διὰ τὸ πλῆθος λάθωσιν οἱ μάντεις.
- 8.148
Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται· καὶ πνεύ- ματα προφητῶν προφήταις ὑποτάσσεται· οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
- 8.149
Θεοδωρίτου. Ἐὰν ἄλλον, φησὶν, κινήσῃ ἡ χάρις τοῦ Πνεύμα- τος· παραχωρείτω ὁ τοῦ λέγειν ἀρξάμενος· “δύνασθε γὰρ καθ’ ἕνα “πάντες προφητεύειν· ἵνα πάντες μανθάνωσι καὶ πάντες παρα- *’ καλῶνται·” μηδὲν ἀτάκτως μηδὲ συγκεχυμένως γινέσθω. καὶ γὰρ ο7όν τε πάντας ὑμᾶς τὴν προφητείαν τοῖς ἀθροιζομένοις προσ- φέρειν, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ὄνησιν πραγματεύεσθαι· αὕτη μέχρι τοῦ παρόντος ἡ τάξις ἐν ταῖς ἐκκλησίαις μεμένηκεν· καὶ τῶν διδασκάλων, οἱ μὲν ἐν ταύτῃ τῇ πανηγύρει, οἱ δὲ ἐν ἑτέρᾳ, τῷ λαῷ διαλέγονται.
- 8.150
Ἰωάννου. Εἰ σοῦ, φησὶν, προφητεύοντος, ἄλλον ἐκίνησε τὸ Πνεῦμα τὸ Ἅγιον, σὺ σίγα· ἵνα μὴ τῶν δύο ἅμα προφητευόντων, σύγχυσις γένηται· διὰ τοῦτο γὰρ σοῦ, φησὶν, προφητεύοντος, ὁ ἄλλος ἐνεπνεύσθη, βουλομένου τοῦ Πνεύματος, καὶ δι’ ἐκείνου λεχθῆναι τι. ἐπειδὴ δὲ τὸν πρῶτον σιγᾶν ἐκέλευσεν, παραμυ- θεῖται αὐτόν· μὴ δυσχεράνῃς, φησὶ, σιγᾶν κελευόμενος· δύνῃ καὶ σὺ καὶ ἄλλος καὶ πάντες προφητεύειν. τοῦτ’ ἔστιν οὐκ ἐκ- λείψει ὁ καιρὸς, ἵνα πάντες οἱ τὴν ἐκκλησίαν πληροῦντες, καὶ μανθάνωσι καὶ εἰς πίστιν παρακαλῶνται.
- 8.151
Σετηριανοῦ. Διὰ τούτων δείκνυσιν ὅτι ταῖς ψυχαῖς τὸ Πνεῦ- μὰ τὸ Ἅγιον ἀπεκάλυπτεν τὰ μυστήρια· κἀκεῖναι φωτισθεῖσαι ἀπεκάλυπτον ἀνθρώποις, οὐχ ὡς ἐν ταῖς μαντείαις οὐκ οἶδεν ὁ μάντις τι φθέγγεται. ἀπέδωκεν οὖν ἐκεῖνο τὸ πρῶτον, ὃ ἔλεγεν, ὅτι ὅτε ἤτε ἔθνη, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἃν ἤγεσθε “ἀπαγόμενοι.” “προφῆται δὲ δύο ἣ τρεῖς λαλείτωσαν· οἱ ἄλλοι “δὲ διακρινέτωσαν·” οἱ ἔχοντες τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων. “ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος “σιγάτω·” ὡς ἐν αὐτοῖς ὃν ποτὲ μὲν σιγᾶν, ποτὲ δὲ λέγειν. “καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·” μὴ φοβηθῇς φησὶν, ἐὰν σιγήσῃς ὡς ἀθετῶν τὸ Πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάσσεσθαι· οὕτως Ἰησοῦς ὑπετάσσετο τῷ Μωϋσεῖ· οὕτως ὁ Ἑλισσαῖος τῶ Ἠλία· οὕτως αὐτῶ τῶ Ἑλισσαίῳ τὸ πλῆθος τῶν προφητῶν· οὕτως αὐτῷ τῷ Ἀποστόλῳ Τιμόθεος καὶ Τίτος καὶ οἱ λοιποί.
- 8.152
Ἰωάλλου. Ἵνα μὴ φιλονεικῇ ἄνθρωπος, αὐτὸ τὸ πνεῦμα δείκνυσιν ὑποτασσόμενον πνεῦμα γὰρ ἐνταῦθα, τὴν ἐνέργειαν λέγει· εἰ δὲ τὸ πνεῦμα ὑποτάσσεται, πολλῷ πλέον σὺ ὁ κεκτημένος, οὐκ ἂν εἴης δίκαιος φιλονεικεῖν.
- 8.153
Οἰκουμενίου. Ἄντικρυς ἢ ἐπὶ τῶν μάντεων· ἐκεῖνοι γὰρ τὴν παρ’ αὐτοῖς ἐνθουσίασιν, καὶ ἄκοντες οἱ δαιμονῶντες λαλοῦσιν ἃ οὐ βούλονται. εἰ τοίνυν τὸ χάρισμα τοῖς προφήταις ὑποτέτακται· πῶς οὐκ ἄτοπον ὑμᾶς μὴ ὑποτάσσεσθαι τῷ κοινῇ συμφέροντι; ἵνα ὅτ’ ἂν ᾖ καιρὸς σιωπῆς, σιωπᾶτε. Ἰωάλλου. Πνεύματα προφητῶν φησὶν αὐτὸ τὸ πνευματικὸν χάρισμα· εἶτα ἵνα μὴ λέγῃ τις, καὶ πῶς σιγᾶν δύναμαι; αὐτὸ γὰρ τὸ ἐπιπνέον Ἅγιον Πνεῦμα καὶ ἑκόντα καὶ ἄκοντα ἀναγκάζει λαλεῖν· οὐχὶ, φησὶν, ὑποτέτακται γὰρ τῷ προφήτῃ τὸ χάρισμα· τοῦτ’ ἔστιν ἐν αὐτῶ ἐστι καὶ λαλεῖν καὶ σιωπᾶν.
- 8.154
Ὠριγένοτσ. Κίνδυνός ἐστι τοῖς ἀναγινώσκουσιν ἁπλῶς ἀποφαινέσθαι· ὁμοίως δὲ καὶ τοῖς ἀκούουσιν. ἄκουε γοῦν Παύλου λέγοντος· “εἴτις δοκεῖ ἐν ὑμῖν προφήτης εἶναι, ἢ πνευματικὸς, “ἐπιγινωσκέτω ἃ γράφω, ὅτι Θεοῦ ἐστιν·’ ὡς οὐ παντὸς ἐπιγινώσκοντος τὰ τοῦ Θεοῦ· ἐὰν μὴ ᾖ προφήτης ἣ πνευματικός. διέγραψεν δὲ τὸν πνευματικὸν ὁ Ἀπόστολος εἰπών· “ὁ δὲ πνευμα- “τικὸς ἀνακρίνει τὰ πάντα· αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται·” τίς δέ ἐστιν ὁ διακρίνων τὰ πάντα, ἣ ὁ δυνάμενος πάντα λόγον ἐξετάζειν καὶ κρίνειν; οὗτος δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται, διὰ τὸ βάθος τῶν νοημάτων αὐτοῦ μὴ καταλαμβανόμενος· ὁ γὰρ πνευματικὸς νοῦν ἔχει Κυρίου. ὥσπερ οὖν παιδίον οὐ δύναται ἀνακρίναι νοῦν ἀνδρὸς καὶ ἐξετάσαι τὰ νοήματα αὐτοῦ, οὐδὲ γὰρ τὴν ἀρχὴν παρακολουθεῖ τοῖς τοῦ ἀνδρὸς νοήμασιν ὁ βραχὺς παῖς· τὸν αὐτὸν τρόπον οὐδὲ ψυχικὸς δύναται εἰδέναι ποῖα τὰ τοῦ Θεοῦ καὶ ποῖα οὐχί. μόνου δὲ πνευματικοῦ ἐστι τοῦτο τὸ ἔργον. ἐγὼ πολλάκις ἐζήτουν κατεμαυτὸν τί δήποτε, ὅτε οἱ προφῆται ἦσαν τοῦ Θεοῦ καὶ οἱ ψευδοπροφῆται, οἱ ψευδοπροφῆται εὐδοκίμουν παρὰ τοῖς βασιλεῦσιν αὐτῶν, παρὰ τοὺς προφήτας· καὶ τὰ μὲν βιβλία τῶν ψευδοπροφητῶν οὐκ ἐγράφη, οὐδὲ ἐσώθη ἐν τῷ λαῷ· τὰ δὲ τῶν προφητῶν καταδικασθέντων, μισηθέντων, πεπονθότων ἃ ἴσμεν, ἦλθεν εἰς μέσον, καὶ τετίμηται· τίς γέγονεν ἡ τούτων ἀρχή; ἀπὸ τοῦ Ἀποστόλου ἀφορμὰς λαβὼν λέγω, ὅτι ἦν χάρισμα ἐν τῷ λαῷ ὥσπερ προφητεύειν, οὕτω διακρίνειν προφήτας. “δύνασθε γὰρ καθ’ “ἕνα πάντες προφητεύειν·” ἀφθονία ἦν τότε τῶν λεγόντων καὶ τῶν ἐπιτρεπομένων λέγειν. διὰ γὰρ τοῦτο ἐπέτρεψεν ὁ Ἀπόστολος πᾶσι λέγειν ἐν Ἐκκλησίᾳ· μικροῦ δεῖν καὶ ταῖς γυναιξὶν ἐπέτρεψε λαλεῖν, εἰ μὴ εἰρήκει τὸ ἑξῆς.
- 8.155
Ἰωάλλου. Εἶτα δείκνυσιν ὅτι καὶ τῶ Θεῶ τοῦτο δοκεῖ, τὸ τὸν πρῶτον σιγᾶν. ἐπεὶ μὴ “ἔστιν Θεὸς ἀκαταστασίας, ἀλλ’ “εἰρήνης.” ἐκ γὰρ ἐκ γὰρ τούτου, φησὶν, ἀκαταστασία γίνεται. οὕτως δὲ ὁ τῆς εἰρήνης νόμος ἐν πάσαις ἔστιν ἐκκλησίαις τῶν ἁγίων. καλῶς δὲ φησὶν “τῶν ἁγίων,” ἐπειδὴ καὶ Ἑλλήνων ἤσαν ἐκκλησίαι.
- 8.156
Φωτίου. “ Ὁ πρῶτος” εἶπεν, οὐχὶ πρῶτος κατὰ τὸ ἀξίωμα τῆς προφητείας, ἀλλὰ καθὸ πρότερος αὐτὸς ἤρξατο λέγειν τοῦ μεταυτόν.
- 8.157
Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίαις λαλεῖν. ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
- 8.158
Ὠριγένοτσ. Ὡς γὰρ πάντων λεγόντων καὶ δυναμένων λέγειν, ἐὰν ἀποκάλυψις αὐτοῖς γένηταί φησιν, “αἱ γυναῖκες ἐν ταῖς “ἐκκλησίαις σιγάτωσαν.” ταύτης δὲ τῆς ἐντολῆς οὐκ ἦσαν οἱ τῶν γυναικῶν μαθηταὶ, οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ· οὐ Χριστοῦ τοῦ ἀνδρὸς τῆς νύμφης· ἀλλ’ ὅμως εὐγνωμονῶμεν καὶ πρὸς τὰ πιθανὰ ἐκείνοις ἀπαντῶντες. τέσσαρες φασὶ θυγατέρες ἦσαν Φιλίππου τοῦ Εὐαγγελιστοῦ, καὶ προεφήτευον. εἰ δὲ προεφήτευον· τί ἄτοπόν ἐστι καὶ τὰς ἡμετέρας, ὡς φασὶν ἐκεῖνοι, προφήτιδας προφητεύειν; ταῦτα δὲ λύσομεν· πρῶτον μὲν λέγοντες, ὅτι αἱ ὑμέτεραι προεφήτευον· δείξατε τὰ σημεῖα τῆς προφητείας ἐν αὐταῖς. δεύτερον δὲ εἰ καὶ προεφήτευον αἱ θυγατέρες Φιλίππου, ἀλλ’ οὐκ ἐν ταῖς ἐκκλησίαις ἔλεγον· οὐ γὰρ ἔχομεν τοῦτο ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων· ἀλλ’ οὐδ’ ἐν τῇ παλαιᾷ. Δεββῶρα μεμαρτύρηται προφῆτις εἶναι. λαβοῦσα δὲ Μαριὰμ ἢ ἀδελφὴ Ἀαρὼν τὸ τύμπανον, ἐξῆρχε τῶν γυναικῶν. ἀλλ’ οὐκ ἂν εὕροις ὅτι Δεββῶρα ἐδημηγόρησεν εἰς τὸν λαὸν, ὥσπερ Ἱερεμίας καὶ Ἡσαΐας· οὐκ ἃν εὕροις ὅτι Ὀλδὰ προφῆτις οὖσα ἐλάλησε τῷ λαῷ, ἀλλ’ ἑνί τινι ἐλθόντι πρὸς αὐτήν· ἀλλὰ καὶ ἐν τῷ Εὐαγγελίῳ ἀναγέγραπται Ἄννα προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· ἀλλ’ οὐκ ἐν ἐκκλησίᾳ ἐλάλησεν. ἵνα οὖν καὶ δοθῇ ἐκ σημείου προφητικοῦ εἶναι προφῆτις γυνή· ἀλλ’ οὐκ ἐπιτρέπεται ταύτῃ λαλεῖν ἐν ἐκκλησίᾳ. ὅτε ἐλάλησε Μαριὰμ προφῆτις ἄρχουσα ἦν τινῶν γυναικῶν· αἰσχρὸν γὰρ γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ· καὶ διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω ἁπλῶς, ἀλλ’ οὐδὲ αὐθεντεῖν ἀνδρός.
- 8.159
Καὶ ἄλλοθεν δὲ τοῦτο παραστήσω. εἰ καὶ ἐκεῖνο ἀσφαλέστερον εἴρηται, περὶ τοῦ μὴ τὴν γυναῖκα ἡγεμόνα γίνεσθαι τῷ λόγῳ τοῦ ἀνδρὸς, “πρεσβύτιδας ἐν καταστήματι, ἱεροπρεπεῖς καλοδιδα- “σκάλους, ἵνα σωφρονίζωσι τὰς νέας.” οὐχ ἁπλῶς ἵνα διδάσκωσιν, καλοδιδάσκαλοι μὲν γὰρ ἔστωσαν καὶ γυναῖκες. οὐχ ἵνα ἄνδρες καθήμενοι ἀκούωσι γυναικῶν, ὡς ἐκλειπόντων ἀνδρῶν τῶν δυναμένων πρεσβεύειν τὸν τοῦ Θεοῦ λόγον. “εἰ δέ τι μαθεῖν “ἐθέλουσιν· ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν “γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν.” δοκεῖ μοι τὸ τοὺς ἰδίους ἄνδρας οὐκ ἐπὶ τοὺς γαμετοὺς ἀναφέρεσθαι μόνον· αἱ παρ- θένοι γὰρ ἣ λαλήσουσιν ἐν ἐκκλησίᾳ ἣ οὐχ ἕξουσι τοὺς διδάσκοντας· καὶ αἱ χηρεύουσαι ὁμοίως. ἀλλὰ μήποτε τοὺς ἰδίους ἄνδρας, οἷον καὶ τὸν ἀδελφὸν καὶ τὸν οἰκεῖον καὶ τὸν υἱόν. ἅπαξ ἁπλῶς ἀνδρὸς πυνθανέσθω γυνὴ τοῦ ἰδίου, κατὰ τὸ γενικὸν ὄνομα ἀνδρὸς πρὸς ἀντιδιαστολὴν γυναικός· “αἰσχρὸν γὰρ γυναικὶ λαλεῖν ἐν “ἐκκλησίᾳ·” ὁποῖα ἐὰν λαλῇ, κἂν θαυμαστὰ λαλῇ, κἂν ἅγια, μόνον δὲ ἀπὸ στόματος γυναικείου ἐξέρχηται. γυνὴ ἐν ἐκκλησίᾳ δηλονότι κατὰ τὸ αἰσχρὸν λέγεται, ἐπὶ κατηγορίᾳ τῆς ὅλης ἐκκλησίας. “ἣ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἣ εἰς ὑμᾶς μόνους “κατήντησεν;” ὡς τῆς ἀταξίας ταύτης οὔσης ἐν Κορίνθῳ, μετὰ καὶ τῶν ἄλλων ἁμαρτημάτων. τοῦτο οὖν λέγει, ὅτι ἀπέστειλεν τὸν λόγον αὐτοῦ ὁ Θεὸς εἰς τὸν κόσμον. ἄρ οὖν ἡ ἀλήθεια καὶ ὁ κανὼν ὁ ἐκκλησιαστικὸς εἰς ὑμᾶς μόνους τοὺς Κορινθίους κατήντησεν; Ἰωάλλου. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. καὶ ποῦ τοῦτο λέγει ὁ νόμος; “πρὸς τὸν ἄνδρα σοῦ ἡ ἀποστροφή σου, καὶ αὐτός σου “κυριεύσει.” εἶδες Παύλου τὴν σοφίαν; ἡλίκην παρήγαγεν μαρτυρίαν, οὐ σιγᾶν αὐταῖς κελεύουσαν μόνον, ἀλλὰ καὶ μετὰ φόβου σιγᾶν, καὶ φόβου τοσούτου, μεθ’ ὅσου τὴν δούλην ἡσυχάζειν χρή. παράγει δὲ τὰς λοιπὰς ἐκκλησίας τῆς σιωπῆς τηρούσας τὸν νόμον ἄπο τῆς καινοτομίας ’τον θόρυβον ὑποτεμνόμενος, καὶ τῇ τῶν πολλῶν ψήφῳ τὸν λόγον ποιῶν εὐπαράδεκτον. οὔτε γὰρ πρῶτοι, φησὶν, ὑμεῖς οὔτε μόνοι πιστοὶ, ἀλλ’ ἡ οἰκουμένη πᾶσα.
- 8.160
Εἴ τις δοκεῖ προφήτης εἶναι ἣ πνευματικὸς, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ Κυρίου εἰσὶν ἐντολαί· εἰ ’δε τις ἀγνοεῖ, ἀγνοείτω. ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
- 8.161
Ὠριγένοτσ. Ἵνα οὖν ἐπιγινώσκωμεν τὰ τοῦ Θεοῦ· παρακαλέσωμεν τὸν διδόντα χαρίσματα, ἵνα δώῃ ἡμῖν χάρισμα προφητικὸν, καὶ ποιήσῃ ἡμᾶς ἀπὸ τοῦ κρατοῦντος Πνεύματος πνευματικούς. καὶ οὕτως ἐπὶ τοῦ κρίνειν ποῖα τοῦ Θεοῦ ἐστιν, ἣ ποῖα οὐκ ἔστιν αὐτοῦ· ὁ γὰρ τῆς χάριτος ταύτης ἐστερημένος συνεῖναι οὐ δύναται. ὅθεν ἐπήγαγεν, “εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.”
- 8.162
Ἰωάννου. Πολλαχῶς διδάξας τὸ δεῖν τὰς γυναῖκας σιγᾶν, νῦν καὶ τοῦτο προστίθησιν, ὅτι, φησὶ, καὶ τῷ Θεῷ τοῦτο δοκεῖ· εἴ τις γάρ, φησιν, ἢ προφήτης ἐστὶν ἣ ἄλλως πνευματικὸν ἔχει χάρισμα, εἰς τὸ εἰδέναι τὰ γραφόμενα παρ’ ἐμοῦ· ἴστω ὅτι Θεοῦ εἰσιν ἐντολαὶ, ἃ γράφω· καὶ οὐκ ἀφ’ ἑαυτοῦ, φησὶ, πρὸς τούτοις κινοῦμαι· εἰ δέ τις ἀγνοεῖ, ὅτι Θεοῦ εἰσιν αὐταὶ ἐντολαὶ, ἀγνοείτω· τοῦτ’ ἐστιν, ἐγὼ εἶπον, ὁ θέλων πειθέσθω· ὁ μὴ θέλων, ὃ οἶδεν ποιείτω. τὸ δὲ ταῦτα λέγειν σημεῖόν ἐστιν ἀνδρὸς οὐ τὰ ἑαυτοῦ πάντως βουλομένου στῆσαι, ἀλλὰ τὸ κοινῇ συμφέρον σκοποῦντος· τὸ δὲ τοιοῦτον σχῆμα τοῦ λόγου ποιεῖν εἴωθεν, ἔνθα οὐ μέγα ἐστὶν τὸ γινόμενον πλημμέλημα. τί γὰρ μέγα τὸ ἀγνοεῖν αὐτοὺς ὅτι Θεοῦ εἰσιν ἐντολαὶ τὸ σιγᾶν τὰς γυναῖκας;
- 8.163
Θεοδωρίτου. πάλιν τὸ μὲν ἔδειξε τιμιώτερον· τὸ δὲ καὶ αὐτὸ χρεῶδες. τοῦτο γὰρ δηλοῖ τὸ “μὴ κωλύετε· πάντα δὲ εὐσχημόνως “καὶ κατὰ τάξιν γινέσθω·” τὴν δὲ τάξιν ἐν τοῖς πρόσθεν ἐδίδαξεν.
- 8.164
Ἰωάννου. πάλιν ἐπανῆλθεν ὅθεν ἐξῆλθεν· καὶ μείζονα δείκνυσι τὴν προφητείαν, τῷ εἰπεῖν “ζηλοῦτε·” ἧττον δὲ τὴν τῶν γλωσσῶν χάριν· τὸ γὰρ λαλεῖν γλώσσαις, φησὶ, μὴ κωλύετε· εἶτα ἐπανακεφαλαιοῦται τὰ πρῶτα. “πάντα,” φησὶν, “εὐσχημόνως καὶ “κατὰ τάξιν γινέσθω. ἔσται δὲ τοῦτο ἐὰν οἱ γλώσσαις λαλοῦντες δύο ἣ τρεῖς λαλοῦσι καὶ ἀνὰ μέρος· καὶ οἱ προφῆται ἀλλήλοις παραχωροῦσι· καὶ αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιωπῶσιν.
- 9.1
Περὶ ἀναστάσεως σωμάτων καθολικῆς.
- 9.2
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι’ οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε.
- 9.3
Κυτίλλου. Ἐπὶ καιροῦ δὴ λίαν καὶ σοφῶς εὐαγγέλιον ἀποκαλεῖ τὸ περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως κήρυγμα, καὶ αὐτοῦ δὲ πάντως τοῦ Χριστοῦ. καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία τοῖς τὴν πίστιν εἰσδεδεγμένοις· ἐν αὐτῷ δὲ φησὶν αὐτοῖς ἑστάναι τε καὶ σώζεσθαι. τοῦ μὲν ἑστάναι κατασημαί- νοντος τὸ ἐν ἑδραιότητι τῆς ἐλπίδος καὶ τὸ ἐν καλῷ τῆς δόξης γενέσθαι τοὺς πεπιστευκότας· τοῦ δέ γε σώζεσθαι, τὸ καὶ αὐτῆς ἀναπεφάνθαι τῆς ἁμαρτίας ἀμείνους, καὶ τῶν τοῦ θανάτου βρόχων ἐπέκεινα δραμεῖν.
- 9.4
Ἰωάννου. Εἰς τὸν περὶ ἀναστάσεως ἔρχεται λόγον. λέγει δὲ ὅτι οὐδὲν ξένον ὑμῖν ἐρῶ, ἀλλὰ τὸ ἤδη γνωρισθὲν ὑμῖν, εἰς λήθην δὲ ἐλθόν· τὸ γὰρ “γνωρίζω” οἷον ὑπομιμνήσκω κεῖται· ἀδελφοὺς δὲ καλέσας, ὁμοῦ μὲν αὐτοὺς καταπραύνει, ὁμοῦ δὲ τὸ τῶν δωρεῶν ἀναμιμνήσκει τοῦ Χριστοῦ. διὰ γὰρ τὴν αὐτοῦ ἔνσαρκον παρουσίαν, πάντες ἀδελφοὶ γεγόναμεν ὧσπέρ τινι παρακαταθήκην· οὐ λόγῳ γὰρ μόνῳ παρειλήφεσαν, ἀλλὰ καὶ διὰ σημείων καὶ ποικίλων δυνάμεων· ὅρα δὲ τὴν σοφίαν Παύλου· ἐσαλεύοντο οὗτοι, καὶ ὅμως ἑστάναι αὐτοὺς λέγει· ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ ἑκὼν ἀγνοῶν· εἶτα τοῦ ἑστάναι τὸ κέρδος, δι’ οὗ φησὶ καὶ σώ. ζεσθαι.
- 9.5
Σευηριανοῦ. Οὐ ξένον, φησὶ, λέγω, ἀλλ’ ὅπερ ἐκήρυξα. καὶ οὔχι ἐγὼ μὲν ἐκήρυξα, ὑμεῖς ’δε οὐκ ἐδέξασθε· ἀλλ᾿ καὶ παρελάβετε· καὶ οὐχὶ μάταιον παρελάβετε καὶ ἀνόνητον, ἀλλ’ ἐν ᾧτ’ σώζεσθε· μέλλων δὲ λέγειν ὅτι ἐγνώρισα ὑμῖν, ὁ Κύριος Ἰησοῦς ἀπέθανεν ὑπὲρ ὑμῶν, φησὶ, τίνι δὲ λόγῳ τοῦτο τὸ εὐαγγέλιον; ἵνα πιστευθῇ ἡ ἀνάστασις· ἀπαρχὴ γὰρ υἱὸς Ἰησοῦς τῆς ἀναστάσεως, ἀποθανὼν ὑπὲρ ἡμῶν. εἰ γὰρ μὴ ἔδει τὸν θάνατον ἀναιρεθῆναι, οὐκ ἃν ἐνηνθρώπησεν ὁ Σωτήρ· “ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύ- “σατε.” ἀντὶ τοῦ πλὴν εἰ μὴ εἰκῆ ἐπιστεύσατε· ἐγὼ γὰρ λέγω, ὅτι εἰ μὴ κατέχετε, φανερὸν ὅτι εἰκῆ ἐπιστεύσατε.
- 9.6
Ἰωάλλου. Ὡσανεὶ αὐτῶν σαφήνειαν μόνον ζητούντων, οὐ μὴν ἀμφιβαλλόντων περὶ τὴν ἀνάστασιν, οὕτω λέγει· “τίνι λόγῳ “ εὐηγγελισάμην ὑμῖν·” τοῦτ’ ἔστι, ποίῳ τρόπῳ ἀνάστασις ἐλέχθη γενέσθαι· ὡσεὶ ἔλεγεν, περὶ μὲν τοῦ δόγματος οὐκ ἃν φαίην ὑμᾶς ἀμφιβάλλειν, τὸν δὲ τούτων ζητεῖν λόγον· ὅθεν, φησὶ, τὸν τῆς ἀναστάσεως λόγον ὑμᾶς ὑπομιμνήσκω· εἶτα ἵνα μὴ ῥαθύμους ἐργάσηται μαρτυρῶν αὐτοῖς τὸ ἑστάναι, ἐπάγει· “εἰ κατέχετε·” ἐκτὸς γὰρ τοῦ κατέχειν τὸ περὶ ἀναστάσεως δόγμα, “εἰκῆ ἐπι- “στεύσατε,” ὡς τοῦ κεφαλαίου τῆς πίστεως ἐν τούτῳ ὑπάρ- χοντος.
- 9.7
Θεοδωρου. Εἰ γὰρ εὐγγελίσατο καὶ παρέλαβον καὶ μὴν καὶ κατέχουσιν ἔτι, τοῦτο γάρ ἐστι τὸ “ἐν ᾧ καὶ ἑστήκατε,” περιττὸν τὸ περὶ τούτου γράφειν· εἰ μὴ ἄρα ἐκεῖνοι τῷ δοκεῖν τὰ Χριστιανικὰ κατέχοντες δόγματα, ἐπὶ τῶν πραγμάτων τὰ ἐναντία φαίνονται ἀσπαζόμενοι· ὅθεν καλῶς ἐπήγαγεν τὸ “δι’ οὗ καὶ “σώζεσθε.” ἀντὶ τοῦ, οὕτω κατέχετε, ὡς ἂν καὶ σωτηρίας τυχεῖν ἐλπίζοντες ἀπ’ αὐτοῦ τὸ δὲ τίνι λόγῳ εύηγγελισάμην ὑμῖν ἀντὶ τοῦ, τίς ὁ σκοπὸς τοῦ εὐαγγελίου, τίς ἡ αἰτία· ἵνα τὸ μὲν εὐαγγέλιον ᾖ τοῦ Χριστοῦ ἡ ἀνάστασις· ὁ δὲ τούτου σκοπὸς τὸ πιστεῦσαι ὅτι καὶ πάντες ἀναστησόμεθα ἀκολούθως ἐκείνῳ.
- 9.8
Θεοδωρίτου. πάλιν τῇ διδασκαλίᾳ τὴν εὐφημίαν ἀνέμιξεν, προλεαίνων τὴν ἀκοήν· διὰ τοῦτο εἶπεν “ἐν ᾧ ἑστήκατε, δι’ οὗ “καὶ σώζεσθε.” λέγει δὲ τοῦτο, βούλομαι ὑμᾶς ἀναμνῆσαι τοῦ πη ἐμοῦ κηρυχθέντος εὐαγγελίου, ὃ προθύμως μὲν ἐδέξασθε, τὴν ἐκ τούτου δὲ φυομένην προσμένετε σωτηρίαν· ἀναμιμνήσκω δὲ ὑμᾶς, ὑποδείξαι θέλων τὸν τούτου σκοπόν. τοῦτο γὰρ εἶπεν “τίνι “λόγῳ εὐηγγελισάμην ὑμᾶς.” εἶτα ἐπάγει· “εἰ κατέχετε, ἐκτὸς “εἰ μὴ εἰκῆ ἐπιστεύσατε.” τῆς γὰρ τῶν σωμάτων ἀπιστουμένης ἀναστάσεως, περιττὸν τοῦ εὐαγγελίου τὸ κήρυγμα.
- 9.9
Θεοδωρου. Εἴπερ δὴ κατέχετε καὶ μὴ ἀπεβάλλετε πάντα, ὡς ἂν εἰκῆ πεπιστευκότες τοῖς παρ’ ἡμῶν λεχθεῖσιν.
- 9.10
Ὠριγένουσ. Ἰουδαῖοι οὐχ ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ, τὸν Ἰησοῦν μὴ παραδεξάμενοι· οἱ ἀπὸ τῶν αἱρέσεων κακῶς ἑστήκασι, μὴ νοοῦντες τὸ εὐαγγέλιον, ἀλλ’ ἰδίως αὐτὸ ἐκδεχόμενοι· οἱ ἁμαρτάνοντες οὐχ ἑστήκασι ἐν τῷ εὐαγγελίῳ. ἢ οἱ παραλαβόντες αὐτὸ καὶ παραδεξάμενοι καὶ καταυτὸ βιοῦντες. ἐὰν δὲ νοηθῇ “τίνι “λόγῳ εὐαγγελισάμην ὑμῖν εἰ κατέχετε,” καὶ νοηθῇ τὸ ἐπιφερόμενον εὐλόγως τοῖς τὸ ἐκτὸς εἰ μὴ εἰκῆ πεπιστευκότα οὕτω πεπιστευκέναι ψευδεῖ· ἀλλὰ τὸ πεπιστευκέναι μὲν, ἀληθεῖ δέ· ἔργον οὐκ ἔστιν κρίσει πιστεύειν· οἱ πρὸς καιρὸν πιστεύοντες καὶ ἐν καιρῷ πειρασμοῦ ἀφιστάμενοι εἰκῆ πιστεύουσιν· καίτοιγε οὐ ψευδῆ πεπιστεύκασιν· ἀλλὰ τῷ ἀληθεῖ μέν· ἐπειδὴ δὲ οὐ βεβαίως πεπιστεύκασιν, διὰ τοῦτο ἐν καιρῷ πειρασμοῦ ἀφίστανται· καλῶς γὰρ πιστεύων τις, οὐ πεσεῖται.
- 9.11
Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς γραφάς· καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῆ τρίτη ἡμέρᾳ, κατὰ τὰς γραφάν καὶ ὅτι ὤφθη Κηφᾶ, εἶτα τοῖς δώδεκα. ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς Ἀποστόλοις πᾶσιν.
- 9.12
Κυτίλλου. Παραδεδωκέναι φησὶν ὑμῖν οὐ τὸ εἰς νοῦν ἧκον ἁπλῶς καὶ ἀβασανίστως εἰσδεδεγμένοι, ἀλλ’ Εὐαγγέλιον ὃ παρέλαβεν· ἐνίεντος αὐτῷ τὴν γνῶσιν τοῦ δι’ ἡμᾶς ἐνηνθρωπηκότος· ἔφη γὰρ πάλιν ὁ αὐτὸς διὰ τοῦ Εὐαγγελίου· “οὐδὲ γὰρ ἐγὼ “παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδ’ ἐδιδάχθην, ἀλλὰ δι’ ἀπο- “καλύψεως Ἰησοῦ Χριστοῦ·” εἴπερ οὖν ἐστι θεοδίδακτος ὁ παραδιδοὺς, πῶς οὐκ ἀληθὲς τὸ δι’ αὐτοῦ κηρυσσόμενον; “ὅτι Χριστὸς “ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς.” δηλονότι τῆς τε παλαιᾶς καὶ νέας· πολλοὶ γὰρ λίαν οἵτε τοῦ θανάτου Χριστοῦ καὶ τῆς ἀναστάσεως μάρτυρες εἶναι λοιπὸν, κατ’ οὐδένα τρόπον ἐνδοιαστὸν τὸ ἐκτεθνάναι μὲν ὑπὲρ ἡμῶν κατὰ σάρκα Χριστὸν Ἰησοῦν, ἵνα ἐξέλῃ τοῦ κόσμου τὴν ἁμαρτίαν· ἐγηγέρθαι τε αὖ πατοῦντα τὸν θάνατον, ἵνα καὶ ἡμεῖς τὸ χρῆμα κερδάνωμεν. ἀναγκαίως δὲ εἰς τὸ παρὸν οὐ τεθνάναι μόνον, ἀλλὰ καὶ τετάφθαι φησὶν αὐτόν. πιστούμενος γὰρ τὸ τεθνάναι κατὰ ἀλήθειαν ὁ Εμμανουὴλ τέθειται ἐν μνημείῳ· πλὴν ἀνεβίω, καθάπερ ἔφην ἀρτίως, διὰ μὲν τοῦ τεθνάναι σαρκὶ πληροφορῶν ὅτι γέγονε σὰρξ, καίτοι Θεοῦ ὧν ὁ Λόγος. διὸ δὲ τοῦ πατῆσαι τὸν θάνατον, ὅτι Χριστὸς κατὰ φύσιν ἐστὶν ἐναργῶς ἀποφαίνων. πλὴν οὐκ ἀλλότριον ζωοποιεῖ ναὸν ὁ ἐκ Θεοῦ Πατέρος Λόγος· οὐ δὲ τὸ τίνος ἁπλῶς, σῶμα δὲ μᾶλλον τὸ ἴδιον αὐτοῦ, δι’ οὗ καὶ ὑπὲρ ἡμῶν τεθνάναι λέγεται, ἵνα καὶ τὸ τῆς ἀναστάσεως ἀγαθὸν ὑπὲρ ἡμῶν ἀληθῶς γεγονὸς εὑρεθῇ. ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ πατοῦσα τὸν θάνατον· οὕτω γὰρ αὐτῷ συνταφῆναί τε καὶ συνεγηγέρθαι λεγόμεθα, συγκαθίσαι τε καὶ ἐν τοῖς ἐπουρανίοις. οὐκ οὖν ἐγηγέρθαι μὲν φησὶ κατὰ τὰς γραφάς· ὤφθαι δὲ τοῖς ἁγίοις Ἀποστόλοις, ἀνὰ μέρος τε τισὶν ὡς ἐξειλεγμένοις, καὶ μὴν καὶ κατὰ πλῆθος· “ὤφθη δὲ κἀμοὶ ὡσπερεὶ τῷ ἐκτρώματι τῶν Ἀπο- “στόλων. μετριάζει δὲ σφόδρα· διῶξαί τε τὴν ἐκκλησίαν ἰσχυρίζεται· πλὴν ἠλεῆσθαι παρὰ Χριστοῦ καὶ κεκλῆσθαι πρὸς Ἀποστολὴν, ἀποφῆναι δὲ τὸ μέγα τῆς ἀναστάσεως μυστήριον, οὔτε τοῖς ἀρχαίοις ἁγίοις ἠγνοήμενον· προείρηται γὰρ “οὔτε μὴν “τοῖς ἐξειλεγμένοις εἰς ἀποστολήν· οἳ καὶ αὐτόπται καὶ ὑπηρέται “γεγόνασι τοῦ λόγου.”
- 9.13
Ἰωάλλου. Ποῦ εἰρήκασιν αἱ γραφαὶ ὅτι ἐτάφη καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται; διὰ τοῦ κατὰ τὸν Ἰωνὰν τύπου. ὃν καὶ αὐτὸς παράγει λέγων, “ὥσπερ ἦν Ἰωνὰς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς “ἡμέρας καὶ τρεῖς νύκτας· οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν “τῇ καρδίᾳ τῆς γῆς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.” καὶ διὰ τοῦ βάτου τοῦ ἐν τῇ ἐρήμῳ. ὥσπερ γὰρ ἐκεῖνος ἐκαίετο καὶ οὐ κατεκαίετο· οὕτω καὶ τὸ σῶμα ἐκεῖνο ἀπέθανεν μὲν, οὐ κατεσχεθη δὲ ὑπὸ τοῦ θανάτου διηνεκῶς. καὶ ὁ δράκων δὲ ὁ ὑπὸ τοῦ Δανιὴλ τοῦτο αἰνίττεται· καθάπερ γὰρ ἐκεῖνος λαβὼν τὴν τροφὴν, ἣν ἔδωκεν ὁ προφήτης, ἐρράγη· οὕτως καὶ ὁ Ἄδης καταπίων τὸ σῶμα ἐκεῖνο διεσχίσθη, τοῦ σώματος διατεμόντος αὐτοῦ τὴν νηδὺν καὶ ἀναστάντος. εἰ δὲ καὶ ῥημάτων θέλεις ἀκοῦσαι, ἄκουσον τοῦ Ησαΐου λέγοντος “ὅτι αἵρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ,” καὶ “Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ “φῶς.” καὶ τοῦ Δαβὶδ πρὸ ἐκείνου, “ὅτι οὐκ ἐγκαταλείψεις “τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθο- “ράν.” διὰ τοῦτο καὶ ὁ Παῦλος παραπέμπει σε ἐπὶ τὰς γραφάς· ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἐγένετο. καὶ ὅτι ὤφθη “Κηφᾶ.” καὶ μὴν τὸ Εὐαγγέλιον λέγει ὅτι τῇ Μαρίᾳ πρώτῃ ὤφθη. ἀλλ’ ἐν ἀνδράσι τοῦτο πρῶτον τὸ μάλιστα αὐτὸν ποθοῦντι ἰδεῖν· “ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ.” τινὲς τὸ ἐπάνω τὸ ἄνωθεν ἐκ τῶν οὐρανῶν εἶναι φασίν· οὐ γὰρ ἐπὶ τῆς γῆς βαδίζων, ἀλλ’ ἄνωθεν καὶ ὑπὲρ κεφαλῆς αὐτοῖς ὤφθη· καὶ γὰρ οὐχὶ τὴν ἀνάστασιν πιστώσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τὴν ἀνάληψιν· τινὲς δὲ λέγουσιν τὸ “ἐπάνω πεντακοσίοις” τὸ πλείοσιν η πεντακοσίοις.
- 9.14
Σευηριανοῦ. Τὸ “ἐν πρώτοις” εἶπεν ἀντὶ τοῦ πρὸ τοῦτο ὑμῖν παρέδωκα.
- 9.15
Οἰκουμενίου. Λέγομεν ἣ γραφικόν ἐστι σφάλμα, ἣ ὅτι τῷ προγνωστικῷ ὀφθαλμῷ ὁ Κύριος εἰδὼς ὅτι συγκαθαριθμηθήσεται τοῖς ἕνδεκα, ὤφθη καὶ αὐτῷ, ἵνα μηδὲ ἐν τούτῳ ἔλαττον ἔχῃ τῶν λοιπῶν Ἀποστόλων. τοιοῦτόν τι παραδηλοῖ καὶ Ἰωάννης, μηδαμοῦ μὲν λέγων ὅτι ὤφθη τοῖς ἕνδεκα, ἀλλὰ καὶ περὶ τοῦ Θωμᾶ διελεγόμενος εἶπεν “Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα.” μᾶλλον γὰρ ἂν εἴποιμεν ὅτι τὸν Ματθίαν συνέταξε κατὰ πρόγνωσιν τοῖς λοιποῖς ποῖς Ἀποστόλοις, ἣ τὸν Ἰούδαν μετὰ τὴν προδοσίαν τὴν ἀγχονην.
- 9.16
Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. ἐγὼ γὰρ εἰμὶ ὁ ἐλάχιστος τῶν Ἀποστόλων· ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι Ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· χάριτι δὲ Θεοῦ εἰμὶ ὃ εἰμὶ, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπιάσα, οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.
- 9.17
Ἰωάννου. απεινοφροσύνης μὲν τὸ ῥῆμα· πλὴν οὐ διὰ τοῦτο ἐλάττων τινὸς ὁ Παῦλος, ὅτι ἐσχάτῳ αὐτῷ ὤφθη· οὔτε γὰρ Ἰάκωβος ἐλάττων ἦν τῶν πεντακοσίων, ἐπειδὴ ὕστερον ἐκείνων ὤφθη αὐτῷ·” πλὴν ὅτι καὶ οἰκονομικῶς ἑαυτὸν ἐξευτελίζει· ἵνα ὅτ’ ἂν εἴπῃ τὸ μέγα ῥῆμα ἐκεῖνο τὸ “περισσότερον αὐτῶν πάντων “ἐκοπίασα,” μὴ ἀπιστηθῇ.
- 9.18
Σευηριανοῦ. Ἔκτρωμα δέ ἐστι τὸ πρὸ τοῦ καὶ λαβεῖν τὸν προσήκοντα αὐτῷ χρόνον τὸν ἐν τῇ γαστρὶ ἐκβαλλόμενον· ὃ καὶ ζῆν οὐ δύναται. ἐπειδὴ τοίνυν ὡς ἐν γαστρὶ τὰ βρέφη πλάττεται, ἐν τῷ νόμω προεμορφοῦντο αἱ ψυχαὶ πρὸς εὐσέβειαν· ἀνεγενῶντο δὲ ἐξ ὕδατος καὶ Πνεύματος· ὁ δὲ Παῦλος ἐδίωκεν τὴν Ἐκκλησίαν οὐ μορφούμενος ἐν νόμῳ εἰς τὸ τέλειον· ἐδίωκεν γάρ· διὰ τοῦτο ἔκτρωμα ἑαυτὸν ἐκάλεσεν· καὶ τοῦτο ἑξῆς ἐπιφέρει· “διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ.”
- 9.19
Ἰωάννου. Λοιπὸν καὶ ἀποφαίνεται περὶ ἑαυτοῦ· ὅρα δὲ οὐκ εἶπεν μόνον δώδεκα, ἀλλὰ “πάντων τῶν Ἀποστόλων·” καὶ τὴν αἰτίαν λέγει, “διότι ἐδίωξα τὴν Ἐκκλησίαν.”
- 9.20
Σευηριανοῦ. Ἐλάχιστος ἐν τοῖς Ἀποστόλοις· ἐπειδὴ μὴ διωξάντων ἀλλὰ πιστευσάντων, ἐγὼ δὲ ἐδίωξα.
- 9.21
Ἰωάλλου. Ὅρα δὲ εὐγνωμοσύνην· τὰ μὲν ἁμαρτήματα ἑαυτῷ καταλογίζεται, τὰ δὲ κατορθώματα τῇ χάριτι τοῦ Θεοῦ ἀνατίθησιν· καὶ τοῦτο μεθ’ ὑποστολῆς εἴρηκεν· οὐ γὰρ εἶπεν ἄξια τῆς χάριτος ἔπραξα· ἀλλ’ οὐ ματαία φησὶν ἡ χάρις εὑρέθη ἐν ἐμοί. πῶς; ὅτι “πάντων,” φησὶ, “τῶν Ἀποστόλων περισσότερον ἐκο- “πιάσα·” ὅρα δὲ καὶ ὧδε, πῶς ὑφειμένως αὐτὸ τέθεικεν· οὐ γὰρ εἶπεν, ἠγωνισάμην ἣ ἐκήρυξα ἢ ἐκινδύνευσα, ἀλλ’ ἐκοπίασα. ταύτῃ τὸ πέρι ἑαυτοῦ ἐγκώμιον ὑποτεμνόμενος· ὅμως ἔπι ταύτα τὰ ῥήματα ἐξ ἀνάγκης ἦλθεν· δεῖ γὰρ τὸν διδάσκαλον ἀξιόπιστον εἶναι.
- 9.22
Τοῦ Αὐτοῦ. Εἶτα ὥσπερ δειλιάσας μὴ αὐτῷ τὸ λογισθῇ, ἐπὶ τὴν τοῦ Θεοῦ χάριν αὐτὸ ἀνατίθησιν· οὕτως κηρύσσομεν, ὃ μορφοῦμεν, φησὶν, ἅπαντες ἐπὶ τὸ κήρυγμα. καὶ οὐκ εἲπεν, εἰ μὴ ἐμοὶ πιστεύετε ἐκείνοις πείθητε, ἐξηυτέλιζε γὰρ ἑαυτὸν, καὶ οὐκ ἀξιόπιστον μάρτυρα τῆς ἀληθείας ἑαυτὸν ἀπέφηνεν· ἀλλὰ τί λέγει; συμφωνοῦμεν ἅπαντες καὶ τὸ εἰπεῖν κηρύσσομεν· τὸ ἀληθὲς τῶν λεγομένων παρίστησιν· οὐ γὰρ εἶπεν ἐν παραβύστῳ καὶ ἐν γωνίᾳ λαλοῦμεν περὶ τούτων, ἀλλὰ φανερῶς ἕως ἄρτι· τοῦτο γὰρ τὸ “κηρύσσομεν, καὶ οὕτω” φησὶν “ἐπιστεύσατε.” μετὰ τῶν ἄλλων καὶ αὐτὴν τὴν ἐκείνων πίστιν καλεῖ μάρτυρα τῆς ἀληθείας· οὐ γὰρ ἂν, φησὶν, ἁπλῶς ἐπιστεύσατε λόγοις ἐψευσμένοις καὶ ἀπατηλοῖς, εἰ μὴ ἐπείσθητε ἀληθῆ εἶναι τὰ κηρυσσομενα.
- 9.23
Σευηριανοῦ. Οὐ μάτην ἔλαβον πολλὴν χάριν· ἀλλ’ αὐτῇ ὑπὲρ τοῦ κηρύγματος, περισσότερον αὐτῶν πάντων κοπιάσας.
- 9.24
Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἢ πίστις ὑμῶν. εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ, ὅτι ἤγειρεν τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
- 9.25
Ἰωάλλου. Ἄριστα συλλογίζεται αὐτός· ἀποδείξας γὰρ πρότερον ὅτι Χριστὸς ἐγήγερται, ἐκ τῆς αὐτοῦ ἐγέρσεως καὶ τὴν κοινὴν ἀνάστασιν κατασκευάζει· ὡς ἑπομένου πάντοτε καὶ πάντως τοῦ λόγου τῷ μέρει καὶ κεφαλῇ τοῦ λοιποῦ σώματος· ὅρα δὲ πῶς οὐ κατὰ πάντων ποιεῖται τὴν κατηγορίαν, ἵνα μὴ ἀναισχυντοτέρους ἐργάσηται· καὶ ἵνα μὴ λέγωσιν, ὅτι ὁ μὲν Χριστὸς ἐγήγερται, φησὶν, οὐ μὴν ἔσται καὶ καθολικὴ ἀνάστασις· ἐκ τοῦ ἐναντίου κατασκευάζει αὐτό· εἰ ἀνάστασις, φησὶν, οὐκ ἔστιν· οὐ δὲ Χριστὸς ἐγήγερται· ἕκαστον γὰρ, φησὶν, τοῦ ἑτέρου κατασκευαστικὸν καὶ ἀποδεικτικὸν τυγχάνει· οὐκ εἶπεν γὰρ οὐκ ἐσαρκώθη, ἀλλ’ οὐκ ἐγήγερται. δείκνυς καὶ τὴν σάρκωσιν τῇ ἀναστάσει συνῆφθαι, καὶ διὰ τοῦτο ἐνσαρκῶσθαι αὐτὸν, ἵνα τὴν ἀνάστασιν κατορθώσῃ.
- 9.26
Κυτίλλου. Καταπλήττεται τῶν οὐκ οἶδ᾿ ὅπως ἀναπεπεισμένων ταῖς ἱεραῖς τε καὶ θείαις ἀντιφέρεσθαι γραφαῖς, καὶ ἕτερόν τι παρὰ τοῦτο φρονεῖν ἀποτολμώντων· εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς, οὐκ ἵνα μένῃ νεκρὸς, ἀλλ’ ἵνα κρεῖττον θανατοῦ καὶ φθορᾶς εὑρεθεὶς, ὁδὸς ὧσπέρ τις καὶ θύρα τῇ τοῦ ἀνθρώπου γένηται φύσει· πρός τε τὸ δύνασθαι καταθλεῖν τῆς φθορᾶς καὶ παλινδρομῆσαι πρὸς ζωήν. πῶς ἐγηγερμένου τοῦ δι’ ἡμᾶς ἐν νεκροῖς, ἵνα καὶ ἡμεῖς σὺν αὐτῷ πρὸς ζωὴν, τοῖς τοῦ θανάτου βρόχοις καταδεσμοῦσιν ἔτι τοὺς δι’ οὓς τεθνάναι καὶ ἀναβιῶναι λέγεται Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουήλ; τί παραιροῦνται τὸ γένος τὸ ἀνθρώπινον τῶν ἐξ ἀναστάσεως ἀγαθῶν, καὶ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας συκοφαντοῦσι πέρας; εἰ γὰρ γέγονεν “ὁ Χριστὸς “ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν” ἑψεταί που πάντως ἀπαρχὴ ἰδία τὸ λεῖπον αὐτῇ· καὶ τῷ πρωτοτόκῳ συμπαρομαρτήσειεν ἂν· καὶ μάλα εἰκότως· οἷόν περ ἃν νοοῖτο πρωτότοκος· καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος· “εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, “ἀλλὰ καὶ τῆς ἀναστάσεως ἔσομεθα.” οὐκ οὖν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσίενται δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ μυστήριον, ἠγνοήκασι παντελῶς τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς τὸν σκοπόν. γέγονε γὰρ ἄνθρωπος, οὐ δι’ ἑαυτὸν, “ὁ δὲ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, “αἰσχύνης καταφρονήσας.” διὰ ποίαν αἰτίαν, διδάξει λέγων αὐτὸς ὁ σοφώτατος Παῦλος· “ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώ- “νηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετεῖχεν “τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου, καταργήσῃ τὸν τὸ κράτος “ἔχοντα τοῦ θανάτου τοῦτ’ ἐστι τὸν διάβολον,” καὶ ἀπαλλάξῃ ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. οὐκ οὖν εἰ μὴ καταργηθῇ θάνατος, εἰκαῖον αὐτῷ τὸ σκέμμα· ἀνόνητον δὲ καὶ ἡμῖν αὐτοῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· διημαρτήκαμεν δὲ καὶ τῆς εἰς ζωὴν ἐλπίδος· κεκλήμεθα δὲ πῶς εἰς υἱοθεσίαν, καὶ ἐσμὲν τέκνα Θεοῦ, καθ’ ἃ φησὶν Ἰωάννης ὁ σοφός· “εἶπέρ ἐστιν ἀληθὲς ὡς υἱοθεσίαν ἀπεκδεχόμεθα τὴν “ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.” ποῖα δὲ ὅλως ἡ ἀπολύτρωσις, εἰ μὴ θανάτου κρείττους ἡμᾶς ἀπέφηνεν ὁ Χριστός; ἢ πῶς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινοσεως ἤμων σύμμορφον τῳ σώματι τῆς δόξης αὐτοῦ; ποῖος γὰρ ὅλως ὁ τοῦδε καιρὸς, εἰ μὴ ἀπρακτήσῃ θάνατος; ἣ ποῖος ἔσται μετασχηματισμὸς τοῖς ἐν ταὐτότητι, μᾶλλον δὲ καὶ ἐν χείροσιν ἐσομένοις;
- 9.27
Ἄθρει δὲ ὅπως περιίστησιν εὐτέχνως εἰς ἀναγκαίαν ὁμολογίαν τοῦ χρῆναι λέγειν ὡς ἀναβιώσοντες κατὰ καιροὺς τὰ ἐκ γῆς ἡμῶν σώματα. εἰ γὰρ δὴ, φησὶν, διὰ πάσης τῆς θεοπνεύστου γραφῆς ἐγηγερμένος ἐκ νεκρῶν διακεκήρυκται Χριστὸς, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; ἀπέθανεν γὰρ, ὡς ἤδη φθάσαντες εἴπομεν, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν· ἵν ἐπείπερ ἐστὶ ζωὴ κατὰ φύσιν ὡς Θεὸς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ θάνατον ὡς ἑψομένης αὐτῷ τῆς ἀνθρώπου φύσεως· ἀνεβίω γὰρ καὶ γέγονεν ὧσπέρ τις ἀνθρωπότητος ἀπαρχὴ μεταφοιτώσης εἰς ζωὴν, καὶ ἀνακτιζομένης εἰς ἀφθαρσίαν, καὶ νικώσης θάνατον· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ. λαβόντος τοῦ πράγματος τὴν ἀρχὴν, πῶς ἀπομενοῦμεν ἐν γῇ; ἣ πῶς ἐν ὑμῖν τινες ἀποτολμῶσι λέγειν οὐκ ἀναβιώσεσθαι τοὺς νεκρούς; Σαδδουκαῖοι δὲ οὗτοι κάταγε EHHrHSIS ΕΙΣ THN ΠΡοΣ T0T2 XV. τὸ εἰκός· ἔφασκον γὰρ αὐτοὶ μὴ εἶναι ἀνάστασιν, μήτε Ἄγγελον, μήτε πνεῦμα· σεσυκοφαντήκασι δὲ τῆς ἀναστάσεως τὸ μυστήριον καὶ Ὑμέναιος καὶ Ἀλέξανδρος, λέγοντες ἀνάστασιν ἤδη γεγονέναι· πλὴν ἐναυάγησαν ἐκεῖνοι περὶ τὴν πίστιν, καὶ ὅσοι ταῖς ἐκείνων ἐξιτηλίαις ἕπεσθαι βούλονται. Ἰωάννου. Ὡσεὶ εἶπεν, ἅπαντα ἀπόλωλεν καὶ μεματαίωται, καὶ τὸ κήρυγμα ἡμῶν καὶ ἡ πίστις ὑμῶν· καὶ οὐ μόνον ματαίως ἀλλὰ καὶ ὅλως ἀνόσιον, φησὶν, τὸ συκοφαντεῖν ἡμᾶς τὸν Θεὸν, ὅτι ἐποίησεν τι ὅπερ οὐκ ἐποίησεν·
- 9.28
Σευηριανοῦ. Ζητοῦμεν ποῖον θάνατον λέγουσιν ὑπομεμενηκέναι τὸν Σωτῆρα, ἣ ποίαν ἀνάστασιν· εἰ μὲν γὰρ δοκήσει ἑκάτερα, εἰς δόκησιν ἡ πίστις τῶν Χριστιανῶν. εἰ δὲ ἀληθὴς ὁ θάνατος· ἀληθὴς δὲ καὶ ἡ ἀνάστασις αὐτοῦ· λεγέτωσαν ποῖος θάνατος ἢ ποῖα ἀνάστασις. ἄρα θάνατος τὸ σάρκα λαβεῖν; οὐκ οὖν σάρκα εἶχεν ὁ Κύριος; εἰ δὲ εἶχεν σάρκα, καὶ ἀπέθανεν· εἰ δὲ ἀπέθανεν, καὶ ἀνέστη. ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος Χριστὸς, ἐγήγερται ἄρα καὶ τὰ ἡμέτερα σώματα. ἀλλὰ ποῖον θάνατον λογίσομαι; ἄρα τὸ ἁμαρτίαις ἀποθανεῖν; ἀλλ’ αὐτὸς λέγει, “ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει “οὐδέν.” εἰ δὲ καὶ ἀπέθανεν ὡς ἁμαρτὼν, καὶ τὸν θάνατον τὸν τῆς ἁμαρτίας· ἐπειδὴ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου· τούτῳ τῷ λόγῳ μέχρι τῆς τήμερον οὐκ ἀνέστη· ἀεὶ γὰρ ἁμαρτωλός ἐστι τῷ αἴρειν τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀνάστασιν δὲ ποίαν λέγει ὁ Παῦλος τοῦ Κυρίου; ἄρα τῆς σαρκὸς ἀπαλλαγήν; οὐκ οὖν ὁ αὐτὸς ῥηθήσεται λόγος ὁ καὶ πρότερος· ἄλλως τε εἰ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστὸς, πᾶσα ἀνάγκη οἵαν ἃν δῶμεν ἑαυτοῖς ἀνάστασιν, τοιαύτην διδόναι καὶ τῷ Σωτήρι’. ποίαν οὖν ἀνάστασιν ἡμεῖς λαμβάνομεν; ἄρα τῆς σαρκὸς τὴν ἀπαλλαγήν; οὐκ οὖν καὶ ὁ Κύριος εἶχεν ἁμαρτίας, ὧν ἀπηλλάγη. οὕτως πανταχόθεν τῶν ἀποστολικῶν ῥητῶν ἀκολουθίας καὶ δυνάμεως c.
- 9.29
Κυτίλλου. Ἀκολουθεῖ γὰρ ὥσπερ τῷ πρώτῳ τὸ δεύτερον, καὶ τῷ δευτέρῳ συναναιρεῖται τὸ πρῶτον· οὗ δὴ γεγονότος, ἤγουν πρὸς ἡμῶν παραδεχθέντος εἰς πίστιν, κενὸν ἔσται τῶν ἁγίων Ἀποστόλων τὸ κήρυγμα, κενὴ καὶ ἡ πίστις· ἔχει γὰρ ὧδε τὸ ῥῆμα τῆς πίστεως τὸ διὰ τῶν ἁγίων μυσταγωγοῦν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν μεμυσταγωγημένοις. πῶς οὖν ἔτι πιστεύσομεν, εἰ μὴ ἀνεβίω κατά τινας; “εὑρισκόμεθα γάρ’ φησὶ, “καὶ ψευδομάρτυρες κατὰ “τοῦ Θέο ὖ, ὅτι ἤγειρεν τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν, εἴπερ νεκροὶ “οὐκ ἐγείρονται.” εἶτα τοσαύτη πληθὺς ἁγίων πῶς ἃν διαφύγοι συκοφαντίας γραφήν; οὐκ οὖν εἶεν ἃν οὐδὲ ἅγιοι, πόθεν οἷς ἃν εἴη τὸ πλημμέλημα συκοφαντία κατὰ τοῦ Θεοῦ. ἀλλ’ οὐχ ὧδε ταῦτα ἔχει· ἀψευδεῖς γὰρ οἱ μυσταγωγοὶ, Χριστὸν ἐγήγερται λέγοντες.
- 9.30
Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ἡμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ, ἀπώλοντο.
- 9.31
Ἰωάννου. πάλιν τῷ αὐτῷ ἐπαγωνίζεται λόγῳ· διὰ τοῦτο γὰρ, φησὶν, ἀνέστη, ἵνα καθολικὴν ἀνάστασιν ποιήσει· εἰ δὲ ἀνάστασις οὐκ ἔστιν, ἄρα οὐδὲ αὐτὸς ἀνέστη.
- 9.32
Κυτίλλου. Ἀληθέστατα καὶ λίαν ὀρθῶς προσεπάγει τοῖς ἄλλοις καὶ τοῦτο. δικαιοῖ μὲν γὰρ ἡ πίστις, ἀλλ’ εἴ τις αὐτῇ καθαρίζει τὸ μάταιον, ὡς Χριστοῦ μὴ ἐγηγερμένου, τί τὸ διάφορόν ἐστι λοιπόν; οὐκ οὖν ἐνεσχήμεθα τοῖς ἀρχαίοις ἐγκλήμασιν; ἀναπόνιπτον ἔχομεν τὴν ἁμαρτίαν; μάτην καὶ ὁ θεσπέσιος ἔφη μελῳδός· “εὐδόκησας, Κύριε, τὴν γῆν σου· ἀφῆκας τὰς “ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.” καὶ πάλιν· “μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι· καὶ ὥν ἐκα- “λύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧτ’ οὐ μὴ λογίσηται “Κύριος ἁμαρτίαν.” καίτοι τὸν ἔν γε τούτοις μακαρισμὸν ἐπί τε τὴν περιτομὴν καὶ τοὺς ἐξ ἐθνῶν κατευρύνεσθαι, φησὶν ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους· “δεδικαιώμεθα γὰρ ἐν Χριστῷ· “ὃς παρεδόθη διὰ τὸ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν.
- 9.33
Ἰωάννου. Εἰ γὰρ καὶ αὐτὸς κατεσχέθη ὑπὸ τοῦ θανατοῦ ἡμῶν, πῶς πάντας τοὺς ἄλλους ἀπήλλαξεν θανάτου τοῦ διὰ τὴν ἁμαρτίαν γεγονότος; ἀκολούθως τοιγαροῦν οὔτε ἡ ἁμαρτία τῷ σταυρῷ τοῦ Χριστοῦ ἀνήρηται· εἰ γὰρ ἀνήρηται, ἀνῄρητο ἃν καὶ ὁ δι’ αὐτῆς θανάτος· εἰ δὲ τοῦτο ἐγεγόνει, ἔδει πάντως τὸν καὶ τοὺς ἄλλους θανάτου ἀπαλλάξαντα, αὐτὸν πρῶτον ἀναστῆναι καὶ ὁδηγὸν τοῖς ἄλλοις γενέσθαι πρὸς ἀνάστασιν.
- 9.34
Κυτίλλου. Ἠπάτηνται γὰρ ὡς ἔοικεν, καὶ ἀμισθὶ τεθείκασιν ὑπὲρ αὐτοῦ τὴν ψυχὴν, εἰ γε μὴ ἐγήγερται Χριστός. εἰ μὴ ἀθανασίας ἐστὶ πλήρης τῶν ἁγίων ἡ ἐλπίς· εἰ μὴ προσδοκῶσι συμβασιλεύειν αὐτῷ· ἀπολώλασι τάχα που· ἄπαγε τῆς οὕτω δεινῆς ἀμαθίας· “ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν “ τοῖς μνημείοις,” κατὰ τὴν τοῦ προφήτου φωνήν.
- 9.35
Ἰωάλλου. τῷ ὀνόματι τῆς κοιμήσεως τὴν ἀνάστασιν οἱ διὰ τὸν Χριστόν, φησιν, ἀποθανόντες, οἱ τοὺς πολλοὺς διανύσαντες καμάτους, καὶ τοὺς μυρίους κινδύνους ὑπομεμενηκότες. ὅπερ ἄτοπον ἦν ἀπολέσθαι τοὺς δι’ αὐτὸν ἀποθανόντας· πανταχοῦ γὰρ εἰς ἄτοπον ἀγωγὴν πρόεισιν.
- 9.36
Σευηριανοῦ. Εἰ ψυχῆς ἡ ἀνάστασις· ἀνάστασις δὲ αὐτῆς νοεῖται, ἤτοι σαρκὸς ἀπαλλαγὴ ἢ ἁμαρτιῶν, πῶς οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο, εἴγε δίκαιοι ἦσαν; εἰ γὰρ ἐν Χριστῷ οὐχ ἁμαρτωλοί· καὶ εἰ σαρκὸς ἀπηλλάγη, ἀθάνατος δέ ἐστιν, οὐκ ἀπώλετο· ὁρᾷς ὅτι περὶ τῆς σαρκὸς τῆς ἡμετέρας λέγει τῆς ἐν Χριστῷ κοιμωμένης, ὅτ’ ἂν ἀποθάνωμεν· Χριστὸς ἢ d ὁ ἀπελθών.
- 9.37
Θεοδωρίτου. τύπος γὰρ τοῦ δεσποτικοῦ θανάτου τὸ βάπτισμα· περιττὸς δὲ ὁ τύπος, τῆς ἀληθείας οὐκ οὔσης. εἰ δὲ περιττὸς ὁ τύπος, οὐκ ἔχει τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· ἔτι τοίνυν φέρεται τὸ τῶν ἁμαρτημάτων φορτίον. τοῦτο μέντοι πρὸς ἐκεῖνο τέθεικεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς. ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο; μάτην ὡς ἔοικεν ἀνῃρέθησαν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας οἱ καλλίνικοι μάρτυρες· καὶ τοὺς μὲν ἀγῶνας προθύμως ἐδέξαντο, τῶν δὲ στεφάνων διήμαρτον· ἀναστάσεως γὰρ ἀνῃρημένης, καὶ ἡ ἀνάρρησις συνήρηται.
- 9.38
Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
- 9.39
Σευηριανοῦ. Προσθεὶς τὸ “μόνον,” ἔδειξε καὶ παροῦσαν καλὴν ζωήν· καἰ γὰρ ἐν ταύτῃ τῇ ζωῇ εὐσεβοῦμεν, ἐν ἐκείνῃ δὲ τοὺς μισθοὺς ἀπολαμβάνομεν.
- 9.40
Ἰωάννου Εἰ ἄχρι τῆς ὧδε, φησὶ, ζωῆς ἐστι τὰ ἡμέτερα, καὶ εἰς ταύτην μόνην περικέκλεισται ἡμῖν τὰ τῶν ἐλπίδων, ἄθλιοί ἐσμεν· τὸ γὰρ πᾶν ἀπωλέσαμεν, τὰ μέλλοντα ἀπολέσαντες· καὶ τί λέγω, φησι, καὶ ὅτι τὸ ἐλπίζειν ἐν τῇ ζωῇ ταύτῃ ἐλεεινοὺς ποιεῖ· εἰ καὶ ἐν Χριστῷ ἐλπίζομεν ἐν ταύτῃ μόνῃ τῇ ζωῇ· καὶ οὕτως ἄθλιοί ἐσμεν, εἰ μετὰ καμάτους τοσούτους καὶ κινδύνους ἄχρι ταύτης d τῆς ζωῆς ἔσται ἡμῖν τὰ ἀγαθὰ καὶ αἱ τῶν καμάτων ἀντιδόσεις.
- 9.41
Θεοδωρίτου. Μετὰ παντοδαπῶν γὰρ κινδύνων τὸν βίον λιμῷ πιεζόμενοι καὶ διηνεκῶς αἰκιζόμενοι· καὶ τὰ δεσμωτήρια τῆς οἰκουμένης ἀμείβοντες· ἀνέστιοι καὶ μετανάσται καὶ κλυδωνίοις διηνεκέσι παλαίοντες. ἀλλ’ οὐχ οὕτω ταῦτα ἔχει· ἐπεὶ γὰρ ἀγαθῆς ἐλπίδος ὀχούμεθα, καὶ τοῦ ἡμετέρου Σωτῆρος ἀνάστασιν ἐχέγγυον τῆς ἡμετέρας ἀναστάσεως ἔχομεν.
- 9.42
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν. ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι.
- 9.43
Θεοδωρίτου. Πρῶτος γὰρ ἔλυσε τοῦ θανάτου τὸ κράτος· ἀπαρχῇ δὲ πάντως ἀκολουθήσει τὸ φύραμα· καὶ κυροῖ τὸν λόγον διὰ παλαιοῦ παραδείγματος.
- 9.44
Ἰωάννου. Μετὰ τὸ πολλαχῶς ἀποδεῖξαι τὴν ἀνάστασιν, λοιπὸν ἀποφαντικῶς λέγει. εἰ δὲ ἀπαρχὴ γεγένηται Χριστὸς τῆς ἀναστάσεως, δῆλον ὡς καὶ οἱ λοιποὶ συνεγερθήσονται· ἀπαρχὴ γάρ ἐστι τὸ ἐκ πολλῶν ἕνα τινα τόδε ἢ τόδε ποιῆσαι, ὃ μέλλουσι καὶ οἱ λοιποὶ ποιεῖν.
- 9.45
Θεοδωρίτου. Ἀποβλέψατε εἰς τὴν κρηπῖδα τοῦ γένους· καὶ βλέπετε τῷ προγόνῳ τοὺς ἀπογόνους ἀκολουθήσαντας, καὶ θνητοὺς ἅπαντας γενομένους· ἐπειδήπερ ἐκεῖνος ἐδέξατο τὴν θνητότητα, οὕτω ἅπασα τῶν ἀνθρώπων ἡ φύσις ἀκολουθήσει τῷ δεσπότῃ Χριστῷ, καὶ κοινωνήσει τῆς ἀναστάσεως· πρωτότοκος γὰρ καὶ οὗτος τῶν νεκρῶν· ὥσπερ ἐκεῖνος πρωτόπλαστος. εἰκότως δὲ αὐτὸν νῦν προσηγόρευσεν ἄνθρωπον, εἰδὼς αὐτὸν καὶ Θεόν. ἵνα τὸ ὁμοφυὲς δεῖξας, τὸν περὶ τῆς ἀναστάσεως βεβαιώσῃ λόγον. ἐπειδὴ δὲ πάντας εἶπεν ζωοποιηθήσεσθαι· μετὰ δὲ τὴν ἀνάστασιν διάκρισις ἔσται τῶν σωφρόνως βεβιωκότων καὶ τῶν ἀκολασίᾳ συνεξηκότων· τῶν τὴν ἀπιστίαν νενοσηκότων, καὶ τῶν τῆ πίστει λαμπρυνομένων, καὶ τῶν ἄλλων ἅπαξ ἁπλῶς τῶν τὰ ἐπαινούμενα καὶ κατηγορούμενα μετεληλυθότων, ἀναγκαίως ἐπήγαγεν· “ἕκα- “στος δὲ ἐν τῷ ἰδίῳ τάγματι·” οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις διδάσκει ὡς τοὺς μὲν ἀμνοὺς στήσει ἐκ δεξιῶν· τοὺς ἐρίφους ἐξ εὐωνύμων.
- 9.46
Σετηριανοῦ. Οἱ δεχόμενοι ταῦτα τὰ ῥήματα, λεγέτωσαν διὰ ποίου ἀνθρώπου ὁ θάνατος ἢ ποῖος θάνατος· ἄρα διὰ τοῦ Ἀδάμ; ἀλλ’ ἥμαρτεν μὲν ἡ ψυχὴ, κατεκρίθη δὲ τὸ σῶμα· εἶτα “ὥσπερ “ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσι,” καὶ τὰ ἑξῆς, κατὰ τὴν ἀπόφασιν λέγει ἐπὶ τῷ πράγματι· οὔτε πάντες ἀποτεθνηκέναι λέγονται, ζῆν δὲ τὸν Ἑνὼχ καὶ τὸν Ἠλιάν· καὶ εὑρίσκονταί τινες ζῶντες ἐπὶ τῇ παρουσίᾳ τοῦ Σωτῆρος.
- 9.47
Ἰωάλλου. Τί οὖν; πάντες, εἰπέ μοι, ἀπέθανον τὸν τῆς ἁμαρτίας θάνατον ἐν τῷ Ἀδάμ; πῶς οὖν Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ; πῶς δὲ Ἀβραάμ; πῶς Ἰώβ; πῶς δὲ οἱ ἄλλοι πάντες; πῶς δὲ ζωοποιηθήσονται ἐν Χριστῷ; καὶ ποῦ οἱ εἰς γέενναν ἀπαγομενοι; ἀν’ μὲν γὰρ πέρι σώματος εἰρημένον ᾖ τοῦτο, ἔστηκεν ὁ λόγος· ἃν δὲ περὶ δικαιοσύνης καὶ ἁμαρτίας, οὐκ ἔτι· εἶτα ἵνα μὴ τὴν ζωοποίησιν κοινὴν ἀκούσας, καὶ τοὺς ἁμαρτωλοὺς νομίζεις σώζεσθαι, ἐπήγαγεν· “ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι.” μὴ γὰρ δὴ ἐπεὶ ἀνάστασιν ἤκουσας, νομίζῃ πάντας τῶν αὐτῶν ἀπολαύειν· εἰ γὰρ ἐπὶ τῆς τιμωρίας, οὐ πάντες τὰ αὐτὰ πείσονται, ἀλλὰ πολλὴ ἡ διαφορά· πολλῷ μᾶλλον ἔνθα ἁμαρτωλοὶ καὶ δίκαιοι, πλείων ἡ διάστασις ἔσται.
- 9.48
Ὡριγενουσ. Ἐπεὶ οἱ ἀπὸ τῶν αἱρέσεων λέγοντες τὴν ἐκκηλσιαστικὴν πίστιν καὶ μυκτηρίζοντες ὡς ἀνόητον πίστιν, ἀθετοῦσιν τῷ ἔργῳ, εἰ καὶ μὴ τῷ λόγῳ, μὴ γίνεσθαι ἀνάστασιν λέγοντες, ὡς ἡ Ἐκκλησία πιστεύει· ὅρα πῶς αὐτοῖς ἀπαντητέον ἐκ τῆς ἀποστολικῆς ταύτης λέξεως· καὶ ἐξ ἄλλων δὲ μυρίων. ἀνέστη Χριστὸς ἐκ νεκρῶν, ἣ οὔ; ἀλλὰ περὶ τούτου πᾶσα αἵρεσις συγκατέθετο· εἰ ἀνέστη Χριστὸς ἐκ νεκρῶν· πρωτότοκος δὲ ἐκεῖνός ἐστιν ἐκ νεκρῶν· οὐδεὶς δὲ πρωτότοκός ἐστιν ἑτερογενῶς· ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασιν αὐτοῦ τῇ ἀναστάσει τῶν ἀνισταμένων· οἷον, πρωτότοκός ἐστι Ῥουβὶμ υἱὸς ὣν τοῦ Ἰακὼβ, ὁμογενῶν τῶν ἀδελφῶν ὄντων· οὐ γὰρ ἄλλης φύσεως ὁ Ῥουβὶμ, καὶ ἄλλης φύσεως ὁ Συμεὼν ἢ ὁ Λευῒ καὶ οἱ ἑξῆς· καὶ ἐπὶ τῶν ἄλλων πρωτοτόκων τὸ αὐτό· εἰ τοίνυν κω οἷς πρωτότοκος ἔστιν ἐκ νεκρῶν· ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασιν τῶν ἀνισταμένων· εἰ δὲ ἐκεῖνος μὲν ἐφόρησε f σῶμα, καὶ ἡ ἀνάστασις αὐτοῦ μετὰ σώματος ἢν, ὥστε αὐτὸν καὶ φαγεῖν, ὡς γέγραπται, ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· ἄλλως δὲ ἀνίστανται ὡς οἴονται οἱ ἀπὸ τῶν αἱρέσεων οἱ ἀνιστάμενοι τῶν πιστευόντων εἰς τὸν Χριστόν· οὐ δύνανται παραστῆσαι, πῶς Ἰησοῦς πρωτότοκός ἐστιν ἐκ τῶν νεκρῶν· “εἰ γὰρ σύμμορφοι γεγόναμεν τῷ θανάτῳ τοῦ Χριστοῦ· καὶ τῆς ἀναστάσεως αὐτοῦ σύμμορφοι ἐσόμεθα.” καὶ πῶς διδά- σκει λέγων ὁ Παῦλος “ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπει- “νώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ.”
← Previous · Next → — showing 801–900 of 1,057
First Thousand Years of Greek. CTS URN tlg4102.tlg012.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.