Catena In Epistulam I Ad Corinthios
- 9.149
Θεοδωρου. Ἐσχάτην σάλπιγγα ἐνταῦθα ἐκάλεσεν, μεθ’ ἣν ἀνίστανται ἅπαντες. αὕτη γὰρ ἡ τοῦ θανάτου κατάργησις· δῆλον δὲ ὅτι πολλαὶ μὲν φωναὶ σαλπίγγων γίγονται· ἑκάστου δέ τινος ἐπιτελουμένου πάντως ἔστι σύμβολον· ἐπειδὴ τοίνυν τάξει τινὶ γίνεται ἕκαστον, εἰκότως ἐν τῇ ἐσχάτῃ σάλπιγγι τοῦτο ἔσεσθαι φησίν.
- 9.150
Σευηριανοῦ. Ἐδήλωσεν ὅτι πολλαί εἰσι σάλπιγγες· ἐσχάτης γὰρ μνημονεύσας, καὶ τὰς πρώτας συνέθηκεν· “καὶ οἱ νεκροὶ “ἐγερθήσανται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.” εἰ ἄφθαρτοι οἱ νεκροὶ καὶ αὐτοὶ ἀλλαγήσονται, δῆλον ὅτι τίς χρεία καὶ ἡμεῖς ἀλλαγησόμεθα, ἢ πάντως που τὸ μὲν ἄφθαρτον κοινὸν εἶπεν πάντων, τὸ δὲ “ἀλλαγησόμεθα” τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν αἰνίττεται νῦν· διὸ καὶ “ἡμεῖς” εἶπεν περὶ τῶν δικαίων.
- 9.151
Κυτίλλου. Μέγα καὶ οὐράνιον ἀληθῶς τὸ μυστήριον καὶ καλυφθὲν αὐτῷ πάντως ποῦ διὰ τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, “ ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπό- “κρυφοι.” αὐτὸς γάρ ἐστι καὶ τῶν ἔσεσθαι προσδοκωμένων δια- νομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργάσει τὸ σύμπαν, καὶ ἀπαλλάξει δουλείας εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. καὶ εἰ ταῦτα ἀληθῆ, πῶς οὐκ ἔδει πάντη τε καὶ πάντως συγκαινουργεῖσθαι τῇ κτίσει τὸν δι’ ὃν ἡ κτίσις, φημὶ δὴ τὸν ἄνθρωπον, ἔδει καὶ αὐτὸν ὁρᾶσθαι καινόν; οὐ φθορᾷ τῇ πρώτη τυραννούμενον, οὐ σαρκικαῖς ἡδοναῖς εἰς ἁμαρτίας πλεονεκτούμενον· ἐγηγερμένον δὲ μᾶλλον ἐν ἀφθαρσίᾳ τε καὶ εὐσθενείᾳ· καὶ ἐν τιμῇ καὶ θείᾳ τινι δόξῃ περιεσταλμένον· ἔφη γάρ που καὶ ὁ θεσπέσιος Ἡσαΐας· “καὶ προπορεύσεται ἔμπροσθέν “σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε.” καὶ μὴν καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς διεβεβαιοῦτο σαφῶς, ὡς ἐν καιρῷ συντελείας τοῦ αἰῶνος τούτου ἀναβιώσονται μὲν οἱ νεκροί· οἱ γε μὴν συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος. πλὴν οὐχ ἅπασιν ἀδιακρίτως ἡ τῆς τοιᾶσδε τιμῆς καὶ δόξης προσκείσεται χάρις. πρέπον δ’ ἃν μᾶλλον ἀπολέγδην τοῖς τῶν ἄλλων ἐξῃρημένοις, οἳ καὶ σύμμορφοι γεγόνασι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· ἀναβιώσονται μὲν γὰρ ὁμολογουμένως τὰ πάντων σώματα τῇ τῆς ἀφθαρσίας χάριτι κατημφιεσμένα, ἀλλαχθήσονται δὲ οὐ πάντες. ἀλλ’ οἱ μὲν φαῦλοι ἀπομενοῦσιν ἐν τῷ τῆς ἀτιμίας σχήματι, ἐπὶ μόνῳ τῷ χρῆναι κολάζεσθαι· οἱ δέ γε δίκαιοι ἀλλαχθήσονται μόνοι πρὸς τῷ τῆς ἀφθαρσίας ἀγαθῷ, καὶ τῆς θείας δόξης καταπλουτήσαντες τὴν περιστολήν. αὐτὸς τοιγαροῦν ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ θεοπρεπεῖ μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. ποῖον ’δε τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν; τουτὶ τὸ ἐκ γῆς, τὸ τῷ θανάτῳ κατησχημένονa ἐκ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς, ἣν λέλυκεν ὁ Χριστὸς, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. ἔσται δὲ ὁ μετασχηματισμὸς οὐκ εἰς ἑτέραν τινὰ φύσιν ἀποκομίζων ἡμᾶς. ἐσόμεθα γὰρ ὅπερ ἔσμεν, τοῦτ’ ἔστιν ἄνθρωποι· πλὴν ἀμείνους ἀσυγκρίτως· ἄφθαρτοι γὰρ καὶ ἀνώλεθροι, καὶ πρός τοῦτο δεδοξασμένοι. τί δ’ ἃν βούλοιτο δηλοῦν ἡ ἐσχάτη σάλπιγξ ἢ διανιστᾷ τοὺς νεκροὺς, αὐτὸς ἡμῖν σαφηνιεῖ λέγων ὁ θεσπέσιος Παῦλος· “ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγ- “γέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ “νεκροὶ ἐγερθήσονται ἄφθαρτοι·” οὐκοῦν παρεικάζει σάλπιγγι τὴν τοῦ ἀρχαγγέλου φωνὴν, καὶ τὸ θεῖον ἐκεῖνο καὶ φρικωδέστατον κέλευσμα. εἰ δὲ καὶ ὁ ἀρχάγγελός ἐστιν ὁ κεκραγὼς καὶ τὸ τῆς ἀναστάσεως σύνθημα διδοὺς τοῖς ἐν γῇ κειμένοις, ἀλλ’ οὖν τοῦ Χριστοῦ ἔσται φωνή· καὶ γάρ ἐστιν αὐτὸς ἰδίᾳ δυνάμει διανιστὰς τοὺς νεκροὺς, καὶ οὔχι που πάντως ἡ τοῦ ἀρχαγγέλου φωνή· δεσποτικοῖς γὰρ προστάγμασι πᾶσα κτίσις ὑπέζευκται λογική. ποῖα τοίνυν ὅλως ἀνάστασις ἔσται κατὰ ἀλήθειαν, εἰ μὴ αὐτῷ φαμὲν ἀναβιώσεσθαι τὸ τῷ θανάτῳ κατησχημένον; ἣ τίνα τρόπον ἐροῦμεν μονονουχὶ κατορχούμενοι τῆς φθορᾶς, “κατεπόθη ὁ θάνα- “τος εἰς νῖκος” καὶ τὰ ἑξῆς;
- 9.152
Οἰκοτμενίου. Ἄρα μὴ ἔνι καὶ οὕτω νοῆσαι· μικρὰ δὲ τοῦ νοήματος· φησὶν ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ Ἀποκαλύψει τὸ τέλος τοῖς ἀνθρώποις μὴ ὑφὲν πᾶσιν ἐπάγεσθαι· ἀλλὰ κατὰ μέρος αὐτοῖς ἐπάγεσθαι ἐλέῳ Θεοῦ· ἵνα τῶν πρώτων ἀπολλυμένων, οἱ ὑπολιμπανόμενοι, τῷ φόβῳ τῶν προαναλωθέντων εἰς μετάνοια· ἔλθωσιν. λέγει δὲ τὸ δόγμα τοῦτο ἐν τῇ λύσει τῆς ἑβδομῆς σφραγῖδος τοῦ βιβλίου· ὧν οὕτως ἐχόντων, νοήσεις τὸ ἐν ἀτόμῳ καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ κατὰ κοινοῦ εἰρῆσθαι καὶ πρὸς τὰ δύο ἁρμόζειν ἴνα ᾗ οὕτως. πάντες μὲν οὐ κοιμηθησόμεθα, οἷον ἀποθανούμεθα, ἐν ἀτόμῳ καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ, διὰ τὸ κατὰ μέρος ἐπάγεσθαι τὸ τέλος κατὰ τὸν λόγον τῆς Ἀποκαλύψεως· πάντες μέν τοι ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι· αἱ μὲν γὰρ πρῶται σάλπιγγες ἑπτὰ οὖσαι κατὰ τὴν Ἀποκάλυψιν οὐκ ἐγείρουσι τοὺς νεκροὺς, ἀλλὰ συντελοῦσι τοῖς ἀνθρώποις. ἡ δὲ τελευταία ποιεῖ τήν τε ἔγερσιν καὶ τὴν ἐναλλαγὴν τῶν ἤδη ἀναστάντων ἐν ἀτόμῳ καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ σὺν τῇ κτίσει· “καὶ γὰρ καὶ ἡ κτίσις ἀπαλλαγήσεται τῆς “φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ,” καθὼς ἐν τῇ πρὸς Ῥωμαίους εἴρηται.
- 9.153
Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενή- σεται ὁ λόγος ὁ γεγραμμένος, Κατεπόθη ὁ θάνατος εἰς νῖκος. ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος; τὸ δὲ κέντρον τοῦ θανάτου, ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας, ὁ νόμος· τῷ δὲ Θεῷ· χάρις, τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
- 9.154
Ἰωάννου Ὅταν οὖν, φησὶν, ταῦτα γένηται· τότε ἡ γραφὴ πληροῦται ἡ τοῦ Ὠσηὲ· ἐπειδὴ γὰρ παράδοξα καὶ ὄντως μυστήρια εἰπεν, λοιπὸν καὶ γραφικῇ μαρτυρίᾳ πιστοῦται τὸν λόγον.
- 9.155
Κυτίλλου. Ἰστέον δὲ ὅτι τὴν τοῦ προκειμένου ῥητοῦ παράθεσιν ὁ μακάριος Παῦλος κατὰ τὴν Ἑβραίων ἔκδοσιν ἐποιήσατο. ἔχει δὲ οὐχ οὕτως ἡ τῶν ἑβδομήκοντα· γέγραπται γὰρ ἐν προφήταις· “ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου ᾅδη;” πλὴν τὸ κέντρον τοῦ θανάτου, φησὶν, ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος. πλήττει μὲν γὰρ οἷά τις σκορπίος ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, τοῦτ’ ἐστιν ὁ Σατανᾶς· πλήττει δὲ οὐχ ἑτέρως, πλὴν ὅτι διὰ τῆς ἁμαρτίας. ἀλλ’ ἔδωκεν ἡμῖν ὁ Σωτῆρ’ ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. κατηφάνισται γὰρ τοῦ θανάτου τὸ κέντρον, ἐξηρημένης τῆς ἁμαρτίας καὶ οὐκ ἔτι δύναμιν ἐχούσης τὸν νόμον. κατακρίνει γὰρ ὁ νόμος τοὺς ἁμαρτάνοντας. τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος, δύναμιν εἶναι τῆς ἁμαρτίας τὸν νόμον· λέλυται δὲ τοῦτο ἐν Χριστῷ· ἁμαρτία γὰρ ἡμῶν οὐ κυριεύσει· ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν. χωρὶς δὲ νόμου ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγός; τῆς δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρόφασις, εἰσόμεθα λέγοντος τοῦ μακαρίου Παύλου. “τῷ δὲ Θεῷ χάρις, τῷ διδόντι ἡμῖν τὸ νῖκος, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
- 9.156
Ἰωάλλου. Εἶδες ψυχὴν γενναίαν; καὶ γὰρ ὡς νικητήρια καὶ ἔνθους γενόμενος, καὶ ὁρῶν ἤδη ὡς γεγεννημένα τὰ μέλλοντα, ἐνάλλεται καὶ ἐπεμβαίνει τῷ θανάτῳ κειμένῳ, καὶ τὴν ἐπινίκιον ἀλαλάζει φωνὴν κατὰ τῆς τούτου κεφαλῆς κειμένης, μεγάλα βοῶν καὶ λέγων, “ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου ᾅδη τὸ “νῖκος;” οἴχεται καὶ ἀπόλωλεν καὶ ἠφάνισται παντελῶς.
- 9.157
Θεοδωρίτου. “Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία·” αὕτη γὰρ τῷ θανάτῳ τὴν φύσιν παρέδωκεν.
- 9.158
Θεοδωρου. Νόμον ἐνταῦθα λέγει ἁπλῶς· εἴτε τὸν θετόν. βούλεται γὰρ εἰπεῖν ὅτι τότε σὺν τῷ θανάτῳ καὶ ἡ ἁμαρτία λύεται, καὶ νόμος ἅπας ἀργεῖ. ἐπειδὴ ἄφθαρτοι γεγονότες, τῇ τοῦ Πνεύματος χάριτι κυβερνόμεθα.
- 9.159
Ἰωάννου Χωρὶς τοῦ νόμου ἀσθενὴς ἡ ἁμαρτία ἦν· πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτως καταδικάσαι. τὸ μὲν γὰρ κακὸν ἐγίνετο· σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως· ὥστε οὐ μικρὸν ἐπήνεγκεν ὁ νόμος τὸ καὶ γνωρίσαι τὴν ἁμαρτίαν μᾶλλον, καὶ ἐπιτεῖναι τὴν κόλασιν. εἰ δὲ βουλόμενος κωλύσαι, χαλεπωτέραν ἀπέφηνεν· οὐ παρὰ τὸν ἰατρὸν τὸ ἔγκλημα· ἀλλὰ παρὰ τὸν κακῶς τῷ φαρμάκῳ χρησάμενον· ἐπεὶ καὶ ἡ παρουσία τοῦ Χριστοῦ μᾶλλον ἐβάρησεν τοὺς Ἰουδαίους. ἀλλ’ οὐ διὰ τοῦτο αὐτῇ ἐγκαλέσωμεν· ἀλλὰ ταύτην μὲν θαυμασόμεθα, ἐκείνους δὲ μισήσομεν βλαβέντας δι’ ὧν ὠφελεῖσθαι ἔδει.
- 9.160
Θεοδωρίτου. Ἀναγκαίως εἰς ὕμνον τὸν περὶ τῆς ἀναστάσεως συνεπέρανεν λόγον.
- 9.161
Φωτίου. Ἐπειδή ἐστιν καταποθῆναι θάνατον εἰς φθορὰν τῶν καταπιόντων, ὥσπερ καὶ φάρμακόν ἐστι καταποθῆναι ἐπὶ διαφθορᾷ ὁμοίως τῶν χρησαμένων, διὰ τοῦτο ἐπήγαγεν τὸ εἰς νῖκος· ἀντὶ τοῦ οὐχ ἵνα φθείρῃ τὸν καταπιόντα, ἀλλ’ ἵνα αὐτὸς ἀφανισθῇ καὶ κατὰ κράτος ἐκνικηθῇ· ὥστε μηκέτι μήδ’ ἴχνος μάχης ἣ σκίαν ἐνοχλήσεως ὑπολειφθῆναι· καὶ τὸ κατεπόθη δὲ μετὰ τῆς προθέσεως ῥηθὲν, τὴν σφοδρὰν αὐτοῦ διαφθορὰν σημαίνει. ὅλος φησὶν κατεπόθη εἰς νῖκος· ὥστε μηδὲν αὐτοῦ ἔστι ἐναπολειφθῆναι.
- 9.162
Τοῦ Αὐτοῦ. Ἐπειδὴ τὸν νόμον εἶπεν δύναμιν τῆς ἁμαρτίαις· ἵνα μή τινες αὐτόν τε τὸν νόμον ὡς φαῦλον πεπαῦσθαι νομίσωσι, καὶ τὸν νομοθέτην βλασφημήσωσιν· ἐπάγει “τῷ δὲ Θεῷ χάρις·” οἷον τῷ δὲ νόμου νομοθέτῃ Θεῷ καὶ Πατέρι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις. αὐτὸς γὰρ καὶ τὸν νόμον κατὰ καιρὸν συμφέροντα ἔδωκεν, καὶ τούτῳ ἡμῶν εἰς ἰσχὺν ἁμαρτίας ἀποχρησαμένων καὶ κραταιωσάντων τὴν ἁμαρτίαν, αὐτὸς πάλιν διὰ τοῦ Υἱοῦ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔδωκεν ἡμῖν τὸ κατ’ αὐτῆς ἀναμφήριστον κράτος καὶ νῖκος.
- 9.163
Ὥστε, ἀδελφοί μοι ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργω τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ. περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται.
- 9.164
Ἰωάννου Ἐπεὶ οὖν ἔγνωτε, φησὶ, ταῦτα οὕτως ἔχειν· εἶναι τε ἀνάστασιν καὶ ἀμοιβὰς καλῶν καὶ φαύλων, στήκετεb. ἐσαλεύοντο γὰρ περὶ τὸ τῆς ἀναστάσεως δόγμα, καὶ ἠμέλουν βίου, ὡς οὐκ οὔσης ἀναστάσεως· εἶτα, φησὶ, “καὶ περισσεύοντες ἐν τῷ “ἔργῳ τοῦ Θεοῦ·” οὐ μόνον αὐτὸ ἐργαζόμενοι· ἀλλὰ καὶ περισσεύοντες ἐν χρησταῖς πράξεσιν.
- 9.165
Θεοδωρίτου. Ὡς σαλευομένοις ταῦτα παρεγγυᾷ· “περισ- “σεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε·” φιλοπόνως τῆς εὐσεβείας τὸν πλοῦτον συλλέγετε.
- 9.166
Ἰωάλλου. Ὃν νῦν, φησὶν, κάμνετε· ἀλλ’ ἔσται αὐτοῦ τὸ δὲ ἐν Κυρίῳ νοήσεις, ἢ ὁ ἐν Κυρίῳ κόπος, ἢ παρὰ Κυρίῳ οὐ ματαιωθήσεται ὁ κόπος.
- 9.167
Θεοδωρίτου. Δίκαιος ὁ κριτής· καὶ τοὺς στεφάνους ὑφαίνει τοῖς ἀθληταῖς, καὶ τοῖς ἐργάταις τὸν μισθὸν ἀποδώσει· οὕτω ταῦτα παραινέσας, τῆς θεραπείας τῶν ἁγίων φροντίσαι παρακαλεῖ.
- 9.168
Ἰωάλλου. Ἁπαρτίσας τὸν περὶ δογμάτων λόγον, εἰς τὸ λαιον τῶν ἀρετῶν τὴν ἐλεημοσύνην ἦλθεν· “λογίας” δὲ λέγει τῆς συλλογῆς, κοῦφον ἐκ προοιμίων ποιῶν τὸ πρᾶγμα· τὸ γὰρ ἐκ πολλῶν συνεισφερόμενον κοῦφον ἑκάστῳ· εἶτα εἰς ζῆλον αὐτοὺς ἄγει, διηγήσει τῶν ἑτέροις κατορθωθέντων· ὥσπερ γάρ, φησιν, οἱ Γαλάται πεποιήκασιν. ὅρα δὲ τὸ ἀναγκαῖον τοῦ γινομένου, πῶς ἐμφαίνει· ὥσπερ, φησὶν, διέταξα· οὐ γὰρ εἶπεν παρῄνεσα ἣ συνεβούλευσα, ἀλλὰ διέταξα· τὸ μετὰ αὐθεντίας ἐπιτάξαι δηλοῖ τὸ τοῦ πράγματος ἀπαραίτητόν τε καὶ ἀναγκαῖον.
- 9.169
Θεοδωρίτου. Οὐχ ἁπλῶς τῶν Γαλατῶν ἐμνημόνευσεν· σημαίνων ὡς κἀκείνοις παρεκελεύσατο.
- 9.170
Ἰωάννου. Μίαν σαββάτων τὴν κυριακὴν καλεῖ· καὶ ἀπὸ τῆς ἡμέρας αὐτοὺς ἐπὶ ἐλεημοσύνην προτρέπων, τῶν ἐν αὐτῇ μυστηρίων ὑπομιμνήσκων.
- 9.171
Θεοδωρίτου. τῇ γνώμῃ τὸ πόσον ἐπιτρέπει· διδάσκων ὡς ταῖς τὰ βέλτιστα προαιρουμέναις ψυχαῖς, συνεργεῖ Θεός· τοῦτο γὰρ εἶπεν, ὅτι ἃν εὐοδῶται. κατάλληλος δὲ τῷ ἔργῳ καὶ ἡ δεσποτικὴ ἡμέρα, τῇ ἀναστάσει τετιμημένη.
- 9.172
Ἰωάννου Προνοητικῶς λίαν· οὐ γὰρ εἶπεν εὐθὺ φερέτω, ἵνα μήτις ἐλάχιστον ἔχων αἰσχύνεται· ἀλλὰ πρῶτον παρὰ σαυτῷ συνάγαγε, καὶ ὅταν ἀξιόλογον γένηται, τότε φέρε· “θησαυριζέτω δ ὅ τι ἃν εὐοδῶται τοῦτ’ ἔστιν, ὃ ἃν ὁ Θεὸς πέμψῃ καὶ εὐκαιρίαν σχῇ.
- 9.173
Ἵνα μὴ ὅταν ἔλθω, τότε λογίαι γίνωνται. ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ· ἐὰν δὲ ᾖ ἄξιος τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
- 9.174
Ἰωάννου. Ἵνα μὴ, φησὶν, ὅτ’ ἂν καιρός ἐστιν ἐκφορᾶς· τότε τις συνάγειν ἄρξηται· τὸ δὲ εἰπεῖν “ὅτ’ ἃν ἔλθω, προθυμοτέρους πρὸς τὴν συλλογὴν ποιεῖ· ὡς ἐπ’ ὄψεσιν αὐτοῦ μελλούσης ἔσεσθαι τῆς εἰσφορᾶς.
- 9.175
Τοῦ Αὐτοῦ. Καλῶς τὸ “οὓς ἃν δοκιμάσητε·” ἀποτριβόμενος πανταχοῦ τὸ σκανδαλίσαι τινά· ὡς καὶ αὐτοῦ τι βουλομένου λαβεῖν ἐκ τῶν συναγομένων.
- 9.176
Θεοδωρίτου. Οὐ γὰρ πρέπον ἐμοῦ παρόντος τὴν τῶν χρημάτων γίνεσθαι συλλογήν· ἐμὲ γὰρ προσήκει ταῦτα πέμψαι τοῖς ἁγίοις δι’ ὧν ἂν ὑμεῖς δοκιμάσητε· εἰ δὲ φιλότιμον ἴδοιμι τὴν χορηγίαν γεγενημένην, καὶ αὐτὸς κοινωνήσω τῆς ὑπουργίας· οὐ γὰρ εἶπεν ὅτι ἐγὼ ταῦτα κομιῶ, ἀλλὰ “σὺν ἐμοὶ πορεύσονται· ἃ γὰρ τοῖς ἄλλοις παραινεῖ, πρῶτος ποιεῖ· καὶ ἀπρόσκοπος γίνεται καὶ Ἰουδαίοις καὶ Ἕλλησιν καὶ τῆ Ἐκκλησίᾳ τοῦ Θεοῦ. σημαίνει δὲ αὐτοῖς καὶ τὸν τῆς παρουσίας καιρόν.
- 9.177
Ἰωάννου Χάριν εἶπεν· οἰκτρὸν γὰρ ἦν τὸ τῆς ἐλεημοσύνης καὶ ἀνάξιον τῶν μελλόντων λαμβάνειν ἁγίων, καὶ σημαίνων ὅτι ἀντιλήψονται καὶ αὐτοὶ χάριν τὰς εὐχὰς αὐτῶν.
- 9.178
Τοῦ Αὐτοῦ. Διὰ τούτων εἰς δαψίλειαν αὐτοὺς προτρέπει· ἐὰν ῄ, φησὶ, τοσαῦτα ὡς καὶ τῆς ἐμῆς διακονίας τὸ πρᾶγμα, απελευσομαι· πανταχοῦ δὲ καὶ τοὺς ἐκείνων μάρτυρας ἔχειν βούλεται, ὡς αὐτὸς οὐδὲν λήψεται ἐξ αὐτῶν. διό φησι, “σὺν ἐμοὶ πορεύ- “σονται.”
- 9.179
Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητέ, οὗ ἐὰν πορεύωμαι. οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ. ἐπιμενῶ δὲ ἐν Ἐφέσω, ἕως τῆς πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί. Ἰωάννου τινὸς ἕνεκεν εἶπεν τυχὸν καὶ οὐκ ἀπεφήνατο; ὅτι πάντα προῄδει ὁ Παῦλος, καὶ συμφέροντος· διὰ τοῦτο οὐδὲ ἁπλῶς ἀποφαίνεται· ἵνα κἂν μὴ γένηται, ἔχῃ ἀποφυγὴν τῷ ἀδιορίστως προσειπεῖν. δηλοῖ δὲ καὶ τὴν τοῦ Πνεύματος ἐξουσίαν ἄγουσαν αὐτὸν ὅπηπερ ἐβούλετο, οὐκ ἔνθα αὐτὸς ἐπεθύμει· ὃ καὶ ἐν τῇ δευτέρᾳ τίθησιν Ἐπιστολῇ, τῆς μελλήσεως ἕνεκεν ἀπολογούμενος καὶ λέγων· “ἃ βούλομαι κατὰ σάρκα, βούλομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ’ναι ’ναι καὶ τὸ οὐ οὐ.
- 9.180
Τοῦ Αὐτοῦ. Οὐκ εἶπεν ἀπέλθω, ἀλλὰ “διέλθω·” παραμυθούμενος αὐτοὺς ὡς εὐθὺς παραγινόμενος· καὶ ὅρα προτίμησιν, ἐκείνους διέρχομαι, ὑμῖν δὲ παραμενῶ· καὶ γὰρ πλείους ἦσαν οἱ ἐν Κορίνθῳ πιστοί· διὸ καὶ προτιμῶνται παρ’ αὐτοῦ.
- 9.181
Τοῦ Αὐτοῦ. Καλῶς “ τὸ τυχόν· ” τοῦτ’ ἐστιν ἴσως· οὐ γὰρ ᾔδει πάντως ὑπὸ τοῦ Πνεύματος τοῦτο ἐπιτρεπόμενος ἢ οὔ. ἀγάπης δὲ δεικτικὸν τό, τε παραμεῖναι αὐτοῖς, καὶ τὸ ὑπ’ αὐτῶν προπεμφθῆναι.
- 9.182
Τοῦ Αὐτοῦ. Σφόδρα ἀγαπῶντος ἦν τῷτε εἰπεῖν ποῦ προσμενεῖ, καὶ μέχρι πότε· ἕως τῆς πεντηκοστῆς φησίν· καὶ διατί; θύρα γάρ μοι ἀνέῳκται· τοῦτ’ ἐστιν πολλοί εἰσιν οἱ παρεσκευασμένοι τὴν πίστιν δέξασθαι· εἴσοδος οὖν ἐστι μοι πρὸς αὐτούς· τοῦτο δὲ καὶ παραθαρρύνοντός ἐστιν, ὅτι πανταχοῦ γῆς λοιπὸν ἁπλοῦται τὸ κήρυγμα.
- 9.183
Θεοδωρίτου. Πόλλα γὰρ οἱ τῷ κηρύγματι προσίοντες. πολλοὶ δὲ καὶ οἱ ἀντιτείνοντες, καὶ ἐκποδῶν γίνεσθαι τῇ τούτων σωτηρίᾳ πειρώμενοι·
- 9.184
Ἰωάννου. Ἀκμάζει, φησὶν, τῶν προσιέναι μελλόντων πίστει ἡ διανοία· οὐδὲν χαῦνον ἢ δίψυχον· διά τοι τοῦτο καὶ ἀντικείμενοι πολλοί· ὅσῳ γὰρ ὁρᾷ ἑαυτὸν ὁ διάβολος γυμνούμενον, τοσούτῳ ταράσσεται, καὶ τοὺς ἐναντίους ἐξεγείρει.
- 9.185
Φωτίου.“Πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ·” τὸ “δὲ” παρέλκει ἐνταῦθα, “πρὸς ὑμᾶς δέ.” σύνηθες δὲ τοῦτο τῇ θείᾳ γραφῇ· ἀλλὰ καὶ παρὰ τοῖς ἔξω συγγραφεῦσιν πολλὴ ἡ τοιαύτη χρῆσις, καὶ μάλιστα παρὰ τοῖς Ἀττικισταῖς· “ἣ καὶ παραχειμάσω” καὶ τὰ ἐφεξῆς, εἰς παράκλησιν αὐτῶν καὶ παραμυθίαν εἴρηκεν· οἷον, ἵνα ὑμεῖς με προπέμψητε καὶ οὐ θέλω ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, καὶ ἐλπίζω χρόνον τινα ἐπιμεῖναι πρὸς ὑμᾶς· τὸ δὲ “ἐὰν ὁ Κύριος “ἐπιτρέπῃ” ἑρμηνεία ἔστι τοῦ εἰρημένου c ................ ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ· διά τι εἶπεν “τυχόν;” ὅτι οὐκ οἱ δᾶ ἐὰν ὁ Κύριος ἐπιτρέπῃ ἀλλ’ οὐν τὸ ἐμὸν θέλημα ἵνα προσμείνω ὑμῖν ἐστιν.
- 9.186
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς καὶ ἐγὼ, μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
- 9.187
Ἰωάννου. Τοῦτ᾿ ἔστιν, ἵνα μή τις αὐτοῦ κατεξαναστῇ τῶν ἀπεγνωμένων ἐκείνων. καὶ γὰρ ἔμελλεν αὐτοῖς ἴσως ἐπιτιμᾶν, ὑπὲρ ὧν καὶ Παῦλος ἐπέστειλεν. καὶ γὰρ ἐπηγγείλατο διὰ τοῦτο πέμπειν αὐτόν· “ἔπεμψα γὰρ ὑμῖν Τιμόθεον,” φησὶν, “ὃς ὑμᾶς “ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ. μήτις οὖν αὐτὸν “ἐξουθενήσῃ.” ἐπειδὴ νέος ὢν ἐνεχειρίσθη δήμου τοσούτου διόρθωσιν· ἀμφότερα δὲ εἰς καταφρόνησιν ἦγεν· εἰκότως ἐπάγει, “μήτις αὐτὸν ἐξουθενήσῃ.”
- 9.188
Θεοδωρίτου. Καὶ ταῦτα πάλιν προστέθεικεν εἰς τὴν τοῦ μαθητοῦ θεραπείαν αὐτοὺς διεγείρων. ἀντὶ τοῦ πρός με ἥξει· μηνύων μοι τὰ ὑμέτερα πάντα·
- 9.189
Ἰωάννου. Μῆ μάχας αὐτῷ καὶ φιλονεικίας παράσχητε· μὴ δὲ παρά τινος ἐπιβουλευθῆναι συγχωρήσητε. τὸ δὲ “ἐκδέχομαι “αὐτὸν,” φοβοῦντός ἐστιν, ἵνα εἰδότες ὅτι πάντα αὐτῷ ἀναγγελεῖ, μηδὲν αὐτὸν θλίψωσιν· ἀλλὰ δὲ καὶ ἀξιόπιστον τοῦτο ποιεῖ τὸν Τιμόθεον· ὅτι ὁ Παῦλος ἔχων τι ποιεῖν δι’ αὐτὸν παραμένει.
- 9.190
Ὡριγενουσ. Κατὰ τὰς ἀρχὰς τῆς ἐπιστολῆς ἔφασκεν, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν· ἕκαστος γὰρ ὑμῶν φησὶν λέγει· “ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δέ’ Απολλώ.” τοῦτον περὶ οὗ φησὶν τοιαύτης στάσεως καὶ ταραχῆς οὔσης ἐν τῇ Κορινθίων ἐκκλησίᾳ· ὁ θαυμάσιος οὗτος Ἀπολλῶς ἐπίσκοπος ὢν τῶν κατὰ τὸν καιρὸν ἐκεῖνον, ὡς ἐπὶ κριτὴν κατέφυγεν τὸν Ἀπόστολον. Παῦλος τὰ τῆς ἀποστολῆς ἐποίει· οὐκ ἦν αὐτῷ τὰ πράγματα ἐπιβάλλοντα διατρίβοντι ἐν τῇ Ἀσίᾳ τότε καταλιπεῖν τὰ ἐν τῇ Ἀσίᾳ καὶ γενέσθαι εἰς τὴν Κόρινθον· ἀλλ’ ἀνθ’ ἑαυτοῦ ἐξελελέξατο Τιμόθεον, καὶ ἔπεμψεν αὐτὸν διορθωσόμενον τὰ ἐν Κορίνθῳ, καὶ ἀναγκαίως μετὰ τῆς Ἐπιστολῆς πέμπων αὐτὸν παρακατιθέναι τῇ Ἐκκλησίᾳ· ὅτε γὰρ ἐπεδήμουν οἱ ἅγιοι ὠφελοῦντες τοὺς ἀκούοντας, οὐκ ἐν ἀσθενείᾳ παρεγίνοντο, οὐδὲ ἐν φόβῳ, οὐδὲ ἐν τρόμῳ ὅτε δὲ παρεγίνοντο πρὸς τοὺς ἀσθενεστέρους, ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐπεδήμουν.
- 9.191
Τοιοῦτοι ἦσαν Κορίνθιοι, ὥστε οὐ Παῦλον τὸν μέγαν ἐπιδημεῖν αὐτοῖς, ἀλλὰ τὸν ἀσθενῆ, καθὼς ἔλεγεν· “ἐγενόμην τοῖς ἀσθε- “νέσιν ὡς ἀσθενής · ἵνα τοὺς ἀσθενεῖς κερδήσω·” καὶ διὰ τοῦτο ἔλεγεν· “ κἀγὼ ἐν ἀσθενείᾳ ἐγενόμην πρὸς ὑμᾶς·” διὰ τοῦτο καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγένετο, ὅπως τῶν ἀκουόντων περιγένηται· ἐπειδὴ οὖν τὸ ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐπιδημεῖν, τὸν μέλλοντα ὠφελεῖν περὶ τοὺς ἀκροατάς ἐστιν· παρακαλεῖ νῦν τοὺς Κορινθίους ἵνα ἀφόβως γένηται Τιμόθεος πρὸς αὐτούς· “τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγώ ὅπερ ἐγὼ ἐπεποιήκειν ἃν ἐπιδημήσας ὑμῖν· τοῦτο ποιεῖ ὑμῖν ὁ ιμόθεος· “μήτις οὖν αὐτὸν “ἐξουθενήσῃ.” εἰ γὰρ τοῦτον, ἐξουθενεῖτε κἀμέ· “τὸ γὰρ ἔργον “Κυρίου ἐργάζεται ὡς καὶ ἐγώ·” “προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ. “ἵνα ἔλθῃ πρός με·” νῦν μὲν ἔρχεται πρὸς ὑμᾶς εἰρήνην ποιήσων. στάσιν γὰρ ὑμῶν εὑρίσκει ἐν τῇ Ἐκκλησίᾳ· ἀλλ’ ὁμονοήσαντες καὶ διορθωθέντες ἐκ τῶν λεγομένων ὑπ’ αὐτοῦ, εἰρήνην ἀναλαβόντες προπέμψατε αὐτὸν ἐν τῇ ἡμετέρᾳ ὁμονοίᾳ καὶ εἰρήνῃ, ἵνα ἔλθῃ πρὸς ἐμέ· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν· ποίων ἀδελφων; περὶ ὧν προσεῖπεν ὅτι οὓς ἐὰν δοκιμάσητε δι’ Ἐπιστολῆς τούτους πέμψω· ἐκδέχομαι οὖν ἀκούων αὐτὸν ἐπανελευσόμενον, ἀπαγγέλλοντά μοι τὰ καθ’ ὑμᾶς· “περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ “παρεκάλεσα αὐτὸν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα ἔλθῃ νῦν ἄνθρωπος ἢν ὡς εἰκὸς ἅγιος, εἰρήνης φίλος· καὶ βλέπων στάσιν καὶ ταραχὴν ἐν τῇ ὑπ’ αὐτοῦ Ἐκκλησίᾳ· οὐκ ἐπεδικάζετο τοῦ τόπου, ἀλλὰ παρεχώρησεν· εἶτα παρακαλεῖ αὐτὸν ὁ Ἀπόστολος· μακροθυμήσαντα ἐπανελθεῖν εἰς τὴν παροικίαν αὐτοῦ· οὗτος δὲ οὐδὲ ὅλως ἑώρακεν τὴν Κόρινθον· οὐκ ἀπιθήσας τῷ Ἀποστόλῳ· οὐ γὰρ ἂν οὕτως συνέστησεν αὐτοῦ τὸ δοκοῦν οὐχ ὑποτεταγμένον· λέγει γὰρ πάντως “ οὐκ ἦν θέλημα “ ἵνα νῦν ἔλθῃ.” οἷον, οὐκ ἄνευ θελήματος Θεοῦ πεποίηκεν τὸ μὴ ἐλθεῖν αὐτὸν πρὸς ὑμᾶς ἐλεύσεται δὲ ὅτ’ ἂν εὐκαιρήσῃ ποτὲ δὲ εὐκαιρεῖ ; ἐὰν ὑμεῖς εἰρηνεύητε· ἐὰν Τιμόθεον μὴ ἐξουθε- νήσητε.
- 9.192
Ἰωάννου. Ὁ Ἀπολλῶς καὶ πρεσβύτερος ἦν μᾶλλον τοῦ καὶ λόγιος ἀνήρ· ἵνα οὖν μὴ λέγωσι, τί δήποτε αὐτὸν οὐκ ἔπεμψεν; εἶτα καὶ ἵνα μὴ νομίσωσιν προτετιμῆσθαι τὸν Τιμόθεον· ἀμφότερα θεραπεύει· τῷ παρακαλέσαι μὲν αὐτὸν ἀπελθεῖν· μὴ πεῖσαι δὲ, ἐπεὶ μὴ ἦν, φησὶν, θέλημα Θεοῦ· καὶ ἵνα μὴ νομίσωσιν ὅτι σκῆψις ταῦτα καὶ πρόφασις, εἶπεν ὅτι ἐλεύσεται.
- 9.193
Γρηγορεῖτε, στήκετε ἐν τῆ πίστει· ἀνδρίζεσθε, κραταιοῦσθε· πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί οἴδατε τὴν οἰκίαν Στεφάνα, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαίας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
- 9.194
Ὠριγένουσ. Ἔστι γάρ τις ὕπνος ψυχῆς ἡ γρηγόρησις. διὸ καὶ ἀποτρέπων τοῦ καθεύδειν τὴν ψυχὴν διὰ Σολομῶντος ὁ λόγος φησὶν, “ μὴ δῶσιν ὕπνον τοῖς ὄμμασιν· μὴ δὲ νυσταγμὸν σοῖς “ βλεφάροις· ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον “ ἐκ παγίδος·” καὶ ὁ Σωτῆρ’ φησὶ, “ γρηγορεῖτε ἐν παντὶ καιρῷ “ καὶ προσεύχεσθε, ἵνα δυνηθῆτε ἐκφυγεῖν τοὺς μέλλοντας γίνεσθαι “ πειρασμούς.” στήκετε· μὴ σαλεύεσθε, ἀλλὰ βέβαιοι γίνεσθε. ὁ δίψυχος οὐχ ἔστηκεν ἐν τῇ πίστει· ἣ ὁ ἀμφιβάλλων περὶ τῶν κατὰ τὴν πίστιν πραγμάτων. “ ἀνδρίζεσθε·” ὡς στρατιώταις λέγει· ἐνδύσασθε γάρ, φησιν, τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. “ κρα- “ ταιοῦσθε·” οἷον ἀναλάβετε τὴν ἰσχύν· ἵνα δυνηθῆτε κραταιωθέντες εἰπεῖν, πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι με Χριστῷ Ἰησοῦ· “ πάντα ὑμῖν ἐν ἀγάπῃ γινέσθω·” εἰσαγομένων, τὸ ἐν φόβῳ ποιεῖν· τελείων δὲ τὸ ἐν ἀγάπῃ.
- 9.195
Ἰωάλλου. ταῦτα λέγων δοκεῖ μὲν παραινεῖν, καθάπτεται αὐτῶν ὡς ῥαθυμούντων· διὸ λέγει “ γρηγορεῖτε” ὡς καθευδόντων· καὶ διὰ τοὺς ἀπατῶντας, “ στήκετε,” ὡς σαλευομένων· καὶ πρὸς τοὺς φανερῶς ἐπιβουλεύοντας· “ ἀνδρίζεσθε,” ὡς μαλακιζομένων· καὶ πρὸς τοὺς διαστασιάζοντας καὶ διασπᾶν ἐπιχειροῦντας· “ πάντα “ ὑμῶν ἐν ἀγάπῃ γινέσθω·” ὅπερ σύνδεσμός ἐστι τῆς τελειότητος καὶ ῥίζα καὶ πηγὴ τῶν ἀγαθῶν. τί δέ ἐστι τὸ “ πάντα ἐν ἀγάπῃ “ γινέσθω.” εἴτε ἐπιτιμᾷ τις, φησὶν, εἴτε ἄρχει, εἴτε ἄρχεται, εἴτε μανθάνει, εἴτε διδάσκει, πάντα μετὰ ἀγάπης· ἐπειδὴ καὶ τὰ γεγενημένα ἅπαντα κακὰ ἐκ τοῦ ταύτην ἠμελῆσθαι ἐγένετο.
- 9.196
Θεοδωρίτου. Δύο τέθεικεν ἐπαίνους· καὶ ὅτι πρῶτον τὸ σωτήριον ἐδέξαντο κήρυγμα· καὶ ὅτι τὴν οἰκίαν τοῖς ἁγίοις ἀναπετάσαντες, πᾶσαν αὐτοῖς θεραπείαν προσφέρουσιν· οὗ δὴ χάριν καὶ τούτοις καὶ τὰ ὁμοία προαιρουμένοις, πάσης τιμῆς ἀπόλαυσις παρακελεύσεται.
- 9.197
Ἰωάλλου Καὶ Θεοδώρου. Συναντιλαμβάνεσθαι αὐτοῖς βούλεται καὶ εἰς δαπάνην χρημάτων καὶ εἰς σώματος διακονίαν· ἵνα, φησὶ, κοινωνῆτε· καὶ γὰρ ἐκείνοις ὁ κόπος ἔσται κοῦφος, ὅτ’ ἃν ἔχωσι συμμάχους, καὶ τὰ τῆς εὐεργεσίας εἰς διαβήσεται.
- 9.198
Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφάνα καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐνιγινώσκετε οὖν τοὺς τοιούτους. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τῆς Ἀσίας· ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ· ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες.
- 9.199
Ἰωάννου. Ἐπειδὴ εἰκὸς ἦν ἐξηγριῶσθαι αὐτοὺς πρὸς οὗτοι γάρ εἰσιν οἱ θέλοντες καὶ δηλώσαντες αὐτῷ τὰ κατὰ τὴν στάσιν· δι’ αὐτῶν γὰρ καὶ ἔγραψαν τὰ περὶ τῶν παρθένων, τὰ περὶ τῶν γεγαμηκότων· ὅρα πῶς αὐτοὺς κατεπράυνεν· ἐν ἀρχῇ μὲν τῆς ἐπιστολῆς εἰπὼν “ ἐδηλώθη γάρ μοι περὶ ὑμῶν ὑπὸ τῶν “ Χλόης·” καὶ τούτους κρύψας, κἀκείνους εἰς μέσον ἀγαγὼν· εἰκὸς γὰρ ἐκείνους διὰ τούτων δηλῶσαι. ἐνταῦθα δὲ τὸ “ ὑμῶν ὑστέρημα “ οὗτοι ἀνεπλήρωσαν, καὶ ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· δείκνυς ἀντὶ πάντων ἐλθόντας καὶ ἑλομένους ἀποδημίαν στείλασθαι τοσαύτην ὕπερ ἀυτῶν. πὼς οὑν τοῦτο τὸ ἴδιον κοινὸν γένηται καὶ τὸ ὑστέρημα παραμυθήσονται, διὰ τῆς εὐνοίας τῆς εἰς αὐτούς ; ἐὰν τιμήσητε· ἐὰν ἀποδέξησθε αὐτούς· ἐὰν τῇ εὐποιίᾳ κοινωνήσετε. Θεοδωρίτου.Καὶ τοῦτο εἰς ὠφέλειαν τέθεικεν, δείκνυς τὸν τοῦ κηρύγματος δρόμον· “ ἀσπάζεται ὑμᾶς ἐν Κυρίῳ πολλὰ “ Ἀκύλας καὶ Πρίσκιλλα· σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ·” τούτοις συνῴκησεν ὁ θεῖος Ἀπόστολος· ἦσαν γὰρ καὶ αὐτοὶ σκηνοποιοὶ τὴν τέχνην· οὗτοι διὰ πολλὴν ἀρετὴν καὶ τὴν οἰκείαν ἐκκλησίαν ἀπέφηναν· μόνα τὰ τῇ ἐκκλησίᾳ· πέπονθα ἐν αὐτῇ ποιεῖν προαιρούμενοι· συνῆβεν δὲ αὐτῷ κατὰ τὴν Ἔφεσον διατρίβοντι.
- 9.200
Ἀσπάζεσθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου· εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα, μαραναθά. ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν, ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. ἀμήν.
- 9.201
Ταύτην τὴν τοῦ ἁγίου φιλήματος ἐνταῦθα μόνον τίθησι προθήκην· τί δήποτε ; σφόδρα διεστήκεσαν ἀλλήλων τῷ λέγειν “ ἐγὼ “ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ·” τῷ τὸν μὲν πεινᾶν, τὸν δὲ μεθύειν, τῷ μάχεσθαι καὶ ζηλοτυπίας καὶ κρίματα ἔχειν· καὶ ἀπὸ τῶν χαρισμάτων πολὺς ὁ φθόνος ἦν· ἐπεὶ οὖν αὐτοὺς συνῆψε διὰ τῆς παρούσης παραινέσεως, εἰκότως κελεύει καὶ διὰ τοῦ φιλήματος τοῦ ἁγίου συνάπτεσθαι. τοῦτο γὰρ ἑνοῖ καὶ ἐντίκτει σῶμα· τοῦτο ἅγιόν ἐστι, τὸ μὴ μετὰ δόλου καὶ ὑποκρίσεως.
- 9.202
Θεοδωρίτου. Ἐγώ φησιν ὑπηγόρευσα τὴν ἐπιστολήν· τὸν δὲ ἀσπασμὸν προσέθηκα τῇ χειρί. διὰ τούτων δηλῶν τῶν γραμμάτων, ὡς ἐμὰ πάντα τὰ γεγραμμένα.
- 9.203
Ἰωάννου Δι’ ἑνὸς τούτου τοῦ ῥήματος, πάντας ἐφόβησεν τοὺς τὰ μέλη αὐτῶν ποιοῦντας πόρνης μέλη, τοὺς σκανδαλίζοντας τοὺς ἀδελφοὺς διὰ τῶν εἰδωλοθύτων, τοὺς ἀπ’ ὠνῶν ὀνομαζομένους, τοὺς τῇ ἀναστάσει διαπιστοῦντας· οὐκ ἐφόβησε δὲ μόνον· ἀλλὰ καὶ ἔδειξε τῆς ἀρετῆς d τὴν ὁδὸν καὶ τῆς κακίας τὴν ἀπάτην. ὥσπερ γὰρ σφοδρὰ ἡ περὶ αὐτῶν ἀγάπη γινομένη, πάντα τῶν ἁμαρτημάτων τὰ εἴδη κατασβέννυσι καὶ ἐξωθεῖ· οὕτως ὅτ’ ἃν ἀσθενεστέρα ᾖ βλαστάνειν ταῦτα ποιεῖ. “ μαραναθά·” τίνος ἕνεκεν τοῦτο εἴρηται ; τι δήποτε δὲ καὶ Ἐβραΐδι φωνῇ ; ἐπειδὴ πάντων τῶν κακῶν ὁ τῦφος αἴτιος ἦν· τοῦτον δὲ τὸν τῦφον ἡ ἔξωθεν σοφία ποιεῖ e· καὶ τοῦτο κεφάλαιον κακῶν ἦν,. ὃ μάλιστα τὴν Κόρινθον διέσπασεν· καταστέλλων αὐτὴν οὐδὲ Ἑλλάδι κέχρηται γλώττῃ ἀλλὰ τῇ Ἐβραΐδι· δείκνυς ὅτι οὐ μόνον οὐκ αἰσχύνεται τὴν ἰδιωτείαν, ἀλλὰ καὶ μετὰ πολλῆς ἀσπάζεται τῆς θερμότητος f. δὲ ἕνεκεν αὐτὸ τοῦτο φησὶν, τὸν τῆς οἰκονομίας βεβαιῶν λόγον· ἐξ οὗ μάλιστα τὰ σπέρματα τῆς ἀναστάσεως συντέθεικεν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐκείνους ἐντρέπων· ὡσανεὶ ἔλεγεν, ὁ κοινὸς πάντων δεσπότης καταβῆναι τοσοῦτον κατηξίωσεν· καὶ ὑμεῖς ἐν τοιούτοις ἐστε.
- 9.204
Θεοδωρίτου. τοῦτο οὐ τῆς Ἑβραίων ὥς τινες ὑπέλαβον· ἀλλὰ τῆς ...... ἐστὶ φωνῆς· ἑρμηνεύεται δὲ “ ὁ Κύριος ἦλθεν·” τέθεικεν δὲ αὐτὸ, τῶν ἐπ’ εὐγλωττίᾳ λαμπρυνομένων Κορινθίων τὴν ὀφρὺν καταστέλλων, καὶ διδάσκων ὡς οὐ παιδεύσεως ἀλλὰ πίστεως χρεία.
- 9.205
Ἰωάννου Ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο καὶ φορτικῶς κατηγόρησεν, θεραπεύει λοιπὸν λέγων, “ ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. οὐδὲν γὰρ ἀνθρώπινον ἔχει οὐδὲ σαρκικόν ἀλλὰ πνευματική τίς ἐστιν· διὸ φησὶ σφοδρὰ καὶ γνησία· καὶ γὰρ σφόδρα ἐρῶντος τὸ ῥῆμα ἦν· ἐπειδὴ γὰρ διέστηκεν τῷ τόπῳ, καθάπερ δεξιᾶς τινος ἐκτάσει ταῖς τῆς ἀγάπης χερσὶν αὐτοὺς περιλαμβάνει· δι’ ὧν δείκνυσιν ὅτι οὐκ ὀργῆς ἣ θυμοῦ ἦν τὰ γραφέντα, ἀλλὰ κηδεμονίας. ἡμεῖς δὲ τὴν ἐντεῦθεν ὠφέλειαν δρεψώμεθα, καὶ τὸν ἀγαπήσαντα δεσπότην φιλήσωμεν· ἵνα μὴ τῆς ἀποστολικῆς ἀρᾶς μεταλάχωμεν, ἀλλὰ τῶν ἀποστολικῶν ἀξιωθῶμεν σκηνῶν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατέρι, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς αἰῶνας τῶν αἰώνων. ἀμήν. ἀμήν. ἀμήν.
← Previous — showing 1001–1057 of 1,057
First Thousand Years of Greek. CTS URN tlg4102.tlg012.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.