Catena In Epistulam I Ad Corinthios
- 1.55
Σευηριανοῦ. Τὸ “ κατὰ σάρκα” προσέθηκεν· ἀντιδιαστέλλων τῶ Πνεύματι· καὶ τὰ ἑξῆς ὁμοίως κατὰ κοινοῦ ἀποδιδούς.
- 1.56
Ὠριγένουσ. Ἐν τῇ κλήσει, φησὶ, καὶ τῆ πίστει ταύτῃ, οὐκ ἦλθον “ σοφοὶ πολλοί.” προσέθηκεν δὲ τὸ “ πολλοὶ” ὅτι ἦσαν καί τινες σοφοὶ πιστεύσαντες· οἷον ὁ Ἀρεοπαγίτης, ὁ ἀνθύπατος καὶ ἕτεροι· καὶ πανταχοῦ διὰ τοῦτο τὸ “ πολλοὶ” πρόσκειται. ὅτι ἦσαν καί τινες δυνατοὶ καὶ εὐγενεῖς πεπιστευκότες· κατὰ τὸ φαινόμενον, κατὰ τὸν παρόντα βίον καὶ τὴν ἔξωθεν παίδευσιν. οὗτοι γὰρ μάλιστα μωροὶ, οἱ πεπιστευκότες ἑαυτοὺς ὅτι εἰσὶ σοφοί. Διὸ καὶ δυσαποσπάστως ἔχουσι πρὸς τὰ ἅγια δόγματα. Καὶ γὰρ καὶ οἱ δυνατοὶ καὶ οἱ εὐγενεῖς, τύφου πεπληρωμένοι· οἱ 1 μὲν διὰ τὸν πλοῦτον, οἱ δὲ διὰ τοῦ γένους, ἐξέλκουσιν ἑαυτοὺς τῆς θεογνωσίας· καὶ οὐκ αἱροῦνται τῶν παρόντων καταφρονεῖν.
- 1.57
Τοῦ Αὐτοῦ. Πανταχοῦ τὰ ἀποβολιμαῖα 1 καὶ εὐτελῆ προσελάβετο, ἵνα τοὺς δυνατοὺς ἀπίστους καταισχύνῃ· ἀκούων δὲ “ ἐξε- “λέξατο·” μὴ τοῦτο ὑποπτεύσῃς ὅτι ἔργον ἔσχεν ὁ Θεὸς, τοὺς μὲν πτωχοὺς λαβεῖν, τοὺς δὲ δυνάστας ἀπώσασθαι, ἀλλὰ ὅτι εὐτελεῖς προσέδραμον μᾶλλον τῇ πίστει· οἱ δὲ ἐν δυναστείαις ὄντες καὶ σοφίᾳ ἑαυτοὺς ἀπεσχοίνισαν, ἀπαξιώσαντες παρ’ ἰδωτῶν μαθεῖν· ὡς ὁ γε Θεὸς πάντας σῶσαι ἤθελεν. “ καταισχύνει” δὲ πανταχοῦ ἀκούων περὶ ἐκείνων νόει τῶν οἰκείᾳ σοφίᾳ καὶ πλούτῳ πεποιθότων καὶ μὴ πιστευσάντων· αὐτὴ γὰρ νίκη Χριστοῦ μεγίστη διὰ τῶν μωρῶν, τοῦτ’ ἐστιν τῶν ἰδιωτῶν, νικῆσαι τοὺς σοφοὺς καὶ καταισχύναι. μεγίστη γὰρ τῶν σοφῶν αἰσχύνη παρὰ ἰδιωτῶν ἡττᾶσθαι· καὶ μεγίστη νίκη Χριστοῦ ἐν μωροῖς νικᾶν τοὺς σοφούς.
- 1.58
Ὠριγένουσ. Δύναμιν ἐλάβομεν ἀπὸ τοῦ πιστεύειν εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον. καὶ ὅσον λείπομεν ἐν τῇ πίστει, τοσοῦτον λειπόμεθα ἐν τῇ δυνάμει τοῦ ἔχειν ἐν ἑαυτοῖς τὸ ἀπὸ τοῦ Θεοῦ· εἰ δὲ θέλετε νοῆσαι τί ἐστιν “ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ “ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω,” νοήσατέ μοι πάνυ γενναῖον ἐν τοῖς αἱρετικοῖς λόγοις, φέρε εἰπεῖν Μαρκίωνα ἣ Βασιλείδην, καὶ οὕτω μετὰ δυνάμεως ζητοῦντα ὑπὲρ τῶν αἱρετικῶν λόγων, ὥστε μὴ τὸν τυχόντα δύνασθαι αὐτῷ ἀντιστῆναι. εἶτα, νοήσατέ τινα ἱκανὸν κατὰ τὴν ἀλήθειαν λέγοντα, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, καὶ δεικνύντα πάντα ἐκεῖνα μωρίαν ἐφ’ οἱς ἐπεποίθει ὁ ἠπατημένος. ἐκείνων οὖν τὴν σοφίαν ἀπόλλυσιν· οὐ τῶν ὄντως σοφῶν, ‘Ησαίου, ‘Ιερεμίου, ἣ Σαλομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. πῶς δὲ καὶ “ἐν “ τῇ σοφίᾳ τοῦ Θεοῦ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν “ Θεόν; ” ἡ σοφία τοῦ Θεοῦ ἐν νόμῳ καὶ προφήταις ἐστίν· ὁ κόσμος οὐκ ἔγνω ἐν νόμω καὶ προφήταις κηρυσσόμενον τὸν Χριστόν. διὰ τοῦτο ἐπὶ συντελείᾳ τῶν αἰώνων ἔπεμψεν Ἰησοῦν Χριστὸν σταυρωθησόμενον ὑπὲρ γένους τῶν ἀνθρώπων· ἵνα τῇ μωρίᾳ τοῦ κηρύγματος πιστεύωσιν οἱ πιστεύσαντες εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον.
- 1.59
Προσέθηκε δὲ τὸ “ οὐ πολλοὶ σοφοὶ τὸ κατὰ σάρκα,” εἰδὼς ὅτι τῶν σοφῶν εἰσι διαφοραί. καὶ οἱ μέν εἰσι σοφοὶ κατὰ σάρκα· οἱ δὲ κατὰ Πνεῦμα· καὶ κατὰ σάρκα εἰσὶ σοφοὶ οἱ λέξει διὰ μόνα μεμελετηκότες καὶ καλλωπίζοντες, ὁ τι ποτ’ οὖν ὡς ἀλήθειαν, οὐκ ὃν ἀλήθειαν. ὅμως δὲ καὶ οὐδὲ οὕτως ἀπέκλεισε τοὺς κατὰ σάρκα σοφοὺς ἀπὸ τῆς πίστεως· οὐ γὰρ εἶπεν οὐδεὶς σοφὸς κατὰ σάρκα προσέρχεται τῷ λόγῳ, ἀλλ’ ὅτι σφόδρα ὀλίγοι· δυνατοὶ δὲ κατὰ σάρκα εἰσὶν, οἱ τὰς ἐξουσίας ἔχοντες· κατὰ Πνεῦμα δὲ νοήσεις, ἐὰν ἴδῃς τὸν Σωτῆρα τίνα τρόπον· οὐκ ἦν μὲν δυνατὸς κατὰ σάρκα· προεδόθη γοῦν καὶ ἐσταυρώθη ἐξ ἀσθενείας· ἦν δὲ δυνατὸς κατὰ Πνεῦμα· “ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ θερα- “ πεύων·” οὕτω τὸ κατὰ τοὺς Ἀποστόλους, ὅρα τίνα τρόπον ἦσαν δυνατοὶ κατὰ Πνεῦμα. ἐστὶν δυνατὸς κατὰ Πνεῦμα καὶ ὁ κατὰ τὸ Πνεῦμα βίους· καὶ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατῶν· ὁμοίως καὶ ἐπὶ τῶν εὐγενῶν νοήσεις· εὐγενεῖς κατὰ σαρκα εἰσὶν, οἱ ἐκ πατρῶν πλουσίων καὶ ἐνδόξων· κατὰ δὲ Πνεῦμα εὐγενεῖς εἰσὶν οἱ υἱοὶ τοῦ Θεοῦ, περὶ ὧν γέγραπται· “ ὅσοι δὲ ἔλαβον “ αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.”
- 1.60
τίνα οὖν ἐξελέξατο ὁ Θεός ; οὐχ ἁπλῶς τὰ μωρά· ἀλλὰ μετὰ προσθήκης τῆς τοῦ κόσμου. ἡμεῖς οἱ πιστεύοντες μωροί ἐσμεν ὡς πρὸς τὸν κόσμον. γελῶσιν οὑν ἡμᾶς μωροὺς, λέγοντες, Χριστιανοὶ λέγουσιν ἀνάστασιν νεκρῶν· καὶ ὅτι ζῶμεν μετὰ θάνατον· καὶ ὅτι Ἰησοῦς ὃν ἐσταύρωσαν Ἰουδαῖοι ἐκ παρθένου γεγέννηται· καὶ ὅσα τοιαῦτα· ἐκεῖνοι οὖν γελασάτωσαν ἡμᾶς, καὶ μωροὺς λεγέτωσαν· “ ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. “ μωρία γὰρ αὐτῷ ἐστιν·” “ τὰ μωρὰ οὖν τοῦ κόσμου ἐξελέξατο “ ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.” οὐχ ἁπλῶς τοὺς σοφοὺς, ἀλλὰ κατὰ κοινοῦ τοῦ κόσμου· ἵνα εἴπῃ, “ τοῦ κόσμου μωρὰ “ ἐξελέξατο ὁ Θεός· ἵνα καταισχύνῃ τοὺς σοφοὺς τοῦ κόσμου·” ἀληθῶς γὰρ καταισχύνονται οἱ σοφοὶ τοῦ κόσμου, ὅτ’ ἂν αὐτοὶ μὲν προσκυνῶσιν εἰδώλοις, οἱ δὲ ἀγράμματοι οἱ καὶ ἰδιῶται ἀποθνήκωσιν ὑπὲρ τοῦ μὴ εἰδωλολατρῆσαι. “ καὶ τὰ ἀγενῆ τοῦ κόσμου “ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός·” πάλιν ἐνταῦθα μετὰ προσθήκης τῆς τοῦ κόσμου. τί γὰρ εὐγενέστερον ψυχῆς κατλειπούσης τὰ εἴδωλα καὶ λεγούσης, ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὑετίζων m.
- 1.61
Τὰ ἀγενῆ οὖν τοῦ κόσμου, εὐγενῆ δὲ τοῦ Θεοῦ, ἐξελέξατο ὁ Θεός· μόνον κατορθωσόμενον ἐξὸν Θεῷ. οὐκ ἐξουδενωθησόμεθα· περὶ οὗ γέγραπται· “ ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος.” “ καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.” τὰ μὴ ὄντα ὠνόμασε τὰ μωρὰ τοῦ κόσμου, τὰ ἀσθενῆ, τὰ ἀγενῆ, τὰ ἐξουθενημένα· τὰ ὄντα, τοὺς εὐγενεῖς τοῦ κόσμου· ἐν γὰρ τῷ κόσμῳ οὗτοι εἰσι τινές· οὐκ ἐσμὲν ἡμεῖς καταπονούμενοι ὑπὸ πάντων καὶ καταφρονούμενοι; τὰ μὴ ὄντα νῦν ἐξελέξατο ὁ Θεός· “ ἵνα τὰ ὄντα “ καταργήσῃ. ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ,” καὶ εἴπῃ, διὰ τοῦτο ἐξελέχθην ὅτι εὐγενής εἰμι· ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ ‘Ιησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. διὰ τοῦτο γὰρ ταῦτα πάντα ἡμῖν ἐστι Χριστός. ἵνα τὸ γεγραμμένον γένηται “ὁ καυχώμενος, ἐν Κυρίῳ “ καυχάσθω.’ εἰ γὰρ ὁ καυχώμενος ἐν σοφίᾳ ὀφείλει καυχᾶσθαι, Χριστὸς δὴ ἡ σοφία· δηλονότι ὁ καυχώμενος ἐν Χριστῷ καυχᾶται. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως· ἁγιασμοῦ τέ φημι καὶ δικαιοσύνης.
- 1.62
Σευηριανοῦ. “ Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον “ αὐτοῦ· τουτέστιν, ἵνα μὴ τοῖς οἰκείοις πλεονεκτήμασιν ἐπι- γράψωσι τὸ κατόρθωμα τοῦ κηρύγματος. σὰρξ δὲ εἶπεν καὶ οὐ ψυχὴ, ἐξευτελίζων τὰ ἀνθρώπινα καυχήματα. διατί δὲ “ ἐνώπιον “ αὐτοῦ,” καὶ οὐκ ἐνώπιον ἀνθρώπων ; ὅτι τῇ ἐπὶ τῷ Θεῷ καυχήσει ἀντετάττετο ἡ ἐπὶ τοῖς ἡμετέροις πλεονεκτήμασι καύχησις· ἃ γὰρ ἐχρῆν ἐπιγράφειν Θεῷ, ἐπέγραφεν 1 ἀνθρώποις· διὰ τοῦτο τὸ “ ἐνώ- “ πίον αὐτοῦ” εἴρηκεν· καὶ γὰρ ἦν ἀσεβὴς ἡ καύχησις ἐνώπιον τοῦ πάντα ὁρῶντος γινομένη· ὅτι δὲ τὸ “ ἐνώπιον αὐτοῦ” οὐκ ἐν τῇ παρουσίᾳ εἱρηκεν, αὐτὴ ἡ ὅλη ὑπόθεσις δείκνυσιν. δει γὰρ τοῖς επιλόγοις καυχωμένοις καὶ ἐπὶ τὸ βαπτίζειν καὶ ἐφ’ ἑτέροις τισὶν ποιεῖται τὸν λόγον.
- 1.63
Φωτίου. Ἢ καὶ οὕτως βούλει μαθεῖν ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστι, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον· ἀπ’ αὐτῆς καὶ μόνης τῆς κλήσεως ῥᾷόν ἐστι τοῦτο κατανοῆσαι. βλέπε γάρ μοι· οὐχὶ πολλοὶ σοφοὶ ἦσαν τὴν ἐν κόσμῳ σοφίαν ; οὐχὶ πολλοὶ δυνατοὶ ταύτην τὴν δύναμιν; οὐχὶ πολλοὶ εὐγενεῖς τὴν ἐπίκαιρον εὐγένειαν; τί οὖν· μὴ τούτους ἐποιήσατο ὁ Χριστὸς ἑαυτοῦ μαθητὰς, καὶ δι’ αὐτῶν ἐκλήθητε ὑμεῖς ; οὐδαμῶς· ἀλλὰ τοὐναντίον· ἀλλὰ τὰ μωροὶ κατὰ τὸν κόσμον καὶ τὰ ἀσθενῆ καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο· ἀνθρώπους ἁλιεῖς, πένητας, ἀγραμμάτους· καὶ δι’ αὐτῶν ἐποιήσατο τὴν κλῆσιν ὑμῶν πάντων καὶ σοφῶν καὶ ἰδιωτῶν καὶ πενήτων καὶ πλουσίων, καὶ ἀσθενῶν καὶ ἰσχυρῶν· καὶ κατῄσχυνεν τοὺς εὐγενεῖς καὶ σοφοὺς καὶ ἰσχυρούς· ὅτι ὅπερ αὐτοὶ οὐκ ἃν οὐδὲ ἐπιχειρῆσαι ἐτόλμησαν κόσμον ὅλον μεταστῆσαι· τοῦτο τὰ ἀσθενῆ καὶ τὰ μωρὰ περιφανῶς n κατεπράξαντο· ἆρ᾿ οὐ κατῃσχύνθησαν οἱ δοκοῦντες εἶναι σοφοὶ καὶ δυνατοὶ ; ἆρ᾿ οὐχὶ ἐναργῶς ἀποδέδεικται, ὅτι τὸ μωρὸν καὶ ἀσθενὲς τοῦ Θεοῦ σοφώτερον καὶ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν ; “ ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. οὐκ οὖν οὐδὲ ἡμεῖς φησὶ καυχησώμεθα ; ’ναι φησιν, ὑμεῖς οἱ πιστοὶ καυχᾶσθαι ὀφείλετε· οὐ γάρ ἐστε ὑμεῖς σάρξ· ἀλλ’ ἐξ αὐτοῦ διὰ τῆς παλιγγενεσίας ἐγεννήθητε· καὶ σοφοὶ ἐστε. ἀλλ’ αὐτὸν ἔχοντες σοφίαν τὸν ἀπολυτρωσάμενον τῆς τυραννίδος· καὶ οὐ μόνον τοῦτο· ἀλλὰ καὶ ἁγιάσαντα διὰ τοῦ βαπτίσματος· καὶ οὐ μόνον τοῦτο· ἀλλὰ καὶ δικαιώσαντα διὰ τῶν χαρισμάτων. ἡμεῖς διὰ ταῦτα ὀφείλομεν καυχᾶσθαι· καυχᾶσθαι δὲ οὐκ ὅτι κατορθώματι τινὶ ἡμετέρῳ τοῦτο ἠξιώθημεν, ἀλλ’ ἐν Κυρίῳ, ὅτι πάντα τῆς αὐτοῦ δωρεᾶς καὶ φιλανθρωπίας τῆς εἰς ἡμᾶς τὰ τοιαῦτα ὑπάρχει πλεονεκτήματα.
- 1.64
Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγεν- νήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· ἵνα καθὼς γἑγραπται,Ὁ καυχώμενος, I ἐν Κυρίῳ καυχάσθω. κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων 2ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυ- ρωμενον.
- 1.65
Σευηριανοῦ. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε·” πάντες ὁμοίως κατὰ τὸ σεσῶσθαι φασὶν εἰρῆσθαι νῦν· οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον· ὡς φησὶν ἀλλαχοῦ· “οἱ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ “θελήματος σαρκός· ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν·” οἱ τοίνυν ἐξ αὐτοῦ πῶς καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν ; τὸ δὲ ** ἐν “Χριστῷ Ἰησοῦ ὃς ἐγεννήθη ἡμῖν σοφία καὶ ἁγιασμὸς καὶ ἀπο- “λύτρωσις” οὐκ ἀνθρώπων σύνεσις ἥρπασεν· ἀλλ’ Ἰησοῦς σταυ- ρωθείζ́ οὐκ ἀνθρώπων σοφία ἔσωσεν, ἐπλανᾶτο γάρ· ἀλλ’ αὐτὸς ἡμῖν σοφία γέγονεν εἰς θεογνωσίαν· οὐκ ἄνθρωποι ἀπελυτρώσαντο· ὥστε τὸ καύχημα ἀπὸ τοῦ σώσαντος γενέσθω, μὴ ἀπὸ τῶν σωθέντων.
- 1.66
Ὠριγένουσ. Δείκνυσιν ὅτι πάντων εἰσὶν εὐγενέστερα, τὸν Θεὸν ἔχοντες Πατέρα· τῆς εὐγενείας ταύτης οὐχ ὁ δεῖνα ἣ ὁ δεῖνα, ἀλλ’ ὁ Χριστὸς ὑμῖν ἐστιν αἴτιος, σοφοὺς ὑμᾶς ποιήσας καὶ δικαίους καὶ ἁγίους. τοῦτο γάρ ἐστιν “ὃς ἐγενήθη ἡμῖν σοφία.” τὸ δαψιλὲς ἐνδεικνύμενος τῆς δωρεᾶς. ὡσανεὶ ἔλεγεν, ἑαυτὸν ἡμῖν ἔδωκεν· “κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον οὐ καθ’ ὑπεροχὴν “λόγου ἢ σοφίας ἀπαγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ.” τι γὰρ εἰπέ μοι, εἰ καὶ ἐβούλου, κα ὑπεροχὴν ἐλθεῖν ἐδύνασο ; ἐγὼ μὲν εἰ ἐβουλόμην οὐκ ἂν ἠδυνήθην· ὁ δὲ Χριστὸς εἰ ἐβούλετο ἠδύνατο· ἀλλ’ οὐκ ἐβουλήθη· ἵνα λαμπρότερον ποιήσῃ τὸ τρό- παῖον· διὸ καὶ ἀνωτέρω δεικνὺς ὅτι αὐτοῦ βούλημα ἦν τὸ οὕτως ἰδιωτικῶς κηρύξαι τὸν λόγον, ἔλεγεν· “ οὐ γὰρ ἀπέστειλέν με “ Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι·” οὐκ ἐν σοφίᾳ καταγγέλλων ὑμῖν, φησὶν, τὸ μαρτύριον τοῦ Θεοῦ. οὐκ εἶπεν τὸ κήρυγμα· ἀλλὰ τὸ μαρτύριον· ὃ καὶ αὐτὸ ἱκανὸν ἦν ἀποτρέψαι· θάνατον γὰρ περιῄει κηρύττων· διὸ καὶ ἐπήγαγεν· “ οὐ γὰρ ἔκρινα “ εἰδέναι τί ἐν ὑμῖν· εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρω- “ μένον·” τοῦτο δὲ ἔλεγεν· ὅτι καθόλου τῆς ἔξωθεν σοφίας ἐστὶν ἄμοιρος. ἐμοὶ δὲ δοκεῖ καὶ ταπεινότερον αὐτοῖς διηλέχθαι μᾶλλον ἣ τοῖς ἄλλοις, τὸν τῦφον αὐτῶν καταστέλλων. τὸ τοίνυν “ οὐδὲν “ ἔκρινα εἰδέναι,” πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἔξωθεν σοφίας· οὐ γὰρ ἦλθον λογισμοὺς πλέκων οὐδὲ σοφίσματα, ὥσπερ ἐκεῖνοι· οὐδὲ ἄλλο τι λέγων ὑμῖν, ἣ ὅτι Χριστὸς ἐσταυρώθη.
- 1.67
Κυτίλλου. Μαρτύριον τοῦ Θεοῦ φησὶν τὸν Χριστόν· μεμαρτύρηκε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐπ’ αὐτῷ λέγων· “ οὗτός ἐστιν ὁ Τιός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.”
- 1.68
Θεοδωρίτου. “ Λόγον” τὴν εὐγλωττίαν καλεῖ· “ σοφίαν” δὲ τῶν λόγων τὴν τέχνην· καλῶς δὲ τὸ “ ἔκρινα” τέθεικεν, διδάσκων ὡς ἠδύνατο και τὸν πέρι τῆς θεολογίας αὐτοῖς λόγον προσενεγκεῖν· ἀλλ’ ὅμως μόνη· τὴν περὶ τῆς οἰκονομίας ἐποιήσατο διδασκαλίαν, ἐπὶ τῷ δεσποτικῷ σεμνυνόμενος πάθει.
- 1.69
Φωτίου. Σοφία ἀπὸ Θεοῦ ἀντὶ τοῦ θεία σοφία· θεικὴ, οὐχ οἷα ἀνθρωπίνη.
- 1.70
Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.
- 1.71
Σευηριανοῦ. Ἐφοβούμην ἀεὶ μὴ τῇ ἔξωθεν παιδεύσει ἐπαρθῆτε, αὐτίκα οὐκ ἐχρησάμην τῇ πειθούσῃ σοφίᾳ· “ ἐν ἀσθενείᾳ” δὲ λέγει, τῇ ἀπὸ τῶν διωγμῶν· τοῦτο γὰρ πανταχοῦ ἔθος αὐτῷ λέγειν· “ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ·” τὸ ἀσθενὲς ἐξ ὧν ἐδιωκόμην ἐπεδεικνύμην, τὸν φόβον καὶ τὸν τρόμον τὸν περὶ ὑμῶν· πάντα ἤμην ταπεινός· ἵνα ὑμεῖς τοῦτο διδαχθῆτε καὶ μὴ ἐπαίρεσθε.
- 1.72
Ὠριγένουσ. Τί λέγεις ; καὶ Παῦλος ἐφοβεῖτο καὶ σφόδρα ἐδεδοίκει ; εἰ γὰρ καὶ Παῦλος ἦν· ἀλλ’ ἄνθρωπος ἢν· τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου· ἀλλ’ ἀσθενεία μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως· ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν· ὡς οἱ λέγοντες ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ μόνον αὐτὸν οὐ σεμνύνουσιν, ἀλλὰ καὶ ὑποτέμνονται πολὺ τῶν ἐπαίνων.
- 1.73
Θεοδωρίτου. Αἰκιζόμενος, στρεβλούμενος καὶ καθειργνύμενος διετέλεσα.
- 1.74
Κυτίλλου. Καίτοι γὰρ οὕτω μετρίᾳ χρησάμενος ὑφηγήσει· ἐδείδιεν σφόδρα, φησί· μὴ γὰρ πῶς ἀμείνους τῆς ἐνούσης ἡμῖν εὑρισκόμενοι διανοίας, ὀνήσειαν μὲν οὐδὲν, ἀδικήσειαν δὲ μᾶλλον· τοῖς γὰρ νηπίοις τὴν φρένα, τρυφερός τε καὶ εὐαφὴς πρέποι ἃν εἰς εἴδησιν λόγος· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἐξ ὧν ο τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τὲ καὶ κακοῦ. γέγονε τοίνυν, φησὶν, ὡς ἐν ἀσθενείᾳ πολλῇ· καὶ οὐκ ἐν ὅλῃ δυνάμει τοῦ μυσταγωγοῦ πρὸς ὑμᾶς ὁ λόγος. οὔτε μὴν “ἐν πειθοῖς σοφίας ἀνθρωπίνης· ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ “δυνάμεως· ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν “ δυνάμει Θεοῦ.” τῷ γὰρ κηρύγματι προσεπῆγον οἱ Ἀπόστολοι καὶ θεοσημείας ἀπόδειξιν ἐναργῆ, τὸ χρῆμα ποιούμενοι, τὸ χρῆμα πιστεύειν, ὅτι Θεὸς ἐν τούτοις διὰ τοῦ Πνεύματος, καὶ δι’ αὐτῶν μεμαρτύρηται τῶν πραγμάτων, ὡς ἀρρήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει τε καὶ ἐνεργείᾳ χρώμενοι καὶ κατορθοῦν εὐκόλως τὰς τερατουργίας· τὰ μὲν γὰρ Ἑλλήνων μυθάρια δέοιντ’ ἂν εἰκότως τοῦ συνασπίζοντος λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος. ἀποχρή γε μὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος.
- 1.75
Σευηριανοῦ. Ἐπειδὴ εἶπεν “ ὁ λόγος μου,” ἵνα μὴ δόξῃ τὸ ἐναντίον αὐτῷ παριστᾶν, τοῦτ’ ἐστι τὴν εὐγλωττίαν· λέγει καὶ “ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας ·” ἐπειδή ἐστι σοφία οὐ ῥημάτων ἀλλὰ γνώσεως θείας Πνεύματος καὶ δυνάμεως. Επειδὴ γὰρ καὶ λόγον σοφίας χορηγεῖ, ποιεῖ δὲ καὶ θαύματα τὸ Πνεῦμα τὸ Ἅγιον· εἶπεν “ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμενως·” τὸ γὰρ λεγόμενον, οὔπω ἀπόδειξις· τὸ δὲ θαῦμα τὴν ἀπόδειξιν ἔχει.
- 1.76
Φωτίου. “ Καὶ ἐγὼ. ἐν ἀσθενείᾳ·” μονονουχὶ λέγων· τί προσενείματε ἑαυτοὺς, οἱ μὲν τοῖς σοφοῖς, οἱ δὲ τοῖς δυνατοῖς· μὴ τί ταῦτα συμβάλλεται πρὸς τὸ κήρυγμα ἡ δοκοῦσα σοφία καὶ ὁ πλοῦτος καὶ ἡ δύναμις ; ἐνθυμήθητε, πῶς ἦλθον κηρύσσων ὑμῖν· ἐν σοφίᾳ ; ἀλλ’ οὐκ ἔχοιτ’ ἃν τοῦτο εἰπεῖν· ἀλλ’ ἐν δυναστείᾳ ; καὶ μὴν τρέμων καὶ φόβων καὶ ἀπειλῶν γέμων· οὕτως ἐκήρυσσον ἐν ὑμῖν· τι οὖν ὑμεῖς τούτων λήθην λαβόντες, σοφοὺς καὶ πλουσίους καὶ δυνάστας ἐπιζητεῖτε ; καὶ τούτους ὑμῖν διδασκάλους καὶ καθηγητὰς ἀποφαίνεσθε;
- 1.77
Ἵνα ἡ πίστις ὑμῶν μὴ ἦ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει Θεοῦ. σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων.
- 1.78
Σευηριανοῦ. Ἐπειδὴ γὰρ μόνον λέγων οὐδὲν διήλαττεν τῶν σοφίᾳ χρωμένων καὶ θαρσούντων ἑαυτῶν τῷ λόγῳ· δυνάμεις δὲ ποιῶν ἔδειξε τοῦ Θεοῦ τὴν ἰσχὺν, κἀκεῖθεν τὸ κήρυγμα, καλῶς ἒπήγαγεν, “ ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπου, ἀλλ’ ἐν δυνάμει Θεοῦ.” Θεοδωρίτου. τούτου χάριν φησὶν οὐκ εἴασεν ἡμᾶς εὐγλωττίᾳ χρήσασθαι ὁ δεσπότης· ἵνα ἡ πίστις ὑμῶν ἀνύποπτος φαίνηται· οὐ δεινότητι λόγων ὑπαχθεῖσα, ἀλλὰ τῇ δυνάμει ποδηγηθεῖσα τοῦ Πνεύματος.
- 1.79
Ὠριγένουσ. Ἴνα μὴ εἴποι τίς ἄρ οὑν ἐπεὶ τὰς ἀποδείξεις τῆς πίστεως ἐν δυνάμει καὶ ἐν Πνεύματι ἔφερεν, οὐκ εἶχεν σοφίαν οὐδεμίαν ; ἀλλὰ τοῦτό ἐστι τὸ μυστήριον τῆς θεοσεβείας, πιστεύσαι μόνον καὶ οὐκ ἐπαγγελίας σοφίας ἐν αὐτῷ. ἐπιφέρει καὶ λέγει· “ σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ “ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταρ- “ γουμένων·” ἄλλο γάρ ἐστιν εἰσαγαγεῖν τινας εἰς τὴν πίστιν· ἄλλο τὴν σοφίαν τοῦ Θεοῦ ἀποκαλύπτειν· ἀναπτύσσομεν οὖν τὴν σοφίαν τοῦ Θεοῦ, οὐ τοῖς εἰσαγομένοις, οὐδὲ τοῖς ἀρχομένοις· οὐδὲ τοῖς μηδέπω ἀπόδειξιν τοῦ ὑγιοῦς βίου δεδωκόσιν· ἀλλ’ ὅτ’ ἃν γυμνασάμενος ὃν δεῖ τρόπον τὰ αἰσθητήρια, πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ ἐπιτήδειος γένηται, καὶ πρὸς τὸ ἀκοῦσαι σοφίαν· τότε “ λαλοῦμεν σοφίαν ἐν τοῖς τελείοις· σοφίαν δέ’ λέγω “ οὐ “ τοῦ αἰῶνος τούτου.” οὐδὲ παραπλησίαν τῆς m σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. ἅμα δεδήλωκεν ὅτι τὰ φερόμενα παρὰ τοῖς ἄλλοις μαθήματα, οὐκ ἔστιν ἀνθρώπων κατὰ τὴν ἀρχήν· ἀλλὰ δυνάμεων ἀοράτων τῶν καταργουμένων· καὶ εἴποιμι δ᾿ ἃν ὅτι ποιητικὴ σοφία ἐστὶ τοῦ αἰῶνος τούτου· τάχα δὲ καὶ ἡ ῥητορική· σοφία δὲ καὶ ἡ ἐπαγγελλομένη λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ περὶ διοικήσεως τῶν ὅλων. ἡμεῖς οὖν εἰ σοφίαν λαλοῦμεν καὶ λέγομεν αὐτὴν ἐν τοῖς τελείοις· οὐ τὴν τοῦ αἰῶνος τούτου λέγομεν· οὔτε γὰρ διὰ ποιημάτων ἣ διά τινος τοιαύτης τέχνης.
- 1.80
Ἰωάννου. Προτέραν ἐλέγξας τὴν νομιζομένην σοφίαν διὰ τῶν πραγμάτων, τότε αὐτὴν ἐκάλεσεν μωρίαν· καὶ πρότερον καλέσας μωρίαν τὴν τοῦ Θεοῦ σοφίαν κατὰ τὴν ἐκείνων ψῆφον, τότε δείκνυσιν αὐτὴν σοφίαν οὖσαν· μετὰ γὰρ τὰς ἀποδείξεις δυνατὸν μάλιστα τοὺς ἀντιλέγοντας ἐντρέπειν· διὸ φησὶ “ σοφίαν δὲ “ λαλοῦμεν ἐν τοῖς τελείοις·” ὅτ’ ἂν γὰρ ἐγὼ ὁ νομιζόμενος μωρὸς καὶ μωρὰ κηρύττειν τοῦ σοφοῦ περιγένωμαι, οὐ διὰ μωρᾶς σοφίας περιεγενόμην· ἀλλὰ διὰ σοφίας τελειοτέρας, καὶ τοσαύτης καὶ οὕτως μείζονος, ὡς ἐκείνην μωρὰν φαίνεσθαι· “ οὐδὲ τῶν “ ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·” ἄρχοντας αἰῶνος ἐνταῦθα, οὐ δαίμονας τινὰς λέγει, καθὼς τινὲς ὑποπτεύουσιν· ἀλλὰ τοὺς ἐν ἀξιώμασι, τοὺς ἐν δυναστείαις· τοῦτο πρᾶγμα περιμάχητον νομίζοντας εἰναι, φιλοσόφους καὶ ῥήτορας καὶ λογογράφους· καὶ γὰρ αὐτοὶ ἐκράτουν, καὶ δημαγωγοὶ πολλάκις εγίνοντο· τοῦ δὲ αἰῶνος ἐκάλεσεν ἄρχοντας· ἐπειδὴ περαιτέρω τοῦ παρόντος αἰῶνος οὐδὲ πρόσεισιν αὐτῶν ἡ ἀρχή. διὸ καὶ ἐπήγαγε “ τῶν κααργουμένων·” οἴκοθέν τε αὐτὴν διαβάλλων καὶ ἀπὸ τῶν χρωμένων δείξας γὰρ ὅτι ψευδής ἐστιν, ὅτι μωρὰ, ὅτι οὐδὲν δύναται εὑρεῖν, ὅτι ἀσθενὴς, δείκνυσιν ὅτι καὶ ὀλιγοχρόνιος.
- 1.81
‘Αλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἢν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἢν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἃν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.
- 1.82
Ὠριγένουσ. “ Ἀλλὰ λαλοῦμεν σοφίαν ἐν μυστηρίῳ,” ἃ οὐκ ἔγνωσται τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου, τοῖς ἐνεργοῦσι τὴν σοφίαν τῶν σοφῶν τοῦ κόσμου τούτου. οὕτω δὲ οὐκ ἔγνωσαν. ἐπεβούλευσαν τῷ Σωτήρι’ καὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, καὶ ἐσταύρωσαν αὐτόν· “ εἰ γὰρ ἔγνωσαν, οὐκ ἃν τὸν κύριον τῆς δόξης “ ἐσταύρωσαν·” οὐκ οὖν ζητητέον καὶ ἐν τῷ λόγῳ σοφίαν· ἀλλὰ μετὰ τὴν πίστιν, μετὰ τὴν πολιτείαν· κατὰ τὸ γεγραμμένον· “ ἐπεθύμησας σοφίαν, διατήρησον ἐντολάς.”
- 1.83
Κυτίλλου. Ἔχει πολὺ τὸ εἰκὸς ὁ λόγος. τεθριάμβευκε γὰρ ὁ Χριστὸς διὰ τοῦ ἰδίου σταυροῦ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, “ προσήλωσας τῷ ξύλῳ τὸ καθ’ ἡμῶν χειρόγραφον· ἀπεσόβησεν τῆς κἀς ἡμῶν τυραννίδος τὸν Σατανᾶν· κατήργηκε τοῦ κόσμου τὴν ἁμαρτίαν· ἀνοίξας τοῖς κάτω πνεύμασι τὰς ᾄδου πύλας, καθεῖλε τοῦ θανάτου τὸ κράτος· εἶτα πῶς οὐκ ἀπηχθημένον τοῖς ἀκαθάρτοις δαίμοσιν ἐστὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος ; οὐκ ἃν οὖν ἐσταύρωσαν, εἶπεν, εἰ ᾔδεσαν ἀκριβῶς αὐτὸν ὄντα τὸν λυτρωτὴν καὶ τῆς δόξης Κύριον· ὅτι γὰρ διαβολικῆς ἀγιότητος n ἔργον ἦν τὸ διὰ τῆς Ἰουδαίων ἀπονοίας σταυροῦσθαι Χριστὸν, παρέδειξεν ἐναργῶς ὁ θεσπέσιος Ἰωάννης, εἰπὼν περὶ τοῦ Ἰούδα· “ μετὰ γὰρ “ τὸ ψωμίον,” φησὶν, “ εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς·” ὃς οὐκ ᾔδει Θεὸν ὄντα τὸν ‘Ιησοῦν· εἰ γὰρ καὶ ἔγνω καὶ ἐπέπειστο, πῶς ἔπραξεν ο αὐτὸν ἐν τῇ ἐρήμῳ λέγων· “ εἰ υἱὸς εἰ τοῦ Θεοῦ, εἰπὲ “ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται ” γέγονε δὲ ὁμολογουμένως καὶ αὐτῷ τῷ Σωτήρι’ σπουδὴ τὸ λαθεῖν τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου· ἵνα καὶ πάθοι λαθὼν, καὶ τῷ ἰδίῳ αἵματι κατακτήσεται τὴν ὐπ’ οὐράνου ἑαυτῷ τε καὶ τῳ ἰδίῳ πνευματι p.
- 1.84
Ἰωάννου. Μυστήριον αὐτὴν λαλεῖ. ἐπειδὴ οὔτε Ἄγγελος οὔτε ἀρχάγγελος, οὔτε ἄλλος τις αὐτοκτίστη δύναμις ᾔδει πρὶν ἣ γενέσθαι· διὸ φησὶν, “ ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς “ ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος “ σοφία τοῦ Θεοῦ.” τοῦτο δὲ ἐποίησεν ἡμᾶς τιμῶν ὁ Θεὸς, ὥστε μεθ’ ἡμῶν αὐτοὺς ἀκοῦσαι τῶν μυστηρίων· καὶ γὰρ ἡμεῖς οὓς ἃν ποιησώμεθα φίλους, τοῦτο τεκμήριον πρὸς αὐτοὺς εἶναι φαμὲν τῆς φιλίας, τῷ μηδενὶ πρὸ αὐτῶν εἰπεῖν τὰ ἀπόρρητα· ἀκουέτωσαν οἱ τὸ κήρυγμα ἐκπομπεύοντες, καὶ τοὺς μαργαρίτας καὶ τὰ ἅγια τοῖς κυσὶ καὶ τοῖς χοίροις ῥιπτοῦντες, καὶ λογισμοῖς κεχρημένοι περιττοῖς· τὸ γὰρ μυστήριον κατασκευῆς οὐ δεῖται· ἀλλ’ ἇπέρ ἐστι, τοῦτο μόνον καταγγέλλεται· ἐπεὶ οὐκ ἔσται μυστήριον θεῖον καὶ ὁλόκληρον, ὅταν καὶ παρὰ σαυτοῦ τί προσθῇς. καὶ ἄλλως δὲ μυστήριον καλεῖται, ὅτι οὐκ ἅπερ ὁρῶμεν βλέπομεν, ἀλλ’ ἕτερα ὁρῶμεν καὶ ἕτερα πιστεύομεν· τοιαύτη γὰρ ἡ τῶν μυστηρίων ἡμῶν φύσις· ἑτέρως γοῦν ἐγὼ, καὶ ἑτέρως ὁ ἄπιστος περὶ ταῦτα διακείμεθα· οὐ γὰρ τῇ ὄψει κρίνω τὰ φαινόμενα, ἀλλὰ τοῖς ὀφθαλμοῖς τῆς διανοίας, τὴν διὰ τοῦ Πνεύματος ἔχων ἐμπειρίαν· καὶ πάντες δὲ οἱ πιστοί.
- 1.85
τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· “ ὅτι καὶ νῦν τὸ “ κηρυττόμενον ἀποκέκρυπται· τοῖς γὰρ ἀπολλυμένοις,” φησίν, “ ἐστι κεκαλυμμένον·” “ ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τού- “ του ἔγνωκεν. εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης “ ἐσταύρωσαν·” οὐκοῦν οὐδὲ ἐγκλημάτων εἰσὶν ἄξιοι, εἴγε μὴ ἔγνωσαν καὶ ἐσταύρωσαν· καὶ εἰ μὴ ᾔδεσαν, πῶς ἔλεγεν αὐτοῖς, “ κάμε οἴδατε καὶ οἴδατε πόθεν εἰμί; περὶ γὰρ τοῦ Πιλάτου φησὶν ἡ γραφὴ, ὅτι οὐκ εἰ ᾔδει· εἰκὸς δὲ μηδὲ τὸν Ἡρώδη, εἰδέναι· τούτους ἃν εἴποι τις ἄρχοντας τοῦ αἰῶνος τούτου. εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων καὶ περὶ τῶν ἱερέων εἴποι τις ἃν τοῦτο λέγεσθαι, οὐκ ἂν ἁμάρτοι· καὶ γὰρ καὶ ἐκείνοις φησὶν “ οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου πῶς οὑν ἀνωτέρω φησὶ καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμι ; ἀλλὰ τίς ὁ τρόπος τῆς γνώσεως ταύτης, καὶ τίς ἐκείνης, ἐν τοῖς Εὐαγγελίοις ἤδη εἴρηται. τί οὖν ; ἀφέθη αὐτοῖς τὸ ἐπὶ τῷ σταυρῷ ἁμάρτημα ; καὶ γὰρ εἶπεν “ἄφες “αὐτοῖς·” εἰ μετενόησαν, ἀφέθη. καὶ γὰρ ὁ μυρίαις χερσὶ βαλὼν τὸν Στέφανον, καὶ διώξας τὴν Ἐκκλησίαν Παῦλος, τῆς Ἐκκλησίας προστάτης ἐγένετο. οὕτως οὖν κἀκείνοις ἀφέθη τοῖς βουληθεῖσι μεταγνῶναι· ὃ δὴ καὶ Παῦλος βοῶν ἔλεγεν, “ λέγω οὖν· μὴ “ ἔπταισαν ἵνα πέσωσι ; μὴ γένοιτο· λέγω οὑν· μὴ ἀπώσατο ὁ “ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω ; μὴ γένοιτο·” εἶτα δεικνὺς ὅτι οὐκ ἀπεκλείσθη αὐτῶν ἡ μετάνοια. τεκμήριον τὴν ἐπιστροφὴν τὴν ἑαυτοῦ παρήγαγεν λέγων· “ καὶ γὰρ ἐγὼ Ἰσραελίτης εἰμί.” τὸ δὲ “ οὐκ ἔγνωσαν” ἐμοὶ δοκεῖ οὐ περὶ Χριστοῦ ἐνταῦθα εἰρῆσθαι, ἀλλὰ περὶ αὐτῆς τοῦ πράγματος τῆς οἰκονομίας· οἱόν, τι ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεσαν· καὶ γὰρ καὶ ἐκεῖ οὐκ εἰπεν, ὅτι ἐμὲ οὐκ οἴδασιν ἀλλ’ οὐκ οἴδασι τι ποιοῦσι τοῦτ’ ἐστι τὴν οἰκονομίαν τὴν τελουμένην, καὶ τὸ μυστήριον ἀγνοοῦσιν· οὐ γὰρ ᾔδεσαν ὅτι οὕτω εἶχε λάμψαι ὁ σταυρὸς, ὅτι τῆς οἰκουμένης γίνεται σωτηρία, καὶ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλάγή· καὶ ἡ πόλις αὐτῶν ἁλώσεται, καὶ δεινὰ πείσονται τὰ ἔσχατα· σοφίαν δὲ καὶ τὸν Χριστὸν λαλεῖ καὶ τὸν σταυρὸν καὶ τὸ κήρυγμα· εὐκαίρως δὲ “ κύριον δόξης” ἐκάλεσεν. ἐπειδὴ γὰρ ὁ σταυρὸς ἀδοξίαν εἶναι δοκεῖ, δείκνυσιν ὅτι μεγάλη δόξα ὁ σταυρός· ἀλλὰ μεγάλης ἔδει σοφίας, οὐ μόνον πρὸς τὸ τὸν Θεὸν εἰδέναι, ἀλλὰ καὶ πρὸς τὸ μαθεῖν τοῦ Θεοῦ τὴν οἰκονομίαν ταύτην.
- 1.86
Εοδωριτου. Εἰ ἔγνωσαν ὡς τὸ σωτήριον πάθος αὐτοὺς εἰς τὴν οἰκουμένην διασκεδάσει, τῆς δὲ σωτηρίας μεταδώσει τοῖς ἔθνεσιν, οὐκ ἂν τὸ πάθος ἐτόλμησαν· διὰ τοῦτο συγγνώμης αὐτοὺς ὁ δεσπότης ἠξίωσεν· μετὰ μέντοι τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, καὶ τὰς παντοδαπὰς τῶν Ἀποστόλων θαυματουργίας ἐπιμείναντας τῇ ἀπιστίᾳ, τῇ πολιορκίᾳ παρέδωκεν.
- 1.87
Οίκουμενίου. Εἰ μὲν τὸ τῶν ἀρχόντων τοῦ αἰῶνος δέξῃ ὡς πρὸς τὸν Ἡρώδην καὶ τὸν Πιλάτον, ἁπλουστέρως νοήσεις τὸ ἑπόμενον. εἰ γὰρ, φησὶν, ἔγνωσαν, οὐκ ἃν τὸν Κύριον ἐσταύρωσαν· οὐδὲ γὰρ τοσοῦτον ἐμεμήνεσαν, φθόνου μὴ ὑποκειμένου· εἰ δὲ πρὸς τοὺς ἀρχιερέας καὶ γραμματέας ἐκλάβοις, ὣ ᾔδεσαν ὄντα αὐτὸν τὸν Χριστόν· (καὶ δῆλον ἐξ ὧν ἔλεγον οἱ γεωργοὶ τοῦ ἀμπελῶνος, “ οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, “ καὶ ὁ ἀμπελὼν ἡμῶν ἔσται,” ἀλλὰ τῷ φθόνῳ ἀπετυφλώθησαν.) οὕτως νοήσεις τὸ κάτω. ὅτι εἰ ἔγνωσαν, φησὶν, ὅτι τοσαύτη ἔσται τοῖς ἔθνεσι σωτηρία ἐκ τοῦ σταυροῦ, οὐδὲ ἃν ἦλθον εἰς τὸ σταυρῶσαι· ἐκτήκεσθαι μᾶλλον ἐκ τοῦ φθόνου αἱρούμενοι, ἣ ἵνα σωθῇ τὰ ἔθνη, καὶ ἐκβάλῃ αὐτοὺς, καὶ ἀντικαταστήσῃ εἰς τὸν τόπον ἀυτῶν.
- 1.88
Ἀλλὰ καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
- 1.89
Θεοδωρίτου. Ἐπειδὴ τῆς τῶν Ἰουδαίων ἐμνήσθη· καὶ τὸ οἰκονομίας μυστήριον ἀποκεκρύφθαι εἴρηκεν, ἀναγκαίως προστέθηκεν, ὡς ἃ μηδεὶς μήτε εἶδεν μήτε ἤκουσεν πώποτε, μήτε ὁ ἀπληστότατος ἐνενόησε νοῦς, ταῦτα ὁ τῶν ὅλων Θεὸς τοῖς περὶ αὐτὸν θερμῶς διακειμένοις ηὐτρέπισεν. περὶ μέντοι τῆς μαρτυρίας, ἀμφιβάλλειν οὐ δεῖ· ἀρκεῖ γὰρ ἡ μακαρία γλῶττα φήσασα, “καθὼς γέγραπται·” διδάσκει δὲ ἡμᾶς καὶ τῶν Παραλειπομένων ἡ βίβλος· ὡς καὶ ἄλλαι πολλαὶ συνεγράφησαν προφητεῖαι.
- 1.90
Ὡριγενουσ. Λέγεται μὲν γεγράφθαι, καὶ ὅτ’ ἃν μὴ διὰ γραμμάτων, ἁλλὰ δι’ αὐτῶν τῶν πραγμάτων κείμενα ᾖ, ὡς ἐπὶ τῶν ἱστοριῶν. ἣ ὅταν τὸ αὐτὸ μὲν νόημα κείμενον ᾖ, μὴ ἐπ’ αὐτῶν δὲ τῶν ῥημάτων, ὡς ἐνταῦθα· τὸ γὰρ “ οἷς οὐκ ἀνηγγέλη περὶ “ αὐτοῦ ὄψονται, καὶ οἱ οὐκ ἀκηκόασι συνήκουσι·” ταὐτόν ἐστιν “ ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν·” ἣ τοῦτο τοίνυν φησὶν, ἣ εἰκὸς καὶ γεγράφθαι ἐν βιβλίοις, καὶ ἠφανῆσθαι τὰ βιβλία· καὶ γὰρ πολλὰ διεφθάρη, καὶ ὀλίγα διεσώθη βιβλία, καὶ ἐπὶ τῆς προτέρας αἰσίας· ἄλλως δὲ εἰσὶ καὶ διπλαῖ πολλαχοῦ προφητεῖαι τοῖς συνετωτέροις εὐκατάληπτοι· ἐξ ὧν πολλὰ τῶν ἀσαφῶς εἰρημένων ἐστὶν εὑρεῖν· τί οὖν ; οὐκ εἶδεν ὀφθαλμὸς ἃ ἡτοίμασεν ὁ Θεός ; οὐχί· τίς γὰρ ἀνθρώπων εἶδεν τὰ οἰκονομεῖσθαι μέλλοντα ; ἄρα οὖν “ οὐδὲ οὖς ἤκουσεν· οὐδὲ ἐπὶ καρδίαν “ ἀνθρώπου ἀνέβη·” οὐ γὰρ περὶ αὐτοῦ μόνον φησίν· ἀλλὰ καὶ περὶ πάσης τῆς ἀνθρωπίνης φύσεως· τι οὖν οἱ προφῆται, οὐκ ἤκουσαν ; ἤκουσαν μὲν, ἀλλ’ οὐκ ἦν ἀνθρώπου οὖς τὸ οὖς τὸ προφητικόν· οὐ γὰρ ὡς ἄνθρωποι ἤκουσαν· ἀλλ’ ὡς προφῆται· διὸ φησὶ “προσέθηκέν μοι ὤτιον τοῦ ἀκούειν,” τὴν προσθήκην τὴν ἀπὸ τοῦ Πνεύματος λέγων· καθάπερ καὶ αὐτὸς φησὶ “ νοῦν Χριστοῦ “ ἔχομεν ὃ δὲ λέγει, τοῦτο ἐστιν πρὶν ἣ Πνεύματος ἀπολαῦσαι καὶ μαθεῖν τὰ ἀπόρρητα· οὐδὲ ἡμῶν τις οὐδὲ τῶν προφητῶν αὐτὸς ἐνενόησεν· πῶς γάρ ; ὅπου γε οὐδὲ οἱ Ἄγγελοι αὐτοῦ ᾔδεσαν· τί γὰρ χρὴ λέγειν, φησὶ, περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· ὅπου γε οὐδεὶς ἀνθρώπων ταῦτα ἠπίστατο, οὐδὲ αἱ ἄνω δυνάμεις ; ποῖα δὴ ταῦτα ; ὅτι διὰ τῆς δοκούσης εἶναι ταύτης μωρίας τοῦ κηρύγματος κρατήσει τῆς οἰκουμένης, καὶ τὰ ἔθνη εἰσενεχθήσεται· καὶ καταλλαγὴ τῷ Θεῷ πρὸς τοὺς ἀνθρώπους ἔσται· τοσαῦτα ἡμῖν ἥξει τὰ ἀγαθά· πῶς οὖν ἔγνω μὲν ; “ ἡμῖν δέ’ φησὶν, “ ὁ “ Θεὸς ἀπεκάλυψεν διὰ τοῦ Πνεύματος αὐτοῦ,” οὐ διὰ τῆς ἔξωθεν σοφίας· αὕτη γὰρ καθάπερ τὶς θεραπαινὶς ἠτιμωμένη, οὐκ ἀφέθη ἔνδον εἰσελθεῖν καὶ παρακύψαι εἰς τὰ δεσποτικὰ μυστήρια.
- 1.91
Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψεν διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα ἐρευνᾷ πάντα, καὶ τὰ βάθη τοῦ Θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ; οὕτως καὶ τὰ τοῦ Θεοῦ, οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.
- 1.92
Ὠριγένουσ. ἶδεν διαφορὰν ἡ γραφὴ ἀγαπώντων τὸν Θεὸν καὶ φοβουμένων τὸν Θεόν· καὶ οἶδεν πολλῷ ὑπερέχοντας τῶν φοβουμένων τοὺς ἀγαπῶντας· ἡτοίμασται μὲν οὖν τινα καὶ τοῖς φοβουμένοις· πλὴν μείζονα ἡτοίμασε τοῖς ἀγαπῶσιν, παρὰ τὰ ἡτοιμασμένα τοῖς φοβουμένοις· “ τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ “ καὶ τὰ βάθη τοῦ Θεοῦ·” ἔστι Πνεῦμα ὅπερ δύναται πάντα ἐρευνᾶν· Ρ ἀλλ’ ἔδει γενέσθαι κρεῖττον ἐν ἡμῖν Πνεῦμα· ἵν ἐκείνου γενομένου ἐν ἡμῖν, καὶ ἐνευρῶντος πάντα καὶ τὰ βάθη τοῦ Θεοῦ· ἀνακραθέντος τε ἡμῖν, καὶ ἡμεῖς ἐκείνῳ συνερευνήσωμεν πάντα καὶ τὰ βάθη τοῦ Θεοῦ.
- 1.93
Ἰωάννου. Οὐκ ἀγνοίας, ἀλλ’ ἀκριβοῦς γνώσεως ἐνταῦθα τὸ ἐρευνᾶν δεικτικόν· ταύτῃ γοῦν τῇ λέξει καὶ ἐπὶ τοῦ Θεοῦ κέχρηται λέγων· “ ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ “ πνεύματος·” εἰ τοίνυν ἐκεῖνο ἀγνοίας, καὶ τοῦτο ὡσαύτως· εἰ δὲ γνώσεως ἐκεῖνο, καὶ τοῦτο ὁμοίως· καὶ ἡ μὲν γνῶσις τὴν ἰσότητα δείκνυσι· τὴν ἀνισότητα δὲ ἡ ἄγνοια· εὑρεθήσεται γὰρ ὁ μὲν Θεὸς τῶν ἀνθρώπων ἀγνοῶν τὰς καρδίας· τὸ δὲ Πνεῦμα τὰ τοῦ Θεοῦ βάθη· πάλιν εἰ τὸ ἐρευνᾶν ἀγνοίας σημαντικὸν, πάντα δὲ ἐρευνᾷ· πάντα δὲ ὡς ἔοικεν ἀγνοεῖ.
- 1.94
τούτου καὶ Θεοδωρίτου. Σευηριανοῦ. τὰς βαθυτάτας αὐτοῦ καὶ διαλανθανούσας ἡμᾶς οἰκονομίας.
- 1.95
Κυτίλλου. “ βάθη τοῦ Θεοῦ,” τῶν ἱερῶν γραμμάτων ἡ κεκρυμμένη καὶ ἀπόθετος γνῶσις· ἣν εἰδὸς τὸ Πνεῦμα, ταῖς τῶν ἁγίων ἀποκαλύπτει ψυχαῖς, θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς.
- 1.96
Σευηριανοῦ. Διὰ τούτων δείκνυσιν ὅτι ἐρευνᾷ, οὐχ ὡς ἀλλ’ ὡς ἐπιστάμενον· ἐπειδὴ δὲ οἱ μὲν Πνεῦμα, νῦν τὸν Πατέρα εἰρῆσθαι φασίν· οἱ δὲ τὸν Υἱὸν, ῥητέον πρὸς ἑκάτερα τὸν μὲν οὖν Πατέρα ἀδύνατον εἰρῆσθαι· λέγει γὰρ, “ ἡμεῖς δὲ οὐ τὸ πνεῦμα “ τοῦ κόσμου ἐλάβομεν· ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.” οὐδεὶς δὲ ἐξ αὐτοῦ ἐστιν· εἰ γὰρ περὶ Θεοῦ εἴρητο· ἐκ τίνος ὁ Θεός ; τὸν δὲ Υἱὸν ὑποπτεύεσθαι μὲν ἐγχωρεῖ· εἶναι δὲ αὐτὸν περὶ οὗ ὁ λόγος, οὐχ οἷόν τε· τίς γὰρ ἃν εἴποι τὸν Θεὸν Λόγον ἐρευνᾶν, ἵνα μάθῃ τὰ τοῦ Θεοῦ· εἰ δὲ λέγοιεν διδάσκεσθαι τὸν Υἱόν· πῶς ἀπὸ τῶν ἐξῆς συνεῖδον ὅτι ὡς ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ οἶδεν, οὕτως καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ· χωρὶς δὲ τούτου, δι’ ὅλου τοῦ χωρίου τὸ Πνεῦμα τὸ Ἅγιον δείκνυται.
- 1.97
Παρατηρητέον δὲ ὅτι τὸ μὲν Πνεῦμα τὸ Ἅγιον ἐκ Θεοῦ φησὶν εἶναι· τὸ δὲ ἀκάθαρτον οὐκ εἶπεν ἐκ τοῦ κόσμου, ἀλλὰ τοῦ κόσμου· ὁ μὲν γὰρ Παράκλητος οὐκ ἐστὶν μέρος τοῦ Θεοῦ· ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος, κατὰ τὸ γεγενῆσθαι· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον ἐκ τοῦ Θεοῦ.
- 1.98
Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος Ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
- 1.99
Θεοδωρίτου. Ἔδειξεν οὐδὲ μέρος ὃν τῆς κτίσεως τὸ Πανάγιον Πνεῦμα· ἀλλ’ ἐκ τοῦ Θεοῦ τὴν ὕπαρξιν ἔχει· τοῦτο γὰρ λέγει· “ ἡμεῖς οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν·” ἀντὶ τοῦ οὐ κτιστὸν ἐλάβομεν πνεῦμα· οὐδὲ δι’ ἀγγέλου τὴν τῶν θείων ἀποκάλυψιν ἐδεξάμεθα· ἀλλ’ αὐτὸ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα ἐδίδαξεν ἡμᾶς τὰ κεκρυμμένα μυστήρια.
- 1.100
Θεοδωρου. Κόσμον γὰρ τὴν σύμπασαν ὀνομάζει κτίσιν· καθὼς ἑτέρωθι φησὶν, “ ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέ- “ λοις καὶ ἀνθρώποις.”
- 1.101
Οἰκουμενίου. Πνεῦμα κόσμου λαλεῖ, ὡς οἶμαι, τὴν σοφίαν καὶ παίδευσιν· ὅπερ φησὶν, οὐκ ἐλάβομεν, κατήργει γὰρ τὸν σταυρόν· ὡς ἄνω φησὶν, “ οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ “ κενωθῇ ὁ σταυρός·” ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ φησὶν ἐλάβομεν· ἵνα, φησὶν, εἰδῶμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ Θεοῦ τοῦτ’ ἔστι τὰ κατὰ τὴν οἰκονομίαν τοῦ Χριστοῦ.
- 1.102
Θεοδωρου. Διὰ τοῦτο οὐ δεόμεθα τῆς ἀνθρωπίνης σοφίας· ἀρκεῖ γὰρ ἡμῖν ἡ διδασκαλία τοῦ Πνεύματος· “ πνευματικοῖς “ πνευματικὰ συγκρίνοντες·” ἀντὶ τοῦ διὰ τῶν τοῦ Πνεύματος θαυμάτων q. τὴν τοῦ Πνεύματος διδασκαλίαν πιστούμεθα· τὸ “ συγκρίνοντες” οὐκ ἀντὶ τοῦ παρεξετάζοντες λέγει, ἀλλ’ ἀντὶ τοῦ ἀποδεικνύντες, συγκρίνειν τὸ ἀποδεικνύναι εἰρηκὼς ἐπὶ τοῦ παρόντος, ἐκ μεταφορᾶς τῶν τῇ συγκρίσει μείζονα τοῦ δοκιμωτέρου τὴν ἀπόδειξιν ποιουμένων.
- 1.103
Θεοδωρίτου. Ἔχομεν γὰρ καὶ τῆς παλαιᾶς διαθήκης μαρτυρίαν· καὶ δι’ ἐκείνης τὴν καινὴν βεβαιοῦμεν· πνευματικὴ γὰρ κἀκείνη· καὶ γὰρ δεῖξαι βουλόμενος τῶν ἡμετέρων μυστηρίων τοὺς τύπους, τὸν ἀμνὸν εἰς μέσον φέρομεν, καὶ τὸ αἷμα τὸ ταῖς φλειαῖς ἐπιχρειόμενον· καὶ τὴν τῆς θαλάττης διάβασιν· καὶ τῆς πέτρας τὰ νάματα· καὶ τοῦ μάννα τὴν χορηγίαν· καὶ μυρία τοιαῦτα· καὶ διὰ τῶν τύπων δείκνυμεν τὴν ἀλήθειαν.
- 1.104
Σευηριανοῦ. Οὐχ ἵνα δείξῃ ὡς ἐν ἡμῖν τὸ πνεῦμα ἡμῶν κρεῖττον ἡμῶν· οὕτως καὶ ἐν τῷ Θεῷ τὸ Πνεῦμα κρεῖττον αὐτοῦ· αὐτίκα εἰπὼν, “ τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου, εἰ μὴ “ τὸ πνεῦμα τὸ ἐν αὐτῷ ;“ἀλλὰ τι τὸ ἐκ τοῦ Θεοῦ· τὸ μὲν γὰρ “ ἐν αὐτῷ μέρος” συμπληρωματικὸν τοῦ ὅλου ἀνθρώπου· τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν· παρατηρητέον δὲ ὅτι ὁ μὲν Θεὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον δύο πρόσωπα· ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, οὐ δύο πρόσωπα, ἀλλ’ εἷς ἄνθρωπος. δείκνυς τοίνυν τὴν ἀκριβῆ τῆς κατὰ τὴν γνῶσιν Πνεύματος καὶ πνεύματος ταὐτότητα· τὴν γνῶσιν τοῦ ἐν ἡμῖν πνεύματος παρέβαλεν τῇ γνώσει πνεύματος καὶ πνεύματος· ἵνα δειχθῇ ὡς ἐν ἡμῖν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι, τοῦτ’ ἐστὶ τῇ ψυχῇ, καὶ τῷ νῷ, οὐκ ἐστὶ διαφωνία ἑνώσεως, ἀλλ’ οἴδαμεν ὃ οἴδαμεν. οὕτως καὶ ἐν πνεύματι καὶ Ἀγιῷ Πνεύματι οὐκ ἐστὶ διαφωνία γνώσεως, ἀλλὰ ταὐτότης· ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, Πνεύματος δεδωκότος· τοῦ νοῦ κατειληφότος, ἃ καὶ λαλοῦμεν. πάλιν ἕτερον δείκνυσιν· οὐ μόνον φησὶν οὐχ εὑρίσκομεν ἐν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν, ἀλλὰ καὶ κηρύττομεν αὐτὰ, οὐ λόγοις καλλωπίζοντες· ἀλλὰ “ τὰ πνευματικὰ τοῖς πνευματικοῖς συγκρίνοντες·” Πνεύματος δυνάμει τὰς ἐκείνου ἀποκαλύψεις καὶ νοοῦντες καὶ ἐν τάξει κηρύττοντες, “ πνευματικὰ πνευματικοῖς συγκρίνοντες.” ὅτ’ ἃν γὰρ ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία ᾖ τοῦ προτέρου καὶ σαφήνεια, συγκρίνοντες οἱ δεχόμενοι τὰς ἀποκαλύψεις, τὰ δεύτερα τοῖς πρώτοις, καὶ τὰ αὐτὰ εὑρίσκοντες, πληροφορίαν μείζονα ἐλάμβανον τῆς ἀποκαλυφθείσης ἀληθείας.
- 1.105
ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστι· καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.
- 1.106
Σευηριανοῦ. “ Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ “ Πνεύματος·” ψυχικὸν λέγει τὸν στοιχοῦντα τοῖς οἰκείοις λογιοσοῖς· “ μωρία γὰρ αὐτῷ ἐστι·” τοσοῦτον τὸ βάθος τῆς πνευματικῆς ἀποκαλύψεως· ὡς τοῖς σοφοῖς τοῦ κόσμου τούτου μωρίαν φαίνεσθαι· οὕτως ἀχώρητος αὐτοῖς ἡ τοῦ Θεοῦ ἀποκάλυψις.
- 1.107
Ὠριγένουσ. Κατανοήσωμεν τὰ ὑπὸ τοῦ Θεοῦ ἡμῖν· ἐὰν γὰρ μὴ γένηται τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ διδάσκον ἡμᾶς ἐν ἡμῖν, οὐ δυνάμεθα λέγειν ὅτι οἴδαμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν· καὶ γὰρ “ οὐδεὶς οἶδεν τὰ τοῦ Θεοῦ· εἰ μὴ “ τὸ Πνεῦμα τοῦ Θεοῦ·” “ ἃ καὶ λαλοῦμεν,” φησὶν, “ οὐκ ἐν “ διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις· ἀλλ’ ἐν διδακτοῖς Πνεύ- “ ματος” καὶ τὰ ἑξῆς· αἱ σοφίαι πᾶσαι τοῦ κόσμου τούτου, λόγοι εἰσὶ διδακτοὶ ἀνθρώπων, ἃ μανθάνει τις καθ’ ἕκαστον τῶν λογικῶν τέχνων· τὰ δὲ διδακτὰ τοῦ Πνεύματος οὐ διδάσκει· καὶ οὐκ ἃν λέγοις ὅτι ὁ διδάσκαλος ὑπὸ τοῦ πνεύματος περὶ ὧν λέγει διδαχθεὶς ἐδίδαξεν· τὸ γὰρ πνεῦμα ἐν αὐτῷ τυγχάνον, ζητοῦντι καὶ ἐνευρῶντι τὴν ἀλήθειαν ἐλλάμπει· καὶ οὕτως ἀεὶ τῇ ἀνακαινώσει τοῦ νοὸς εὑρίσκει, ἃ μεμάθηκεν παρὰ τῶν ἀνθρώπων.
- 1.108
Διὰ τοῦτο ὁ Σωτῆρ’ φησὶ, “ μὴ ζητήσῃς διδάσκαλον ἐπὶ τῆς “ γῆς· εἷς γὰρ ἐστὶν ὑμῶν ὁ διδάσκαλος ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρα- “ νοῖς· ἣ εἷς ἐστιν ὑμῶν ὁ καθηγητὴς ὁ Χριστός.” ὀλίγα τινὰ ὑποβάλλει ἄνθρωπος, φέρε εἰπεῖν, Παῦλος διδάσκων Τιμόθεον· καὶ λαβὼν ἀφορμὰς ὁ Τιμόθεος, ἔρχεται καὶ αὐτὸς ἐπὶ τὴν πηγὴν, ὅπου ἐλήλυθεν ὁ Παῦλος, καὶ ἀρύεται καὶ γίνεται Τιμόθες θεὸς ἴσος Παύλου. πῶς δὲ διδάσκεταί τις ἀπὸ τοῦ Πνεύματος, κατανοητέον ἀπὸ τῶν ἀποστολικῶν λόγων· “ πνευματικοῖς γὰρ “ πνευματικὰ συγκρίνοντες” τῷ συνεξετάζειν τήνδε τὴν λέξιν τῇδε τῇ λέξει, καὶ τὰ ὅμοια συνάγειν, ἀνακαλύπτεται ὡσπερεὶ ὁ νοῦς τῆς γραφῆς· οὕτω γὰρ συνίημι τὰ τοῦ Θεοῦ, καὶ γίνομαι διδακτὸς Πνεύματος· οὐ μόνον τὰ τοῦ Πνεύματος μεμαθηκέναι τοῦ κινήσαντος τὸν Ἡσαΐαν· ἀλλὰ καὶ τῷ τὸ αὐτὸ Πνεῦμα ἐσχηκέναι, ὅπερ ἔκλεισεν καὶ ἐσφράγισεν τοὺς Ἡσαΐου λόγους· εἰ μὴ γὰρ τὸ Πνεῦμα ἀνοίξῃ τοὺς λόγους τῶν προφητῶν, οὐ δύναται ἀνοιχθῆναι τὰ κεκλεισμένα
- 1.109
Ἐπεὶ δὲ ταῦτα εἶπεν, ἀναγκαίως ἐπιφέρει, ὅτι εἰσι τινες ἄνθρωποι μὴ παραδεχόμενοι τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· οὐ διὰ τὴν φύσιν, ὡς οἴονται οἱ ἑτερόδοξοι· ἀλλὰ διὰ τὸ μὴ παρασκευακέναι ἑαυτούς· “ ψυχικὸς γὰρ ἄνθρωπος, οὐ δέχεται τὰ τοῦ Πνεύ- “ ματος·” ψυχικὸς γὰρ ἦν· ὅτε ἔκλινεν εἰς θεοσέβειαν, καὶ παρεδὲξατο τὸ Πνεῦμα, γέγονε πνευματικός· “ καὶ οὐ δύναται γνῶναι “ ὁ ψυχικὸς, ὅτι πνευματικῶς ἀνακρίνεται” οὐκ οἶδεν· διὰ τοῦτο ἀκούει “ ὅτι ἀνακρίνεται πνευματικῶς.” καὶ δοκιμαζομένη γε ἡ δύναμις ἐλέρκει τοὺς ἄφρονας· οἷον ἐὰν λέγω ἀπὸ τοῦ Πνεύματος διδαχθεὶς, καὶ δυνάμει λέγω· καὶ ὁ ἀκροατὴς δοκιμάζων τὴν δύναμιν δοκεῖ καὶ μὴ συγκατάθηται· δοκιμαζομένη ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας· καὶ ἔστιν οὐχ ὡς ἐκεῖνος ἀποδοκιμάσας τὸ λεγόμενον· ὅσον τὸ λεγόμενον ἀπεδοκίμασεν ἐκεῖνον· “ εἰς “ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐ δὲ κατοικήσει ἐν “ σώματι καταχρέω ἁμαρτίας.”
- 1.110
“ Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα αὐτὸς δὲ vn οὐδενὸς “ ἀνακρίνεται·” ὁ μηκέτι κατὰ σάρκα περιπατῶν ἀλλὰ κατὰ Πνεῦμα, καὶ ἀεὶ τῇ ἐπιμελείᾳ αὔξων αὐτὸ καὶ ἀναζωπυρῶν τὸ χάρισμα τοῦ Θεοῦ, ἐπὶ πλεῖον ἑαυτῷ κατασκευάζει τὸ γενέσθαι πνευματικός· γενόμενος δὲ, ἱκανός ἐστιν ἀνακρίνειν τὰ πάντα, τὰ Ελλήνων, τὰ βαρβάρων, τὰ σοφῶν, τὰ ἀνοήτων· αὐτὸν δὲ οὐδεὶς δύναται ἀνακρῖναι, διὰ τὸ μέγεθος τῆς διανοίας αὐτοῦ καὶ διαλογισμῶν αὐτοῦ· εἰ δὲ θέλεις ἐπιγινώσκειν τὸν πνευματικὸν, “ ἀπὸ “ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς·” τίνες δὲ οἱ καρποὶ τοῦ Πνεύματος ἀφ’ ὧν δεῖ νοεῖν τίς ὁ πνευματικός ; ἄκουε τοῦ Ἀποστόλου λέγοντος· “ ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, “ χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, “ πραότης, ἐγκράτεια.” ὅπου ταῦτα, ἐκεῖ τὸ Πνεῦμα· ἐκεῖνος πνευματικός· ὅπου δὲ τούτων τί λείπει, οὔπω πνευματικός ἐστιν ἐκεῖνος.
- 1.111
Σευηριανοῦ. τοῦ γὰρ Ἁγίου Πνεύματος χάρις δύναμιν ἤλεγκεν τὸν τεχνικόν· οὐ τεχνικῶς, ἀλλ’ ἰσχύϊ τῶν θαυμάτων
- 1.112
Θεοδωρίτου. Ὁ τῆς τοῦ Πνεύματος χάριτος ἠξιωμένος, μὲν ἱκανὸς ἑτέρους διδάξαι· τῆς δὲ ἑτέρων διδασκαλίας οὐκ ἐνδεής.
- 1.113
Ὠριγένουσ. Πνευματικοῖς πνευματικὰ συγκρίνομεν· ὅτ’ ἄπορόν τι πνευματικὸν ᾖ, ἀπὸ τῶν πνευματικῶν τὰς ἀπορίας ἄγομεν· οἷον, ὅτι ἀνέστη Χριστός· ὅτι ἀπὸ παρθένου ἐγεννήθη· παράγω μαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις, τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν, καὶ τὴν μετὰ ταῦτα ἀπαλλαγήν· τῶν στειρῶν τοὺς τοκετοὺς, τῆς Σαρρὰς, τῆς Ρεβέκκας καὶ τῶν λοιπῶν· τὴν ἐν τῷ παραδείσῳ τῶν δένδρων βλάστην γεγενημένην, οὐ σπερμάτων καταβληθέντων, οὐχ ὑετῶν κατενεχθέντων· τὰ γὰρ μέλλοντα διεπλάττετο καὶ διεγράφετο ὡς ἐν σκιᾷ τοῖς προτέροις· “ ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα” καὶ τὰ ἑξῆς· ὁ γὰρ βλέπων πάντα μὲν αὐτὸς καθορᾷ τὰ τοῦ μὴ βλέποντος, τὰ δὲ ἐκείνου τῶν μὴ βλεπόντων οὐδείς· οὕτω καὶ νῦν τὰ μὲν ἡμέτερα καὶ τὰ τῶν ἀπίστων πάντα ἴσμεν· τὰ δὲ ἡμῶν λοιπὸν ἐκεῖνοι οὐκ ἔτι· καὶ γὰρ ἴσμεν, τίς μὲν ἡ τῶν παρόντων πραγμάτων φύσις· τίς δὲ ἡ τῶν μελλόντων ἀξία· καὶ τί ποτε ὁ κόσμος μετὰ ταῦτα γενήσεται· καὶ τί μὲν οἱ ἁμαρτωλοὶ πείσονται· τίνος δὲ ἀπολαύσουσιν οἱ δίκαιοι· ἐλέγχομεν δὲ καὶ τῶν μὴ πνευματικῶν τὴν εὐτέλειαν· τὸ γὰρ ἀνακρίνειν καὶ ἐλέγχειν ἐστίν· καὶ τι πείσεται ὁ ψυχικὸς ἀπελθὼν ἐκεῖ· τῶν οὐδὲν οἶδεν ὁ ψυχικός· διὸ καὶ σαφῆ τῶν εἰρημένων ἀπόδειξιν ἐπάγων λέγει τὸ ἑξῆς.
- 1.114
Κυτίλλου. Ψυχικός ἐστιν, ὁ κατὰ σάρκα ζῶν καὶ μήπω νοῦν φωτισθεὶς διὰ τοῦ Πνεύματος· ἀλλὰ μόνην τὴν ἔμφυτον καὶ ἀνθρωπίνην σύνεσιν ἔχων· ἣν ταῖς ἁπάντων ψυχαῖς ἐμβάλλει ὁ δημιουργός.
- 1.115
Φωρίου. Ὁ ψυχικὸς χρείαν ἔχει ἀνακρίσεως καὶ καὶ μαθήσεως πνευματικῆς, ἵνα παραδέξηται τὰ τοῦ Πνεύματος· ἀλλὰ πρὸς ταύτην ἀπαυθαδιζόμενος καὶ δοκῶν ἀρκεῖσθαι τοῖς ἀνθρωπίνοις λογισμοῖς, οὐ μόνον οὐδὲν ὧν ἀγνοεῖ καταλαμβάνει, ἀλλὰ καὶ τοὐναντίον εἰς πλείονα καταβαπτιζόμενος ἄγνοιαν, τὸ ἐκείνου πάθος καὶ νόσημα τοῖς τοῦ πνεύματος νόμοις περιάπτει, καὶ ἡγεῖται αὐτὰ μωρίαν· δέον ἑαυτῷ μέμφεσθαι, ταπεινοῖς καὶ ἀνθρωπίνοις μέτροις τὰ ὑπερφυῆ καὶ κρείττονα λογισμῶν μετρεῖν καὶ καταλαμβάνειν ἐγχειρήσαντι· ὁ δὲ πνευματικὸς, οὐ δεῖται ἀνακρίσεως· ἀλλὰ αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ Πνεύματος· διὸ ὑπ’ οὐδενὸς ἀνακρίνεται· ὑπὸ μὲν τῶν πίστων, ὅτι οὐ διαφορεῖ ἢ διαστασιάζει πρὸς αὐτούς· ὑπὸ δὲ τῶν ἀπίστων, ὅτι πολλῷ κρεῖττόν ἐστι τῆς ἐκείνων ἀνακρίσεως· καὶ ὅτι οὐ μόνον οὐ δεῖται ταύτης· ἀλλὰ καὶ σύνοιδεν ἀκριβῶς ἀνακρίνων, ὅτι καὶ τοῖς ταύτῃ χρωμένοις, μέγιστον ἐμπόδιον αὐτὴ καθέστηκεν εἰς τὸ πνευματικῶς ἀνακρίνεσθαι καὶ δέξασθαι τὰ τοῦ Πνεύματος· διὸ χηρεύουσιν οὗτοι τοῦ κυριακοῦ νοῦ· ἤτοι τῶν ἐντολῶν καὶ τῆς ἐκεῖθεν νομοθεσίας, τῆς φερούσης εἰς τὴν τῶν πνευματικῶν ζητημάτων κατάληψιν. αὗται γὰρ αἱ κυριακαὶ ἐντολαὶ συμβιβάζουσαι ἡμᾶς καὶ καταλλάσσουσαι πρὸς αὐτὸν, παρασκευάζουσιν ἐπιτηδείους εἰς τὴν ἐκεῖθεν τοῖς ἀξίοις χορηγουμένην ἔλλαμψίν τε καὶ κατανόησιν· διὸ οἱ ταύταις ἑαυτοὺς καταρτίσαντες, εἰκότως νοῦν Χριστοῦ ἔχομεν· τὰ γὰρ τοῦ Χριστοῦ φρονοῦντες καὶ νοοῦντες, οὐκ ἔτι ἀνθρωπίνῳ καὶ σαρκικῷ λογισμῷ σαλεύοντες κυμαινόμεθα, ταῖς ἑκατέρωθεν ἀντιπνοίαις χειμαζόμενοι, ἀλλὰ πάγιοι καὶ ἀμετάπιστοι γεγονότες ἐνουρανίῳ καὶ θείῳ νοΐ, καὶ τῆς ἀληθείας καρπούμεθα τὴν κατάληψιν.
- 1.116
τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν ; I ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. καὶ ἐγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε, ἀλλ’ οὔτε ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε.
- 1.117
Ἰωάννου. “ Νοῦν Χριστοῦ·“ τὸν ἡμέτερον νοῦν τὸν περὶ τούτων, ἐκείνου λέγων νοῦν· καὶ τὸ “ ὃς συμβιβάσει αὐτὸν, ” οὐκ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃν εἶπεν ἤδη, τὸν πνευματικὸν οὐδεὶς ἀνακρίνει· εἰ γὰρ εἰδέναι δύναται τοῦ Θεοῦ τὸν νοῦν, πολλῷ μᾶλλον διδάσκειν καὶ διορθοῦσθαι· τοῦτο γάρ ἐστιν “ ὃς συμβιβάσει αὐτόν τὸ δὲ νοῦν Χριστοῦ ἔχομεν· τοῦτ’ ἔστιν, τὰ ἐν τῷ νῷ τοῦ Χριστοῦ ταῦτα ἡμεῖς ἴσμεν.
- 1.118
Σευηριανοῦ. Οἱ πνευματικοὶ οὐ λογισμοῖς τοὺς ἀνατρέπουσιν· ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ δεχόμενοι νοῦν, καὶ τὴν ἐκεῖθεν ἀποκάλυψιν διαλέγονται· ὥστε ὁ ἀντιτασσόμενος οὐ λογισμοὺς ἐλέγχει· ἀλλ’ ἐναντιοῦται τῆ τοῦ Θεοῦ γνώσει· διὸ τοῦτο φησὶ, “ τίς γὰρ ἔγνω νοῦν Κυρίου ὃς συμβιβάσει αὐτόν ; ἡμεῖς δὲ “ νοῦν Χριστοῦ ἔχομεν.” τοῦτ’ ἔστι τὴν γνῶσιν.
- 1.119
Οἰκουμενίου. Ἠ “ νοῦν Χριστοῦ,” τὸν Πατέρα καλεῖ· φησὶν, ἐν ἑαυτοῖς τὸν τοῦ Χριστοῦ Πατέρα, κατὰ τὸ “ ἐνοι- “ κήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω·” νοῦν γὰρ τὸν Πατέρα λέγειν ἔθος τοῖς ἁγίοις.
- 1.120
Κυτίλλου. Ὁ πνευματικὸς ἀνακρίνει μὲν πάντα καὶ οἷον καταλεπτύνει ταῖς ἀκριβείαις· ἀνακρίνεται δὲ ὑπ’ οὐδενὸς αὐτός· ὅτι δὲ τοῖς λεγομένοις εἶναι ψυχικοῖς δεῖ δὴ πάντως εἰς ὄνησιν καὶ παιδαγωγίαν πνευματικῶν διδασκάλων, καθίστησιν ἐναργὲς, προστιθείς τε καὶ λέγων· “ τίς γὰρ ἔγνω νοῦν Κυριοῦ, ὃς συμ- “ βιβάσει αὐτόν ;“ὅμοιον ὡσεὶ λέγοι τὸν ψυχικὸν ἄνθρωπον συμβιβάσειν ἃν οὐδεὶς, εἰ μὴ νοῦν ἔχοι Χριστοῦ· τὸ δὲ “ συμβι- “ βάσαι” φησὶν ἀντὶ τοῦ νοῆσαι παρασκευάσει· καὶ τίνες ἃν εἶεν οἱ νοῦν ἔχοντες Κυρίου, πάλιν αὐτὸς παρέδειξεν εἰπών· “ ἡμεῖς δὲ “ νοῦν Χριστοῦ ἔχομεν·” τοῦτ’ ἐστι, τὸ Πνεῦμα τὸ λαλοῦν ἐν ἁγίοις καὶ ἐκκαλύπτον αὐτοῖς μυστήρια· καὶ θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς.
- 1.121
Ὡριγενουσ. τῶν ἀκουόντων οἱ μὲν τέλειοί εἰσιν, οἱ πνευματικοὶ, περὶ ὣν καὶ πρώην ἐλέγομεν· οἱ δὲ μὴ ὄντες πνευματικοὶ, πιστεύοντες δὲ ἐπὶ τὸν Χριστὸν, ὡς λέγει ὁ Ἀπόστολος· νήπιοι ἐν Χριστῷ καὶ σάρκινοι ἐν Χριστῷ· ἐγὼ γὰρ ἀπὸ κοινοῦ ἀκούω τοῦ “ ἐν Χριστῷ·” χρεία οὖν μαθημάτων τοῖς μὴ τελειοτέροις καὶ μηδέπω γεγυμνασμένοις ἐν ταῖς ἱεραῖς γραφαῖς, ὑποδεεστέρων q. ἅτινα ὠνόμασεν ὁ Ἀπόστολος γάλα εἶναι· “ γάλα γάρ’ φησὶν, “ ἐπότισα ὑμᾶς· οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε· ἀλλ’ οὐ δὲ ἔτι “ νῦν δύνασθε·” ἀναφορὰν δὲ νομίζω εἶναι ἐν ταῖς πνευματικαῖς γραφαῖς γάλακτος, βρώματος, βρώσεως ἀληθινῆς, στερεᾶς τροφῆς, σαρκὸς τοῦ λόγου καὶ λαχάνου πνευματικοῦ· καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶσιν λέγων, “ ἡ σάρξ μου ἀληθής “ ἐστι βρῶσις.” ποῖα οὖν οὐ στερεὰ τροφή ; τὰ ἠθικώτερα καὶ ὅσα ἐν τοῖς ἠθικοῖς ἀσθενέστερα κατὰ συγγνώμην λεγόμενα, οὐ κατ’ ἐπιταγήν· διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων οἰκονομούμενα· ὅσα δὲ ἐν ἠθικοῖς τελειοτέρα διδασκαλία ἐν ἀκροαταῖς φιλομαθέσι καὶ φιλοπόνοις, ταῦτα εἴποιμι ἃν ἐν ἠθικοῖς στερεὰν τροφήν· τὴν περὶ ἁγνείας τελείας· τὴν περὶ παρθενίας ἢ σωφροσύνης· τὴν περὶ μαρτυρίου· ταῦτα στερεὰ τροφή· στερεὰ δὲ τροφὴ ἐν μυστικοῖς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ· οὕτω δὲ καὶ ὁ νόμος· ὅτε μὲν στερεὰν παραδίδωσι τροφήν· ὅτε δὲ ὑποδεεστέραν r οἷον ἐρχόμεθα ἐπὶ τὸν λόγον τὸν περὶ τῶν ὄφεων τῶν ἀναιρούντων τοὺς υἱοὺς Ἰσραὴλ διὰ τὸν γογγυσμόν· ἐὰν ἁπλούστερον ἀναγινώσκωμεν, λέγομεν. “ μὴ “ δὲ γογγύζωμεν, καθάπερ τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο “ ὑπὸ τῶν ὄφεων.” ἐὰν δὲ μυστικὸν λόγον δύναται ἀκούειν ὁ ἀκροατής· λέγομεν, τίνες οἱ ὄφεις· καὶ τίς ὁ ὄφις ὁ ἐπὶ τοῦ ξύλου κρεμασθείς· καὶ πῶς σώζεται, πρὸς ἐκεῖνον τὸν ὄφιν ἰδών· καὶ οὕτως καθ’ ἑκάστην γραφὴν πνευματικήν.
- 1.122
τίνες δὲ εἰσὶν οἱ γάλακτι ποτιζόμενοι, δηλώσει ὁ Πέτρος ἐν τῇ Ἐπιοστολῇ λέγων· “ ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον “ γάλα ἐπιποθήσατε·“ καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ “ καὶ γεγό- “ νᾶτε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεὰς τροφῆς· πᾶς “ γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος “ γάρ ἐστιν· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν “ τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κάκου.”
- 1.123
Θεοδωρίτου. Σαρκικοὺς αὐτοὺς ἐκάλεσεν· ὡς περὶ τὸν τοῦτον ἐπτοημένους, καὶ κεχηνότας περὶ τὰ δοκοῦντα λαμπρὰ, καὶ τῷ πλούτῳ καὶ τῇ εὐγλωττίᾳ τῶν διδασκάλων προσεσχηκότας· καὶ ἐπειδὴ πλῆξαι ἱκανὸν ἦν τὸ εἰρημένον, διά τινος εἰκόνος τὴν πληγὴν θεραπεύει· διὰ γὰρ τὸ ἀρτιγενὲς ὑμῶν, φησὶ, καὶ τὸ ἀτελὲς, ἐμέτρησα τὴν διδασκαλίαν τῇ ἀσθενείᾳ τῆς ἀκοῆς· καὶ ἐμιμησάμην πατέρα, κατάλληλον τροφὴν τοῖς ἀρτιτόκοις προσφέροντα βρέφεσιν· “ ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί “ἐστε.”
- 1.124
Φωτίου. Καθ’ ὑπερβατὸν τὸ “ τίς ἔγνω νοῦν Κυρίου.” ἐφ’ ἑξῆς γὰρ ὀφείλει συντάττεσθαι τοῦ “ οὐ δύναται γνῶναι, ὅτι πνευ- “ ματικῶν ἀνακρίνεται.” δύναται δὲ καὶ χωρὶς ὑπερβατοῦ· ὡς ἔχει φράσεως τὸ χωρίον ἐκλαβεῖν.
- 1.125
Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε ; ὅταν γὰρ λέγη τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δὲ, Ἐγὼ Ἀπολλὼ, οὐχὶ σαρκικοί ἐστε ; τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλῶς, ἀλλ’ ἢ διάκονοί ἐστε, δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν ; ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔξανεν.
- 1.126
Ὠριγένουσ. τῶν ἐν ἀνθρώποις ἁμαρτημάτων τὰ ἐστι ζῆλος καὶ ἔρεις· ἐὰν ἐν πορνείᾳ τίς ἔσται· οὐκ ἔτι σάρκινος ὁ τοιοῦτός ἐστιν, ἀλλὰ χείρων ἢ σάρκινος· τί δ’ ἃν εἴη ὁ τοιοῦτος, εἰδῶμεν· ἐγὼ νομίζω διαφορὰν εἶναι σαρκίνου καὶ χοικοῦ· “ ὡς “ ἐφορέσαμεν,” φησὶ, “ τὴν εἰκόνα τοῦ χοικοῦ· φορέσωμεν καὶ “ τὴν εἰκόνα τοῦ ἐπουρανίου” ἐὰν οὖν τὰ πρὸς θάνατον ἁμαρτάνῃς , οὐκ εἶ σάρκινος, ἀλλὰ χοικός· ἐὰν δὲ ἁμαρτάνῃς μὲν, οὐ πρὸς θάνατον δὲ, οὐ χοικὸς τέλεον, οὐ δὲ ἀποπέπτωκας τῆς χάριτος τοῦ Χριστοῦ· ἀλλὰ σάρκινος εἶ τότε· καὶ τῶν περιπάτων δὲ ἡμῶν ὁ μὲν τίς ἐστι κατὰ ἄνθρωπον, ὁ δὲ κατὰ Θεόν· ἐὰν ὡς πολλοὶ τῶν ἀνθρώπων περιπατῶμεν· κατὰ ἄνθρωπον περιπατοῦμεν. ἐὰν δὲ κατὰ τὸ “ λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,” διαφέρομεν τῶν πολλῶν· καὶ οὐ κατὰ ἄνθρωπον περιπατοῦμεν. σαφὴς οὖν ὁ βίος τῷ δυναμένῳ βλέπειν, ποῖός ἐστιν ὁ κατὰ ἄνθρωπον, καὶ ποῖος ὁ κατὰ Θεόν. ὅτ’ ἂν γὰρ τίς λέγῃ, ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλῶ· ἐγὼ δὲ Κηφᾶ· καὶ τούτοις προσέχωμεν, ὀψόμεθα ὅτι ἡμεῖς ἐνίοτε οὐδὲ ἄνθρωποι, ἀλλὰ χεῖρον ἢ ἄνθρωποι ἐσμέν· ὁ γὰρ λέγων τότε, ἐγώ εἰμι Ἀπολλῶ, ἔλεγεν περὶ ἀνδρὸς ἐλλογίμου καὶ ἁγίου καὶ μακαρίου· ὁ λέγων, ἐγώ εἰμι Παύλου· περὶ ἀνδρὸς λέγει Ἀποστόλου ἱεροῦ καὶ μακαρίου. ἐνίοτε δὲ γίνονται προσκλίσεις οὐ παραπλησίως τῇ προσκλίσει Παύλου ἢ Ἀπολλῶ· ἀλλὰ προσκλίνεταί τις ἁμαρτωλῷ ἐνίοτε καὶ ἑτεροδόξῳ· οἱ οὖν οὗτοι ἄνθρωποι εἰσι, καὶ κατὰ σάρκα περιπατοῦσιν, οἱ λέγοντες ἐγὼ Ἀπολλῶ, ἐγὼ δὲ Παύλου· ὅτ’ ἂν σὺ λέγῃς σαυτὸν τινὸς ὑποδεέστερον εἶναι· δῆλον ὅτι οὐκ ἔτι οὐδὲ ἄνθρωπος, ἀλλὰ καὶ χεῖρον ἣ ἄνθρωπος, καὶ ἴσως λελέξεται πρὸς τοὺς “ ὄφεις, γεν- “ νήματα ἐχιδνῶν.”
- 1.127
Θεοδωρίτου. τούτων ἕκαστον, φησὶ, δείκνυσιν ὑμᾶς πνευματικὸν φρονοῦντας, ἀλλὰ τοῖς γηίνοις πράγμασι προστετηκοτας.
- 1.128
Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων Θεός. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἔκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται, κατὰ τὸν ἴδιον κόπον
- 1.129
Θεοδωρίτου. Πάλιν τὸ οἰκεῖον τίθησιν ὄνομα, καὶ τὸ Ἀπολλῶ συντάττει· τοῦ γινομένου τὴν ἀτοπίαν δεικνύς· εἰ γὰρ ἐπ’ ἐμοῦ, φησὶ, τοῦ τῆς ἀποστολικῆς χάριτος ἠξιωμένου καὶ φυτουργοῦ ὑμῶν γεγενημένου· καὶ Ἀπολλῶ τοῦ τὴν ἀρδείαν ὑμῖν προσενεγκόντος, τοῦτο γίνεσθαι τῶν ἀτοπωτάτων, πολλῷ μᾶλλον ἐφ’ ἑτέρῳ τοῦτο γινόμενον δυσσεβὲς ἐστὶ καὶ ἀνόσιον. “ τίς οὖν ἐστι “ Παῦλος· τίς δὲ Ἀπολλῶς, ἀλλ’ ἢ διάκονοι, δι’ ὦν ἐπιστεύσατε ;” ἄλλος ἐστὶν ὁ δεσπότης· ἡμεῖς ἐκείνου δοῦλοι, καὶ τῆς ὑμετέρας σωτηρίας διάκονοι· “ καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν·” καὶ γὰρ ἐν ἡμῖν διαφορά· εἰ γὰρ καὶ τῆς διακονίας κοινωνοῦμεν ἀλλήλοις. ἀλλὰ μέτρῳ τινὶ τὴν χάριν ἐκομισάμεθα· “ ἐγὼ ἐφύτευσα·” πρῶτος γὰρ ἐκήρυξα· “ Ἀπολλῶς ἐπότισεν,” μετ’ ἐμὲ γὰρ τὴν ἐμὴν διακονίαν ἐκράτυνεν· ἀλλ’ “ ὁ Θεὸς ηὔξανεν.” τῆς γὰρ αὐτοῦ χάριτος τὸ κατόρθωμα· “ ὥστε οὔτε ὁ φυτεύων ἔστι τι· οὔτε ὁ “ ποτίζων· ἀλλ’ ὁ αὐξάνων Θεός.” Θεοῦ γὰρ μὴ συνεργοῦντος, μάταιος ὁ ἡμέτερος πόνος.
- 1.130
Ὠριγένουσ. Εἰ ἐφύτευσεν ὁ Παῦλος, συνεφύτευσε τῷ προηγουμένως Θεῷ· εἰ ἐπότισεν Ἀπολλῶς, συνεπότισε τῷ προηγουμένως ποτίσαντι Χριστῷ· φυτεύει γὰρ ὁ Θεός· διὸ γέγραπται· “πᾶσα φυτεία, ἢν οὐκ ἐφύτευσεν ὁ Πατὴρ μοῦ ὁ οὐράνιος, ἐκρι- “ ζωθήσεται·” καὶ πάλιν, “ ὁ Πατὴρ μοῦ ὁ γεωργός ἐστιν·” ποιήσωμεν οὖν καρποὺς, ἵνα μὴ ἐκκοπῶμεν κατὰ τὴν ἄκαρπον συκῆν· “ πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς “ πῦρ βάλλεται·” ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν, “ ἔμεινα ἵνα “ ποιήσῃ σταφυλήν· ἐποίησεν δὲ ἀκάνθας·” ἐὰν γὰρ ταῦτα εἴπῃ περὶ ἡμῶν· ἐρεῖ καὶ τὰ ἑξῆς· “ νῦν οὖν ἀναγγελῶ τι ποιήσω τῷ “ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς “ διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ· καὶ ἔσται εἰς κατα- “ πάτημα.
- 1.131
Ἰωάννου. Ὅρα πῶς ἀνεπαχθῆ ποιεῖται τὴν ἐξουδένωσιν προεστώτων αὐτῶν καὶ σοφῶν καὶ πλουσίων· ἑαυτὸν καὶ Ἀπολλῶ εἰς τὸ φαινόμενον ἐξουδενώσας, καὶ διδάξας ὡς χρὴ μόνῳ Θεῷ προσέχειν, καὶ εἰς αὐτὸν ἀναντιθέναι πάντα τὰ συμβαίνοντα αγαθά· “ ὁ φυτεύων, φησὶ, “ καὶ ὁ ποτίζων, ἕν εἰσιν, ἧκεν εἰς τὸ μηδὲν δύνασθαι πλέον, ἄνευ τοῦ αὐξάνοντος Θεοῦ.
- 1.132
Τοῦ αὐτοῦ. Ἓν εἶναι αὐτοὺς φησὶ, πρὸς τὸ μηδὲν δύνασθαι ἄνευ τοῦ αὐξάνοντος Θεοῦ.
- 1.133
Τοῦ αὐτοῦ. Ἐπειδὴ εἰκὸς ἦν τοὺς πλείω καμόντας ἐκείνων πίστιν, ῥᾳθυμοτέρους γενέσθαι, ἀκούσαντας ἓν εἶναι πάντας, κἂν μικρὸν, κἂν μέγα τίς ἔτυχε συνεισενεγκὼν, εὐθέως αὐτὸ διορθοῦται· “ ἕν εἰσι,” φησὶ, πρὸς τὸ μὴ δύνασθαι ἄνευ τοῦ αὐξάνοντος Θεοῦ πλέον τί ποιῆσαι, ἐπεὶ, ὅσον πρὸς τὴν ἀνταπάδοσιν, “ ἕκαστος,” φησὶ, “ κατὰ τὸν ἴδιον κόπον τὸν μισθὸν ἕξει.”
- 1.134
Φωτίου.Ἐπειδὴ πολλὰ κατέδραμεν τῶν διδασκάλων, “ τίς ἐστι Παῦλος ; τίς δὲ Ἀπολλῶς ; καὶ πάλιν “ ὥστε οὔτε ὁ “ ποτίζων ἔστι τι, οὔτε ὁ Φυτεύων.” τοῦτο δὲ ποιεῖ· πραύναι θέλων τὴν φλεγμονὴν τῶν ἐπὶ τῇ διδασκαλίᾳ καταλαζονευομένων, καὶ εἰς ἔρεις καὶ στάσεις τὸν λαὸν τοῦ Χριστοῦ καταδιελόντων· ἐπεὶ οὖν ἱκανῶς ἔδοξεν τὸν ἐκείνων τῦφον καθαίρειν, διὰ τὸ καὶ ἑαυτὸν συνευτελίσαι καὶ τὸν Ἀπολλῶ· ἵνα μή τινες εἴπωσιν, οὐκοῦν μάτην διδάσκεις ; μάτην τοὺς ὑπὲρ τοῦ κηρύγματος πόνους ἀναδεχόμεθα ; ἐπήγαγεν, τὰς τοιαύτας ἀποκρουόμενος λαβάς· “ ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.” μόνον οὐχὶ λέγων· μηδὲν ἀθυμείτω ὁ καλῶς διδάσκων· εἰ γὰρ καὶ κεκώλυται μερίζειν τὸν λαὸν τοῦ Χριστοῦ, καὶ ἰδιοποιεῖσθαι, καὶ σεμνολογεῖσθαι ἐν αὐτοῖς ὡς διδάσκαλος· ἀλλ’ οὖν γε μισθὸν λήψεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸν ἴδιον κόπον· εἶτα ἐπαίρων ἐπὶ πλέον τὸ πρᾶγμα, καὶ πιστούμενος ὅτι πάντως ἔσται ὁ μισθός Θεοῦ γὰρ, φησὶν, “ ἐσμὲν συνεργοί. ἅμα μὲν, ὥσπερ εἶπον, καὶ λαμπρύνων τὸ τῆς διδασκαλίας, ἅμα δὲ καὶ πάλιν ὑποδεικνὺς ὅτι Θεοῦ ἐστι τὸ ἔργον· ὥστε οὐ δεῖ ἰδιοποιεῖσθαι αὐτὸ καὶ κατατέμνειν αὐτό· μᾶλλον δὲ συνάπτειν καὶ ἑνοποιεῖν· τοῦτο γὰρ συνεργῶν· τὸ δὲ ἰδιοποιεῖσθαι καὶ μερίζειν, ἐχθρῶν καὶ πολεμίων· εἶτα ἐπιμένει τῷ αὐτῷ τῆς ἀποδείξεως χρώμενος κανόνι· ὅτι οὐ χρὴ κατανέμεσθαι τὸν λαὸν προσώποις ὅλως· “ Θεοῦ γεώργιον “ ἐστὲ,” φησὶ, “ Θεοῦ οἰκοδομή.” τί κατευτελίζετε ἑαυτούς; ἐμὸν Θεὸν r εἶναι τοῖς ὁμοδούλοις ἀνατιθέμενοι.
- 1.135
Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· ἄλλος δἐ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός. εἴ δέ τις ἐποι- uκοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λί- θους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει. εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησε, ματθὸν λήψεται. εἴ τινος τὸ ἔργον κατακαήσεται, ζη- μιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρὸς.
- 1.136
Ὠριφένουσ. Ἐπεὶ οὐ μόνον γεώργιον ἀλλὰ καὶ Θεοῦ οἰκοδο- οἰκοδόμοι ἐσμὲν, ζητῶ τὸν ἀρχιτέκτονα τῆς οἰκοδομῆς καὶ τοὺς συνεργοῦντας αὐτῷ· τοῦτο γὰρ νοῶν ὁ Ἀπόστολος φησὶ, *’ κατὰ τὴν “χάριν τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα.” τὴν γὰρ ἐν Κορίνθῳ ἐκκλησίαν πρὸ τῆς ἀποστολῆς, οὐδαμῶς ὑπέ- στησεν ὁ Παῦλος· καὶ ἐπειδὴ σχίσματα ἢν ἐν αὐτοῖς φησὶν, ὅτι δοθείσης μοι χάριτος ὑπὸ τοῦ Θεοῦ· ἄλλος δὲ ἐποικοδομεῖ· εἰ γὰρ ἕτερος μετελθὼν ἐπὶ τὸν θεμέλιον τῆς ἐκκλησίας ἐποικοδομεῖ· ἐκεῖνος οὐκ ἔστιν ἀρχιτέκτων τῆς ἐκκλησίας· ἀλλὰ ἐποικοδομεῖ τῇ ἐκκλησίᾳ· εἰ θέλεις οὖν ἰδεῖν ὅτι σοφὸς ἀρχιτέκτων ὁ Παῦλος· ἄκουε αὐτοῦ “ὅτι ἀπὸ Ιηρυσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ “πεπλήρωκα τὸ εὐαγγέλιον τοῦ Θεοῦ· φιλοτιμούμενος εὐαγγελί- “ζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέ- ’* λιον οἰκοδομῶ·” καὶ οὐ μόνον ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον κατε- βάλλετο, ἀλλὰ καὶ ἀρχιτεκτονικὰ οἱονεὶ βιβλία ἔγραψεν πῶς δεῖ τὸν ἀρχιτέκτονα οἰκοδομεῖν οἰκείαν· ὁποῖον δεῖ τὸν ἐπίσκοπον εἶναι, πρεσβύτερον τε καὶ διακόνους, καὶ τὸ ὑπόλοιπον τῆς σίας πλήρωμα· ταῦτα γὰρ πάντα ο7ονει νόμοι ἀρχιτεκτονικοὶ ἦσαν.
- 1.137
“ Ἄλλος οὖν,” φησὶν, “ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς “ἐποικοδομει-,” τοῦτο γὰρ κἀμοὶ λέγει· ἵνα μὴ ἀμεριμνῶν ἐποικο- δομῶ· εἰδὼς ὅτι τὸ ἔργον ὃ ἐποικοδομῶ, ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκημάσει ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· φροντίζω δὲ μήποτε ἐποικοδομῶν, ξύλα, χόρτον, καλάμην, ἐποικοδομήσω· ἐὰν γὰρ προσαγάγω ψυ- χὰς ἀκρίτως τῇ ἐκκλησία φαύλας, προσήγαγον τῷ καλῷ θεμελίῳ Χριστοῦ Ἰησοῦ ξύλα· ἄλλους χόρτον, καὶ ἄλλους καλάμην· ὥσπερ πάλιν ἐάν τινες διαλάμψωσιν ἐκ τῆς οἰκοδομῆς· καὶ τοσοῦ- τον διαλάμψουσιν ὥστε εὑρεθῆναί τινας ἀνάλογον τοῖς γεγραμμένοις περὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ· λίθους ἐκλεκτοὺς, καὶ λίθους κρυστάλλου, καὶ λίθους σαφείρου· καὶ λίθους ὅσους ὠνόμασεν ἐκεῖ, δῆλον ὅτι ἐπῳκοδόμησα τῷ θεμελίῳ λίθους τιμίους· καὶ ἐπιδὴ r τὸν νάον τοῦ Θεοῦ καὶ τὴν οἰκοδομὴν καὶ χρυσίον ἔχειν, ὥσπερ ὁ ναὸς ὃν Σολομῶν ᾠκοδόμησεν σύμβολον ναοῦ ἔχοντος χρυσὸν καὶ ἄργυρον πολύν· ἐὰν ἄλλος τις ἔλθῃ ἐποικοδομούμενος, τιμιώτερος ἀργυρίου εὑρεθείη ἃν χρυσός. εὐλαβούμενος δὲ ἐγὼ μήποτε δι’ ἐμοῦ ξύλον εἰσέλθῃ καὶ χόρτος καὶ καλάμη· καὶ ὁ ταλαίπωρος ἐγὼ κἂν ἄλλως κριθῶ ἄξιος σωτηρίας· ἐπεὶ γέγραπται ῥάπται “ αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.” οὕτως σωθῇ, ὡς αἴτιος γενόμενος τῷ μὴ κεχωρηκέναι τὴν χάριν· μὴ δὲ καλῶς ᾠκοδομηκέναι, τοῦ τὴν οἰκοδομίαν πεπληρωκέναι ξύλων, χόρτου, καλάμης· ὥσπερ οὐ βούλεται ὁ λόγος τοῦ Θεοῦ· “ τὸ γὰρ ἔργον “ ὁποῖόν ἐστιν ἑκάστου, τὸ πῦρ δοκιμάσει.”
- 1.138
Θέλω δὲ καὶ ἄλλως ἀπογράψασθαι· “ τὸ θεμέλιον γὰρ ἄλλον “ οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς “ Χριστός,” καὶ τὰ ἑξῆς. ἐξ οὗ ὁ Κύριός μου Ἰησοῦς Χριστὸς ἐπεδήμησεν· οὕτως θεμέλιος εἰς τὸν κόσμον κεκήρυκται· καὶ τοῦτον τὸν θεμέλιον ἐν μὲν τῇ Ἰουδαίᾳ οἱ Ἀπόστολοι ἔθηκαν· ἐν δὲ τοῖς ἔθνεσιν ὁ Ἀπόστολος τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας. “ δεξιὰς γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας· ἵνα ἡμεῖς “ εἰς τὰ ἔθνη αὐτοὶ δὲ εἰς τὴν περιτομήν.”
- 1.139
Κηρυχθέντος τοίνυν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ Λόγου· καὶ τοῦ θεμελίου τούτου καταβληθέντος· οὐδεὶς δύναται ἄλλον θεμέλιον θεῖναι παρὰ Ἰησοῦν Χριστόν. οἱ δὲ ἐποικοδομοῦντες, εἰ μὲν ὀρθοδοξοῦσι διὰ τῶν ἰδίων δογμάτων καὶ τῶν θείων νοημάτων καὶ τῶν καλῶν λόγων καὶ τῶν ἱερῶν πράξεων, ἐποικοδομοῦσι τῷ θεμελίῳ χρυσὸν, ἄργυρον, λίθον τιμίον· χρυσὸς γὰρ πολλάκις τετήρηται, ἀντὶ νοῦ λαμβανόμενος καὶ νοημάτων· εἰ λέγω καλῶς, ἐποικοδομῶ ἄργυρον· εἰ διηγοῦμαι δεόντως, καὶ εἰς πολιτείαν προτρέπω καλῶς τοὺς ἀκροατὰς, λίθους τιμίους ἐποικοδομῶ. ὅσοι μέντοι γε τῶν διδασκόντων Ἰησοῦν Χριστὸν ἐσφάλησαν τῆς ἀληθείας· ἐπῳκοδόμησαν τῷ θεμελίῳ, ξύλα, χόρτον, καλάμην· καὶ εἴποιμι ἃν, ὅτι οἱ ἀπὸ τῶν αἱρέσεων πάντες, οἱ μὲν βλασφημότεροι, ξύλα· οἱ δὲ ἔλαττον ἁμαρτήσαντες ἐν τῇ διδασκαλίᾳ, χόρτον· οἱ δὲ ἰσχνά τινα, καὶ ἵν οὕτως ὀνομάσω ἐλάττονα, καλάμην
- 1.140
Φέρε δὲ καὶ κατὰ τὸ ῥητὸν εἰδῶμεν. τοῦτο τὸ λεχθησόμενον, ἑνὸς ἑκάστου ἡμῶν ἅπτεται· ἕκαστος ἡμῶν παραδεξάμενος τὸν λόγον τοῦ εὐαγγελίου, παρεδέξατο Ἰησοῦν Χριστὸν θεμέλιον· ἵν ἐν πᾶσιν οἷς πράττει καὶ λέγει καὶ διανοεῖται, ἐποικοδομεῖ τούτῳ τῷ θεμελίῳ. εἰ μὲν οὖν καλὰ νοοῦμεν καὶ διανοούμεθα, ἐποικοδομοῦμεν χρυσόν· εἰ ἁγνῶς λέγοντες πάντα λόγον λεγόμενον ἁγίως λέγομεν, ἐποικοδομοῦμεν ὡς ἀργύριον· εἰ πᾶσαν πρᾶξιν ἣν πράττομεν, καλή ἐστιν· ἐποικοδομοῦμεν ὡς λίθον τίμιον. τὴν δὲ τιμὴν τῶν λίθων καὶ τὴν ποιότητα ὁ Θεὸς κρίνει. εἰ μέντοι γε ἁμαρτάνω μετὰ τὸν θεμέλιον· τὰ μὲν μεγάλα μοι τῶν ἁμαρτημάτων, ξύλα ἔσται· τὰ δὲ ὑποδεέστερα, χόρτος· τὰ δὲ ἔτι ὑποδεέστερα, καλαμή. καὶ ζητῶ μήποτε αἱ μὲν ῥίζαι καὶ τὰ νοήματα, ὅτ’ ἃν ἦν ἐσφαλμένα, ξύλα ἐστί· πηγὴ γάρ ἐστι τῶν κακῶν τὰ νοήματα. οἱ δὲ λόγοι, χόρτος· ἡ δὲ πρᾶξις, ἡ καλάμη· ὑποδεέστερα γάρ ἐστι τῇ ἀξίᾳ τῆς πράξεως, παρὰ τὸν λογισμὸν, “ ὁ φυτεύων δὲ “ καὶ ὁ ποτίζων ἕν εἰσιν.
- 1.141
Κυτίλλου. Ἐπειδὴ οἶκον ὠνόμασεν Θεοῦ τοὺς πεπιστευκότας, θεμέλιον εἰκότως ὀνομάζει Χριστόν· αὐχεῖ δὲ ὁ Παῦλος τὸ πρῶτος εἶναι τῶν ἄλλων· καὶ οἷόν τις ἀπαρχὴ τῶν εὐαγγελισαμένων αὐτοῖς τοῦ Χριστοῦ μυστήριον· ὅς ἐστι θεμέλιος ἀκατάσειστος, ἀνέχων τοὺς ἐποικοδομουμένους αὐτῷ, καὶ ναοὺς ὑποφαίνων, συναρμολογουμένους τε ἀλλήλοις διὰ τῆς πίστεως καὶ τῇ τοῦ Ἁγίου Πνεῦματος χάριτι συμβαίνοντος εἰς ὁμοψυχίαν. περὶ τούτου τοῦ θεμελίου ἔφασκεν ὁ Θεὸς καὶ Πατὴρ διὰ προφήτου· “ ἰδοὺ ἐγὼ “ ἐμβάλλω εἰς τὰ θεμέλια Σιῶν λίθον πολυτελῆ, ἀκρογωνιαῖον, “ ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ “ μὴ καταισχυνθῆ.” τεθεικέναι τοίνυν ὁ Παῦλος εὖ μάλα φησὶ τὸν θεμέλιον αὐτός· καὶ δύνασθαι μὲν ἑτέρους ἐπεργάζεσθαι τε καὶ οἰκοδομεῖν· οὐ μὴν ἔτι καταθεῖναι καὶ ἕτερον παρὰ τὸν ἤδη κείμενον· “ οὐ γάρ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδο- “ μένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.” “ εἷς γὰρ Θεὸς καὶ “ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος “ Ἰησοῦς Χριστὸς δι’ οὑ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ καὶ αυ- “ τός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας.” εἴτις οὖν ἀρνεῖται τὸν θεμέλιον, καὶ παραιτεῖται τὴν πέτραν· οὐκ οἰκοδομεῖ ἐπ’ αὐτῇ, ἀλλ’ εἰς τὴν ἄμμον· ταύτῃ τοι καὶ λίαν εὐκόλως κατασεισθήσεται· ὃ γὰρ μὴ ἀνέχῃ Χριστός· τοῦτο δὴ πάντως κινηθήσεται, οὐχ ἑδραίαν ἔχων τὴν στάσιν.
- 1.142
Θεοδωρίτου. Κατὰ τὴν ὑπουργίαν· ἀμφότεροι γὰρ τῷ διακονοῦσι βουλήματι· οὐ μὴν κατὰ τὸ ἔργον, ἣ κατὰ τὴν προθυμίαν· ἐν γὰρ τούτοις πολλὴ ἡ τῶν διακονούντων διαφορά· τοῦτο γὰρ καὶ αὐτὸς φησὶν, “ ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον “ Θεοῦ γὰρ ἐσμὲν συνεργοί. οἱ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες οὐδὲ τῷ Υἱῷ ταύτης τῆς προσηγορίας μετέδοσαν, ἀλλ’ ὑπουργὸν αὐτὸν ὀνομάζουσιν. ὁ δὲ θεῖος Ἀπόστολος καὶ τοὺς κήρυκας τῆς ἀληθείας συνεργοὺς προσαγορεύει Θεοῦ· ἀλλὰ πολὺ τὸ διάφορον. ὁ μὲν γὰρ ὡς Υἱὸς συνεργεῖ· οἱ δὲ ὡς σύνδουλοι, τοῦ Θεοῦ πληροῦσι τὸ βούλημα· “ θεμέλιον γὰρ ἄλλον “ οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον· ὅς ἐστιν Ἰησοῦς Χρι- “ στός.” ἐποικοδομεῖν δεῖ, οὐ θεμέλιον καταβάλλειν· τοῦτον γὰρ ὁ μακάριος Πέτρος τέθεικεν τὸν θεμέλιον, μᾶλλον δὲ ὁ δεσπότης Χριστός· Πέτρου γὰρ εἰρηκότος, “ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ “ Θεοῦ τοῦ ζῶντος·” ὁ Κύριος εἶπεν, “ ἐπὶ ταύτῃ τῇ πέτρᾳ “ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.” μὴ τοίνυν ἐξ ἀνθρώπων ἑαυτοὺς ὀνομάζετε· Χριστὸς γάρ ἐστιν ὁ θεμέλιος· “ εἰ δέ τις “ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον” καὶ τὰ ἑξῆς· τινὲς περὶ δογμάτων εἰρῆσθαι ταῦτα τῷ Ἀποστόλῳ φασίν· ἐγὼ δὲ οἶμαι περὶ τῆς πρακτικῆς ἀρετῆς τε καὶ κακίας ταῦτα λέγειν αὐτὸν, καὶ προκατασκευάζειν τὴν κατὰ τοῦ πεπορνευκότος κατηγορίαν· ταῦτα δὲ οὐ τῆς τῶν διδασκάλων κακίας· ἀλλὰ τῆς τῶν μαθητῶν ἐξήρτηται προαιρέσεως· τὴν δὲ τῶν ὑλῶν διαφορὰν οὐχ ὁ παρὼν βίος, ἀλλ’ ὁ μέλλων ἐλέγξει.
- 1.143
Τοῦ αὐτοῦ. Οἱ διδάσκαλοί, φησι, τὰ θεῖα παιδεύουσιν· ἀκούοντες κατὰ τὸ τῆς γνώμης ἀνθαίρετον τὸ πρακτέον αἱροῦνται· ἀλλὰ κατὰ τὴν τῆς ἐπιφανείας ἡμέραν, βάσανός ἐστιν καὶ ἐξέτασις ἀκριβής· καὶ τοὺς μὲν εὖ βεβιωκότας, καθάπερ χρυσὸν καὶ ἄργυρον τὸ πῦρ λαμπροτέρους ἀποφαίνει· τοὺς δὲ τῆς κακίας ἐργάτας, δίκην ξύλου καὶ χόρτου καὶ καλάμης καταναλώσει· ὁ δέ γε διδάσκαλος τὰ προσήκοντα διδάξας, οὐκ εἰσπραχθήσεται δίκας, ἀλλὰ τῆς σωτηρίας ἀξιωθήσεται· τοῦτο γὰρ λέγει, αὐτὸς δὲ σωθήσεται, τουτέστιν ὁ διδάσκαλος· τὸ δὲ ἔργον κατακαήσεται· ἀντὶ τοῦ οἱ πονηρὸν ἑαυτοῖς κατασκευάσαντες ἔργον. οὕτω δὲ ἀναγνόντες ἀκριβῶς, εὑρήσομεν τὴν τῶν γραμμάτων διάνοιαν· “ εἴ “ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται οὕτως δὲ, ὡς διὰ “ πυρός·” αὐτὸς γὰρ σωθήσεται, τοῦτ’ ἐστιν ὁ διδάσκαλος· οὐ γὰρ αἴτιος τῆς τούτων ἐπὶ τὸ χεῖρον ῥοπῆς· αὐτὸς γὰρ τὴν προσήκουσαν διδασκαλίαν προσήνεγκεν· εἰ δέ τις οὐ βούλεταί τι διὰ πυρὸς τῷ ἔργῳ προσαρμόσαι, ἀλλὰ τῷ διδασκάλῳ ουτ s
- 1.144
Ὑπὲρ μὲν ἐκείνων εἰσπραχθήσεται δίκας· σωθήσεται δὲ, διὰ πυρὸς καὶ αὐτὸς δοκιμαζόμενος· εἴπερ ἄρα ἔχει τὸν βίον τῇ διδασκαλίᾳ κατάλληλον· ὅτι δὲ οὐ περὶ δογμάτων ἀλλὰ περὶ ἔργων ταῦτα εἴρηται, καὶ τὰ ἐπαγόμενα μαρτυρεῖ· “ οὐκ οἴδατε ὅτι “ ναὸς Θεοῦ ἐστε, καὶ τὰ ἑξῆς.
- 1.145
Σευηριανοῦ. Οὐ τῆς κτίσεως λέγεται θεμέλιος ὁ ὡς ψευδόμενοι οἱ Ἀρειανοὶ διισχυρίζονται, ἀλλὰ τῆς πίστεως· ἐκηρύχθη γὰρ ὁ Χριστός· καὶ πᾶσα ἡ οἰκοδομὴ ἐπὶ τοῦτον γίνεται τὸν θεμέλιον· καὶ οἱ μὲν διδάσκοντες μίαν πίστιν κηρύττουσιν· καὶ τὸν εὐαγγελικὸν βίον καταγγέλλουσιν· ἡμῶν δέ ἐστιν ἑαυτοὺς ἢ λίθους ποιεῖν τιμίους, ἢ ξύλα ἢ χόρτον ἣ καλάμην· ὅτ’ ἃν οὖν εἴπῃ, “ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·“ οὐ κατὰ τὸν βίον· ἀλλὰ κατὰ τι ; “ θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν “ κείμενον·“ ὁ διδάσκων τὸν Χριστὸν καταγγέλλει καὶ τὰ παραγγέλματα αὐτοῦ δίδωσι· λοιπόν ἐστι ἀφομοιωθῆναι ἣ χρυσῷ διὰ τὴν καθαρότητα· ἢ χόρτῳ διὰ τὴν ἀσθένειαν· ἐὰν οὖν παραγγέλλῃ ὅτι “ ἕκαστος βλεπέτω” καὶ τὰ ἑξῆς, πρὸς τοὺς βουλομένους ἐπονομάζεσθαι ἀπὸ τῶν βαπτιζόντων ἣ διδασκόντων· εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησεν· ὁρᾷς ὅτι καλὸν οἰκοδομεῖ ὁ οἰκοδομῶν, ἐκεῖνο δὲ οὐ μένει κατὰ μεταβολὴν ἐνίοτε χείρονος προαιρέσεως· “ εἰ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθή- “ σεται· οὕτως δὲ ὡς διὰ πυρός·“ ὑπερβατόν ἐστιν· οὕτως γὰρ ἀναγνωστέον· εἰ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· οὕτως δὲ ὡς διὰ πυρός· ἀντὶ τοῦ οὕτως κατακαυθήσεται καὶ ζημιωθήσεται ὡς διὰ πυρός· αὐτὸς μέντοι σωθήσεται· οὐ γὰρ παρ’ αὐτὸν γεγένηται ἡ ἐπὶ τὸ χεῖρον παρατροπή.
- 1.146
Θεοδωρου. Τὰ κάλλιστα τῶν διδαγμάτων οὐ τῷ παρόντι βίῳ. μένει δὲ λαμπρότερα ἐπὶ τῶν ἔργων τότε δεικνύμένα· ὃς ἃν οὖν ταῦτα διδάσκει, φησὶν, ἃ καὶ τότε δύναται μένειν μειζόνως, τοῦ δεσπότου φανέντος Κυρίου, κομιεῖται τὸν ὑπὲρ τούτων πάντως μισθόν· ὃς δ’ ἃν τὰ ἐναντία διδάσκει, φησὶν, ἄχρι μὲν τοῦ παρόντος βίου δύναται πῶς κρατεῖν· ἀφανίζεται δὲ πάντως τῷ τῆς συντελείας καιρῷ· οὐ μόνον ζημιοῦται τῶν ἐνταῦθα πόνων τὸν μισθὸν, ὃν ἠδύνατο καρποῦσθαι, πονεῖν ὑπὲρ τῶν καλλίστων αἱρούμενος, ἀλλὰ καὶ ἂν σώζηται διά τινα ἑτέραν αἰτίαν σώζειν αὐτὸν δυναμένην, οὐ διαφυγὼν τὴν διὰ πυρὸς ἐξέτασιν, ἣν ὑποσχεῖν αὐτὸν ὑπὲρ τῶν χειρίστων ἀνάγκη διδαγμάτων· τοῦτο γὰρ λέγει τὸ οὕτως δὲ ὡς διὰ πυρός.
- 1.147
Ἰωάννου. Σοφὸν ἑαυτὸν ἐκάλεσεν ἐνταῦθα, οὐκ ἑαυτὸν, ἀλλὰ τύπον αὐτοῖς διδοὺς, καὶ δεικνὺς ὅτι τοῦτό ἐστι σοφοῦ τὸ ἕνα θεῖναι θεμέλιον. ὅρα γοῦν πῶς μετριάζει· ὅλον γὰρ ἑαυτὸν πρότερον ἀναθεὶς τῷ Θεῷ· τότε ἑαυτὸν οὕτως ἐκάλεσεν· “ κατὰ γὰρ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι“ φησίν· ὁμοῦ γὰρ δείκνυσιν, ὅτι καὶ τὸ πᾶν ἐστι τοῦ Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ τοῦτο μάλιστά ἐστιν χάρις, τὸ μὴ διῃρῆσθαι· ἀλλ’ ἐφ’ ἑνὶ κεῖσθαι θεμελίῳ· ἄλλως δὲ ἐποικοδομεῖ· “ ἕκαστος δὲ βλεπέτω “ πῶς ἐποικοδομεῖ· ἐνταῦθά μοι δοκεῖ εἰς τὸν περὶ τῆς πολιτείας λοιπὸν αὐτοὺς ἐμβάλλειν ἀγῶνα· ὃ δὲ λέγει, τοῦτό ἐστιν· κατήγγειλα τὸν Χριστόν· παρέδωκα ὑμῖν τὸν θεμέλιον· σκοπεῖτε, πῶς ἐποικοδομεῖτε· εἰ κενοδόξως· εἰ πρὸς ἀνθρώπους ἀποσπῶντες μαθητάς· “ εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον,” καἰ τὰ ἑξῆς.
- 1.148
Οὑ μικρὸν ἡμῖν τὸ προκείμενον ζήτημα ἐντεῦθεν, ἀλλὰ καὶ περὶ τῶν σφόδρα ἀναγκαίων, καὶ ὧν ἅπαντες ζητοῦσι ἄνθρωποι· εἰ τέλος ἔχει τὸ τῆς γεέννης πῦρ· ὅτι μὲν γὰρ οὐχ οὕτως ἔχει· ὁ Χριστὸς ἀπεφήνατο λέγων· “ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ “ ὡς κώληξ αὐτῶν οὐ τελευτήσει·“ καὶ ὁ Παῦλος δὲ δεικνὺς ἀθάνατον τὴν κόλασιν φησὶν, “ οἱ ἁμαρτάνοντες, δίκην τίσουσιν ὀλέθριον, “ αἱώνιον·” ἐπειδὴ δοκεῖ τισι τὸ τοῦ Παύλου τοῦτο ῥῆμα ἀντιπίπτειν· φέρε καὶ αὐτὸ καταμάθωμεν ἀγαγόντες εἰς μέσον. περὶ πράξεων ὁ λόγος τῷ Παύλῳ· μέγα γὰρ τὸν θεμέλιον καὶ τὴν πίστιν, οἱκοδομῆς χρεία· διὸ καὶ ἀλλαχοῦ λέγει, “ οἰκοδομεῖτε ἀλλήλους ἐν “ τοῖς λόγοις.” πίστις μὲν γὰρ οὐκ ἔστιν, ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων· ἀλλ’ ἡ αὐτῶν πάντων τῶν ἀληθῶς πιστευόντων. ἐπεὶ δὲ βίους ἔστιν τοὺς μὲν σπουδαιοτέρους εἶναι· τοὺς δὲ ῥᾳθυμοτέρους· καὶ τοὺς μὲν ἀκριβεστέρους, τοὺς δὲ καταδεεστέρους· καὶ τοὺς μὲν χαλεπώτερα· τοὺς δὲ καταδεεστέρα πεπλημμεηκέναι· διὰ τοῦτο εἶπεν, χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. εἴ τις οὖν, φησὶ, βίον κακὸν ἔχει μετὰ πίστεως ὀρθῆς· οὐ προστήσεται αὐτοῦ ἡ πίστις εἰς τὸ μὴ κολάζεσθαι, τοῦ ἔργου κατακαιομένου· τὸ δὲ κατακαήσεται, τοῦτ’ ἔστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύμην· ἀλλ’ ὥσπερ εἴ τις χρυσᾶ ἔχων ὅπλα ποταμὸν διέλθοι πυρὸς, φαιδρότερος διαβαίνει· εἰ δὲ χόρτον ἔχων διέλθοι, οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ ἑαυτὸν ἀπόλλυσιν· οὕτως καὶ ἐπὶ τῶν ἔργων ἐστίν· οὐ γὰρ ὡς περὶ ἐνυποστάτων διαλεγόμενος καὶ ἰδίᾳ καιομένων τοῦτο λέγει· ἀλλὰ τὸν φόβον μᾶλλον ἐπιτεῖναι θέλων, καὶ δεῖξαι γυμνὸν ἀσφαλείας τὸν ἐν κακίᾳ ὄντα· διὸ καὶ ἔλεγεν ζημιωθήσεται· τὸ δὲ “ αὐτὸς “ δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός τουτεστιν οὔχι καὶ αὐτὸς οὕτως ἀπολεῖται ὥσπερ τὰ ἔργα εἰς τὸ μηδὲν χωρῶν, ἀλλὰ μενεῖ ἐν τῷ πυρί· σωτηρίαν οὖν τὸ πρᾶγμα καλεῖ, φησίν· ἀλλὰ διὰ τοῦτο προσέθηκεν, “ ὡς διὰ πυρός” καὶ γὰρ ἡμῖν ἔθος λέγειν ἐν τῷ πυρὶ σώζεται περὶ τῶν μὴ κατακαιομένων καὶ τεφρωμένων εὐθέως ὑλῶν· οὕτως οὖν καὶ ἐνταῦθα εἰπὼν “ σωθήσεται·” οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ἠνίξατο· ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν κακεμφάτων καλοῖς ὀνόμασι κεχρῆσθαι· καὶ ἐπὶ τῶν χρηστῶν τοῖς ἐναντίοις· οἷον τὸ τῆς αἰχμαλωσίας ὄνομα πονηροῦ πράγματος εἶναι δοκεῖ ὄνομα· ἀλλ’ ἐπὶ καλῷ Παῦλος αὐτῷ κέχρηται λέγων, “ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ “ Χριστοῦ·“ καὶ ἐπὶ κακῷ πάλιν, εὐφήμῳ ὀνόματι κέχρηται λέγων. “ ἐβασίλευσεν ἡ ἁμαρτία“ καίτοι γε τὸ τῆς βασιλείας ὄνομα, εὐφημίας ἐστὶ μᾶλλον· οὕτω καὶ ἐνταῦθα εἰπὼν “ σωθήσεται· οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ἠνίξατο. ὡσανεὶ ἔλεγεν, αὐτὸς δὲ μενεῖ διηνεκῶς κολαζόμενος· ὅθεν δηλονότι περὶ πράξεων ὁ λόγος· ἐπειδὴ γὰρ μέλλει λοιπὸν πρὸς τὸν πεπορνευκότα ἀποτείνεσθαι· ἄνωθεν καὶ πρὸ πολλοῦ καταβάλλεται τὰ προοίμια· διασαλεύων ἤδη τῷ φόβῳ τὴν ψυχὴν αὐτοῦ.
- 1.149
Οἰκουμενίου. Ἄρα μὴ καὶ οὕτως δυνάμεθα νοῆσαι· οἱ οἰκοδομήσαντες τὴν εὐκατάπρηστον ὕλην τέλεον ἐκβέβληνται· ἐζημίωνται γὰρ αὐτῶν πάντα τὰ σπουδάσματα· “ αὐτὸς δὲ σωθή- “σεται·” αὐτὸς αὐτὸς τίς ; ὁ ἐποικοδομήσας τὸν χρυσὸν, καὶ τὸν ἄργυρον καὶ τοὺς τιμίους λίθους· εἰπὼν γὰρ περὶ αὐτοῦ ὅτι μισθὸν λήψεται, νῦν λέγει ποῖον μισθόν· τὴν σωτηρίαν· τουτέστιν σωθήσεται δέ γε ἐπωδύνως καὶ αὐτός· καὶ ὡς εἰκὸς τὸν διὰ πυρὸς παριόντα καὶ ἐκκαθαιρόμενον, τὸν ἐνόντα αὐτῷ βραχὺν ῥύπον· Θεοῦ γὰρ μόνου τὸ τελέως ἀναμάρτητον· οἱ δὲ ἄνθρωποι κἂν ὅτι μάλιστά εἰσι δίκαιοι, οὐ τέλεον εἰσὶ καθαροί. εἴρηται γὰρ “ ὅτι “ πολλὰ πταίομεν ἅπαντες·” καὶ “ οὐδεὶς καθαρὸς ἀπὸ ἁμαρτίας· “οὐδ’ ἃν μία ἡμέρα ὁ βίος αὐτοῦ. καὶ γὰρ καὶ εἴρηται τῷ Μαλαχίᾳ· “ ὅτι ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὠς πόαν πλυνόντων “ πλυνεῖ καὶ καθαρίσει ὁ Θεὸς τινάς.”
- 1.150
Φωτίου. Τὸ “ σωθήσεται·” τουτέστιν οὐκ οὐδὲ εἰς τὸ μὴ ὂν χωρήσει, ὥσπερ αἱ πράξεις αὐτοῦ αἱ πονηραί· αὐταὶ γὰρ μέχρι μὲν τοῦ καιροῦ ἐκείνου τὴν ὕπαρξιν ἐδόκουν ἔχειν, καὶ ἐπράττοντο· ἐλθούσης δὲ τῆς ἡμέρας ἐκείνης καὶ τοῦ πυρὸς, αὐταὶ μὲν φροῦδοι γεγόνασι, μήτε εἶναι μήτε πράττεσθαι δυνάμεναι· ὁ μέντοι καταπραξάμενος αὐτὰς ἄνθρωπος, οὐ συναναιρεῖται ταύταις καὶ συναφανίζεται· ἀλλὰ μένει καὶ σώζεται, τὴν διὰ πυρὸς δίκην τιννύς· διὰ τοῦτο γὰρ καὶ εἰπὼν σωθήσεται· τουτέτιν εἰς τοῦτο μένει καὶ σώζεται· εἰς τὸ διὰ πυρὸς τὸν αἰῶνα κολάζεσθαι
- 1.151
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν ; εἴ τις τὸν ναὸν τοῦ Θεοῦ Φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινες ἐστε ὑμεῖς. μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. ἡ γὰρ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ Θεῷ ἐστί. γέγραπται γὰρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσι μάταιοι.
- 1.152
Ὡριγενουσ. Εἰ θέλεις ἀληθινὸν ναὸν τοῦ Θεοῦ μαθεῖν· ζήτει λίθους ζῶντας καὶ καθαροὺς λελατομημένους, ὑπὸ τοῦ λόγου βεβηκότας καὶ ἑστῶτας τετραγώνους, μηδὲν ἔχοντας ἄστατον, μηδὲ κυλιόμενον· εἰ γὰρ καὶ λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς· ἀλλ’ οἱ λατόμοι οὐκ ἐῶσιν αὐτοὺς μέχρι τέλους κυλίεσθαι· ὑμεῖς οὖν ὡς λίθοι ζῶντες, οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. καὶ παρὰ τῷ Ἀποστόλῳ δὲ λέγεται, ὅτι ἐσμὲν ναὸς οἱ πάντες εἷς· ἑκάστου ἡμῶν λίθου τινὸς ὄντος ἀπὸ τοῦ ναοῦ· φησὶ δὲ οὕτως ἐν τῇ πρὸς Ἐφεσίους· ἄρα οὐκ ἐστὲ ξένοι καὶ “ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ· “ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ τῶν προ- “ Φητῶν· ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα “ οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν “ ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν “ Πνεύματι.”
- 1.153
Δεῖ οὖν μηδένα λίθον ἀνάρμοστον εἶναι τῇ οἰκοδομῇ· “ ἐὰν γὰρ “ δύο,” φησὶ, “ συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς “ πράγματος οὑ ἐὰν αἰτήσωνται· γενήσεται αὐτοῖς παρὰ τοῦ “ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς·” πόσῳ οὖν πλέον, ἐὰν πάντες οἱ λίθοι συμφωνήσωσιν εἰς μίαν ἁρμονίαν, καὶ γένηται πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία, ἡ εὐχὴ αὐτῶν δυνήσεται καὶ ἰσχύσει ; καλὸν οὖν ἐστι τὸ αὐτὸ λέγειν πάντας ἡμᾶς· ἵνα ὦμεν κατηρτημένοι ἐν τῷ αὐτῷ νοὶ καὶ τῇ αὐτῇ γνώμῃ. οὕτως γάρ ἐστε οἰκοδομὴ συναρμολογουμένη εἰς ναὸν ἅγιον ἐν Κυρίῳ.
- 1.154
Δύναται δὲ καὶ ἕκαστος ἡμῶν καθ’ ἑαυτὸν εἶναι ναὸς ἑτέρῳ λόγῳ. εἰ γὰρ ναός ἐστιν ὁ ἔχων δόξαν Θεοῦ· πᾶς ὁ ἔχων ἐν ἑαυτῷ δόξαν Θεοῦ ναός ἐστι κατὰ τοῦτο τοῦ Θεοῦ· δόξαν δὲ ἔχει πλείονα ἢ ἐλάττονα, ὁ ποιῶν δοξάζεσθαι τὸ ὄνομα τοῦ ἐν τοῖς οὐρανοῖς Πατρὸς διὰ τὰς πράξεις αὐτοῦ. διὸ γέγραπται, “ τοὺς “ δοξάζοντάς με δοξάσω·” τότε οὖν μάλιστα ἐσόμεθα ναὸς Θεοῦ· ἐὰν χωρητικοὺς ἑαυτοὺς κατασκευάσωμεν τοῦ Πνεύματος τοῦ Θεοῦ· οὐ δύναται μέντοι γε ἔχων τις πνεῦμα ἁμαρτίας τινὸς εἶναι ναὸς Θεοῦ· ἐπειδήπερ τὸ Πνεῦμα τοῦ Θεοῦ μόνον οἰκεῖ ἐν ᾧτ’ κρίνει κατοικεῖν. “ εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει· φθερεῖ τοῦτον ὁ Θεός·” τὸ ὅσον ἐφ’ αὐτῷ ἕκαστος κἂν λίθος ἢν, φθείρει τὸν ναὸν τοῦ Θεοῦ ἁμαρτήσας· καὶ ὁ σκάνδαλον δέ τι παρέχων τῇ Ἐκκλησίᾳ, φθείρει τὸν ναὸν τοῦ Θεοῦ· κυριώτερον δὲ φθείρει τὸν ναὸν τοῦ Θεοῦ, ὁ πορνεύων, ἐπειδήπερ τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἄγ’ ἴου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ· λέγεται οὖν ἄφθορος ὁ καθαρός· ἐφθαρμένη δὲ ἡ μηκέτι παρθένος, ὡς δὴ τοῦ ἔργου τούτου μόνου φθείροντος. εἴπερ οὖν τοῦτο ἔργον φθορᾶς ἐστιν· τοῦτο μάλιστα φυλαξώμεθα· ἐπεὶ καὶ ὁ Κύριος μετὰ πάντων τῶν ἀγαπώντων τὸν Θεόν ἐστιν ἐν ἀφθαρσίᾳ. Καὶ ταῦτα μὲν ἰδίαν ἔσχεν περιγραφήν.
← Previous · Next → — showing 101–200 of 1,057
First Thousand Years of Greek. CTS URN tlg4102.tlg012.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.