Ancient Texts

← Library

Catena In Epistulam I Ad Corinthios

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,057 sections

  1. hyp.1

    ΤΑΥΤΗΝ ἐπιστέλλει ἀπὸ Ἐφέσου τῆς Ἀσίας, ἑωρακὼς αὐτοὺς ἤδη καὶ διδάξας, ὑπομιμνήσκων δὲ ὅμως διὰ τῆς ἐπιστολῆς ταύτης. ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη. Κορίνθιοι ἐκ φιλονεικίας συναγόμενοι, ἐσχίζοντο ταῖς γνώμαις, καὶ λοιπὸν ἢν ἐν αὐτοῖς σχίσματα. καὶ ὄντων τῶν σχισμάτων, παρεβλέποντο τὸν λαβόντα τὴν μητρυιάν. ἄλλοι δὲ ἤθελον καταλιμπάνειν τὰς ἰδίας α γυναῖκας, προφάσει τῆς ἐγκρατείας. τινὲς δὲ b ἐν εἰδωλείοις ἤσθιον, ὡς ἀδιαφόρων ὄντων τῶν εἰδωλοθύτων. ἄλλοι δὲ, τοὺς μὲν ἄλλους ἐξουθένουν, τοὺς δὲ λαλοῦντας γλώσσαις ἐθαύμαζον. καὶ τέλος ἠπάτηντο καὶ εἰς τὸ περὶ ἀναστάσεως μυστήριον, λέγοντες μὴ ἐγείρεσθαι τὴν σάρκα ταύτην. τούτων πάντων ἐν Κορίνθῳ κινουμένων, γράφουσιν οἱ λαοὶ τῷ Ἀποστόλῳ. καὶ λοιπὸν πρὸς πάντα ἀντιγράφει. καὶ πρῶτον μὲν, μαρτυρεῖ αὐτοῖς ἐν φρονήσει καὶ γνώσει. οὐκ ἀποδέχεται δὲ c αὐτοὺς ποιοῦντας σχίσματα d, ἀλλὰ καὶ συμβουλεύει, μὴ ἐν λόγῳ τὴν ἀρετὴν, ἀλλ’ ἐν ἔργῳ καὶ δυνάμει ἡγεῖσθαι. ἔπειτα ἐπιτιμήσας τῷ τὴν μητρυιὰν λαβόντι, καὶ παραινέσας μὴ ἔχειν κρίματα πρὸς ἑαυτοὺς, λοιπὸν e περὶ ὣν ἔγραψαν ἀποκρίνεται· περὶ μὲν τοῦ γάμου διδάσκων ἄρρηκτον εἶναι τὴν συζυγίαν, καὶ ἐν καιρῷ μόνῳ σχολάζειν, διὰ τὴν εὐχήν. διὰ δὲ τὸ ἀγαπᾷν αὐτοὺς τὴν ἐγκράτειαν, γράφει περὶ παρθενίας, ὅτι οὐ κατὰ ἀνάγκην, ἀλλὰ πειθοῖ τοῦτο γινέσθω f. εἶτα περὶ τῶν εἰδωλοθύτων, ἵνα μὴ καταχρῶνται τῇ γνώσει, ἀλλὰ τῇ ἀγάπῃ πολιτεύωνται g. κωλύει οὖν τὰ ἐν εἰδωλείῳ h συμπόσια, ἵνα μὴ σκανδαλίζωνται οἱ μικροί. εἶτα περὶ τῶν πνευματικῶν χαρισμάτων γράφει, ἵνα μὴ διαφέρωνται ἐν τοῖς χαρίσμασι, μηδὲ προκρίνωσι τὸν ἔχοντα χάρισμα τόδε, τοῦ ἔχοντος τόδε. πάντα γὰρ τοῦ αὐτοῦ i Πνεύματος εἶναι λέγει. καὶ λοιπὸν περὶ ἀναστάσεως διδάσκει, ὅτι ἡ σὰρξ ἐγείρεται, ἀποθνήσκουσα μὲν φθαρτὴ ἐγειρομένη δὲ ἄφθαρτος κατὰ τὴν τοῦ Χριστοῦ χάριν. τὴν δὲ ἀνάστασιν, ἀπὸ τοῦ ἐγηγέρθαι 1 τὸν Χριστὸν συνίστησι. καὶ τέλος m παραινετικοὺς λόγους εἰς τὰ ἤθη γράφει, καὶ περὶ λογίας ίας τῆς εἰς τοὺς ἁγίους παραγγέλλει, καὶ οὕτως τελειοῖ τὴν ἐπιστολήν.

  2. hyp.2

    Θεολωρίτου. Ὁρῶν ὁ Δαίμων οὕτω πολυάνθρωπον τὴν Κόρινθον, καὶ εἰδελολάτριν πεπιστευκυῖαν Θεῷ, παρασκευάζει τινὰς ἐκ τῶν παρὰ σφίσι πλουσίων καὶ φιλοσόφων αὐτοχειροτονήτους προστατεῖν τοῦ δήμου ἐν τοῖς πνευματικοῖς πράγμασιν, ὡς λοιπὸν τοῦ λαοῦ πολλοὺς, τοὺς μὲν τοῖς πλουσίοις ὡς δυνατοῖς προσχωρῆσαι, τοὺς δὲ τοῖς n φιλοσόφοις ὡς πλέον o διδάσκειν δυναμένοις παρὰ τὴν τοῦ Ἀποστόλου διδαχὴν, ὡς ἐκ τούτου σχίσματα καὶ ἔριδας γίνεσθαι παρ’ αὐτοῖς. ἔγραψαν οὖν τῷ Παύλῳ διὰ Φορτουνάτου p, καὶ Στεφάνου καὶ Ἀχαικοῦ, περὶ γάμου καὶ παρθενίας, δι’ ὧν r καὶ ἀντιγράφει αὐτοῖς, καὶ περὶ τούτων καὶ περὶ ἄλλων, συναποστείλας καὶ τὸν Τιμόθεον. ἐπεὶ οὖν ἐξ ἀπονοίας ἦσαν τὸν λαὸν διανειμάμενοι οἱ πλούσιοι καὶ φιλόσοφοι, τῆς ἀπονοίας διορθοῦται τὸ πάθος ἐν πρώτοις.

  3. toc.1

    ά. Περὶ τοῦ μὴ διχονοεῖν πρὸς ἀλλήλους ἐκ φιλοδοξίας τῆς ἐπὶ σοφίᾳ

  4. toc.2

    β΄. Κατὰ πορνῶν καὶ πορνείας, καὶ τῶν τούτοις κοινωνούντων.

  5. toc.3

    γ΄. Περὶ τοῦ μὴ δεῖσθαι δικῶν, καὶ ταῦτα ἐπὶ ἀπίστων.

  6. toc.4

    δ'. Περὶ γάμου καὶ χηρείας καὶ ἀγαμίας.

  7. toc.5

    έ. Περὶ διαφορᾶς ἐδεσμάτων, καὶ ἀποχῆς δαιμονικοῦ σεβάσματος.

  8. toc.6

    ζ΄. Περὶ σχήματος ἀνδρῶν καὶ γυναικῶν, ἐν εὐχαῖς καὶ προφητείαις.

  9. toc.7

    ζ΄. Περὶ κοινωνίας θεοπρεποῦς, οὐ πλησμονικῆς.

  10. toc.8

    ή. Περὶ διαφορᾶς χαρισμάτων, καὶ οἰκονομίας αὐτῶν.

  11. toc.9

    θ΄. Περὶ ἀναστάσεως σωμάτων καθολικῆς.

  12. praef.1

    ΠΑΥΛΟΣ κλητὸς Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός· τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ τῆ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν παντὶ τόπῳ ἀυτῶν τε καὶ ἤμων·

  13. praef.2

    Καὶ αὐτὸ τὸ προοίμιον τὸν τῆς κατηγορίας μηνύει σκοπόν· διδάσκει γὰρ αὐτοὺς μὴ ἑαυτοῖς θαρρεῖν, ἀλλ’ ἐπὶ τῷ σεσωκότι Θεῷ μέγα φρονεῖν· διὰ τοῦτο καὶ τῆς ἀποστολικῆς κλήσεως ἐμνημόνευσε· μονονουχὶ λέγων, ὑμεῖς μὲν ἑαυτοὺς ἐξ ἀνθρώπων ὀνομάζετε, ἐγὼ δὲ ἐμαυτὸν ἀπὸ τοῦ καλέσαντός με καὶ ἀποστείλαντος Ἰησοῦ Χριστοῦ.

  14. praef.3

    Ἐνταῦθα τοῦ μὲν καλέσαντος τὸ πᾶν· τοῦ δὲ κληθέντος ὄα ὡς εἰπεῖν γίνεται.

  15. praef.4

    Σευηριανοῦ. τοῦτο οὐκ ἁπλῶς προσέθηκεν. ἀλλ’ ἵνα δείξῃ ὅτι Θεοῦ θέλημα τὸ πάντας ἀπὸ Χριστοῦ λέγεσθαι, καὶ τὸ Ἀποστόλους εἶναι.

  16. praef.5

    Θεοδωρίτου. Καὶ τοῦτο τῆς διαφωνίας ὡσαύτως κατηγορεῖ. Πατρὸς γὰρ καὶ Υἱοῦ τὴν συμφωνίαν ἀπέδειξεν. διδάσκει δὲ ἡμᾶς καταταυτὸν ὡς ἀδιαφόρως ταῖς προθέσεσι κέχρηται b. ἐνταῦθα γὰρ τὴν “ διὰ” ἐπὶ τοῦ Πατρὸς τέθεικεν.

  17. praef.6

    Κυτίλλου. Ἀπεστάλθαι φησὶν ὁ θεσπέσιος Παῦλος παρὰ Χριστοῦ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός. τοῦτο γὰρ οἶμαι ἐστὶ τὸ “ διὰ θελήματος Θεοῦ.” ἐπειδὴ γὰρ δι’ Υἱοῦ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν ἐστι τοῦ Πατρός. δι’ αὐτοῦ πάλιν τοὺς ἁγίους εἰς ἀποστολὴν προκεχειρῆσθαι φαμέν.

  18. praef.7

    Θεολωρίτου. Σοφῶς δὲ τοὺς παρ’ ἑκάστοις τετιμημένους, ὥσπερ καὶ τὸν Σωσθένην τοῖς ἐν Κορίνθῳ διεγνωσμένοις, καὶ ἁπάσης ἐπιεικείας ἐμπλέω δέχεται συνεπίστέλλοντας. Οἶον ἐκδυσωπῶν τοὺς ἔσθ’ ὅτε τε πρὸς τοῦτο ἰόντας ἀντανίστασθαι τολμᾶν τοῖς παρ’ αὐτοῦ κηρύγμασιν, ἢ καὶ μὴ εὖ πεποιῆσθαι λέγειν αὐτά. τοῦτον ὑπολαμβάνω Κορίνθιον εἶναι. μέμνηται δὲ αὐτοῦ καὶ ἡ τῶν Πραξέων ἱστορία· καὶ διδάσκει ἡμᾶς ὁ μακάριος Λουκᾶς ὡς ἁρπάσαντες αὐτὸν ἐπὶ τοῦ Γαλλίωνος οἱ “Ελληνες, λίαν ᾐκίσαντο τοῦτον

  19. praef.8

    Σετηριανοῦ. Ὁμοῦ μὲν ὡς γνώριμον τοῖς Κορινθίοις ἑαυτῷ συντάττει, καὶ τὸν τῦφον τῶν ἐπὶ λόγοις ἐπαιρομένων καταστέλλει.

  20. praef.9

    Τοῦ αὐτοῦ. τὴν κακῶς γεγενημένην συνάπτει διαίρεσιν· μίαν ἐκκλησίαν καὶ Θεοῦ τούτους ἀποκαλῶν· προστίθησι δὲ ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἐν τῶ δεῖνι.

  21. praef.10

    Κτρίλλου. “Οτι ὀνήσει τῶν κηρυγμάτων ἡ δύναμις, οὐ μόνον Κορινθίους, ἀλλὰ καὶ πάντας τοὺς ἐν Χριστῷ κεκλημένους εἰς τὸν διὰ πίστεως ἁγιασμὸν, διατρανοῖ λέγων “ἡγιασμένοις ἐν Χριστῷ, ” ἕως “ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.” ὁ μὲν γὰρ νόμος οὐκ ἐν παντὶ τόπῳ κεκέλευκε τοῦτο δρᾶν, ἀλλ’ εἰς τὸν θεῖον αὐτὸν ἐν Ἱεροσολύμοις νεὼν ἀφικνεῖσθαι· ἐδεδίει γὰρ τῆς παρ’ αὐτοῖς διανοίας ὡς εἰκὸς τὸ εὐμετακόμιστον· μὴ ἄρα πὼς προσκυνεῖν ἣ θύειν ἐν παντὶ τόπῳ κεκελευσμένοι, πρόφασιν τῆς εἰς τὰ αἰσχίω μεταβολῆς τὸν νόμον c καὶ προσκυνήσειαν τοῖς γλυπτοῖς· ναοὺς ἑαυτοῖς ἱστῶντες καὶ βωμούς. ἐπειδὴ δὲ κεκλήμεθα λοιπὸν οἱ ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματος ἀσφάλειαν πεπλουτήκαμεν, προσκυνεῖν τετάγμεθα οὐκ ἐν γε τοῖς Ἱεροσολύμοις ἅπαντες, ἀλλ’ ἐν παντὶ τόπῳ· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῶν προφητῶν λεγόμενον· “ καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἕκαστος ἐκ τοῦ τόπου “ αὐτοῦ·” ἐπιστέλλει δὴ οὖν ἅμα Σωσθένει τῆ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἣν αὐτὸς ἑαυτῷ παρέστηκεν ὁ Χριστός· καὶ τίς αὐτὴν ὦπτο; πάντες οἱ ἡγιασμένοι καὶ κεκλημένοι διὰ Χριστοῦ πρὸς δικαίωσιν· “ἐπικαλούμενοί τε τὸ ὄνομα αὐτοῦ ἐν παντὶ τόπω “αὐτῶν τε καὶ ἡμῶν·” τουτέστιν, εἴτε ἐν τῇ τῶν Ἰουδαίων γῆ, εἴτε ἦν ἐν ταῖς τῶν ἐθνῶν πόλεσι τε καὶ χώραις. Θέον δὲ κατὰ φύσιν διακηρύττει Χριστὸν, καὶ σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὴν δόξαν πραγματεύεται· Θεοῦ μὲν γὰρ Ἐκκλησίαν ὀνομάζει, τοὺς ἡγιασμένους. Χριστῷ δὲ πάλιν αὐτοὺς προσνέμει λέγων· “εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ.”

  22. praef.11

    Σετηριλνοῦ. Σκοπῆσαι δεῖ πῶς ἐν ὀλίγοις ῥητοῖς πολλάκις μέμνηται Χριστοῦ Ἰησοῦ. ἐξ αὐτῶν τῶν προοιμίων διδάσκων ὡς ἀπ’ οὐδενὸς ἑτέρου καὶ ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνομάζεσθαι προσήκει. καὶ τὸ τραῦμα τὸ ἀπὸ τῶν διαμερισμῶν τῶν διαφόρων ἐπονομασιῶν τῇ συνεχεῖ τῆς μνήμης Ἰησοῦ Χριστοῦ θεραπεύων. “ἡγιασμένοις ἐν Χριστῷ Ἱησοῦ.” οὐκ ἄνθρωπός σε φησὶν ἡγίασεν, ἀλλ’ ὁ Θεὸς ἐν Χριστῷ.

  23. praef.12

    Θεολωρίτου. Καλεῖ αὐτοὺς κλητοὺς καὶ ἁγίους· καὶ συνάπτει τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι· διδάσκων ὡς οὐκ αὐτοὺς μόνους ὁμονοεῖν προσήκει, ἀλλὰ καὶ πάντας τοὺς τῷ σωτηρίῳ πεπιστευκότας κηρύγματι, ἓν ἔχειν φρόνημα δεῖ. αὕτη δὴ εἰς ἓν σῶμα συντελοῦντας τοῦ δεσπότου Χριστοῦ.

  24. praef.13

    Σευτηριανοῦ. Εἰ γὰρ ἄνθρωπον, φησὶ, ἐπικαλῇ, ἀπὸ τούτου καλοῦ. εἰ δὲ Ἰησοῦν Χριστὸν, ἀπὸ τούτου ὀνομάζου, ὃν ἐπικαλῇ. καλῶς δὲ τὸ “ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις.” οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ πανταχοῦ πιστεύοντες Χριστὸν καλοῦσι. καὶ ἀπὸ τούτου ὀνομάζονται, οὐκ ἀπ’ ἀνθρώπων. μὴ τοίνυν μόνοι ξενίσητε, ἀσεβῆ καινότητα ἐπεισάγοντες· καὶ οὐκ εἶπεν σὺν πᾶσι τοῖς καλοῦσι τὸ ὄνομα, ἀλλὰ “τοῖς ἐπικαλουμένοις·” Θεὸν δεικνὺς τὸν Υἱὸν τοῦ Θεοῦ. Θεὸν γάρ τις ἐπικαλεῖται, ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. εἰ πᾶς τόπος τὸν Ἰησοῦν Χριστὸν ἐπικαλούμενός ἐστι, μιμεῖσθε τοὺς πολλούς· ἀλλὰ μὴ μόνοι ξένον τι ποιεῖτε a παρὰ τοὺς ἄλλους· τὸ δὲ “αὐτῶν τε καὶ ἡμῶν,” τῷ Κυρίῳ συνήρμοσται. ἀντὶ τοῦ, καὶ ἡμεῖς οἱ γράφοντες, καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Κύριον ἔχομεν Ἰησοῦν.

  25. praef.14

    Ὠριγένουσ. Εἰ καὶ πρὸς Κορινθίους τὰ γράμματά ἐστι γεγραμμένα, ἀλλὰ καὶ πάντων τῶν ἐν πᾶσι τῇ γῇ μέμνηται πιστῶν· δεικνὺς ὅτι τὴν ἐπὶ τῆς οἰκουμένης μίαν δεῖ ε==ιναι Ἐκκλησίαν, τόποις πολλοῖς κεχωρισμένην. καὶ πολλῷ μᾶλλον τὴν ἐν Κορίνθῳ. εἰ δὲ τόπος χωρίζει, ἀλλ’ ὁ b αὐτοὺς συνάπτει κοινὸς ὤν c. τοῦτο οὖν λέγει· χάρις καὶ εἰρήνη ὑμῖν τοῖς Κορινθίοις ἡγιασμένοις κλητοῖς γενομένοις· ἀλλὰ μετὰ πάντων τῶν ἐν παντὶ τόπῳ ἐπικαλουμένων τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν τε καὶ αὐτῶν.

  26. praef.15

    Ὠριγένουσ. Εἰ πάντες ἦσαν Ἐκκλησίας, τίς ἔτι χρεία προκεῖσθαι d κεῖσθαι d “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις ; “ εἰ πάντες ὁμοίως ἐπεκαλοῦντο, τίς χρεία μὴ πᾶσιν ἣ ἐπικαλουμένοις γεγράφθαι μόνον. ἀλλὰ περὶ αὐτῶν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρεστήσαμεν, ὡς μόνους τοὺς ἐπαινετοὺς χρηματίζειν Ἐκκλησίαν ὀφείλονται· τοὺς δὲ ψεκτοὺς οὐκ ἅπαντας μὲν ἔτι πάλαι ὄντας τῇ ἁμαρτίᾳ· ἀλλ’ ἐπικαλουμένους· οὐ μὴν ἤδη καὶ Ἐκκλησία. σπεύσωμεν οὖν ἀπὸ τοῦ ἐπικαλεῖσθαι, εἰς τὸ ἀναβῆναι ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἄσπιλον καὶ ἄμωμον.

  27. praef.16

    Θεοδωρίτου. Ἑκάτερα συνυπακούεται, τά τε τῶν γραφόντων προσώπων τῶν Κορινθίων πρὸς οὓς τὸ γράμμα ἐγίνετο. ἀντὶ τοῦ, ἐγώ τε καὶ Σωσθένης γράφομεν μετὰ πάντων τῶν παρ’ ἡμῖν, ταύτην ἀσπαζομένων τὴν ἐπίκλησιν. κοινωνούς τε τῆς τοῦ γράφειν αὐθεντείας τοὺς παρ’ ἡμῖν τοιούτους ἅπαντας λαμβάνοντες· καὶ τὸν τῆς προσηγορίας ταύτης ἀλλότριον, εἰς τὴν κοινωνίαν ταύτην οὐκ εἰσδεχόμενοι. ὑμῖν δὲ τοῖς Κορινθίοις ἐπιστέλλομεν ταῦτα τοῖς ἡγιασμένοις ἐν χριστῷ, καὶ δι’ αὐτοῦ κεκλημένοις, μετὰ πάντων ἅπαξ ἁπλῶς τῶν παρ’ ὑμῖν ταύτην ἀσπαζομένων τὴν προσηγορίαν.

  28. praef.17

    Φωτίου.Μῆ γὰρ νομίσῃς ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμῖν μέλλω καθαίρειν τῆς ἐπὶ τοῦτο φυσιώσεως· ἰδοὺ γὰρ καὶ Σωσθένην ἐμαυτῷ συντάττω, καὶ ἀδελφὸν καλῶ, καὶ σὺν αὐτῷ ἐπιστέλλω, κοινοποιούμενος τὰ ἐμά. διὰ τί οὖν ὑμᾶς ἐγκόπτω; ὅτι ἐπιβλαβὲς ὑμῶν τὸ ἐπὶ τῇ διδασκαλίᾳ φύσημα· ὑμᾶς τὲ γὰρ οὐδὲν ὀνίνησι, τούς τε πειθομένους ἐξίστησι τῆς ὑγιαινούσης διδασκαλίας· καὶ τὸ κοινὸν μερίζει τῆς Ἐκκλησίας σῶμα. “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου.” ὅσον ἐκεῖνοι καὶ ἀλλήλων διεσχίζοντο, τοσοῦτον αὐτὸς ἐφιλονείκει καὶ τοῖς πόρρω κατοικοῦσι συνάπτων αὐτούς· διὸ μέλλων αὐτοῖς προσφωνεῖν τὴν χάριν καὶ τὴν εἰρήνην τοῦ Θεοῦ, καὶ εἰπὼν “κλητοῖς “ ἁγίοις,” αὐτίκα συνῆψε “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις” καὶ ἑξῆς. Καὶ ὑμῖν φησὶ καὶ σύμπασιν εἴη ἡ ἀπὸ Θεοῦ Πατρὸς χάρις καὶ εἰρήνη· “ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.” ἐπειδὴ εἰπὼν “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου,” ἐπήγαγεν μόνον τὸ ἡμῶν, ἐπιδιορθούμενος καὶ δεικνὺς κοινὸν αὐτὸν Κύριον καὶ δεσπότην ἁπάντων ὄντα, προστίθησιν “αὐτῶν τε καὶ “ ἡμῶν·” εἰ δὲ κοινὸς ἁπάντων Κύριος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τὸν ἁπανταχοῦ, τί σχιζόμενοι ἀλλήλων καὶ τὴν κοινὴν ἐξ ὦν τέμνεσθε καθυβρίζοντες κυριότητα, ἑτέροις καὶ ἑτέροις ἑαυτοὺς διανέμετε;

  29. praef.18

    Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῆ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν σὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάση γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν.

  30. praef.19

    Κυτίλλου. Χάριτι στεφανοῖ τοὺς πεπιστευκότας τῇ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. συνδοτήρ τέ ἐστι καὶ συγχορηγὸς τῷ γεγεννηκότι, τῶν ἄνωθεν ἀγαθῶν, καὶ διανομεὺς τῶν ἐξ οὐρανοῦ χαρισμάτων. καὶ αὐτός ἐστιν ἡ πάντων εἰρήνη. τῇ πὰρ ἑαυτοῦ χάριτι καταλαμπρύνων ἀρχὰς θρόνους τε καὶ ἐξουσίας· καὶ ἅπαξ ἁπλῶς εἰπεῖν πᾶσαν κτίσιν λογικήν.

  31. praef.20

    Θεοδωρίτου. Εἰς καιρὸν αὐτοῖς καὶ τὴν χάριν ἐπηύξατο καὶ τὴν εἰρήνην, ἅτε δὴ διῃρημένοις καὶ στασιάζουσι πρὸς ἀλλήλους. ταύτης δὲ ἔδειξε χορηγὸν οὐ τὸν Πατέρα μόνον, ἀλλὰ καὶ τὸν Υἱόν· τοῦ Πατερὸς καὶ τοῦ δεικνὺς δεικνὺς τὴν ἰσότητα

  32. praef.21

    Σευηριανοῦ. Πάρ’ οὗ τὴν χάριν καὶ τὴν εἰρήνην ἔχετε ἀπὸ τοῦ ὀνομάζεσθαι· αἱ γὰρ τούτων θέσεις προσλαμβάνουσαι καὶ πρὸ τῆς κατασκευῆς καὶ τῆς τῶν ἀγώνων γυμνασίας ἄπο εισιν e εἰς τὸ ζητούμενον.

  33. praef.22

    Ὡριγενουσ. Ἀπὸ πολλῆς διαθέσεως τὸ κοινὸν ἁρπάζει τῷ “Θεῷ μου” λέγων. καὶ ἰδιοποιεῖται, ὃ καὶ προφήταις ἔθος ἀεὶ λέγειν “ ὁ Θεὸς, ὁ Θεός μου.” καὶ εἰς προτροπὴν αὐτοὺς ἐνάγει, τὸ καὶ αὐτοὺς τοῦτο λέγειν. ὁ γὰρ τοῦτο λέγων, ἄπο πάντων τῶν ανθρωπίνων ἀναχωρεῖ, καὶ χωρεῖ πρὸς ἐκεῖνον ὃν μετὰ πολλῆς καλεῖ τῆς διαθέσεως.

  34. praef.23

    Σευηριανοῦ. Καὶ τοῦτο οὐκ ἔλαττον εἰς τὴν τῶν προκειμένων ἐπανόρθωσιν· εἰ γὰρ ἡ χάρις ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ οὐκ ἀπ’ ἀνθρώπων, ἀπὸ τούτου φησὶν ὀνομάζεσθαι προσήκει

  35. praef.24

    Θεοδωρίτου. Μέλλων κατηγορεῖν προθεραπεύει τὴν ἀκοήν· ὥς τε δέκτην γενέσθαι τὴν ἰατρείαν. ἔχει ’δε καὶ τὸ ἀψευδὲς τὰ εἰρημένα· ἐπεὶ γὰρ ταῖς δοθείσαις αὐτοῖς ηὐχαρίστησε δωρεαῖς· λέγει δὲ καὶ ταῦτα σαφέστερον· “ὅτι ἐν παντὶ ἐπλουτίσθητε, ἐν “ παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ “ ἐβεβαιώθη ἐν ὑμῖν·” ταῦτα τὰ εἴδη τῶν τοῦ Πατρὸς χαρισμάτων· “ ᾧτ’ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ “ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα·” “ μαρτύριον δὲ Χριστοῦ,” τὸ κήρυγμα καλεῖ· διαμαρτύρονται γάρ πὼς οἱ κηρύττοντες. οὕτω καὶ Τιμοθέῳ γράφων ἔλεγεν· “ διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ “ τοῦ ζωογονηκότος τοὺς νεκρούς·” οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἶπεν· “ κηρυχθήσεται δὲ τὸ εὐαγγέλιον τοῦτο τῆς “ βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον αὐτοῖς.” βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου καλεῖ, τὴν τῶν σημείων θαυματουργίαν· δι’ ἐκείνων γὰρ ἐδείκνυτο τοῦ κηρύγματος ἡ ἀλήθεια

  36. praef.25

    Σευηριανοῦ. Ἐπιμένει τῷ αὐτῷ. εἰ γὰρ πη αὐτοῦ πλοῦτος· εἰ παρ’ αὐτοῦ γνῶσις, διατί τοῦ μὲν ὡς διδασκάλου τὸ ὄνομα ἑαυτῷ ἐπιτιθεῖς· τοῦ δὲ ὡς βαπτίσαντος ; διόπερ προιὼν, φησὶ, “ τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τι καυχᾶσαι ὡς “ μὴ λαβών;” “ἐν παντὶ λόγῳ,” ἐπειδὴ λόγος σοφίας ἐστὶ καὶ λόγος γνώσεως καὶ πολλοὶ λόγοι χαρισμάτων· διὰ τοῦτο, φησὶν, “ ἐν παντί· λόγῳ καὶ πάσῃ γνώσει” ἐπειδὴ καὶ τῆς γνώσεως δεαφοραὶ φοραὶ πολλαί· καὶ πάσῃ γνώσει” Ἕλλησιν ἐγράφη τοῖς ὁμοῦ τὴν παλαιὰν καὶ τὴν καινὴν μὴ δεξαμένοις καὶ τὴν ἑκατέρωθεν γνῶσιν ἡττωμένοις “ καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη “ ἐν ὑμῖν. c

  37. praef.26

    Φωτίου.“ Μαρτύριον Χριστοῦ.” ἣ τὸ ἑκούσιον καὶ σωτήριον πάθος, καὶ ἁπλῶς ἡ ὑπὲρ ἡμῶν τοῦ λόγου κένωσις καὶ ἐνανθρώπησις. ἢ “ μαρτύριον Χριστοῦ” ἡ τῶν σημείων χάρις καὶ δωρέα· καὶ γάρ ἐστι ταῦτα μαρτύριον τῆς εἰς Χριστὸν πίστεως καὶ τῆς θεότητος αὐτοῦ καὶ μεγαλειότητος αὐτοῦ. ἦσαν γὰρ ἦσαν οἱ Κορίνθιοι πλουτοῦντες ἐν τούτοις· ἐπεὶ οὑν ταῦτα, φησὶν, ὁρᾶται ἐν ὑμῖν ἐν ἀφθονίᾳ καὶ βεβαιώσει· καλῶς, φησὶν, προείπομεν ὅτι ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει ἐπλουτίσθητε· μέρος γὰρ τῶν χαρισμάτων, ὁ τε λόγος καὶ ἡ γνῶσις· ὁ μὲν λόγος συντελῶν εἰς τὸ διδάσκειν, ἡ δὲ γνῶσις εἰς τὸ συνιέναι· καὶ τὸ ὥστε μὴ “ ὑστερεῖσθαι ὑμᾶς,” πρὸς τὴν δευτέραν ἑρμηνείαν μᾶλλον συνάδει

  38. praef.27

    Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

  39. praef.28

    Θεοδωρίτου. Εἰ ὁ πλοῦτος ἄνωθεν ὁλόκληρος εἰς ὑμᾶς ἦλθεν, καὶ οὐδὲν ὑμῖν λείπει τῶν χαρισμάτων παρὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ δεδομένων· διατί ἀπὸ τῶν μὴ δεδωκότων ὑμῶν ταῦτα, διακωλυομένων δὲ, ὀνομάζεσθαι βούλεσθε; οὐκ ἀνθρώπου προσδοκᾶτε παρουσίαν· οὐ ψιλὸν ἄνθρωπον ἐκδέχεσθε· ἀπὸ τούτου ὀνομάζεσθε· πρὸς τοῦτο γὰρ αὐτῷ πάντα κατεσκεύασται τὰ λεγόμενα νῦν.

  40. praef.29

    Ὠριγένουσ. Ἀποκάλυψιν λέγει· δεικνὺς ὅτι πᾶν μὴ ὁρᾶται, ἀλλὰ ἔστιν καὶ πάρεστιν. καὶ μὴν καὶ τότε φανήσεται.

  41. praef.30

    Θεοδωρίτου. “Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χα- “ ρίσματι,” φησὶ, καὶ γὰρ προφητικῆς μετέλαβον χάριτος, καὶ γλώτταις διαφόροις ἐλάλουν· ὡς ἐν τοῖς μετὰ ταῦτα διδάσκει σαφέστερον. τούτων δὲ ἀπελαύσατε, φησὶν, ἵνα τὴν δευτέραν ἐπιφάνειαν τοῦ Σωτῆρος ὑπομείνητε.

  42. praef.31

    Θεοδωρίτου. Λοιπὸν γὰρ, φησὶ, πεπληρωμένους τῶν καλῶν, πρὸς τὰ μέλλοντα βλέπειν προσήκει, τὴν δευτέραν παρουσίαν τοῦ Χριστοῦ ἀπεκδεχομένους, ὅτε βεβαίαν ἐστὶν ἁπάντων ὁμοῦ δέ- ξασθαι τῶν καλῶν τὴν ἀπόλαυσιν· ἠνίξατο γὰρ διὰ τούτου ὡς ἐν τῷ βίῳ τούτῳ καθεστῶτας, οὐ δυνατὸν ἀφρόντιδας εἶναι ἐπὶ τοῖς δοθεῖσιν ἤδη μεγάλα φρονοῦντας. εἶπεν δὴ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἡμῖν.

  43. praef.32

    Ὠριγένουσ. Οὔτε ταῦτα ἁμαρτωλοῖς ἁρμόζει, οὔτε ἐκεῖνα δικαίοις. φημὶ δὴ τὸ παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ “ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα πάντες τὰ αὐτὰ “ λέγητε καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα” καὶ ὅσα τοιαῦτα. ἦν οὖν ἡ Ἐκκλησία ἀναμεμιγμένη· εἰ γε χρὴ Ἐκκλησίαν ὀνομάζειν τὸ ὅλον τοῦτο τὸ μικτὸν ἐκ δικαίων καὶ ἀδίκων. πλὴν οἱ συναγόμενοι ἦσαν ἀναμεμιγμένοι· διὰ τοῦτο μέλλων ὁ ὁ Ἀπόστολος ἐπὶ ταῖς ἁμαρτίαις τοὺς συναγομένους μετὰ κακίας ἐλέγχειν, ἀναγκαῖον πρῶτον τοὺς ἐπαίνους ποιεῖται τῶν καλῶς συνερχομένων ἐπὶ τὸ αὐτό· “ εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε,” ἄξιον εὐχαριστεῖν ἐφ’ οἷς λέγει ἐπαινετοῖς. καὶ οὐ ποτὲ μὲν εὐχαριστεῖν, ποτὲ δὲ μὴ, ἀλλὰ πάντοτε εὐχαριστεῖν· ἐάν τινα εἰδῶ ποτὲ μὲν πράττοντα, ποτὲ δὲ ἁμαρτάνοντα, εὐχαριστῶ περὶ αὐτοῦ οὐ πάντοτε, ἀλλ’ ὅτε εὖ ποιεῖ· οὕτω καὶ περὶ ἐμαυτοῦ· ἐν τινὶ δὲ εὐχαριστήσει ὁ εὐχαριστῶν Παῦλος; ἐπὶ τοῖς ἰδίοις ἀκροαταῖς ὧν γέγονε κατὰ Θεὸν πατήρ. ὥσπερ οὖν πατὴρ ἐπὶ υἱοῖς εὐχαριστεῖ, ὅτ’ ἃν ὑγιαίνωσιν, ὅτ’ ἂν εὖ πράττωσι, τὸν αὐτὸν τρόπον, ὅτ’ ἃν βλέπῃ διδάσκαλος τοὺς ἀκροατὰς ζέοντας τῷ πνεύματι, πλουτοῦντας λόγῳ σοφίας, ἀξίους τοῦ ἐπαινεῖσθαι, εὐχαριστεῖ πάντοτε περὶ ἀυτῶν.

  44. praef.33

    Ιδωμεν οὖν τὴν χάριν τῶν ἐπαινετῶν ἐν Κορίνθῳ· ἵνα ζηλώσομεν· μὲν· “ ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ.“ μακάριοι οἱ ἐν παντὶ πλουτοῦντες, καὶ μηδενὸς τῶν κατὰ Θεὸν ὑστερούμενοι, ἀλλὰ πᾶσαν ἐπιτηδεύοντες ἀρετὴν, καὶ τῶν παρ’ αὐτοῦ ἀφθόνως καὶ πλουσίως ἀπολαύοντες δωρεῶν· “ ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.” ὥστε εἰς μηδεμίαν γραφὴν ἀπορεῖν· ἀλλὰ πανταχοῦ ζητεῖν καὶ εὑρίσκειν καὶ ὅτε δεῖ ἐξηγήσασθαι γραφὴν, παντὶ λόγῳ κεχρῆσθαι, τῷ τε διεξοδικῷ καλουμένῳ, καὶ τῷ κατὰ ἐρώτησίν τε καὶ ἀπόκρισιν· καὶ παρεσκεύασθαι λέγειν καὶ κατὰ πάσης αἱρέσεως· καὶ τῷ e τῆς ἀληθείας συνίστασθαι δόγματι· καὶ ἀναπληρῶσαι τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· “ ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν “ παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως.” οὕτω δὴ καὶ τὸ ἐν πάσῃ γνώσει· οὐ μόνον κατὰ τὰς γραφὰς, ἀλλ’ ἵνα καὶ εἴπῃ, αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ καὶ τὰ τούτοις ἀκόλουθα. ὅτι ἡ γνῶσις τὸ εἰδέναι μόνον ἐμφαίνει· ὁ δὲ λόγος καὶ τὸ ἔγνως μένον ἑρμηνεύει.

  45. praef.34

    “ Καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαίωθη ἐν ὑμῖν·” ὁ Χριστὸς, ἵν οὕτως ὀνομάσω, ἀρχίματρυρ ἐστί· καὶ πολλῶν ὄντων μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων· τοῦτο μὲν τὸ μαρτύριον Χριστοῦ. παρ’ οἷς μὲν βέβαιόν ἐστι· παρ’ οἷς δὲ οὐκ ἔστι βέβαιον, ἀλλὰ σείεται· εἰ μὲν γὰρ η πίστις τοιαύτη ἐστιν η πέρι του μαρτυρίου, ὥστε δύνασθαι ἀπὸ διαθέσεως ἀληθοῦς εἰπεῖν, “ πέπεισμαι δὲ ὅτι οὔτε “ θάνατος, οὔτε ἡ ζωὴ“ καὶ τὰ ἑξῆς, “ δυνήσεται ὑμᾶς χωρίσαι “ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ὑμῶν.” βέβαιον ἐστι τὸ μαρτύριον ἐν τῷ τοιούτῳ· εἰ δὲ μὴ τοιοῦτοι ἐσμὲν, ἀλλὰ σειόμεθα ὑπὸ τῶν συμβαινόντων, οὔπω τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαίωθη ἐν ἡμῖν· καὶ πᾶν ἄλλως ἐκληρώμεθα τὸ ῥητόν· πᾶσα γραφὴ ἡ μαρτυροῦσα περὶ Χριστοῦ, μαρτύριον ἐστὶ Χριστοῦ· καλόν οὖν ἐστι βεβαιωθῆναι καὶ ἐν τῷ ἀπὸ τῶν γραφῶν μαρτυρίῳ Χριστοῦ.

  46. praef.35

    Καὶ ἄλλως. ἴδε τὸ μαρτύριον Χριστοῦ συνεπιμαρτυροῦντος αὐτῷ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ Πατρὸς Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. καὶ βέβαιόν ἐστι τὸ μαρτύριον Χριστοῦ ἐν τοῖς ἁγίοις, “ ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι “ ἐν μηδενὶ χαρίσματι·” ὡς πολλῶν ὄντων τῶν χαρισμάτων διαλέγεται· καὶ ἐν τοῖς πο f ἑξῆς τῆς ἐπιστολῆς, “ ἀπεκδεχομένους “ τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” ὁ δίκαιος οὐκ ἐν τῷ αἰῶνι τούτῳ εἶχε τὰς ἐλπίδας, ἀλλὰ πάσχων, κινδυνεύων, “ ἀπεκδέχεται τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ “ Χριστοῦ.” ἤτοι Χριστὸς Ἰησοῦς ἀποκαλύπτει ὡς καὶ βεβαίωσει ὑμᾶς ἕως τέλους· τίς βέβαιοι ; Χριστὸς Ἰησοῦς, ὁ Λόγος, ἡ σοφία· μαρτύριον δὲ τὸ βεβαιούμενον οὐ πρὸς ἡμέρας, ἀλλ’ “ ἕως “ τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριἕως “ στοῦ.” ἔλθωμεν ἐκεῖ, οὔπω ἔχομεν τὸ ἀνέγκλητον. οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. κἂν ἔχειν τίς δοκῇ ἐπὶ τοῦ πάροντος τὸ ἀνέγκλητον ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

  47. 1.1

    Περὶ τοῦ μὴ διχονοεῖν πρὸς ἀλλήλους ἐκ φιλοδοξίας τῆς ἐπὶ σοφίᾳ ἀνθρωπίνη.

  48. 1.2

    Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὕμιν σχίσματα.

  49. 1.3

    Ὠριγένουσ. Πίστευε αὐτῷ ἀεί. ἐκλήθητε γὰρ, ἵνα ἁπλῶς ὑπὸ τὸν Ἰησοῦν ὦμεν· μέγα ἐστὶν ὃ χαρίζεται ὁ Θεὸς τοῖς ἁγίοις. ἐκλήθημεν εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. διὸ κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.

  50. 1.4

    Ὠριγένουσ. Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ συναποθνήσκομεν, καὶ συζήσομεν.

  51. 1.5

    Σευηριανοῦ. Οἱ δεόμενοι βεβαιώσεως ἀτελεῖς ἤδη· τοίνυν ἔδειξεν ὅτι δέονται διορθώσεως· εὐχαριστῶν μένει ἐφ’ οἷς ἔλαβον, διορθούμενος δὲ ἐφ’ οἷς οὐκ ἐπλήρωσαν. “ πιστὸς ὁ Θεὸς, δι’ οὗ “ ἐκλήθητε.” ἐπειδὴ εἶπεν ὁ Θεὸς βεβαιώσει, ἐπήγαγε, “ πιστὸς ὁ “ Θεός·” ἀληθὴς γὰρ ὁ Θεὸς ὁ ταῦτα παρασχεῖν δυνάμενος, “ δι’ “ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.” οὐκ εἰς ἀνθρώπου κοινωνίαν, ἀλλὰ εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. διατὶ καταλιπόντες τὸ ὀνομάζεσθαι g ἀπὸ τοῦ Υἱοῦ, οὗ εἰς τὴν κοινωνίαν ἐκλήθητε, ἀπὸ ἀνθρώπων ὀνομάζεσθε ; πάλιν δὲ τὸ “ δι’ οὗ” ἐπὶ Πατρὸς κεῖται, οὐ μόνον ἐπὶ Υἱοῦ· καὶ οὐ καθαίρεσις τῷ Πατρί· ἐπειδὴ δι’ αὐτοῦ καλούμεθα εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· οὐδὲ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους γέγραπται, “ ὅτι δι’ αὐτοῦ, καὶ ἐξ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα ;” ἤδη ὁ Θεὸς διὰ μὲν τὸ ἐξ οὑ μεῖζον ἑαυτοῦ, διὰ δὲ τὸ δι’ οὑ ἐλάττων ἑαυτοῦ ὥσπερ οὐν ἐπὶ τοῦ αὐτοῦ κείμενα προσώπου, οὐ ποιεῖ τὸν αὐτὸν ἑαυτοῦ ἐλάττονα καὶ μείζονα, οὕτως οὐδὲ τὸν ἐλαττοῖ ἐλαττοῖ τὸ δι’ οὑ ἐπ’ αὐτῷ λεγόμενον.

  52. 1.6

    Θεοδωρίτου. To εἰπεῖν “ ἀνεγκλήτους” ἔδειξε τέως ὄντας ἐγκλήμασιν ὑπευθύνους. “ κοινωνίαν δὲ τοῦ υἱοῦ” τὴν υἱοθεσίαν, φησὶν, ἐκάλεσεν· οὕτω ταῖς εὐφημίαις καὶ ταῖς εὐλογίαις προλεήνας τὴν ἀκοὴν, ἄρχεται τῆς κατηγορίας, οὐ γυμνὴν αὐτὴν εἰσφέρων, ἀλλὰ παραίνεσιν προεισφέρων.

  53. 1.7

    Σευηριανοῦ. “Οτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν, ὥστε πεῖσαι μὴ ἀπ’ ἀνθρώπων ὀνομάζεσθαι αὐτοὺς, ἀπ’ αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ μέμνηται, ἀφ’ οὗ προσήκει πάντας καλεῖσθαι· οὐ περὶ δόγματος δὲ τὸ νῦν λεγόμενον, οὐ δὲ περὶ τούτου μέμφεται αὐτοῖς, ἀλλὰ περὶ οὗ προείπομεν, καὶ τὰ ἑξῆς δείκνυσιν.

  54. 1.8

    Ὠριγένουσ. Ὁ ἐν ἅπασι τῷ ὀρθῷ λόγῳ καὶ τῷ ἐκκλησιαστικῲ δόγματι περὶ τὲ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος συμφωνῶν. ἔτι δὲ περὶ τῆς καθ’ ἡμῶν οἰκονομίας, περί τε ἀναστάσεως καὶ κρίσεως, καὶ τοῖς κανόσι δὲ τοῖς ἐκκλησιαστικοῖς ἑπόμενος, οὐκ ἔστιν ἐν σχίσματι.

  55. 1.9

    Φωτίου. “ Δι’ οὗ ἐκλήθητε·” οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν “ Υἱὸν, εἰ μὴ ἑλκύσῃ αὐτὸν ὁ Πατήρ·” ὡς οὐδὲ πρὸς τὸν Πατέρα ἔρχεταί τις, εἰ μὴ ᾧτ’ ἃν ἀποκαλύπτῃ ὁ Υἱός.

  56. 1.10

    Ἐκ Τοῦ Αὐτοῦ. “Δἰ οὗ ἐκλήθητε,” ἀντὶ τοῦ ὑφ’ οὗ ἐκλήθητε· οἷον ὁ καλέσας ὑμᾶς. καὶ ἐπίστησον πῶς τὸ δι’ οὑ τίθησιν ὁ θεῖος Παῦλος καὶ ἐπὶ τοῦ Πατρὸς, καὶ ἀντὶ τίνος αὐτὸ τίθησιν. ἵνα ὅτ’ ἃν καὶ ἐπὶ τοῦ Υἱοῦ αὐτὸ ἀκούῃς, μὴ παραλλαγὴν οὐσίας ἀλλὰ ταὐτότητα ἐννοεῖς· “ εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.” εἰς κοινωνίαν ἐκλήθητε Χριστοῦ· τί ἄλλους καὶ ἄλλους ἐφιστῶντας ἑαυτοῖς προστάτας καὶ διδασκάλους, τῆς ἀθανασίας ἐκείνης καὶ σωτηρίου κοινωνίας ἑαυτοὺς φιλονεικεῖτε διασχίζειν, καὶ ἀποτέμνεσθε.

  57. 1.11

    Ἧτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῆ αὐτῇ γνώμη· ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι· λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.

  58. 1.12

    Κυτίλλου. Ὅτι ὀνόματι τῷ δεσπότῃ Κυρίῳ κατασεμνύνεσθαι δεῖν ἀναγκαῖον ἢν, ἅμα καὶ σοφὸν ἀναπεῖσαι, λέγων αὐτὸς δι ἑνὸς τῶν ἁγίων προφητῶν, “ τοῖς δὲ δουλεύουσί μοι κληθήσεται “ ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.” Χριστιανοὶ γὰρ ὠνομάσμεθα, μέθᾳ, καὶ τὸ ὄνομα τὸ καινὸν πεπλουτήκαμεν· οὗ δικαίως ἐστέρηνταί τινες τῶν ὀρθῶν τῆς Ἐκκλησίας ἀποφοιτῶντες, καὶ προσκείμενοι πνεύμασι πλάνοις, καὶ ἀνοσίων τινες ψευδοδιδασκάλων τερατισμοῖς, τὸ αὐτῶν ἐσχήκασιν ὄνομα καὶ μάλα εἰκότως· οὐ γὰρ εἰσὶ τοῦ Χριστοῦ· τὴν κατ’ αὐτοῦ δυσφημίαν μερισάμενοι, καὶ εἰς διαφόρους δόξας τε καὶ γνώμας κατεσχισμένοι. καί τοι Χριστοῦ τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ· καὶ ὅτι εἷς ἐστιν αὐτὸς καὶ οὐ μεμέρισται· ἓν οὑν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ· κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν τῷ αὐτῷ νοὶ· καὶ ἐν αὐτῇ γνώμῃ· συνδέοντος ἡμᾶς εἰς ὁμοψυχίαν καθ’ ἕνωσιν τὴν πνευματικὴν τοῦ περὶ ἡμῶν λέγοντος τῷ Θέῳ καὶ Πατρὶ, “ θέλω ὥσπερ ἐγὼ καὶ σὺ ἐν ἐσμεν· οὕτως καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὧσιν.”

  59. 1.13

    Θεοδωρίτου. Ἡ μὲν γὰρ διάνοια, φησὶ, τοῦ κηρύγματος μία. τοῦτο γὰρ δηλοῖ “ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.” παρακαλεῖ τοίνυν αὐτοὺς τὰ αὐτὰ νοοῦντας h, μὴ διεστάναι, καὶ πρὸς ἀλλήλους περὶ τῶν ἡγουμένων φιλονεικεῖν· “ ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελμου “ Φοί ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι.” διδάσκει δὲ καὶ τῆς φιλονεικίας τὸ εἶδος· λέγω δὲ “ὅτι ἕκαστος ὑμῶν λέγει· “ ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ· ἐγὼ δὲ χρίστου. ἐκεῖνοι μὲν ἀφ’ ἑτέρων ἑαυτοὺς ὠνόμαζον διδασκάλων· αὐτὸς δὲ τὸ ἑαυτοῦ καὶ τὸ Ἀπολλῶν τέθεικεν· προστέθεικε δὲ καὶ τὸ τοῦ κορυφαίου τῶν Ἀποστόλων, διδάσκων ὡς οὐδὲ τοῖς αὐτῶν δίκαιόν ἐστιν εἰς τοῦτο κεχρῆσθαι ὀνόμασιν· καὶ τοῦτο ἐν τοῖς ἑξῆς σαφέστερον μαθησόμεθα· σοφῶς δὲ ἄγαν καὶ τὸ τοῦ γινομένου τὸ ἄτοπον· ὅτι ἐν ἴσῃ τάξει καὶ τὸν δεσπότην καὶ τοὺς δούλους ἐτίθεσαν.

  60. 1.14

    Ὠριγένουσ. Σκόπει τὴν σύνεσιν τοῦ Παύλου· πῶς οὐχ ὡρισμένον ἔθηκε πρόσωπον τοῦ δηλώσαντος, ἄλλ’ ὁλόκληρον οἰκίαν· ὥς τε μὴ ἐκπολεμῶσαι αὐτοῖς πρὸς τὸν εἰρηκότα. οὐ περὶ Παύλου δὲ οὐδὲ περὶ Πέτρου, οὐδὲ περὶ Ἀπολλῶ ἔλεγον, ἀλλὰ δεῖξαι βουλόμενος ὅτι εἰ τούτοις ἐπερείδεσθαι οὐ χρὴ, πολλῷ μᾶλλον ἑτέροις· ὅτι γὰρ οὐ περὶ αὐτῶν ἔλεγον, προιὼν φησὶ, “ ταῦτα δὲ “ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ.” τίνος δὲ ἕνεκεν προσέθηκεν, “ ἐγὼ δὲ Χριστοῦ; ” εἰ γὰρ οἱ ἀνθρώποις προσνέμοντες ἑαυτοὺς ἡμάρτανον· οὐ δήπου καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀνατιθέντες ; ἀλλ’ οὐ τοῦτο ἐνεκάλει ὅτι τοῦ Χριστοῦ ἑαυτοὺς ἐπευφήμιζον, ἀλλ’ ὅτι μὴ πάντες· οἶμαι δὲ αὐτὸν καὶ οἴκοθεν αὐτὸ προστεθεικέναι, βουλόμενον βαρύτερον ποιῆσαι τὸ ἔγκλημα· καὶ δείξαι οὕτως καὶ ’τον χριστὸν εἰς μέρος δοθέντα, ὅπερ διὰ τῶν ἑξῆς ἐδήλωσεν.

  61. 1.15

    Μεμέρισται ὁ Χριστός ; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν ; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε ; εὐχαριστῷ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γαΐον· ἵνα μή τις εἴπῃ· ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα· ἐβάπτισα δὲ τὸν Στεφάνα οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα· οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι.

  62. 1.16

    Σευηριανοῦ. Μῆ συγκληρονόμους, φησὶν, εἶχε Χριστὸς μεθ’ ὧν ἐμερίσατο ὑμᾶς πιστεύοντας ; οὐ γὰρ εἰπεν ἐμερίσθη Χριστὸς, ἄλλα μὴ ἐμερίσατο Χριστὸς μεθ’ ὑμῶν ; καὶ τοῦτο ἡ ἐπαγωγὴ δείκνυσιν· λέγει γὰρ “ μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν; ” ὁ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀποθανὼν Χριστὸς, ἡμῶν δὲ οὐδέ εἷς.

  63. 1.17

    Θεοδωρίτου. Τοῦτ᾿ ἐστιν κατὰ μερίδα τινὲς μὲν τὸν Χριστὸν ἔλαχον λαβεῖν· ἄλλοι δὲ ἄλλον· οἱ μὲν Κηφᾶν· οἱ δὲ Ἀπολλῶ, ὃς λέγεται πρῶτος Ἐπίσκοπος γεγονέναι ἐν Κορινθίοις.

  64. 1.18

    Κυτίλλου. Εἰ ἕτερος τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρόν· αὐτοῦ καὶ λεγόμεθα· καὶ ἐβαπτίσμεθα τυχὸν εἰς τὴν ἑτέραν κλῆσιν· ἐκεῖνος ἡμᾶς ἐχέτω, καὶ αὐτὸν ἐπιγραφώμεθα Σωτῆρα καὶ λυτρωτήν· εἰ δὲ Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ αὐτῷ καὶ μόνῳ συντεθάμμεθα διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, πλουτείτω, φησὶ, τοὺς ἠγορασμένους αὐτὸς, σεσώσμεθα γὰρ δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ, τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχήν.

  65. 1.19

    Ὠριγένουσ. Μεῖζον τὸ εὐαγγελίζεσθαι τοῦ βαπτίζειν· καὶ ἐπειδὴ ᾔδει ὁ Παῦλος ἀφορισμένους τινὰς πρὸς τὸ βαπτίζειν· εὐχαριστεῖ ἐπὶ τὸ κρείττονα κλῆρον ἔχειν τοῦ βαπτίζειν. ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, φαίνεται τινα τῶν Ἀποστόλων ἔργα· οἷον Φίλιππος ἐβάπτιζεν· τὸ Πνεῦμα δὲ οὐ διηκονεῖτο Φίλιππος τῷ βαπτιζομένῳ· ἀλλὰ τοὺς ὑπ’ ἐκείνου βαπτιζομένους ἐχειροθέτει ὁ Πέτρος, καὶ τὸ Πνεῦμα ἐπήρχετο ἐπ’ αὐτούς· καὶ ὁ μὲν Φίλιππος τοὺς ἀναγεννωμένους ἐξ ὕδατος καὶ Πνεύματος Ἁγίου ἐβάπτιζεν ὕδατι, ὁ δὲ Πέτρος τῷ Πνεύματι.

  66. 1.20

    Κυτίλλου. Ἀπέσταλται μὲν ὁμολογουμένως διακηρύξων τοῖς ἔθνεσι τὸν Ἰησοῦν, ἀλλ’ ἔργον εἶναι φαμὲν τῆς ἀποστολῆς τὸ ὡς ἐν καιρῷ τε καὶ χρείαις πληροῦν, εἴτ᾿ οὖν ἕλοιτο καὶ τὸ βαπτίσαι τινάς· ἵνα δὲ μὴ τὸν τοῦ χρῆναι κηρύττειν καιρὸν ἑτέροις φαίνοιτο δαπανῶν σπουδάσμασι, παρεὶς εὖ μάλα τοῖς κατὰ χώρας καὶ πάσῃ τεταγμένοις εἰς ἐπισκοπὴν τὸ ὡς ἐν σχολῇ τοῦτο δρᾷν· εὐηγγελίζετο μᾶλλον αὐτός. ἅτε δὴ καὶ λόγου χρείαν πεπιστευμένος, καὶ πολὺ λίαν ἠκριβωκὼς τὸ Χριστοῦ μυστήριον· ἀλλ’ ὥσπερ ὁ θεσπέσιος Στέφανος καίτοι τραπεζῶν διάκονος προχειρισάμενος οὐκ ἀπόπεμπτον ἐποιεῖτο τὸ χρῆναι μυσταγωγεῖν, οὕτω καὶ ὁ θεσπέσιος Παῦλος καί τοι τεθειμένος εἰς τὸ δεῖν εὐαγγελίζεσθαι τὸ Χριστοῦ μαρτύριον, ἐπλήρου κατὰ καιρὸν καὶ τὴν τοῦ βαπτίσματος χρείαν· προκείμενος ἐπ’ ἄμφω τῆς ἐξουσίας αὐτῷ καὶ ἐξείργοντος οὐδενὸς εἶπεν ἕλοιτο τοῦτο δρᾷν.

  67. 1.21

    Σευηριανοῦ. Ἀπὸ τούτου δείκνυσιν ὅτι τινὲς ἀπὸ τοῦ βαπτίσαντος αὐτοὺς ὀνομάζεσθαι ἐβούλοντο· τοῦτο τὸ καλὸν ὃ καὶ προσέταξεν ὁ Σωτῆρ’, καὶ σωτηρίαν φέρει, ἐμοὶ, φησὶ, βάρος ἐγένετο· εἰ ἐμέλλετε ἀπ’ ἐμοῦ τοῦ βαπτίσαντος καλεῖσθαι. πῶς δὲ νοήσομεν τὸ “ οὐκ ἀπέστειλέν με ὁ Χριστὸς βαπτίζειν ἀλλ’ “ εὐαγγελίζεσθαι;“ ἐπεὶ ἐβάπτιζεν μὲν καὶ ὁ μὴ Ἀπόστολος· τὸ δὲ τῆς ἀποστολῆς ἀξίωμα εἶχον ὀλίγοι· καὶ ἄνευ τοῦ εὐαγγελισθῆναι καὶ βαπτισθῆναι οὐκ ἐνῆν βαπτισθῆναι] φησὶν, εὐαγγελίσασθαι ἀπεστάλην· τοῦτο γὰρ τὸ προηγούμενον, οὐ τὸ βαπτίσαι· λείπει οὖν ἐνταῦθα τὸ προηγουμένως οὐκ ἀπεστάλην βαπτίσαι· οὕτως καὶ ἀλλαχοῦ ὅτ’ ἂν λέγῃ” μὴ τῶν βοῶν μέλει τῷ Θεῷ, οὐκ ἐπειδὴ οὐ μέλει καὶ γὰρ ἐν τῷ νόμῳ περὶ βοῶν λέγει Μούσης ἀληθῶς περὶ τῶν ὑπηρετουμένων τοῖς γεωργοῖς· φησὶ καὶ ὁ Δαβὶδ “ ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε, ὡς “ ἐμπλήθυνας τὸ ἔλεος σου ὁ Θεός.” λέγει δὲ καὶ Σαλομῶν· “ οἰκτείρει δίκαιος ψυχὰς κτηνῶν αὐτοῦ· πόσῳ δὲ μᾶλλον ὁ “Θεός·” ἀλλ’ ὁ φησι τουτέστιν· ὅτι προηγουμένως τῶν βοῶν οὐ μέλει τῷ Θεῷ· καὶ ἐνταῦθα κατ’ ἔλλειψιν, ὡς καὶ τὸ “ οὐκ ἀπέστειλέν “ με Χριστὸς βαπτίζειν.”

  68. 1.22

    Θεοδωρου.ὁμοῦ καὶ Θεοδωρίτου. ὸ “μεμέρισται ὁ Χριτινὲς “ στὸς,” τινὲς ἀποφατικῶς ἀνέγνωσαν, Χριστὸν ἐνταῦθα τὴν ἐκκλησίαν ὀνομάσθαι φήσαντες, καὶ ἑρμηνεύσαντες οὕτως, ὅτι κακῶς ἐμερίσατε τοῦ Χριστοῦ τὸ σῶμα· ἐγὼ δὲ αὐτὸ κατ’ ἐρώτησιν κεῖσθαι νομίζω.

  69. 1.23

    Φωτίου. Τί εὐχαριστεῖς, Παῦλε, ὅτι οὐδένα αὐτῶν ἐβάπτισας πλὴν ὧν εἶπας; μὴ τὸ βάπτισμα ἐν βραχεῖ τιθέμενος λόγῳ ; μὴ γένοιτο, φησὶν, ἀλλὰ διὰ δύο ταύτας αἰτίας εὐχαριστῶ. μίαν μὲν ὅτι μὴ βαπτίζων, φησὶν, οὐδὲ ἔδωκά τισιν ἀφορμὴν λέγειν ὅτι διὰ τοῦτο ἐβάπτισα πολλοὺς, ἵνα χορὸν ἐμαυτῷ μαθητῶν ἱστησάμενος, ὄνομα ἐμαυτῷ περιποιήσωμαι διδασκάλου καὶ καθηγητοῦ· δι’ ἑτέραν δὲ, ὅτι οὐδ’ εἶχον ἐπὶ τούτῳ παρὰ Χριστοῦ ἀποστολήν. ἅμα δεικνὺς ὅτι εἰ ἐγὼ ὁ ἀποσταλεὶς παρὰ Χριστοῦ κηρύσσειν καἰ καταγγέλλειν τὸ αὐτοῦ εὐαγγέλιον, μετὰ φειδοῦς καὶ σπα- νίως ἐβάπτισα, καίτοι συγγενές ἐστι καὶ συνέχεται τὸ βάπτισμα τῷ κηρύγματι, ὑμεῖς οἱ μηδόλως ἀποσταλέντες, πῶς τολμᾶτε διδασκάλους ἑαυτοὺς ἀποφαίνειν ; πῶς δὲ καὶ βαπτίζετε; ἡ ὅλως τι ποιεῖτε, ὧν οὐκ ἐλάβετε χάρισμα καὶ ἀποστολήν ;

  70. 1.24

    Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

  71. 1.25

    Θεοδώρου. Ὁ τοῦ Σωτῆρος σταυρὸς οὐκ ἐκενώθη, ὅτι μὴ ἐν ψιλοῖς ἔχει λόγοις, ἀλλ’ ἐν αὐτῷ τῷ πράγματι τὸ σεπτόν τε καὶ ἀξιάγαστον· πλὴν λελόγισται μωρία παρά γε τοῖς οὐκ εἰδόσι τὴν ἀλήθειαν· ὅτι μὴ ἔνεστιν αὐτῷ τὸ ὡς ἐν λέξει λαμπρὸν, καθάπερ ἀμέλει καὶ τοῖς παρ’ αὐτοῖς λόγοισιν· ἀλλ’ ἐκεῖνοι μὲν καλλιλεξίᾳ, καταχρωννύντες τὸ ψεῦδος· ἀποδέουσι κατ’ οὐδὲν τῶν τὰ δηλητήρια μέλιτι συγκιρνώντων. οἱ δέ γε τῶν θείων κηρυγμάτων ἱερουργοὶ γεγονότες, ἁπλὴν ὥσπερ καὶ τῶν ὡραισμῶν ἐλευθέραν προτιθέασι τὴν ἀλήθειαν.

  72. 1.26

    Σευηριανοῦ. Μεταβαίνων ἐφ’ ἕτερον ἔγκλημα, καὶ ἐπ’ ἄλλην διόρθωσιν ἐρχόμενος, οὐκ ἀποθέμενος τέλεον τὸ πρῶτον, προοιμίῳ κέχρηται τῷ δευτέρῳ· τὸ μὲν γὰρ “ οὐκ ἀπέστειλέν με Χριστὸς “ βαπτίζειν,’ τοῦ πρώτου ἐγκλήματος ἦν τοῦ “ ὅτε ἕκαστος ὑμῶν “ λέγει ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλώ.” τὸ δὲ “ οὐκ ἐν “ σοφίᾳ λόγου,” ἀρχῆς ἑτέρας οἰκονομίας· τέθεικεν οὖν τὸ εὐαγγελίζεσθαι τέλος μὲν τοῦ πρώτου, ἀρχὴν δὲ τοῦ δευτέρου· “ ἵνα “ μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.” ἐὰν γὰρ τῇ τῶν ἀνθρώπων συνέσει καὶ τῇ παιδεύσει τὸ κήρυγμα ἐπιγράφηται, ἡ δύναμις τοῦ σταυροῦ οὐ δείκνυται.

  73. 1.27

    Ὠριγένουσ. Τί μέγα φρονεῖς ἐφ’ ᾧ ἐγκαλύπτεσθαι ἔδει ; εἰ γὰρ πολεμεῖ τῷ σταυρῷ καὶ μάχεται τοῖς εὐαγγελίοις ἡ σοφία, οὐκ αὐχεῖν ἐπ’ αὐτῇ, ἀλλὰ καταδύεσθαι ἔδει. τοῦτο γὰρ αἴτιον τοῦ μὴ γενέσθαι τοὺς Ἀποστόλους σοφούς· οὐκ ἀσθενεία τοῦ κηρύγματος, ἀλλ’ ἵνα μὴ βλαβῇ τὸ κήρυγμα· καὶ εἰ οὐκ ἐν σοφίᾳ, φησὶ, λόγου, τίνος ἕνεκεν τὸν Ἀπολλῶ λόγιον ὄντα ἔπεμ- ψαν ; οὐ τῇ τῶν λόγων δυνάμει θαρροῦντες, ἀλλ’ “ ὅτι δυνατὸς ἢν ἐν ταῖς γραφαῖς, καὶ ἤλεγξεν τοὺς Ἰουδαίους. ἀλλ’ ὥστε τὸ ζητούμενον ἦν τοὺς προστάτας καὶ ἀρξαμένους σπείρειν τὸν λόγον, μὴ εἰναι λογίους· οὗτοι γὰρ ἦσαν οἱ πολλῆς δυνάμεως δεόμενοι ὥστε ἀπώσασθαι τὴν πλάνην ἐκ προοιμίων· ὁ τοίνυν μὴ δεχθεὶς εὐπαιδεύτων ἐκ προοιμίων· εἰ μετὰ ταῦτα λογίους ἐδέξατο, οὐκ ὡς δεόμενος τοῦτο ἐποίησεν, ἀλλ’ ὡς μὴ διακρουόμενος.

  74. 1.28

    Ὠριγένουσ. Χρεία οὐ τοσοῦτον λόγου, ὅσον δυνάμεως· διὸ γέγραπται· “ Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει “ πολλῇ, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ.” ἀπέστειλεν οὖν με Χριστὸς οὐ βαπτίζειν ἀλλ’ εὐαγγελίζεσθαι· οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν τρανώσει λέξεως· ἐὰν γὰρ τοῦτο ποιῶ, καὶ θέλω οὕτω παραδιδόναι τὸν λόγον, ἡ τοῦ Χριστοῦ δύναμις οὐκ ἀφικνεῖται τῆς ψυχῆς τῶν ἀκουόντων, καὶ ἐκκενῶ καὶ καθαίρω τὴν χάριν τῆς δυνάμεως.

  75. 1.29

    Φωτίου. Οὐκ εἶπεν οὐκ ἐν σοφίᾳ γνώσεως, ἀλλ’ “ οὐκ ἐν “ σοφίᾳ λόγου,” καλῶς· καὶ γὰρ ἐν σοφίᾳ γνώσεως εὐηγγελίζετο· διὸ καὶ ἀλλαχοῦ· “ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει·” τι γάρ ἐστι σοφώτερον ἣ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι, ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπων γένος μακρᾶς καὶ χαλεπωτάτης τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθέρωται; ἵνα μὴ κενωθῇ ὁ “ σταυρὸς τοῦ Χριστοῦ· κενοῦται γὰρ καὶ κατευτελίζεται ὁ σταυρὸς τοῦ Χριστοῦ, ἤτοι τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος αὐτοῦ· τοῖς λόγῳ σοφίας καὶ πιθανότητι πειρωμένοις αὐτοῦ τὸ μεγαλεῖον καὶ τὴν θεότητα παραστῆσαι· πῶς γὰρ τὸ ὑπὲρ λόγον καὶ φύσιν, καὶ λόγοις καὶ τέχνῃ τινὶ παραστῆσαι ; τίς δέ ἐστι χρεία λόγων καὶ πειθοῦς, τῶν σημείων καὶ θαυμάτων μεῖζον φωνῆς ἁπάσης κεκραγότων· καὶ πάντα τὸν βουλόμενον ἐπὶ τὴν εὐσέβειαν καὶ τὸ κήρυγμα χειραγωγούντων·

  76. 1.30

    Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν, δύναμις Θεοῦ ἐστι. γέγραπται γὰρ, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.

  77. 1.31

    Ὠριγένουσ. Τὸ ὄνομα τοῦ Χριστοῦ δοκεῖ σκάνδαλον εἶναι· ἀλλ’ ἐάν τις παρέχῃ τὰς ἀκοὰς τῷ λόγῳ τοῦ Θεοῦ καὶ τῇ χάριτι, ὄψεται καὶ τοῦτο μέγα μυστήριον· καὶ οἱ ἐθνικοὶ παραδεδώκασιν, ὅτι πολλάκις λοιμῶν μεγάλων γενομένων ἣ ἐπομβριῶν ἣ αὐχμῶν, ταῦτα ἐπαύσατο, ἀνθρώπου αὐτὸν παραδόντος ὑπὲρ τοῦ κοινοῦ. τί οὖν θαυμαστὸν, εἰ ὅλου τοῦ κόσμου λοιμώττοντος τῇ πλάνῃ, ὑπὲρ τοῦ λοιμοῦ τοῦ ἀληθινοῦ, ἐχρῆν ἕνα ἀποθανεῖν ὑπὲρ τοῦ καταλύσαι τὸν τῆς ἀγνοίας καὶ τοῦ σκότους καὶ τῆς ἀπωλείας λοιμόν ; τίς δὲ ἠδύνατο τοῦτο ἀναδέξασθαι ; οὐ προφήτης, οὐκ Ἀπόστολος· οὐδέ τις ἄλλος δίκαιος ; ἀλλ’ ἔδει ἐξ οὐρανοῦ καταβῆναι θείαν δύναμιν δυναμένην ἀναδέξασθαι ὑπὲρ πάντων ἀποθανεῖν μετά τινος παραδειγματισμοῦ· ἵνα δι’ ἐκείνου τοῦ θανάτου τρόπαιον γένηται κατὰ τοῦ διαβόλου· καὶ γὰρ εἰώθασιν ἐν κόσμῳ θριαμβεύοντες τοὺς πολέμους 1, ἐν τροπαίῳ σταυροῦ τιθέναι τὰ τρόπαια κατὰ τῶν νικωμένων. ἐστὶν οὖν ὁ σταυρὸς τοῦ Χριστοῦ τρόπαιον κατὰ τοῦ Σατανᾶ· διὰ τοῦτο λέγω, ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ, τῷ ἐγνωκότι τὴν δύναμιν τοῦ σταυροῦ ὁ τι ἐστιν· ὅτι ἠλευθερώθην ἀπὸ τῶν κακῶν δι’ ἐκείνου ἀποθανόντος, ἵνα με ῥύσηται ἀπὸ τοῦ θανάτου· εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ· μέγα ἀγαθὸν ὅτι ἐμοὶ κόσμος ἐσταύρωται· τοῦτο τὸ ἀγαθὸν διὰ τίνος μοι γέγονεν ; διὰ τοῦ σταυροῦ τοῦ Χριστοῦ· μέγα μοι ἀγαθὸν τὸ ἐμὲ σταυρωθῆναι τῷ κόσμῳ· εἰ γὰρ ἀπέθανον τῷ κόσμῳ, ἐσταύρωμαι τῷ κόσμῳ μετὰ τοῦ Χριστοῦ· εἰ δὲ ζῶ ταῖς ἁμαρτίαις, οὔπω ἠξιώθην τοῦ ἀγαθοῦ τοῦ κατὰ τὸν σταυρόν. ἅμα δὲ καὶ ἑτοιμαζώμεθα πρὸς πειρασμοὺς, πρὸς μαρτύρια· εἰδότες ὅτι ὃς ἃν ἀρνήσηται, σωτηρίαν οὐκ ἔχει.

  78. 1.32

    Ἰωάννου. τοῖς κάμνουσι καὶ ψυχορραγοῦσι, καὶ αἱ τροφαὶ αἱ ὑγιεῖς ἀηδεῖς, καὶ οἱ φίλοι καὶ οἱ προσήκοντες ἐπαχθεῖς, καὶ ἐνοχλεῖν δοκοῦσιν· οὕτω δὴ καὶ τοῖς τὰς ψυχὰς ἀπολλυμένοις συμβαίνειν εἴωθεν· τὰ γὰρ πρὸς σωτηρίαν φέροντα ἀπωθοῦσιν, καὶ τοὺς κηδομένους ἐνοχλεῖν νομίζουσιν· γίνεται δὲ οὐ παρὰ τὴν τοῦ πράγματος φύσιν, ἀλλὰ παρὰ τὴν ἐκείνων νόσον. τοῦτο τοίνυν καὶ οἱ ἄπιστοι πάσχουσι, μωρίαν νομίζοντες τὸν σταυρὸν τοῦ Χριστοῦ. ἐπειδὴ οὖν εἰκὸς ἦν, τοῦ σταυροῦ παρὰ τῶν Ἑλλήνων χλευαζομένου, τοὺς πιστοὺς τῇ σοφίᾳ τῇ δῆθεν παρ’ ἑαυτῶν ἀνθίστασθαι, θορυβουμένους τοῖς παρὰ τῶν Ἑλλήνων λεγομένοις, παραμυθούμενος ὁ Παῦλος, φησὶ, μὴ νομίσητε ξένον τι γίνεσθαι καὶ παράδοξον· ταύτην ἔχει τὴν φύσιν τὸ πρᾶγμα· ὥστε ἀπὸ τῶν ἀπολλυμένων μὴ γνωρίζεσθαι αὐτοῦ τὴν δύναμιν· ἐξεστήκασι γὰρ καὶ παραπαίουσι· διὰ τοῦτο καὶ λοιδοροῦνται καὶ ἐπαχθῶς ἔχουσι πρὸς τὰ σωτήρια φάρμακα.

  79. 1.33

    Σευηριανοῦ. Ὁ λόγος ὁ τοῦ σταυροῦ, οὐ τὸ ῥῆμα λέγει οὐδὲ τὴν προφορὰν, ἀλλὰ τὴν δύναμιν· τὸ μὲν γὰρ ἔργον ἀσθενὲς εἶναι φαίνεται, ἡ δὲ αἰτία ζητουμένη, μέγα μυστήριον δείκνυται· “ τοῖς “ δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν·” ἐπειδὴ τὸ “Χριστὸς Χριστὸς “ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,” εἰς τὸν Θεοῦ λόγον λαμβάνειν τίνες βούλονται· ἐντεῦθεν παρατηρητέον ὅτι “ δύναμιν Θεοῦ᾿ λέγει, τοῦ σταυροῦ τὸν λόγον· “ γέγραπται γὰρ ἀπολῶ τὴν “ σοφίαν τῶν σοφῶν.” εἰ καὶ ἀξιόπιστος καθ’ ἑαυτὸν διδάσκων ὁ Ἀπόστολος, Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα· ἀλλ’ οὑν κέχρηται καὶ τῇ μαρτυρίᾳ τῆς παλαιᾶς διαθήκης, ἰσχυροτέραν τὴν πληροφορίαν ἐργαζόμενος τῶν μαθητῶν· χρησάμενος δὲ τῇ μαρτυρίᾳ τῇ “ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν,” λοιπὸν ὡς ἐφ’ ὡμολογημένοις ἐπεξέρχεται λέγων· “ ποῦ σοφός ; ποῦ γραμμα- “ τεύς; ” σοφὸς Ἑλλήνων, γραμματεὺς δὲ τῶν Ἰουδαίων.

  80. 1.34

    Φωτίου. Δείκνυσι λοιπὸν ὅτι οὐδὲν ἦν λόγῳ σοφίας προσαγάγεσθαι τινὰς τῷ κηρύγματι· ἀλλὰ μόνῃ τῇ ἄνωθεν συνεργίᾳ καὶ χάριτι. εἰ γὰρ κεφάλαιόν ἐστι τοῦ κηρύγματος ὁ σταυρὸς, ὁ δὲ περὶ τοῦ σταυροῦ λόγος οὐ μόνον οὐ προσάγει, ἀλλὰ καὶ τοῖς ἀπολλυμένοις μωρία δοκεῖ· τί ἄν τις ἔχοι λέγειν περὶ τοῦ κηρύγματος· μὴ πάντα τῆς χάριτος αὐτῷ χορηγούσης ;

  81. 1.35

    Ποῦ σοφός ; ποῦ γραμματεύς ; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου ; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου ;

  82. 1.36

    Ὠριγένουσ. Εἰπὼν ὅτι “ γέγραπται ἀπολῶ τὴν σοφίαν τῶν “ σοφῶν,” τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν ἐπάγει λέγων· “ ποῦ σοφός ; ποῦ γραμματεύς ;“ὁμοῦ καὶ Ἑλλήνων καὶ Ἰουδαίων καθαπτόμενος.

  83. 1.37

    Κλήμεντοσ. Πρὸς ἀντιδιαστολὴν τῶν γραμματέων, τοὺς τοῦ αἰῶνος τούτου ζητητὰς, τοὺς ἐξ ἐθνῶν φιλοσόφους τάξας· “ οὐχὶ ἐμώρανεν ὁ Θεός ἀποφατικὸν ἡγητέον ἐπὶ γῆς τὸ οὐκ εμω- “ ρανεν.” ἵνα μὴ αἰτία τῆς σκληροκαρδίας αὐτοῖς παρὰ τοῦ Θεοῦ φάνηται τοῦ μωράναντος τὴν σοφίαν· ἔμπαλιν γὰρ καὶ οἱ σοφοὶ ἐν μείζονι αἰτίᾳ γεγόνασι, μὴ πιστεύσαντες τῷ κηρύγματι· ἀλλὰ καὶ τὸ “ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν,” τῆ τῆς καταφρονουμένης καὶ ὑπερορωμένης βαρβάρου φιλοσοφίας ἀντιπαραθέσει κατακάλυψαι φησί. ὡς καὶ ὁ λύχνος ὑπὸ τοῦ ἡλίου καταλαμπόμενος ἀπολολωκέναι λέγεται, τῷ μὴ τὴν ἴσην ἀποτελεῖν ἐνέργειαν· πάντων τοίνυν ἀνθρώπων ἠσκημένων, οἱ ὑπακοῦσαι βουληθέντες κλητοὶ ὠνομάσθησαν.

  84. 1.38

    Εοδωριτου. Λόγον τοῦ σταυροῦ, τὸ τοῦ σταυροῦ λέγει κήρυγμα· ἀπολλυμένους δὲ τοὺς ἀπιστοῦντας καλεῖ· δεξομένους δὲ τοὺς πιστεύσαντας· ἀπὸ τοῦ τέλους τὰς προσηγορίας τιθείς· τὴν δὲ γραφικὴν τέθεικε μαρτυρίαν· διδάσκων ὡς ἄνωθεν ταῦτα προηγόρευσεν ὁ τῶν ὅλων Θεός· εἶτα δείκνυσι τὸ τῆς προρρήσεως ἀψευδές· “ ποῦ σοφός ; ποῦ γραμματεύς ; ποῦ συζητητὴς τοῦ “ αἰῶνος τούτου. ” εἰπὼν σοφὸν καὶ γραμματέα, τοῖς προείρημένοις ἀκολούθως ἐπάγει· συζητητής ἐστιν ὁ ἐκ τούτων κἀκείνων διαλεκτικὴν ἠσκημένος τέχνην· εἶτα ἐπάγει· · οὐχὶ ἐμώρανεν ὁ “ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου ;“τοῦτ’ ἐστι τὴν εὐγλωττίαν· καὶ γὰρ ταύτης χορηγὸς ὁ Θεός· αὐτὸς γὰρ καὶ τὰς γλώττας διεῖλεν· καὶ ἑκάστῃ χαρακτῆρας ἰδίους ἀπένειμεν· καὶ τῇ Ἑλλάδι τοίνυν φωνῇ αὐτὸς ἔδωκεν λαμπρότητα· οἱ δέ γε οὐκ εἰς δέον ταύτῃ χρησάμενοι, δέλεαρ αὐτὴν τῆς ἀπάτης ἀπέφηναν· κατηγορεῖ τοίνυν οὐ τῆς εὐγλωττίας, ἀλλὰ τῆς ἐν αὐτῇ κρυπτομένης ψευδολογίας· ταὐτὴν ἐλεγχθῆναι λέγει, καὶ μωρίαν ἀποφανθῆναι.

  85. 1.39

    Κυτίλλου. τοῖς μὲν μέγα φρονοῦσιν ἐπὶ σοφίᾳ κοσμικὴ, καὶ τὴν πίστιν οὐ προσιεμένοις, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, μωρία τὸ εὐαγγέλιον· ἡμῖν δὲ οὐχ οὕτως· πολλοῦ γε καὶ δεῖ· διατεθείμεθα γὰρ ὅτι δύναμις Θεοῦ ἐστι καὶ σωτηρίας ὁδὸς, ἀποφέρουσα πρὸς ἁγιασμὸν, καὶ εἰς τὴν τοῖς ἀληθείας ἐπίγνωσιν παιδαγωγοῦσα σοφῶς δαψιλῶν κηρυγμάτων· οἶμαι δὲ ἔγωγε σοφὸς νῦν αὐτὸν ἀποκαλεῖν τοὺς ῥήτορας· οἳ τῇ τῶν λόγων δεινότητι τὸ πιθανὸν ἀεὶ τῷ ψεύδει συμπλέκοντες, τῆς ἀληθείας αὐτῷ τὴν δόκησιν περιποιεῖν ἐσπούδαζον· γραμματέας δὲ οἶμαι τοὺς γραμματιστὰς ἤτοι γραμματικούς· οἱς ἦν ἔθος τὰς τῶν ποιητῶν περιεργάζεσθαι συγγραφὰς καὶ διερμηνεύειν τοῖς νέοις· συζητητὰς δὲ φησὶ τοὺς λογομαχεῖν εἰωθότας, καὶ ἀκριβεῖς δῆθεν τῶν πράγματων βασανιστάς· οἱ ταῖς τῶν ἐννοιῶν εὑρέσεσιν ὡς ἑνὶ τὸ ἐφ’ ἑκάστῳ τῶν προκειμένων ἀδιαβλήτως ἔχειν δοκοῦν, ζητεῖν υποκρίνονται τὴν ἀλήθειαν· ἀλλ’ οὔτι πω ὀρθῶς, μᾶλλον δὲ εἰς ἅπαν ἠμελημένως· ἠγνοήκασι γὰρ τὸν τῶν ὅλων Θεόν· ὃς τὸ σύμπαν ἀπορρήτοις ἐνεργείαις ἀπονητὶ διεπήξατο, καὶ παρήνεγκεν εἰς τὸ εἰναι τὰ οὐκ ὄντα πάντα, κατανεύσας μόνον· μεμώραται τοίνυν ἀληθῶς ἡ τοῦ κόσμου σοφία.

  86. 1.40

    Ὠριγένουσ. Οὐ ταὐτόν ἐστιν εἶναι σοφόν· καὶ ἐν τῷ αἰῶνι τούτῳ ετͅναι σοφόν· τὸ μὲν γὰρ χωρὶς τοιαύτης προσθήκης οὐ περιέχει τὴν ἀληθῆ σοφίαν· παραπλησίως δὲ νοήσεις καὶ μωρίαν· οὐ ταὐτόν ἐστι μωρὸν, καὶ μωρὸν ἐν τῷ αἰῶνι τούτῳ· ὁ μὲν γὰρ χωρὶς προσθήκης τῆς τῷ αἰῶνι τούτῳ, ἀληθής ἐστι μωρός· καὶ ἡμεῖς τοίνυν οἱ πιστεύοντες τοῖς λόγοις τῆς σοφίας, κελευόμεθα ἐν τῷ αἰῶνι τούτῳ γίνεσθαι μωροί· τοιοῦτοι γὰρ δοκοῦμεν εἶναι τοῖς ἀνθρώποις, πιστεύοντες εἰς Χριστὸν Ἰησοῦν ἐσταυρωμένον, καὶ πιστεύοντες ἀνάστασιν σωμάτων· πιστεύοντες δὲ ὅτι ζησόμεθα οὐ μόνον οἱ νῦν ὄντες ἐπὶ γῆς ὕστερον ἐν οὐρανοῖς, ἀλλ’ ὅτι καὶ ἃν ἁμαρτάνωμεν, πυρὶ αἰωνίῳ παραδοθησόμεθα· τοιούτους ἡμᾶς δοκεῖν εἶναι τοῖς ἀνθρώποις.

  87. 1.41

    Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.

  88. 1.42

    Σετηριανοῦ. Δύο σοφιῶν μέμνηται· μιᾶς τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης ἁρμονίας, ἑτέρας δὲ σοφίας καθ’ ἣν λογι- κοὶ ὄντες οἱ ἄνθρωποι συνετοὶ τυγχάνοντες. ἐπειδὴ τοίνυν, φησὶ, διὰ τῆς προσούσης ἡμῖν συνέσεως οὐκ ἔγνω μὲν τὸν Θεὸν, οὔτε διὰ τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης σοφίας, “εὐδόκησεν ὁ Θεὸς “διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.” μέγα ἐστὶν ὃ λέγει· οὐ δεικνυόμενον τοῖς ἁπλῶς παρατρέχουσι· τὸ γὰρ δυνατὸν τοῦ Θεοῦ καὶ πάνυ σοφὸν δείκνυσιν οὕτως. τὸ μέγεθος καὶ τὸ κάλλος τοῦ κόσμου, φησὶν, ἀμέτρητον ὃν καὶ ἀνέφικτον, οὐκ ἔπεισεν ὑμᾶς ἐπιγνῶναι τὸν Θεόν· ἀλλ’ ἀφέντες τὸν ποιήσαντα, προσεκυνήσατε τούτοις δι’ ὧν ἐχρῆν ἐπιγνῶναι τὸν ποιητὴν αὐτῶν· δείκνυσι ὑμῖν ὁ Θεὸς τῆς ἑαυτοῦ δυνάμεως τὴν ὑπερβολήν· οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξ’ ε· διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν.

  89. 1.43

    Θροδωρίτου. ταύταις ταῖς δύο προστίθησι τρίτην τὴν διὰ τῆς οἰκονομίας τοῦ Σωτῆρος ἡμῶν δεικνυμένην, ἦν οἱ ἀπιστοῦντες μωρίαν προσαγορεύουσι· δι’ ἧς ὁ Θεὸς τὸν κόσμον ἐπανήγαγεν ἀπὸ πλάνης.

  90. 1.44

    Ὠριγένουσ. Νῦν οὐκ ἔτι λογισμῶν, ἀλλὰ πίστεως δεόμεθα· τὸ γὰρ εἰς τὸν σταυρωθέντα καὶ ταφέντα πιστεύειν, καὶ πεπληρο- φορῆσθαι, ὅτι οὗτος αὐτὸς ἀνέστη καὶ ἄνω κάθηται, τοῦτο σοφίας οὐ δεῖται, ἀλλὰ πίστεως. καὶ γὰρ οἱ Ἀπόστολοι οὐ σοφίᾳ προσῆλθον· ἀλλὰ πίστει, καὶ γεγόνασι τῶν ἔξω σοφῶν σοφώτεροι καὶ ὑψηλότεροι· πῶς δὲ ἀπώλεσε τῶν σοφῶν τὴν σοφίαν, διὰ Παύλου καὶ τῶν τοιούτων γνωρισθεὶς ἡμῖν, ἔδειξεν αὐτὴν ἀνόητον οὖσαν. πρὸς γὰρ δέξασθαι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, οὔτε ὁ σοφὸς ὠφέληται ἀπὸ τῆς σοφίας, οὔτε ὁ ἰδιώτης ἐβλάβη τὶ ἀπὸ τῆς ἀμαθίας. οὕτως τοίνυν τὴν σοφίαν ἀπώλεσεν· ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλεν· καὶ ὅτε ἔδει τὰ ἑαυτῆς αὐτὴν ἐνδείξασθαι καὶ διὰ τῶν ἔργων ἰδεῖν τὸν δεσπότην, οὐκ ἠθέλησεν· διὰ τοῦτο κ᾿ἂν θέλῃ νῦν ἐπεισάγειν ἑαυτὴν οὐ δύναται· οὐ γὰρ τοιαῦτα τὰ πράγματα· ἡ γὰρ ὁδὸς αὐτὴ τῆς θεογνωσίας, πολλῷ μεῖζον ἐκείνης· διὰ τοῦτο πίστεως καὶ ἀσφαλείας χρεία. τί δέ ἐστιν “ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου ;“μωρὰν ἔδειξεν οὖσαν πρὸς τὴν τῆς πίστεως κατάληψιν· ποία γὰρ σοφία ὅτ’ ἂν τὸ κεφάλαιον τῶν ἀγαθῶν μὴ εὑρίσκῃ ; μωράνας τοίνυν αὐτὴν ἔδειξεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σώσας. μωρίας δὲ οὐχὶ τῆς οὔσης, ἀλλὰ τῆς εἶναι δοκούσης.

  91. 1.45

    Κυτίλλου. Ἐπεὶ ἐν τῆ σοφίᾳ τοῦ Θεοῦ ἐν τῇ τῶν προφητῶν κατηγγελμένῃ εὐδόκησεν διὰ τῆς μωρίας, τῆς δοκούσης Ἕλλησιν εἶναι μωρίας. Κυτίλλου. Σοφίαν Θεοῦ καὶ τὴν ἀνθρωπίνην ὀνομάζει σύνεσιν καὶ τὴν εὐγλωττίαν, ἤτοι αὐτὸ τὸ τῆς λέξεως ἀνθηρόν. ἵνα διδάξῃ ὅτι νοῦ ποιητὴς ὁ Θεὸς καὶ φρονήσεως χορηγὸς καὶ εὐγλωττίας· καὶ εἴ τινες αὐτοῖς ἐχρήσαντο, ἐφ’ ἃ μὴ προσῆγεν· μωρίαν δὲ τοῦ κηρύγματος, τῶν λέξεων τὴν ἁπλότητα λέγει. ἰδιῶται μὲν γὰρ τῷ λόγῳ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, πλούσιοι δὲ τῇ γνώσει.

  92. 1.46

    Επειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί· καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί.

  93. 1.47

    Ὠριγένουσ. Πολλὴ ἡ τῶν εἰρημένων σύνεσις· θέλει γὰρ εἰπεῖν πῶς διὰ τῶν ἐναντίων ἐκράτησεν ὁ Θεός· καὶ πῶς οὐκ ἐστὶν ἀνθρώπινον τὸ κήρυγμα· ὃ δὲ λέγει τοιοῦτόν ἐστι. ὅταν εἴπω, φησὶν, Ἰουδαίοις, πιστεύσατε· λέγουσιν· ἀναστήσατε νεκροὺς, δείξατε ἡμῖν σημεῖα· ἡμεῖς δὲ τί λέγομεν ; ὅτι ἐσταυρώθη καὶ ἀπέθανεν ὁ κηρυττόμενος. πάλιν Ἕλληνες ἡμᾶς ἀπαιτοῦσι ῥητορείαν λόγων καὶ δεινότητα σοφισμάτων. ἡμεῖς δὲ καὶ τούτοις τὸν σταυρὸν κηρύσσομεν· ὅταν ὁ σταυρὸς οὐ δοκεῖ σημεῖον εἶναι κατὰ λογισμὸν ἐξεταζόμενος, ἀλλὰ καὶ σημείου ἀναιρέσις. οὐ μόνον οὐ δοκεῖ δυνάμεως ἀπόδειξις, ἀλλὰ καὶ ἀσθενείας ἔλεγχος. οὐ μόνον οὐ δοκεῖ σοφίας ἐπίδειξις εἶναι, ἀλλὰ καὶ μωρίας ὑπόληψις. ὅταν οὖν ἔνα κ ἄων ἐπιθυμῶσιν ἀκούουσιν, εἶτα διὰ τῶν ἐναντίων πείθωνται. πῶς οὐκ ἄφατός ἐστιν ἡ τοῦ κηρυττομένου δύναμις ; οὕτω καὶ οἱ Ἀπόστολοι περιεγένοντο· οὕτω καὶ ἐπὶ τῆς κτίσεως ὁ Κύριος ἐποίησεν τὰ ἐναντία διὰ τῶν ἐναντίων κατασκευάζων. σκευάζων. ψάμμῳ γοῦν θάλασσαν ἐτείχισε, τῷ ἀσθενεῖ τὸ ἰσχυρὸν χαλίνωσας· ὕδατι γῆν ἐπέθηκε· τῷ χαύνῳ καὶ διαρρέοντι, τὸ πυκνὸν καὶ παχὺ ἐποχεῖσθαι παρασκευάσας· διὰ τῶν προφητῶν πάλιν, σίδηρον ξύλῳ μικρῷ ἐμετεώρισεν· οὕτω δὴ καὶ σταυρῷ τὴν οἰκουμένην ἐπεσπάσατο. ὥσπερ γὰρ τὸ ὕδωρ βαστάζει τὴν γῆν, οὕτω καὶ ὁ σταυρὸς βαστάζει τὴν οἰκουμένην. μεγάλης τοίνυν δυνάμεως ἀπόδειξις, τὸ διὰ τῶν ἐναντίων πείθειν· καὶ γὰρ σκανδάλου πρᾶγμα ὁ σταυρὸς εἶναι δοκεῖ· ἀλλ’ ὅμως οὐ μόνον οὐ σκανδαλίζει, ἀλλὰ καὶ ἐφέλκεται. ταῦτ’ οὖν πάντα ἐννοήσας ὁ Παῦλος καὶ ἐκπλαγεὶς ἔλεγεν· · “ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον “τῶν ἀνθρώπων ἐστί· καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν “ἀνθρώπων ἐστί·” περὶ τοῦ σταυροῦ λέγων τὸ μωρὸν καὶ τὸ ἀσθενές· οὐ τὸ ὂν, ἀλλὰ τὸ δοκοῦν· πρὸς γὰρ τὴν ἐκείνην ὑπόληψιν ἀποκρινεται.

  94. 1.48

    Κυτίλλου. Κατ᾿ ἄμφω ἀληθὴς ὁ τοῦ Παύλου λόγος· νοντος γάρ ποτε τοῦ Χριστοῦ τῶν ἱερῶν περιβόλων τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τὰς βοῦς τρυγόνας τε καὶ περιστεράς· καὶ φάσκοντος “μὴ ποιεῖτε τὸν ο-ι’κον τοῦ πατρός μου οἶκον ἐμπορίου·” ἀντεφέροντο λέγοντες, “ τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα “ ποιεῖς ; καὶ τίς ἔδωκέν σοι τὴν ἐξουσίαν ταύτην ” προσήεσαν δὲ καὶ τῶν γραμματέων τινὲς μετὰ πλείστην ὅσην σημείων ἐπί. δεῖξιν φιλοκακούργως λέγοντες, “ διδάσκαλε, θέλομεν ἀπὸ σοῦ “ σημεῖον ἰδεῖν·” ὀλίγου τοίνυν παντελῶς ἀξιοῦντες λόγου τὰς τῶν ἁγίων φωνὰς, δι’ ὧν ἦν εἰκὸς αὐτοὺς δύνασθαι μαθεῖν, ὅτι αὐτὸς ἦν ὁ Χριστός· θεοσημείας ἐζήτουν· ὅθεν ἔλεγεν ὁ Σωτῆρ’ τοῖς ἀποσταλεῖσιν ὑπὸ Ἰωάννου· “ ἀπελθόντες ἀπαγγείλατε ᾿Ιω- “ άννῃ, ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι· χωλοὶ “ περιπατοῦσι.”

  95. 1.49

    Καὶ οἱ Ἕλληνες τὴν ἐν λέξει τε καὶ λόγοις ζητοῦντες λαμπρότητα, ἡγοῦνται δὲ καὶ μωρίαν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, καὶ φασὶ, τί γὰρ ὅλως ἔδει Θεὸν ὄντα κατὰ φύσιν τὸν ἐκ Θεοῦ Λόγον, θελήσει καὶ νεύματι κατορθοῦν ἰσχύοντα τὰ κατὰ γνώμην αὐτῷ, γενέσθαι ἄνθρωπον, καὶ ὑπομεῖναι θάνατον ; πῶς δ’ ἂν γένοιτό, φασιν, ἀποτεκεῖν παρθένον ; πῶς δὲ καὶ ἀναστήσεται τὸ θανάτῳ κατεφθαρμένον ; ἀλλ’ οὐδὲν αὐτοὺς ἀπεικὸς τοιαῦτα λέγειν. “ ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. μωρία γὰρ αὐτῷ ἐστίν· ἀλλ’ ἡμῖν Θεοῦ δύναμίς ἐστι καὶ σοφία.” σέσωκε γὰρ δι’ αὐτοῦ τὴν ὑπ’ οὐρανὸν ὁ Θεὸς καὶ Πατήρ. ὡς διὰ δυνάμεως τῆς ἐνούσης αὐτῷ φυσικῶς, καὶ τῆς ἀπορρήτου σοφίας, τῆς ἑαυτοῦ δηλονότι· σοφία γὰρ καὶ δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός· δι’ ἧς τὰ πάντα παρῆκται πρὸς γένεσιν, καὶ πεποιημένα σώζεται. καὶ εἰ δή τις, φησὶν, ἕλοιτο ταῖς ἀνθρώπων δυνάμεσιν ἀντεξετάσαι τὴν ἐν Θεῷ, καταθρήσει δὲ πάντως ὅτι τὸ δοκοῦν τῶν θείων ἔργων ὡς ἐν ἀσθενείᾳ πεπρᾶχθαι τυχὸν, καὶ ἐπ’ ἐκεῖνα τε καὶ ἄμεινον τῆς ἀνθρωπίνης ἰσχύος. κατ’ αὐτὸν δὲ τουτονὶ τὸν τρόπον καὶ ἐπὶ τῆς σοφίας νοήσεις ὅτι τὸ μωρὸν εἶναι δοκοῦν, σοφώτερον τῶν ἀνθρώπων ἐστίν· οἱονεὶ πρὸς τὰ μεγέθη καὶ κάλλη τῶν στοιχείων, οὐρανοῦ τε φημὶ καὶ ἡλίου καὶ τῶν λοιπῶν ἄστρων καὶ πυρὸς καὶ ὕδατος καὶ τῶν ἄλλων, συγκρίναι τίς βούλοιτο τὰ μικρὰ τῶν κτισμάτων καὶ ἐλάχιστα, ὀλίγη παντελῶς ἡ ἐν τούτοις εὑρεθήσεται δύναμις τε καὶ σοφία· καὶ ὡς ἀπό γε τοῦ ἡττῆσθαί σθαι τις εἶναι δόξειεν· ἀλλ’ οὐκ ἂν γένοιτό τις τῶν ἐν ἡμῖν οὐδὲ τῶν οὕτως ἐργάτης. ἀληθῶς οὖν, “ ὅτι τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυ- “ ρότερον τῶν ἀνθρώπων ἐστὶν, καὶ τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον “ τῶν ἀνθρώπων ἐστίν·” ἔχει τοίνυν τὸ πάνσοφον ἡ οἰκονομία. βεβασίλευκε γὰρ συνετῶς ἁπάσης τῆς ὑφ’ οὐρανὸν ἐν σοφίᾳ Χριστός.

  96. 1.50

    Σευηριανοῦ. Δεικνὺς γὰρ τὴν ἀτοπίαν τῶν ἐν λογιότητι τεθαρσηκότων καὶ κοσμεῖν οἰομένων διὰ τῆς εὐγλωττίας τὴν εὐσέβειαν, φησὶν, ὅτι οὐ μόνον σοφίαν τοῖς Ἕλλησι ζητοῦσιν οὐ χρὴ ἀποκρίνεσθαι· ἀλλ’ οὐδὲ σημεῖα αἰτοῦσι τοῖς Ἰουδαίοις διδόναι. καὶ μὴν τὰ σημεῖα τοῦ Πνεύματος, ἡ δὲ σοφία τῶν λόγων τῆς ἔξωθεν παιδείας· εἰ δὲ οὐδὲ τὰ τοῦ Πνεύματος θαύματα αἰτοῦσι προσῆκεν, ἤπου τε τὰ τῆς ἔξωθεν σοφίας· οὐ γὰρ πειράζουσι δίδοται, ἀλλὰ πιστῶς αἰτοῦσιν· ὁ μέντοι λόγος ἐκβέβληται πάντη ὡς ἐπιβουλεύων τῇ δόξῃ τοῦ σταυροῦ· “ ἡμεῖς δὲ κηρύσ- “ σομεν Χριστὸν ἐσταυρωμένον” καὶ τὰ ἑξῆς. δηλονότι “ Χριστὸν “Θεὸν δύναμιν καὶ Θεοῦ σοφίαν” κατὰ τὸν τοῦ σταυροῦ λόγον, φησὶν ὡς ἀνωτέρω· “ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ, τοῖς μὲν ἀπογνωμένοις “ μωρία ἐστί· τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστί.” Καὶ τὰ ἑξῆς δείκνυσι τοῦτο τρανότερον· μετὰ γὰρ τὸ φάναι “ αὐτοῖς “ δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύνα- “ μιν καὶ Θεοῦ σοφίαν,” ἐπήγαγεν· “ διότι τὸ μωρὸν τοῦ Θεοῦ “ σοφώτερον τῶν ἀνθρώπων ἐστί· καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν. τίς δ ἃν εἴποι τὸν Θεὸν Λόγον τὸ ἀσθενὲς τοῦ Θεοῦ εἰρῆσθαι, καὶ μωρὸν τοῦ Θεοῦ περὶ ἐσταυρωμένου Χριστοῦ τὸ λεγόμενον ; Θεὸς Λόγος δυνατὸς ὡς ὁ Πατὴρ, οὐ δύναμις μέρος συμπληρωματικὸν τῆς οὐσίας τῆς πνευματικῆς, ὁμοίως καὶ σοφός· ἐπειδὴ γὰρ ὅπερ οὐκ ἴσχυσεν ἡ ὁρωμένη κτίσις ἡ Ἄγγελοι ἣ ἀρχάγγελοι κατιόντες οὐρανόθεν· πατριαὶ καὶ προφῆται· νόμος ὁ διὰ Μώσεως· φωναὶ αἱ ἐκ μέσου τοῦ πυρὸς ἐνεχθεῖσαι πρὸς τὸν λαὸν, διὰ τὸ μὴ συγχωρεῖν τὴν τῶν ἀγνωμονούντων προαίρεσιν, τοῦτο τοῦ σταυροῦ ἡ μωρία ἴσχυσεν· διὰ τοῦτο Θεοῦ δύναμις καὶ Θεοῦ σοφία Χριστὸς ἐσταυρωμένος, πάσης τῆς οἰκονομίας ἀνυτικώτερος, καὶ πάσης τῆς κτίσεως ἀξιοπιστότερος· καὶ τοῦτο δὲ δύναμις τοῦ οἰκονομήσαντος καὶ κατορθώσαντος ἐν τῷ μηδενὶ σώσαντος τοὺς ἀνθρώπους, καὶ εἰς τὴν εἰς αὐτὸν πίστιν ἀγαγόντος.

  97. 1.51

    Θεοδώρου. Ἀντὶ τοῦ πρὸς ἅπαντας τοὺς ἐναντίους τῆς εὐσε- βείας, ἡμεῖς τὸν σταυρὸν τοῦ Χριστοῦ προβαλλόμεθα. οἷα δὲ τὰ κατὰ τὸν σταυρὸν ἐξηγούμενος φησὶν, ὅτι οἱ Ἰουδαῖοι νομίζουσι μὲν αὐτὸν ἀτιμίαν, Ἕλληνες δὲ μωρίαν· ἡμεῖς δὲ καὶ δύναμιν καὶ σοφίαν εἶναι τοῦ Θεοῦ πιστεύομεν αὐτὸν, τῶν δι’ αὐτοῦ κατορθωθέντων τὸ μέγεθος ἀκριβῶς ἐπιστάμενοι· δύναμιν δὲ Θεοῦ νῦν καὶ σοφίαν οὐ τὴν θεότητα τοῦ μονογενοῦς, ἀλλὰ τὸ περὶ τοῦ σταυροῦ κήρυγμα καὶ οἱονεὶ αὐτὴν τὴν φύσιν τοῦ πράγματος εἰρῆσθαι ὑπολαμβάνοντες· καὶ διελέγχει γε φασὶν, τοὺς Ἀρείου καὶ Εὐνομίου κακῶς ἐντεῦθεν πειρωμένους δεικνύναι σοφίαν τὸν Θεὸν Λόγον ὀνομαζόμενον· ἐντεῦθεν γὰρ καὶ τὴν ἐκ τῆς παροιμιακῆς φωνῆς βλασφημίαν κατασκευάζουσι. δείξας δὲ ὁ θεῖος Ἀπόστολος τὸ τῆς φυσικῆς συνέσεως ἄτονον, καὶ τὸ εὔηθες τῶν ἐπ’ αὐτῇ μεγαλοφρουούντων· τοῦτο δὲ ἀπὸ τῆς τῶν πραγμάτων συνεξετάσεως ἐπὶ τὸ καθελεῖν μὲν τὸν τῦφον τοῦ διὰ τοῦτο κατάρχειν καὶ πρωτεύειν βουλομένου τῶν λοιπῶν· ἀποδείξας δὲ τὸ εὔηθες τῶν ἐπ’ αὐτὸ μεγάλα φρονούντων· ὡς ἐν ἀγαθοῦ δὴ τίθεσθαι μοίρᾳ, τὸ καὶ ἀπ’ αὐτοῦ καλεῖσθαι· ἐπὶ τρίτην ἀπόδειξιν μεθίσταται μάλα ἐντρεπτικὴν τὴν ἀπ’ αὐτῶν.

  98. 1.52

    Διοντσίου Τοῦ Ἀρεοπαγίτου. Οὐ μόνον ὅτι πᾶσα ἀνθρωπίνη διάνοια πλάνη τις κρινομένη πρὸς τὸ σταθερὸν καὶ μόνιμον τῶν θείων καὶ τελειοτάτων νοήσεων· ἀλλ’ ὅτι καὶ σύνηθές ἐστι καὶ τοῖς θεολόγοις ἀντιπεπονθότως ἐπὶ Θεοῦ τὰ τῆς στερήσεως αποφάσκειν· οὕτω καὶ ἀόρατον φησὶ τὰ λόγια τὸ παμφαὲς φῶς, καὶ τὸν πολυύμνητον καὶ πολυώνυμον, ἄρρητον καὶ ἀνώνυμον· καὶ τὸν πᾶσι παρόντα καὶ ἐκ πάντων εὑρισκόμενον, ἀκατάληπτον καὶ ἀνεξιχνίαστον.

  99. 1.53

    βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα τοὺς σοφοὺς καταισχύνῃ· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεὸς, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.

  100. 1.54

    Θεοδώρου ΚΑÌ Θεοδωρίτου. Ἵνα εἴπῃ ἐν ὑμῖν κατὰ τόνδε τὸν βίον· καὶ οὐκ εἶπεν οὐδεὶς σοφὸς, οὐδεὶς δυνατὸς, οὐδεὶς εὐγενής· καὶ γὰρ καὶ ἐκ τούτων ἦσαν πεπιστευκότες· ἀλλ’ “οὐ πολλοί·” οἱ πλείους γὰρ τῶν πενεστέρων ἐτύγχανον ὄντες.

Next → — showing 1100 of 1,057

First Thousand Years of Greek. CTS URN tlg4102.tlg012.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.