Ancient Texts

← Library

Catena In Epistulam I Ad Corinthios

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,057 sections

  1. 1.155

    Ἐπειδὴ δὲ Κορίνθιοι μέγα ἐφρόνουν ἐπὶ τῇ τοῦ κόσμου σοφίᾳ· διὰ τοῦτο φησὶ πρὸς αὐτούς· “εἴ δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν·“ οὐχὶ εἴ τις σοφός ἐστιν· ἀλλὰ “ δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν· ἐν τῷ αἰῶνι “ τούτῳ μωρὸς γενέσθω·” οὐκ εἶπεν ἁπλῶς μωρός· ἀλλ’ “ ἐν τῷ αἰῶνι “ τούτῳ· ” ὡς γὰρ πρὸς τὸν αἰῶνα τοῦτον μωροὺς ἡμᾶς λέγουσιν, μωρὸς οὑν γενέσθω ἐν τῷ αἰῶνι τούτῳ· ἵν ἐκ τοῦ τῷ αἰῶνι τούτῳ μωρὸς γεγονέναι, γένηται ἀληθῶς σοφός· “ ἡ γὰρ σοφία τοῦ “ κόσμου τούτου, μωρία παρὰ Θεῷ ἐστιν·” πῶς γὰρ οὐ μωρὸς, ὁ μὴ λέγων μὴ εἶναι πρόνοιαν, ἣ ἐξ ἀτόμων καὶ κενοῦ τὰ πάντα συνεστηκέναι ; ἣ τὴν ἡδονὴν τέλος εἶναι τῶν ἀγαθῶν ; καὶ τἆλλα λέγων ὅσα τῆς ἔξω καὶ δοκούσης σοφίας ὕθλοι καὶ λῆροι τυγχάνουσιν· οὗτος γὰρ ἀληθῶς μωρός ἐστιν· καὶ ταῦτα τὰ δόγματα μωρία εἰσίν· καὶ ἅπαξ ἁπλῶς πᾶσαν Ἑλληνικὴν καὶ βαρβαρικὴν ἐξετάζων φιλοσοφίαν, ἐρεῖς ὅτι ἐν οἷς διαφωνεῖ πρὸς τὴν Χριστοῦ διδασκαλίαν μωρία ἐστίν· γέγραπται γὰρ “ ὁ δρασσόμενος τοὺς “ σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·” ἐγώ φημι οὐ μέγα πρᾶγμα εἶναι ἐὰν ὁ Θεὸς ὡς Θεὸς δράξηται t τοὺς σοφοὺς ἐν τῇ παρουργίᾳ αὐτῶν ἐν Παύλῳ τῷ λέγοντι “ ἐν σαρκὶ γὰρ ζῶντες “ οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας “ ἡμῶν οὐ σαρκικά· ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὁχυρω- “ μάτων· λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον “ κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.”

  2. 1.156

    Ἵνα δὲ τοῦτο σαφέστερον νοήσῃς, ἴδε μοι τὸν Παῦλον ἐπιδημήσαντα ταῖς Ἀθήναις καὶ ζητοῦντα πρὸς τοὺς παρατυγχάνοντας ὥστε καὶ τινας τῶν Ἐπικουρείων καὶ Στοικῶν φιλοσόφων συμβαλεῖν αὐτῷ· τότε γὰρ τῇ χάριτι τοῦ Χριστοῦ περιεδράσσετο αὐτῶν, καὶ ἐδείκνυεν αὐτῶν τὰ σοφίσματα· ἐνταῦθα δὲ τοὺς σοφοὺς ὠνομᾶσθαι νομίζω τοὺς σοφιστὰς, ὅσοι σοφίσματα περιπεπλεγμένα λέγουσιν, οὐκ ἀλήθειαν δὲ διδάσκουσιν. καὶ πάλιν· “ Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι·” οὐ θαυμαστὸν ἐὰν ὁ Κύριος καθ’ ἑαυτοῦ γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι· ἀλλὰ θέλω ἐν ἐμοὶ γενόμενον τὸν Κύριον γινώσκειν τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι· ἐὰν γὰρ γένηται ἐν ἐμοὶ Χριστός· δύναταί μοι παραστῆσαι πῶς οἱ διαλογισμοὶ τῶν τοῦ κόσμου σοφῶν εἰσὶ μάταιοι· καὶ πῶς λάμπει ἡ σοφία μόνη τοῦ Θεοῦ, νικῶσα καὶ καταπατοῦσα πᾶσαν δοκοῦσαν σοφίαν.

  3. 1.157

    Σευηριανοῦ. Πάλιν μεταβαίνει ἐπὶ τοὺς θαρσοῦντας ἑαυτῶν σοφίᾳ· ὅτι δὲ ναοὺς μὲν τοῦ Θεοῦ λέγει τοὺς πιστεύοντας, φθείρειν δὲ τὸν ναὸν τοῦ Θεοῦ λέγει τοὺς λόγοις θαρσοῦντας, τὰ ἑξῆς δηλώσει· “ εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν· ἐν τῶ αἰῶνι “ τούτῳ γενέσθω μωρός·” διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ ; εἰ Θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλεις ἔχειν διδάσκοντα καὶ ἀποκαλύπτοντα· εἰ δὲ ἀφεὶς τὸν ἐνοικοῦντα, τῆ σῆ συνέσει κέχρησαι· οὐκ ἔτι ναὸν ποιεῖς τὸν ναὸν, ἀλλὰ φθείρεις αὐτόν· “ εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν,” τοῖς πλησσομένοις καὶ βλαπτομένοις ὑπὸ τῆς ἔξωθεν παιδείας. διεστείλατο γὰρ εἰπὼν “ἐν ὕμῖν·”

  4. 1.158

    Θεοδωρίτου. Ἐπισημήνασθαι προσήκει, ὡς ναοὺς Θεοῦ προσηγόρευσεν τοὺς ἔνοικον ἔχοντας τὴν τοῦ Πνεύματος χάριν· μαρτυρεῖ γὰρ ὁ λόγος, ὅτι Θεὸς τὸ Πανάγιον νεῦμα·· “ μηδεὶς ἑαυτὸν “ ἐξαπατάτω·” τουτέστιν ἐπ’ εὐγλωττίᾳ μέγα φρονῶν ἢ γένους περιφανείᾳ· τοῦτο γὰρ ἐπάγει, “ εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν,” καὶ τὰ ἑξῆς· σοφίαν τοῦ κόσμου καλεῖ τὴν ἔρημον τῆς τοῦ Πνεύματος χάριτος· τὴν μόνην τοῖς ἀνθρωπίνοις λογισμοῖς κεχρημένην· ταύτῃ παρεγγυᾷ μὴ θαρρεῖν· ἀλλ’ ἐπὶ τῇ καλουμένῃ τοῦ κηρύγματος μωρίᾳ σεμνύνεσθαι.

  5. 1.159

    Ἰωάννου. Ὥσπερ νεκρὸν κελεύει γενέσθαι τῷ κόσμῳ· καὶ ἡ νεκρότης αὕτη οὐδὲν παραβλάπτει, ἀλλὰ καὶ ὠφελεῖ, ζωῆς αἰτία γινομένη, οὕτω καὶ μωρὸν κελεύει τῷ αἰῶνι τούτῳ γενέσθαι, σοφίαν ἡμῖν ἐντεῦθεν τὴν ἀληθῆ προξενῶν· μωρὸς δὲ τῴ κόσμῳ γίνεται, ὁ τὴν ἔξωθεν ἀτιμάζων σοφίαν., καὶ πεπεισμένος μηδὲν αὐτῷ συντελεῖν πρὸς τὴν τῆς πίστεως κατάληψιν. καὶ διατί μὴ εἶπεν ἀποθέσθω τὴν σοφίαν, ἀλλὰ γενέσθω μωρός ; ἵνα μεθ’ ὑπερβολῆς ἀτιμάσῃ τὴν ἔξωθεν παίδευσιν· ἄλλως τε καὶ παιδεύει μὴ ἐπαισχύνεσθαι τὰ ἡμέτερα ἐν ἰδιωτίᾳ. πάνυ γὰρ καταγελᾷ τῶν ἔξωθεν· διόπερ οὐδὲ τὰ ὀνόματα δέδοικεν· θαρρεῖ γὰρ τῇ τῶν πραγμάτων δυνάμει. ὥσπερ γὰρ ὁ σταυρὸς δοκῶν ἐπονείδιστον εἶναι, μυρίων γέγονεν αἴτιος ἀγαθῶν, καὶ δόξης ὑπόθεσις ἀφάτου καὶ ῥίζα· οὕτω καὶ ἡ δοκοῦσα μωρία εἶναι, σοφίας ἡμῖν αἰτία κατέστη. καθάπερ γὰρ ὁ κακόν τι μεμαθηκὼς, ἃν μὴ τὸ πᾶν ἀπώθηται καὶ λειαίνῃ τὴν ψυχὴν καὶ καθαρὰν παράσχῃ τῷ μέλλοντι γράφειν, οὐδὲν εἴσεται σαφῶς τῶν ὑγιεινῶν· οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν σοφίας, ἐὰν μὴ τὸ πᾶν ἐξέλῃς καὶ σαρώσῃς σου τὴν διάνοιαν, καὶ ἐξ ἴσης τῷ ἰδιώτῃ παράσχῃς ἑαυτὸν τῇ πίστει· οὐδὲν εἴσῃ u γενναιῶν ἀκριβῶς.

  6. 1.160

    Καὶ πῶς ἃν εἴη τὴν σοφίαν ταύτην ἀποθέσθαι, φησὶ, μὴ κεχρημένον αὐτῶν τοῖς δόγμασιν ; ἔπειτα ἐπειδὴ οὕτω σφοδρῶς αὐτῆς ἀποστῆναι ἐκέλευσε, καὶ τὴν αἰτίαν τίθησι λέγων· “ ἡ γὰρ “ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ Θεῷ ἐστιν·” οὐ γὰρ μόνον οὐδὲν συντελεῖ, ἀλλὰ καὶ ἐμποδίζει· δεῖ τοίνυν αὐτῆς ἀποστῆναι· γέγραπται γὰρ “ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῆ “ πανουργίᾳ αὐτῶν· ἣ σοφοὺς ἐν τῇ πανουργίᾳ· ἣ δρασσόμενος ἐν τῇ πανουργίᾳ· τουτέστι τοῖς οἰκείοις ὅπλοις αὐτοὺς χειρούμενος. ἐπειδὴ γὰρ τῇ σοφίᾳ ἐχρήσαντο εἰς τὸ μὴ δεηθῆναι τοῦ Θεοῦ· δι’ αὐτῆς ἤλεγξεν αὐτοὺς ὅτι μάλιστα δέονται Θεοῦ· πῶς καὶ τίνι τρόπω; ὅτι μωροὶ γενόμενοι, εἰκότως δι’ αὐτῆς ἑάλωσαν· οἱ γὰρ u εἰσῆν Cod. νομίζοντες μὴ δεῖσθαι Θεοῦ, εἰς τοσαύτην κατέστησαν χρείαν, ὡς ἁλιέων καὶ ἀγραμμάτων ἐλάττους φανῆναι· διὰ τοῦτο φησὶν, ἐν τῇ πανουργίᾳ ἀυτῶν·

  7. 1.161

    Οἰκουμενίου. Εἰ δὲ ναὸς Θεοῦ ἐσμὲν, ἐπειδὴ τὸ οἰκεῖ ἐν ἡμῖν, ἄρα Θεὸς τὸ νεῦμα.

  8. 1.162

    Φωτίου. Πῶς ἐδράξαντο τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν ; ἐνόμισαν διὰ τῆς προσούσης αὐτοῖς ἀνθρωπίνης γνώσεως, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν καταλήψεσθαι· οἱ δὲ οὐ μόνον οὐκ ἔτυχον ὦνπερ ἤλπισαν, ἀνθρωπίνοις λογισμοῖς ἑαυτοὺς ἐπιτρέψαντες· ἀλλὰ καὶ εἰς τοὐναντίον ἢ ἔσπευδον τὰ τῆς πανουργίας αὐτοῖς ἐχώρησεν· ἀγνοίᾳ καὶ ἀπορίᾳ πλείονι τῆς ἀπὸ τῶν λογισμῶν ἀσθενείας αὐτοὺς περιβαλούσης.

  9. 1.163

    Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις. πάντα γὰρ ὑμῶν ἐστιν· εἴτε Παῦλος, εἴτε Ἀπολλῶς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος· εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν. ὑμεῖς δὲ Χριστοῦ· Χριστὸς δὲ Θεοῦ

  10. 1.164

    Ἰωάννου. Καθαίρων τὸν τῦφον τῶν διδασκάλων, καὶ ὅτι οὐ μόνον οὐδὲν αὐτοῖς χαρίζονται, ἀλλ’ ὅτι καὶ αὐτοὶ ἐκείνοις χάριν εἰδέναι ὀφείλουσι, τοῦτο φησίν· εἶτα ἐπειδὴ ἔμελλον καὶ αὐτοὶ καυχᾶσθαι, προεξέκοψε τοῦτο τὸ νόσημα, εἰπὼν “ ἑκάστῳ “ ὡς ὁ Κύριος ἔδωκεν. καὶ πάλιν ὅτι ὁ Θεὸς ηὔξανεν· ἴνα μήτε ἐκεῖνοι ὡς παρέχοντες μέγα φρονῶσι· μήτε οὗτοι διὰ τὸ ἀκοῦσαι “ πάντα ὑμῶν ἐστι,” πάλιν ἐπαίρωνται. “ εἴτε ζωή· εἴτε θάνατος·” τουτέστιν ὅτι κάη ἀποθνήσκωσιν οἱ διδάσκαλοι κινδυνεύοντες ὑπὲρ τῆς ὑμετέρας σωτηρίας. ἔστιν δὲ καὶ ἑτέρως εἰπεῖν· ὅτι καὶ ὁ τοῦ Ἀδὰμ θάνατος δι’ ἡμᾶς, ἵνα σωφρονισθῶμεν· καὶ ὁ τοῦ Χριστοῦ, ἵνα σωθῶμεν· ἑτέρως δὲ ἡμεῖς τοῦ Χριστοῦ· καὶ ἑτέρως ὁ Χριστὸς τοῦ Θεοῦ· καὶ ἑτέρως ἡμῶν ὁ κόσμος· ἡμεῖς μὲν γὰρ τοῦ Χριστοῦ, ὡς ἔργον. ὥσπερ οὖν οὐδὲ ὁ κόσμος ἡμῶν· ὥστε εἰ καὶ μία λέξις, ἀλλὰ διάφορος ἡ ἔννοια· ἡμῶν μὲν γὰρ ὁ κόσμος, ὡς δι’ ἡμᾶς γεγενημένος· ὁ δὲ Χριστὸς τοῦ Θεοῦ, ὡς αὐτὸν αἴτιον ἔχων κατὰ τὸ Πνεῦμα εἶναι· ἡμεῖς δὲ τοῦ Χριστοῦ, ὡς ὑπ’ αὐτοῦ κατασκευασθέντες· εἰ δὲ ἐκεῖνα ὑμῶν φησιν· τί τοὐναντίον ἐποιήσατε αὐτοῖς ἐπονομαζόμενοι· ἀλλ’ οὐχὶ τῷ Χριστῷ καὶ τῷ Θεῷ.

  11. 1.165

    Θεοδωρίτου. Ὑπέδειξε τὸν ἀληθῆ πλοῦτον τοῦ πλούτου χορηγόν· καὶ καταφρονῆσαι τῶν οὐδὲν ὄντων ἐδίδαξεν· καὶ γὰρ καὶ ὑμεῖς, φησὶν, οἱ Ἀπόστολοι ὑμῶν ἕνεκα τῆς ἀποστολικῆς ἠξιώθημεν χάριτος· ἵνα ὑμῖν τὸν λόγον κηρύξωμεν· ὑμῖν δέδοται καὶ ἡ παροῦσα καὶ ἡ προσδοκωμένη ζωή· καὶ αὐτὸς ὁ θάνατος τῆς ὑμετέρας ἕνεκα ὠφελείας ἐπηνέχθη τῇ φύσει· καὶ τὰ ἡμέτερα πάντα, εἰς ἡμετέραν δεδημιούργηται χρείαν· καὶ τὰ προσδοκώμενα, ὑμῶν χάριν ηὐτρέπισται. προσήκει τοίνυν ὑμᾶς τῷ δεσπότῃ συνῆφθαι ἧφθαι Χριστῷ· ὃς τούτων ἐστὶ τῶν ἀγαθῶν χορηγός· καὶ δι’ αὐτοῦ τῷ τῶν ὅλων Θεῷ· ἡμῖν μὲν γὰρ ἥνωται κατὰ τὴν φύσιν, ἣν ἀνέλαβεν παρ’ ἡμῶν· τῷ δὲ Πατρὶ κατὰ τὴν θείαν οὐσίαν· ἐξ αὐτοῦ γὰρ φύσει γεγέννηται. Χριστὸς γὰρ Θεοῦ· οὐχ ὡς κτίσμα Θεοῦ· ἀλλ’ ὡς Υἱὸς τοῦ Θεοῦ.

  12. 1.166

    Εἰ δὲ ἀντιλέγουσιν οἱ τὰ Ἀρείου φρονοῦντες· καὶ οὐ βούλονται δοῦναι τῆς σχέσεως τὴν διαφοράν· καλείτωσαν καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα καὶ τοὺς Ἀποστόλους καὶ τὴν ζωὴν καὶ τὸν θάνατον ἡμέτερα ποιήματα. ἐπειδήπερ ὁ θεῖος Ἀπόστολος εἶπεν “ πάντα ὑμῶν ἐστιν.” ἀλλ’ οὐκ ἃν εἴποιεν· οὐκοῦν ταῦτα μὲν ὑμῶν διὰ τὴν θείαν φιλοτιμίαν· ἡμεῖς δὲ Χριστοῦ, ὡς μὲν ἀνθρώπου μέλη, ὡς δὲ Θεοῦ ποιήματα· Χριστὸς δὲ Θεοῦ, ὡς Υἱὸς γνήσιος ἐξ αὐτοῦ γεγεννημένος κατὰ τὴν θεότητα.

  13. 1.167

    Ὡριγενουσ. Ὁ δυνάμενος ἀποτάξασθαι πᾶσιν ἀνθρώποις ὅλος γενέσθαι ἄξιος τῆς ἐν Χριστῷ καυχήσεως· οὕτως οὐκ ἐν ἀνθρώπῳ καυχᾶσαι. πῶς δὲ ὁ θάνατος ἐμός ἐστιν ; ἵνα ἀποθάνω τῇ ἁμαρτίᾳ· ἵνα εἴπω εἰ καὶ συναπεθάνομεν καὶ συζήσομεν· ὁ γὰρ ἄλλος θάνατος, καθ’ ὃν ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, οὐκ ἔστιν ἐμός. καὶ τὰ ἐνεστῶτα δὲ ἡμῶν ἐστιν· ὅτι συναγόμεθα ἐν τῷ ἐνεστῶτι αἰῶνι· ὅτι ἀκούομεν γραφῶν ἱερῶν· ὅτι εὐχόμεθα· τὰ δὲ μέλλοντα οτ ἃν γὰρ ἔλθῃ τὸ τέλειον τότε τὸ ἐκ “ μέρους καταργηθήσεται·” καὶ οὐχ οἷόν τέ ἐστιν ἐπὶ τὰ μέλλοντα ἐλθεῖν, ἐὰν μὴ πρῶτον γένηται μοι τὰ ἐνεστῶτα· “ πάντα “ ὑμῶν·” θαυμάζεται τις λόγος παρ’ Ἕλλησιν εἰρημένος τοιοῦτος· πάντα τοῦ σοφοῦ, καὶ οὐδὲν τοῦ φαύλου· ταῦτα δὲ ὁ Λόγος τοῦ Θεοῦ πρῶτος ἐδίδαξεν, ὅτι πάντα τοῦ ἁγίου ἐστίν. τοῦ οὖν πιστοῦ, φησὶν, ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός· ὡς γὰρ λῃστὴς ἔχει ἃ ἔχει ὁ ἄπιστος οὐ γὰρ εἰδὼς αὐτοῖς χρῆσθαι, οὐδὲ τὸν κτίσαντα ταῦτα Θεόν· οὐδὲ ἀκούων τοῦ λέγοντος “ ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον,” οὐχ ὡς αὐτοῦ ἐκεῖνα ἔχει· ἡμεῖς δὲ ὁρῶμεν ὅτι πάντα ἡμῶν ἐστίν· καὶ ἔστι τοῦ σοφοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.

  14. 1.168

    Φωτίου.Εἰ οὖν οἱ διαλογισμοὶ τῶν ἀνθρώπων ματαιοί καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται, ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη, οὔτε λογισμῶν δεινότης ἰσχύει ἣ συντελεῖ πρὸς τὴν τῶν πνευματικῶν διδασκαλίαν καὶ μάθησιν. εἰ δὲ μηδὲν τούτων πρὸς ταῦτα συντελεῖ· πῶς ἄν τις διδάσκων καυχήσαιτο μηδὲν τῶν ἐν ἀνθρώποις δοκούντων ἰσχύειν ἀποδεδειγμένων ὡς συντελοῦσι πρὸς ὄνησιν ; δῆλον γὰρ ὡς εἴ τίς τι καὶ διδάσκει, χάριτός ἐστι καὶ δωρεᾶς τῆς ἄνωθεν· ἀλλ’ οὐχὶ οἰκείας σοφίας ἔργον, ἣ τῆς κατὰ διάνοιαν ὀξύτητος· τὰ δὲ χαρίσματα οὐχ ἵνα τούτοις ἐπαιρώμεθα λαμβάνομεν· ἀλλ’ ἐπὶ κοινῇ τῶν ἀνθρώπων ὠφελείᾳ, ἐν ἀνθρώποις καὶ ἐπὶ τοῖς διδασκάλοις· οὐ γάρ τι ἔχουσιν αὐτοὶ οἴκοθεν· ἣ ἐπὶ τοῖς ἀνθρωπίνοις λογισμοῖς· οὐ γάρ ἐστι δι’ αὐτῶν καταλαβεῖν τὴν ἀλήθειαν. μᾶλλον δὲ ἡ ἀνωτέρω ἐκδοχὴ καὶ τῇ λέξει τοῦ χωρίου καὶ τοῖς ἐφεξῆς ἐστιν ἐφαρμόζουσα· “ ὑμεῖς δὲ Χριστοῦ· Χριστὸς δὲ Θεοῦ πάντα ὑμῶν ὡς εὐεργεσίαι καὶ δωρεαί· ὑμεῖς δὲ “ Χριστοῦ·” ὡς κτήματα καὶ ποιήματα· “ Χριστὸς δὲ Θεοῦ,” ὡς γέννημα καὶ Υἱός. καλῶς δὲ τοῦτο προσέθηκεν· ἐπειδὴ γὰρ εἶπεν πάντα ὑμῶν, ὑμεῖς δὲ Χριστοῦ· ἵνα μὴ στάντος αὐτοῦ ἐνταῦθα ἀγέννητον καὶ ἀναίτιον νομίσωσι τὸν Υἱὸν, ἐπήγαγεν “ Χριστὸς “ δὲ Θεοῦ.”

  15. 1.169

    Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυρίων Θεοῦ· ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ· ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ, ἣ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν. ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἃν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.

  16. 1.170

    Ὡριγενουσ. Ὁ μὴ διαβεβηκὼς τῷ λόγῳ περὶ τὴν τῶν ἐγκεκρυμμένων ἐν τῇ γραφῇ μυστηρίων, δύναται μὲν υπηρέτης εἶναι Χριστοῦ, οὐ δύναται δὲ οἰκονόμος εἶναι μυστηρίων Θεοῦ· ὁ γὰρ οἰκονόμος ὣν ἔχει τὰ οἰκονομούμενα καὶ δἰδεν τὰ μυστήρια τοῦ Θεοῦ· μήποτε οὖν ὁ μὲν ὑπηρέτης Χριστοῦ κατὰ τὴν κοινοτέραν νοεῖται διακονίαν προστὰς, ὁ δὲ οἰκονόμος μυστηρίων Θεοῦ κατὰ τὴν διοίκησιν τὴν περὶ τὰ γνωσθέντα μυστήρια· ἵνα μὴ παραρίπτῃ ταῦτα ὡς ἔτυχεν· μὴ δὲ ἀνεξετάστως αὐτὰ παραδίδω· ἀλλὰ προκαθάρας, προευτρεπίσας, προαποστήσας τοῦ κόσμου τὸν μέλλοντα ἀκούειν μαθημάτων ὑπερκοσμίων, τότε αὐτὴ λέγει· ἡμεῖς, φησὶν, ἐσμὲν ὑπηρέται Χριστοῦ· καὶ τὰ πλείονα μᾶλλον ὁ Ἀπόστολος τῇ ὑπηρεσίᾳ τοῦ Χριστοῦ διηκονεῖτο, ἤπερ τῆ οἰκονομίᾳ τῶν μυστηρίων τοῦ Θεοῦ· οἰκονομεῖ δὲ τὰ μυστήρια τοῦ Θεοῦ, φέρε εἰπεῖν, πρὸς Λουκᾶν, ἵνα γράψαι τὸ Εὐαγγέλιον δυνηθῇ· πρὸς Τιμόθεον, ἵνα ἄρξαι τῶν ἐν Ἐφέσῳ πλείονα παρειληφότων οἷός τε γένηται οἰκονομεῖν τὰ μυστήρια τοῦ Θεοῦ· τολμῶ δὲ καὶ λέγειν, ὅτι ἐν Κορίνθῳ μὲν ὑπηρέτης γέγονε τοῦ Χριστοῦ· ἐν Ἐφέσω δὲ οἰκονόμος μυστηρίων Θεοῦ.

  17. 1.171

    Μαθὼν δὲ ἀπὸ τῶν τοῦ Σωτῆρος λόγων ὁ Παῦλος τὸ “ τίς ἄρα “ ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃν καταστήσει ὁ Κύριος ἐπὶ “ τῆς οἰκίας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς συν- “ δούλοις αὐτοῦ·” φησὶν, “ ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ·” οὔτε γὰρ ἀρκεῖ τὸ ἐγνωκέναι· οὔτε δεῖ τὸν ἐγνωκότα ὡς ἔτυχεν λέγειν· ἀλλὰ νοοῦντα τὸ ἐν καιρῷ διδόναι τὸ σιτομέτριον τοῖς συνδούλοις αὐτοῦ, βλέπειν, τίς τῶν συνδούλων ὀφείλει λαβεῖν πλεῖον σιτομέτριον μυστηρίων Θεοῦ ἢ ἔλαττον καὶ πότε· ἐὰν γὰρ καλῶς τὴν οἰκονομίαν καὶ ἀμέμπτως διοικήσωσι, ποίαν ἔχει ἐπαγγελίαν ; “ ἐπὶ πᾶσι” φησὶ “ τοῖς ὑπάρχουσιν ὁ “ οἰκοδεσπότης καταστήσει αὐτόν.

  18. 1.172

    Εἰ δὲ Παῦλος φοβεῖται, καὶ λέγει ταῦτα περὶ ἑαυτοῦ καὶ περὶ Κηφᾶ καὶ Ἀπολλῶ· πόσῳ μᾶλλον τοὺς καθ’ ἡμᾶς οἰκονόμους δεήσει φοβεῖσθαι· ὅπως εὑρεθῶσι πιστοὶ οἰκονόμοι ; εἶτα περὶ ἑαυτοῦ φησίν· “ ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστι, ἵνα ὑφ’ ὑμῶν ἀνα- “ κριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· οἱ ἐν Κορίνθῳ ἀνεκρίνοντο ὅσον ἐφ’ ἑαυτοῖς οὐκ ἀληθῶς ἀνακρίνοντες· ἀνακρίνοντος γὰρ ἦν τὸ λέγειν, ὅτι κρείττων ἐστὶν ὁ Παῦλος Κηφᾶ καὶ Ἀπολλῶ· καὶ ἄλλου τὸ λέγειν ὁ Πέτρος πολλῷ διαφέρει τοῦ Παύλου· ἐν γὰρ τῷ Εὐαγγελίῳ Παῦλος οὐκ εἴρηται Ἀπόστολος· φησὶν οὖν ὁ (??) ἄυλος, ὅτι ἐμοὶ εἰς ἐλάχιστον ἐστιν ἴνα ὑφ’ ὑμῶν ἀνακριθῶ συνῄδει ἑαυτῷ τὰ κάλλιστα· καὶ ὅτι οὐχ ὑπέπιπτεν Κορινθίοις ὡς δυναμένοις αὐτὸν ἀνακρίναι· ὁ γὰρ πνευματικὸς ἀνακρίνει τὰ πάντα· αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται· ὥσπερ ἀλλαχοῦ φησίν· “ γέγονα ἄφρων· ὑμεῖς με ἠναγκάσατε·” τοιοῦτόν τι καὶ ἐνθάδε νοήσας λέγει. ἔστι τις ἀνθρωπίνη ἡμέρα· περὶ ἧς γέγραπται μυρία ὅσα· καὶ τὸ “ ἰδοὺ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται·” ἡ οὖν ἀνάκρισίς μου φησίν· οὐ δύναται γενέσθαι ἐν ἀνθρωπίνῃ ἡμέρᾳ· οὐ χωρεῖ γὰρ ἀνθρωπίνη ἡμέρα τὴν ἀνάκρισίν μου. εἰ ἀνακρίνεσθαι μέλλω, ἐν τῇ τοῦ Κυρίου ἡμέρᾳ ἀνακριθήσομαι· εἶτα παραδοξότερόν τι ἑαυτῷ συνειδὼς λέγει· “ ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· “ οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα·” πολὺ ἐνταῦθα τὸ συνειδὸς τοῦ Ἀποστόλου φαίνεται καθαρὸν γεγονέναι· ὥστε αὐτὸν τολμῆσαι οὐ μόνον τοῖς τότε γράψαι· ἀλλ’ ἵνα καὶ αἱ μέχρι συντελείας γενεαὶ ἀναγινώσκωσι τὸ λεγόμενον.

  19. 1.173

    Ἀληθὴς οὖν ὁ Παῦλος λέγων “ μιμῆται μου γίνεσθε, καθὼς “ κἀγὼ χριστοῦ·” πῶς δὲ Χριστὸν ἐμιμήσατο Παῦλος ἄκουε· “ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ ἔχει οὐδέν.” καὶ ὁ Παῦλος φησὶν “ οὐδὲν ἐμαυτῷ σύνοιδα·” καὶ οὐκ εἶπεν οὐδὲν ἐμαυτῷ σύνοιδα ἔργον φαῦλον· εἰ γὰρ τοῦτο εἰρήκει, ἐδυνάμεθα λέγειν ὅτι τοῖς μὲν ἔργοις κεκάθαρται, τοῖς δὲ λόγοις οὐδέπω· ἢ πάλιν τούτοις μὲν κεκάθαρται· ἡ δὲ καρδία αὐτοῦ ἡμάρτανεν· νῦν δὲ ἔοικεν εἰς ὑπερβολὴν συνειδέναι ἑαυτῷ καθαρότητα· οὐ πρώην ὅτε ἐδίωκεν· ἢ ὅτε προσῆλθεν τῇ πίστει, ἀλλὰ νῦν ὅτε ταῦτα ἔλεγεν· εἶτα ἵνα μὴ δόξῃ ὑπὲρ ἄνθρωπον λελαληκέναι· ἐπιφέρει καὶ λέγει· “ ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι.” ἐγὼ μὲν “ γὰρ” φησὶν “ οὐδὲν ἐμαυτῷ σύνοιδα· ἀλλ’ οὐκ ἐν τούτῳ δεδι- “ καίωμαι·” ἐνδέχεται γὰρ ἐμὲ μηδὲν ἐμαυτῷ συνειδέναι, λανθάνειν δέ με ἡμαρτημένον τι μοι· πολλὰ γὰρ γίνεται ἐν τῇ ἀνθρωπίνῃ φύσει τοιαύτα, ὥστε ἁμαρτάνειν κάτα ’τον λόγον, οὐ μέτα τοῦ καταλαμβάνειν ἣ κατὰ τὴν συγκατάθεσιν· οὐ μετὰ τὸ θεωρεῖν ὅτι ἡμάρτομεν· ἐκεῖνος οὖν ὁ ἐν πᾶσι μηδὲν ἑαυτῷ συνειδὼς φησίν· “ ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν· ὡς γὰρ ὑπερβὰς τὴν ἀνάκρισιν τὴν ἀγγελικὴν καὶ τὴν τῶν ἄλλων δυνάμεων· τοῦτο φησὶν, ἕως ἃν ἔλθῃ ὁ Κύριος· ἐπεὶ οὖν κρίσις ἐπίκειται καὶ ἀληθινή y γε ἐστὶν ἐκείνη ἡ μόνη τοῦ Κυρίου, ἐπισταμένου καί τοὺς λογισμοὺς σταθμῆσαι, καὶ ἐν ζυγῷ στῆσαι τοὺς λόγους, καὶ ἐρευνῆσαι πάσας τὰς πράξεις, καὶ ἐφ’ ἑκάστῳ ἡμῶν τὸ δέον ἀποδοῦναι· διὰ τοῦτο κἂν καταγινώσκωμέν τινος, μὴ κατακρίνωμεν· οὐ γὰρ ἴσμεν ᾧ μέτρῳ ἥμαρτεν· οὐ δὲ οἴδαμεν οἵᾳ διαθέσει ἥμαρτεν· καὶ εἰ ἔχει ἀντίρροπα χρηστὰ τῇ ἁμαρτίᾳ αὐτοῦ· ἐὰν γὰρ εὐλαβεῖς γενώμεθα, οὐ πρὸ καιροῦ τί κρινοῦμεν· ἀλλὰ πάντα μαθήσομεν τῇ κρίσει τοῦ Θεοῦ διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

  20. 1.174

    Θεοδωρίτου. Ὁ τιμῆσαι βουλόμενος, ὡς ὑπηρέτας τιμάτω· ὡς οἰκονόμους αἰδεσθῶ· μετρείτω τῆ φύσει τὸ γέρας· καὶ ταῦτα οὐ μόνον γέγραφεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ καὶ δέδρακεν· τοὺς γὰρ Λυκάονας θῦσαι πειραθέντας διεκώλυσεν, τὴν ἐσθῆτα σὺν Βαρνάβᾳ διαρρήξας καὶ βοήσας ὅτι “ ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν “ ἄνθρωποι.” οὕτως ὁ μακάριος Πέτρος ἔφη τῷ Κορνηλίῳ· “ καὶ αὐτὸς ἐγὼ ἄνθρωπός εἰμι. “ ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οικο- “ νόμοις ἵνα πιστός τις εὑρεθῇ” καὶ τὰ ἑξῆς· οὐχ ἵνα τοῦ δεσπότου τὴν ἀξίαν ἁρπάσῃ· ἀλλ’ ἵνα τῷ δεσπότῃ τὴν εὔνοιαν φυλάξῃ. διπλῆν δὲ αὐτῶν ποιεῖται κατηγορίαν· καὶ ὅτι τὴν τιμὴν οὐ μετρουσιν· καὶ ὅτι του κρίνειν τὴν ἐξουσίαν οὐκ ἔχοντες, κρίνουσι καὶ οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς διδασκάλοις· οὐ γὰρ ἃν οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προέκριναν· εἰ μὴ σφίσιν αὐτοῖς τὸ κρίνειν ἀπένειμαν· τούτου χάριν τῆς τοῦ κρίνειν αὐτοὺς ἐξουσίας ἐγύμνωσεν· εὐτέλειαν τῶν διδασκάλων καλέσας τῷ τῇ κρίσει τῶν μαθητῶν ὑποκεῖσθαι τὰ κατ’ αὐτούς· εἶτα θεραπεύων αὐτοὺς, κοινὸν ποιεῖται τὸν λόγον· “ ἣ ὑπὸ ἀνθρωπίνης ἡμέρας.” ἀνθρωπίνην δὲ ἡμέραν ἐκάλεσεν, τὸ τῆς φύσεως ὀλιγόβιον.

  21. 1.175

    Τοῦ αὐτοῦ. Ὑμεῖς, φησὶν, ὁρᾶτε τὰ φαινόμενα· Θεῷ καὶ τὰ κρυπτόμενα· ἀλλὰ κατὰ τὸν παρόντα βίον οὐ πάντα γυμνοῖ· ἐν ἐκείνῳ δὲ πάντα δῆλα γενήσεται· τὸ δίκαιον τοίνυν κριτήριον ἀναμείνατε· ὄψεσθε γὰρ τηνικαῦτα δικαίας τὰς ἀναρρήσεις· καὶ ἐπειδὴ ἐν τοῖς πρόσθεν ἑαυτὸν εἰς μέσον προτέθηκεν, καὶ τὸν Ἀπολλῶ καὶ τὸν Κηφᾶν· ἀπὸ τῶν μειζόνων δεικνὺς τοῦ γινομένου τὴν ἀτοπίαν, ἀναγκαίως λοιπὸν τὴν κατηγορίαν γυμνοῖ.

  22. 1.176

    Σευηριανοῦ. Οἱ τιμώμενοι οὐ πάντως ἦσαν καλοί· ἀλλ’ ἕως σχήματος ἐπεῖχον τὴν ἀρετήν· παρεώρων τόδε οἱ φύσει καλοί· οὐ γὰρ ἃν ταῦτα εἶπεν.

  23. 1.177

    Ὡριγενουσ. Ἐνθάδε μὲν λέγεται, “μὴ πρὸ καιροῦ τι καὶ τὰ ἑξῆς· ἐν ἄλλῳ δὲ τόπῳ τῆς Ἐπιστολῆς “ οὐχὶ τοὺς ἔσω “ ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ Θεὸς κρίνει·” ἀρ’ οὖν ἐναντιώματα ἔχουσιν αἱ γραφαὶ, καὶ δεῖ ἡμᾶς κρίνειν καὶ μὴ κρίνειν, κατὰ τὸ αὐτὸ τῆς κρίσεως σημαινόμενον ; ἐὰν μὴ τοὺς ἔσω ἡ ἐκκλησία μέλλει ἀντὶ Ἐκκλησίας Θεοῦ γίνεσθαι συναγωγὴ πονηρευομένων· εἰτα τῶν ἔσω κρινομένων, πῶς ἀληθές ἐστι τὸ “ μὴ κρίνετε, ἵνα “ μὴ κριθῆτε ;“φαμὲν οὖν οἱ πεπιστευμένοι κρίνειν τοὺς ἔσω οὐχ οὕτως εἰσὶν ἀνόητοι, ὡς κρίνοντες τοὺς ἔσω λέγειν, ὅτι τὴν κρίσιν τοῦ Θεοῦ κρίνομεν. ἀλλὰ πρὸς τὴν οἰκονομίαν τοῦ συμφέροντος τῇ Ἐκκλησίᾳ τὴν κρίσιν ποιοῦνται· εἰ συμφέρει τόνδε ἀποσυνάγωγον ειναι, κρίναντες αὐτὸ ποιοῦσιν καὶ πάλιν πρὸς τὸ συμφέρον προστήσονται, οὐ τὴν τοῦ Θεοῦ κρίνοντες κρίσιν, ἀλλὰ τὴν δεδομένην αὐτοῖς· τὴν γὰρ κρίσιν ἣν ὁ Θεὸς κρίνει ἐν Χριστῷ, ἀμήχανόν ἐστι κρίνειν ἡμᾶς. οὔτε γὰρ οἴδαμεν· οὔτε καρδίας ἐρευνῶμεν· οὔτε τοῖς λογισμοῖς τὰ πεπραγμένα ἑκάστῳ πέπρακται· τὰ κρυπτὰ γὰρ Κυρίῳ τῷ Θεῷ παραχωροῦσιν οἱ κριταὶ οἱ κατὰ τὸ Εὐαγγέλιον· “ τὰ δὲ φανερὰ,” ὡς εἴρηται, “ ὑμῖν καὶ “ τοῖς τέκνοις ὑμῶν·” ὅσα ἔφθασεν εἰς αὐτοὺς, καὶ γνωστά ἐστιν ἐν αὐτοῖς, ταῦτα κρίνουσιν.

  24. 1.178

    Μηδέποτε οὖν τὴν κρίσιν τοῦ Θεοῦ προλαβόντες λέγωμεν, ὁ δεῖνα ἀπόλλυται· ἣ μακαρίζοντες λέγωμεν, ὁ δεῖνα σώζεται· οὐδὲ γὰρ ἀντιμετρεῖν καὶ ἀντεξετάζειν ἴσμεν τὰς πράξεις ταῖς πράξε- σιν, ἣ λογισμοὺς ἣ ἐνθυμήματα· “ μὴ πρὸ καιροῦ οὖν τι κρίνετε· “ ἕως ἃν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους· “ καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν.” δύο δὲ λεγομένων πραγμάτων, ὀφείλει τις εἶναι τούτων διαφορά· ἃ μὲν γὰρ ὠνόμασε “ κρυπτὰ σκότους·” ἃ δὲ “ βουλὰς καρδιῶν·” ὅρα οὖν μὴ τὰ ἁμαρτήματα ἡμῶν κρυπτὰ σκότους ἐστίν· τὰ δὲ ἀνδραγαθήματα βουλαὶ τῶν καρδιῶν· ὅσα γὰρ καλῶς πράττομεν, μετὰ βουλῆς πράττομεν· ὅσα δὲ ἁμαρτάνομεν, ἐν σκότῳ ὄντες ἁμαρτάνομεν.

  25. 1.179

    Ἐπειδὴ τοίνυν τινὲς ἣ ταῦτα ἔχουσιν ἣ ἐκεῖνα· ταῦτα δὲ ἄνθρωπος οὐκ οἶδεν· “ μὴ πρὸ καιροῦ τί κρίνωμεν, ἕως ἃν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ ἀποκαλύψει τὰς βουλὰς τῶν καρδιῶν· “ δεῖ γὰρ τοὺς πάντας ἡμᾶς Φανερω- “ θῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα κομίσηται “ ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, “ εἴτε φαῦλου·” εὗρον εὐαγγελικὸν παραπλησίως τούτῳ διηγήσασθαι· “ οὐδὲν κρυπτὸν, ὃ οὐ φανερωθήσεται· καὶ κεκαλυμμένον, “ ὃ οὐκ ἀποκαλυφθήσεται·” ὅρα τὸν Σωτῆρα διδόντα διαφορὰν κρυπτῶν φανερουμένων, καὶ κεκαλυμμένων ἀποκαλυπτομένων· τίνα οὑν ἐστι τὰ κρυπτὰ καὶ φανερούμενα, ἣ τὰ καλά ; καὶ τίνα τὰ κεκαλυμμένα καὶ ἀποκαλυπτόμενα, ἀλλ’ ἣ τὰ κακά ;

  26. 1.180

    Εἴποι τις ἃν τῶν πάντα ἐρευνώντων, διατί οὐκ εἶπεν καὶ τότε ὁ ἔπαινος γενήσεται, ἣ ὁ ψόγος ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ· ἀλλὰ μόνον “ ὁ ἔπαινος ” ὁ μὲν οὖν τις οὕτω διηγήσεται· ὅτι τὸ εὐφημότερον προσῆψεν τῷ Θεῷ, παρασιωπήσας τὸ λοιπὸν, ὡς οὐχ, ἁρμόζον αὐτῷ· ἐγὼ δὲ τολμήσω καὶ εἴποιμι ἃν, ὅτι τὰ μὲν ἀγαθὰ ἐπαινεῖ καὶ ἀποδέχεται ὁ Θεός· τὰ δὲ κακὰ ἡμῶν ὁ τῶν κακῶν πατὴρ διάβολος. καὶ ὁ μὲν ἔπαινος ἀπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις· ὁ δὲ ψόγος τοῖς ἄξια ψόγου πεποιηκόσιν ἀπὸ τοῦ διαβόλου γίνεται· διὰ τοῦτο λέγεται σοι παρὰ τῷ Ἀποστόλῳ· ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον.

  27. 1.181

    Εὐσεβίου. Παραινεῖ μὴ σπουδαῖον ἡγεῖσθαι τὸ ἑαυτοὺς ἐκδικεῖν· μηδὲ τὸ κρίνειν τοὺς ἡμαρτηκέναι δοκοῦντας· μηδὲ ταράσσεσθαι τοῖς ἐπὶ τοῦ παρόντος τὰς τῶν θνητῶν ὄψεις διαλανθανόντων· ἐπείπερ αὐτὸς ὁ Κύριος ἐπιστὰς, τῶν μὲν ἀσεβῶν φωτίσει τὰ κρυπτὰ τοῦ σκότους· τῶν δὲ κοσμίων καὶ θεοσεβῶν δι’ ἐπιεί- Ι. 2 κεῖαν καὶ ἰδιοπραγμοσύνην, καὶ λανθανόντων τοὺς πολλοὺς φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· οἷς καὶ τὸν ἔπαινον γενήσεσθαι φησὶν ἀπὸ τοῦ Θεοῦ

  28. 1.182

    Φωτίου.τοῦτο γάρ ἐστι, φησὶν, τὸ ζητούμενον καὶ παντὶ τρόπῳ φυλάττεσθαι παρὰ τῶν οἰκονόμων· τὸ πιστοὺς εἶναι, καὶ ὑπηρέτας ἡγεῖσθαι ἑαυτούς· καὶ μὴ ἰδιοποιεῖσθαι καὶ σφετερίζεσθαι τὰ τοῦ δεσπότου. ἢ καὶ οὕτως. λογιζέσθω ἡμᾶς, ἄνθρωπος τά τε ἄλλα, ἅπερ, φησὶν, εἶπον· καὶ ὃ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, κἀκεῖνο ἡμᾶς λογιζέσθω· ἵνα ᾖ ἀπὸ κοινοῦ τὸ λογιζέσθω· τι δέ ἐστι τοῦτο τὸ ἐν τοῖς οἰκονόμοις ζητούμενον ; ἵνα πιστὸς φησὶν, εὑρεθῇ· εἶτα πρὸς τοὺς ἀναισχυντεῖν μέλλοντας καὶ λέγειν ἐπιχειροῦντας· τί οὑν ; σὺ τοιοῦτος εἰ ; προαπαντῶν ; φησὶν, ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ· τοῦτο δὲ φησὶν, οὐκ ἐπαίρων ἑαυτόν· ἀλλὰ τὸ πρέπον ἀξίωμα τῷ κηρύγματι καὶ τῇ διδασκαλίᾳ φυλάττων. εἰ γὰρ αὐτὸν ἐπολυπραγμόνουν καὶ ἐξήταζον, καὶ ἐν δισταγμῷ εἶχον· σχολῇ γ’ ἃν τὰ παρ’ αὐτοῦ y κηρυσσόμενα καὶ διδασκόμενα παρεδέξαντ’ ἄν.

  29. 1.183

    Εὐλόγως ἄρα καὶ σοφῶς καὶ ἐπὶ τῆ σφῶν αὐτῶν σωτηρίᾳ τὴν τοιαύτην ὑπόληψιν καὶ περιπέτειαν αὐτῶν ἀναστέλλει καὶ ἐπιρραπίζει, καὶ ἐπιμόνως ἀναιρεῖ· εἶτα ἵνα μὴ δόξῃ οὐχὶ τοῦ κηρύγματος ἕνεκα ταῦτα εἰπεῖν καὶ τῆς κοινῆς ὠφελείας, ἀλλὰ σεμνολογῶν καὶ ἐπαίρων ἑαυτὸν ἐπάγει· “ ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι·” εἰ γὰρ καὶ μὴ ἔξεστιν ὑμῖν ἀνακρίνειν ἐμὲ, μήτε ἁπλῶς ἄλλοις ἀνθρώποις· ἀλλὰ πεπιστευκόσιν ὑμῖν καὶ ἀναμφιβόλως διακειμένοις πρὸς ἐμὲ, δεῖ καρποῦσθαι τοῦ κηρύγματος τὴν ὠφέλειαν καὶ διδασκαλίαν· καὶ τοσοῦτον πιστῶς καὶ ἀναμφιβόλως, ὡς εἰδότας, ὅτι οὐδὲ ἐμαυτὸν αὐτὸς ἀνακρίνειν ἔχω· ὅπερ ἐστὶ μέγιστον καὶ ἀπαράγραπτον ἀρετῆς μαρτύριον· εἴπερ κατὰ ἀλήθειαν “ οὐδεὶς “ οἶδεν τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ οἰκοῦν “ ἐν αὐτῷ·’ ἀλλ’ οὖν ἐν αὐτῷ εἰ καὶ ταῦτα ἐστὶ μοὶ, φησὶν, οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔτι γὰρ τοῦ κοινοῦ κριτοῦ δέομαι· ἐκείνου δέ μήπω πάσης ἀφέντος αἰτίας, ἐν ἀγῶνι καὶ ἐν φόβῳ εἰμί· ὡς μήπω δεδικαιωμένος· ἀλλ’ οὐδὲ διὰ τοῦτο προσῆκεν ὑμᾶς τοὺς ὑποδεχομένους τὸ κήρυγμα, ἀμφιβόλως ἔχειν περὶ ἐμὲ, καὶ κρίνειν καὶ ἀνακρίνειν κατατολμᾶν· καὶ ὃ μόνον ἐστὶ τοῦ κοινοῦ κριτοῦ, εἰς τοῦτο ἑαυτοὺς ἀναισθητοῦντας συνωθεῖν, καὶ τὸν καιρὸν ἑαυτοῖς προαρπάζειν τῆς κρίσεως· εἰ δὲ τὸ “ ζητεῖται” ὡς προστακτικὸν ἐκληφθῇ, ἥ τε σύμφρασις, ὡς δῆλον, οὐδὲν ἀσαφὲς ἕξει, καὶ ὁ νοῦς πρόχειρος·

  30. 1.184

    Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. τίς γάρ σε διακρίνει ; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες ; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφειλόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.

  31. 1.185

    Ὠριγένουσ. Γέγραπται ταῦτα, φησὶν, ἐν τῷ κατὰ τὰ τότε πράγματα· οὐχ ἵνα περὶ Παύλου καὶ Ἀπολλῶ ταῦτα γινώσκωμεν μόνον· ἀλλ’ ἵνα καθ’ ἑκάστην γενεὰν τὰ γινό- μενα ἀνάλογον τούτοις προοῶντες ὀρθῶς προσέχωμεν· μήποτε καὶ αὐτοὶ ἐμπέσωμεν εἰς τὰ τοιαῦτα· καὶ ὡς ἐν θεάτροις τοῖς διασχιζομένοις περὶ τὰ ἀκροάματα διασχίζονται περὶ τοὺς διδασκάλους· λους· ἀλλ’ εἰδῶμεν τὸ “ ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ “ γέγραπται,” ἐάν τις ἕξιν ἔχων ὑποδεεστέραν, πρὶν πληρῶσαι τὰ γεγραμμένα, θέλει ἀναβῆναι εἰς τὰ ὑπὲρ ἃ γέγραπται, οὐδὲ νοήσει ἃ γέγραπται· ὥσπερ γὰρ κλίμακα οὐχ οἷόν τε ἔστιν ἀναβῆναί τινα, μὴ ὁδῷ ἀναβαίνοντα ἀπὸ τῶν κατωτέρω κατὰ τὸ δυνατὸν, τὸν αὐτὸν τρόπον ἐπὶ τῶν μαθημάτων τῶν θείων.

  32. 1.186

    Tοῦτο μὴ καλῶς νοήσαντες οἱ ἀπὸ τῶν αἱρέσεων, ἐπαγγέλλονται παραδόσεις, καὶ λέγουσιν αὐταὶ ὑπὲρ τὰ γεγραμμένα εἰσίν· ταύτας γὰρ παρέδωκεν ὁ Σωτῆρ’ ἡμῶν τοῖς Ἀποστόλοις ἐν ἀπορρήτῳ, καὶ οἱ Ἀπόστολοι τῷ δεῖνι ἢ τῷ δεῖνι· καὶ οὕτως διὰ ταύτης τῆς μυθολογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. οἱ δὲ λοιποὶ φασίν· γέγραπται, “ τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ “ τοῦ ἀδελφοῦ σοῦ, τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ κατανοεῖς ” καὶ μὴ κρίνετε ἵνα μὴ κριθῆτε·” εἰ γὰρ ἐσμὲν ἓν, καὶ συδεδέμεθα ἀλλήλοις, ἐπανίστασθαι ἀλλήλοις οὐ χρή· “ὁ ταπεινῶν “ γὰρ ἑαυτὸν ὑψωθήσεται” καὶ “ ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος , ἔστω “ πάντων ἔσχατος·” καὶ ἕκαστος ἐν ᾧ ἐκλήθη ἐν τούτῳ μενέτω.

  33. 1.187

    Ταῦτα ἐστι καὶ τὰ τοιαῦτα, ἃ γέγραπται, ἕνα ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθαι κατὰ τοῦ ἑτέρου· οἱ γὰρ ἑαυτοὺς διανείμαντες· καὶ οἱ μὲν ἐκ τούτου, οἱ δὲ ἐξ ἐκείνου καλεῖσθαι βουληθέντες, ἀλλήλοις διεμάχοντο· τοὺς σφετέρους ἕκαστοι διδασκάλους ὑπερτιθέναι τῶν ἄλλων φιλονεικοῦντες· εἶτα πρὸς αὐτοὺς λοιπὸν τοὺς διδασκάλους· τίς γάρ σε διακρίνει ; τίς σε μέρους ἐχειροτόνησεν; διὰ τί μὴ πάντων διδάσκαλος ὁμοίως καλῇ ; τι δὲ ἔχεις ὃ οὐκ ἔλαβες ; ἐπὶ τίνι δὲ μέγα φρονεῖς ; ἐπ’ εὐγλωττίᾳ ; ἀλλ’ ὁ Θεός σοι ταύτην κεχάρισται· ἀλλ’ ἐπὶ γνώσει ; καὶ τοῦτο θεῖον τὸ δῶρον· ἀλλ’ ἐπὶ θαυματουργίαις ; καὶ ταύτῃ τοῦ Πνεύματος ἡ ἐνέργεια· “ εἰ δὲ καὶ ἔλαβες, τι καυχᾶσαι ὡς μὴ λαβών ” οὐδεὶς ἐπ’ ἀλλοτρίαις παρακαταθήκαις μέγα φρονεῖ· ἐπαγρυπνεῖ δὲ ταύταις, ἵνα φυλάξη τῷ δεδωκότι.

  34. 1.188

    Σευηριανοῦ. Σὲ τὸν βουλόμενον ἀπὸ τοῦδε καλεῖσθαι ἣ καταλιμπάνειν, τίς διακρίνει ; οὐχὶ ἀναμένεις τὸν κριτήν; σὺ ὁ ὑπακούων ἀνακρίνεις τὸν κριτὴν, καὶ τὸν διδάσκαλον τῇ σῇ κρίσει ὑποβάλλεις.

  35. 1.189

    Ἰωάννου. ἈΦεὶς τοὺς ἀρχομένους, ἐπὶ τοὺς ἄρχοντας τρέπεται καὶ φησί· πόθεν δῆλον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι ; κρίσις γέγονεν ; ἐξέτασις παρηκολούθησεν ; δοκιμασία, βάσανος ἀκριβής; ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν· εἰ δὲ ἄνθρωποι ψηφίζονται· ἀλλ’ οὐκ ὀρθὴ τούτων ἡ κρίσις· θῶμεν δὲ ὅτι καὶ ἄξιος ἐπαίνων, καὶ ἔχεις ὄντως τὸ χάρισμα· ἀλλ’ οὐδὲ οὕτως ἐχρῆν μέγα φρονεῖν· οὐδὲν γὰρ οἴκοθεν ἔχεις· ἀλλὰ παρὰ τοῦ Θεοῦ λαβών.

  36. 1.190

    Ὠριγένουσ. Δεήσει ἀπὸ τῶν γραφῶν συναγαγεῖν τί τὸ διακρίνειν, ἵν οὕτως ἐφαρμόσωμεν τοῖς νῦν λεγομένοις· “ ὁ “ Θεὸς ἔστη,” φησὶν, ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς δια- “ κρινεῖ.” ἐν τούτῳ φαίνεται ἔργον Θεοῦ τὸ διακρίνειν· ἄλλου γὰρ ὄντος τοῦ κρίνειν, ὅπερ συμβαίνει περὶ τοὺς ἀξίους κρίσεως· ἀγαθόν ἐστι τὸ ἐν συναγωγῇ θεῶν εὑρεθῆναι Θεόν· ἵνα μηκέτι κριθῇ τις, ἀλλ’ διακριθῇ, καὶ οἱονεὶ τάξιν πιστευθῇ μίαν τινὰ, ὧν πιστεύονται οἱ ἐν συναγωγῇ θεοί· ἀλλὰ καὶ ἐν τῷ “ προφῆται “ δύο ἣ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·” ἔοικεν τὸ διακρίνειν ἐκεῖ ἐπὶ τοῦ διάρθρου λαμβάνειν· οἱονεὶ τρανόντωσαν τὰ λεγόμενα καὶ διακρινέτωσαν καὶ νοείτωσαν· ἐν δὲ τῷ “ ὁ δια- “ κρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως·” τὸ διακρινόμενον φαίνεται ὅτι ἐπὶ ψόγου λέλεκται· καὶ πάλιν “ προ- “ λαμβάνεσθε ἀλλήλους μὴ εἰς διακρίσεις διαλογισμῶν ἁμαρ- “τανοντες.”

  37. 1.191

    Εὑρέθη τοίνυν ἀπὸ τῆς γραφῆς ἡ λέξις, ὅτε μὲν ἐπὶ τῶν κρειττόνων τεταγμένη, ὅτε δὲ ἐπὶ τῶν ἐναντίων. ἐνθάδε οὖν λέγεται τὸ διακρίνειν ἀντὶ τοῦ σὲ μὲν οὐδεὶς διακρίνει τῶν ἐν Κορίνθῳ οὐδὲ κρίνει· σὺ δὲ διακρίνεις οἰκονόμους μυστηρίων Θεοῦ· καὶ λέγεις, ἐγὼ εἰμὶ Παύλου, καὶ φάσκεις ἐγὼ Κηφᾶ· ἢ φὴς, ἐγὼ εἰμι Ἀπολλῶ· Θεοῦ ἔργον ἐστὶ τὸ διακρίνειν τοὺς Ἀποστόλους, οὐ σόν· ὥσπερ οὖν οὐ χρήσει κρίνειν οὐδὲ διακρίνειν τοὺς ὑπηρέτας τοῦ Εὐαγγελίου· ἐν τῇ γὰρ διακρίσει ᾗ διακρίνεις τοὺς Ἀποστόλους, αὐτὸς σαυτὸν διακρίνεις καὶ χωρίζεις ἁμαρτάνων· Χριστὸς γὰρ ἦλθεν τὰ διακεκριμένα ἑνῶσαι· ἵνα μηκέτι ἦμεν διῃρημένοι· ἐὰν τελειωθῶμεν, ὥστε τὴν σάρκα μηκέτι ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος· τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, τῷ νενεκρῶσθαι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· οὐκ ἔτι ἐσόμεθα ἐν διακρίσει, ἀλλ’ οἱονεὶ ἐν ἐγκρισει καὶ τῇ ἔπι τὸ αὐτὸ συναγωγῇ ἤμων.

  38. 1.192

    Νοείσθω δὲ καὶ ἁπλούστερον ἐπὶ διαφόρων σχισμάτων. εἰδῶμεν δὲ καὶ τὸ “ τι δὲ ἔχεις ὃ οὐκ ἔλαβες ;” ἀμφίβολος γὰρ ἡ λέξις· δύναται γὰρ νοεῖσθαι, ὅτι πᾶν κτῆμα ὃ ἔχομεν λαβόντες, ἀπὸ Θεοῦ ἔχομεν. καὶ πάλιν· “ τί προσποιῇ ἔχειν, ὃ μὴ ἔλαβες ; ” οἷον ἐάν τις μὴ λαβὼν χάρισμα ἄνωθεν παρὰ Θεοῦ, προσποιεῖται ἐν χαρίσματι εἶναι. λέγεται πρὸς τὸν τοιοῦτον μὴ λαβόντα, “ τί “ δὲ ἔχεις, ὃ οὐκ ἔλαβες ; εἰ δὲ καὶ ἔλαβες· τι καυχᾶσαι ὡς μὴ “ λαβών ; ἤδη κεκορεσμένοι μένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν “ἐβασιλεύσατε·” ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην καὶ τῶν λογίων τῆς ἀληθείας, οὐκ ἀρκεῖται ἑνὶ διδασκάλῳ· ἀλλ’ ἐὰν εὕρῃ δεύτερον· συγχρῆται καὶ τούτῳ· ἀκορέστως γὰρ ἔχει τῶν καλῶν· ἔαν καὶ τρίτου εὐπορήσῃ· γίνεται καὶ πάρα ’τον τρίτον, οὐκ αποδιελὼν ἑαυτῷ ἕνα λέγει, ἐγώ εἰμι Παύλου, ἣ Κηφᾶ ἢ Ἀπολλῶ. ἐπεὶ οὖν ἐμφαίνει τὸ κεκορέσθαι τῶν πλειόνων a τῶν διδασκάλων καὶ Παύλου διδάσκοντος καὶ Κηφᾶ καὶ Ἀπολλῶ ἑνὶ προκλινόμενον μὴ ὠφελεῖσθαι ἀπὸ πάντων.

  39. 1.193

    Διὰ τοῦτο λέγει Κορινθίοις “ ἤδη κεκορεσμένοι ἐστέ ” ἀκόλουθον δὲ τούτῳ τὸ “ ἤδη ἐπλουτήσατε,” οἷον συνηγάγετε τὸν πλοῦτον τὸν ἀπὸ τῶν μαθημάτων τῶν ἀπὸ Παύλου· καὶ οὐκ ἔτι χρήσετε τῶν Ἀπολλῶ ἢ τῶν ἀπὸ Κηφᾶ· ἣ πάντων καταφρονεῖτε, ὡς ἐμπεφορημένοι καὶ πλουτοῦντες ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει· ἀκολούθως δὲ καὶ τοῦ “ χωρὶς ἡμῶν ἐβασιλεύσατε·” ἐμὲ γὰρ τὸ ὅσον ἐφ’ ὑμῖν ἀπεχωρίσατε τῆς βασιλείας, καὶ ἑαυτοὺς δὲ ἀπὸ τῶν λοιπῶν, ἑνὶ τινι προσκλιθέντες· καὶ οὐ λέγει χωρὶς ἐμοῦ· ἀλλ’ “ ἡμῶν,” ἵνα ἐμπεριλάβῃ, καὶ κοινὸν αὐτὸ ποιήσῃ· “ καὶ ὄφελόν γε ἐβασιλεύσατε· ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύ- “ σωμεν·” ἅμα δὲ τάχα καὶ μυστήριόν τι ὑποβάλλει κατὰ τὸν τόπον· οἱ γὰρ ὑποδεέστεροι τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται· οἱ δὲ τελειότεροι βράδιον ἀπολαμβάνουσι τὰς ἐπαγγελίας. καὶ τοῦτο ἀπὸ γραφῆς δείξω. οἱ ὑπὸ τῷ Μώσῃ κληροδοτούμενοι, πρῶτοι εἰλήφασι τὴν ἐπαγγελίαν· οἱ δὲ ὑπὸ τοῦ Ἰησοῦ κληροδοτύμενοι, ὕστερον εἰλήφασιν· ἀλλὰ καὶ περὶ πάντων τῶν δικαίων λέγεται τὸ “ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομί- “ σαντο τὴν ἐπαγγελίαν· τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προ- “ βλεψαμένου· ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν·” διὰ τοῦτο φησὶ, “ χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε· ἵνα “ καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν·” ὅτ’ ἃν γὰρ ὑμεῖς οἱ μαθηταὶ καὶ ἀκροαταὶ βασιλεύσητε· τότε ἀναγκαῖόν ἐστι καὶ ἡμῖν καταντῆσαι ἐπὶ τὴν τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ τελείαν βασιλείαν.

  40. 1.194

    Ἰωάννου. “ Ἤδῃ κεκορεσμένοι ἐστέ· ἤδη τοῦτ’ ἐστιν, οὐδενὸς δεῖσθε λοιπόν· τέλειοι ἐγένεσθε· τὴν κορυφὴν b αὐτὴν κατέχετε· οὐδενὸς ἐν χρείᾳ καθεστηκέναι νομίζετε· οὐκ Ἀποστόλων, οὐ διδασκάλων· καλῶς δὲ τὸ “ ἤδη” εἶπεν· ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπίθανον αὐτῶν καὶ τὴν ἄλογον αὐτῶν οἴησιν· τὰ γὰρ τελειότερα ἐν τῷ μέλλοντι αἰῶνι μένει· τὸ δὲ ἀπὸ ὀλίγων κορεσθῆναι, ψυχῆς ἐστιν ἀσθενοῦς· τὸ δὲ ἀπὸ ὀλίγων νομίζειν πράττειν, ναυτιώσης καὶ ταλαιπώρου· ἀκόρεστον γὰρ ἡ εὐλάβεια.

  41. 1.195

    Τοῦ αὐτοῦ. Κατὰ ἦθος ὁ λόγος προκεῖται· καὶ πρῶτον μὲν τὸ ἀσυνείδητον αὐτῶν ἐνδείκνυται, ὅτι φησὶ, τηλικούτων ἀξιωθέντες δωρεῶν, οὐ βούλεσθε ἡμᾶς κοινωνοὺς καὶ μετόχους τῶν δοθέντων ὑμῖν ποιῆσαι· ἀλγῶν, φησὶ, ταῦτα λέγω· εἴθε γὰρ ἦτε, φησὶ, βασιλεύσαντες· ἀλλ’ οὐκ ἔσται· εἶτα, ἵνα μὴ δόξῃ κατὰ εἰρωνείαν τοῦτο εἰρηκὼς τὸ “ καὶ ὄφελόν γε ἐβασιλεύσατε·” δείκνυσιν ὅτι καὶ πάνυ τοῦτο ἤθελεν· πῶς ; ὅτι, φησὶν, ἡ ὑμῶν βασιλεία, ἐμὴ ἦν· δόξα γὰρ διδασκάλῳ, τῶν μαθητῶν ἐν πίστει πλουτησάντων.

  42. 1.196

    Φωτίου.Διατί “ δι’ ὑμᾶς μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ ; δι’ ὑμᾶς, φησὶν, ἵνα μὴ ανίασω ὑμᾶς, ὀνόματι καθαπτόμενος· διορθοῦσθαι μὲν γὰρ ἔσπευδεν· ἀνιᾶν δὲ ἐφυλάττετο· διὰ δὲ τοῦ μετασχηματισμοῦ, φησὶν, ἀμφότερα ὑμῖν βουλομένοις ἔσται· καὶ τὸ διορθωθῆναι, καὶ τὸ ἀλυπώτερον ἀκοῦσαι τῶν ἔπι τῇ διορθώσει ἐλέγχων ἐποίει δὲ τοῦτο καὶ ἴνα μὴ ὡρισμένα πρόσωπα τῷ ἐλέγχῳ καθυποβάλλων, δόξῃ ἀνθρωπίνῃ τινὶ προσπαθείᾳ ἣ ἀντιπαθείᾳ τοὺς μὲν ἐᾶν, τῶν δὲ κατατρέχειν· ἄλλως τε δὲ καὶ ἵνα μὴ ἐν τῇ τοιαύτῃ διακρίσει, ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἣ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ· ὧν δ’ οὐκ ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦτο τύφου μᾶλλον καὶ ἀπονοίας ἐμπλήσῃ. διὸ εἰκότως ἐξ ὀνόματος οὐ καθήψατο· ἀλλ’ εἰς ἑαυτὸν καὶ Ἀπολλῶ τὸν ἔλεγχον μετασχηματίσας, καθαρὰν καὶ εὐπρόσοδον τὴν νουθέτησιν κοινὴν ἅπασιν ἐποιήσατο.

  43. 1.197

    Δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μωροὶ διὰ Κριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.

  44. 1.198

    Ἰωάννου b. Πόλλην τὴν ἔμφασιν καὶ τὴν βαρύτητα ἐπιδείκνυται πάλιν τῷ εἰπεῖν “ἠμἅς·” καὶ οὐδὲ τούτῳ ἠρκέσθη· ἀλλὰ καὶ τὸ ἀξίωμα ἐπήγαγεν, σφόδρα αὐτῶν καθικνούμενος· ἡμᾶς, φησὶ, τοὺς Ἀποστόλους τοὺς τὰ μυστήρια c ὑπομένοντας κακά· τοὺς σπείροντας τὸ κήρυγμα τῆς εὐσεβείας· τούτους “ ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους,” τοῦτ’ ἔστιν ὡς καταδίκους· ἐπειδὴ γὰρ εἶπεν, “ ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν καὶ ἐχάλεσεν d τῷ λόγῳ τῷ σφοδρῷ· ἵνα μὴ αὐτοὺς ἐκλύσῃ, ἀναλαμβάνει πάλιν αὐτὸ μετὰ πλείονος βαρυθυμίας, καὶ φησίν· “ δοκῶ γὰρ ὅτι ὁ Θεὸς ὑμᾶς τοὺς Ἀποστόλους, ἐσχάτους ἀπέδει“ ξεν ὡς ἐπιθανατίους·” ὡς γὰρ ὁρῶ, φησὶ, καὶ ἐξ ὧν ὑμεῖς φατὲ, οἱ πάντων ἀτιμότεροι καὶ κατάδικοι ἡμεῖς ἐσμέν· εἴ γε ἡμεῖς μὲν εἰς τὸ πάσχειν ἀεὶ κακῶς προβεβλήμεθα, ὑμεῖς δὲ ἤδη βασιλείαν καὶ τιμὰς καὶ τὰ ἔπαθλα φαντάζεσθε. βουλόμενος δὲ εἰς πλείονα ἀτοπίαν ἀπαγαγεῖν τὸν λόγον, καὶ δεῖξαι αὐτὸν ἀπίθανον μεθ’ ὑπερβολῆς· οὐκ εἶπεν ἁπλῶς ἡμεῖς ἐσμὲν ἔσχατοι· ἀλλ’ ὁ Θεὸς ημας εσχατους ἐποίησεν καὶ οὐκ ἠρκέσθη τῳ εἰπεῖν ἐσχάτους ἀλλὰ καὶ “ ἐπιθανατίος,” ἵνα καὶ ὁ σφόδρα ἀνόητος συνίδῃ τῶν εἰρημένων τὸ ἀπίθανον, καὶ ὅτι ἀλγοῦντος ἦν τὰ λεγόμενα.

  45. 1.199

    “ Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέλοις καὶ ἀνθρω“ποις·” οὐκ ἐν γωνίᾳ, φησὶ, μιᾷ οὐδὲ ἐν μικρῷ τῆς οἰκουμένης μέρει ταῦτα πάσχομεν· ἀλλὰ πανταχοῦ καὶ ἐπὶ παντὸς· τί δέ ἐστι “ καὶ Ἀγγέλοις ;” ἔστιν μὲν ἀνθρώποις εἶναι θέατρον, μηκέτι δὲ Ἀγγέλοις, ὅταν εὐτελῆ τὰ γενόμενα ᾖ· τὰ δὲ ἡμῶν παλαίσματα τοιαῦτα, ὡς καὶ τῆς ἀγγελικῆς θεωρίας ἄξια εἶναι. “ ἡμεῖς μωροὶ “ διὰ Χριστόν· ὑμεῖς δὲ φρόνιμοι·” καὶ τοῦτο ἐντρεπτικῶς εἴρηκε· δεικνὺς ὅτι πρᾶγμά ἐστιν ἀδύνατον ταῦτα συμβῆναι· καὶ οὐκ ἔστιν ἐν τοῖς αὐτοῖς τὰ τοσοῦτον ἀλλήλων ἀπέχοντα συνελθεῖν· πῶς γὰρ e φησὶν, ὑμᾶς μὲν φρονίμους eἶναι, ἡμᾶς δὲ μωροὺς ἐν τοῖς κατὰ Χριστὸν πράγμασιν· ἐπειδὴ γὰρ ἐτύπτοντο καὶ κατεφρονοῦντο καὶ ἠτιμάζοντο· ἐκεῖνοι δὲ τιμῆς ἀπήλαυον, καὶ σοφοὶ τινες καὶ συνετοὶ παρὰ πολλοῖς ὑπωπτεύοντο, ταῦτα φησί; ὅτι πῶς ἔνι τοὺς τὰ τοιαῦτα κηρύσσοντας, ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύεσθαι εἶναι.

  46. 1.200

    Θεοδωρίτου. τὴν γὰρ παρὰ τοῖς πιστοῖς ὑπειλημμένην μωρίαν κηρύττομεν· “ ὑμεῖς δὲ φρόνιμοι·” καὶ ἵνα μὴ σφοδρα πλήξῃ, προστέθεικεν “ ἐν Χριστῷ·” ἀντὶ τοῦ γένοιτο ὑμᾶς τὴν ἀληθῆ φρόνησιν ἔχειν· “ ἡμεῖς ἀσθενεῖς· ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς “ ἔνδοξοι· ἡμεῖς δὲ ἄτιμοι·” εἶτα κατ’ δἶδος ἀπαριθμεῖται τὰ παθήματα· “ μέχρι τῆς ἄρτι ὥρας” καὶ πεινῶμεν, καὶ διψῶμεν, “ καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ “ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν.” διὰ δὲ τούτων ἁπάντων τὴν καρτερίαν ἐγύμνωσεν· διὰ δὲ τῶν ἑξῆς, τὴν τελειοτέραν φιλοσοφίαν.

  47. 1.201

    Θεοδωρου. Τὸ γὰρ ἐπὶ τοσούτοις μηδεμίαν ἔχειν ἔξωθεν παραμυθίαν, ἀλλὰ καμάτῳ πορίζεσθαι τὴν ἐφήμερον τροφήν· ἀνυποίστως ἐποίει τῶν κακῶν τὴν πεῖρα;” λοιδορούμενοι, εὐλο“γοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦ- “ μεν·” λοιδορίαν λέγει, τὰς εἰς αὐτὸν ὕβρεις· βλασφημίαν δὲ, τὰ παρὰ τῶν ἐναντίων λεγόμενα ἐπὶ διαβολῇ βίου· ὅθεν ἐπὶ μὲν τοῦ πρώτου τὸ “εὐλογοῦμεν” τέθεικεν· ἀντὶ τοῦ εὐχόμεθα ὑπὲρ τῶν ὑβριζόντων· ἐπὶ δὲ τοῦ δευτέρου “παρακαλοῦμεν” ἀντὶ τοῦ ἠπίως τοῖς διαβάλλουσι διαλεγόμεθα, παρακαλοῦντες μὴ καταψεύδεσθαι ἡμῶν.

  48. 1.202

    Θεοδωρίτου. Οὐδὲν φησὶ διαφέρομεν τῶν ἐν ταῖς οἰκίαις ὡς περιττῶν ἀπορριπτομένων λαχάνων ἣ λεμμάτων ἣ ἄλλων τοιούτων τινῶν· οὕτως εὐτελεῖς τινες τοῖς πλείοσιν ὑπειλήμμεθα· “πάν “ τῶν περίψημα ἕως ἄρτι” ἀντὶ τοῦ χάριν πολλὴν ὁμολογῶ· τοῦτο οὐ περὶ τῶν διωκόντων ἔφη, ἀλλὰ περὶ τῶν τὸ κήρυγμα δεξαμένων.

  49. 1.203

    Θεοδωρου. Τὸ “ περίψημα“ ἐκ μεταφορᾶς εἴρηται τὰς τραπέζας μετὰ τὸν τοῦ φαγεῖν καιρὸν ἀποψώντων καὶ ἀπορριπτόντων ὡς περιττὰ ψήγματα.

  50. 1.204

    Ἰωάννου “ Ὡς περικαθάρματα ἐγενήθημεν τῷ τοῦτ’ ἔστι μωροὶ διὰ Χριστόν· ὁ γὰρ κακῶς παθὼν καὶ μήτε ἀμυνόμενος μήτε ἀλγῶν, μωρὸς εἶναι δοκεῖ παρὰ τοῖς ἔξωθεν καὶ ἄτιμος καὶ ἀσθενής· “ πάντων περίψημα ἕως ἄρτι·” εὔτονον τὴν πληγὴν ἔδωκεν πρὸς τῷ τέλει· “ πάντων περίψημα ἕως ἄρτι” δὲ οὐ τῶν διωκόντων φησίν· ἀλλὰ τῶν δι’ οὓς πάσχομεν· τοῦτ’ ἐστι χάριν ἔχω πολλὴν αὐτοῖς· βαρυθυμοῦντος τὰ ῥήματα· οὐκ αὐτοῦ ἀλγοῦντος, ἀλλ’ ἐκείνους πλῆξαι βουλομένου· ὁ γὰρ μυρία ἔχων ἐγκαλεῖν ἀσπάζεται

  51. 1.205

    Ὡριγενουσ. Ὄσῳ τίς ἐπιδικάζεται τῶν ἀληθινῶν καὶ πρωτείων, τοσούτῳ ἀπὸ τῆς ταπεινοφροσύνης ἔσχατος γίνεται πάντων ἀνθρώπων· οἰμαι καὶ τοιοῦτόν τι τὸν Ἀπόστολον νενοηκότα εἰρηκέναι· ἐμοῖ τῷ ἐλαχιστοτέρῳ πάντων ἀνθρώπων ἐδόθη ἡ χάρις αὐτή· οὐχ ὅτι κατὰ τὸν ἁγιασμὸν ἐλάττων ἦν πάντων ἁγίων· τοῦτο γὰρ οὔτε ἐφρόνει, οὔτε εἰ ἔλεγεν ἠλήθευεν· ἀλλ’ ἐπὶ πάντων τῶν πιστευόντων ταπεινότερον ἑαυτὸν ἐποίει, γενόμενος ἤπιος ἐν μέσῳ πάντων, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· ἐπεὶ οὖν ἐπετήδευον οἱ Ἀπόστολοι ἔσχατοι εἶναι τῇ ἑαυτῶν προαιρέσει· παντὶ δὲ ἐπιτηδεύματι καλῷ, ἐὰν μὴ μαρτυρήσῃ ὁ Θεὸς, καὶ πληρώσῃ τὸ βούλημα τοῦ ἐπιτηδεύοντος, οὐκ ἀκολούθει τὸ ἀγαθὸν τέλος διὰ τοῦ ἐπιτηδεύοντος· διὰ τοῦτο τυχὸν εἴρηκεν ὁ Ἀπόστολος· “ δοκῶ γὰρ ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχά- “ τοὺς ἀπέδειξεν ὡς ἐπιθανατίους·” εἰ γὰρ καὶ ἐγὼ, φησὶν, πεποίηκα, καὶ οἱ Ἀπόστολοι, ἵνα ἔσχατοι γινώμεθα· ἀλλ’ ἀποδείξεως ἐδεόμεθα καὶ τῆς ἀπὸ Θεοῦ χάριτος, ἵνα τελειωθῶμεν ἐν τῷ ἔσχατοι εἶναι τῷ κόσμῳ· τὸ δὲ “ δοκῶ” ὥσπερ ἀλλαχοῦ εἶπεν “ δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.”

  52. 1.206

    Ἀρμόζον δὲ καὶ τοῖς ἀπὸ Θεοῦ ἀποδεδειγμένοις ἐσχάτοις τὸ γενέσθαι πρώτοις παρὰ τῷ Θεῷ· ἀληθὲς γὰρ ὅτι οἱ ἔσχατοι γίνονται πρῶτοι· ἁρμόζει δὲ αὐτοῖς καὶ τὸ εἶναι “ ἐπιθανατίους.” ὅσῳ γάρ τις τελειότερον χριστιανίζει· τοσούτῳ μᾶλλον ἐπιθανάτιός ἐστιν· πότε γὰρ οὐ κινδυνεύει, ἐλέγχων τὸν ἁμαρτάνοντα, πολλάκις f ἰσχυρότερον ὑπάρχοντα ἐν τῷ βίῳ, καὶ κολάσαι δυνάμενον; ; ἐπιδημῶν τόποις ὅπου οὐκ ὠνομάσθη Χριστὸς, καὶ τιθεὶς θεμέλιον ξενίζοντα καὶ ταράσσοντα τοὺς ἀκούοντας ; ἀληθῶς γὰρ ἔλεγεν ὁ Παῦλος, “ καθ’ ἡμέραν ἀποθνήσκων, καὶ τὴν ἡμετέραν “ καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἠμῶν. ” ἀλλ’ ὐποφαίνον g τί μοι ἐρευνῶντι τὸν λόγον διχῶς δύνασθαι τὸν ἐπιθανάτιον λαμβάνεσθαι· κἄ ἕνα μὲν τὸν εἰρημένον τρόπον καθ’ ὃν δεῖ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν· καθ’ ἕτερον δὲ ἐπιθανάτιός ἐστιν ὁ δίκαιος, σύμμορφος ὣν τοῦ θανάτου τοῦ Χριστοῦ ἀεὶ ἀποθνήσκοντος τῷ κόσμῳ· οὕτω δὲ πρέπον ἐστὶ Θέον ἀποδεικνύναι καὶ ἐσχάτους καὶ ἐπιθανατίους τοὺς Ἀποστόλους τοῦ Χριστοῦ ὄντας.

  53. 1.207

    Εἶτα ἀναγκαῖόν ἐστιν ἰδεῖν τὸ “ ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέλοις καἰ ἀνθρώποις·” ἐὰν Παῦλος ἀγωνίζηται καὶ Πέτρος, οἱ Ἄγγελοι τοῦ Θεοῦ ἐπὶ τὴν καινὴν θέαν ταύτην ἐπείγονται, ἵνα εἴ δῶσιν ἄνθρωπον σάρκα περιβεβλημένον, “πα- “ λαίοντα πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμο- “ κράτορας τοῦ κόσμου τούτου· πρὸς τὰ πνευματικὰ τῆς πονηρίας “ ἐν τοῖς ἐπουρανίοις.” καὶ οἱ ἄνθρωποι δὲ παρεγίνοντο καινὸν θέαμα ἰδεῖν, κήρυκα καὶ διδάσκαλον καινοῦ λόγου· οὕτως ὁ Παῦλος θέατρον ἦν ὅλων τῶν ἐπὶ γῆς καὶ “ τῶν Ἀγγέλων τῶν εὐφραινομένων “ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.” εἴτα ὁ τηλικοῦτος ὡς ἔσχατος ἐν κόσμῳ ἐπιπλήσσει τοῖς πεφυσιωμένοις, καὶ φησὶν πρὸς αὐτούς· “ ἡμεῖς μωροὶ διὰ Χριστόν·” Παῦλος γὰρ διδούς μοι ἐντολὴν καὶ λέγων· “ εἴ τις δοκεῖ ἐν ὑμῖν σοφὸς εἰναι, ἐν τῷ αἰῶνι τούτῳ “ μωρὸς γενέσθω, ἵνα γένηται σοφός·” πολλῷ πλέον αὐτὸς ἐτήρει τὸ ἐν κόσμῳ τούτῳ μωρὸς γενέσθαι· πῶς γὰρ οὐκ ἦν ἐν τῷ κόσμῳ τούτῳ μωρός ; καταγγέλλων τὸν ἐσταυρωμένον καὶ ἀνάστασιν νεκρῶν καὶ τὰ περὶ τοῦ μέλλοντος αἰῶνος, καὶ πείθων τοὺς ἀνθρώπους καταφρονεῖν τῆς παρούσης ζωῆς. εἶτα εἰρωνεία “ ὑμεῖς φρό- “ νιμοι, φησὶν, ἐν Χριστῷ. οὐ γὰρ ἦσαν ἀληθῶς φρόνιμοι ἐν Χριστῷ, ἀλλὰ ταῦτα λέγων εἰρωνικῶς, προέτρεπεν αὐτοὺς γενέσθαι φρονίμους ἐν Χριστῷ· “ ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι·” οὐκ ἔτι προσέθηκεν· ὑμεῖς ἔνδοξοι ἐν Χριστῷ· ἐὰν γὰρ ἴδῃς πολλοὺς τῶν πιστεύειν δοκούντων ἔχοντες ἀξιώματα κοσμικά· λέγε πρὸς αὐτοὺς, ἐὰν σὺ ταπεινὸς ἦς ἐν κόσμῳ· “ ὑμεῖς ἔνδοξοι· ἡμεῖς δὲ ἄτιμοι ἡμεῖς ἀσθενεῖς ὑμεῖς δὲ ἰσχυροί οὐδὲν γὰρ ἀσθενέστερον ἀληθινοῦ Χριστιανοῦ· ὡς πρὸς τὸν κόσμον τοῦτον.

  54. 1.208

    Σευηριανοῦ. Ἀντὶ τοῦ ἀποφήγματα, ὥσπερ καὶ κόπρος ἐξ οἴκου ἀποκαθαρθέντος λειφθεῖσα γεγόναμεν, ἀπὸ πάντων εὐτελιζόμενοι· καὶ ἐσμὲν πάντων ἀποκαθάρματα, πᾶσιν ἀνθρώποις ὑποτιθέντες ἑαυτοὺς διὰ Χριστόν.

  55. 1.209

    Φωτίου. Δυνατὸν δὲ καὶ κατὰ ἀπόφασιν ἐξ εὐθείας λαβεῖν τὸ ῥητόν· δοκῶ γὰρ, φησὶν, ὅτι ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους κήρυκας καὶ διδασκάλους ὑμῶν προεστήσατο· μεθ’ οὓς οὐκ ἄν τις ἄλλους ἀλλαχόθεν ποθὲν ἀναφανέντας ὀφείλει προσδέχεσθαι· οὐ γὰρ ἃν εἴποιεν ὅτι καὶ αὐτοὶ ἀπὸ Χριστοῦ ἀπεστάλησαν· ἡμεῖς γάρ ἐσμεν οἱ ἐπιθανάτιοι ἀποσταλέντες· τὸ δὲ οἱ ἐπιθανάτιοι διχῶς ἃν νοηθείη· ἣ ὅτι οἱ κατ’ αὐτὸν τὸν θάνατον κυρωθέντες εἶναι μαθηταὶ, συντάττων καὶ ἑαυτὸν τοῖς ἄλλοις μαθηταῖς, καὶ ἀπὸ τῶν πλειόνων οὕτως πάντας ὀνομάζων· ἣ μεταφορικῶς τὸ ἐπιθανάτιοι, οἷον οἱ βέβαιοι, οἱ ἀληθινοὶ, μεθ’ οὓς οὐκ εἰσὶν ἄλλοι· ἀπὸ τῶν ἐπιθανατίων διαθηκῶν· αὐταὶ γάρ εἰσι βέβαιοι καὶ ἀμετακινητοι αἰ τε γὰρ πρὸ ἀυτῶν κινοῦνται, καὶ αἰ μέτα ταύτας πλασταὶ καὶ κίβδηλοι καὶ ἀπόβλητοι νόμῳ τυγχάνουσιν· καὶ τὸ “ δοκῶ” δὲ οὐ δισταγμοῦ, ἀλλ’ ἤθους ἐστὶν ἐμφατικόν· εἶτα καὶ πόθεν δῆλον, φησὶν, ὅτι ἔσχατοι καὶ τελευταῖοι, καὶ μεθ’ οὓς οὐκ ἔστιν ἄλλους ἀλλὰ κηρύσσοντας ἀποδειχθῆναι· “ θέατρον ἐγενή- “ θημεν τῷ κόσμῳ” φησίν· ὁ κόσμος ὁ αὐτὸς καὶ ἡ οἰκουμένη τοῦτο μαρτυρεῖ· καὶ οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ αἱ ἄνω τῶν Ἀγγέλων τάξεις· πῶς οὖν ὑμεῖς ὡς ἀρχηγοὶ καινῆς διδασκαλίας καὶ καθηγηταὶ φυσιοῦσθε καὶ ἐπαίρεσθε ; εἰ μὲν γὰρ ἃ πη ἡμῶν παρειλήφατε διδάσκετε· μαθηταὶ ἐστὲ καὶ μάτην ἐφυσιώθητε· εἰ δὲ ἕτερα παρ’ ἃ παρειλήφατε· γινώσκετε ὅτι ἡμεῖς ἐσμὲν οὓς ἐσχάτους καὶ τελευταίους καὶ ἐπιθανατίους ὁ Θεὸς ἀπέδειξεν· πόθεν οὖν ὑμεῖς παρειληφότες διδάσκετε ; εἰ γὰρ ἡμεῖς ἐσμὲν, οὓς ὁ Χριστὸς ἐσχάτους καὶ ἐπιθανατίους Ἀποστόλους ἀπέδειξεν, δῆλον ὅτε h χρηστὸν παρειλήφατε μάθημα καὶ κατόρθωμα, ἐκ τῶν ἡμετέρων πόνων καὶ τῆς διδασκαλίας ὑμῖν προσγεγόνασιν · εἴθε οὖν ἐν τούτοις ἐπλουτίσατε· εἴθε ἐβασιλεύσατε· ἵνα καὶ ἡμεῖς ὑμῖν οἱ τὰ σπέρματα τῆς θεογνωσίας καὶ τῶν ἀρετῶν καταβάλ- λοντες συμβασιλεύσωμεν· ἀλλὰ δέδοικα μὴ οὐχ οὕτως ἔχει τὰ ὑμέτερα.

  56. 1.210

    Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα· παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε· διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω· ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν θησάν ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει.

  57. 1.211

    Ὠριγένουσ. ταῦτα ἁπλούστατα δοκεῖ εἶναι. καὶ μὴ τινος διηγήσεως· ἔχει δὲ κεκρυμμένα νοήματα· οὐδεὶς ἀνὴρ παιδαγωγεῖται, ἀλλ’ εἴ τις νήπιος καὶ ἀτελής· καὶ οὐκ ἃν ἔγραφεν Ἐφεσίοις ταῦτα, ἀλλὰ Κορινθίοις, πρὸς οὓς “ γάλα ὑμῖν ἐπότισα, “ οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε· ἀλλ’ οὐ δὲ ἔτι νῦν δύνασθε· ἔτι “ γὰρ ἐστε σαρκικοί· κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευμα- “ τικοῖς· ὡς νηπίοις ἐν Χριστῷ·” ἔτι δὲ καὶ τοῦτο κατανοητέον ἐὰν καὶ δεώμεθα παιδαγωγοῦ πάντες οἱ πεπιστευμένοι· τοῦτο παράδειγμα τὸν λόγον τὸν βίον διδότω τῇ ἡμετέρᾳ εὐταξίᾳ· ἔστιν οὖν πατὴρ μὲν ὁ πρῶτος σπείρας τὸν Χριστιανισμὸν ἐν ψυχῇ· παιδαγωγὸς δὲ, ὁ μετὰ τοῦτο παραλαβὼν παῖδα καὶ ἄγων αὐτόν.

  58. 1.212

    “ Παρακαλῶ οὖν ὑμᾶς ἀδελφοὶ μιμῆται μου γίνεσθε· ” τοῦτ’ ἔστιν, ὡς μετριάζω μετριάζετε, ὡς πάσχω πάσχετε· ἀπὸ τῶν παθημάτων, μὴ ἀπὸ τῶν χαρισμάτων σεμνύνεσθε· “ διὰ τοῦτο “ ἔπεμψα ὑμῖν Τιμόθεον ὃς τέκνον μοῦ ἀγαπητὸν καὶ πιστὸν ἐν “ Χριστῷ· ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδοὺς μοῦ τὰς ἐν Χριστῷ· “ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.” καὶ τὴν περὶ αὐτοὺς διάθεσιν ἔδειξε τοῦ Τιμοθέου φιλοστοργίαν, “ τέκνον ἀγαπητὸν” ὀνομάσας· καὶ τὴν ἄλλην δὲ αὐτοῦ δεδήλωκεν ἀρετὴν, “ πιστὸν “ ἐν Κυρίῳ” καλέσας· οὗτος, φησὶ, τὰς ἐμὰς διηγήσεται πράξεις· ὁδοὺς γὰρ τὰς πράξεις καλεῖ· ταύτας δὲ οὐκ εἶπεν διδάξει· ἀλλ’ ὅτι “ ἀναμνήσει·” λήθην δὲ αὐτῶν ὁ λόγος κατηγόρει· αὐτόπται γὰρ ἐγεγόνεσαν τῆς ἀποστολικῆς ἀρετῆς· προστέθεικεν δὲ ὅτι καὶ ταῖς ἐκκλησίαις πάσαις τήνδε προφέρειν εἴωθεν τὴν διδασκαλίαν. ταῦτα κοινῇ πάντων κατηγορήσας, κατὰ τοῦ πεπορνευκότος λοιπὸν ἐκφέρει τὴν ψῆφον· “ ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώ “θησάν τινες·” προειδὼς αὐτοῦ τὴν μεταμέλειαν ὁ θεσπέσιος Παῦλος οὐ τίθησι τὴν προσηγορίαν· ἵνα μὴ πᾶσιν ἀνθρώποις κατάδηλος γένηται· ἀλλ’ ἀορίστως ἔφη “ τινές.”

  59. 1.213

    Σευηριανοῦ. Ὁρᾷς ὅτι ἐκεῖνα τὰ λεγόμενα αὐτῷ τὸ “ “ ἀσθενεῖς, ὑμεῖς δυνατοὶ” καὶ τὰ ἄλλα πάντα· πρὸς τὸ πεφυσιῶσθαι τινὰς ἐλέγετο καὶ ἐπῆρθαι· “ ἐλεύσομαι δὲ ταχέως πρὸς “ ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ· καὶ γνώσομαι οὐ τὸν λόγον τῶν “ πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.” δι’ ὧν φησὶ καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρθωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ ἀπειλεῖν· ὡς γὰρ ἀφανείη τὰ h ταπεινουμένων ἐπαγγέλλεται τὴν παρουσίαν τῷ λόγῳ, πρὸ τῆς παρουσίας διορθούμενος· πλὴν ἀλλὰ προσέθηκεν τὸ “ ἐὰν ὁ Κύριος θελήσῃ·” ὑπὸ μὲν τῆς ἀγανακτήσεως ἠπείχθη εἰπεῖν ὅτι ἐλεύσομαι· “ ὑπὸ δὲ τῆς i ελεὐλαβείας ὑπεμνήσθη προσθεῖναι τὴν καλλίστην “ προσθήκην τὴν ἐὰν ὁ Κύριος θέλει.” ἐνταῦθα δὲ ὃ πρότερον ἐπεσκιασμένως ἔλεγεν, ἵνα μὴ δόξῃ σφοδρῶς ἐλέγχειν ἀνακαλύπτει· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, δηλονότι τῷ εὐπαιδεύτῳ· οὐ γὰρ ἄνευ λόγου ἐδίδασκον οἱ Ἀπόστολοι καὶ ἐκήρυττον.

  60. 1.214

    Θεοδωρίτου. Οὐ γὰρ εὐγλωττίαν ἀλλὰ πρᾶξιν ἐπιζητῶ. ἀπόχρη γὰρ εἰς σωτηρίαν τὸ τοῦ Θεοῦ τὴν βασιλείαν κηρύττειν· ἀλλὰ προσήκει καὶ ἄξια πράττειν τῆς βασιλείας.

  61. 1.215

    Ὠριγένουσ. Λόγον μὲν φησὶ τὴν εὐγλωττίαν ὡς καὶ ἑτέρωθι· εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει. δύναμιν δὲ τὴν ἀπὸ Θεοῦ· ὅταν γὰρ ἀπὸ Θεοῦ ἦ ὁ λόγος, δύναμιν ἔχει· διὸ γέγραπται· “ Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζόμενοις δυνάμει “ πολλῇ·” καὶ δυνάμει μᾶλλον πεποιθότες οἱ Ἀπόστολοι ἐπεδήμευσαν ταῖς ἐκκλησίαις καὶ ταῖς πόλεσιν, ἤπερ τῷ λόγῳ· οὐ γὰρ εἰ τις καλῶς φράζει, παρὰ τοῦτο τὴν βασιλείαν ἔχει τοῦ Θεοῦ· ἀλλ’ ὅπου δύναμις ἐν λόγῳ, ἐκεῖ ἡ βασιλεία τοῦ Θεοῦ· ἥτις καὶ τὴν ἐν ταῖς ψυχαῖς βασιλεύουσαν ἁμαρτίαν ἐξορίζει, καὶ τὴν τοῦ Θεοῦ βασιλείαν ἐντὸς ἡμῶν γενέσθαι παρασκευάζει.

  62. 1.216

    Κυτίλλου. τίς ἡ ὄνησις λέξεως λαμπρᾶς ἐχούσης τῶν οὐδὲν, ὁποῖα ἡ τῶν Ἑλλήνων ἐστίν· ἡ δέ γε τῆς θεοπνεύστου γραφῆς ἁπλὴ μέν ἐστιν καὶ κατειθισμένη· πλουσίως γε μὴν ὀνίνησι καὶ ἀποφέρει λαμπρῶς εἰς ἐπίγνωσιν ἀληθῆ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ· ἀποτελεῖ δὲ πρὸς τοῦτο καὶ πάντως ἄξια τοῦ πράγματος ἐπιμελητάς· οὗ δὴ γεγονότος καταπλουτήσειεν ἄν τις καὶ τῶν διὰ Πνεύματος χαρισμάτων τὴν ἀξιόληπτον χάριν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐράνων· ἀλλ’ ἐν δυνάμει· τὸ δὲ “ ἐν “ δυνάμει” νοήσεις, εἰ μὲν ἐπ’ αὐτῶν φέροιτο τῶν ἁγίων Ἀποστόλων, ὡς ἐν ἰσχύι· τε καὶ ἐνεργείᾳ τῇ διὰ τοῦ Πνεύματος καθ’ ἥν εἰσι καὶ θαυματουργοί· εἰ δὲ ἐφ’ ἡμῶν αὐτῶν, ὡς ἐν δυνάμει ζωῆς τῆς ἁγίας καὶ εἰλικρινοῦς ἐκδέξει τὸ εἰρημένον.

  63. 2.1

    Κατὰ πορνῶν καὶ πορνείας, καὶ τῶν τούτοις κοινωνούντων.

  64. 2.2

    Τί θέλετε ; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πρᾳότητος ; ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν· καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν, τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῆ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοι- οῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῆ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ

  65. 2.3

    Κυτίλλου. βούλεσθε, φησὶν, σοφὴν ἐπίπληξιν οἵα τινὶ ἐπάγω τοῖς ἡμαρτηκόσιν· ἣ ἐν Πνεύματι πρᾳότητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς ; ἀλλ’ ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τὸ ῥάθυμον καὶ τοιαύτης παρανομίας τὴν ἐπιχείρησιν, περὶ ἧς καὶ ἡ θεόπνευστος ἔφη γραφὴ περὶ τῶν ἐξ Ἰερουσαλὴμ διὰ φωνῆς Ἰωὴλ j, “καὶ υἱὸς “ καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτοῦ·” ταύτην φησὶ, τὴν πορνείαν, “ οὐδὲ ἐν τοῖς ἔθνεσίν ἐστιν ἀκοῦσαι·” Θησέα γὰρ ἠκηκόει που κατὰ τὸ εἰκὸς τεθηγμένον ἐπὶ τῷ ἰδίῳ παιδί· ἐπαρασάμενόν τε αὐτῷ· καὶ δὴ καὶ ἀπεκτονότα διαβεβλημένον ἐκ μητρυῖας, καὶ ἑτέρους τινὰς ἐπὶ τοιοῖσδε αἰτιάμασι ταῖς τῶν ποιητῶν εὐστομίαις κατεσκωμμένους.

  66. 2.4

    Ὠριγενουσ. Οὐκ ἀεὶ οὔτε ὁ Θεὸς οὔτε οἱ τούτου μαθηταὶ κέχρηνται χρηστοῖς λόγοις πρὸς τοὺς ἀκούοντας· οὐ δὲ ἀεὶ τοῖς ἀποτόμοις· ἀλλὰ πότε μὲν τούτῳ, ποτὲ δὲ ἐκείνῳ κ. ἐπεὶ οὖν εἶχε ῥάβδον ὁ Παύλου λόγος· εἶχε δὲ καὶ πνεῦμα πραΰτητος καὶ χρηστότητος, πυνθάνεται Κορινθίων μὴ θέλων προπεπέστερον χρήσασθαι τῷ ἀποτομωτέρῳ· οὐχ ὅτι χωρὶς ἀγάπης γίνεται ἡ ῥάβδος· ἀλλ’ ὅτι ἡ ἀγάπη κέκρυπται ἐν τῷ τὴν ῥάβδον ἔχοντι· καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως· εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων, “ ὅλως “ ἀκούεται ἐν ὑμῖν πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν.” μανθάνομεν ὅτι περὶ πορνείας ἡμᾶς κατεπᾴδεσθαι δεῖ, ἵνα μὴ πέσωμεν· καὶ ἄλλο δὲ μαθεῖν, ἵνα καὶ οἱ μὴ συνειδότες ἑαυτοῖς πορνείαν, συνειδότες δὲ συναγομένους πορνεύουσιν, μὴ φυσιῶνται· εἰδότες ὅτι καὶ αὐτοὶ ἀμαρτωλοί 1 εἰσι τῷ ἁμαρτωλὸν εἶναι τὸν συναγόμενον μετ’ αὐτῶν· ὅλῃ γὰρ τῇ ἐκκλησίᾳ ἐγκαλεῖ περὶ ἑνὸς πορνεύσαντος· καὶ τῇ φυσιώσει αὐτῶν ἐγκαλεῖ, ὡς οὐ κατὰ λόγον γινομένῃ, μάλιστα διὰ τὸ εἶναι πόρνον ἐν αὐτοῖς· καὶ τρίτον μανθάνομεν ὅτι καὶ πορνειῶν εἰσι διαφοραί· ὥστε εἶναι πορνείαν βαρυτάτην m τινὰ, καὶ ἄλλην ἐλάττονα· καὶ ἄλλην ἔτι ἐλάττονα· οὐκ οὖν ἐν τῇ κρίσει τοῦ Θεοῦ οὐχ ἁπλῶς οἱ πόρνοι κρίνονται, οὐ δὲ τὴν αὐτὴν καταδίκην λήψονται διὰ τὸ πεπορνευκέναι· ἀλλὰ καὶ ἡ ποσότης καὶ ἡ ποιότης αὔξει τὴν κόλασιν καὶ ἡ προαίρεσις καὶ ὁ χρόνος. ἐν Κορίνθῳ τοίνυν εἰ τίς n παράνομον γάμον ἐγάμησεν· τὴν γὰρ μητρυιὰν αὐτοῦ ἠγάγετο· ἀλλὰ τὸν τοιοῦτον γάμον, πορνείαν ὁ Ἀπόστολος καλεῖ· καὶ τοιαύτην οἵαν “ μὴ δὲ ἐν τοῖς ἔθνεσιν ἐστιν ἀκούειν ἴνα διδάξῃ ἡμᾶς ὅτι ἐάν ποτε παρανόμως γαμῶμεν, οὐ λογίζεται ἡμῖν εἰς γάμον τὸν νομιζόμενον γάμον εἶναι, ἀλλ’ εἰς πορνείαν.

  67. 2.5

    Εἶτα τοῦτον καταλιπὼν, κατὰ τῆς τούτου συμμορίας τὴν κατηγορίαν εἰσφέρει· “ καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ “ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο “ ποιήσας ” πᾶσιν ἐπιπλήσσει ὡς κακῶς αὐτὸν παραδεξαμένοις· ἐπὰν γὰρ ὄντος τοῦ ἁμαρτήσαντος φυσιώμεθα, ἡμεῖς οἱ δοκοῦντες ἑαυτοῖς συνειδέναι τὰ κρείττονα, λέγετε τὸ “ καὶ ὑμεῖς πεφυσιω- “μένοι ἐστε.”

  68. 2.6

    Θεοδωρίτου. Μέγα ἐφρόνουν ὡς πεπαιδευμένον ἔχοντες· οὐκ ἐναντία δὲ νομοθετεῖ· οὐ γὰρ εἶπεν, τί δήποτε οὐκ ἐξηλάσατε ; ἀπηγόρευσεν ἄνω τὸ κρίνειν τοῖς διδασκάλοις· ἀλλὰ τίνος χάριν οὐκ ἐθρηνήσατε τὸν Θεὸν ἱκετεύοντες· ὥστε τῆς τούτου λώβης ἀπαλλαγῆναι.

  69. 2.7

    Σευηριανοῦ. Οὐκ ἐπειδὴ γυναῖκα τὸν εἰρημένον τρόπον ἐκεῖνος· ἀλλ’ ὅτι ἐλλόγιμος ἦν, καὶ οὐχὶ ἐπένθουν ὅτι γυναῖκα τοῦ πατρὸς εἶχεν· ἀλλ’ ἐπεφυσίωντο, ὅτι εὐπαίδευτος ἦν· τὸ γὰρ πένθος αὐτῶν, ἣ ἐχώριζεν τὸν πορνεύσαντα ἐπιμένοντα, ἣ τοῦ πράγματος τὴν ἀτοπίαν ἐξώριζεν καὶ ἐπανῆγεν αὐτόν.

  70. 2.8

    Θεοδωριανοῦ. Μηδεὶς ὑμῶν ἕτερόν τι βουλεύσηται· ἐκφέρω γὰρ παραυτίκα τὴν ψῆφον.

  71. 2.9

    Σευηριανοῦ. Οὐχ ἁπλῶς ἐργασάμενον, ἀλλὰ “ κατεργασά- “ μενον·” οὐ γὰρ συναρπασθεὶς ἔπεσεν· ἀλλ’ ἔργῳ ἐχρήσατο τῷ κακῷ· καὶ Πνεύματι δὲ παρεῖναι λέγει συμψηφιζόμενος καὶ συγκατακρίνων· Πνεῦμα δὲ τὸ χάρισμα λέγει· συναχθέντων σὺν τῇ m βαριτάτην Cod. n Fors. εἷς τις. δυνάμει τοῦ Χριστοῦ· οἱ φυσιούμενοι ἐπὶ τῷ πορνεύσαντι διὰ τὴν ἐλλογιμότητα, μέρος ἦσαν τοῦ παντός· πάντας δὲ πρὸς τὴν κατάκρισιν τὴν ἐπὶ τῇ πορνείᾳ συναχθῆναι καλεῖ.

  72. 2.10

    Θεοώρου. Ἐδυσώπησεν τῇ μνήμῃ τοῦ Χριστοῦ· ὥστε μὴ τῇ χάριτι τῇ πρὸς ἐκεῖνον παριδεῖν τὸ δέον· “ παραδοῦναι τὸν “ τοιοῦτον τῷ Σατανᾷ, εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα “ σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” τὸ μὲν παραδοῦναι τῷ Σατανᾷ, οὐχ ὡς αὐτὸς τοῦτο γενέσθαι ὁρίζων εἰπεν· ἀλλ’ ὡς ἂν τῷ τῆς ἐκκλησίας ἐξεωθῆναι διὰ τῆς τοῦ Θεοῦ ἀλλοτριώσεως ὑπὸ τὴν τοῦ Σατανᾷ γενομένην ἐξουσίαν· ἡ μὲν γὰρ παρ’ αὐτοῦ τιμωρία ἦν τὸ τῆς ἐκκλησίας αὐτὸν ἐξῶσαι· ἐκ δὲ τούτου πάντως ἐκεῖνο συνέβαινεν· ὁ μέντοι Ἀπόστολος, ἀντὶ τῆς τιμωρίας γὰρ ἀποβαῖνον εἰπεν, ὥστε φοβῆσαι μᾶλλον· ἐξῶσαι δὲ φησὶν αὐτὸν, οὐκ ἀλλοτριῶσαι πάντη βουλόμενος· ἀλλὰ τοῦ οἰκείου αἰσθόμενος πλημμελήματος, μεταμελείᾳ τινὶ κατὰ τὸν παρόντα βίον σύντριψας ἑαυτὸν, δυνηθῇ τῆς μελλούσης σωτηρίας ἄξιον ἑαυτὸν καταστῆσαι· ὄλεθρον εἶπεν σαρκὸς, τὴν κατὰ τὸν παρόντα βίον διὰ τῆς μεταμελείας συντριβήν· καὶ ἐπειδὴ ἡ ἀνάστασις ἡμῶν τῇ τοῦ Πνεύματος δυνάμει γενέσθαι μέλλει· πολλάκις ἐπὶ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας τὴν τοῦ Πνεύματος λαμβάνει σημασίαν. οὕτως ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, “ ὑμεῖς δὲ οὐκ “ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι·” ἀντὶ τοῦ ἔξω τῆς τοῦ θανάτου γεγονότες ἀποφάσεως, ἐν ἐλπίδι τῆς ἀθανασίας καθεστήκατε.

  73. 2.11

    Ἰωάννου Ὥσπερ ἐπὶ τοῦ Ἰὼβ γέγονεν, ἀλλ’ οὐχ ὑπὲρ τῆς αὐτῆς ὑποθέσεως· ἐκεῖ μὲν γὰρ ὑπὲρ στεφάνων λαμπροτέρων, ἐνταῦθα δὲ ὑπὲρ ἁμαρτημάτων λύσεως· ἵνα μαστίζῃ αὐτὸν ἕλκει πονήρῳ ἢ νόσῳ ἑτέρᾳ· καὶ μὴν ἀλλαχοῦ φησὶν, “ ὅτι ὑπὸ τοῦ Κυρίου κρινόμεθα ταῦτα πάσχοντες·” ἀλλ’ ἐνταῦθα ὥστε μᾶλλον καθάψασθαι, τῷ Σατανᾷ παραδίδωσιν· καὶ τοῦτο δὲ τὸ τῷ Θεῷ δοκοῦν ἐγίνετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα· ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀδηφαγίας καὶ τῆς τρυφῆς τῆς κατὰ τὴν σάρκα ἐπιθυμίαι τίκτονται, ταύτην κολάζει, ἵνα τὸ πνεῦμα σωθῇ, τοῦτ’ ἐστιν ἡ ψυχή· οὐχ ὡς ταύτης σωζομένης μόνης· ἀλλ’ ὡς ὡμολογημένου τούτου, ὅτι σωζομένης ἐκείνης, ἀναντιρρήτως καὶ τὸ σῶμα κοινωνήσει τῆς σωτηρίας· καὶ γὰρ θνητὸν δι’ αὐτὴν ἐγένετο ἁμαρτήσασαν· κἂν αὐτὴ δικαιοπραγήσῃ πάλιν, πολλῆς καὶ αὐτὸ ἀπολαύσεται δόξης. τινὲς δὲ, τὸ πνεῦμα, τὸ χάρισμα φησὶν, ὅπερ σβέννυται ἁμαρτανόντων ἡμῶν· ἱν οὖν μὴ τοῦτο γένηται φησὶ, τιμωρείσθω, ἵνα ταύτῃ βελτίων γενόμενος, ἐπισπάσηται τὴν χάριν, καὶ εὑρεθῇ σῶον αὐτὸ παρεχόμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ

  74. 2.12

    Ὡριγενουσ. Οὐκ εἰς ὄλεθρον τῆς ψυχῆς· οὐκ εἰς ὄλεθρον τοῦ πνεύματος, ἀλλ’ εἰς ὄλεθρον τῆς σαρκὸς. ἵνα γὰρ τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, παραδίδοται· ἐξέβαλεν γὰρ ὁ Παῦλος τὸν τοιοῦτον, οὐκ εἰδὼς ὅτι μετανοήσει καὶ ἐπιστρέψει· ἀλλὰ θέλων αὐτὸν παιδεῦσαι. ἄλλο γάρ ἐστιν ἐκκόψαι τινὰ ὡς ἀνεπίδεκτον μετανοίας καὶ ἐπιστροφῆς· ἄλλο παραιτήσασθαι ἐπὶ τοῦ παρόντος, καὶ ἐκβάλλειν τῆς ποίμνης. ὡς ποιμὴν ἐκβάλλει πρόβατον ψώραν ἔχον· ἵνα μὴ ἡ νομὴ τοῦ τραύματος ἐκείνου ἐφ’ ὅλον τὸ ποίμνιον νεμηθῇ. Θεραπευέσθωσαν οὖν οἱ κακῶς διάγοντες, ἔξω γενόμενοι τῆς ποίμνης, ἐξομολογούμενοι καὶ πενθοῦντες τὰ ἴδια ἁμαρτήματα, ἐν νηστείαις καὶ πένθεσι καὶ κλαυθμοῖς καὶ τοῖς παραπλησίοις τὰ τῆς μετανοίας πρόσ’ ἄγοντες· παραδίδονται γὰρ, ἵνα παιδευθῶσιν ὥστε αὐτῶν ὀλοθρευθῆναι τὴν σάρκα, τοῦτ’ ἔστι τὸ φρόνημα τῆς σαρκὸς· οὐχ ἴνα ἐκστήσῃ αὐτοὺς οὐχ ἴνα ἄλλο τι ποιήσῃ ἀλλ’ ἵνα ἐξουσίαν λάβῃ μόνης τῆς ψυχῆς αὐτῶν· οὐκ ἐμοῦ διδόντος τὴν ἐξουσίαν· ἀλλὰ τῆς ἐν ἐμοὶ δυνάμεως τοῦ Ἰησοῦ. ἀπὸ τοῦ κρείττονος αὐτοῦ ὅλην ὠνόμασε τὴν σωτηρίαν· ἵνα μὴ εἴπῃ καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου· ἀλλὰ τὸ πνεῦμα σωθῇ· ἀπὸ τοῦ κρείττονος ὀνομάσας ὅλου τοῦ ἀνθρώπου τὴν σωτηρίαν. ὡς γὰρ σωθησόμενος αὐτὸς κελεύει παραληφθῆναι εἰς τὴν ἐκκλησίαν ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· ἀπεῖναι δὲ τῷ σώματι καὶ παρεῖναι τῷ Πνεύματι, Παύλου ἐστὶ καὶ τῶν παραπλησίων αὐτῷ· ἔφη γὰρ καὶ ἑτέρωθι· “ εἰ γὰρ καὶ “ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ Πνεύματι σὺν ὑμῖν εἰμὶ χαίρων καὶ “ βλέπων τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.” οὐδεὶς δὲ ἡμῶν δύναται εἰπεῖν ὅτι πάρειμι καὶ βλέπω τῆς ἐκκλησίας τὰ προτερήματα, ἢ τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. τοιοῦτος ἦν Ἐλισσαῖος n. εἰ γὰρ καὶ μὴ παρῆν τῷ σώματι, Πνεύματι συναπῆλθεν τῷ ο καὶ φησὶν πρὸς αὐτόν· οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ, ἡνίκα ἔλαβες τὸ διτάλαντον τοῦ ἀργυρίου, καὶ ἔλαβες τὰς στολὰς ἀπὸ τοῦ Σύρου ; ἀρ᾿ οὐν Ελισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν· Παῦλος δὲ ὁ τοῦ Χριστοῦ Ἀπόστολος, ὁ ζηλῶν τὰ χαρίσματα τὰ μείζονα, μᾶλλον δὲ ἵνα προφητεύῃ, οὐκ εἶχεν τοιαύτην χάριν ; ἀλλ’ ἀποφαίνομαι καὶ τεθαρρηκότως λέγω, ὅτι ἦν Παῦλος οὐ μόνον Ἀπόστολος, ἀλλὰ καὶ προφήτης. τοιοῦτος ἦν ὅτε φησὶν, “ ἕπονται οἱ ἄν- “ θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφη- “ μοι, γονεῦσιν ἀπειθεῖς· ταῦτα γὰρ οὐχ ὡς Ἀπόστολος, ἀλλ’ ὡς προφήτης εἰπεν· καὶ τὸ Πνεῦμα δὲ φησὶ ῥητῶς λέγει “ ὅτι ἐν “ ἐσχάτοις καιροῖς ἀποστήσονται τινες τῆς πίστεως.” ποῖον δὲ Πνεῦμα ; ὡσεὶ ἔλεγε τὸ ἐν ἐμοὶ Πνεῦμα. ἔχων οὖν ταύτην τὴν χάριν, εἰ καὶ ἀπῆν τῷ σώματι, ὅπου ἐβούλετο παρῆν τῷ Πνεύματι· οὐ μόνος γὰρ παρῆν τῷ Πνεύματι, ἀλλὰ καὶ ἡ δύναμις Ἰησοῦ.

  75. 2.13

    Σευηριανοῦ.ΚΑῚ Θεοδωρίτου. Τὸ πνεῦμα οὐ τὴν ἀλλὰ τὸ χάρισμα ἔφασαν.

  76. 2.14

    Φωτίου.Εἰ ἃ πράττεται ἐν τοῖς ἔθνεσι, ταῦτα καὶ ἐν ὑμῖν μόνον ἀκουόμενα μέγα ὄνειδος φέρει· τὸ καὶ ὁμοίως ἔν τε τοῖς ἔθνεσιν καὶ ἐν ὑμῖν τοῖς πιστοῖς ταῦτα τὰ αἴσχη πράττεσθαι· πόσην τὴν κατηγορίαν αὔξει ; εἰ δὲ τοῦτο τὸ πράττεσθαι ἐν ὑμῖν ἃ μήδ’ ἐν ἐκείνοις, τίνα κακίαν οὐκ ὑπερακοντίζει ; τόδε “ ὅλως “ ἀκούεται,” ὡς ἐκπεπληγμένου ἐπὶ τῇ φήμῃ καὶ ἀσχάλλοντος . φεῦ τῆς ἀτοπίας· ὅλως, φησὶν, ἀκούεται, ὅλως ἐπὶ γλώσσης τινὸς ταῦτα λέγειν περὶ ὑμῶν ἐγκατέσκηψεν

  77. 2.15

    Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ ; ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη, Χριστός. αἰ ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμη παλαιᾷ. μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

  78. 2.16

    Ὠριγένουσ. Ὁ ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ τῆς παλαιᾶς ζύμης ἔχων P ἐν ἑαυτῷ, ἀλλὰ καινὸν φύραμα ποιήσας τὸ κατὰ Χριστὸν Ἰησοῦν, οὗτος πεποίηκε τὴν τῶν ἀζύμων ἑορτήν. ἡ νέα ζύμη φαίνεται· Ἰησοῦς ὁ Χριστὸς ἐστιν ἡ νέα ζύμη· ἐσθίομεν οὖν πρῶτον ἄζυμα· ἀπεχόμενοι πάσης κακίας καὶ πονηρίας. περὶ τούτων ὁ Ἀπόστολος διδάσκων φησίν· “ ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα· “ καθώς ἐστε ἄζυμοι·” οἷόν τι παρὰ Ἰουδαίοις γίνεται· ἐὰν ἐπιφώσκῃ ἡ ἡμέρα ἡ τῶν ἀζύμων, ἐκκαθαίρουσι πᾶσαν παλαιὰν ζύμην· πάντα τόπον τῆς οἰκίας περιαθροῦντες, μήποτε ζύμη ἐκεῖ εὑρεθῇ· οὕτως καὶ σὺ τὰ ἐν σοὶ ταμιεῖα κατανόησον, μήπου ζύμη ἐκεῖ, “ ἵνα ἦτε τελέον φύραμα, καθώς ἐστε ἄζυμοι.” ἐπεὶ ἦσαν ἐν Κορίνθῳ, οἱ μὲν ἅγιοι, οἱ δὲ οὐ τοιοῦτοι ἀλλ’ ἁμαρτωλοὶ, καθὰ ἐν προοιμίοις τῆς Ἐπιστολῆς φθάσαντες ἔφαμεν· διὰ τοὺς ἐπαινετοὺς, φησὶ, “ καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη “ Χριστός·” ὁρῶν ὅτι κατὰ τὸν Μώσεως νόμον πρῶτον τὸ πάσχα γίνεται, καὶ θύεται τὸ πρόβατον· εἶτα μετὰ τὸ πρόβατον, ἄζυμα ἐσθίουσι· διὰ τοῦτο εἶπεν “ ἤδη τὸ πάσχα τέθυται Χριστός· ὥστε “ ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μὴ δὲ ἐν ζύμῃ κακίας καὶ “ πονηρίας· ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας·” εἰλικρινείας, κατὰ τὴν πολιτείαν· ἀληθείας, κατὰ τὴν γνῶσιν· ἐν γὰρ ἀμφοτέροις χαρακτηρίζεται τὰ ἄζυμα τὰ ἀληθινά.

  79. 2.17

    Θεοδωρου. Ἀκολούθως καὶ νῦν ἐχρήσατο τῇ ἐπαγωγῇ μετὰ τὴν ἀπόφασιν ὡς γὰρ παρὼν, οὕτω πρὸς τοὺς παρόντας λοιπὸν διαλέγεται, καὶ φησὶν, ὁ τῷ κακῷ συνημμένος κατὰ διάθεσιν ἀναγκαίαν δέχεται τῷ χρόνῳ τὴν πρὸς αὐτὸν κοινωνίαν· καὶ ἀκολουθῶν τῷ παραδείγματι, ἀπὸ τῶν πραγμάτων τὴν πρὸς αὐτοὺς ποιεῖται παραίνεσιν.

  80. 2.18

    Σευηριανοῦ. Ὁρᾷς ὅτι ἐκαυχῶντο ἐπ’ ἐκείνῳ, οὐ τῇ τοῦ πταίσματος προσέχοντες, ἀλλ’ ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι.

  81. 2.19

    Ἰωάννου. Iva, φησι, πάντες ἤτε τοῦ νέου φυράματος νέον γὰρ ἄνθρωπον οἶδεν ἡ γραφὴ τὸν ἄρτιον, παλαιὸν δὲ τὸν ἀσεβῆ· δηλοῖ δὲ ὅτι οὐ πολλοὶ ἦσαν παρ’ αὐτοῖς ἁμαρτωλοί· “ ἵνα,” φησὶν, “ ἦτε·” τοῦτ’ ἐστιν ἐκτὸς τῆς παλαιᾶς ζύμης ἐκείνης, πέρι ἧς εἶπεν.

  82. 2.20

    Τοῦ Αὐτοῦ. Ὁ “γὰρ” σύνδεσμός ἐστιν αἰτιολογικός ἐπὶ αἰτίᾳ οὖν κεῖται τὸ “ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός·” ἐπειδὴ γὰρ ὁ νόμος διαγορεύει μετὰ τὴν τοῦ πρωτοτόκου θυσίαν ἐν τῷ πάσχα ἑπτὰ ἡμέρας ἄζυμα ἐσθίειν, φησὶν ὅτι τύπος ἦν ἐκεῖνα τὰ ἄζυμα τοῦ ἡμᾶς μὴ ἔχειν ἐν ἑαυτῷ τῆς κακίας, περὶ ἧς φησίν· ὁ γὰρ Χριστὸς τυθεὶς, φησὶν, εἰς τύπον τοῦ πρωτοτόκου ἀμνοῦ τέθυται. ἐπάναγκες οὖν καὶ ἡμᾶς τὸν τύπον τῶν ἀζύμων πληροῦν ἐν τῷ ἐκκαθαίρειν ἑαυτοὺς ἀπὸ τῆς ζύμης τῆς πονηρίας· ἵνα τελείως ἐπιτελεσθῇ τὸ νοητὸν πάσχα.

  83. 2.21

    Φωτίου.“ Καθώς ἐστε ἄζυμοι·” καθὼς, φησὶν, χρέος ὑμῖν ἐστιν ἀζύμοις εἶναι· πόθεν δὲ δῆλον ὅτι ἄζυμοι ὀφείλομεν εἶναι ; αὐτόθεν φανερόν· “ τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός·” ὥσπερ οὑν οἱ ἐν τῷ νόμῳ βιοῦντες, θυομένου αὐτοῖς τοῦ προσκαιροῦ καὶ ἀλόγου ἀμνοῦ ἐν ἑπτὰ ἡμέραις ἄζυμοι ἦσαν· οὐ γὰρ ἐξῆν αὐτοῖς ἐζυμωμένον οὔτε ἔχειν οἴκοι οὔτε φαγεῖν· οὕτως καὶ ὑμεῖς τοῦ λογικοῦ καὶ αἰωνίου ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑπὲρ ἡμῶν τυθέντος, τοῦτο γάρ ἐστι τὸ ἡμέτερον πάσχα· οὕτως ὀφείλομεν ἄζυμοι εἶναι ἀεὶ καὶ καινὸν φύραμα· μηδὲν τῆς παλαιᾶς ζύμης, ἤτοι τῆς ἁμαρτίας, ἑαυτοῖς συνεπιφερόμενοι. ὅρα δὲ πῶς καταλλήλως καὶ προσφυῶς ἐπέμεινεν τῇ τροπῇ· ἐπειδὴ γὰρ τοῦ πεπορνευκότος τὴν ἁμαρτίαν ζύμην ἐκάλεσεν· ἐμφαίνων ὅτι μὴ ἐκκαθαιρομένης ταύτης ταχὺ καὶ τὸ ἄλλο συναναζυμοῦται φύραμα· ἀκολούθως ἥρμοσεν καὶ τὰ ἐφεξῆς, ζύμην παλαιὰν καὶ νέον φύραμα καὶ ἀζύμους τὰς ἀρετὰς καὶ κακίας, τούτοις τοῖς ὀνόμασιν ὑποδηλῶν.

  84. 2.22

    Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ, μὴ συναναμίγνυσθαι πόρνοις. καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι· ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἣ πλεονέκτης, ἣ εἰδωλολάτρης, ἢ λοίδορος, ἣ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 2 τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν ; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ· καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

  85. 2.23

    Ὠριγένουσ. Ὑπέλαβον τινὲς ἐκ τούτου γὰρ ῥητοῦ, ὅτι πρὸ τῆς προτέρας πρὸς Κορινθίους Ἐπιστολῆς ἐγέγραπτο ἄλλη τις Επιστολὴ τῷ Ἀποστόλῳ, ἥ τις νῦν οὐ σώζεται· καὶ ἔγραψεν αὐτοῖς μὴ συναναμίγνυσθαι πόρνοις ὅσον ἐπὶ τῇ προκειμένῃ λέξει. ἀκούσας δὲ Κορινθίους τεταράχθαι, οἰομένους λέγεσθαι μὴ συναναμίγνυσθαι πόρνοις μηδὲ τοῖς τοῦ κόσμου, ὅπερ ἀδύνατόν ἐστιν ἐν τῷ βίῳ ὄντας, μὴ ὁμιλεῖν ἐθνικοῖς συνεργοῖς πραγματευταῖς, καὶ τοιούτοις τισὶν ἑτέροις, σαφηνίζων φασὶ τὸ τότε παραλελειμμένον· οὐ περὶ πόρνων λέγω, φησὶ, τοῦ κόσμου τούτου· ἀλλὰ περὶ τῶν ὀνομαζομένων μὲν ἀδελφῶν, οὐκ ὄντων δὲ σεμνῶν. οἱ δὲ μὴ βουλόμενοι ἐπιστολὴν ἑτέραν εἰναι πρὸ ταύτης, ἐροῦσι, ταύτην τὴν λέξιν ἐπὶ ταύτην τὴν Ἐπιστολὴν ἀναφέρεσθαι· ὅτι ἐν ταύτῃ τῇ Ἐπιστολῇ ἔγραψα μὴ συναναμίγνυσθαι ὑμᾶς πόρνοις· πόρνοις δὲ λέγω τοῖσδε, οὐ τοῖσδε.

  86. 2.24

    Ἔοικεν δὲ ὁ Ἀπόστολος συγκρίσει πόρνων πολλῷ χείρονας λέγειν εἰναι τοὺς ἐν ὑμῖν πόρνους· ὁ γὰρ ἔξωθεν πορνεύων, οὐ ναὸν τοῦ Θεοῦ φθείρει ; οὐκ ἄρα τὰ μέλη τοῦ Χριστοῦ ποιεῖ πόρνης μέλη ; οὐχ ὅλον τὸ φύραμα ζυμοῖ ; κἀκεῖνος μὲν ὅτε θέλει μετανοεῖ· καὶ ἄφεσιν ἔχει ἁμαρτημάτων· ὁ δὲ μετὰ τὴν πίστιν πορνεύσας, κἂν μετανοήσῃ πάλιν ὕστερον, ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτημάτων. δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι· “ μακάριοι “ γὰρ φησὶν, ὧν ἀφέσθησαν αἱ ἁμαρτίαι,” τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, τῶν μετὰ τὴν πίστιν ἁμαρτανόντων, ἐπικαλυπτόντων δὲ τοῖς ἀγαθοῖς ἔργοις· οἷον τὴν ἀκολασίαν τῇ πολλῇ σωφροσύνῃ.

  87. 2.25

    “Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· ἣ πλεον- “ έκταις, ἣ ἅρπαξιν, ἣ εἰδωλολάτραις.” ὥς εἰσὶ πόρνοι τοῦ κόσμου καὶ πόρνοι ἐπὶ Χριστὸν κληθέντες· οὕτως καὶ πλεονέκται, οἱ μὲν τοῦ κόσμου τούτου, οἱ δὲ τῆς ἐκκλησίας. φυλαξώμεθα οὖν μέχρι τοῦ ἐλαχίστου τὴν πλεονεξίαν· συνέζευκται γὰρ καὶ αὐτῷ τῷ τῆς πορνείας ἁμαρτήματι. καὶ τρίτον ἅρπαγάς τινας ὀνομάζει· ὅταν ἁρπάζωσι τὰ τῶν πέλας. καὶ εἰδωλολάτραι δὲ τινές εἰσι μεθ ἡμῶν παρὰ τοὺς εἰδωλολάτρας τοῦ κόσμου τούτου· οἱ θέλοντες διδάσκειν ὅτι ἀδιάφορόν ἐστι τὸ εἰδωλολατρεῖν. μάλιστα δὲ τοῦτο τὸ ἁμάρτημα εὑρίσκεται ἐν τοῖς στρατευομένοις· ἀνάγκη μοι, λέγοντες, ἐπίκειται· ἡ στρατιὰ τοῦτο ἀπαιτεῖ· κινδυνεύω τῇ κεφαλῇ, ἐὰν μὴ θύσω, ἣ μὴ λευχειμονήσας τὸν λίβανον ἐπιθῶ κατὰ τὰ νενομισμένα του κόσμου· καὶ πρὸς τούτοις ὁ τοιουτος λέγει ἑαυτὸν Χριστιανόν· τῷ τοιούτῳ φησὶ, μηδὲ συνεσθίειν. ἔστιν δὲ καὶ ὁ ἀρνησίθεος ἐν καιρῷ διωγμῶν εἰδωλολάτρης ἡμῶν· ἔγραψα οὖν φησὶ τῷ τοιούτῳ ἐκ τοῦ κόσμου ὄντι μὴ συναναμίγνυσθαι· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.

  88. 2.26

    “Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς “ ὀνομαζόμενος·” καλῶς τὸν τοιοῦτον, οὐκ ἔτι δὲ ἀδελφὸν εἰπεν. ἀλλὰ μέχρις ὀνόματος μόνον ἀδελφόν· ἀλλὰ ταῦτα μὲν δυνάμεθα ἑαυτοῖς συνειδέναι οἱ πολλοὶ, ὅτι οὐκ ἔχομεν τὰ κατὰ ταῦτα· ἐπὶ δὲ τῶν ἑξῆς καὶ ἐμαυτὸν φοβοῦμαι, μή πὼς ἔνοχός εἰμι τοῖς ἄλλοις ἁμαρτήμασιν· λέγει γὰρ ἣ λοίδορος, ἣ μέθυσος, ἣ ἅρπαξ. “ τῷ τοιούτῳ μηδὲ συνεσθίειν.” ἡλίκοις κακοῖς τὸν λοίδορον συνηρίθμησεν; ; τῷ πόρνῳ, τῷ πλεονέκτῃ, τῷ εἰδωλολάτρῃ ; οὐκοῦν καὶ ὁ λοίδορος ἤδη ἐχθρός ἐστι τῆς ἐκκλησίας ; διὰ τοῦτο ἀκούομεν τοῦ Κυρίου λέγοντος· “ εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς·” καὶ τοῦ Ἀποστόλου λέγοντος, “ λοιδορούμενοι εὐλογοῦμεν·” λοίδορος γὰρ βασιλείαν Θεοῦ οὐ κληρονομεῖ. δεῖ τοίνυν τὸ στόμα καθαρὸν τηρεῖν· τί γάρ μοι τοὺς ἔξω κρίνειν· μέθυσοι ἔστωσαν ἔξω· πόρνοις συνεσθίω καὶ συνδιατρίβω· οὐ βλάπτει με ἡ ἐκείνων μικρὰ ζύμη· ὅλον τὸ φύραμα τοῦτο οὐ ζυμοῖ.

  89. 2.27

    “Τί γάρ μοι τοὺς ἔξω κρινεῖν ; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε ; “ τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ” ἐπέτρεψεν πᾶσιν ὑμῖν κρίνειν τοὺς ἔσω ἁμαρτάνοντας· ἀναφέρομεν αὐτὸ τὸ ἁμάρτημα ἐπὶ τὸν Ἐπίσκοπον· ἵνα νόμῳ ἐκβληθῇ ὁ τοιοῦτος ἀπὸ τῆς ἐκκλησίας· “ καὶ “ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν·” καὶ ἐκ τούτων μὲν ἐξάρατε τὸν πονηρόν· ἀλλὰ ζήτει μήποτε θέλων ἔξωθεν τὸν πονηρὸν ἐξάραι, ἔχεις ἐν ἑαυτῷ τὸν πονηρόν. διὰ τοῦτο πάντα ποιεῖ, ἵνα ἐξάρῃς τὸν πονηρὸν ἀπὸ σεαυτοῦ· ἐκείνου γὰρ ἐξελθόντος, Χριστὸς Ιησοῦς ἐν σοὶ κατοικήσει.

  90. 2.28

    Σευηριανοῦ. Τὸ “ἔγραψα” οὐχ ἑτέρας ἐστὶν ἀλλὰ ταύτης· λέγει γὰρ ” νῦν δὲ ἔγραψα ὑμῖν” τὸ δὲ “ ἐξαρεῖτε “ τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν·” Μώσεως ἐστὶν φωνὴ, ἣν δευτεροῖ Παῦλος.

  91. 2.29

    Θεοδωρίτου. Ἐπειδὴ τοῖς τὸν πλεονέκτην ἀνέμιξεν ἀναγκαίως καὶ τὴν περὶ τούτου διδασκαλίαν.

  92. 2.30

    Ἰωάννου. Καὶ πῶς ἐνῆν ἀδελφὸν ὄντα, τοῦτ’ ἐστιν πιστὸν, εἶναι εἰδωλολάτρην ; ὅτι τινὲς καὶ ἐπίστευσαν, καὶ τῶν εἰδώλων εἴχοντο· διὸ καὶ φησὶν, ἀδελφὸς ὀνομαζόμενος· καὶ γὰρ κατὰ τὴν ἀλήθειαν, ὁ τοιοῦτος οὐδὲ πιστός ἐστιν.

  93. 2.31

    Τοῦ Αὐτοῦ. Λοιπὸν τὴν αἰτίαν λέγει τοῦ μὴ κωλύειν Ἑλλήνων πόρνοις ἣ πλεονέκταις ἣ λοιποῖς συναναμίγνυσθαι· ὅτι φησὶ τὴν περὶ αὐτῶν κρίσιν τῷ Θεῷ ἑαυτῷ· ἡμεῖς δὲ τοὺς ἀδελφοὺς διορθούμεθα ἐν τῷ κρίνειν καὶ ἀνακρίνειν αὐτῶν τὸν βίον ἐπὶ διορθώσει· εἶτα ἵνα μὴ νομίσῃς ἀτιμωρήτους ἔσεσθαι τοὺς Ἕλληνας παίοντας, φοβερώτερον αὐτοῖς ἐπέστησε δικαστήριον τὸ τοῦ Θεοῦ.

  94. 2.32

    Φωτίου.“ Ἔγραψα ὑμῖν·” ποῦ ἔγραψεν ; ἐν οἷς λέγει, “ καὶ “ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος· οὐχὶ ὁ δεῖνα, ἣ ὁ δεῖνα, ἀλλ’ ὅστις ἃν ᾖ τοιοῦτος. καὶ πάλιν· “ ἐκκαθάρατε τὴν παλαιὰν ζύμην·” οὐχὶ τήνδε ἣ τήνδε, ἀλλ’ ὅλην τὴν παλαιὰν ζύμην· λαβὼν γὰρ ἀφορμὴν ἀπὸ τοῦ ἑνὸς τοῦ πεπορνευκότος, ἐπὶ τὸ κοινὸν ἀνεβίβασεν τὸν λόγον, τοῦτ’ ἔστιν ἐπὶ πάντα πόρνον· κἀκεῖθεν πάλιν κοινότερον ἔτι ’τον λόγον αποφαίνει, ἐπάγων τὸ αὐτὸ παράγγελμα καὶ ἐπὶ τῶν τὰ ὅμοια πλημμελούντων, οἷον πλεονεκτούντων, εἰδωλολατρούντων, καὶ εἴ τι ὅμοιον.

  95. 2.33

    Τοῦ Αὐτοῦ. “ Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ ὀνομαζόμενος τινὲς μὲν τῇ προηγουμένῃ λέξει συνάπτουσι, καὶ δηλοῦσθαι βούλονται δι’ αὐτοῦ ὅτι ἀδελφὸς μὲν ὀνομαζόμενος καὶ μέχρι κλήσεως ἔχων τὴν κοινωνίαν, τῷ ὄντι δὲ διὰ τῶν ἔργων ἐχθρὸς ὑπάρχων καὶ διιστάμενος· ἐμοὶ δὲ εὖ ἔχει, δοκεῖ, καὶ εἴ O 2 τις αὐτὸς τοῖς ἑπομένοις συνάψας ἐκλάβοι, οὐκ ἔτι τοῦ ὀνομαζομένου τὴν αὐτὴν σημαίνοντος ἔννοιαν, ἀλλὰ τοὐναντίον τὸν ἐπὶ προδήλοις τοῖς ἔργοις ἤδη καὶ παρὰ πᾶσι κατὰ τὰ οἰκεῖα ἔργα ὀνομαζόμενον· καὶ γὰρ ἡ τῆς λέξεως αὐτὴ σημασία ὥσπερ καὶ ἄλλαι πολλαὶ λέξεις διχῆ σχίζεται· ἐνίοτε μὲν ὡς ἔφημεν τὸν νόμῳ κοινωνοῦντα τῷ ὀνόματι προδηλοῦσα· ἐνίοτε δὲ τὸν εἰς ἄκρον ἐλθόντα τῆς πράξεως· ὥστε καὶ τὴν κοινὴν προσηγορίαν εἰς ἑαυτὸν ἐπισπάσαντα, ἐκ ταύτης μᾶλλον ἢ ἐκ τοῦ Κυρίου ἐπιγινώσκεσθαι τε καὶ ὀνομάζεσθαι· τὸν οὖν τοιοῦτον πόρνον καὶ πλεονέκτην καὶ λοίδορον καὶ μέθυσον, τοῦτ’ ἔστιν τὸν πρόδηλον καὶ φανερὸν οὕτως, ὥστε παρὰ πᾶσι γινώσκεσθαι καὶ ὀνομάζεσθαι, τοῦτον ἐκτρέπεσθαι παρακελεύεται καὶ μηδὲ συνεσθίειν αὐτῷ μήτε κοινολογεῖσθαι, μήτε συναστρέφεσθαι· οὐχὶ δὲ τὸν ὑπ’ ἐνίων ὑποψιθυριζόμενον ἢ λοιδορούμενον.

  96. 2.34

    Διὸ σοφῶς ἄγαν καὶ δραστηρίως τοῖς ἄλλοις ἀτόποις ἐργάταις συνῆψε καὶ τὸν λοίδορον· ἵνα τὸ αὐτὸ εἰδὼς ἔχειν ἐπιτίμιον, ὅπερ ὁ πόρνος καὶ ὁ εἰδωλολάτρης, ὥστε εἰς τὸ ὑπὸ πάντων ἀποτρόπαιος εἶναι, χαλινοῖ τὴν γλῶσσαν καὶ κατέχει, καὶ μὴ ἐπαφίησιν αὐτὸς καταβόσκεσθαι τοὺς τῶν πλησίον βίους. καὶ τὸ εἰδωλολάτρης δὲ διὰ τοῦτό μοι δοκεῖ ἐνταῦθα συναριθμῆσαι· διδάσκων καὶ ἀσφαλιζόμενος, ὡς εἰ καὶ μέγα εἴη καὶ τῶν ἀπὸ ἀτοπωτάτων ἐν ᾧ τινὲς αἰτιῶνται τὸν ἄνθρωπον· μὴ ᾖ δὲ εἰς φῶς ἠγμένον τὸ τόλμημα. οὐδ’ οὕτω χρὴ τὸν τοιοῦτον ἐξ ὑποψίας μόνης ἐκτρέπεσθαι· ἐπεὶ οὕτω κατὰ γενεὰν ταῖς εἰς ἀλλήλους ὑποψίαις καὶ διαβολαῖς ἐξερεθιζόμενοι ἄνθρωποι εἰς πολεμίων, μᾶλλον δὲ εἰς θηρίων βίον, τὴν πολιτείαν αὐτοῖς μεταστήσονται· ἀλλ’ ἐκείνων δεῖ ἑαυτῶν ἐξαίρειν καὶ ἀποχωρίζειν· ὃς ἐπίδηλος καὶ τοῖς ἔργοις καὶ τῇ παρὰ πάντων ὀνομασίᾳ καθέστηκεν.

  97. 3.1

    Περὶ τοῦ μὴ δεῖσθαι δικῶν, καὶ ταῦτα ἐπὶ ἀπίστων.

  98. 3.2

    τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι ; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων ; οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν ; μήτι γε βιωτικά ;

  99. 3.3

    Θεοδωρου. Ζητήσειεν ἄν τις τίνος ἕνεκεν ἐν τῇ πρὸς Ῥωμαίους πᾶσαν ἐξουσίαν ἀπὸ Θεοῦ φάσκων εἶναι, καὶ σφόδρα γὲ ἐπαίρων, ἐνταῦθα ἀδίκους αὐτοὺς ἐκάλεσεν καθόλου ; ὅτι ἐκεῖ μὲν περὶ τοῦ δεῖν τὰ ὀφειλόμενα κἀκείνους πληροῦν διαλεγόμενος ὑπὸ Θεοῦ κἀκεῖνα, εἰκότως τετάχθαι λέγει αὐτὰ καθ’ αὔτα, ἀπὸ τοῦ σκοποῦ καθ’ ὃν τέτακται κρίνων αὐτά ἐνταῦθα δὲ πρὸς τοὺς διὰ τοῦ βούλεσθαι τῷ τε χρόνῳ καὶ τῇ περιουσίᾳ καὶ τῇ δυναστείᾳ συντρίβειν αὐτούς· πρὸς γὰρ οὐδὲν τούτων οἱ πένητες ἐξαρκεῖν δυνάμενοι, οὐ ῥαδίως τοῦ δικαίου τυγχάνειν δύνανται· ἀδίκους ἐκάλεσεν ἀπὸ τῆς τούτων γνώμης· ἀντὶ τοῦ καταφεύγειν ἐπ’ ἐκείνους παρ’ οἷς δύνῃ συγκαλύψαι τὴν κατὰ τοῦ πένητος ἀδικίαν διὰ πολλῶν· ὅθεν καὶ καλῶς εἶπεν “ τολμᾷ.” “ οὐκ οἴδατε ὅτι οἱ ἁγίοι τὸν κόσμον “ κρινοῦσι;” παραιτεῖσθε q φησὶ τούτους ὑμεῖς, ὡν ἡ ἀρετὴ πάντα κρίνει τὸν κόσμον, οὐ κατὰ ἐξέτασιν, ἀλλὰ κατὰ παράθεσιν.

  100. 3.4

    Θεοδωρίτου. Τὸ κρινοῦσιν, ἀντὶ τοῦ κατακρινοῦσι τέθεικεν.

← Previous · Next → — showing 201300 of 1,057

First Thousand Years of Greek. CTS URN tlg4102.tlg012.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.