Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Epistulam Ad Romanos (typus Monacensis)

First Thousand Years of Greek · First Thousand Years of Greek · 959 sections

  1. 14.16.verse.1

    Μῆ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ χαρὰ καὶ εἰρήνη ἐν Πνεύματι Ἁγίῳ. ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ, εὐάρεστος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις.

  2. 14.16.1.1

    Κυρίλλου. Μῆ κατεπαιρέσθω τῶν ἀσθενῶν, ἡ τῶν εὐδοκιμούντων λαμπρότης. μήτε τὸ ἀγαθὸν ὑμῶν, τουτέστι τὸ ἀξιάγαστον εἰς πίστιν βλασφημείσθω πρός τινος. οὐ γὰρ τῆς θεαρέστου πολιτείας τὰ κατορθώματα διὰ βρώσεως γένοιτο. οὔτε ὡς θεοσεβὴς ὁ τοιοῦτος τῆς τῶν οὐρανῶν βασιλείας ἄξιος, εἰ ἀδιακρίτως ἐσθίει τὰ παρατιθέμενα. ἀλλ’ ὁ συγκαταβαίνων τῇ τῶν ἀσθενῶν ἀδελφῶν ἀσθενείᾳ, καὶ ἀπεχόμενος. καὶ γὰρ εἰ καὶ ἐμέμψατο τῷ Πέτρῳ ὡς Ἰουδαϊκῶς ζήσαντι διὰ τοὺς ἐλθόντας εἰς Ἀντιόχειαν ἀπὸ Ἰακώβου, οὐ διὰ τοῦτο ἐμέμψατο ὅτι συγκατέβη τῇ ἀσθενείᾳ τῶν ἐκ περιτομῆς, καὶ ἀπείχετο βρωμάτων, ἀλλ’ ὅτι πολλοὺς ὄντας τοὺς ἐξ ἐθνῶν παρέσυρε, τῷ ἀξιοπίστῳ τοῦ προσώπου ἑαυτοῦ, εἰς τὸ νομίσαι ὅτι χρὴ κατὰ νόμον ζῆν, καὶ εἰς οὐδὲν αὐτῷ τὸ κήρυγμα χωρεῖν ἐκινδύνευεν. ἦν γὰρ ἐθνῶν διδάσκαλος.

  3. 14.16.2.1

    Χρυσοστόμου. Ἀγαθὸν δὲ ἐνταῦθα, ἣ τὴν πίστιν φησὶν, ἣ τὴν μέλλουσαν ἐλπίδα τῶν ἐπάθλων, ἣ τὴν ἀπηρτισμένην εὐσέβειαν. οὐ γὰρ μόνον, φησὶν, τὸν ἀδελφὸν οὐκ ὠφελεῖς, ἀλλὰ καὶ αὐτὸ τὸ δόγμα καὶ τὴν χάριν τοῦ Θεοῦ καὶ τὴν δωρεὰν, βλασφηκεῖσθαι ποιεῖς. ὅταν γὰρ μάχῃ, ὅταν λυπῇς, ὅταν σχίζῃς τὴν ἐκκλησίαν, καὶ λοιδορεῖς τὸν ἀδελφὸν, βλασφημοῦσιν οἱ ἔξωθεν. ὥστε οὐδὲν ἐντεῦθεν κατορθοῦται μόνον, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. τὸ γὰρ ἀγαθὸν ὑμῶν, ἡ ἀγάπη, ἡ φιλαδελφία, τὸ μετ’ εἰρήνης ζῇν. εἰτα πάλιν ἐκλύων αὐτοῦ τὸν φόβον, καὶ τὴν ἐκείνου φιλονεικίαν, φησὶν, “ οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ “ πόσις.” μὴ γὰρ, ἀπὸ τούτων εὐδοκιμῆσαι ἔχομεν. καὶ οὐδὲ κατασκευῆς δεῖται, ἀλλὰ ἀρκεῖται τῇ ἀποφάσει. ὃ δὲ λέγει, τοῦτό ἐστι. μὴ γὰρ, ἐὰν φάγῃς, τοῦτό σε εἰς βασιλείαν ἄγει. διὸ καὶ διασύρων αὐτοὺς ὡς μέγα ἐπὶ τούτῳ φρονοῦντας, οὐχὶ βρῶσιν εἶπε μόνον, ἀλλὰ καὶ πόσιν. τίνα οὖν ἐστι τὰ εἰσάγοντα; δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ, ὁ ἐνάρετος βίος, ἡ πρὸς τὸν ἀδελφὸν εἰρήνη, ᾗ ἐναντιοῦται αὕτη ἡ φιλονεικία· ἡ ἐκ τῆς ὁμονοίας χαρὰ, ἣν ἀναιρεῖ αὕτη ἡ ἐπίπληξις. ταῦτα δὲ οὐχὶ θατέρῳ μόνον, ἀλλ’ ἑκατέροις ἔλεγε. καὶ γὰρ πρὸς ἑκατέρους εἰρῆσθαι καιρὸν εἶχεν. εἶτα ἐπειδὴ εἶπεν εἰρήνην καὶ χαρὰν, ἔστι δὲ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ πονηρῶν πραγμάτων, ἐπήγαγεν, “ ἐν Πνεύματι “ Ἁγίῳ.” εἶτα, ἐπειδὴ καὶ ἀπὸ κενοδοξίας ἠρέμα τοῦτο ἐγίνετο τὸ ἐπιτιμᾶν, ἐπάγει, “ ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ, “ εὐάρεστος τῷ Θεῷ καὶ εὐδόκιμος τοῖς ἀνθρώποις.” οὐ γὰρ οὕτω σε θαυμάσονται τῆς τελειότητος, ὡς τῆς εἰρήνης καὶ τῆς ὁμονοίας ἅπαντες, τούτου μὲν γὰρ τοῦ καλοῦ, πάντες ἀπολαύσονται· ἐκείνου δὲ, οὐδὲ εἷς.

  4. 14.16.3.1

    Θεοδωρήτου. Ἐπισημήνασθαι μέντοι προσήκει ὡς τὸ δουλεύειν τῷ Χριστῷ, εὐάρεστον εἶπεν εἶπεν τῷ τῶν ὅλων Θεῷ. εἰ δὲ τὸ δουλεύειν τῷ Χριστῷ, εὐάρεστον τῷ Θεῷ, οὐκοῦν καὶ τὸ βλασφημεῖν τὸν Χριστὸν, καὶ σμικρήνειν αὐτοῦ τὴν ἀξίαν ἐπιχειρεῖν, ἀπαρέσκον τῷ τῶν ὅλων Θεῷ.

  5. 14.19.verse.1

    Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.

  6. 14.19.1.1

    Χρυσοστόμου. “Τὰ τῆς εἰρήνης διώκωμεν.” τοῦτο, πρὸς ἐκεῖνον, ἵνα εἰρηνεύῃ. “ καὶ τὰ τῆς οἰκοδομῆς.” τοῦτο πρὸς τοῦτον, ἵνα μὴ καταλύῃ τὸν ἀδελφόν. ἀλλ’ ὅμως, κοινὰ ταῦτα πάλιν ἀμφότερα πεποίηκεν, εἰπὼν, “ τῆς εἰς ἀλλήλους.” καὶ δείξας ὅτι χωρὶς εἰρήνης, οὐκ εὔκολον οἰκοδομεῖν.

  7. 14.19.2.1

    Θεοδωρήτου. Προσήκει τοίνυν ἡμᾶς φησὶ, πάντων προτιμᾶν τὴν θεοφιλῆ συμφωνίαν, καὶ τῆς εἰς ἀλλήλους ὠφελείας εἵνεκα, πάντα ποιεῖν.

  8. 14.20.verse.1

    Μῆ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.

  9. 14.20.1.1

    Χρυσοστόμου. Ἔργον τοῦ Θεοῦ, τὴν σωτηρίαν τοῦ ἀδελφοῦ καλεῖ. πολὺν ἐπιτείνων τὸν φόβον, καὶ δεικνὺς, ὅτι τοὐναντίον οὗ σπουδάζει ποιεῖ. οὐ γὰρ μόνον οὐκ οἰκοδομεῖς, φησὶν, ὃ νομίζεις ἀλλὰ καὶ καταλύεις. καὶ οἰκοδομὴν οὐκ ἀνθρωπίνην, ἀλλὰ Θεοῦ· καὶ οὐδὲ μεγάλου τινος ἕνεκεν, ἀλλὰ πράγματος εὐτελοῦς, ἕνεκεν γὰρ βρώματος φησί.

  10. 14.20.2.1

    Θεοδωρήτου. Ἢ ἔργον τοῦ Θεοῦ, τὸ εἰς αὐτὸν πιστεύειν. καθὼς, ὁ Κύριος εἶπε, “τοῦτο γάρ ἐστι,” λέγων, “τὸ ἔργον τοῦ Θεοῦ. “ ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.” ἐπειδὴ τοίνυν εἰκὸς ἦν, καὶ ἀποστῆναι τῆς πίστεως τῶν Ἰουδαίων τινὰς, τὰ ὀνείδη μὴ φέροντας τῶν ἐξ ἐθνῶν πεπιστευκότων, εἰκότως ἔφη, “ μὴ ἕνεκεν “ βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.”

  11. 14.20.2.2

    Πάντα μὲν γὰρ καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.

  12. 14.20.3.1

    Χρυσοστόμου. Ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν. “ πάντα μὲν καθαρὰ,” λέγων· ἀλλὰ τῷ μετὰ πονηροῦ συνειδότος ἐσθίοντι, κακόν. ὥστε κἂν ἀναγκάσῃς, καὶ φάγῃ, τὸ ὄφελος οὐδέν. οὐ γὰρ τὸ φαγεῖν ποιεῖ ἀκάθαρτον, ἀλλ’ ἡ γνώμη, μεθ᾿ ἧς ἐσθίει. ἃν τοίνυν ἐκείνην μὴ διορθώσῃ, πάντα εἰκῆ πεποίηκας, καὶ μᾶλλον ἔβλαψας. οὐ γάρ ἐστιν ἶσον ἀκάθαρτόν τι νομίζειν, καὶ νομίζοντα ἀκάθαρτον ἀπογεύεσθαι. δύο τοίνυν ἐνταῦθα ἁμαρτάνεις. καὶ τὴν πρόληψιν ἐπιτείνων τῇ φιλονεικίᾳ· καὶ ἀκαθάρτου ποιῶν ἀπογεύεσθαι. ὥστε ἕως ἃν μὴ πείσῃς, μὴ ἀναγκάσῃς.

  13. 14.20.4.1

    Θεοδωρήτου. Ἢ καὶ ὅτι, εἰ καὶ οὐδὲν τῶν ἐδωδίμων φύσει ἀκάθαρτον, ἀλλὰ σοὶ βλάβην ἡ μετάληψις φέρει. ἐπειδὴ τῆς τοῦ πέλας ἀμελεῖς σωτηρίας, καὶ καταφρονεῖς βλαπτόμενον θεωρῶν.

  14. 14.20.5.1

    Κυρίλλου. Ἔξεστι μὲν γὰρ καὶ κρέα φαγεῖν, καὶ οἶνον πιεῖν, ἀλλ’ οὐκ εἰσάπαν ἀζήμιον ἡ ἐν τούτοις ἐξουσία. ἀλλὰ καὶ τὸ ἀπέχεσθαι χρήσιμον, ἵνα μὴ τὴν σάρκα παχύνοντες ταῖς τρυφαῖς, τὰ ἐν αὐτῇ κἀς ἑαυτῶν ἐξαγριαίνωμεν πάθη. εἰ οὖν ἐκείνων δι’ ἑαυτοὺς ἀποχόμεθα, πολλῷ μᾶλλον διὰ τὸν ἀδελφόν· ἵνα μὴ προσκόπτῃ διὰ τὸ εἰρημένον, “ ἀγαπήσεις τὸν πλησίον σου ὡς “ σεαυτόν.”

  15. 14.21.verse.1

    Καλὸν τὸ μὴ φαγεῖν κρέα, μὴ δὲ πιεῖν οἶνον, μὴ δὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἣ ἀσθενεῖ.

  16. 14.21.1.1

    Χρυσοστόμου. Οὐ μόνον, φησὶν, μὴ ἀναγκάζειν χρὴ, ἀλλὰ καὶ συγκαταβαίνειν αὐτῷ. καὶ γὰρ καὶ αὐτὸς αὐτὸ ἀλλαχοῦ ἐποίησεν. ὡς ὅτε περιέτεμεν, ὡς ὅτε ἐξύρατο, ὅτε ἔθυσε τὴν Ἰουδαϊκὴν ἐκείνην θυσίαν. καὶ οὐ λέγει αὐτῷ, ὅτι ποίησον, ἀλλ’ ἐν τάξει γνώμης αὐτὸ τίθησιν. ἵνα μὴ ἐκεῖνον πάλιν ῤαθυμότερον ποιήσῃ τὸν ἀσθενέστερον. καὶ τι λέγω κρέας; κἂν οἰνος ᾐ, κἂν ἄλλο ὁτιοῦν τοιοῦτον ἦ σκανδαλίζον, ἀπέχου. οὐδὲν γὰρ ἶσον τῆς σωτηρίας τοῦ ἀδελφοῦ. σκόπει δέ μοι πῶς κἀκείνου καθικνεῖται λέγων, “ προσκόπτει, ἣ σκανδαλίζεται, ἣ ἀσθενεῖ.” μὴ γάρ μοι λέγε φησὶν, ὅτι ἀλόγως, ἀλλ’ ὅτι δύνασαι κατορθῶσαι. καὶ γὰρ ἀρκοῦν ἔχει δικαίωμα εἰς τὸ βοηθεῖσθαι τὴν ἀσθένειαν ἐκεῖνος. καὶ σοὶ βλάβη οὐδεμία. οὐδὲ γὰρ ὑπόκρισις τὸ πρᾶγμα ἐστὶν, ἀλλ’ οἰκοδομὴ καὶ οἰκονομία. ἃν μὲν γὰρ ἀναγκάσῃς, καὶ καταλύεται, λύεται, καὶ σοῦ καταγνώσεται, καὶ μᾶλλον οἰκοδομηθήσεται εἰς τὸ μὴ ἐσθίειν. ἐὰν δὲ συγκαταβῇς, πῶς σε ἀγαπήσει, καὶ οὐχ ἕξει σε ἐν ὑποψίᾳ διδάσκοντα, καὶ λήψῃ λοιπὸν ἐξουσίαν ἀναισθήτως σπείρειν ἐν αὐτῷ τὰ ὀρθὰ δόγματα; ἂν δὲ ἅπαξ σε μισήσῃ, καὶ τὴν εἴσοδον ἀπέφραξε τῷ λόγῳ, μὴ τοίνυν ἀνάγκαζε ἐκεῖνον, ἀλλὰ καὶ αὐτὸς ἀπέχου δι’ ἐκεῖνον· οὐχ ὡς ἀκαθάρτου ἀπεχόμενος, ἀλλ’ ἐπειδὴ σκανδαλίζεται ἐκεῖνος, καὶ μᾶλλον σε ἀγαπήσει. ἐν μέντοι τῷ πρὸς τὸν πιστὸν λόγῳ, τῶν ὀλιγοπίστων καθάπτεται. προσκόπτει, φησὶν, ὅπερ τυφλώττοντος ἴδιον. σκανδαλίζεται· ὅπερ εὐσκανδαλίστων. ἀσθενεῖ· ὅπερ ὀλιγοπίστων.

  17. 14.21.1.2

    Ἐκ τῶν Ἀσκητικῶν. Τί δέ ἐστι τὸ σκανδαλίζειν; καὶ πῶς αὐτὸ φυλαξόμεθα; καὶ εἰ ἐν παντὶ πράγματι φροντίζειν δεῖ τῶν σκανδαλιζομένων; σκανδαλίζει μέν τις παρανόμῳ λόγῳ ἢ ἔργῳ, καὶ ἕτερον πρὸς παρανομίαν ἄγων ὡς ὁ ὄφις τὴν Εὕαν καὶ ἡ Εὖα τὸν Ἀδάμ. ἣ κωλύων ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ, ὡς ὁ Πέτρος τὸν Κύριον, εἰπὼν, “ ἴλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι “ τοῦτο.” καὶ ἀκούσας, “ ὕπαγε ὀπίσω μου Σατανᾶ· σκάνδαλόν “ μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.” ἣ οἰκοδομῶν τὸ φρόνημα τοῦ ἀσθενοῦντος, εἴς τι τῶν ἀπηγορευμένων, κατὰ τὸ παρὰ τοῦ Ἀποστόλου γεγραμμένον, εἰπόντος, “ ἐὰν γὰρ “ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ “ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται εἰς τὸ τὰ “ εἰδωλόθυτα ἐσθίειν ” οἷς ἐπιφέρει, “ διόπερ εἰ βρῶμα σκανδα- “ λίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα, ἵνα “ μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.” γίνεται δὲ τὸ σκάνδαλον κατὰ πλείονας αἰτίας. ἢ γὰρ παρὰ τὸν σκανδαλίζοντα τὸ σκάνδαλον γίνεται· ἣ παρὰ τὸν σκανδαλιζόμενον τὸ σκανδαλισθῆναι συμβαίνει. καὶ ἐν τούτοις πάλιν διαφόρως. ποτὲ μὲν γὰρ κατὰ κακίαν· ποτὲ δὲ κατὰ ἀπειρίαν· ἣ τούτου ἣ ἐκείνου. ἔστι δὲ ὅτε ἐν τῇ ὀρθοτομίᾳ τοῦ λόγου ἡ τῶν σκανδαλιζομένων κακία ἐκδηλοτέρα γίνεται. καὶ ἐν τοῖς πράγμασι δὲ ὁμοίως. ἣ γὰρ ἐντολὴν Θεοῦ τινὸς ποιοῦντος, ἣ τοῖς ἐν ἐξουσίᾳ κειμένοις ἐπ’ ἀδείας χρωμένου ὁ σκανδαλιζόμενος σκανδαλίζεται.

  18. 14.21.1.3

    Οταν μὲν οὖν τοῖς κατ’ ἐντολὴν γινομένοις προσκόπτωσιν οἱ ἄνθρωποι, καὶ ἐπὶ τούτοις σκανδαλίζωνται, ὡς ἐν τῷ εὐαγγελίῳ τινὲς ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου κατὰ τὸ θέλημα τοῦ Πατρὸς γινομενοις καὶ λεγομένοις, τότε χοὴ μνημονεύειν τοῦ Κυρίου περὶ τῶν τοιούτων ἀποκρινομένου, ἡνίκα προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, “ οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον, ἐσκανδαλίσθησαν.” πρὸς οὓς, φησὶν, “ πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ “ μου, ἐκριζωθήσεται. ἄφετε αὐτούς. τυφλοὶ εἰσὶν ὁδηγοὶ “ τυφλῶν. τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον “ ἐμπεσοῦνται.” καὶ πολλὰ τοιαῦτα καὶ ἐν τοῖς εὐαγγελίοις καὶ “ παρὰ τῷ Ἀποστόλῳ εὑρήσεις ἄν. ὅταν δὲ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένοις, προσκόπτῃ τίς, ἣ σκανδαλίζηται, εἰς ἀνάμνησιν ἐλθεῖν δεῖ τότε τῶν τοῦ Κυρίου πρὸ.ς τὸν Πέτρον ῥημάτων, εἰπόντος, “ ἅ γε ἐλεύθεροι εἰσὶν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσω- “ μὲν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ “ τὸν ἀναβάντα πρῶτον ἰχθῦν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, “ εὑρήσεις στατῆρα. ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ “ σοῦ.” καὶ τῶν τοῦ Ἀποστόλου πρὸς Κορινθίους γραμμάτων, ἐν οἷς φησὶ, “ οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν “ μου σκανδαλίσω.” καὶ πάλιν, “ καλὸν τὸ μὴ φαγεῖν κρέα, μὴ “ δὲ πιεῖν οἶνον, μὴ δὲ ἐν ᾧ ὁ ἀδελφός σου σκανδαλίζεται ἣ “ ἀσθενεῖ.”

  19. 14.21.1.4

    Οπως δέ ἐστι φοβερὸν τοῖς ἐν ἐξουσίᾳ κεῖσθαι δοκοῦσι περιορᾶν τὸν ἀδελφὸν σκανδαλιζόμενον, δείκνυσι μὲν ἡ τοῦ Κυρίου παραγγελία, καθόλου παντὸς σκανδαλισμοῦ μοῦ τρόπον ἀπαγορεύοντος, καὶ λέγοντος, “ ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τού- “ τῶν. λέγω γὰρ ὑμῖν ὅτι οἱ Ἄγγελοι αὐτῶν, ἐν τῷ οὐρανῷ δια- “παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρα- “ νοῖς.” μαρτυρεῖ δὲ καὶ ὁ Ἀπόστολος Παῦλος, ποτὲ μὲν λέγων, “ ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ “ ἀδελφῷ ἣ σκάνδαλον.” ποτὲ δὲ διὰ περισσοτέρας κατασκευῆς σφοδρότερον ἀπαγορεύων τὸ ἄτοπον, δι’ ὧν φησὶ, “ ἐὰν γάρ τις “ ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ “ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται εἰς τὸ τὰ “ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ “ σῇ γνώσει, δι’ ὃν ὁ Χριστὸς ἀπέθανεν.” οἷς ἐπιφέρει, “ οὕτως “ δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν “ συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. διόπερ εἰ “ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς “ τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.” καὶ ἀλλαχοῦ εἰπὼν, “ ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν, τοῦ μὴ “ ἐργάζεσθαι;” ἑξῆς ἐπιλέγει, “ ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ “ ταύτῃ. ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ “ εὐαγγελίῳ τοῦ Χριστοῦ.” οὕτω δὲ φοβεροῦ δειχθέντος τοῦ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ κειμένοις σκανδαλίζειν τὸν ἀδελφὸν, τί ἄν τις εἴποι περὶ τῶν τῷ τὰ ἀπηγορευμένα ποιεῖν ἣ λέγειν σκανδαλιζόντων; καὶ μάλιστα, ὅταν ἣ γνῶσιν περισσοτέραν ἔχων φαίνηται ὁ σκανδαλίζων, ἣ ἐν βαθμῷ ἱερατικῷ ἐξετάζηται; ὃς ὥσπερ κανὼν καὶ τύπος ὀφείλων προκεῖσθαι τοῖς ἄλλοις, κἂν βραχύ τι παρίδῃ τῶν γεγραμμένων, ἣ πράξας τὸ κεκωλυμένον, ἢ ἐλλιπὼν τὸ προστεταγμένον, ἣ ὅλως ἐφησυχάσας ἑνὶ τοιούτῳ, καὶ ἐν τούτῳ μόνῳ, τοσοῦτον ἔχει τὸ κρίμα, ὥστε τὸ αἷμα του ἁμαρτάνοντος ἐκ τῶν χειρῶν αὐτοῦ, φησὶν, ἐκζητηθήσεται.

  20. 14.22.verse.1

    Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε * * *

  21. 14.22.1.1

    Χρυσοστόμου. Ἐνταῦθα μοι δοκεῖ ἠρέμα καὶ εἰς κενοδοξίαν σκώπτειν τὸν τελειότερον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. θέλεις δεῖξαι ὅτι τέλειος εἶ καὶ ἀπηρτισμένος; μὴ ἐμοὶ δείκνυε. ἀλλ’ ἀρκείτω σοι τὸ συνειδός. πίστιν δὲ ἐνταῦθα, οὐ τὴν περὶ δογμάτων, ἀλλὰ τὴν περὶ τῆς προκειμένης ὑποθέσεως λέγει. περὶ γὰρ ἐκείνης φησὶν, “ στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” καὶ, “ ὃς ἃν “ ἀρνήσηται με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτόν.” ἐκείνη μὲν γὰρ μὴ ὁμολογουμένη, καταστρέφει. αὕτη δὲ ὁμολογουμενη, ἄκαιρος.

  22. 14.22.2.1

    Θεοδωρήτου. Οὐ φυλάττεις, φησὶ, τὸν νόμον; μέγα τὸ κτῆμα· ἀξιέπαινον τὸ κατόρθωμα. ἀλλὰ μὴ λυμαινέσθω τῷ πέλας· ἐνώπιον δὲ τοῦ Θεοῦ τῇ πίστει κέχρησο.

  23. 14.22.3.1

    Γενναδίου. Ὥσπερ γάρ τινος ἀντειπόντος, πρὸς τὸ, “ καλὸν “ τὸ μὴ φαγεῖν κρέα.” τί οὖν, ἐγὼ τὴν ἐμαυτοῦ πίστιν ἀρνήσομαι δι’ ἐκεῖνον; οὐκ ἐκστῆναι σε, φησὶ, κελεύω τῆς πίστεως. τοὐναντίον μὲν οὖν καὶ παρακαλῶ ταύτης ἀντέχεσθαι. ἀλλὰ νου- θετῷ μὴ σκανδαλίζειν ταύτῃ τὸν ἀδελφόν. ἧς δὲ ἔχεις ’πι πίστεως ἀρκεῖσθαι μάρτυρι μόνῳ τῷ Θεῷ. ἔξεστι γὰρ οὕτω, μὴ καὶ σὲ ζημιοῦσθαι τὴν πίστιν· κἀκεῖνον μὴ παραβλάπτεσθαι.

  24. 14.23.verse.1

    Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως. πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.

  25. 14.23.1.1

    Χρτσοστόμου. Πἀλιν τὸν ἀσθενέστερον πλήττει, καὶ δίδωσι τῷ τελειοτέρῳ ἀρκοῦντα στέφανον τὸν τοῦ συνειδότος. κἂν γὰρ ἄνθρωπος μὴ ἴδῃ, ἀρκεῖς σὺ σαυτῷ τῷ εἰς τὸ γενέσθαι μακάριος. ἐπειδὴ γὰρ εἶπε, καθ’ ἑαυτὸν ἔχε, ἵνα μὴ νομίσῃ μικρὸν τὸ δικαστήριον τοῦτο, λέγει, τῆς οἰκουμένης σοι τοῦτο βέλτιον. κἂν πάντες σου κατηγορῶσι, σὺ δὲ σαυτὸν μὴ κατακρίνῃς, μὴ δὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων, τοῦτο τέθεικεν. εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες, οἳ πάντων εἰσὶν ἀθλιώτεροι. ἀλλὰ τῆς προκειμένης τέ ὡς ὑποθέσεως ἔχεται, τὸ δὲ, “ ὁ δὲ διακρινόμε- “ νος, ἐὰν φάγῃ, κατακέκριται,” πάλιν πρὸς τὸν ὑγιαίνοντα λέγει, παρακαλῶν αὐτὸν φείσασθαι τοῦ ἀσθενεστέρου. τί γὰρ ὄφελος, ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρίνῃ ἑαυτόν ; ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι τὸν καὶ ἐσθίοντα καὶ μὴ μετὰ ἀμφιβολίας. ὁρᾷς πῶς αὐτὸν ἐνάγει, οὐκ εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ, καθαρῷ συνειδότι φαγεῖν; εἶτα φησὶν, καὶ τὴν αἰτίαν δι’ ἣν κατακέκριται. ὅτι οὐκ ἐκ πίστεως. οὐκ ἐπειδὴ ἀκάθαρτον· οὐ γὰρ ἐπίστευσεν ὅτι καθαρόν ἐστιν, ἀλλ’ ὡς ἀκαθάρτου ἥψατο. διὰ δὲ τούτων, δείκνυσιν αὐτοῖς καὶ τὴν βλάβην ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι. ἵνα κἂν διὰ τοῦτο ἀπόσχωνται τοῦ ἐπιπλήττειν. εἶτα κατὰ ἀπόφασιν, “ πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.” ὅταν γὰρ μὴ θαρρῇ, φησὶν, μὴ δὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐχ ἥμαρτε; ταῦτα δὲ πάντα περὶ τῆς προκειμένης ὑποθέσεως εἴρηται τῷ Παύλῳ, οὐ περὶ πάντων.

  26. 14.23.2.1

    Θεοδωρήτου. Διὰ τούτων γε μὴν αἰνίττεται ὁ λόγος, ὡς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, καὶ ἐβιάζοντο τοὺς Ἰουδαίους μεταλαμβάνειν ὧν οὐκ ἠβούλοντο. διδάσκει τοίνυν ὡς ὁ μὲν πιστεύων, οὐδεμίαν ἐκ τῆς μεταλήψεως δέξεται βλάβην. ὁ δὲ μετά τινος διακρίσεως ἐσθίων, ὡς ἀκαθάρτου μεταλαμβάνει. διὸ μακαρίζει τὸν μὴ κρίνοντα ἑαυτὸν, τουτέστι, μὴ διακρινόμενον.

  27. 14.23.3.1

    Γενναδίου. Ἐν τούτοις δὲ καὶ ἀντιπίπτων, ἔοικε λύειν. ὡς γάρ τινος εἰπόντος, ἆρα γε ἃν διὰ τὸν ἀσθενῆ, οὐδὲ ἐγὼ φάγω, οὐ γίνομαι αὐτῷ ὅμοιος; μονονουχὶ λέγει μὴ γένοιτο μη γὰρ σου ἐνώπιον Θεοῦ ἀκίβδηλος μένει. καὶ οὐ μόνον οὐδὲν παραβλάπτῃ ἐκ τούτου, ἀλλὰ καὶ μακαρισμὸν προξενεῖς σεαυτῷ, ἐὰν διὰ τὴν τοῦ ἀδελφοῦ σωτηρίαν οὐκ ἐσθίῃς. ” μακάριος γάρ,” φησιν, “ ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. ” τουτέστιν, ὁ ἔχων τὸ συνειδὸς μαρτυροῦν αὐτῷ, οὐκ ἐν τούτῳ μόνῳ ἐν ᾧ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ ἀπέχεται βρωμάτων, ἀλλὰ καὶ ἁπλῶς ἐν παντὶ πράγματι, ὃ ἂν διὰ δοκιμῆς ἀκριβοῦς κατανοήσῃ, ὅτι ἀγαθόν ἐστιν· ἔπειτα πράττῃ αὐτὸ, τὴν συνείδησιν ἔχων μαρτυροῦσαν.

  28. 14.24.verse.1

    Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν, διὰ γραφῶν προφητικῶν, κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

  29. 14.24.1.1

    Χρυσοστόμου. Κατὰ τὸ οἰκεῖον ἔθος, κἀνταῦθα ὁ Παῦλος εἰς εὐχὴν καὶ δοξολογίαν κατακλείει τὴν παραίνεσιν. ἡ δὲ ἀκολουθία αὕτη ἐστί. τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι, δόξα εἰς τοὺς αἰῶνας ἀμήν. πάλιν γὰρ ἐκείνων ἔχεται τῶν ἀσθενῶν, καὶ πρὸς αὐτοὺς τρέπει τὸν λόγον. ὅτε μὲν γὰρ ἐπετίμα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίμησιν· νυνὶ δὲ εὐχόμενος, ὑπὲρ τούτων τίθησι τὴν ἱκετηρίαν. εἰπὼν δὲ “ στηρίξαι, ” ἐπάγει, κατὰ ποῖον τρόπον, “ κατὰ τὸ εὐαγ- “ γέλιόν μου.” τοῦτο δὲ δηλοῦντος ἦν, ὅτι οὔπω ἦσαν βεβαιωθέντες, ἀλλ’ εἱστήκεισαν μὲν, ἐσαλεύοντο δέ. εἶτα ποιῶν τὸν λόγον ἀξιόπιστον, ἐπήγαγε, “ καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ.” τουτέστιν, ὃ αὐτὸς ἐκήρυξεν. εἰ δὲ αὐτὸς ἐκήρυξεν, οὐχ ἡμέτερα τὰ δόγματα, ἀλλ’ ἐκείνου οἱ νόμοι. φιλοσοφῶν δὲ λοιπὸν καὶ περὶ τοῦ κηρύγματος, δείκνυσιν ὅτι πολλῆς εὐεργεσίας τοῦτο δῶρον, καὶ πολλῆς τιμῆς. καὶ πρῶτον μὲν, ἀπὸ τοῦ καταγγείλαντος τοῦτο κατασκευάζει. ἔπειτα καὶ ἀπ’ αὐτῶν τῶν καταγγελθέντων. εὐαγγελία γὰρ ἦν. πρὸς τούτοις, ἀπὸ τοῦ μηδενὶ γνωρίσαι πρὸ ἡμῶν. τοῦτο γοῦν ἠνίξατο εἰπὼν, ἴ’ κατὰ ἀποκάλυψιν μυστηρίου,” ὅπερ μεγίστης φιλίας σημεῖον ἐστι, τὸ μυστηρίων ποιεῖν κοινωνοὺς, καὶ μηδένα πρὸ ἡμῶν εἰδέναι. “ χρόνοις,” φησὶν, “ αἰωνίοις “ σεσιγημένου, φανερωθέντος δὲ νῦν.” πάλαι μὲν γὰρ προώριστο. ἐφάνη δὲ, νῦν. πῶς ἐφάνη; “ διὰ γραφῶν προφητικῶν.” καὶ ἐνταῦθα πάλιν τὸν φόβον ἐκλύει τοῦ ἀσθενοῦς. τί γὰρ δέδοικας, μὴ ἀποστῇς τοῦ νόμου; τοῦτο βούλεται ὁ νόμος. τοῦτο ἄνωθεν προὔλεγεν. εἰ δὲ ἐξετάζεις διατί νῦν ἐφανερώθη, οὐκ ἀσφαλὲς πρᾶγμα ποιεῖς, μυστήρια Θεοῦ περιεργαζόμενος, καὶ εὐθύνας ἀπαιτῶν. οὐδὲ γὰρ πολυπραγμονεῖν τὰ τοιαῦτα δεῖ, ἀλλὰ ἀγαπᾶν καὶ στέργειν. διὸ καὶ αὐτὸς ἐπιστομίζων τὴν τοιαύτην γνώμην, ἐπήγαγε, “ κατ’ “ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως.” ὑπακοῆς γὰρ ἡ πίστις δεῖται, οὐ πολυπραγμοσύνης, καὶ ὅταν ὁ Θεὸς ἐπιτάττῃ, πείθεσθαι, οὐ περιεργάζεσθαι χρή εἶτα καὶ ἑτέρωθεν αὐτοὺς παραθαρρύνει· λέγων, “ εἰς πάντα τὰ ἔθνη γνωριαθέντος.” οὐ γὰρ σὺ μόνος, ἀλλ’ ἡ οἰκουμένη πᾶσα αὐτῷ πιστεύει· οὐκ ἄνθρωπον ἀλλὰ Θεὸν λαβοῦσα διδάσκαλον. διὸ καὶ ἐπήγαγε, “ διὰ Ἰησοῦ Χριστοῦ.” οὐκ ἐγνωρίσθη δὲ μόνον, ἀλλὰ καὶ ἐβεβαιώθη. ἀμφότερα δὲ αὐτοῦ ἔργα. διὸ καὶ οὕτως ἀναγνωστέον. “ τῷ δὲ δυναμένῳ ὑμᾶς στη- “ ρίξαι, διὰ Ἰησοῦ Χριστοῦ.” καὶ γὰρ ὅπερ εἶπον, ἀμφότερα αὐτῷ ἀνατίθησι. μᾶλλον δὲ οὐκ ἀμφότερα μόνον, ἀλλὰ καὶ τὴν δόξαν τὴν εἰς τὸν Πατέρα. διὸ καὶ ἔλεγεν. “ ᾧ ἡ δόξα εἰς τοὺς “ αἰῶνας. ἀμήν.” δοξάζει δὲ πάλιν, τὸ ἀκατάληπτον τῶν μυστηρίων τούτων ἐκπληττόμενος. οὐδὲ γὰρ νῦν ὅτε ἐφάνη λογισμοῖς αὐτὰ καταλαβεῖν δυνατὸν, ἀλλὰ διὰ πίστεως ἐπιγνῶναι χρή. ἄλλως γὰρ οὐκ ἔνι. καὶ καλῶς εἶπε, “ μόνῳ σοφῷ Θεῷ·” ὅταν γὰρ ἐννοήσῃς, πῶς τὰ ἔθνη εἰσήγαγε, καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, πῶς ἀπεγνωσμένους ἔσωσε, τότε γνώσῃ τὴν σοφίαν, ὅταν ἴδῃς, ὃ μήτε ἄγγελοι, μήτε ἀρχάγγελοι ᾔδεσαν, τοῦτο ἐξαίφνης μεμαθηκότας τοὺς ἐξ ἐθνῶν διὰ Ἰησοῦ Χριστοῦ ὅταν δὲ ἀκούσῃς αὐτοῦ λέγοντος “ μόνῳ σοφῷ Θεῷ,” μὴ πρὸς ἀθέτησιν τοῦτο ’τον Υἱοῦ νόμιζε λέγεσθαι. εἰ γὰρ ἅπαντα ἀφ’ ὧν ἡ σοφία αὐτοῦ δείκνυται, διὰ Χριστοῦ γέγονεν, εὔδηλον ὅτι καὶ τὰ τῆς σοφίας ἰσα. τίνος οὖν ἕνεκεν “ μόνω,” εἴρηκε; πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως ἁπάσης.

  30. 14.24.1.2

    Γρηγορίου τοῦ Θεολόγου ἐκ τοῦ περὶ υἱοῦ β' λόγου. Εἰ γὰρ τὸ, “ μόνῳ σοφῷ Θεῷ,” ἣ τὸ, “ μόνῳ ἔχοντι ἀθανασίαν, φῶς “ οἰκοῦντι ἀπρόσιτον,” ἣ “ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ. “ μόνῳ σοφῷ Θεῷ,” καὶ ὅσα τοιαῦτα, νοήσεις ὡς πρὸς τὸν Υἱὸν ἀντιδιηρημένα, καὶ μὴ κατὰ κοινοῦ τῆς θεότητος εἰρημένα, ἐπ’ ἀναιρέσει τῶν οὐκ ὄντων μὲν θεῶν, λεγομένων δὲ, οἰχήσεταί σοι θάνατον κατακριθεὶς ὁ Υἱός· ἢ σκότος, ἣ τὸ μὴ σοφὸς εἶναι, μὴ δὲ βασιλεὺς, μὴ δὲ ἀόρατος, μηδόλως Θεὸς, ὁ τῶν εἰρημένων κεφάλαιον. εἰ δὲ μὴ πείθῃ, τί φήσεις πρὸς τοὺς λέγοντας, ἑτέρωθι, τὸν Υἱὸν μόνον εἰρῆσθαι Θεὸν, κατὰ τὰς σὰς ὑποθέσεις. ἐν τίσι τοῖς ῥήμασιν; ἐν ἐκείνοις, “ οὗτος σοῦ Θεός. καὶ οὐ λο- “ γισθήσεται ἕτερος πρὸς αὐτόν.” καὶ μετ’ ὀλίγα—μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ὅτι μὲν γὰρ οὐ περὶ τοῦ Πατρὸς, ἀλλὰ περὶ τοῦ Υἱοῦ τὸ λεγόμενον, ἡ προσθήκη σαφῶς παρίστησιν. οὗτος γάρ ἐστιν ὁ σωματικῶς ὁμιλήσας ἡμῖν, καὶ μετὰ τῶν κάτω γενόμενος. οὐδὲ νικήσειε κατὰ τοῦ Πατρὸς λέγεσθαι τοῦτο. μὴ τῶν νομιζομένων Θεῶν, ἡττήμεθα τὸν Πατέρα δι’ ὧν τοῦ Υἱοῦ κατεσπουδάκαμεν. τι τῆς νίκης ταύτης γένοιτ’ ἃν ἀθλιώτερον ἢ ζημιωδέστερον;

  31. 14.24.2.1

    Θεοδωρήτου. Εἰ δὲ καὶ μετὰ ταῦτα εἴποιεν τινὲς, ὅτι μόνος σοφὸς ὁ Θεὸς ὀνομάζεται καὶ Πατὴρ, μανθανέτωσαν ὅτι ὁ δεσπότης Χριστὸς, οὐ μόνον σοφὸς, ἀλλὰ καὶ σοφία καλεῖται. εἰ δὲ ταύτῃ νομίζουσι τῆς τοῦ σοφοῦ προσηγορίας ἀποστερεῖν τον Τιον, μὴ δὲ ἀθάνατον αὐτὸν καλείτωσαν. ὁ γὰρ Ἀπόστολος οὗτος περὶ τοῦ Θεοῦ φησὶν, “ ὁ μόνος ἔχων ἀθανασίαν.”

  32. 14.24.2.2

    Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Πόλλα δὲ καὶ ἄλλα προσεῖναι λέγεται μόνῳ τῷ Πατρὶ πλεονεκτήματα. λέγει γάρ που καὶ ἀλλαχοῦ Παῦλος, “ ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ.” καὶ εἰ τούτων ἔσται γυμνὸς ὁ Υἱὸς, οὔτε ἄφθαρτος, οὔτε ἀόρατος, οὔτε σοφὸς ἔσται. ἀλλ’ ἔχει τὴν ἀσέβειαν ἄμετρόν τινα τὸ οὕτως ἐννοεῖν. πῶς γὰρ ἔσται φθαρτὸς ὁ τῆς ἀφθαρσίας χορηγός; ἣ πῶς ὁραθήσεται Θεοῦ φύσις; ἢ πῶς ἄσοφον εἶναι νομιοῦμεν τὸν “ Υἱὸν, περὶ οὗ γέγραπται, ὅτι “ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφίᾳ “ ἐστίν;” ὥρα γὰρ λέγειν ἄσοφον εἶναι καὶ τὴν σοφίαν τοῦ Θεοῦ. οὐκοῦν οὐκ ἀποστερήσει τὸν Υἱὸν τοῦ εἶναι ταῦτα φυσικῶς, ἅπερ ἃν λέγοιτο καὶ ὁ Πατὴρ, εἰ καὶ ἐπ’ αὐτοῦ μόνου τάττοιτο. φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προσελθόντα Λόγον πάντα τὰ αὐτῷ προσόντα φυσικῶς τε καὶ ἀναγκαίως.

  33. 14.24.2.3

    Σὺ οὖν ἔχεις κἀνταῦθα τὴν τριάδα συναπτομένην. διὰ μὲν τοῦ, “ σοφῷ Θεῷ,” τὸν Πατέρα. διὰ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, δηλονότι τὸν Υἱόν. διὰ δὲ τοῦ, “ κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ,” τοὺς προφήτας προφητεῦσαι τὸ Πανάγιον Πνεῦμα. καὶ ὅρα τῆς ὑψηλῆς καὶ ὡς ἀληθῶς οὐρανοδρόμου διανοίας τοῦ Παύλου τὸ ὀξυδερκές. ἐπεὶ γὰρ ὡς ἐπίπαν, τὸ μὲν σοφὸν εἶναι τὸ Πνεῦμα, οὐ προσίστασι. τὸ δὲ ἄχρονον εἶναι προσίσταται τοῖς πολλοῖς, συνῆψε ταῦτα καὶ ἤμειψε. καὶ τὸ μὲν, ὃ προσέστη ἄν τισιν, εἰ μὴ Παῦλος ἐβόα, τίθησι ἐπὶ τοῦ Πνεύματος, αἰώνιον Θεὸν καλῶν. τὸ δὲ, ὃ καὶ μὴ μαρτυροῦντος εὔληπτον νομίζειν ἐπὶ τοῦ Πνεύματος, τοῦτο τίθησι μὴ δεδιὼς ἐπὶ τοῦ Πατρὸς, σοφὸν ἀποκαλῶν. οὐ δεδίει, μή τις ἀφέλῃ τῶν πολλῶν, ἣ τὸ σοφὸν ἀπὸ τοῦ Πνεύματος, ἣ τὸ αἰώνιον ἀπὸ τοῦ Πατρός. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Υἱοῦ. τὸ γὰρ, “ χρόνοις αἰωνίοις σεσιγημένου,” καὶ τὸ, “ φανερωρθέντος,” τὸ ἄχρονον κυρύσσει τοῦ Υἱοῦ. περὶ ὃ προσκόπτειν ἔμελλον τινὲς τοῦτο θεραπεύειν. ὥσπερ οὖν ῥηθέντος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αἰωνίου, καὶ τὸν Πατέρα αἰώνιον ἡ ἀκολουθία δίδωσι νοεῖν, οὕτω σοφοῦ ῥηθέντος τοῦ Πατρὸς, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, εἰκότως ἐν ἀρρήτῳ καὶ θεοπρεπεῖ σοφίᾳ νοηθεῖεν ἄν. καὶ οὔτε τὸ αἰώνιον τοῦ Πατρὸς ἀφαιρεθείη, οὔτε τὸ σοφὸν τοῦ Πνεύματος ἢ τοῦ Υἱοῦ ἀποστερεθείη. καὶ τὸ εἰπεῖν δὲ τὸν θεῖον Παῦλον ἐπὶ τοῦ Πατρὸς, ἐνταῦθα σοφῶς συνάψαντα, τὸ, “ μόνῳ,” τῆς ὡς ἀληθῶς ἦν τοῦ Πνεύματος σοφίας, καὶ τῆς ἐκεῖθεν χορηγουμένης Παύλου διανοίας. ἐν τούτῳ γὰρ τέθεικε τὸ, “ μόνῳ,” ἐν ᾧ πᾶσιν ἐστὶν ἀναμφίβολον καὶ τοῖς λίαν φιλονείκοις, ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα οὐκ ἀπεστέρηται τοῦτον. τί τοῦτο ποιήσας; ἵνα ἐν οἷς ἃν ἑτέροις θεοπρεπέσι νοήμασι καὶ ὀνόμασι, τὸ μόνον ἐπισυναπτόμενον ἀκούσῃς, μὴ πρὸς ἀντιδιαστολὴ, τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὴν φωνὴν ἐκλάβοις, ἀλλὰ πρὸς ἀντιδιαστολὴν μὲν τῶν ἄλλων ἁπάντων· ἕνωσιν δὲ καὶ συνάφειαν τῆς μοναρχικῆς τριάδος. ὁ γὰρ ἐνταῦθα τοῦτο νοεῖν φανερῶς ὑποτιθεὶς, καὶ ἐπὶ τῶν παραπλησίων τὴν αὐτὴν ὑπόληψιν ἔχειν διακελεύεται. ἤκουσας σοφὸν τὸν Πατέρα; καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συνεξάκουσον σοφόν. αἰώνιον εἰπον τὸν Υἱὸν ἣ τὸ Πνεῦμα; καὶ τὸν Πατέρα μοι οὕτω νόησον. βασιλέα εἷπον τὸν Πατέρα· δυνατόν· ἐξουσιαστήν· καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα οὕτω δοξάζειν σε χρή. μόνον δὲ εἶπον· καλῶς. ἵνα τῇ μοναδικῇ τριάδι συντηρήσω τὸ ἐξαίρετον. οὐχ ἵνα σχίσας αὐτὴν, ἀφαιρήσω τὸ ἀξίωμα. μόνον ὅταν συνάψω, τἄλλα πάντα διαστέλλω. ἐκείνην δὲ μᾶλλον διὰ τοῦ, μόνον, ἑνοποιῶ. τῆς φυσικῆς σχέσεως οὐ μερίζων τὸ ἀδιάστατον, ἀλλὰ καὶ συσφίγγων τὴν ἑνότητα.

  34. 14.24.3.1

    Δ(??) (sic). Χρὴ δὲ γινώσκειν ὅτι τὸ τοῦ αἰῶνος ὄνομα, πολύσημόν ἐστι. πλεῖστα γὰρ σημαίνει. αἰὼν γὰρ λέγεται καὶ ἡ ἑκάστου ζωή. λέγεται πάλιν αἰὼν καὶ ὁ τῶν χιλίων ἐτῶν χρόνος. πάλιν λέγεται αἰὼν, ὅλος ὁ παρὼν βίος. καὶ αἰὼν, ὁ μέλλων· ὁ μετὰ τὴν ἀνάστασιν ἀτελεύτητος. λέγεται πάλιν αἰὼν, οὐ χρόνος. οὐδὲ χρόνου τί μέρος, ἡλίου φορᾷ καὶ δρόμῳ μετρούμενον, ἤγουν δι’ ἡμερῶν καὶ νυκτῶν συνιστάμενον, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀϊδίοις οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. ὅπερ γὰρ τοῖς ὑπὸ χρόνον ὁ χρόνος, τοῦτο τοῖς ἀιδίοις αἰών. λέγονται μὲν οὑν ἔπτα αἰῶνες του κόσμου τούτου· ἤγουν ἄπο τῆς οὐράνου καὶ γῆς κτίσεως, μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων συντελείας τὲ καὶ ἀναστάσεως. ὄγδοος δὲ αἰὼν, ὁ μέλλων πρὸ δὲ τῆς τοῦ κόσμου συστάσεως, ὅτε οὐδὲ ὁ ἥλιος ἦν, διαιρῶν ἡμέραν ἀπὸ νυκτὸς, οὐκ ἢν αἰὼν μεριστὸς, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀιδίοις, οἱονεὶ χρονικὸν κίνημα καὶ διάστημα. καὶ κατὰ μὲν τοῦτο, εἷς αἰών ἐστι. καθὸ καὶ λέγεται ὁ Θεὸς αἰώνιος καὶ προαιώνιος. καὶ αὐτὸν γὰρ τὸν αἰῶνα αὐτὸς ἐποίησε. μόνος γὰρ ἄναρχος ὣν ὁ Θεὸς, πάντων αὐτός ἐστι ποιητὴς, τῶν τε αἰωνίων καὶ πάντων τῶν ὄντων. λέγονται δὲ αἰῶνες αἰώνων, καθότι οἱ τοῦ παρόντος κόσμου ἑπτὰ αἰῶνες, πολλοὺς αἰῶνας, ἤγουν ζωὰς περιέχουσιν ἀνθρώπων. καὶ ὁ αἰὼν ὁ εἷς, ὃς πάντων τῶν αἰώνων ἐστὶ περιεκτικός. καὶ αἰὼν αἰῶνος λέγεται, ὁ νῦν καὶ ὁ μέλλων. αἰώνιος δὲ ζωὴ καὶ αἰώνιος κόλασις, τὸ ἀτελεύτητον τοῦ μέλλοντος δηλοῖ. οὐδὲ γὰρ μετὰ τὴν ἀνάστασιν ἡμέραις καὶ νυξὶν ὁ χρόνος ἀριθμηθήσεται. ἔσται δὲ μᾶλλον μία ἡμέρα ἀνέοπερος, τοῦ ἡλίου τῆς δικαιοσύνης, τοῖς δικαίοις φαιδρῶς ἐπιλάμποντος. τοῖς δὲ ἁμαρτωλοῖς, νὺξ βαθεῖα ἀπέραντος. πάντων οὖν τῶν αἰώνων εἰς ποιητὴς, ὁ Θεὸς, ὁ καὶ πάντα δημιουργήσας· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.

  35. 14.24.3.2

    Θεοδωρήτου ἐκ τῶν περὶ αἱρέσεωσ. Βαλεντῖνος δὲ καὶ Σεκουνδῖνος, καὶ Μάρκος, καὶ οἱ ἐκείνων διάδοχοι, παμπόλλους αἰῶνας τοῦ δημιουργοῦ πρεσβυτέρους εἶναι φασί. οὐκ ἐκ τῶν θείων λογίων τοῦτο μεμαθηκότες, ἀλλ’ αὐτοὶ τοὺς μύθους συμπλάσαντες. καὶ οὐ συνεῖδον οἱ ἐμβρόντητοι, ὡς ὁ αἰὼν, οὐκ οὐσία τίς ἐστιν ὑφεστῶσα, ἀλλὰ διάστημά τι χρόνου δηλωτικόν. ποτὲ μὲν ἀπείρου, ὅταν περὶ Θεοῦ λέγηται· ποτὲ δὲ τῇ κτίσει συμμέτρου· ἄλλοτε δὲ τῇ ἀνθρωπίνῃ ζωῇ. περὶ γὰρ ἡμῶν φησι ὁ θεῖος Δαβὶδ, “ ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.” περὶ δὲ τῆς κτίσεως ὁ Κύριος λέγει, “ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας “ τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.” περὶ δὲ Θεοῦ τῶν ὅλων πάλιν ὁ μακάριος Δαβὶδ, “ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ “ αἰῶνος σὺ εἶ.” ἀντὶ τοῦ, οὔτε ἀρχὴν οὔτε πέρας ἔχεις. καὶ ἐπειδὴ ὁ αἰὼν διάστημά τι δηλοῖ· ἵνα μή τις ἀνοήτως ὑπολάβῃ, μὴ εἶναι πρὸ τῶν αἰώνων τὸν τῶν ὅλων Θεὸν, ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς ἔφη προφήτης, “ εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει “ αὐτοὺς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.” διάτοι τοῦτο καὶ τῶν αἰώνων ποιητὴν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁ μακάριος εἴρηκε Παῦλος. “ ἐκάλησε γὰρ ὑμᾶς ἐν Υἱῷ,” φησὶν, “ ὃν ἔθηκε κληρο- “ νόμον πάντων. δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.” τὸ δὲ ἐποίησεν, οὐκ οὐσίαν αἰώνων δηλοῖ, ἀλλ’ ὅτι οὐδεὶς τοῦ Θεοῦ τῶν ὅλων πρεαβύτερος. καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ φησὶ, “ τῷ δὲ βασιλεῖ τῶν “ αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς “ τοὺς αἰῶνας, ἀμήν.” οὐκ ἐνυποστάτους τινὰς εἶναι διδάσκων αἰῶνας, ἀλλ’ αἰώνιον τοῦ Θεοῦ κηρύττων τὴν βασίλειαν. καὶ πάλιν ὁ αὐτὸς λέγει Ἀπόστολος, “ σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. “ ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων.” εἰ δὲ τὸ τῆς οἰκονομίας μυστήριον, τῶν αἰώνων, κατὰ τὸν θεῖον ὅρον, πρεσβύτερον, ἀσε- βείας ἐσχάτης τὸ τὸν τῶν ὅλων Θεὸν, νεώτερον τῶν αἰώνων ἀποκαλεῖν.

  36. 15.1.verse.1

    Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν, ἕκαστος ἤμων τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν, πρὸς οἰκοδομήν. καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμὲ.

  37. 15.1.1.1

    Χρυσοστόμου. Ἀποδοὺς τὴν δοξολογίαν, πάλιν ἀπὸ τῆς εὐχῆς, ἐπὶ παραίνεσιν χωρεῖ. πρὸς τοὺς ἰσχυροτέρους τρέπων τὸν λόγον, καὶ λέγων, “ ὀφείλομεν ἡμεῖς.” οὐ χαριζόμεθα. τι ὀφείλομεν; “ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν.” εἶδες πῶς ἐπῆρεν αὐτοὺς τοῖς ἐγκωμίοις; οὐχὶ τῶν δυνατοὺς μόνον εἰπεῖν, ἀλλὰ καὶ τῶ μεθ’ ἑαυτοῦ τάξαι ἐκείνους; οὐ ταύτῃ δὲ μόνῳ, ἀλλὰ καὶ τῷ χρησίμῳ αὐτοὺς ἐπισπᾶται ἀνεπαχθῶς. σὺ μὲν γὰρ δυνατὸς εἶ, φησιν, καὶ καταβαίνων οὐδὲν βλάπτῃ. ἐκείνῳ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος, ἐὰν μὴ διαβαστάζηται. καὶ οὐκ εἶπε τοὺς ἀσθενεῖς, ἀλλὰ “ τὰ ἀσθενήματα τῶν ἀδυνάτων.” εἰς ἔλεον αὐτὴν ἐπισπώμενος. δυνατὸς γέγονας; ἀπόδος τῷ Θεῷ τὴν ἀμοιβὴν, τῷ ποιήσαντί σε τοιοῦτον. ἀποδώσεις δὲ, τὴν ἀσθένειαν τοῦ ἀρρώστου διορθούμενος. καὶ γὰρ ἡμεῖς ἀσθενεῖς ἦμεν, ἀλλ’ ὑπὸ τῆς χάριτος ἐγενόμεθα δυνατοί. τοῦτο δὲ καὶ ἐνταῦθα δεῖ ποιεῖν, καὶ ἐπὶ τῶν ἄλλων ἀσθενῶν· οἷον, ἃν ἀκρόχολος ᾖ τις, ἃν ὑβριστὴς, ἃν ἄλλο τι τοιοῦτον ἔχῃ ἐλάττωμα, διαβάσταζε.

  38. 15.1.1.2

    Ἐκ τῶν ἀεκητικῶν. Βαστάζειν δὲ ἐστὶ, τὸ αἴρειν καὶ θεραπεύειν. κατὰ τὸ γεγραμμένον, “ ὅτι αὐτὸς τὰς ἀσθενείας ἡμῶν “ ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν.” οὐκ ἐν τῶ εἰς ἑαυτὸν ἀποδέχεσθαι ταύτας, ἀλλ’ ἐπὶ τῷ τοὺς πάσχοντας θεραπεύειν. καὶ ἐνταῦθα ὁ τῆς μετανοίας τρόπος καὶ λόγος ἐφαρμόσει, δι’ οὗ θεραπευθήσονται ἐκ τῆς τῶν ἀρρενωπῶν ἐπιμελείας, οἱ ἀδύνατοι.

  39. 15.1.1.3

    Χρυσοστόμου. Εἰπὼν δὲ “ ὀφείλομεν βαστάζειν,” ἐπήγαγε, “ καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν, πρὸς οἰκοδομήν. ὃ δὲ λέγει, τοῦτό ἐστι. δυνατὸς εἶ; λαμβανέτω σου πεῖραν τῆς δυνάμεως ὁ ἀσθενής. ἐκεῖνος μανθανέτω σου τὴν ἰσχύν. ἐκείνῳ ἄρεσον. καὶ οὐχ ἁπλῶς εἶπεν ἄρεσον, ἀλλ’ εἰς τὸ ἀγαθόν. καὶ οὐδὲ ἁπλῶς εἰς τὸ ἀγαθόν. ἵνα μὴ λέγῃ ὁ τέλειος, ἰδοὺ γὰρ εἰς τὸ ἀγαθὸν ἕλκω, ἀλλὰ προσέθηκε, “ πρὸς οἰκοδομήν.” ὥστε κἂν πλουτῇς, κἂν ἐν δυναστείᾳ ᾖς, μὴ σαυτῷ, ἀλλὰ τῷ πένητι καὶ τῷ δεομένῳ ἄρεσκε. καὶ παρὰ πάντων τοῦτο ἀπαιτεῖ. οὐ γὰρ εἶπεν ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ’ “ ἕκαστος ἡμῶν·” εἶτα ἐπειδὴ μέγα ἐπέταξε, καὶ τῆς οἰκείας ἐκέλευσε καθυφεῖναι τελειότητος, εἰς τὸ διορθῶσαι τὴν ἑτέρου ἀσθένειαν, πάλιν τὸν Χριστὸν εἰς μέσον ἄγει λέγων, “καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν.” ὅπερ καὶ ἀεὶ ποιεῖ, ὅταν εἴς τι προτρέπηται ἀγαθόν. τί δέ ἐστιν “ οὐχ ἑαυτῷ ἤρεσεν ” ἐξῆν αὐτῷ μὴ ὀνειδισθῆναι, ἐξῆν μὴ παθεῖν ἃ ἔπαθεν. εἰ γὰρ ἤθελεν, ἐσκόπει ἃν τὸ ἑαυτοῦ. ἀλλ’ ὅμως, οὐκ ἠθέλησεν· ἀλλὰ τὸ ἡμέτερον σκοπήσας, τὸ ἑαυτοῦ παρεῖδε. καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ἑαυτὸν ἐκένωσεω; ὅτι οὐ τοῦτο ἐβούλετο δεῖξαι μόνον, ὅτι ἄνθρωπος γέγονεν, ἀλλ’ ὅτι καὶ ὑβρίσθη, καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν, ἀσθενὲς εἰναι νομισθείς. “ εἰ γὰρ υἱὸς εἶ τοῦ Θεοῦ,” φησιν, “ κατά- “ βῆθι ἀπὸ τοῦ σταυροῦ.” καὶ, “ ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται “ σῶσαι.” διὸ πράγματος ἐμνημόνευσεν, εἰς τὴν παροῦσαν ὑπόθεσιν αὐτῷ χρησιμεύοντος. καὶ δείκνυσι πολλῷ πλέον οὗ ἐπηγγείλατο. οὐ γὰρ τὸν Χριστὸν δείκνυσιν ὀνειδισθέντα μόνον, ἀλλὰ καὶ τὸν Πατέρα, “ οἱ ὀνειδισμοὶ γὰρ τῶν ὀνειδιζόντων σε,” φησὶν, “ ἐπέπεσον ἐπ’ ἐμέ. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. οὐδὲν συνέβη καινόν. οἱ γὰρ ἐπὶ τῆς παλαιᾶς μελετήσαντες αὐτὸν ὀνειδίζειν, οὗτοι καὶ κατὰ τοῦ παιδὸς ἐμάνησαν.

  40. 15.1.2.1

    Γενναδίου. Διττὴν δὲ τοῦτο τὴν διάνοιαν ἔχει. δύναται γὰρ πρὸς τὸν Πατέρα καὶ Θεὸν παρὰ τοῦ Υἱοῦ εἰρῆσθαι. καὶ ὡς οἰκειουμένου τοῦ μονογενοῦς τὰς παρὰ τῶν ἀνθρώπων εἰς τὸν ἑαυτοῦ πατέρα βλασφημίας, καὶ ὡς τὴν τῶν βλασφημούντων τὸν Θεὸν ἀνθρώπων κόλασιν, ὑπὲρ ὧν ἐβλασφήμουν αὐτὸν, εἰς ἑαυτὸν ἀναδεξαμένου.

  41. 15.1.3.1

    Ἀποστόλου. Πλὴν οὐχ ᾗ Θεὸς ἐστὶ, φέρει τι τῶν μὴ ἀρεσκόντων ἑαυτῷ ὁ Χριστός. οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι Θεοῦ, καὶ λυπῆσαι Θεὸν, ἰσχύσειεν ἄν. ἵνα δὴ καὶ λέγωμεν, ὡς οὐκ ἤρεσεν ἑαυτῷ· ἀλλὰ καθ’ ὅσον ἐκοινώνησε τοῦ ἀνθρωπείου, τοῦ καὶ ἀηθῶς πρός τι διατεθῆναι δυναμένου, κατὰ τοῦτο οὐκ ἤρεσεν ἑαυτῷ, τοὺς ἐνοχλοῦντας μετελθὼν ἣ ἀπωσάμενος, ἀλλ’ ὑπέμεινεν. ἀρέσκειν δὲ παραινέσας τῷ πλησίον, ἀναγκαίως προσέθηκεν, “ εἰς “ τὸ ἀγαθόν.” οὐκέτι γὰρ τοῦτο ἀνθρωπαρεσκία. ἀνθρωπαρεσκία δὲ, τὸ καθ’ ἡδονὴν τι πράττειν ἀνθρώπων.

  42. 15.4.verse.1

    Ὁσα γὰρ προεγράφη, εἰς διδασκαλίαν ἡμῶν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.

  43. 15.4.1.1

    Χρυσοστόμου. Ἐνταῦθα αὐτοὺς καὶ εἰς πειρασμῶν ὑπομονὴν ἀλείφει λοιπόν. ταῦτα λέγων, πρὸς ἡμετέραν διδασκαλίαν γέγραπται, ἵνα νευρούμενοι καὶ παρακαλούμενοι παρὰ τῶν γραφῶν, υπομονὴν ἐπιδειξώμεθα. ἵνα ἐν ὑπομονῇ ζῶντες, μένωμεν ἐπὶ τῆς ἐλπίδος. ταῦτα γὰρ ἀλλήλων ἐστὶ κατασκευαστικά. ἡ ὑπομονὴ, τῆς ἐλπίδος· ἡ ἐλπὶς, τῆς ὑπομονῆς. ἅπερ ἀμφότερα ἀπὸ τῶν γραφῶν γίνεται.

  44. 15.5.verse.1

    Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, δώῃ ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

  45. 15.5.1.1

    Χρυσοστόμου. Πάλιν εἰς εὐχὴν τρέπει τὸν λόγον. ἐπειδὴ γὰρ εἶπε τὰ παρ’ ἑαυτοῦ, καὶ τὰ ὑποδείγματα τέθεικε τοῦ Χριστοῦ, καὶ τὴν ἀπὸ τῶν γραφῶν προσέθηκε μαρτυρίαν· δεικνὺς ὅτι μετὰ τῶν γραφῶν, καὶ αὐτὸς πάλιν δίδωσι τὴν ὑπομονήν. “ ὁ Θεὸς,” φησὶ, “ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, δώῃ ὑμῖν ἐν ἀλλή- “ λοις τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν. τοῦτο γάρ ἐστιν ἀγάπης. ἴνα ὃ πέρι ἑαυτοῦ τίς φρονῇ, τοῦτο καὶ πέρι τοῦ ἄλλοι εἶτα πάλιν δεικνὺς ὅτι οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἐπήγαγε, “ κατὰ “ Χριστὸν Ιησοῦν.” ἐπειδὴ ἔστι καὶ ἕτερα ἀγάπη. καὶ τι τὸ κέρδος τῆς συμφωνίας, “ ἵνα ὁμοθυμαδὸν,” φησὶν, “ ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” οὐκ εἶπεν ἁπλῶς “ ἐν ἑνὶ στόματι,” ἀλλὰ καὶ μιᾷ ψυχῇ.

  46. 15.5.1.2

    Τοῦ θεολόγου ἐκ τοῦ περὶ γἱοῦ δευτέρου λογου. Πλὴν ὅταν ἀκούσῃς, ὁ Θεὸς τοῦ σώζειν, ἣ ἐκδικήσεων, ἣ εἰρήνης, ἣ δικαιοσύνης ἣ τῶν τοιούτων· ἣ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ παντὸς Ἰσραὴλ, τοῦ πνευματικοῦ καὶ ὁρῶντος Θεὸν, ταῦτα τῆς οἰκονομίας εἶναι ἡγοῦ. ἐπειδὴ γὰρ τρισὶ τούτοις διοικούμεθα, δέει τὲ τιμωρίας καὶ σωτηρίας ἐλπίδι, πρὸς δὲ, καὶ δόξης, καὶ ἀσκήσει τῶν ἀρετῶν, ἐξ ὧν ταῦτα, τὸ μὲν τῶν ἐκδικήσεων ὄνομα, οἰκονομεῖ τὸν φόβον· τὸ δὲ τῶν σωτηριῶν, τὴν ἐλπίδα· τὸ δὲ τῶν ἀρετῶν, τὴν ἄσκησιν. ἱν ὡς τὸν Θεὸν ἐν ἑαυτῷ φέρων, ὁ τούτων τι κατορθῶν, μᾶλλον ἐπείγηται πρὸς τὸ τέλειον καὶ τὴν ἐξ ἀρετῶν οἰκείωσιν.

  47. 15.5.2.1

    Γενναδίου. Θεὸν δὲ ὑπομονῆς καὶ παρακλήσεως λέγει, τὸν τὴν ὑπομονὴν καὶ παράκλησιν χαριζόμενον. ὡς καὶ Θεὸν ἐλέους, καὶ Θεὸν οἰκτιρμῶν. τὸ δὲ, “ δώῃ ὑμῖν τὸ αὐτὸ φρονεῖν κατὰ “ Χριστὸν Ἰησοῦν,” ἀντὶ τοῦ, μηκέτι κατὰ τὰ παλαιὰ τῶν πατέρων ὑμῶν ἔθη διαιρουμένους, ἀλλ’ ἑνουμένους κατὰ τὸν οὐράνιον ἄνθρωπον. τὸ δὲ, “ τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ “ Χριστοῦ,” ἵνα εἴπῃ τὸν Θεόν. ὃς ὅτιπερ εἰς υἱοθεσίαν ἡμᾶς προσεκαλέσατο, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐπιστώσατο περὶ τὸν Υἱὸν αὐτοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, πρῶτον τοῦτο διοικησάμενος. τὸ μέντοι δώῃ ὑμῖν ὁ Θεὸς, ἵνα ὁμοθυμαδὸν δοξάζητε τὸν Θεὸν, οὐ περὶ ἄλλου καὶ ἄλλου σημαίνων ἔφη Θεοῦ πολλαπλῶς, ἀλλ’ ἐν τῷ δευτέρῳ πάλιν ἀντὶ τῆς ἀντωνυμίας τὸ αὐτὸ τέθεικεν ὄνομα. ἦν δ’ ἃν σαφέστερον οὕτω λεχθέν· δώῃ ὑμῖν ὁ Θεὸς τὸ αὐτὸ φρονεῖν, ἵνα ὁμοθυμαδὸν δοξάζητε αὐτόν. νῦν δὲ ἀντὶ τοῦ, αὐτὸν, τέθεικε τὸν Θεόν· ὅπερ ἰδίωμα τῆς γραφῆς. ὡς τὸ, “ ἔβρεξε Κύριος παρὰ Κυρίου.” τουτέστι, παρ’ ἑαυτοῦ. καὶ τὸ, δώῃ αὐτῷ Κύριος εὑρεῖν ἔλεον παρὰ Κυρίου. καὶ τὸ, “ ἡ δικαιοσύνη “ σου ὡς ὄρη Θεοῦ.” καὶ ὅσα τοιαῦτα.

  48. 15.5.3.1

    Θεοδωρήτου. Ἡμῶν γεμὴν Θεὸν, ἐκάλεσε τὸν Θεόν τοῦ δὲ Κυρίου Ἰησοῦ τὸν Πατέρα.

  49. 15.7.verse.1

    Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἡμᾶς προσελάβετο, εἰς δόξαν Θεοῦ.

  50. 15.7.1.1

    Χρυσοστόμου. Πάλιν ἐντεῦθεν τῆς αὐτῆς παραινέσεως ἔχεται. καὶ πάλιν τὸ παράδειγμα ἄνωθεν, καὶ τὸ κέρδος, ἄφατον. μάλιστα γὰρ τὸν Θεὸν τοῦτο δοξάζει, τὸ συμπεφράχθαι. ὥστε κἂν ἄγαν ὑπὲρ αὐτοῦ διαστασιάζῃς πρὸς τὸν ἀδελφὸν, ἐννοήσας ὅτι κατα- λύσας τὴν ὀργὴν, τὸν δεσπότην σου δοξάζεις· κἂν εἰ μὴ διὰ τὸν ἀδελφὸν, δι’ αὐτὸ γοῦν τοῦτο καταλλάγηθι. τὸ δὲ ὑπερβατὸν, οὕτως. προσλαμβάνεσθε ἀλλήλους εἰς δόξαν Θεοῦ.

  51. 15.8.verse.1

    Λέγω δὲ, Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν, καθὼς γέγραπται, διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. καὶ πάλιν λέγει, εὐφράνθητε ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. καὶ πάλιν, αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. καὶ πάλιν Ἡσαΐας λέγει, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσιν.

  52. 15.8.1.1

    Χρυσοστόμου. Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας ἡμῖν διαλέγεται. ἔτι τοῦ αὐτοῦ κεφαλαίου ἐχόμενος, καὶ δεικνὺς ὅσα ἐποίησεν ὕπερ ἤμων, καὶ ὅπως, οὐχ ἑαυτῷ ἤρεσε. καὶ μέτα τούτου κἀκεῖνο κατασκευάζει, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφείλεται τῷ Θεῷ· εἰ δὲ μειζόνων εἰσὶν ὀφείλεται, δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἀσθενεῖς, τοὺς ἐξ Ἰουδαίων. ἐπειδὴ γὰρ σφοδρῶς ἐκείνων καθήψατο· ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει πάλιν αὐτῶν τὴν ἀπόνοιαν. ἐκείνοις μὲν γὰρ ἐξ ἐπαγγελίων πατέρων δείκνυσιν ἀγαθὰ τὰ διδόμενα. τοῖς δὲ ἐξ ἐθνῶν, ἐξ ἐλέους καὶ φιλανθρωπίας μόνης. διὸ καὶ ἔλεγε, “ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν “ Θεόν. ” ἵνα δὲ σαφέστερον γένηται τὸ γενόμενον, αὐτῶν πάλιν ἄξιον ἀκοῦσαι τῶν ῥημάτων, ἵνα μάθῃς τι ἐστι τὸ “ ὑπὲρ ἀληθείας Θεοῦ “ γεγενῆσθαι τὸν Χριστὸν διάκονον περιτομῆς, εἰς τὸ βεβαιῶσαι “ τὰς ἐπαγγελίας τῶν πατέρων.” τι ποτ’ οὖν ἐστι τὸ εἰρημένον; ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη ἡ λέγουσα, “ σοι “ δώσω τὴν γῆν καὶ τῷ σπέρματι σου.” καὶ “ ἐν τῷ σπέρματι “ σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη. ” ἀλλ’ ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος Ἀβραὰμ ἅπαντες. ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόμενος, καὶ τῆς ἐπαγγελιας ἐκείνης ἀπεστέρει λοιπὸν τῆς τῶν πατέρων. παραγενόμενος τοίνυν ὁ Υἱὸς, συνέπραξε τῷ Πατρὶ εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας ἀληθεῦσαι, καὶ εἰς τέλος ἐξελθεῖν. πάντα γὰρ τὸν νόμον πληρώσας, ἐν ᾧτ’ κατεδέξατο καὶ περιτομήν· καὶ ταύτῃ, καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφῆκε διαπεσεῖν τὴν ἐπαγγελίαν. ὅταν οὖν λέγῃ “ διάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς, καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, ἔπαυσε τοῦ Θεοῦ τὴν ὀργὴν, ἐπιτηδείους λοιπὸν ἐποίησε τοὺς μέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν, ἅπαξ ἀπαλλαγέντας τοῦ προσκεκρουκέναι. ἵνα οὖν μὴ λέγωσιν οὗτοι οἱ ἐγκαλούμενοι, πῶς οὖν ὁ Χριστὸς περιετέμνετο, καὶ πάντα ἐφύλαττε τὸν νόμον; εἰς τοὐνατίον αὐτὸ περιτρέπει. οὐ γὰρ ἵνα μένῃ ὁ νόμος τοῦτο ἐποίησε, φησίν. ἀλλ’ ἵνα αὐτὸν λύσῃ, καὶ σὲ ἀπαλλάξῃ τῆς ἐκείνου κατάρας, καὶ ἐλευθερώσῃ καθόλου τῆς ἀρχῆς τῆς ἐκείνου. ἐπειδὴ γὰρ σὺ παρέβης τὸν νόμον, διὰ τοῦτο ἐκεῖνος ἐπλήρωσεν. οὐχ ἵνα σὺ πληρώσῃς, ἀλλ’ ἵνα σοὶ τὰς ἐπαγγελίας βεβαιώσῃ τὰς πρὸ; τοὺς πατέρας, ἃς ὁ νόμος διαπεσεῖν ἐποίει. δεικνύς σε προσκεκρουκότα· καὶ τῆς κληρονομίας ὄντα ἀνάξιον. ὥστε καὶ σὺ κατὰ χάριν ἐσώθης· καὶ γὰρ ἀποβεβλημένος ἦς.

  53. 15.8.1.2

    Μὴ τοίνυν στασίαζε, μὴ δὲ φιλονείκει· ἀντεχόμενος ἀκαίρως τοῦ νόμου. ὃς καὶ τῆς ἐπαγγελίας ἐξέβαλεν ἃν, εἰ μὴ τισαῦτα ἔπαθεν ὑπὲρ σοῦ ὁ Χριστός. ἔπαθε δὲ ταῦτα, οὐκ ἐπειδὴ ἄξιος σὺ σωτηρίας ἦς, ἀλλ’ ὥστε ἀληθεῦσαι τὸν Θεόν. εἶτα ἵνα μὴ τοῦτο φυσήσῃ τὸν ἐξ ἐθνῶν, φησὶν, “ τὰ δὲ ἔθνη ὑπὲρ “ ἐλέους δοξάσαι τὸν Θεόν. ὃ δὲ λέγει, τοῦτό ἐστιν. οἱ μὲν ἐξ Ιουδαίων, κἂν ἐπαγγελίας εἶχον, εἰ καὶ ἀνάξιοι ἦσαν. σὺ δὲ οὐδὲ τοῦτο, ἀλλ’ ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης. εἰ καὶ τὰ μάλιστα οὐδ’ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας, εἰ μὴ παρεγένετο Χριστός. ἀλλ’ ὅμως, ἵνα αὐτοὺς κεράσῃ, καὶ μὴ συγχωρήσῃ κατεξανίστασθαι τῶν ἀσθενῶν, μέμνηται τῶν ἐπαγγελιῶν. περὶ δὲ τούτων φησὶ ὅτι ἐλέῳ ἐσώθησαν μόνῳ. διὸ καὶ δίκαιοι ἃν εἶεν μάλιστα δοξάζειν τὸν Θεόν. δόξα δὲ Θεοῦ, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμοθυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾶν ἀπορρηγνύμενον τὸ μέλος. εἶτα καὶ μαρτυρίας ἐπάγει ἐν αἷς δείκνυσιν, ὅτι δεῖ συῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν, καὶ δοξάζειν ὁμοῦ τὸν Θεόν. διὰ τούτων δὲ καὶ τὸν ἐξ Ἰουδαίων καταστέλλει. ἵνα μὴ ἐπαίρηται κατὰ τούτου· τῶν προφητῶν πάντων τούτους καλούντων, καὶ τὸν ἐξ ἐθνῶν πείθει μετριάζειν, τῷ δεῖξαι πλείονος ὑπεύθυνον ὄντα χάριτος.

  54. 15.8.2.1

    Θεοδωρήτου. Ἐπειδὴ γὰρ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες, καὶ τοῦ Κυρίου τὴν περιτομὴν προεβάλλοντο, λέγοντες καὶ αὐτὸν τὴν κατὰ νόμον ἀσπάσασθαι πολιτείαν, προὔργου νενόμικεν ὁ θεῖος Ἀπόστολος καὶ περὶ τούτου τὰ προσήκοντα γράψαι, λέγων, ὡς ὑπέσχετο τῷ Ἁβραὰμ ὁ τῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν τὰ ἔθνη. ἐδέξατο δὲ καὶ αὐτὸς ὁ πατριάρχης καὶ πᾶν τὸ ἐκείνου γένος, τῆς περιτομῆς τὸ σημεῖον. ἔδει τοίνυν καὶ τὸν ἐκείνου σπέρμα κατὰ σάρκα προσαγορευόιαενον, καὶ τοῖς ἔθνεσι τὴν εὐλογίαν πηγάζοντα, ἔχειν τὸ σημεῖον τῆς συγγενείας. ἵνα δειχθῇ σαφῶς ἡ τῆς θείας ἐπαγγελίας ἀλήθεια, καὶ τὰ ἔθνη τὴν χάριν δεξάμενα, ὑμνήσῃ τῆς φιλανθρωπίας τὸν χορηγόν.

  55. 15.8.3.1

    Κυρίλλου. Ἐπειδὴ οὖν τοῖς Ἰουδαίων πατράσι προεπήγγελται Θεὸς, ὅτι εὐλογήσει τὸ ἐξ αὐτῶν ἐσόμενον σπέρμα, καὶ θήσει ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ταύτῃ τοι πέφηνεν ἐν σαρκὶ, καὶ γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων ὁ Λόγος. ἦλθε δὲ εἰς τόνδε τὸν κόσμον μετὰ σαρκός. πλὴν οὐ διακονηθῆναι, καθὰ φησὶν αὐτὸς, ἀλλὰ διακονῆσαι· ὡμολόγει γε μὴν ἀφῖχθαι σαφῶς, ἵνα πληρώσῃ τῷ Ἰσραὴλ τὴν ὑπόσχεσιν. ἔφασκε γὰρ “ οὐκ ἀπεστάλην, εἰ μὴ “ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.” οὐκοῦν οὐ ψευδοεπήσει λέγων ὁ Παῦλος, διάκονον αὐτὸν γεγενῆσθαι περιτομῆς, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τεθεῖσθαι τε πρὸς τούτῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ εἰς ἔλεον τοῖς ἐξ ἐθνῶν, ἵνα καὶ αὐτοὶ δοξάσειαν, ὡς τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην, τὸν σωτῆρα τὲ καὶ λυτρωτήν.

  56. 15.8.3.2

    Δυνατὸν δὲ τὸ, διάκονον γεγενῆσθαι περιτομῆς, καὶ ἀντὶ τοῦ, διάκονον τῶν Ἰουδαίων νοῆσαι, τουτέστιν ὑπὲρ τοῦ, τοὺς Ἰουδαίους ἐντὸς γενέσθαι τῶν ἐπαγγελιῶν. ἵνα καὶ ὁ ταύτας ἐπαγγειλάμενος Πατὴρ ἀληθεύῃ.

  57. 15.13.verse.1

    Ὁ δὲ Θεὸς τῆς εἰρήνης πληρῶσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος Ἁγίου.

  58. 15.13.1.1

    Χρυσοστόμου. Πάλιν ἐπὶ εὐχὴν κατακλείει τὸν λόγον, λέγων, ἀπαλλαγείητε τῆς πρὸς ἀλλήλους ἀθυμίας, καὶ μὴ καταβληθείητε ποτὲ ὑπὸ τῶν πειρασμῶν. τοῦτο δέ ἐστιν ἐν τῷ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι. τοῦτο γὰρ πάντων αἴτιον τῶν ἀγαθῶν. τοῦτο δὲ ἀπὸ Πνεύματος ἔσται Ἁγίου. ἀλλ’ οὐχ ἁπλῶς ἀπὸ Πνεύματος, ἀλλ’ ἐὰν καὶ τὰ παρ’ ἡμῶν εἰσενέγκωμεν. διὰ τοῦτο φησὶν, “ ἐν τῷ πιστεύειν.” οὕτω γὰρ δύνασθε πληρωθῆναι χαρᾶς· ἐὰν πιστεύσητε, ἐὰν ἐλπίζητε. ἀλλ’ οὐκ εἶπεν, ἐὰν ἐλπίζητε. ἀλλ’ “ ἐὰν περισσεύητε ἐν τῇ ἐλπίδι.” ὥστε μὴ μόνον παραμυθίαν εὑρεῖν τᾶν δεινῶν, ἀλλὰ καὶ χαρὰν ἔχειν διὰ τὴν περιουσίαν τῆς πίστεως καὶ τῆς ἐλπίδος· οὕτω γὰρ καὶ τὸ πνεῦμα ἐπισπάσεσθε. κἀκείνου παραγενομένου, τὰ ἀγαθὰ διατηρήσετε πάντα.

  59. 15.13.2.1

    Θεοδωρήτου. Διὰ τοῦτο δὲ Θεὸν ἐλπίδος τὸν Θεὸν προσαγορεύει, ὡς ἄνωθεν μὲν δεδωκότα τοῖς ἔθνεσι τὴν ἐλπίδα τῆς εὐλογίας, τοῖς ἔργοις δὲ, τὴν ὑπόσχεσιν βεβαιώσαντα. τοῦτο δὲ τῶν ἐλπιζομένων ἔστιν ἐνέχυρον ἀγαθῶν. ὁ γὰρ ἐκεῖνα ὑποσχόμενος, εἶτα πληρώσας, πληρώσει πάντως καὶ ἃ νῦν ἡμῖν ἐπηγγείλατο. κελεύει δὲ ἡμᾶς οὐ μόνον ἐλπίζειν, ἀλλὰ καὶ περισσεύειν ἐν τῇ ἐλπίδι. τουτέστιν, εἰλικρινῶς ἐλπίζειν, καὶ νομίζειν ὁρᾶν τὰ ἐλπιζόμενα ἀγαθά. τοῦτο δὲ ἔφη παρέχειν τὴν τοῦ Πνεύματος χάριν.

  60. 15.14.verse.1

    Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ ἐστὲ μεστοὶ ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.

  61. 15.14.1.1

    Χρυσοστόμου. Εἶπεν ὅτι “ ἐφ’ ὅσον ἐθνῶν εἰμὶ Ἀπόστολος, τὴν “ διακονίαν μου δοξάζω.” εἶπεν ὅτι “ μήπως οὐδὲ σοῦ φείσηται.” εἶπεν ὅτι “ μὴ γίνησθε φρόνιμοι παρ’ ἑαυτοῖς.” καὶ πάλιν· “ σὺ τί κρίνεις τὸν ἀδελφόν; καὶ “τίις εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην; καὶ ἕτερα πολλῷ πλείω τοιαῦτα. ἐπεὶ οὑν πολλαχοῦ τραχύτερον τὸν λόγον ἐποίησε, θεραπεύει λοιπόν. καὶ ὅπερ ἀρχόμενος ἔλεγε, τοῦτο καὶ τελευτῶν. ἀρχόμενος μὲν ἔλεγεν· “ εὐχαριστῶ τῷ Θεῷ “ μοῦ, ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν “ ὅλῳ τῷ κόσμῳ.” ἐνταῦθα δὲ, “ πέπεισμαι,” φησὶν, “ ὅτι καὶ “ αὐτοὶ ἐστὲ ἀγαθωσύνης μεστοὶ, δυνάμενοι καὶ ἄλλους νουθε- “ τεῖν.” ὅπερ πλέον ἔστιν ἐκείνου. καὶ οὐκ εἶπεν ἤκουσα, ἀλλὰ πεπεισμαι,” και ου δεομαι παρ’ ἑτέρου μαθεῖν. “ καὶ αὐτὸς ἐγὼ φησιν, τουτέστιν, ὁ ἐπιτιμῶν, ὁ ἐγκαλῶν. τὸ δὲ “ μεστοὶ ἐστὲ “ ἀγαθωσύνης,” πρὸς τὴν μικροῦ γενομένην παραίνεσιν. ὡς ἃν εἰ ἔλεγεν, ὅτι οὐχ ὡς ὠμοῖς, οὐδὲ μισαδέλφοις ταῦτα παρῄνεσα προσλαμβάνεσθαι καὶ μὴ ἐᾷν, μὴ δὲ καταλύειν τὸ ἔργον τοῦ Θεοῦ. οἶδα γὰρ ὅτι μεστοὶ ἐστε ἀγαθωσύνης. δοκεῖ δέ μοι ἐνταῦθα καὶ ὁλόκληρον τὴν ἀρετὴν οὕτω καλεῖν. καὶ οὐκ εἶπεν ἔχετε, ἀλλὰ “ μεστοὶ ἐστέ.” καὶ τὸ ἑξῆς, μετὰ τῆς αὐτῆς ἐπιτάσεως, “ πε- “ πληρωμένοι πάσης γνώσεως. τί γὰρ εἰ φιλόστοργοι μὲν ἦσαν, οὐκ ἦσαν δὲ εἰδότες πῶς δεῖ τοῖς φιλουμένοις κεχρῆσθαι; διὰ τοῦτο προσέθηκε, “ πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.” οὐχὶ μόνον μανθάνειν, ἀλλὰ καὶ διδάσκειν.

  62. 15.15.verse.1

    Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναι με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.

  63. 15.15.1.1

    Χρυσοστόμου. Ὄρα Παύλου σοφίαν, ὅρα σύνεσιν. πῶς καὶ βαθεῖαν ἔδωκε τὴν τομὴν ἐν τοῖς ἔμπροσθεν. καὶ ἐπειδὴ κατώρθωσεν ὅπερ ἠβούλετο, πολλῇ κέχρηται τῇ θεραπείᾳ πάλιν. ἱκανὸν γὰρ καὶ χωρὶς τῶν εἰρημένων, αὐτὸ τοῦτο τὸ ὁμολογῆσαι τετολμηκεναι, χαλάσαι αὐτῶν τὸν τόνον. καὶ πανταχοῦ τῶν ἐπιστολῶν τοῦτο εὕροι τίς ἃν τὸ θεώρημα δαψιλές. ἐνταῦθα δὲ, καὶ μειζόνως. καὶ γὰρ ἐν ἀξιώματι ἦσαν πλείονι, καὶ ἔδει φλεγμαίνουσαν αὐτῶν τὴν διάνοιαν καταστέλλειν, μὴ τῷ στύφειν μόνον, ἀλλὰ καὶ τῷ χαλᾶν. καὶ γὰρ διαφόρως αὐτὸ ποιεῖ. διὸ καὶ ἐνταῦθα φησί. “ τολμηρότερον ὑμῖν ἔγραψα.” καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ προσέθηκεν “ ἀπὸ μέρους.” τουτέστιν, ἠρέμα. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ τι φησίν; “ ὡς ἐπαναμιμνήσκων ὑμᾶς.” οὐκ εἶπε διδάσκων, οὐδὲ ἀναμιμνήσκων, ἀλλ’ “ ἐπαναμιμνήσκων.” τουτέστι, μικρόν τι ἀναμιμνήσκων. καὶ ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ διδασκαλικοῦ, ὡς ἀδελφοῖς διαλέγεται καὶ φίλοις, καὶ ὁμοτίμοις, ὃ δὴ μάλιστά ἐστι διδασκάλου, τὸ ποικίλλειν τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. ὅρα γοὐν πῶς εἰπὼν ὅτι “ τολμηρότερον ἔγραψα,” καὶ ὅτι ἄπο μέρους καὶ ὅτι ὡς ἐπαναμιμνήσκων. οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ ταπεινότερον ἔτι ποιῶν τὸν λόγον, ἐπήγαγε, “ διὰ “ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ.” ὃ καὶ ἀρχόμενος ἔλεγεν, “ ὀφειλέτης εἰμί.” ὡς ἂν εἰ ἔλεγεν, οὐκ ἐμαυτῷ ἥρπασα τὴν τιμὴν, οὐδὲ ἐπεπήδασα τούτῳ πρῶτος, ἀλλ’ ὁ Θεὸς τοῦτο ἐπέταξε· καὶ τοῦτο κατὰ χάριν, οὐχ ὡς ἄξιον εἰς τοῦτο ἀφορίσας. μὴ τοίνυν τραχύνεσθε. οὐ γὰρ ἐγὼ κατεξανίσταμαι. ὁ Θεός ἐστιν ὁ ἐπιτάττων. εἰπὼν δὲ “ διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ “ Θεοῦ,” ἐπήγαγεν, “ εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ “ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ.” λειτουργίαν δὲ καὶ ἱερουργίαν, τὴν ἑαυτοῦ διακονίαν καλεῖ. αὕτη μοι φησὶ ἡ ἱερωσύνη, τὸ κηρύττειν καὶ καταγγέλλειν. ταύτην προσφέρω τὴν θυσίαν ἱερεῖ δὲ οὐδεὶς ἂν ἐγκαλέσειε τὸ θῦμα σπουδάζοντι ἄμωμον προσενεγκεῖν. ταῦτα δὲ ἔλεγεν, ἅμα καὶ τούτων πτερῶν τὰ φρονήματα, καὶ δεικνὺς, θυσίαν ὄντας, καὶ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπολογούμενος, ὅτι τοῦτο ἐπιτέτακται. καὶ ἡ αἰτία, οὐχ ἵνα ἐγώ, φησιν, δοξασθῶ, οὐχ ἵνα λαμπρὸς φανῶ, ἀλλ’ “ ἵνα ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος γένηται, ἡγιασμένη “ ἐν Πνεύματι Ἁγίῳ.” τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων ἵνα δεχθῶσιν. οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς εἰς τοῦτο ἡγαγεν, ὅσον ὑμῶν κηδόμενος. καὶ πῶς ἃν γένοιτο εὐπρόσδεκτος; ἐν Πνεύματι Ἁγίῳ. οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ πολιτείας πνευματικῆς. ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἅπαξ. οὐ γὰρ ξύλα καὶ πῦρ, οὐδὲ βωμὸς καὶ μάχαιρα, ἀλλὰ πνευματικὰ πάντα παρ’ ἡμῖν. διὰ τοῦτο πάντα ποιῶ, ἵνα μὴ σβεσθῇ ἐκεῖνο τὸ πῦρ. τοῦτο γὰρ καὶ ἐπιτέταγμαι. τί οὖν τοῖς μὴ δεομένοις λέγεις; δι’ αὐτὸ δὴ τοῦτο οὐ διδάσκω, ἀλλ’ ἀναμιμνήσκω φησί. καθάπερ ὁ ἱερεὺς παρέστηκε τὸ πῦρ ἀνακαίων, οὕτω καὶ ἐγὼ τὴν προθυμίαν ὑμῶν διεγείρων, καὶ ὅρα, οὐκ εἶπεν ἵνα γένηται ἡ προσφορὰ ὑμῶν, ἀλλὰ τῶν ἐθνῶν. ὅταν δὲ εἴπῃ “ τῶν ἐθνῶν,” τὴν οἰκουμένην λέγει πᾶσαν· καταστέλλων ἐκείνων τὰ φρονήματα, ὥστε μὴ ἀπαξιῶσαι διδάσκαλον σχεῖν, τὸν πρὸς τὰ πέρατα τῆς οἰκουμένης τεινομενον.

  64. 15.15.2.1

    Θεοδωρήτου. Ἱερουργίαν μὲν οὖν ἐκάλεσε τὸ εὐαγγέλιον. τὴν δὲ γνησίαν πίστιν, εὐπρόσδεκτον προσφοράν. τὸ δὲ “ τολμηρό- “τερον ἔγραψα ὑμῖν ἀπὸ μέρους,” οὕτω τίς ἐξελάβετο. ἡ ἐπικει. μένη μοι ἀνάγκη. καὶ σφοδρότερον καὶ ἀκριβέστερον γράφειν ἀπαιτεῖ. ἐγὼ δὲ ἐτόλμησα καὶ τῆς ἀκριβείας καθυφεῖναι, καὶ οὐχ ὡς διδάσκαλος γράφειν, ἀλλὰ μετὰ πολλῆς φειδοῦς. καὶ “ὡς ἐπαναμιμνήσίων.” καίτοι χρεωστῶν καὶ ἀκριβέστερον σφοδρότερον. εἰς τοῦτο γὰρ ὑπὸ τῆς χάριτος προσκεχείρισμαι, καὶ ἐν τούτῳ ὑπουργεῖν καὶ δουλεύειν τέταγμαι. ὡς ἃν εἴ τις ἔλε- γεν, ἴσως ἐν οἷς ἔγραψα καθηψάμην ὑμῶν, καὶ ἔδ̀οοξα τισὶν ὑμῶν σκληρότερον ὑμῖν προσενεχθῆναι. ἐγὼ δὲ τοσούτου δέω τοῦτο ποιῆ- ’σαι, ὅτι φοβοῦμαι μήπως μετὰ πολλῆς φειδοῦς καὶ ὑποστολῆς γράψας, καὶ εὐθύνας ὑφέξω, ὡς τολμήσας ἔλαττον ἔργον διδασκά- λου ποιῆσαι.

  65. 15.15.2.2

    Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Ἀλλ’ ὅρα καὶ ἐνταῦθα πῶς εἰληφέναι μὲν ἐν χάριτος μοίρᾳ παρὰ Θεοῦ διισχυρίζεται, τὸ εἶναι λειτουργὸς Χριστοῦ Ἰησοῦ. τῆς ἱερουργίας δὲ τὸν ἐξηγούμενος, “εἰς τὸ εὐαγγέλιον,” φησὶ, “Θεοῦ.” καίτοι Χριστὸν Ἰησοῦν κηρύσσων καὶ εὐαγγελιζόμενος. οὕτως οἶδε φύσει Θεὸν ὄντα τὸν Υἱόν. οὐ γὰρ ἃν ὠνόμασε Θεὸν, μὴ τοῦτο κατὰ φύσιν ὑπάρχοντα. οὐδ’ ἃν ἐφ’ ἑαυτῷ πολὺ λίαν ἐκαυχήσατο λέγων, ηὐδόκησεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ ἀποκαλύψαι δι’ ἐμοῦ, εἴπερ ἢν κτίσμα καὶ ποίημα·

  66. 15.17.verse.1

    Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν I8Θεόν· οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι’ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, καὶ λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύ- μάτος Θεοῦ· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέ- χρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον.

  67. 15.17.1.1

    Χρυσοστόμου. Ἐπειδὴ σφοδρῶς ἑαυτὸν ἐταπείνωσε, πάλιν ἐπαίρει τὸν λόγον. καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε μὴ δόξαι εὐκαταφρόνητος εἶναι. καὶ ἐν τῷ ἐπαίρειν δὲ ἑαυτὸν, τοῦ μέμνηται ἤθους. οὕτω λέγων, “ἔχω οὖν καύχησιν.” καυχῶμαι φη- σὶν, οὐκ ἐν ἐμαυτῷ, οὐδὲ ἐν τῇ ἡμετέρᾳ σπουδῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. “οὐ γὰρ τολμήσω τί λαλῆσαι ὧν οὐ κατειργάσατο χριστὸς δι’ ἐμοῦ. οὐδὲ γὰρ ἃν ἔχοιτε εἰπεῖν φησὶν, ὅτι κόμ- πος μου ἔστι τὰ ῥήματα. τῆς γὰρ ἱερουργίας μου ταύτης τὰ σύμβολα καὶ τῆς χειροτονίας ἔχω δεῖξαι πολλὰ τεκμήρια· οὐ ποδήρη καὶ κώδωνας, καθάπερ οἱ παλαιοί· οὐδὲ μίτραν, καὶ κίδαριν, ἀλλὰ πολλῷ φρικωδέστερα τούτων σημεῖα καὶ θαύματα. οὐδὲ γάρ ἐστιν εἰπεῖν, ὅτι ἐνεχειρίσθην μὲν, οὐκ ἐποίησα δὲ τὸ ἐπιταχθέν. μᾶλλον δὲ οὐδὲ ἐγὼ ἐποίησα, ἀλλ’ ὁ Χριστός. διὸ καὶ ἐν αὐτῷ καυχῶμαι. καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλ’ ὑπὲρ πνευματικῶν· τοῦτο γάρ ἐστι τὰ πρὸς τὸν Θεόν. ὅτι γὰρ ἤνυσα ἐφ’ ὃ ἐπέμφθην, καὶ οὐ κόμπος τὰ ῥήματα, δηλοῖ τὰ θαύματα καὶ ἡ τῶν ἐθνῶν ὑπακοή. “ οὐ γὰρ τολμήσω,” φησὶν, “ λα- “ λῆσαι ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι’ ἐμοῦ, εἰς ὑπακοὴν “ ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνά- “ μει Πνεύματος Θεοῦ.” οὐχ ὁρᾷς πῶς βιάζεται τὸ πᾶν δεῖξαι τοῦ Θεοῦ, καὶ οὐδὲν ἑαυτοῦ; εἴτε γὰρ φθέγγομαί τι, εἴτε ποιῶ, εἴτε θαυματουργῶ, πάντα αὐτὸς, πάντα τὸ Πνεῦμα Ἅγιον. ταῦτα δὲ λέγει, δεικνὺς καὶ τοῦ Πνεύματος τὸ ἀξίωμα, ὅτι τῇ δυνάμει αὐτοῦ ταῦτα εἰργάζετο. εἶτα ἡ τούτων ἀπόδειξις. ἐπειδὴ ταῦτα τέως ἀπόφασιν ἦν, τῶν μαθητῶν τὸ πλῆθος ἐπήγαγε· διὸ καὶ φησὶν, “ ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυ- “ ρικοῦ, πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. ἀρίθμει τοίνυν καὶ πόλεις, καὶ χώρας, καὶ ἔθνη, καὶ δήμους. μὴ τοὺς ὑπὸ Ρωμαίους μόνον, ἀλλὰ καὶ τοὺς ὑπὸ βαρβάρους. μὴ γάρ μοι τὴν διὰ Φοινίκης καὶ Συρίας καὶ τῆς Κιλίκων καὶ Καππαδοκῶν ἔλθοις ὁδόν· ἀλλὰ καὶ τὰ ὄπισθεν ἅπαντα λογίζου, τὴν Σαρακηνῶν καὶ Περσῶν καὶ Ἀρμηνιῶν, τὴν τῶν ἄλλων βαρβάρων. διὰ γὰρ τοῦτο εἶπε “ καὶ κύκλῳ.” ἵνα μὴ κατευθὺ τὴν λεωφόρον ἔλθῃς μόνον, ἀλλὰ καὶ πᾶσαν· καὶ τὴν κατὰ τὸν νότον περιδράμῃς τῇ διανοίᾳ Ἀσίαν. καὶ ὥσπερ νιφάδας θαυμάτων ἑνὶ λόγῳ παρέδραμεν, εἰπὼν, “ ἐν δυνάμει σημείων καὶ τεράτων.” οὕτω καὶ πόλεις ἀπείρους, καὶ ἔθνη καὶ δήμους καὶ χώρας ἑνὶ τούτῳ πάλιν συνεῖλε ῥήματι “ τῷ κύκλῳ. ” πόρρω γὰρ ἦν τύφου παντός. καὶ ταῦτα δὲ διὰ τούτους ἐφθέγγετο, ὥστε μὴ μέγα φρονεῖν ἐφ’ ἑαυτοῖς. καὶ οὐχ ἁπλῶς εἶπε, κηρύξαι τὸ εὐαγγέλιον, ἀλλὰ “ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.

  68. 15.17.1.2

    Κυρίλλου ἐκ τῶν Θησαυρών. Οὐκοῦν εἰ σημεῖα καὶ τέρατα διὰ τοῦ Παύλου Χριστὸς ἐργάζεται ἐν δυνάμει Πνεύματος Ἁγίου, ἐνέργειά τις φυσικὴ καὶ ζῶσα, καὶ ἵν οὕτως εἴπω, ποιότης τῆς θεότητος τοῦ Υἱοῦ τὸ Ἅγιόν ἐστι Πνεῦμα. εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ ἐν Θεῷ καὶ ἐκ Θεοῦ φυσικῶς; πῶς δὲ καὶ ἐν ποιήματι πᾶσα ἡ δύναμις τοῦ Υἱοῦ; ὅπερ ἐστι καὶ μόνον εἰπεῖν, ἀσεβέστατον.

  69. 15.20.verse.1

    Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι ὅπου οὐκ ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ·ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν.

  70. 15.20.1.1

    Χρυσοστόμου. Ἰδοὺ πάλιν ἑτέρα ὑπερβολή. ὅτι οὐ μόνον εὐηγγελίσατο καὶ ἔπεισεν, ἀλλ’ ὅτι οὐδὲ πρὸς μεμαθηκότας ἀπῆλθε. τοσοῦτον ἀπεῖχε τοῦ ἐπιρρίπτειν ἑαυτὸν ἀλλοτρίοις μαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζε τοὺς μὴ ἀκηκοότας διδάσκειν. οὐδὲ γὰρ εἶπεν ὅπου οὐκ ἐπείσθησαν, ἀλλ’ ὅπου οὐδὲ ὠνομάσθη Χριστός. ὃ πλέον ἐστί καὶ τίνος ἕνεκεν τοιαῦτα ἐφιλοτιμεῖτο; “ ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ,” φησίν. ταῦτα δὲ λέγων, δείκνυσιν ἑαυτὸν ἀλλότριον ὄντα κενοδοξίας, καὶ παιδεύων αὐτοὺς ὅτι οὐκ ἀπὸ τοῦ δόξης ἐρᾶν καὶ τῆς παρ’ αὐτῶν τιμῆς ἐπὶ τὸ γράψαι ἦλθεν. ἀλλ’ ὡς διακονίαν πληρῶν, ὡς ἰερουργίαν ἀπαρτίζων, ὡς τῆς σωτηρίας αὐτῶν ἐφῶν. ἀλλότριον δὲ τὸν τῶν Ἀποστόλων φησὶν, οὐ κατὰ τὴν τοῦ κηρύγματος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον, ἐπεὶ τὰ κηρύγματα, οὐκ ἀλλότρια ἦν, ἀλλ’ ὅσον εἰς μισθὸν, ἀλλότριον. ὁ γὰρ τῶν ἑτέροις πεπονημένων μισθὸς, τούτου ἀλλότριος ἦν. εἶτα δείκνυσιν οὕτω καὶ προφητείαν πληρουμένην λέγων, “ καθὼς γέγραπται, οἷς οὐκ “ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσου- “ σιν” ὁρᾷς ἐπιτρέχοντα ὅπου πλείων ὁ πόνος, ὅπου μείζων ὁ ἱδρώς;

  71. 15.20.2.1

    Θεοδύρου Μονάκου. τοῦτο δὲ ἐποίει, οὐχ ὡς αἰσχυνόμενος τῶν λοιπῶν Ἀποστόλων τὴν κοινωνίαν, ἀλλ’ ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων ἀλλοτρίων ἔργων ὑφαρπάζειν δόξαν.

  72. 15.22.verse.1

    Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ ἐλθεῖν πρὸς ὑμᾶς. Χρυσοστόμου. Ὁμοίως τῷ προοιμίῳ τὸ τέλος ὑφαίνει. καὶ γὰρ καὶ τῆς Ἐπιστολῆς ἀρχόμενος ἔλεγε, “ πολλάκις προεθέμην “ ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθη ἄχρι τοῦ δεῦρο.” ἐνταῦθα δὲ καὶ τὴν αἰτίαν τίθησι δι’ ἣν ἐκωλύθη. καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. ὥσπερ γὰρ ἐκεῖ φησὶν, “ πολλάκις προεθέμην “ ἐλθεῖν πρὸς ὑμᾶς,” οὕτω καὶ ἐνταῦθα, “ ἐνεκοπτόμην τὰ πολλὰ “ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς.” ὅπερ μάλιστα τὴν ἐπιθυμίαν αὐτοῦ δείκνυσι, τὸ πολλάκις ἐπιχειρεῖν.

  73. 15.22.1.1

    Θεοδώρου. Τῇ μὲν ἀρχαιότητι τοῦ χρόνου, τὸν περὶ αὐτοὺς πόθον ἐπεδείξατο. τῇ δὲ εἰς ἄλλους ἀσχολίᾳ, ὑπὲρ τῆς βραδυτῆτος ἀπελογήσατο. διὰ δὲ τοῦτο αὐτοὺς τῶν ἄλλων οὐ προέκρινε τῶν ἐγγύτερον, ὅτι αὐτοὶ καὶ ὑπὸ Πέτρου ἦσαν κατηχηθέντες, καὶ μόνον ἐδέοντο μαθεῖν τὰ περὶ τῆς ἐναρέτου πολιτείας, καὶ ὅτι πόρρω ῳκουν.

  74. 15.23.verse.1

    Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς, ἀπὸ πολλῶν ἐτῶν, ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς. ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ἀφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.

  75. 15.23.1.1

    Χρυσοστόμου. Ὁρᾷς πῶς ἔδειξεν ὅτι οὐ τῆς παρ’ αὐτῶν ἐφιέμενος δόξης ἔγραφέ τε καὶ παρεγίνετο; καὶ ἵνα μὴ δόξῃ ἐξευτελίζειν αὐτοὺς τῷ λέγειν, ὅτι ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, πάλιν τὸν τῆς ἀγάπης κινεῖ λόγον, εἰπὼν, “ ἐπιποθίαν δὲ ἔχων ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν.” οὐ γὰρ τοῦτο ἐπεθύμησα ἐλθεῖν, ἐπειδὴ σχολὴν ἄγω, ἀλλ’ ἵνα τὴν ἐπιθυμίαν ἣν πάλιν ὤδινον, ἀποτέκω. εἶτα ἵνα μὴ τοῦτο πάλιν αὐτοὺς φυσήσῃ, σκόπει πῶς αὐτοὺς καταστέλλει, εἰπὼν, “ ὡς ἐὰν πορεύ- “ ωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς.” ὁμοῦ τὲ γὰρ καὶ τὴν ἀγάπην δεῖξαι βούλεται, καὶ κωλύσαι θρύπτεσθαι ἐκείνους. διὸ καὶ συνεχῶς αὐτὰ τίθησι, καὶ ἐφεξῆς, ἐναλλάττων τὰ ἑκατέρων τούτων κατασκευαστικά. διά τοι τοῦτο πάλιν, ἵνα μὴ λέγωσιν, ὁδοῦ πάρεργον ἡμᾶς ποιῇ; ἐπήγαγε, “ καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι.” τουτέστιν, ἵνα ὑμεῖς μοι μαρτυρήσητε, ὅτι οὐ καταφρονῶν ὑμῶν, ἀλλ’ ἑλκόμενος ὑπὸ τῆς χρείας, παρατρέχω. ἐπειδὴ δὲ καὶ τοῦτο ἔτι λυπεῖ, λιπαρώτερον αὐτὸ θεραπεύει, λέγων, “ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. τῷ μὲν γὰρ εἰπεῖν “ διαπορευόμενος,” δείκνυσιν οὐκ ἐφιέμενον αὐτῶν τῆς δόξης. τῷ δὲ εἰπεῖν “ ἐμπλησθῶ,” δείκνυσιν ἐρῶντα αὐτῶν τῆς ἀγάπης. καὶ οὐχ ἁπλῶς ἐρῶντα, ἀλλὰ καὶ σφοδρῶς. διὸ οὐδὲ εἶπεν ἐμπλησθῶ, ἀλλὰ “ ἀπὸ μέρους. οὐδεὶς γάρ με χρόνος ἐμπλῆσαι δύναται, οὐδὲ ἐμποιῆσαί μοι κόρον τῆς συνουσίας ὑμῶν. καὶ τοῦτο δὲ τῆς πολλῆς αὐτοῦ φιλοστοργίας σημεῖον, τὸ τοῖς ῥήμασιν οὕτω θερμῶς κεχρῆσθαι. οὐδὲ γὰρ εἶπε θεάσωμαι, ἀλλ’ “ ἐμπλησθῶ.” τὰ τῶν γονέων μιμούμενος ῥήματα.

  76. 15.23.2.1

    Θεοδωρήτου. Δύο δὲ αἰτίας τῇ πρὸς αὐτοὺς ἀφίξεως τέθεικε, τό, τε τοὺς ἄλλους τὸ κήρυγμα δέξασθαι, καὶ μηδὲν ἔθνος μεῖναι τῆς εὐαγγελικῆς διδασκαλίας ἀνήκοον· καὶ τὸν περὶ αὐτοὺς πόθον. τῶν γὰρ προτέρων κωλυμάτων πεπαυμένων, ὁ πόθος ἐπὶ τὴν ἀποδημίαν ἠρέθιζε. λέγει δὲ τὸν πόθον εἶναι πολλῷ τῆς παρουσίας πρεσβύτερον. ἀπὸ πολλῶν γὰρ ἐτῶν, φησὶν, ἰδεῖν ὑμᾶς ἐπόθουν. Γενναδίου. Τὸ δὲ “ ἐμπλησθῶ ἀπὸ μέρους,” ἀντὶ τοῦ, κατὰ τὸν ἐνδεχόμενον ἐμπλησθῶ. ἣ τοῦτο εἶπεν, ὡς καὶ αὖθις πρὸς αὐτοὺς ἀφιξόμενος. ἐπείπερ οὐχ ἅπαξ εἰς τὴν Ῥώμην ἀφίκετο ὁ μακάριος Παῦλος.

  77. 15.25.verse.1

    Νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ, διακονῶν τοῖς ἁγίοις. εὐδόκησε γὰρ Μακεδονία καὶ Ἀχαιὰ κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν Ἱερουσαλήμ· εὐδόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσίν.

  78. 15.25.1.1

    Τοῦ Χρυσορειθρολόγου. Ἐπειδὴ εἶπεν, ὅτι τόπον οὐκέτι ἔχων ἐν τοῖς κλίμασι τούτοις, καὶ ἐπιποθίαν ἔχω ἐκ πολλῶν ἐτῶν ἐΛθεῖν πρὸς ὑμᾶς, ἔμελλε δὲ ἔτι βραδύνειν· ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν δι’ ἣν ἀναβάλλεται τέως. καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελήσεως. διὰ δὲ τούτων, καὶ ἕτερόν τι κατασκευάζει, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην. ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο, ἤρκει εἰπεῖν, ὅτι προεύομαι εἰς Ἱερουσαλήν. νυνὶ δὲ καὶ τὴν αἰτίαν προστίθησι τῆς ἀποδημίας. μίας. πορεύομαι γάρ, φησιν, διακονῶν τοῖς ἁγίοις. καὶ ἐνδιατρίβει τῷ λόγῳ, καὶ λογισμοὺς κινεῖ λέγων, ὅτι ὀφειλέται εἰσί. καὶ ὅτι εἰ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι. ἵνα μάθωσιν ἐκεῖνοι τούτους ζηλοῦν. διὸ καὶ μάλιστα αὐτοῦ τὴν σοφίαν θαυμάσαι ἄξιον. ὅτι τοῦτον τῆς συμβουλῆς τὸν τρόπον ἐπενόησεν. οὕτω γὰρ μᾶλλον ἠνείχοντο, ἣ εἰ ἐν τάξει παραινέσεως εἶπε. καὶ γὰρ ἔδοξαν ὑβρίζεσθαι, εἰ εἰς πρόσωπον αὐτῶν Κορινθίους παρήγαγεν εἰς μέσον καὶ Μακεδόνας. διὰ δὴ τοῦτο ἐκείνους μὲν οὕτω προτρέπει λέγων, “ γνωρίζω δὲ “ ὑμῖν τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ταῖς ἐκκλησίαις τῆς “ Μακεδονίας.” καὶ Μακεδόνας δὲ διὰ τούτων πάλιν, “ ὁ γὰρ ἐξ “ ὑμῶν ζῆλος,” φησὶν, “ ἠρέθισε τοὺς πλείονας.” καὶ διὰ Γαλατων δὲ ὁμοίως τοῦτο ποιεῖ. ὡς ὅταν λέγῃ, “ ὥσπερ διέταξα ταῖς “ ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.” ἐπὶ δὲ Ῥωμαίων, οὐχ οὕτως, ἀλλ’ ὑπεσταλμένως μᾶλλον. καὶ σκόπει πῶς μεγαλοπρεπῶς ταῖς λέξεσι κέχρηται. οὐδὲ γὰρ εἶπε, πορεύομαι ἐλεημοσύνην φέρων, ἀλλὰ διακονῶν. εἰ δὲ Παῦλος διακονεῖ, ἐννόησον ἡλίκον τὸ γινόμενον, ὅταν ὁ τῆς οἰκουμένης διδάσκαλος καταδέχηται ἀποκομίζειν. καὶ μέλλων εἰς Ῥώμην ἀποδημεῖν, καὶ οὕτως αὐτοὺς ἐπιποθῶν, τοῦτο ἐκείνου προτιμᾷ. εὐδόκησε γὰρ “ Μακεδονία καὶ Ἀχαΐα.” τουτέστιν, ἐδοκίμασαν, “ ἐπεθύμησαν “ κοινωνίαν τινά.” πάλιν οὐκ εἰπεν ἐλεημοσύνην, ἀλλὰ “ κοινω- “ νίαν.” τὸ δὲ “ τινὰ,” οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἵνα μὴ δόξῃ τούτους ὀνειδίζειν. καὶ οὐκ εἶπεν ἁπλῶς εἰς τοὺς πτωχοὺς, ἀλλ’ “ εἰς τοὺς πτωχοὺς τῶν ἁγίων.” διπλῆν ποιῶν τὴν σύστασιν, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς, καὶ τὴν ἀπὸ τῆς πενίας. καὶ οὐδὲ τούτῳ μόνῳ ἠρκέσθη, ἀλλ’ ἐπήγαγεν ὅτι “ ὀφείλεται εἰσι.

  79. 15.25.2.1

    Εὐθαλίου. Κοινωνίαν δὲ καλεῖ τὴν ἐλεημοσύνην. καθὸ αὐτοὶ μὲν, χρήματα, οἱ δὲ ἅγιοι τὴν εἰς Θεὸν παρρησίαν συνεισφέρουσιν.

  80. 15.25.3.1

    Θεοδωρήτου. “ Εἰς τοὺς ἁγίους, τοὺς ἐν Ἱερουσαλήμ.” ταύτας, πρὸς τοὺς μακαρίους Ἀποστόλους, Πέτρον φημὶ καὶ Ἰάκωβον, καὶ Ιωάννην, τὰς συνθήκας ποιούμενοι οἱ θεσπέσιοι Βαρνάβας καὶ Παῦλος, καὶ τὴν τῶν ἐθνῶν διδασκαλίαν ἀναδεξάμενοι, ὑπέσχοντο προτρέπειν τοὺς πιστεύοντας τῶν ἐθνῶν, τῶν ἐν τῇ Ἰουδαίᾳ πιστῶν θεραπεύειν τὴν ἔνδειαν. καὶ τοῦτο ἐν τῇ πρὸς Γαλάτας διδάσκει σαφῶς, “ Πέτρος γάρ’ ἔφη, “ καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ “ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινω- “ νίας, ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ, εἰς τὰ ἔθνη, “ μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν.” ὃ καί ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. διατί δὲ ἐν τῷ παρόντι, οἱ μὲν πλουτοῦσιν, οἱ δὲ πένονται. ἢ πάντως ἰνα καὶ οἱ πλούσιοι χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν δέξωνται, καὶ οἱ πένητες τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῶσιν. Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.

  81. 15.25.4.1

    Τοῦ Χρυσοχριστοστόμου. Δείκνυσι πῶς εἰσὶν ὀφειλέται. ὃ δὲ λέγει, τοῦτό ἐστι. δι’ αὐτοὺς ἦλθεν ὁ Χριστός· αὐτοῖς ἦν ἅπαντα ἐπηγγελμένα τοῖς ἐξ Ἰουδαίων. ἐξ αὐτῶν ὁ Χριστός· ἐκεῖθεν οἱ Ἀπόστολοι· ἐκεῖθεν οἱ προφῆται· ἐκεῖθεν τὰ ἀγαθὰ πάντα. τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκουμένη. εἰ τοίνυν ἐν τοῖς μείζοσιν ἐκοινωνήσατε φησὶ, καὶ τῶν δείπνων τῶν ἐκείνοις παρεσκευασμένων, ὑμεῖς εἰσελθόντες ἀπηλαύσατε, κατὰ τὴν τοῦ εὐαγγελίου παραβολὴν, ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι, καὶ μεταδοῦναι αὐτοῖς. καὶ οὐκ εἶπε κοινωνῆσαι, ἀλλὰ “ λειτουρ- “ γῆσαι.” ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς, καὶ τῶν βασιλεῦσι τελούντων φόρους. καὶ οὐκ εἶπεν ἐν τοῖς σαρκικοῖς ὑμῶν, ὥσπερ ἐν τοῖς πνευματικοῖς αὐτῶν. τὰ μὲν γὰρ πνευματικὰ, ἐκείνων, τὰ δὲ σαρκικὰ οὐ τούτων μόνων, ἀλλὰ κοινὰ πάντων. τὰ γὰρ χρήματα, πάντων ἐκέλευσεν εἶναι, οὐχὶ τῶν κεκτημένων μόνων. Θεοδωρήτου. Ὅρα δὲ, ὅπως τὴν τῶν χρημάτων μετάδοσιν, ἄνω μὲν κοινωνίαν, κάτω δὲ λειτουργίαν ἐκάλεσε. τῇ μὲν κοινωνίᾳ, τὴν ἀντίδοσιν ἀποφαίνων, τῇ δὲ λειτουργίᾳ, τὸν ὀφειλόμενον φόρον.

  82. 15.28.verse.1

    Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι’ ὑμῶν εἰς τὴν Σπανίαν οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.

  83. 15.28.1.1

    Τοῦ Χρυσολόγου. “ Σφραγισάμενος,” φησὶν, τουτέστιν, εἰς τὰ βασιλικὰ ταμεῖα ἀποθέμενος, ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ· καὶ οὐκ εἶπεν ἐλεημοσύνην, ἀλλὰ πάλιν τὸν καρπόν· δεικνὺς, κερδαίνοντας τοὺς παρέχοντας. τῆς Σπανίας δὲ μέμνηται πάλιν, δεικνὺς τὸ ἄοκνον, καὶ τὸ περὶ ἐκείνους θερμόν.

  84. 15.28.2.1

    Θεοδωρήτου. “ Σφραγισάμενος” φησί. διὰ γὰρ τῶν χειρῶν τῶν ἁγίων τῇ δεξίᾳ τοῦ Θεοῦ τὰ πεμφθέντα παραπέμπω. ἐκεῖνος δὲ, ἀνέπαφα ταῦτα φυλάξει καὶ ἄσυλα. αὐτοῖς δὲ τοῖς Μακεδόσι λέγει καὶ Ἀχαιοῖς.

  85. 15.29.verse.1

    Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.

  86. 15.29.1.1

    Γενναδίου. Οἰδα φησὶν, ὅτι πρὸς ὑμᾶς παραγενόμενος, πολλὴν ἐν ὑμῖν τοῦ κατὰ Χριστὸς εὐαγγελίου τὴν παράκλησιν ἕξω τὲ καὶ παρέξω. μυρίων ἐπαίνων ἀξίου τοῦ κατὰ Χριστὸν ὑμῖν εὐαγγελίου τυγχάνοντος. ἶσον δέ ἐστι τούτῳ, τὸ, “ τοῦτο δέ ἐστι συμ- “ παρακληθῆναι ἐν ὑμῖν, διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τὲ καὶ ἐμοῦ·

  87. 15.29.2.1

    Χρυσοστόμου. Τὸ δὲ, “ ἐν πληρώματι εὐλογίας” ἤτοι περὶ χρημάτων φησίν· ἢ περὶ πάντων ἁπλῶς τῶν κατορθωμάτων. εὐλογίαν γὰρ ὡς τὰ πολλὰ, τὴν ἐλεημοσύνην εἴωθε λέγειν. ὡς ὅταν λέγῃ, “ ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.” καὶ ἔθος δὲ παλαιὸν οὕτως ἦν καλεῖσθαι τὸ πρᾶγμα. ἐπειδὴ δὲ ἐνταῦθα προσέθηκε “ τοῦ “ εὐαγγελίου,” διὰ τοῦτο φαμὲν οὐ περὶ χρημάτων μόνων εἰρηκέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων. ὡς ἃν εἰ εἰπεν, οἰδα δὲ ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγαθοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ εὐαγγέλιον. καὶ τοῦτο δὲ εἶδος συμβουλῆς θαυμαστὸν, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις. ὅταν γὰρ παραιτῆται ἐν τάξει παραινεσεως τοῦτο ποιεῖν, ἐπὶ τοῦτον ἔρχεται τῆς διορθώσεως τὸν τρόπον.

  88. 15.29.3.1

    Οἰκουμενίου. Ἢ καὶ οὕτως. οἶδα ὅτι ἐρχόμενος, πρὸς τὸ πληρῶσαι ὑμᾶς τῆς τοῦ εὐαγγελίου εὐλογίας ἐλεύσομαι. ὅ ἐστι, πρὸς ἀρετὴν καὶ πίστιν ὑμᾶς ἀλείψω.

  89. 15.29.4.1

    Θεοδωρήτου. Ἢ πλήρωμα εὐλογίας τοῦ εὐαγγελίου, τοὺς ὑπὲρ τοῦ εὐαγγελίου κινδύνους φησὶ, οὓς ἐν Ἱεροσολύμοις ὑπέμεινε. τοῦτο γὰρ δηλοῖ τὸ ἑξῆς.

  90. 15.30.verse.1

    Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸνΘεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ, εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις· ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς, ἐν θελήματι Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. ἀμήν.

  91. 15.30.1.1

    Χρυσοστόμου. Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται. καὶ οὐδαμοῦ μέμνηται τοῦ Πατρός. ταῦτα δὲ εἶπον, ἵν ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνου, μήτε τὸν Υἱὸν μήτε Πνεῦμα ἀθετῇς. καὶ οὐκ εἶπε Πνεύματος, ἀλλὰ ἀγάπης Πνεύματος. καθάπερ ὁ Χριστὸς ἠγάπησε τὸν κόσμον καὶ ὁ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. τι δέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι, “ συναγωνίσασθαι μοι ἐν ταῖς προσευχαῖς “ ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν;” μέγας ἄρα ἀγὼν αὐτῷ προὔκειτο. διὸ καὶ τὰς εὐχας αυτων καλει. καὶ οὐκ εἰπεν ἰνα συμπλακω, ἀλλ’ “ ἵνα ῥυσθῶ.” ὡς ὁ Χριστὸς ἐκέλευσεν εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. ταῦτα δὲ λέγων ἐδείκνυ πονηρούς τινας λύκους ἐπιθησομένους αὐτῷ, καὶ θηρία μᾶλλον ἢ ἄνδρας. ἀπὸ δὲ τούτου, καὶ ἕτερον κατεσκεύαζε, τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο τὸ διακονῆσαι τοῖς ἁγίοις· εἴγε τοσοῦτοι οἱ ἀπειθοῦντες, ὡς καὶ αὐτῶν εὔχεσθαι ῥυσθῆναι. οἱ γὰρ μεταξὺ τοσούτων ὄντες πολεμίων, καὶ λιμῷ ἀπόλλυσθαι ἔμελλον. διὸ ἀναγκαίως ἑτέρωθεν αὐτοῖς ἐκομίζετο. τί δέ ἐστιν, “ ἵνα ἡ διακονία μου εὐπρόσδεκτος γένηται τοῖς “ ἁγίοις ;” ἵνα δεκτὴ γένηταί μου ἡ θυσία. ἵνα μετὰ προθυμίας ὑποδέξωνται τὰ διδόμενα. ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωμα τῶν λαμβανόντων· εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα; ἀπὸ δὲ τούτου δείκνυσι καὶ ἕτερόν τι. ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεημοσύνην εἰς τὸ δεχθῆναι. ὅταν γὰρ μετὰ ἀνάγκης τίς παρέχῃ, ὅταν ἐξ ἀδικίας, ὅταν πρὸς κενοδοξίαν, οἴχεται ὁ καρπός. ὥσπερ δὲ ἀρχόμενος ἔλεγεν, “ εἴ πὼς ἤδη ποτὲ “ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ πρὸς ὑμᾶς ἐλθεῖν,” οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτοῦ καταφεύγει θέλημα. καὶ φησὶ, ὅτι διὰ τοῦτο ἐπεύχομαι ῥυσθῆναι ἐκεῖθεν, ἵνα ταχέως ὑμᾶς ἴδω μεθ’ ἡδονῆς· μηδεμίαν ἐκεῖθεν ἐπισυρόμενος ἀθυμίαν. καὶ “ συν- “ ἀναπαύσωμαι ὑμῖν.” ὅρα πῶς πάλιν τὸ ἄτυφον δείκνυσιν. οὐ γὰρ εἶπε διδάξω ὑμᾶς, καὶ κατηχήσω, ἀλλ’ “ ἵνα συναναπαύσωμαι “ ὐμῖν.” καίτοι αὐτὸς ἦν ὁ ἀγωνιζόμενος καὶ πυκτεύων. πῶς οὑν φησὶ “ συναναπαύσωμαι ;” χαριζόμενος αὐτοῖς κἂν τούτῳ, προθυμοτέρους ποιῶν, τῷ κοινωνοὺς ποιεῖν τῶν στεφάνων, καὶ δεικνύειν καὶ αὐτοὺς ἀγωνιζομένους καὶ πονοῦντας. εἶτα, ὅπερ ἀεὶ ποιεῖν εἴωθε, τὴν εὐχὴν μετὰ τὴν παραίνεσιν προστίθησι λέγων, “ ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν, ἀμήν.”

  92. 15.30.2.1

    Θεοδωρήτου. Θεὸν δὲ εἰρήνης οὐχ ἁπλῶς ἐνταῦθα τὸν Θεὸν προσηγόρευσεν, ἀλλὰ καὶ ὡς αὐτὸς ταύτης δεόμενος, διά τε τοὺς προφανῶς πολεμοῦντας, καὶ τοὺς ὑπόπτως περὶ αὐτὸν διακειμένους· καὶ ἐκείνοις ταύτην ἐπευχόμενος, δι’ ἣν εἶχον πρὸς ἀλλήλους ἀμφιβόλους τῶν νομικῶν χάριν παρατηρήσεων. ἀλλὰ ποίαις ἄν τις εὐφημίαις τὴν μακαρίαν ταύτην κεφαλὴν στεφανώσῃ; πρῶτον μὲν γὰρ, καὶ ᾔδει τὰ συμβησόμενα, καὶ προλέγει ταῦτα. καὶ γὰρ ἐν Μιλήτῳ τοῖς Ἐφεσίων ἔλεγε πρεσβυτέροις, “ ὅτι κατὰ “ πόλιν διαμαρτύρεταί μοι τὸ Πνεῦμα, ὅτι δεσμά με καὶ θλίψεις “ μένουσι.” καὶ τοῦ Ἀγάβου δὲ ταῦτα αὐτῷ προσειπόντος, καὶ πάντων ὀδυρομένων, καὶ ἐπισχεῖν αὐτὸν πειρωμένων, ὁ θεῖος εἶπεν ἀνήρ· “ τί κλαίετε καὶ συνθρύπτετέ μου τὴν καρδίαν; ἐγὼ γὰρ “ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἕτοιμος εἰμὶ, ὑπὲρ τοῦ “ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ἐνταῦθα προείρηκεν, ὅτι καὶ Ῥωμαίους ὄψεται καὶ Ἰσπανούς. προσέθηκε δὲ ὅτι καὶ ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσεται. εἶτα ὡς ἀκριβῶς θεωρῶν καὶ τὴν τῶν Ἰουδαίων μανίαν, καὶ τὰς τούτων ἐζήτησε προσευχάς· οὐ μόνον ἕνεκα τῶν ἀπειθούντων, ἀλλὰ καὶ τῶν πιστευόντων. οὐδὲ γὰρ ἐκεῖνοι περὶ αὐτὸν φιλοστόργως διέκειντο, παραβάτην εἶναι τοῦ νόμου νομίζοντες. οὗ δὲ χάριν, προστέθεικεν “ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσ- “ δεκτὸς γένηται τοῖς ἁγίοις.” μετὰ μυρίων αὐτὰ συνέλεξε πόνων· παντοδαπὰς τοῖς μαθηταῖς παραινέσεις προσφέρων, καὶ τοὺς δεχομενους αγωνιᾳ’ μὴ τὸ μῖσος νικήσῃ τὴν χρείαν.

  93. 15.30.3.1

    Θεοδώρου. Διδάσκει δὲ διὰ τούτων μετριάζειν, εἴγε καὶ αὐτὸς Ἀπόστολος ὣν, τῆς ἄλλων φησὶ δεῖσθαι εὐχῆς.

  94. 15.30.4.1

    Εὐθαλίου. Καὶ ὅρα τὸ ἄτυφον αὐτοῦ. οὐ γὰρ εἶπε διδάξω ὑμᾶς, ἣ κατηχήσω, ἀλλὰ “ συναναπαύσωμαι.” τοντέστιν, ὑμεῖς ἐμοὶ διὰ τὴν διδασκαλίαν, κἀγὼ ὑμῖν διὰ τὴν τῆς πίστεως ἐπίδοσιν. ἀλλὰ καὶ ὡς μὴ αὐτὸς ὣν ἀξιόχρεως πρὸς τὸ πεῖσαι, διὰ τοῦ Χριστοῦ ὑμᾶς, φησὶ, καὶ τοῦ Ἄγ’ ἴου Πνεύματος παρακαλῶ.

  95. 16.1.verse.1

    Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ, ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἃν ὑμῶν χρήζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ.

  96. 16.1.1.1

    Χρυσοστόμου. Ὄρα διὰ πόσων αὐτὴν σεμνύνει. καὶ γὰρ πρὸ τῶν ἄλλων αὐτῆς ἐμνήσθη πάντων, καὶ ἀδελφὴν ἐκάλεσεν. οὐ μικρὸν δὲ Παύλου κληθῆναι ἀδελφήν. καὶ τὸ ἀξίωμα προστέθεικε, διάκονον εἰπών. τί ἐστιν “ ἐν Κυρίῳ ;” τουτέστι, διὰ τὸν Κύριον. τιμῆς ἀπολαύσῃ παρ’ ὑμῖν. ὁ γὰρ διὰ τὸν Κύριον δεχόμενος, κἂν μὴ μέγαν τινὰ δέξηται, μετὰ σπουδῆς δέχεται. ὅταν δὲ καὶ ἁγίαν, ἐννόησον ἡλίκης αὐτὴν ἀπολαῦσαι δίκαιον θεραπείας. διὰ τοῦτο προσέθηκεν, “ ἀξίως τῶν ἁγίων.” ὡς δεῖ, φησιν, τοὺς τοιούτους ὑποδέχεσθαι, διπλῆν γὰρ ἔχει ἀφορμὴν τοῦ θεραπευθῆναι παρ’ ὑμῖν. καὶ τὸ, διὰ τὸν Κύριον δεχθῆναι, καὶ τὸ, αὐτὴν ἁγίαν εἶναι. ὄρα δὲ τὸ ἀνεπαχθές. οὐκ εἰπεν ἵνα αὐτὴν ἀπαλλάξητε ἐκ τῶν πειρασμῶν, ἀλλὰ “ παραστῆτε.” τουτέστι, τὰ παρ’ ὑμῶν εἰσενέγκητε, καὶ χεῖρα ὀρέξητε. “ καὶ ἐν ᾧ ἃν ὑμῶν χρήζῃ πρά- “ γματι.” οὐκ ἐν οἷς ἃν, ἣ πάντως, ἀλλ’ ἐν οἷς ἃν ὑμῶν δέηται δεήσεται δὲ ἐν ἐκείνοις, ἐν οἷς ἃν ὑμεῖς ἦτε κύριοι. εἰτα πάλιν ὁ ἔπαινος ἄφατος. “ καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη καὶ “ αὐτοῦ ἐμοῦ.” εἶδες τὴν σύνεσιν; πρῶτον τὰ ἐγκώμια. εἶτα, μέσην τὴν παράκλησιν. εἶτα πάλιν τὰ ἐγκώμια τέθεικεν. ἑκατέρωθεν περιστέλλων τὴν χρείαν τοῖς ἐπαίνοις τῆς γυναικὸς, τῆς μακαρίας ἐκείνης. πῶς γὰρ οὐ μακαρία, ἡ τοσαύτης ἀπολαύουσα παρὰ Παύλου μαρτυρίας; ἡ καὶ αὐτῷ βοηθῆσαι δυνηθεῖσα τῷ τὴν οἰκουμένην διορθώσαντι; τοσοῦτος γὰρ ὁ κολοφὼν αὐτῆς τῶν ἀγαθῶν. διὸ καὶ ὕστερον αὐτὸ τέθεικε, λέγων, “ καὶ αὐτοῦ ἐμοῦ. τουτέστι, τοῦ κήρυκος τῆς οἰκουμένης. τοῦτο τοσαῦτα παθόντος, του μυρίοις ἀρκοῦντος.

  97. 16.1.2.1

    Θεοδωρήτου. Αἱ δὲ Κεγχρεαὶ κώμη τίς ἐστι τῆς Κορινθίας μεγίστη. ἄξιον τοίνυν θαυμάσαι τοῦ κηρύγματος τὴν ἰσχύν. ἐν ὀλίγῳ γὰρ χρόνῳ οὐ μόνον τὰς πόλεις, τῆς εὐσεβείας, ἀλλὰ καὶ τὰς κώμας ἐπλήρωσε. καὶ τοσοῦτον ἦν τῆς τῶν Κεγχρεῶν ἐκκλησίας τὸ σύστημα, ὡς καὶ γυναῖκα διάκονον ἔχειν, καὶ ταύτην, ἀοίδιμόν τε καὶ πολυθρύλλητον. τοσοῦτον γὰρ εἰχε πλοῦτον κατορθωμάτων, ὡς καὶ παρὰ τῆς ἀποστολικῆς γλώττης τοιαύτας εὐφημίας καρπώσασθαι. προστασίαν δὲ ὡς οἶμαι λέγει, τὴν φιλοξενίαν καὶ κηδεμονίαν.

  98. 16.3.verse.1

    Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ· οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν· οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν. καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν.

  99. 16.3.1.1

    Χρυσοστόμου. Τῆς γυναικὸς ταύτης καὶ τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ὁ Λουκᾶς μαρτυρεῖ. τοῦτο μὲν, ὅταν λέγῃ, “ ἔμεινε παρ’ “ αὐτοῖς ὁ Παῦλος. ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην.” τοῦτο δὲ, ὅταν δεικνύῃ τὴν γυναῖκα τὸν Ἀπολλῶ προσλαμβανομένην καὶ κατηχήσασαν τὴν ὁδὸν τοῦ Κυρίου. μεγάλα μὲν οὖν κἀκεῖνα. πολλῷ δὲ μείζονα ἅ φησιν Παῦλος. πρῶτον γὰρ συνεργοὺς αὐτοὺς καλεῖ· τῶν ἀφάτων πόνων καὶ τῶν κινδύνων δεικνὺς κοινωνούς. ἔπειτα φησίν, “ ὅτι ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. εἶδες μάρτυρας ἀπηρτισμένους; καὶ γὰρ εἰκὸς ἐπὶ Νέρωνος μυρίους εἶναι τοὺς κινδύνους, ὅτε καὶ διετάξατο πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώμης τοὺς Ἰουδαίους. εἰπὼν δὲ, “ οἷς οὐκ ἐγὼ μόνος “ εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,” δείκνυσι τὴν φιλοξενίαν καὶ τὴν ἀπὸ τῶν χρημάτων λειτουργίαν. θαυμάζων αὐτοὺς ὅτι καὶ τὸ αἷμα αὐτῶν ἐξέχεαν, καὶ τὴν θυσίαν κοινὴν προέθηκαν ἅπασιν. ἵνα γὰρ μὴ δόξῃ κολακεύειν, λέγων ταῦτα, καὶ ἄλλους μάρτυρας ἄγει πολλῷ πλείους. οὕτω δὲ ἦσαν εὐδόκιμοι, ὅτι καὶ τὸν οἶκον αὐτῶν ἐκκλησίαν ἐποίησαν. διά τε τὸ πάντας ποιῆσαι πιστοὺς, καὶ διὰ τὸ τοῖς ξένοις αὐτὸν ἀνεῖσθαι πᾶσιν. οὐδὲ γὰρ ἁπλῶς εἴωθεν οἰκίας, ἐκκλησίας καλεῖν, εἰ μὴ πολλὴ ἡ εὐλάβεια, καὶ πολὺς ὁ τοῦ Θεοῦ φόβος ἐρριζωμένος ἐν αὐτῇ εἴη. διὰ τοῦτο καὶ Κορινθίοις ἔλεγεν, “ ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσ- “ Κίλλαν σὺν τῆ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.” ἔνι γὰρ καὶ ἐν γάμῳ ὄντα, θαυμαστὸν εἰναι καὶ γενναῖον. οἷον καὶ οὗτοι ἐτύγχανον· καὶτοι καὶ τὸ ἐπιτήδευμα εὐτελὲς ἔχοντες. σκηνοποιοὶ γὰρ ἦσαν.

  100. 16.3.2.1

    Θεοδωρήτου. Διὸ καὶ τὸ, “ ἐν Χριστῷ Ἰησοῦ προστέθεικεν ὁ Ἀπόστολος, μετὰ τὸ συνεργοὺς αὐτοὺς καλέσαι. ἴνα μή τις υπολάβῃ τὴν κοινωνίαν τῆς τέχνης αἰνίττεσθαι, ὡς καὶ αὐτῶν ὄντων σκηνοποιῶν. ἀσπάζεται δὲ καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν, δηλοῦντος τοῦ λόγου τὴν τῆς εὐσεβείας αὐτῶν ὑπερβολήν. πάντας γὰρ ὡς εἰκὸς τοὺς οἰκείους τὴν ἄκραν ἀρετὴν ἐδίδαξαν, καὶ τὰς θείας λειτουργίας ἔνδον ἐπετέλουν προθύμως. τὴν δὲ Πρίσκιλλαν, καὶ Πρίσκαν ἐστὶν εὑρεῖν ἐν τοῖς βιβλίοις λεγομένην.

← Previous · Next → — showing 801900 of 959

First Thousand Years of Greek. CTS URN tlg4102.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.