Catena In Epistulam Ad Romanos (typus Monacensis)
- 16.3.3.1
Θεοδώρου. Διὰ μέντοι τῶν ἀσπασμῶν ὁ μέγας Παῦλος αὔξει τὴν διάθεσιν· διὰ δὲ τῆς τῶν ὀνομάτων μνήμης, διδάσκει ὅτι χρὴ μὴ δὲ ἀπόντων τῶν φίλων ἐπιλανθάνεσθαι.
- 16.3.3.2
Ἀσπάσασθε Ἐπαίνετόν τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.
- 16.3.4.1
Χρυσοστόμου. Ἄξιον ἐντεῦθεν ἰδεῖν πῶς ἑκάστω τοὺς ἐπαίνους ἀπονέμει διαφόρως. οὐ γὰρ μικρὸς οὗτος ὁ ἔπαινος, ἀλλὰ καὶ σφόδρα μέγας, καὶ πολλῆς ἀρετῆς ἐνδεικτικὸς, τὸ, Παῦλον ἔχειν ἀγαπητόν· Παῦλον, τὸν οὐκ εἰδότα χάριτι, ἀλλὰ κρίσει φιλεῖν. εἶτα καὶ ἄλλο ἐγκώμιον, “ ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας.” ἣ γὰρ τοῦτο φησὶν, ὅτι τῶν ἄλλων ἁπάντων προεπήδησε καὶ ἐπίστευσεν. ὅπερ, οὐ μικρὸς ἔπαινος. ἣ ὅτι τῶν ἄλλων ἁπάντων, πλείονα ἐπιδείκνυται τὴν εὐλάβειαν. διὰ τοῦτο εἰπὼν, ὅτι ἔστιν “ ἀπαρχὴ τῆς “ Ἀχαΐας,” οὐκ ἐσίγησεν, ἵνα μὴ τὴν κοσμικὴν ὑποπτεύσῃς δόξαν, ἀλλὰ προσέθηκεν, “ εἰς Χριστόν.” εἰ γὰρ ἐν τοῖς πολιτικοῖς πράγμασιν ὁ πρωτεύων μέγας εἶναι δοκεῖ καὶ λαμπρὸς, πολλῷ μᾶλλον ἐν τούτοις. ἐπεὶ οὖν εἰκὸς ἦν αὐτὸν ταπεινοῦ γένους εἰναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν. ἐντεῦθεν αὐτὸν κοσμῶν· καὶ οὐχὶ Κορίνθου μόνον, ἀλλὰ καὶ ὁλοκλήρου ἔθνους φη- σὶν αὐτὸν ἀπαρχὴν εἶναι. ὡσανεὶ, θύραν καὶ εἴσοδον τοῖς ἄλλοις γεγενημένον. οὐ μικρὸς δὲ τοῖς τοιούτοις ὁ μισθός. καὶ γὰρ καὶ τῶν ἑτέροις κατωρθωμένων, πολλὴν καρπώσεται τὴν ἀμοιβὴν ὁ τοιοῦτος. ἅτε καὶ ἐκείνοις πολὺ διὰ τῆι, ἀρχῆς συνεισενεγκών.
- 16.6.verse.1
Ἀσπάσασθε Μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμὰς.
- 16.6.1.1
Χρυσοστόμου. Ἄλλη πάλιν γυνὴ στεφανοῦται, καὶ ἀνακηρύττεται, τῶν ὑπὲρ τῆς ἀληθείας ἱδρώτων. “ ἥτις,” φησὶν, “ πολλὰ “ ἐκοπίασεν, οὐκ εἰς ἑαυτὴν μόνον, οὐδὲ εἰς τὴν οἰκείαν ἀρετὴν, ὃ πολλαὶ καὶ νῦν ποιοῦσι γυναῖκες, νηστεύουσαι, χαμευνοῦσαι, ἀλλὰ καὶ εἰς ἑτέρους· Ἀποστόλων καὶ Εὐαγγελιστῶν ἀναδεξαμένη δρόμους. πῶς οὖν φησιν, “ γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω;” τῆς ἐν τῷ μέσῳ προεδρίας αὐτὴν κωλύων, καὶ θρόνου τοῦ ἐν τῷ βήματι, οὐ τοῦ λόγου τῆς διδασκαλίας. ἐπεὶ εἰ τοῦτο ἦν, πῶς ἔλεγε τῆ τὸν ἄπιστον ἄνδρα ἐχούσῃ; τί γὰρ οἰδας, γύναι, εἰ τον ἀνδρα “ σώσεις ” πῶς ἐπέτρεπε παῖδας νουθετεῖν; “ σωθήσεται δὲ διὰ “ τῆς τεκνογονίας. ἐὰν ἐπιμένωσι τῆ πίστει, καὶ τῇ ἀγάπῃ, καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης.” πῶς ἡ Πρίσκιλλα τὸν Ἀπολλῶ κατήχει; οὐ τοίνυν τὴν ἰδίᾳ διάλεξιν γινομένην, ἐπ’ ὠφελείᾳ διακόπτων, τοῦτο ἔλεγεν, ἀλλὰ τὴν ἐν κοινῷ θεάτρῳ διδασκάλοις πρέπουσαν. καὶ ὅταν πάλιν πιστὸς ὁ ἀνὴρ ᾖ, σφόδρα τὲ ἀπηρτισμένος, καὶ διδάσκειν αὐτὴν δυνάμενος, ὡς ἃν αὐτὴ σοφωτέρα ᾖ, οὐ κωλύει διδάσκειν καὶ διορθοῦν. καὶ οὐκ εἶπεν ἥτις πολλὰ ἐδίδαξεν, ἀλλ’ “ ἥτις πολλὰ ἐκοπίασε.” δεικνὺς ὅτι μετὰ τοῦ λόγου καὶ ἕτερα διηκονεῖτο, τὰ ἀπὸ τῶν κινδύνων, τὰ ἀπὸ τῶν χρημάτων, τὰ ἀπὸ τῶν ἀποδημιῶν. λεόντων γὰρ θερμότεραι αἱ τότε γυναῖκες ἦσαν, διανεμόμεναι πρὸς τοὺς Ἀποστόλους τοὺς τοῦ κηρύγματος πόνους. διὰ τοῦτο καὶ συναπεδήμουν αὐτοῖς, καὶ τὰ ἄλλα πάντα διηκονοῦντο. καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ, ἠκολούθουν αἱ γυναῖκες, ἐκ τῶν ὑπαρχόντων αὐταῖς διακονούμεναι, καὶ θεραπεύουσαι τὸν διδάακαλον.
- 16.7.verse.1
Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς καὶ συναιχμαλώτους μου· οἵτινες εἰσὶν ἐπίσημοι ἐν τοῖς Ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.
- 16.7.1.1
Χρυσοστόμου. Δοκεῖ μὲν καὶ τὸ “ συγγενεῖς” αὐτοῦ καλέσαι, ἐγκώμιον εἰναι. τὸ δὲ “ καὶ συναιχμαλώτους,” πολλῶ μεῖζον. καὶ ποῦ γέγονεν αἰχμάλωτος Παῦλος; ἵνα εἴπῃ “ τοὺς συναιχμα- “ λωτοὺς μου.” αἰχμάλωτος μὲν οὐκ ἐγένετο· αἰχμαλώτων δὲ χαλεπώτερα ἔπασχεν. οὐ πατρίδος ἀλλοτριούμενος μόνον καὶ οἰκίας, ἀλλὰ καὶ λιμῷ παλαίων, καὶ θανάτῳ διηνεκεῖ, καὶ μυρίοις ἑτέροις δεινοῖς. ἐπεὶ οὖν καὶ τούτοις εἰκὸς ἦν αὐτῶ πολλῶν κοινωνῆσαι κινδύνων, συναιχμαλώτους αὐτοὺς καλεῖ. εἶτα, ἕτερος ἔπαινος. “ οἵτινες εἰσὶν ἐπίσημοι ἐν τοῖς Ἀπόστολοις.” καὶ τὸν Ἀποστόλους εἶναι, μέγα. τὸ δὲ καὶ ἐν τούτοις ἐπισήμους εἶναι, ἐννόησον ἡλίκον ἐγκώμιον. ἐπίσημοι δὲ ἦσαν, ἀπὸ τῶν κατορθωμάτων. βαβαὶ πόση τῆς γυναικὸς ταύτης ἡ φιλοσοφία· ὡς καὶ τῆς τῶν Ἀποστόλων ἀξιωθῆναι προσηγορίας. καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἕτερον ἐγκώμιον προστίθησι λέγων, “ οἱ καὶ πρὸ ἐμοῦ “ γεγόνασιν ἐν Χριστῷ. καὶ γὰρ καὶ τοῦτο ἔπαινος μέγιστος, τὸ προπηδῆσαι καὶ πρὸ τῶν ἄλλων ἐλθεῖν. σκόπει δέ μοι τὴν ἁγίαν ψυχὴν, πῶς κενοδοξίας ἦν καθαρά; μετὰ γὰρ τοσαύτην καὶ τηλικαύτην δόξαν, ἑτέρους ἑαυτοῦ προτίθησι· καὶ οὐκ ἀποκρύπτεται τὸ, υστερος αὐτῶν ἐλθεῖν.
- 16.8.verse.1
Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ.
- 16.8.1.1
Χρυσοστόμου. Πἀλιν τοῦτον ἀπὸ τῆς ἀγάπης ἐγκωμιάζει. ἡ γὰρ ἀγάπη Παύλου, διὰ τὸν Θεὸν ἦν, μυρία ἔχουσα ἀγαθά. εἰ γὰρ τὸ παρὰ βασιλέως ἀγαπᾶσθαι μέγα, τὸ παρὰ Παύλου φιλεῖσθαι ἡλίκον ἐγκώμιον; οὐδὲ γὰρ ἃν εἰ μὴ πολλὴν ἀρετὴν ἐκέκτητο, εἰς ἔρωτα αὐτὸν ἐπεσπάσατο. διὸ ἐν Κυρίῳ ἀγαπητὸν αὐτὸν προσηγόρευσεν. ὅπερ κατορθωμάτων δηλωτικόν.
- 16.9.verse.1
Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου.
- 16.9.1.1
Χρυσοστόμου καὶ Θεοδωρήτου. Τὸ, συνεργὸν εἰπεῖν τῶν τοῦ Χριστοῦ κηρυγμάτων καὶ ἀγώνων, μεῖζον ἐγκώμιον. καὶ γὰρ τὸ ἀγαπητὸν περιέχει.
- 16.10.verse.1
Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ.
- 16.10.1.1
Χρυσοστόμου. Οὐδὲν τούτου τοῦ ἐπαίνου ἶσον· τοῦ, ἄληπτον εἶναι, καὶ μηδεμίαν παρέχειν λαβὴν ἐν τοῖς κατὰ Θεὸν πράγμασιν. ὅταν γὰρ εἴπῃ “ τὸν δόκιμον ἐν Χριστῷ,” πᾶσαν ἀρετὴν καταλέγει. καὶ τίνος ἕνεκεν οὐδαμοῦ, τὸν Κύριον μου, φησὶν, τὸν δεῖνα· ἣ τὸν δεσπότην μου; ὅτι ταῦτα ἐκείνων μείζονα τὰ ἐγκώμια. ἐκεῖνα μὲν γὰρ, τιμῆς ἐστι μόνον, ταῦτα δὲ, ἀρετῆς. καὶ τούτῳ δὲ αὐτῷ τετίμηκεν αὐτούς· οὐχ ὡς ἔτυχε τῷ πολλοὺς τῶν καταδεεστέρων, μετὰ τῶν ὑψηλοτέρων καὶ μεγάλων προσαγορεύειν. τῷ μὲν γὰρ προσειπεῖν, καὶ μετ’ ἀλλήλων προσειπεῖν, καὶ ἐν τῇ αὐτῇ ἐπιστολῇ, πάντας ὁμοίως ἐτίμησε. τῷ δὲ τὰ ἰδιάζοντα ἑκάστου θεῖναι ἐγκώμια, τὴν ἰδιάζουσαν ἑκάστου παρέστησεν ἡμῖν ἀρετήν. ὡς μήτε φθόνον τεκεῖν, τῷ τοὺς μὲν τιμῆσαι, τοὺς δὲ, ἀτιμάσαι. μήτε ῥαθυμίαν καὶ σύγχυσιν ἐργάσασθαι, ἐκ τοῦ πάντας τῶν αὐτῶν ἀξιῶσαι, οὐ τῶν αὐτῶν ὄντας ἀξίους.
- 16.11.verse.1
Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλων. καὶ Ἡρωδίωνα τὸν συγγενῆ μου. καὶ τοὺς ἐκ τῶν Ναρκίσσου, τοὺς ὄντας ἐν Κυρίῳ.
- 16.11.1.1
Τοῦ Χρυσοστόμου. τούτους εἰκὸς ἴσως μὴ τοιούτους εἶναι, οἵους τοὺς ἔμπροσθεν. διὸ οὐδὲ ὀνομαστὶ τῶν πάντων μέμνηται. καὶ τὸ προσῆκον μόνον αὐτοῖς ἀποδίδωσιν ἐγκώμιον, τὸ, πιστοὺς εἶναι. τοῦτο γάρ ἐστι “ τοὺς ὄντας ἐν Κυρίῳ.
- 16.11.2.1
Θεοδωρήτου. Δῆλον δὲ, ὡς οἰκίαι ἦσαν πεπιστευκυῖαι. περὶ δέ γε “ τῶν ἐκ τῶν Ναρκίσσου,” φησὶν, “ τοὺς ὄντας ἐν Κυρίῳ. ὡς ὄντας δήπουθεν καὶ ἄλλων οὐδέπω τοῦτο γεγενημένων.
- 16.12.verse.1
Ἀσπάσασθε Τρύφαιναν καὶ τρυφῶσαν, τὰς κοπιώσας ἐν Κυρίῳ.
- 16.12.1.1
Θεοδωρήτου. Περὶ μὲν τῆς Μάριας ἔφη, “ ὅτι ἐκοπίασεν εἰς “ ὑμᾶς.” περὶ δὲ τούτων, ὅτι ἔτι κοπιῶσιν. οὐ μικρὸν δὲ τοῦτο ἐγκώμιον, τὸ, ἐνεργοὺς εἶναι διόλου. καὶ μὴ μόνον ἐνεργοὺς, ἀλλὰ καὶ κοπιᾶν. κόπον δὲ, τὸν τῆς φιλοξενίας λέγει, ἣ νηστείας, ἣ ἄλλης τινὸς ἀρετῆς.
- 16.12.1.2
Ἀσπάσασθε Πέρσιδα τὴν ἀγαπητήν. ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ.
- 16.12.2.1
Χρυσοστόμου. Ἀγαπητὴν, τὴν Πέρσιδα καλεῖ. δεικνὺς αὐτὴν μείζονα τούτων οὖσαν. καὶ πολὺν αὐτῇ μαρτυρεῖ κάματον. οὕτως οἶδεν ἕκαστον κατὰ τὴν ἀξίαν ὀνομάζειν. τούτους τὲ προθυμοτέρους ποιῶν, τῷ μηδενὸς τῶν προσόντων αὐτοὺς ἀποστερεῖν, ἀλλὰ καὶ τὴν μικροτάτην ὑπεροχὴν ἀνακηρύττειν, τούς τε ἑτέρους, σπουδαιοτέρους κατασκευάζων, καὶ εἰς τὸν αὐτὸν ἐνάγων ζῆλον τοῖς περὶ τούτων ἐγκωμίοις.
- 16.13.verse.1
Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
- 16.13.1.1
Χρυσοστόμου. Ὁλόκληρα πάλιν ἐνταῦθα τὰ ἀγαθά. ὅταν καὶ ὁ παῖς τοιοῦτος ᾖ, καὶ ἡ μήτηρ τοιαύτη, καὶ πλήρης ἡ οἰκία εὐλογίας, καὶ ἡ ῥίζα τῶ καρπῷ συμβαίνει. οὐδὲ γὰρ ἁπλῶς εἶπεν ἃν “ μητέρα αὐτοῦ καὶ ἐμοῦ,” εἰ μὴ πολλὴν ἐμαρτύρει τῇ γυναικὶ τὴν ἀρέτην.
- 16.13.2.1
Θεοδωρήτου. Ἀξιέραστος δὲ καὶ ὁ τοῦ Ῥούφου ἔπαινος. “ πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.” καὶ τὴν τούτου δὲ μητέρα πολλοῖς ἐλάμπρυνεν ἀρετῆς κατορθώμασι. οὐ γὰρ ἃν ἄλλως ἠξιώθη Παύλου μήτηρ ὀνομασθῆναι. τοῦ μὲν γὰρ Ῥούφου, ἡ φύσις αὐτὴν ἀπέφηνε μητέρα· τοῦ δὲ Παύλου, τῆς ἀρετῆς τὸ αἰδέσιμον.
- 16.14.verse.1
Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατροβᾶν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
- 16.14.1.1
Θεοδωρήτου. Ἄλλη αὕτη συνοικία πιστῶν, τῆς Παύλου προσηγορίας ἄξια.
- 16.14.2.1
Χρυσοστόμου. Ἐνταῦθα δὲ μὴ τοῦτο ἴδῃς ὅτι χωρὶς ἐγκωμίων αὐτοὺς τίθησι, ἀλλ’ ὅτι σφόδρα ὡς ἔοικε καταδεεστέρους ὄντας ἁπάντων, οὐκ ἀπηξίωσε τῆς παρ’ αὐτοῦ προσρήσεως. μᾶλλον δὲ οὐδὲ μικρὸν καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ ἀδελφοὺς αὐτοὺς καλεῖν. ὥσπερ οὖν καὶ τοὺς μετ’ αὐτοὺς, ἁγίους. “ ἀσπάσασθε,” γάρ φησιν, “ Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα, καὶ τὴν ἀδελφὴν “ αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.”
- 16.14.2.2
Χρυσοστόμου. Τὸ γὰρ ἁγίους αὐτοὺς καλέσαι, μέγιστον ἦν ἀξίωμα καὶ τιμῆς ἄφατον μέγεθος. καὶ οὗτοι δὲ πάλιν κατὰ ταὐτὸν διάγοντες, δι’ ἣν εἶχον ἀρετὴν, τῆς ἀποστολικῆς προσρήσεως ἔτυχον.
- 16.16.verse.1
Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
- 16.16.verse.2
Ινα μηδεμία φιλονεικία γένηται. τῷ τοὺς μὲν, οὕτως προειρῆσθαι, τοὺς δὲ, οὕτως. καὶ τοὺς μὲν, ὀνομαστὶ, τοὺς δὲ, ἀδιορίστως. καὶ τοὺς μὲν, μετὰ πλειόνων ἐγκωμίων, τοὺς δὲ, μετὰ ἐλαττόνων. ἀνακιρνᾷ πάλιν αὐτοὺς τῇ τῆς ἀγάπης ἰσοτιμίᾳ, καὶ τῷ ἁγίῳ φιλήματι. διὰ τῆς εἰρήνης ταύτης, πάντα ἐκβάλλων θορυβοῦντα αὐτοὺς λογισμὸν, καὶ μικροψυχίας ἀφορμήν. ἵνα μήτε ὁ μέγας καταφρονῇ τοῦ ἐλάττονος· μήτε ὁ μικρὸς βασκαίνῃ τῷ μείζονι. ἀλλὰ καὶ ὑπεροψία καὶ φθόνος ἀπελαύνηται, τοῦ φιλήματος τούτου πάντα καταπραύνοντός τε καὶ ἐξισοῦντος. Θεοδωρήτου. Καὶ ἐπειδὴ ἀπὼν αὐτὸς αὐτοὺς οὐκ ἠδύνατο περιπτύξασθαι, δι’ αὐτῶν τοῦτο ποιεῖ. παρακελευσάμενος αὐτοῖς ἀλλήλους ἀσπάσασθαι, καὶ ἀσπάσασθαι “ ἐν φιλήματι ἁγίῳ,” σεμνῷ, καὶ σώφρονι, καὶ εἰλικρινεῖ, καὶ παντὸς ἀπηλλαγμένῳ δόλου.
- 16.16.verse.3
Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ.
- 16.16.1.1
Χρυσοστόμου. Ἵνα πᾶσαν ὡς εἴπομεν περιέλῃ φιλονεικίαν, οὐ μόνον αὐτοὺς ἀλλήλους ἀσπάσασθαι κοινῶς, ἀλλ’ οὐ διηρημένως κελεύει, ἀλλὰ καὶ τὸν παρὰ τῶν ἐκκλησιῶν ἀσπασμὸν, κοινῶς αὐτοῖς διαπέμπεται. “ ἀσπάζονται,” λέγων, “ αἱ ἐκκλησίαι τοῦ “ Χριστοῦ.” οὐκέτι τὸν δεῖνα καὶ τὸν δεῖνα κατ’ ἰδίων, ἀλλὰ κοινῶς πάντας. ἀλλ’ ἐπειδὴ τινὲς ἐζήτησαν πολλάκις, τί δήποτε ἐν τῆ Ἐπιστολῇ ταύτῃ τοσούτους προσεῖπεν, ὅπερ ἐν ἑτέρᾳ οὐκ ἐποίησεν; ἐκεῖνο ἂν εἴποιμεν. ὅτι διὰ τὸ μηδέπω ἑωρακέναι Ῥωμαίους τοῦτο ποιεῖ. καίτοι γε φησὶν, οὐδὲ Κολοσσαεῖς εἶδε, καὶ οὐδὲν τοιοῦτον ἐποίησεν. ἀλλ’ οὗτοι, δοκιμότεροι τῶν ἄλλων ἦσαν, καὶ ἐξ ἑτέρων πόλεων ἐκεῖ μεταστάντες, ὡς εἰς ἀσφαλεστέραν τινὰ καὶ βασιλικωτέραν πόλιν. ἐπεὶ οὖν ἐν ξένῃ διῆγον, καὶ ἔδει πολλῆς ἀπολαύειν ἀσφαλείας αὐτοὺς, καὶ τῶν αὐτῷ γνωρίμων ἦσαν τινὲς ἐξ αὐτῶν, οἱ δὲ καὶ διακονησάμενοι, πολλὰ καὶ μεγάλα ὑπὲρ αὐτοῦ παθόντες, εἰκότως αὐτοὺς συνίστησι διὰ τῶν γραμμάτων. καὶ γὰρ οὐ μικρὰ ἦν ἡ Παύλου δόξα τότε. ἀλλὰ τοσαύτη, ὡς καὶ ἀπὸ γραμμάτων μόνων πολλὴν ἔχειν τὴν προστασίαν τοὺς τῶν γραφῶν ἀπολαύοντας. βουλόμενος τοίνυν αὐτοὺς εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ, προσεῖπεν ἕκαστον, κατὰ τὸ ἐγχωροῦν καλλωπίζων αὐτοὺς.
- 16.17.verse.1
Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοὶ σκοπεῖν τοὺς τὰ σκάν- δαλα καὶ τὰς διχοστασίας, παρὰ τὴν διδαχὴν ἢν ὑμεῖς ἐμάθετε, ποιοῦντας. καὶ ἐκκλίνατε ἀπ’ αὐτῶν. οἱ τοιοῦτοι τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῆ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· χαίρω οὖν τὸ ἐφ’ ὕμιν.
- 16.17.1.1
Χρυσοστόμου. Πἀλιν παραίνεσις, καὶ εὐχὴ μετὰ τὴν παραί- νεσιν. σκόπει δὲ πῶς προσηνῶς παραινεῖ. οὐκ ἐν τάξει συμβού- λου, ἀλλ’ ἐν τάξει ἱκέτου τοῦτο ποιῶν, καὶ μετὰ πολλῆς τῆς τιμῆς. καὶ γὰρ καὶ ἀδελφοὺς ἐκάλεσε, καὶ ἱκετεύει. “παρακαλῶ “γὰρ ὑμᾶς,” φησιν, “ἀδελφοί.” εἶτα καὶ ἐναγωνίους δεικνὺς τὸ δολερὸν τῶν ἐπηρεαζόντων. ὡς γὰρ οὐκ αὐτόθεν ὄντων δήλων, φησίν. “παρακαλῶ ὑμᾶς σκοπει-ν.” τουτέστι περιεργά- ζεσθαι μετὰ ἀκριβείας, καὶ καταμανθάνειν καὶ διερευνᾶσθαι. τί- νας, εἶπέ μοι ; “τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν “διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας.” αὕτη γὰρ μάλιστα ἐκι κλησίας ἀνατροπή· τὸ διηρῆσθαι. ἀπὸ γὰρ τῆς διχοστασίας, τὸ σκάνδαλον. ἡ δὲ διχοστασία, πόθεν ; ἀπὸ τῶν δογμάτων τῶν παρὰ τὴν διδαχὴν τῶν Ἀποστόλων. τὰ δὲ δόγματα τὰ τοιαῦτα, πόθεν ; ἀπὸ τοῦ γαστρὶ δουλεύειν, καὶ τοῖς ἄλλοις πάθεσιν. ὥστε οὐκ ἃν γένοιτο διχοστασία, εἰ μή τις παρὰ τὴν ἀποστολικὴν διδαχὴν ἐπινοηθείη δόγμ” ὃ καὶ ἐνταῦθα δηλῶν, ἔλεγε, “παρὰ τὴν διδα- χήν. καὶ οὐκ εἶπεν, ἣν ἐδιδάξατε, ἀλλ’ ἣν ὑμεῖς ἐμάθετε. προκαταλαμβάνων αὐτοὺς, καὶ ἀκούσαντας καὶ καταδεξαμένους καὶ τι ποιήσομεν τοῖς τὰ τοιαύτα κακουργοῦσιν ; οὐκ εἶπεν ὄμοσε χωρεῖτε, καὶ πυκτεύετε, ἀλλ’ “ἐκκλίνατε ἀπ’ αὐτῶν. εἰ μὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν. ἐπειδὴ δὲ ἑκόντες ἁμαρτάνουσιν, ἀποπηδᾶτε. εἶτα κωμῳδῶν τοὺς τὰ τοιαῦτα τολ- μῶντας, λέγει καὶ τὴν αἰτίαν, ἀφ’ ἧς ταύτην ἐποίησαν τὴν διχο- στασίαν. “ οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ οὐ δουλεύ- “ οὖσιν, ἀλλὰ τῆ ἑαυτῶν κοιλίᾳ.” τοῦτο καὶ Φιλιππησίοις ἔλεγε περὶ αὐτῶν, “ ὧν Θεὸς ἡ κοιλία.” ἐνταῦθα δέ μοι τοὺς ἐξ Ἰουδαίων δοκεῖ αἰνίττεσθαι, οὓς μάλιστα ἀεὶ διαβάλλειν εἴωθε ὡς γαστριμάργους. καὶ ἡ μὲν ὑπόθεσις τῆς πλάνης, ἀυτὴ. ο δὲ τροπος τῆς ἐπιβουλῆς, ἕτερον πάλιν νόσημα, ἡ κολακεία. “ διὰ γὰρ “ τῆς χρηστολογίας, φησὶν, ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.” καὶ καλῶς εἶπε “ χρηστολογίας.” μέχρι γὰρ τῶν ῥημάτων ἡ θεραπεία. ἡ δὲ διάνοια, οὐ τοιαύτη, ἀλλὰ δόλου γέμουσα. καὶ οὐκ εἶπεν ὑμᾶς ἐξαπατῶσιν, ἀλλὰ “ τὰς καρδίας τῶν ἀκάκων.” καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ’ ὥστε ποιῆσαι ἀνεπαχθέστερον τὸ εἰρημένον, φησὶν, “ ἡ γὰρ ὑμῶν ὑπακοὴ, εἰς πάντας ἀφίκετο. τοῦτο δὲ ποιεῖ, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι, ἀλλὰ τοῖς ἐγκωμίοις προσκαταλαμβάνων, καὶ τῷ πλήθει τῶν μαρτύρων προκατέχων αὐτούς. οὐδὲ γὰρ ἐγὼ, φησὶν, μαρτυρῶ μόνος, ἀλλὰ καὶ πᾶσα ἡ οἰκουμένη. καὶ οὐκ εἶπεν, ἡ γὰρ ὑμῶν σύνεσις, ἀλλ’ “ ἡ ὑμῶν “ ὑπακοή.” τουτέστιν, ἡ πειθώ. ὅπερ πολλὴν αὐτοῖς ἦν μαρτυροῦντος πραότητα. ἀλλὰ καὶ τὸ, “ χαίρω οὖν τὸ, ἐφ’ ὑμῖν,” οὐ μικρὸν ἐγκώμιον.
- 16.17.2.1
Γενναδίου. Παραινεῖ τοίνυν αὐτοὺς τὰς τοῦ Πέτρου κατέχειν παραδόσεις, φυλαττομένους τὴν Ἰουδαϊκὴν τερατολογίαν. οὓς καλῶς οὐχὶ τῷ Χριστῷ δουλεύειν, ἀλλὰ τῇ ἑαυτῶν, ἔφη, κοιλίᾳ. διὰ τὸ μονονουχὶ τὴν εὐσέβειαν αὐτοὺς ἐν τῇ παρατηρήσει τῶν βρωμάτων ὁρίζεσθαι. οὔκουν καλῶς ἔχει ὑμῖν, φησὶν, διαβοηθεῖσιν ἐπὶ τῇ περὶ τὴν πίστιν εὐγνωμοσύνῃ, οὔτε αὐτοὺς τῆς εὐκλείας ἀποστερῆσαι παρακρουσθέντας, οὔτε τὴν ἡμετέραν ὑπὲρ τῆς ὐμετέρας εὐδοκιμήσεως ἀμβλῦναι χαράν.
- 16.17.3.1
Θεοδωρήτου. Εὐλογίαν δὲ, τὸν ἔπαινον ἐκάλεσε. πλὴν αἰντίττεται καὶ τινας ἐξ αὐτῶν ὑπαχθέντας. “ ἐξαπατῶσι γάρ,” φησιν, “ τὰς καρδίας τῶν ἀκάκων.” οὐ κακοήθειαν μέντοι ἀλλὰ ἁπλότητα ῃτιασατο.
- 16.17.3.2
Θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
- 16.17.4.1
Χρυσοστόμου. Μετὰ τὸν ἔπαινον, νουθεσία. ἵνα γὰρ μὴ τῶν ἐγκλημάτων ἀπαλλάξας αὐτοὺς, ὡς λανθάνοντας ῥᾳθυμοτέρους ἐργάσηται, πάλιν αὐτῶν καθάπτεται ἀνυπόπτως. τοῦτο γὰρ αἰνιττομένου ἐστὶν, ὅτι τινὲς ἐξ αὐτῶν καὶ παρήγοντο.
- 16.17.5.1
Γενναδίου. Βούλομαι οὖν φησιν γινώσκειν μὲν ὑμᾶς τὰ τοῖς καλοῖς ἐναντία. καὶ εἶναι πρὸς τὸ, τὸ ἀγαθὸν ποιῆσαι σοφοὺς, ἀφελεῖς δὲ καὶ ἀπανούργους ὑπάρχειν, καὶ κακίας ἁπλῶς ἀμαθεῖς.
- 16.17.6.1
Θεοδωρήτου. Τοῦτον καὶ ὁ Κύριος τοῖς Ἀποστόλοις τὸν νόμον παρήνεγκε, “ γίνεσθε,” λέγων, “ φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέ- “ ραιοι ὡς αἱ περιστεραί.” βούλεται δὲ καὶ ὁ δεσποτικὸς καὶ ἀποστολικὸς λόγος ἀποτίθεσθαι μὲν τὰς παρὰ τῶν δυσμενῶν προσφερομένας ἐπιβουλὰς, ἥκιστα δὲ τοὺς ἀδικοῦντας ἀμύνεσθαι.
- 16.17.7.1
Θεοδώρου. Ἀκεραιότης μὲν γὰρ καὶ ἁπλότης ἄνευ φρονήσεως, μωρία ἐστίν. ἀκεραιότητος δὲ μὴ προσούσης, φρόνησις καθ’ ἑαυτην εἰς μωρίαν ἐκπίπτει.
- 16.17.7.2
Ἐκ τῶν ἀσκητικῶν. Ἒστι δὲ φρόνησις μὲν καὶ σοφία τὸ μετὰ περισκέψεως κ·αὶ κατανοήσεως τοῦ δυνατοῦ καὶ τῆς εὐοδίας ποιεῖν τί. ἀκεραιότης δὲ, τὸ μηδὲ εἰς ἔννοιαν ἐλθεῖν τοῦ ἀμύνασθαι τὸν ἐπιβουλεύοντα, ἐπιμένειν δὲ τῇ εὐεργεσίᾳ κατὰ τὸ, “ ὑμεῖς δὲ “ τὰ ἀγαθὰ ποιοῦντες, μὴ ἐκκακεῖτε.
- 16.20.verse.1
Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.
- 16.20.1.1
Χρυσολόγου. Ἐπειδὴ ἐμνήσθη τῶν διχοστασίας καὶ τὰ σκάνδαλα ποιούντων, εἶπεν εἰρήνης Θεόν· ἵνα θαρρήσωσι περὶ τῆς τούτων ἀπαλλαγῆς. ὁ γὰρ ταύτῃ χαίρων, τὰ λυμαινόμενα αὐτὴν καταλύσει. καὶ οὐκ εἶπεν ὑποτάξει, ἀλλ’ ὃ μεῖζον ἐστὶ “ συν- “ τρίψει.” καὶ οὐκ ἐκείνους μόνον, ἀλλὰ καὶ τὸν στρατηγοῦντα αὐτῶν τὰ τοιαῦτα Σατανᾶν. καὶ οὐχ ἁπλῶς συντρίψει, ἀλλ’ “ ὑπὸ “ τοὺς πόδας ὑμῶν,” ὥστε αὐτοὺς τὴν νίκην ἄρασθαι, καὶ τῷ τροπαίῳ γενέσθαι λαμπρούς. καὶ ἀπὸ τοῦ χρόνου δὲ ἡ παραμυθία πάλιν. ἐπήγαγε γὰρ, “ ἐν τάχει.” τοῦτο δὲ ὁμοῦ καὶ εὐχὴ καὶ προφητεία ἦν. ἀνέμνησε δὲ αὐτοὺς τῆς τοῦ Χριστοῦ χάριτος, εἰπὼν, “ ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. ἵνα προθυμοτέρους ἐργάσηται. εἰ γὰρ τῶν πολὺ χαλεπωτέρων ἀπηλ- λάγητε, καὶ ἀπηλλάγητε χάριτι μόνον, πολλῷ μᾶλλον τῶν ἐλατ- τόνων ἀπαλλαγήσεσθε, ὅτε καὶ φίλοι γεγόνατε, καὶ τὰ παρ’ ἑαυτῶν συνεισηνέγκατε. ὁρᾷς πὼς οὔτε εὐχὴν χωρὶς ἔργων, οὔτε ἔργα χωρὶς εὐχῆς τίθησι ; μαρτυρήσας γὰρ αὐτοῖς τὴν ὑπακοὴν, τότε ἐπηύξατο, δεικνὺς ὅτι ἀμφοτέρων δεόμεθα, καὶ τῶν παρ’ ἡμῶν, καὶ τῶν παρὰ τοῦ Θεοῦ· εἰ μέλλοιμεν μετὰ ἀκριβείας σώζεσθαι.
- 16.21.verse.1
Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λολ κιὸς, καὶ Ἰάσων, καὶ Σωσίπατρος, οἱ συγγενεῖς μου.
- 16.21.1.1
Χρυσοστόμου. Ελ̓ͅς πάλιν τὰ συνήθη ἐγκώμια;
- 16.21.1.2
Θεοδωρήυου Ο μὲν γὰρ ἐπίσημον ἔχει τοῦ ἔργου τὴν κοινω- νίαν, οἱ δὲ τὴν συγγένειαν. τοῦ δὲ συγγενοῦς ὁ συνεργὸς πολλῷ τιμαλφέστερος. οὗτος δέ ἐστι Τιμόθεος, ὃν ἐν Λύστροις περιέ- τεμε, πρὸς ὃν τὰς δύο γέγραφεν Ἐπιστολάς.
- 16.21.2.1
Χρυσοστόμου. Τούτου δ̀οὲ τοῦ 1άσονος, καὶ ὁ Λουκᾶς μέμνη- τᾶι, καὶ τὴν ἀνδρίαν αὐτοῦ παρίστησι λέγων, ὅτι “ἦγον αὐτὸν “ἐπὶ τοὺς πολιτάρχας βοῶντες.” καὶ τοὺς ἄλλους δὲ εἰκὸς εἶναι τῶν ἐπισήμων. οὐ γὰρ ἁπλῶς συγγενῶν μέμνηται, εἰ μὴ κατὰ τὴν εὐσέβειαν εἶεν ἐοικότες αὐτῶ.
- 16.22.verse.1
Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος, ὁ γράψας τὴν Ἐπι- στολὴν, ἐν Κυρίῳ.
- 16.22.1.1
Χρυσοστόμου. Οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον ὑπογραφέα στοὴν, Παύλου. πλὴν οὐχ ἵνα ἑαυτὸν ἐγκωμιάσῃ, ταῦτα λέγει, ἀλλ’ ἵνα θερμὴν ἐπισπάσηται παρ’ αὐτῶν τὴν ἀγάπην ἀπὸ τῆς διακονίας.
- 16.22.2.1
Θεοδωρήτου. Εἷς δὲ ἦν καὶ οὗτος τῶν τῆς ἀποστολικῆς δι- δασκαλίας ἠξιωμένων. οὗ δὴ χάριν καὶ τῆς ἁγίας ψυχῆς τὰς ὠδῖνας διὰ τῆς γλώττης δεχόμενος, ἐνθεῖναι ταύτας προσετάχθη τῇ χάρτῳ.
- 16.23.verse.1
Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς σίας ὅλης.
- 16.23.1.1
Χρυσοστόμου. Ελ̓ͅb οἷον αὐτῷ τὸν στέφανον ἔπλεξε, τοσαύ- τὴν φιλοξενίαν μαρτυρήσας, καὶ ὁλόκληρον τὴν ἐκκλησίαν εἰς τὴν οἰκίαν εἰσαγαγὼν τὴν ἐκείνου; τὸν γὰρ ξένον ἐνταῦθα τὸν ξενοδόχον φησίν. ὅταν δὲ ἀκούσῃς ὅτι Παύλου ξενοδόχος ἦν, μὴ τῆς φιλοτομίας αὐτὸν θαύμαζε μόνον, ἀλλὰ καὶ τῆς κατὰ τὸν βίον ἀκριβείας· εἰ μὴ γὰρ ἦν ἄξιος τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδ’ ἃν ἐκεῖνος ἐκεῖ κατηχήθη. ὁ γὰρ πολλὰ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ σπουδάζων ὑπερβαίνειν, οὐκ ἃν τοῦτον παρέβη τὸν νόμον, τὸν κελεύοντα περιεργάζεσθαι τοὺς ὑποδεχομένους, καὶ παρὰ τοῖς ἀξίοις κατάγεσθαι.
- 16.23.2.1
Θεοδωρήτου. Κορίνθιος δὲ ἦν οὗτος. καὶ τοῦτο ἡμᾶς ἐν τῇ πρὸς Κορινθίους ἐδίδαξεν ὁ Ἀπόστολος.
- 16.23.2.2
Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
- 16.23.3.1
Χρυσοστόμου. Οὐχ ἁπλῶς προσέθηκεν “ ὁ οἰκονόμος τῆς πό- “ λεως,” ἀλλ’ ὥσπερ Φιλιππησίοις ἔγραψεν, “ ἀσπάζονται ὑμᾶς “ οἱ ἐκ τῆς Καίσαρος οἰκίας,” ἵνα δείξῃ ὅτι καὶ τῶν μεγάλων τὸ κήρυγμα ἥψατο, οὕτω καὶ ἐνταῦθα τοῦ ἀξιώματος μέμνηται· τὸ αὐτὸ τοῦτο κατασκευάζων, καὶ δεικνὺς ὅτι τῷ προσέχοντι, οὐδὲ πλοῦτος κώλυμα γίνεται, οὔτε ἀρχῆς φροντίδες, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν.
- 16.23.4.1
Θεοδωρήτου. Καὶ γὰρ κἀκεῖνος, οἰκονόμος ἦν τῆς πόλεως. ὡς κηδεμονίαν πάντως ἐμπεπιστευμένος τινά.
- 16.24.verse.1
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ἀμήν.
- 16.24.1.1
Χρυσοστόμου. Εἶδες πόθεν ἄρχεσθαι δεῖ, καὶ ποῦ τελευτᾶν πανταχοῦ; καὶ γὰρ τὸν θεμέλιον ἐντεῦθεν κατέβαλε τῆς Ἐπιστολῆς, καὶ τὸν ὄροφον ἐντεῦθεν ἐπέθηκεν· ὁμοῦ καὶ ἐπευχόμενος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων αὐτοῖς, καὶ πάσης ἀναμιμνήσκων τῆς εὐεργεσίας. τοῦτο γὰρ μάλιστα διδασκάλου γενναίου, τὸ μὴ λόγῳ μόνον, ἀλλὰ καὶ εὐχαῖς ὠφελεῖν τοὺς μαθητευομένους. διὸ καὶ ἔλεγεν, “ ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου “προσκαρτερήσομεν.”
- 16.24.2.1
Θεοδωρήτου. Πἀλιν οὖν τῆς πατρικῆς εὐλογίας μετέδωκε, καὶ τῇ τοῦ Κυρίου χάριτι, καθάπερ τινι ἀδαμαντίνῳ περιέβαλε τείχει. ταύτης καὶ ἡμεῖς μεταλάβοιμεν, ἵνα κρείττους γενώμεθα τῶν ἐπιβουλῶν, καὶ τὴν εὐθεῖαν ὁδὸν ἀπλανῶς διοδεύσοιμεν, ὑπ’ αὐτῆς φωτιζόμενοι· καὶ ἴχνεσι τοῖς ἀποστολικοῖς ἀκολουθήσαντες, ἀξιωθῶμεν ἰδεῖν τὸν διδάσκαλον. καὶ διὰ τῆς ἐκείνου πρεσβείας, τῆς δεσποτικῆς ἀπολαύσωμεν εὐμενείας, καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν. χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. μεθ’ οὗ, τῷ Πατρὶ, σὺν τῷ Παναγίῳ Πνεύματι, δόξα πρέπει, τιμὴ καὶ μεγαλοπρέπεια, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἄμην.
← Previous — showing 901–959 of 959
First Thousand Years of Greek. CTS URN tlg4102.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.