Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Epistulam Ad Romanos (typus Monacensis)

First Thousand Years of Greek · First Thousand Years of Greek · 959 sections

  1. 12.18.1.1

    Ἰσιδώρου. Ὁ γὰρ εὐσεβὴς τῷ ἀσεβεῖ πῶς εἰρηνεύσει; ἢ ὁ δίκαιος τῷ ἀδίκῳ; εἰ δὲ λογισμοὺς οἴει τούτους εἰναι, θέα αὐτὸν τὸν Παῦλον, εἰ μετὰ πάντων εἰρήνευσεν. εἰ δὲ καὶ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν βούλοιο, θέα τὸν Χριστὸν, εἰ μετὰ πάντων ἐσπείσατο. εἰς τοσαύτην οὖν ἐξεβακχεύθησαν οἱ τῶν Ἰουδαίων ἄρχοντες μανίαν, ὡς καὶ σταυρῷ αὐτὸν προσηλῶσαι τί οὑν ἐστιν “ εἰ “ δυνατόν σοι ;” μὴ δίδου τινὶ λαβὴν ἔχθρας. μὴ δὲ δικαίως καὶ εὐλόγως ἔχε ἐχθρόν. εἰ δὲ ἀλόγως ἐκεῖνοι ἀπεχθάνονται, σὲ τοῦτο οὐ παραβλάψει. οὐ δὲ γὰρ ὁ Χριστὸς ὁ εἰρηκὼς “ ἐμίσησάν με “ δωρεὰν,” ἐκέλευσε μὴ ἔχειν ἐχθρούς. τούτου γὰρ οὐκ ἐσμὲν κύριοι· ἀλλὰ τοῦ μὴ κατασπείρειν ῥίζαν πολέμου. καὶ μάλιστα ὅταν ἡ εὐσέβεια μηδὲν παραβλάπτηται. εἰ δὲ οἱ πονηροὶ τοὺς ἀγαθοὺς μισοῦσι, μὴ θαυμάζητε. τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐπιστάμενος ἔφη, “ δίωκε δὲ εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν “ Κύριον, ἐκ καθαρᾶς καρδίας.” μὴ τοίνυν αἰτιῶ τὸν ἐχθροὺς ἔχοντα· ἀλλὰ τὸν, ἑαυτῶ τοὺς ἐχθροὺς κατασκευάζοντα. εἰ δὲ μὴ συμβαίνει τῷ φωτὶ τὸ σκότος, οὐ γὰρ οἱόν τε, οὐδὲ παρὰ τὸ φῶς.

  2. 12.19.verse.1

    Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γὰρ, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. ἐὰν οὖν πεινᾶ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν δίψᾳ, πότιζε αὐτόν. τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

  3. 12.19.1.1

    Χρυσοστόμου. Ποῖα ὀργῇ διδόναι τόπον λέγει; τῇ τοῦ Θεοῦ. ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς ἐκδικίας ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτῷ μετὰ πολλῆς δίδωσι τῆς περιουσίας. ἃν γὰρ αὐτὸς μὴ ἀμύνῃ φησὶν, ὁ Θεὸς ἔσται τιμωρός. συγχώρησον οὖν αὐτῷ ἐπεξελθεῖν. τοῦτο γὰρ ἐστὶ, “ δότε τόπον τῇ “ ὁργῇ.” εἰτα παραμυθούμενος ἐπὶ πλέον, καὶ τὴν ἁμαρτίαν εἰσήγαγε. καὶ ταύτῃ μειζόνως αὐτὸν ἀνακτησάμενος, πλείονα αὐτὸν ἀπαιτεῖ τὴν φιλοσοφίαν, λέγων, “ ἐὰν οὖν πεινᾶ ὁ ἐχθρός σου.” τί γὰρ λέγω φησίν; ὅτι εἰρηνεύειν δεῖ; καὶ γὰρ καὶ εὐεργετεῖν ἐπιτάττω. ψώμιζε γὰρ αὐτὸν, καὶ πότιζε αὐτὸν, φησίν. εἶτα ἐπειδὴ σφόδρα ἐπίπονον ἐπέταξε καὶ μέγα, ἐπήγαγε, “ τοῦτο γὰρ ποιῶν, “ ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.” ταῦτα δὲ ἔλεγε, κἀκεῖνον καταστέλλων τῷ φόβῳ, καὶ τοῦτον προθυμότερον ποιῶν τῇ ἐλπίδι τῆς ἀντιδόσεως. ὁ γὰρ ἠδικημένος ὅταν ἀσθενὴς ᾖ, οὐχ οὐτῶ κατέχεται τοῖς οἰκείοις ἀγαθοῖς, ὡς τῇ τιμωρίᾳ του λελυπηκότ’ ὃς αὐτόν. οὐδὲν γὰρ οὕτως ἡδὺ ὡς ἐχθρὸν κολαζόμενον ἰδεῖν.

  4. 12.19.2.1

    Θεοδωρήτου. Εἰδέναι μέντοι χρὴ ὡς οὐκ ἐπὶ τούτῳ θεραμεύειν προσήκει τοὺς δυσμενεῖς, ἵνα μείζους ἐκεῖνοι τίσωσι δίκας. ὁ γὰρ θεῖος Ἀπόστολος ταῦτα προσέθηκε, σβέσαι τοῦ ἀδικουμένου βουλόμενος τὸν θυμόν· οὐ τῷ ἀγαθῷ τὸ κακὸν αὐξῆσαι πειρώμενος.

  5. 12.19.2.2

    Ἐκ Τῶν Ασκητικῶν. Εἴποι δ᾿ ἄν τις ὅτι τὸ, “ δότε τόπον “ τῇ ὀργῇ ἐστὶν, ἤτοι τὸ μὴ ἀντιστῆναι τῷ πονηρῷ, καθὼς γέγραπται, “ ἀλλὰ καὶ τῷ τύπτοντι σε ἐπὶ τὴν δεξιὰν σιαγόνα, “ στρέψον αὐτῷ καὶ τὴν ἄλλην,” καὶ τὰ ἑξῆς. ἣ τὸ, “ ὅταν διώ- “ κωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην.” Εκ Τῶν Αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ὃν ἀγαπᾶν προσταττόμεθα; καὶ πῶς ἀγαπήσομεν αὐτόν; ἐχθροῦ ἴδιον τὸ βλάπτειν καὶ ἐπιβουλεύειν. πᾶς οὖν ὁ ὁπωσδήποτε βλάπτων τινὰ, ἐχθρὸς ἃν λέγοιτο. ἐξαιρέτως δὲ, ὁ ἁμαρτάνων. τὸ γὰρ ὅσον ἐφ’ ἑαυτῷ βλάπτει κατὰ διαφόρους τρόπους, καὶ ἐπιβουλεύει τῷ συνόντι ἣ συντυγχάνοντι. ἐπειδὴ δὲ ἐκ σώματος καὶ ψυχὴ συνέστηκεν ὁ ἄνθρωπος, κατὰ μὲν τὴν ψυχὴν, ἀγαπήσομεν τοὺς τοιούτους, ἐλέγχοντες, νουθετοῦντες, καὶ παντὶ τρόπῳ εἰς ἐπιστροφὴν ἄγοντες. κατὰ δὲ τὸ σῶμα, εὐεργετοῦντες αὐτοὺς, ἐπιδεομένους τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων.

  6. 12.19.3.1

    Μαξίμου. Καὶ ἄλλως δὲ ἐχθρὸν ἔχομεν κατὰ τῆς ψυχῆς, τὸ ἡμέτερον σῶμα, ἀεὶ διὰ τῆς ἐπαναστάσεως τῶν παθῶν πολεμοῦν ἡμῖν. ἐὰν οὖν ἐκ τῆς συνειδήσεως πιεζόμενον τὸ τῆς σαρκὸς φρόνημα πεινᾶ, τουτέστιν ὀρέγηται σωτηρίας, ἣ δίψᾳ θείας γνώσεως, δέον τρέφειν αὐτὸ δι’ ἐγκρατείας καὶ πόνων, καὶ ποτίζειν τῇ μελέτῃ τῶν θείων λογίων. οὕτω γὰρ σωρεύονται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, τουτέστι τὸν νοῦν, ἄνθρακες πυρὸς, θεῖοι καὶ πνευματικοὶ λογισμοί.

  7. 12.19.4.1

    Ὡριγένουσ. Ἢ καὶ οὕτως. ἐπειδὴ ἡ πρὸς τὴν ἀρετὴν καὶ θεωρίαν ὄρεξις, δοκεῖ πείνα εἶναι καὶ δίψα, ὡς ὑγείας ἐμποιητικὰ ψυχικῆς, ἐὰν τοιαύτην ποτὲ πείναν ἣ δίψαν ὁ ἐχθρὸς σχῇ, μετὰ τὸ μετανοῆσαι ἐφ’ οἷς ἥμαρτε, δεῖ αὐτῷ τὸν ἅγιον ἄρτον πεινῶντι διδόναι, ἐὰν μὴ ἔστι χοῖρος ἣ κύων, ἀνάξιος τῶν ἁγίων. πολλαχῶς δέ ἐστι πεινῶντα θρέψαι τὸν ἐχθρόν. ποτὲ μὲν λόγῳ διδασκαλικῷ· ποτὲ δὲ, εὐχῇ τῇ περὶ αὐτοῦ. καὶ ἐπειδὴ παντὸς ἀνδρὸς κεφαλὴ ὁ Χριστός. οὐκοῦν τοῦ ἐχθροῦ ὡς μὴ ὄντος ἀνδρὸς, διὰ τὸ ἀσεβὲς, κεφαλὴ ὁ ἀντίχριστος. ὃν χρὴ ἐξαφανίζεσθαι ὡς ἐναντίον τῷ τοῦ Θεοῦ λόγῳ, ὑπὸ τοῦ λογικοῦ πυρὸς τῶν ἀνθράκων. ὅταν ὁ ἀσεβὴς ὁ ἔχων κεφαλὴν τὸν ἀντίχριστον, πεινήσας, φάγῃ τὸν ἀπὸ τῆς ἁγίας τραπέζης ἄρτον· καὶ διψήσας, ποτισθῇ τῷ ἀπὸ τῆς ἁγίας πηγῆς ὕδατι ζῶντι. διὸ καλόν ἐστι σωρεῦσαι ἄνθρακας, ὁ ἐστι λόγους, ἐπὶ τὴν τοῦ ἐχθροῦ κεφαλήν. “ ὃν ὁ Κύριος Ἰησοῦς ἀναλοῖ “ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. ” τοῦτο γάρ ἐστι τὸ σωτήριον πῦρ, περὶ οὗ εἶπε, “ πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.” ἀντὶ τοῦ, ἀναλῶσαι καὶ ἐξαφανίσαι τὰ σωματικὰ καὶ ὑλικά. πολλῶν δὲ ἀνθράκων χρεία, ἵνα τοῦ ἐχθροῦ ἡ κεφαλὴ ἐξαναλωθῇ. οἵτινές εἰσιν οἱ ἀληθεῖς λόγοι, οἱ ἐξαναφανίζοντες τὸ ψεῦδος. ὅταν οὖν ἀναλωθῇ ἡ τοῦ ἐχθροῦ κεφαλὴ, ὑπὸ τῶν σωρευομένων ἀνθράκων, ἐκ τοῦ τρέφεσθαι πεινῶντα τὸν ἐχθρὸν, γίνεται ὁ ποτὲ ἐχθρὸς, φίλος. καὶ κέχρηται κεφαλῇ τῷ Χριστῷ.

  8. 12.19.5.1

    Ἰσισώρου. Ἁπλῶς δὲ εἰπεῖν τὸ θαυμασθὲν ὑπὸ σοῦ, ” ἐὰν πεινᾶ “ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτὸν,” οὐ λίαν μέγα καὶ νεανικὸν, ἀλλ’ εὐχῆς ἔργον ἐστί. τὸ γὰρ εἰς τοσαύτην ἐμπεσεῖν ἐκεῖνον ἀνάγκην, ὡς τῶν ἀναγκαίων δεηθῆναι, καὶ παρὰ τοῦ ἐχθροῦ ἐλεηθῆναι, πάσης συμφορᾶς ἔγωγε εἶναι ὁρίζομαι, καὶ πάσης τιμωρίας χαλεπώτερον. οὕτω γοῦν οἱ πολλοὶ τοῦθ’ ὅρκον μέγιστον νενομίκασι, λέγοντες, μὴ λάβω παρὰ ἐχθρῶν μου ἔρανον. εἰ τοίνυν τοῖς μὲν ποιοῦσι κατ’ εὐχὴν, τοῖς δὲ πάσχουσι κατὰ τιμωρίαν γίνεται, τι θαυμάζεις; καὶ μάλιστα ὅταν μήν ἁπλῆ εἴη ἡ εὐεργεσία, ἀλλὰ τιμωρίας μείζονος ποιητική; “ τοῦτο “ γὰρ ποιῶν,” φησὶν, “ ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφα- “ λὴν αὐτοῦ.” εἰ τοίνυν αὐτὸ καθ’ αὑτὸ τὸ πρᾶγμα ἐν τιμωρίας γίνεται μέρει, καὶ ἡ αἰτία δι’ ἣν γίνεται, διὰ κόλασιν ἄλλην γίνεται.

  9. 12.19.5.2

    Τοῖς γὰρ λέγουοιν, ὅτι θερμανεῖς αὐτοῦ τὸ ἡγεμονικὸν καὶ ἀνανῆψαι ποιήσεις, οὐ πάνυ προσεκτέον. ἣ γὰρ ἃν οὐ τὴν ἀνάγκην τοῦ λιμοῦ προσέθηκεν, ἀλλ’ ἐν παντὶ καιρῷ καλῶς χρῆσθαι προσέταξεν. οὐ θαυμάζω οὖν ἔγωγε τοὺς τοῦτο ποιοῦντας, ἀλλὰ τοὺς ἐν εὐημερίᾳ ὁρῶντας τοὺς ἐχθροὺς, καὶ μὴ μόνον μὴ δυσχεραίνοντας, ἀλλὰ καὶ ἐπαινοῦντας, καὶ εὐχομένους ὑπὲρ αὐτῶν. ὅπερ ἡ νέα φιλοσοφία προστάττουσα φησὶν, “ ἀγαπᾶτε τοὺς ἐχθροὺς “ ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε “ ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς.” ἐκεῖ μὲν γὰρ, ἀνάγκη ἐπικλᾶν οἶδεν. ἐνταῦθα δὲ γυμνή ἐστι τῆς διανοίας ἡ βάσανος. εἰ δὲ καὶ ὁ Ἀπόστολος τῇ παλαιᾷ κατεχρήσατο παραινέσει, ἀλλὰ πᾶσι δῆλον ἐστὶν, ὅτι πρὸς ἀτελεστέρους ἦν ὁ λόγος ἀυτῶ.

  10. 12.21.verse.1

    Μῆ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακὸν.

  11. 12.21.1.1

    Χρυσοστόμου. Δοὺς πρότερον τῷ ἠδικημένῳ, ὅπερ ἐπεπόθει, λέγω δὴ τὸ ἰδεῖν τὸν ἐχθρὸν κολαζόμενον ὑπὸ τοῦ Θεοῦ, λοιπὸν τὰ ὑψηλότερα παραινεῖ, “ μὴ νικῶ,” λέγων, “ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. ᾔδει γὰρ ὅτι κἂν θηρίον ῃ ὁ ἐχθρὸς, οὐ μένει ψωμιζόμενος, ἐχθρός· κἂν μυριάκις μικρόψυχος ᾖ ὁ ἠδικημένος, ψωμίζων αὐτὸν καὶ ποτίζων· οὐδὲ αὐτὸς λοιπὸν τῆς τιμωρίας ἐπιθυμήσειε τῆς ἐκείνου. διὸ τῷ τέλει θαρρῶν τοῦ πράγματος, οὐχ ἁπλῶς ἠπείληται, ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ τιμωρίᾳ. οὐ γὰρ εἶπε τιμωρήσεις, ἀλλὰ “ ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν “ κεφαλὴν αὐτοῦ.” εἶτα, καὶ ἀνεκήρυξεν αὐτὸν εἰπών· “μὴ νικῶ “ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.” καὶ ἠρέμα πὼς ἠνίξατο τὸ μὴ ἰδεῖν τοιαύτῃ προαιρέσει ποιεῖν. τὸ γὰρ ἔτι μνησικακεῖν, ἡττᾶσθαι ἐστὶν ὑπὸ τοῦ κακοῦ. ἀλλὰ πρῶτον μὲν αὐτὸ οὐκ εἶπεν. οὐδὲ γὰρ εἶχε καιρόν. ὅτε δὲ ἐκένωσεν αὐτοῦ τὸν θυμὸν, τότε ἐπήγαγε, “ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. εἰ γοῦν καὶ σοῦ εὐεργετοῦντος τὸν ἐχθρὸν ὁ Θεὸς ἐκδικῶν σε ὀργίζεται αὐτῷ, καὶ πυρ’ πειρασμῶν καὶ κακώσεων ὢν κάτα σου ἐκεῖνος ἐτέκταινεν, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στρέφει, ἀλλ’ οὖν μὴ σὺ διὰ τοῦτο θελήσῃς αὐτὸν εὐεργετεῖν, ἵν ἐν τοιούτοις αὐτὸν κακοῖς ἴδῃς. ἐπεὶ ἐνικήθης ὑπὸ τοῦ κακοῦ. κακεῖνος μὲν οὐδὲν ἧττον ἃ ἔδει παθεῖν αὐτὸν, πάσχει. σὺ δὲ ἀπώλεσάς σου τὸν μισθὸν, νικηθεὶς ὑπὸ τοῦ κάκου.

  12. 13.1.verse.1

    Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι, ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν. ὥστε ὁ ἀντιτασσό- μενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, κρίμα ἑαυτοῖς λήψονται.

  13. 13.1.1.1

    Γενναδίου. Ἐν ἀρχῇ τοῦ κηρύγματος κεκρατημένοις τοῖς ἀνθρώποις ὑπὸ τῶν προτέρων ἐθῶν, δυσπαράδεκτον ἦν τὸ εὐαγγέλιον, ὑπισχνούμενον καὶ τὰ ὑπὲρ ἔννοιαν ἀνθρωπίνην, καὶ παρ’ ἰδιωτῶν καὶ πτωχῶν καταγγελλόμενον. οὗ χάριν, πολλή τις ἦν τότε τῶν χαρισμάτων ἡ χορηγία, δυσωποῦσα τούτους μεταμανθάνειν τὰ παρὰ τῶν Ἀποστόλων διδάγματα. κάτοχοι δὲ γινόμενοι τῷ Πνεύματι, καὶ οἷον πρὸ ὀφθαλμῶν ὁρῶντες τὰ κηρυττόμενα διὰ τῆς διδομένης αὐτοῖς ὑπὸ τοῦ Πνεύματος ἐξουσίας εἰς τὴν τῶν σημείων ἐνέργειαν, ἠτίμαζον τὰ παρόντα, πλοῦτον, δόξαν, καὶ βασίλειαν αὐτήν. ἐκ τούτου προβαίνειν ἔμελλεν εἰς στάσεις αὐτοῖς τὸ πρᾶγμα· περιττὸν ἡγουμένοις μετὰ Χριστὸν τῇ πρόσθεν ἐμμένειν καταστάσει· τῆς τοιαύτης γνώμης μάλιστα καὶ ἐξ αὐτῆς αὐτοῖς τῆς Ἐπιστολῆς κυρουμένης. διὰ πάσης γὰρ συνεβούλευε τὸ μὴ κατὰ σάρκα ζῆν ἔτι αὐτοὺς ὡς Χριστῷ μεταστάντας, ἀλλὰ κατὰ Πνεῦμα. τοῦτο οὖν προυπιδόμενος ὁ Ἀπόστολος τὴν ἁρμόζουσαν πρὸς αὐτοὺς καὶ περὶ τούτου ποιεῖται διδασκαλίαν, “ πᾶσα “ ψυχὴ,” λέγων, “ ἐξουσίαις ὑποτασσέσθω.” καὶ οὐκ εἶπεν ἐξουσιάζουσιν, ἀλλ’ “ ἐξουσίαις.” ἵν ἐκ τοῦ πράγματος τοὺς ἐν τῷ πράγματι διδάξῃ τιμᾶσθαι, καὶ μὴ διὰ τὴν τινῶν κακίαν τὸ πρᾶμα ὑβρίζηται.

  14. 13.1.2.1

    Θεοσωρήτου. Ἄλλως τε προῄδει, ἅτε δὴ τοῦ Παναγίου Πνεύματος πλουσίως τὴν χάριν δεξάμενος, ὡς τινὲς τύφῳ μᾶλλον ἢ ζήλῳ κεχρημένοι, τῶν βιωτικῶν ἀρχόντων καταφρονήσουσι, μείζους ἑαυτοὺς διὰ τὴν γνῶσιν ὑπολαμβάνοντες. ἅμα δὲ καὶ τὴν καταχεθεῖσαν αὐτῶν δόξαν ἀποτριβόμενος τοῦτο ποιεῖ. διέβαλλοντο γὰρ ὡς τοὺς κοινοὺς ἀνατρέποντες νόμους. καὶ οἱ μὲν, ἔλεγον, “ οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε παρεῖσιν. οἱ δὲ, “ ὅτι ἕτερα ἔθη εἰσάγουσι.” προὔργου τοίνυν ἐνόμισε καὶ περὶ τούτου νομοθετῆσαι. ἵν εἴτε ἱερεὺς τίς ἐστιν, εἴτε ἀρχιερεὺς, εἴτε τὸν μονήρη βίον ἐπαγγελλόμενος, τοῖς τὰς ἀρχὰς πεπιστευμένοις, ὑπείκῃ· πρόδηλον εἰ μετ’ εὐσεβείας. οὐ γὰρ ἡ ἐναντίωσις τῶν ἐντολῶν τοῦ Θεοῦ ὑπείκειν συγχωρεῖ τοῖς ἄρχουσι.

  15. 13.1.3.1

    Ἀκακίου. Πόλλα γὰρ ἐν τῇ συνηθείᾳ δοκεῖ μὲν καθολικώτερον λέγεσθαι. διακρίσεως δὲ δεῖται παρὰ τοῖς ἀκούουσιν. οἷον, ὅταν ὁ Μώσεως νόμος διαγορεύῃ μὴ φονεύειν. δοκεῖ μὲν καθολικῶς ἀποφαίνεσθαι. οὐ μὴν καθόλου ἀφεκτέον τοῦ φονεύειν τοῖς νομοθετουμένοις. καὶ γὰρ οἱ ἀμφὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ πολλὰ ἐφόνευσαν ἔθνη· καὶ Ἠλίας, τοὺς ἱερεῖς τοῦ Βάαλ· καὶ Δαβὶδ, πάλιν ἑτέρους· καὶ Σαμουὴλ τὸν Ἄγαγ. διὸ τὸ, “ οὐ φονεύσεις,” οὕτως ἐκδεκτέον. ἀντὶ τοῦ, ἀδίκως οὐ φονεύσεις. οὕτω καὶ ἐνταῦθα, ἐὰν λέγηται, “ πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐχ ἡγητέον ὅτι κἂν ἀρνεῖσθαι προστάττῃ, ἣ ἄλλο τι τῶν ψυχὴν βλαπτόντων. ἀλλ’ ὅτε φόρους εἰσπράττονται, καὶ τὰ τοιαῦτα. περὶ ὧν ὁ Σωτῆρ’ ἔλεγεν, “ ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ “ τοῦ Θεοῦ τῷ Θεῷ.” ὑποκαταβὰς γὰρ καὶ αὐτὸς ὁ Παῦλος φησὶν, “ διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε.”

  16. 13.1.4.1

    Χρυσοστόμου. Πολὺν δὲ τοῦ πράγματος τούτου ποιεῖται λόγον καὶ ἐν ἑτέραις ἐπιστολαῖς· καθάπερ τοὺς οἰκέτας τοῖς δεσπόταις, οὕτω καὶ τοὺς ἀρχομένους τοῖς ἄρχουσιν ὑποτάττων. ποιεῖ δὲ τοῦτο, δεικνὺς, ὡς οὐκ ἐπ’ ἀνατροπῇ τῆς κοινῆς πολιτείας ὁ Χριστὸς τοὺς παρ’ αὐτοῦ νόμους εἰσήγαγεν, ἀλλ’ ἐπὶ διορθώσει βελτίονι. καὶ παιδεύων μὴ περιττοὺς ἀναδέχεσθαι πολέμους καὶ ἀνονήτους. ἀρκοῦσι γὰρ αἱ διὰ τὴν ἀλήθειαν ἡμῖν ἐπαγόμεναι ἐπιβουλαί. σκόπει δὲ πῶς καὶ εὐκαίρως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον. ἐπειδὴ γὰρ τὴν πολλὴν ἐκείνην ἀπῄτησε φιλοσοφίαν, καὶ τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς κατεσκεύασεν ἐπιτηδείους, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς δυσπραγοῦσι, καὶ τοῖς δεομένοις, καὶ πᾶσιν ἁπλῶς χρησίμους εἰργάσατο. καὶ τὴν ἀγγελίανh πρέπουσαν ἐνεφύτευσε πολιτείαν, καὶ θυμὸν ἐκένωσε, καὶ ἀπόνοιαν κατέστειλε, καὶ διὰ πάντων κατελέανεν αὐτῶν τὴν διάνοιαν, τότε καὶ τὴν περὶ τούτων εἰσάγει παραίνεσιν. δεικνὺς δὲ ὅτι πᾶσι ταῦτα διατάττεται, καὶ ἱερεῦσι καὶ μοναχοῖς, οὐχὶ τοῖς βιωτικοῖς μόνον, ἐκ προοιμίων αὐτὸ δῆλον ἐποίησεν οὕτω λέγων, “ πᾶσα ψυχὴ ἐξου- “ σίαις ὑπερεχούσαις ὑποτασσέσθω,” κἂν ἀπόστολος ἦς, κἂν εὐαγγελιστὴς, κἂν προφήτης, κἂν ὁστισοῦν· οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή. καὶ οὐχ ἁπλῶς εἶπε πειθέσθω, ἀλλ’ “ ὑποτασσέσθω·” καὶ πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας, καὶ λογισμὸς πρέπων πιστοῖς, τὸ παρὰ Θεοῦ ταῦτα διατετάχθαι. “ οὐ γάρ ἐστιν ἐξουσία,” φησὶν, “ εἰ μὴ ὑπὸ Θεοῦ.” τί λέγεις; πᾶς οὖν ἄρχων ὑπὸ Θεοῦ κεχειροτόνηται; οὐ τοῦτο λέγω φησίν. οὐδὲ περὶ τῶν καθέκαστον ἀρχόντων ὁ λόγος μοι νῦν, ἀλλὰ περὶ αὐτοῦ τοῦ πράγματος. τὸ γὰρ ἀρχὰς ειναι· καὶ τοὺς μὲν, ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων, τῶν δήμων τῇδε κἀκεῖσε περιφερομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον εἶναι φημί. διὰ τοῦτο οὐκ εἶπεν, οὐ γάρ ἐστιν ἄρχων εἰ μὴ ὑπὸ τοῦ Θεοῦ, ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται. οὕτω καὶ ὅταν λέγῃ τίς σοφὸς ὅτι παρὰ Κυρίου ἁρμόζεται ἀνδρὶ γυνὴ, τοῦτο λέγει, ὅτι ὁ Θεὸς τὸν γάμον ἐποίησεν. οὐχ ὅτι ἕκα- ’στὸν συνιόντα γυναικὶ αὐτὸς συνάπτει. καὶ γὰρ ὁρῶμεν τινας ἔπι κακῷ καὶ νόμῳ γάμου συνιόντας ἀλλήλοις. καὶ οὐκ ἃν τῷ Θεῷ τοῦτο λογισαίμεθα. εἰπὼν τοίνυν πόθεν εἰσὶν αἱ ἀρχαὶ, ἐπήγαγεν, “ ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέ- “ στηκεν.” εἶδες ποῦ τὸ πρᾶγμα ἀνήγαγε; καὶ πόθεν ἐφόβησε; καὶ πῶς ἔδειξε τοῦτο κατ’ ὀφειλὴν γινόμενον; ἴνα γὰρ μὴ λεγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς, καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας, ἄρχουσιν ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττεται, ὁ τοῦτο ποιῶν. ἐκείνῳ γὰρ ὁ ταῖς ἀρχαῖς ὐποτασσόμενος, πείθεται. ἀλλ’ οὐ λέγει οὕτως. οἷον, ὅτι τῷ Θεῷ πείθεται, ὁ τοῖς ἄρχουσιν ὑπακούων. ἀλλ’ ἀπὸ τοῦ ἐναντίου φοβεῖ, καὶ ἀκριβέστερον αὐτὸ κατασκευάζει, λέγων, ὅτι ὁ μὴ ὑπακούων ἐκείνοις, τῷ Θεῷ πολεμεῖ, τῷ ταῦτα νομοθετήσαντι. καὶ τοῦτο σπουδάζει δεῖξαι πανταχοῦ. ὅτι οὐ χαριζόμεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ’ ὀφείλομεν. οὕτω γὰρ ἃν καὶ τοὺς ἄρχοντας τοῖς ἀπίστοις μᾶλλον ἐπεσπάσατο πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. καὶ γὰρ πολὺς περιεφέρετο λόγος τότε ἐπὶ στάσει καὶ καινοτομίᾳ διαβάλλων τοὺς Ἀποστόλους, ὡς ἐπ’ ἀνατροπῇ τῶν κοινῶν νόμων ἅπαντα καὶ ποιοῦντας καὶ λέγοντας. μὴ τοίνυν αἰσχύνου, φησι, τῇ τοιαύτῃ ὑποταγῇ. καὶ γὰρ ο Θεὸς τοῦτο ἐνομοθέτησε, καὶ σφοδρός ἐστι μωρὸς καταφρονουμένων τούτων. καὶ οὐδείς σε ἐξαιρήσεται ἀντιλέγοντα, ἀλλὰ καὶ παρὰ ἀνθρώπων ὑποστήσῃ τιμωρίαν χαλεπωτάτην. καὶ οὐδείς σου προστήσεται. καὶ τὸν Θεὸν παροξυνεῖς μειζόνως. ἅπερ ἅπαντα αἰνιττόμενος ἔλεγεν, “ οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρίμα λήψονται.” ἀντὶ τοῦ, καθ’ ἑαυτῶν τὴν κατάκρισιν ἐπισπάσονται.

  17. 13.1.5.1

    Ισιδώρου. Εἰ δέ τις ἀλιτήριος παρανόμως εἰς τὴν ἀρχὴν εἰσεκώμασεν, οὐ δήπου τοῦτον παρὰ Θεοῦ κεχειροτονῆσθαι φαμὲν, ἀλλὰ συγκεχωρῆσθαι. ἣ πρὸς τὸ πᾶσαν τὴν οἰκείαν πονηρίαν, ὥσπερ ὁ Φαραὼ, ἐξεμέσαι, καὶ οὕτω δίκην δοῦναι τὴν ἐσχάτην· ἣ πρὸς τὸ σωφρονίσαι τοὺς ὠμότητος δεομένους, ὥσπερ ὁ Βαβυλώνιος τοὺς Ἰουδαίους.

  18. 13.3.verse.1

    Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· Θεοῦ γὰρ διάκονος ἐστί σοι εἰς τὸ ἀγαθόν.

  19. 13.3.1.1

    Χρυσοστόμου. Ἐπειδὴ βαθεῖαν ἔδωκε τὴν πληγὴν, καὶ κατέπληξεν αὐτοὺς, πάλιν ἀνίησιν ὥσπερ σοφὸς ἰατρὸς, φάρμακα προσηνῆ καὶ θεραπευτικὰ τιθεὶς, καὶ παραμυθούμενος, καὶ λέγων, τι δέδοικας; μὴ γὰρ, ἐπιτιμᾷ καλῶς πράττοντι; μὴ γάρ ἐστι φοβερὸς ἀρετῆς ἐπιμελουμένῳ; διὸ καὶ ἐπάγει, “ θέλεις δὲ μὴ “ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. είδες πῶς αὐτὸν ᾠκείωσε τῷ ἄρχοντι, δείξας αὐτὸν καὶ ἐπαινέτην αὐτοῦ καθήμενον; “ Θεοῦ γάρ ἐστι διάκονος εἰς τὸ “ ἀγαθόν. ” τοσοῦτον ἀπέχει τοῦ φοβῆσαι φησὶ, ὅτι καὶ ἐπαινεῖ. τοσοῦτον ἀπέχει τοῦ κωλύειν τὸ ἀγαθὸν ποιεῖν, ὅτι καὶ συμπράττει. ὅταν οὖν καὶ ἐπαινέτην ἔχῃς καὶ βοηθὸν, διατὶ οὐχ ὑποτάσσῃ; καὶ γὰρ καὶ ἄλλως εὐκολωτέραν σοι ποιεῖ τὴν ἀρετήν· τοὺς μὲν πονηροὺς, κολάζων· τοὺς δὲ ἀγαθοὺς, εὐεργετῶν καὶ τιμῶν, καὶ τῷ βουλήματι τοῦ Θεοῦ συμπράττων. διὸ καὶ διάκονον αὐτὸν ἐκάλεσε. καὶ σοί, φησι, διάκονος ἐστὶ Θεοῦ· κωλύων τοὺς κακοὺς, καὶ τὴν ἐκ τούτων βλάβην σοι ἀφαιρούμενος, καὶ ἄδειαν παρέχων εἰς τὸ ποιεῖν σε τὸ ἀγαθόν. διακονεῖ δέ σοι εἰς τὸ ἀγαθὸν, καὶ ὅταν ἐπὶ τοῖς κακοῖς φοβῇ, ἀνακόπτων σε ἐκεῖθεν, καὶ προτρεπόμενος εἰς ἀρετήν. ἔτι δὲ καὶ τιμῶν καὶ ἀποδεχόμενος, προτρέπει σε εἰς τοῦτο.

  20. 13.3.1.2

    Ἔὰν δὲ τὸ κακὸν ποιεῖς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ κακῶς πράσσοντι.

  21. 13.3.2.1

    Θεοδψρήτου. Εἰ τῶν ἀγαθῶν, φησὶν, ἐρᾷς, τίμα τὴν ἐξουσίαν, ὡς ταῦτα νομοθετοῦσαν. εἰ δὲ τἀναντία μετέρχῃ, δείδιθι ταύτην τὴν ψῆφον. ἐπὶ τιμωρίᾳ γὰρ τῶν πονηρῶν, θεόθεν κεχειροτονηται.

  22. 13.3.3.1

    Χρυσοστόμου. Εἶδες πῶς αὐτὸν ἐπέστησε, καθοπλίσας καθάπέρ τινα στρατιώτην φοβερὸν τοῖς ἁμαρτάνουσιν; ἀλλ’ ἵνα μὴ πάλιν ἀκούσας κόλασιν καὶ μάχαιραν, ἀποπηδήσῃς, φησὶν ὅτι Θεοῦ νόμον πληροῖ. τι γὰρ εἰ καὶ αὐτὸς ἀγνοεῖ; ἀλλ’ ὁ Θεὸς οὕτως ἐτύπωσεν. εἰ τοίνυν ὁ κολάζων διάκονός ἐστιν, ἐκδικῶν ἀρετὴν, τὴν, ἀπελαύνων κακίαν, ὅπερ ὁ Θεὸς βούλεται, τίνος ἕνεκεν αὐτῷ φιλονεικεῖς, τοιαῦτα εἰσάγοντι ἀγαθά;

  23. 13.5.verse.1

    Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.

  24. 13.5.1.1

    Χρυσοστόμου. Τί ἐστιν, “ οὐ μόνον διὰ τὴν ὀργήν;” οὐ μόνον, φησὶν, ὅτι ἀνθίστασαι Θεῷ, μὴ ὑποτασσόμενος, οὐδ’ ὅτι κακὰ σεαυτῷ προξενεῖς μεγάλα, καὶ παρὰ τοῦ Θεοῦ, καὶ παρὰ τῶν ἀρχόντων, ἀλλ’ ὅτι καὶ ἐν τοῖς μεγίστοις, σοῦ εὐεργέτης γίνεται· εἰρήνης ὣν πρόξενος, καὶ εὐνομίας πολιτικῆς. ἐὰν γὰρ ἀνέλῃς τοὺς ἄρχοντας, πάντα οἰχήσεται· τῶν δυνατωτέρων τοὺς ἀσθενεστέρους καταπινόντων· ὥστε κἂν μὴ ὀργή τις εἵπετο παρακούοντι, καὶ οὕτως ὑποτάσσεσθαι σε ἐχρῆν. ἵνα μὴ δόξῃς ἀσυνείδητος εἶναι καὶ ἀγνώμων πέρι τον ευεργετην.

  25. 13.5.2.1

    Θεοδωρήτου. Ἢ ὀργὴν καλεῖ τὴν τιμωρίαν. δι’ ἀμφότερα δὲ ὑποτετάχθαι κελεύει, διά τε τὸ δέον τῆς τιμωρίας, καὶ διὰ τὸ πληροῦν τὰ προσήκοντα. τοῦτο γὰρ συνείδησιν προσηγόρευσεν.

  26. 13.5.3.1

    Θεοδώρου Μονάκου. Δῆλον οὖν ἄρα κἀκεῖνο, ὡς ὑποτάσσεσθαι τοῖς ἄρχουσιν ἐν τούτοις ὁ Παῦλος παραχωρεῖ. οὐχ ἵνα κἂν ἀσεβεῖν ἀναγκάζωσι πειθώμεθα. σαφῶς γὰρ καὶ τὸν σκοπὸν εἶπε τῆς ἀρχῆς, καὶ οὗπερ ἕνεκεν ὁ Θεὸς οὕτως ἔταξε τὰ ἀνθρώπινα. ὅς τε τὸ περὶ τῆς εὐσεβείας νομοθετεῖν ἃ μὴ δεῖ, αὐτοῦ g σκοποῦ τῆς ἀρχῆς εἴη ἃν, ἀλλὰ τῆς γνώμης τῶν οὐκ εἰς δέον τῷ ἄρχειν κεχρημένων.

  27. 13.6.verse.1

    Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσὶν εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες.

  28. 13.6.1.1

    Χρυσοστόμου. Ἀφεὶς εἰπεῖν κατὰ μέρος τὰς εὐεργεσίας τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, ο-̔ιον, τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, τὰς ἐπὶ τῶν στρατιωτῶν, τὰς ἐπὶ τῶν τὰ κοινὰ πραττόντων, ἐξ ἑνὸς τούτου τὸ πᾶν ἐνδείκνυται. ὅτι γὰρ εὐεργετῇ παρ’ αὐτοῦ, φησὶν, σὺ μαρτυρεῖς· μισθὸν αὐτῷ τελῶν. καὶ ὁρ́α σοφίαν τοῦ μακαρίου Παύλου. ὃ γὰρ ἐδόκει φορτικὸν ε7ναι καὶ ἐπαχθὲς τὸ τῶν ἀπαιτήσεων, τοῦτο δεῖγμα ποιεῖται τῆς αὐτῶν προνοίας. διατί γάρ, φησιν, φόρους δίδομεν βασιλεῖ; οὐχ ὡς προνοοῦντι ; οὐχ ὡς προισταμένῳ, μισθὸν τελοῦντες κηδεμονίας ; καίτοιγε οὐκ ἃν ἐτελέσαμεν, εἰ μὴ ἐξ ἀρχῆς ἔγνωμεν ὅτι κερδαί- νομεν ἐκ τῆς τοιαύτης ἐπιστασίας. ἀλλὰ διὰ τοῦτο ἄνωθεν κοινὴ γνώμῃ πάντων ἔδοξε τοὺς ἄρχοντας τρέφεσθαι παρ’ ἡμῶν. ὅτι τῶν οἰκείων ἀμελοῦντες, τῶν κοινῶν κήδονται πραγμάτων. εἶπε τοίνυν τὰ ἀπὸ τῶν ἔξωθεν. πάλιν ἐπὶ τὰ πρότερα τὸν λόγον ἐπανάγει· τὸν γὰρ πιστὸν, οὕτως μᾶλλον ἦν ἐπισπάσασθαι. καὶ δείκνυσι πάλιν ὅτι Θεῷ τοῦτο δοκεῖ. καὶ εἰς αὐτὸ κατακλείει τὴν συμβουλήν· οὕτω λέγων, “Θεοῦ γάρ εἰσι λειτουργοί. εἶτα καὶ τὸν πόνον αὐτῶν δεικνὺς, καὶ τὴν ταλαιπωρίαν, ἐπήγαγεν, “εἰς τοῦτο αὐτὸ “προσκαρτεροῦντες.” οὗτος γάρ ἐστιν αὐτοῖς ὁ βίος, αὕτη ἡ σπου- δὴ, ὅπως ἀπολαύσεις εἰρήνης.

  29. 13.7.verse.1

    Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φό- βον· τῷ τὴν τιμὴν, τὴν τιμήν.

  30. 13.7.1.1

    Χρυσοστομου. Ἔτι τῶν αὐτῶν ἔχεται. οὐ χρήματα μόνον κελεύων αὐτοῖς τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον. καὶ πῶς ἀνωτέρω λέγων, “θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν· τὸ ἀγαθὸν ποίει ἐνταῦθα λέγει, ἀπόδοτε τὸν φόβον ; τὴν ἐπιτετα- μένην λέγων τιμὴν, οὐ τὸν ἐκ πονηροῦ συνειδότος φόβον, ὃν ἀνω- τέρω ᾐνίξατο. καὶ οὐδὲ εἶπε δότε, ἀλλὰ *’ ἀπόδοτε.” οὐδὲ γὰρ χαρίζῃ τοῦτο ποιῶν. ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα. κἂν μὴ πράτ- τῆς αὐτὸ, ἀγνώμονος ὑποστήσῃ δίκην. μὴ δὴ νομίσῃς ἐξευτελίζεσθαι καὶ παραβλάπτεσθαι, πρὸς τὸ τῆς οἰκείας φιλοσοφίας ἀξίωμα, ἐὰν ἄρχοντος παριόντος ὑπαναστῇς. εἰ γὰρ Ἑλλήνων ὄντων τότε τῶν ἀρχόντων, ταῦτα ἐνομοθέτησε, πολλῷ μᾶλλον νῦν ἐπὶ τῶν πιστῶν τοῦτο γίνεσθαι χρή. εἰ δὲ λέγεις ὅτι σὺ μείζονα ἐμπεπίστευσαι, μάθε ὅτι οὐκ ἔστι σοῦ νῦν ὁ καιρός. ξένος γὰρ εἶ καὶ παρεπίδημος. ἔσται δὲ καιρὸς, ὅτε λαμπρότερος πάντων φανήσῃ.

  31. 13.7.2.1

    Γεμμαδόπυ. Ἔστι δὲ ὁ φόρος καὶ τὸ τέλος, ταὐτόν. ἀμέλει φόρους ἐν τῷ πρὸ τούτου ῥητῷ τελεῖν ἔφησε. “ διὰ τοῦτο γὰρ “ καὶ φόρους τελεῖτε,” νῦν δὲ αὐτὸ διεῖλεν. ἣ τοῦτο βουλόμενος εἰπεῖν, ὅτι εἴτε φόρον, εἴτε τέλος τὸ τοιοῦτον τίς ἐθέλοι καλεῖν, ὑμῖν γε αὐτὸ προσῆκον ἐκτιννύναι. ἣ τὸ μὲν, ἔφησε, δηλῶν τὴν εἰς τὸν δημόσιον τῶν χρημάτων συντέλειαν· τὸ δὲ, τὰς ἰδικὰς τοῖς κεκτημένοις προσόδους. “ τῷ τὸν φόβον, τὸν φόβον.’ οἷον, τοῖς ἐν ἀρχαῖς. “ τῷ τὴν τιμὴν, τὴν τιμήν.” οἷον, τοῖς φίλοις. καὶ ὅλως τοῖς πλησίον.

  32. 13.7.3.1

    Θεοδψρήτου. Ἤ φόρον καλεῖ τὴν ὑπὲρ τῆς γῆς εἰσφοράν· τέλος δὲ, τὴν ὑπὲρ ἐμπορίας συντέλειαν. ὀφλήματα δὲ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὸν φόβον καὶ τὴν τιμὴν ὀνομάζει. ταῦτα γὰρ τοῖς ἄρχουσι παρὰ τῶν ἀρχομένων ὀφείλεται.

  33. 13.7.4.1

    Ἰσιδώρου. Ἀποδοτέον οὖν, ὦ ἐλλογιμώτατε, καὶ τῷ τῆς τιμῆς ἀξίῳ, τὴν τιμήν. οὐ θωπείαν δουλοπρεπῆ ἐπιδεικνύμενον, οὐδὲ τὴν ἐκείνων εὐμένειαν θηρώμενον· δέος γὰρ εἰς εὐτέλειαν διὰ ταῦτα ἐκπεσεῖν, καί τινα κολακείαν βωμολόχον ἐξασκήσαντα καταισχύνειν ἑαυτόν. ἀλλὰ σὺν κόσμῳ προσήκοντι τὸ πρέπον ἀπονεμητέον. οἷόν τε γὰρ μετὰ τοῦ προσήκοντος τὸ χρέος ἀποδοθῆναι.

  34. 13.8.verse.1

    Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους.

  35. 13.8.1.1

    Τοῦ Χρυσολόγου. Πάλιν ἐπὶ τὴν μητέρα τῶν ἀγαθῶν καταφεύγει, τὸν διδάσκαλον τῶν εἰρημένων, καὶ ποιητικὴν ἀρετῆς ἁπάσης. καὶ φησιν, καὶ αὐτὴν ὄφλημα εἶναι. οὐ μὴν τοιοῦτον, οἷον τὸν φόρον, οἷον τὸ τέλος, ἀλλὰ διηνεκές. οὐδέ ποτε γὰρ αὐτὴν βούλεται ἀποδίδοσθαι· μᾶλλον δὲ ἀποδίδοσθαι μὲν ἀεὶ βούλεται, οὐ μὴν πληροῦσθαι, ἀλλ’ ἀεὶ ὀφείλεσθαι.

  36. 13.8.2.1

    Θεοδωρήτου. Προσήκει μὲν γὰρ πρὸ τῶν ἄλλων ἀποδιδόναι τῆς ἀγάπης τὸ χρέος. αὔξειν δὲ αὐτὸ τῇ ἐκτίσει. ἡ γὰρ ἀπόδοσις πολυπλασιάζει τὸ χρέος· θερμοτέραν τὴν ἀγάπην ποιοῦσα.

  37. 13.9.verse.1

    Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκε. τὸ γὰρ, οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυτήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτὸν.

  38. 13.9.1.1

    Χρυσοστόμου. Μῆ γάρ τοι, φησὶν, μὴ δὲ τοῦτο χάριν εἶναι νόμιζε· καὶ γὰρ τοῦτο ὀφειλή. ὀφείλεις γὰρ τῷ ἀδελφῷ τὴν ἀγάπην, διὰ τὴν συγγένειαν τὴν πνευματικήν. οὐ ταύτῃ δὲ μόνον, ἀλλ’ ὅτι καὶ μέλη ἐσμὲν ἀλλήλων. κἂν αὕτη ἡμᾶς ἐπιλίπῃ, τὸ πᾶν διεσπάσθη. φίλει τοίνυν τὸν ἀδελφόν. ἐκ γὰρ τῆς φιλίας αὐτοῦ τοσαῦτα κερδαίνεις, ὡς τὸν νόμον ἅπαντα πληροῦν. οὐκ εἶπε δὲ ἀναπληροῦται ἁπλῶς ἐν τούτῳ, ἀλλ’ “ ἀνακεφαλαιοῦται.” συντόμως δηλονότι καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν ἔργον. καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς, ἡ ἀγάπη. καὶ οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. οὐ γὰρ ἁπλῶς εἶπεν “ ἀγαπήσεις τὸν πλησίον,” ἀλλ’ “ ὡς σεαυτόν.”

  39. 13.10.verse.1

    Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου η ἀγάπη.

  40. 13.10.1.1

    Χρυσοστόμου. Εἰδες πῶς ἑκατέρας ἔχει τὰς ἀρετάς; τήντε τῶν κακῶν ἀποχήν· “ κακὸν” γάρ, φησιν, “ οὐκ ἐργάζεται,” καὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν; πλήρωμα γὰρ νόμου, φησὶν, ἐστίν. οὐ τὴν διδασκαλίαν ἡμῖν τῶν πρακτέων συντόμως εἰσάγουσα μόνον, ἀλλὰ καὶ τὴν κατόρθωσιν αὐτῶν εὔκολον ποιοῦσα. οὐ γὰρ ὅπως ἃν μάθοιμεν τὰ ὠφελοῦντα μόνον ἐσπούδακεν, ὅπερ ἐστι τοῦ νόμου, ἀλλὰ καὶ εἰς τὴν ἐργασίαν αὐτῶν πολλὴν εἰσάγει τὴν συμμαχίαν ἡμῖν· ὁλόκληρον ἐν ἡμῖν κατορθοῦσα τὴν ἀρετήν.

  41. 13.11.verse.1

    Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, η οτε ἐπιστεύσαμεν.

  42. 13.11.1.1

    Χρυσοστόμου. Ἐπειδὴ πάντα ἅπερ ἐχρῆν ἐπέταξεν, ὠθεῖ πάλιν αὐτοὺς εἰς τὴν τῶν ἀγαθῶν ἐργασίαν ἀπὸ τοῦ κατεπειγον- τος. ἐπὶ θύραις γάρ, φησι, ὁ τῆς κρίσεως ἔστηκε καιρός. ἐγγὺς ἡ ἀνάστασις· ἐγγὺς ἡ ἡμέρα ὡς κλίβανος καιομένη· καὶ δεῖ λοιπὸν ἡμᾶς ἀπαλλαγῆναι τῆς ῥαθυμίας. “ νῦν γάρ,” φησιν, “ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν.” ὁρᾷς πῶς ἐφίστησιν αὐτοῖς ἤδη τὴν ἀνάστασιν; τοῦ χρόνου γὰρ προἰόντος φησὶν, ὁ μὲν τοῦ παρόντος βίου δαπανᾶται καιρός· ὁ δὲ τοῦ μέλλοντος αἰῶνος, ἐγγύτερος γίνεται. ἂν μὲν οὑν ᾖς παρεσκευασμένος, καὶ πάντα πεποιηκὼς ὅσα ἐπέταξε, σωτηρία σοι γίνεται ἡ ἡμέρα. ἂν δὲ τοὐναντίον, οὐκέτι. ἀλλὰ οὐκ ἀπὸ τῶν λυπηρῶν, ἀλλ’ ἀπὸ τῶν χρηστῶν προτρέπει τέως. καὶ ταύτῃ τῆς τῶν παρόντων αὐτοὺς ἀπολύων προσπαθείας. εἶτα, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ καὶ προοιμίῳ, σπουδαιοτέρους εἶναι, ἅτε ἀκμάζοντος αὐτοῖς τοῦ πόθου, τοῦ χρόνου δὲ προἰ·όντος καταμαρανθῆναι τὴν πάσαν σπουδὴν, φησιν, ὅτι τοὐναντίον μὲν οὑν δεῖ ποιεῖν. οὐκ ἐκλύεσθαι προιόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν. ὅσῳ γὰρ ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ μᾶλλον δεῖ παρασκευάσασθαι. ὅσῳ μᾶλλον ἐγγὺς τὸ βραβεῖον, τοσούτῳ μᾶλλον διεγείρεσθαι χρὴ εἰς τοὺς ἀγῶνας. διὰ τοῦτο ἔλεγε, “ νῦν ἐγγύτερον ἡμῶν ἡ “ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν.”

  43. 13.11.2.1

    Φωτίου. Τοῖς ἄνω δὲ ταῦτα συνήρτηται, καὶ πρὸς ἐκεῖνα ἀποδίδοται. ἐπίτασις μᾶλλον ὄντα, καὶ προτροπὴν τῶν εἰρημένων ἐμφαίνοντα. ποίοις δὲ ἄνω; “ πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις “ ὑποτασσέσθω.” καὶ, “ ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς,” καὶ τὰ ἑξῆς. ταῦτα οὖν φησι ποιεῖτε διὰ τὰ προειρημένα, καὶ διὰ τοῦτο μάλιστα. διὰ ποῖον; εἰδότες ὅτι συντέτμηται τῆς ζωῆς ἡμῶν ὁ χρόνος. καὶ δεῖ ἡμᾶς, εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ ὕπνου, κἂν γοῦν νῦν, ἐγερθῆναι. φανερὸν γὰρ ὅτι νῦν μᾶλλον πρὸς τῷ τέλει ἐσμὲν τῆς ζωῆς ἡμῶν, ἢ ὅτε ἐπιστεύσαμεν.

  44. 13.12.verse.1

    Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.

  45. 13.12.1.1

    Χρυσοστόμου. Οὐκοῦν εἰ αὕτη μὲν τελευτᾷ, ἐκείνη δὲ πλησιάζει, τὰ ἐκείνης πράττωμεν λοιπὸν, μὴ ταύτης. καὶ γὰρ καὶ ἐν τοῖς βιωτικοῖς τοῦτο γίνεται. καὶ ὅταν ἴδωμεν πρὸς ὄρθρον τὴν νύκτα ἐπειγομένην, καὶ χελιδόνος ἀκούσωμεν ᾀδούσης, τὸν πλησίον ἕκαστος διεγείρομεν. ἀποδυσώμεθα οὖν τὰς φαντασίας. ἀπαλλαγῶμεν τῶν ὀνειράτων τοῦ παρόντος βίου. ἀποθώμεθα τὸν βαθὺν ὕπνον. ἐνδυσώμεθα ἀντὶ ἱματίων τὴν ἀρετήν. ταῦτα γὰρ ἅπαντα δηλῶν ἔλεγεν, “ ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ “ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.” καὶ γὰρ πρὸς παράταξιν καὶ μάχην ἡ ἡμέρα ἡμᾶς καλεῖ. ἀλλὰ μὴ δείσῃς παράταξιν καὶ ὅπλα ἀκούσας. ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς παντευχίας, βαρὺ καὶ ἀπευκτὸν τὸ ὁπλίζεσθαι. ἐνταῦθα δὲ, ποθεινὸν καὶ εὐχῆς ἄξιον. φωτὸς γάρ ἐστι τὰ ὅπλα. διὸ καὶ τῆς ἀκτῖνος λαμπρότερόν σε ἀποφαίνει, πολλὴν ἀφιέντα τὴν ἀστραπὴν, καὶ ἐν ἀσφαλείᾳ σε καθίστησιν. ὅπλα γάρ ἐστι, καὶ καταλάμπεσθαι ποιεῖ. φωτὸς γάρ ἐστιν ὅπλα.

  46. 13.12.1.2

    Τοῦ Αυτοῦ Ἐκ Των Κατα Ἰωάννην. Διατί δὲ ὁ μὲν Χριστὸς, νύκτα τὸν μέλλοντα αἰῶνα ἐκάλεσεν, ἐν οἷς ἔφη, “ ἔρχεται “ νὺξ, ὅτε οὐκεὶς δύναται ἐργάζεσθαι·” ὁ δὲ Παῦλος ἡμέραν, λέγων· “ ἡ νὺξ προέκοψεν. ἡ δὲ ἡμέρα ἤγγικεν;” ὁ μὲν Παῦλος νύκτα τὸν παρόντα καλεῖ καιρὸν, διὰ τοὺς ἐν σκότῳ καθημένους· ἣ διὰ τὸ παραβάλλειν τὴν ἡμέραν ταύτην, ἐκείνῃ. ὁ δὲ Χριστὸς νύκτα τῶν μέλλοντα καλεῖ, διὰ τὸ τῶν ἁμαρτωλῶν ἀνενέργητον. πιστοῖς τοίνυν ὁ Παῦλος διαλεγόμενος, ἔλεγεν, “ ἡ νὺξ προέκοψεν. “ ἡ δὲ ἡ ἡμέρα ἤγγικεν.” ὡς μελλόντων ἀπολαύσεσθαι τοῦ φωτὸς ἐκείνου.

  47. 13.12.1.3

    Ἢ νύκτα τὸν παρόντα βίον καλεῖ, ὅτι μηδὲν ὀνειράτων διαφέρει τὰ ἐν αὐτῷ. ἡμέραν δὲ τὸν μέλλοντα διὰ τὸ τὰ κρυπτὰ ἐν αὐτῷ φανεροῦσθαι. πρὸς τοίνυν τὴν μέλλουσαν ἡμέραν, εἰκότως νύκτα καλεῖ τὸν παρόντα βίον. πολλὰ γὰρ τῶν ἐν τούτῳ νῦν ὡς ἐν νυκτὶ κρυπτομένων, ἐκεῖ φανερὰ ὡς ἐν λαμπρᾷ ἡμέρᾳ γενήσεται.

  48. 13.12.1.4

    Νύκτα μὲν οὖν καλεῖ τὸν τῆς ἀγνοίας καιρόν. ἡμέρα δὲ, τὸν μετὰ τὴν παρουσίαν τοῦ δεσπότου χρόνον. ἀνατείλας γὰρ τῆς δικαιοσύνης ὁ ἥλιος, ταῖς ἀκτῖσι τῆς θεογνωσίας τὴν οἰκουμένην ἐφώτισε. καὶ σκότος μὲν τὴν ἄγνοιαν, καὶ ἔργα σκότους, τὰς παρανόμους πράξεις· φῶς δὲ, τὴν γνῶσιν· καὶ ὅπλα φωτὸς, τῶν ἀγαθῶν τὴν ἐνέργειαν.

  49. 13.13.verse.1

    Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως νπεριπατήσωμεν μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ’ ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε εἰς ἐπιθυμιαν.

  50. 13.13.1.1

    Τοῦ Χρυσορήμονοσ. Εἰπὼν ὅτι ἡ ἡμέρα ἤγγικεν, οὐδὲ ἐγγὺς εἶναι αὐτὴν ἀφίησιν, ἀλλ’ ἤδη αὐτὴν ἐφίστησι. καὶ ἀφ’ ὧν μάλιστα οἱ πολλοὶ προτρέπονται, ἀπὸ τούτων αὐτοὺς ἐφέλκεται, τῆς εὐσχημοσύνης. πολὺς γὰρ αὐτοῖς τῆς παρὰ τῶν πολλῶν δόξης ὁ λόγος. καὶ οὐκ εἶπε περιπατεῖτε, ἀλλὰ “ περιπατήσωμεν.” ἀνεπαχθῆ ποιῶν τὴν παραίνεσιν, καὶ κούφην τὴν ἐπίπληξιν. εἰπὼν δὲ “ μὴ κώμοις καὶ μέθαις,” οὐ τὸ πίνειν κωλύει, ἀλλὰ τὸ ἀμέτρως. οὐ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μετὰ ἀμετρίας καὶ παροινίας. ὥσπερ καὶ ἐν τῷ, “ μὴ κοίταις καὶ ἀσελγείαις” εἰπεῖν, οὐ τὸ μίγνυσθαι νομίμοις γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν.

  51. 13.13.2.1

    Θεοδωρήτου. Ἀπὸ γοῦν τῶν σωματικῶν, δείκνυσι τὰ πνευματικά. καὶ γὰρ οἱ παράνομον ἀσπαζόμενοι βίον, ἐκεῖνα ἐν νυκτὶ δρῶντες, μεθ’ ἡμέραν τὸ τῆς εὐκοσμίας περιτίθενται σχῆμα. βούλεται τοίνυν ὡς τῆς νυκτὸς διελθούσης, καὶ τῆς ἀγνοίας ληξάσης, τῶν προτέρων ἡμᾶς ἀπηλλάχθαι κακῶν.

  52. 13.13.3.1

    Μαξίμου. Ἡ γὰρ ἡμέρα ἔφθασεν· ἤγουν ἡ εὐαγγελικὴ χάρις· η το μυστήριον αὐτὸ του ταύτην ποιησαμένου τὴν χάριν ἐν ᾧ βούλεται πάντας ἡμᾶς ὡς ἐν ἡμέρᾳ γνώσεως καὶ ἀληθείας εὐσχημόνως περιπατεῖν. ἡμέρα γὰρ ἀιδίου φωτός ἐστιν ὁ Χριστός. ἐν ᾧ δεῖ πάντας τοὺς αὐτῷ πεπιστευκότας, διὰ τῆς τῶν ἀρετῶν εὐσχημοσύνης καλῶς πολιτεύεσθαι.

  53. 13.13.4.1

    Ἰσιδώρου. Κῶμος δέ ἐστι μεθυστικὸς αὐλὸς, καταθέλγων τοὺς δαιτυμόνας τοὺς ἐν οἴνῳ ἐγχρονίζοντας.

  54. 13.13.4.2

    Μῆ ἔριδι καὶ ζήλῳ.

  55. 13.13.5.1

    Χρυσοστόμου. Τὰ καίρια τῶν παθῶν σβέννυσι τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν. διόπερ οὐκ αὐτὰ μόνον, ἀλλὰ καὶ τὰς πηγὰς αὐτῶν ἀναιρεῖ. οὐδὲν γὰρ οὕτως καὶ ἐπιθυμίαν ἀνάπτει, καὶ ὀργὴν ἐγμαίει, ὡς μέθη καὶ παροινία. διὰ τοῦτο πρότερον εἰπών· “ μὴ “ κώμοις καὶ μέθαις,” τότε ἐπήγαγε, “ μὴ κοίταις καὶ ἀσελγείαις· “ μὴ ἔριδι καὶ ζήλῳ.” καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ ἀποδύσας ἡμᾶς τῶν πονηρῶν ἱματίων, ἄκουσον πῶς καλλωπίζει λοιπὸν, λέγων, “ ἀλλ’ ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. οὐκέτι εἰπεν ἔργα, ἀλλὰ μειζόνως αὐτοὺς ἀνέστησεν. ὅτε μὲν γὰρ περὶ τῆς κακίας ἔφησεν, “ ἔργα” ἔλεγεν. ὅτι δὲ περὶ τῆς ἀρετῆς, οὐκέτι ἔργα ἀλλ’ “ ὅπλα.” δεικνὺς ὅτι ἐν πάσῃ ἀσφαλείᾳ καθίστησιν ἡ ἀρετὴ τὸν ἔχοντα αὐτὴν, καὶ ἐν πάσῃ λαμπρότητι. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ’ ἐπὶ τὸ μεῖζον ἄγων τὸν λόγον, ὃ πολλῷ φρικωδέστερον ἦν, αὐτὸν τὸν δεσπότην δίδωσιν ἡμῖν ἱμάτιον. ὁ γὰρ περιβεβλημένος τοῦτον, ἅπασαν ἔχει καθόλου τὴν ἀρετήν. ὅταν δὲ εἴπῃ ἐνδύσασθε, πάντοθεν ἡμᾶς αὐτὸν περιβάλλεσθαι κελεύει, καὶ ὡς ἱμάτιον ἡμῖν αὐτὸν περικείμενον ἔχειν.

  56. 13.13.6.1

    Βασιλείου. Οὐ κατὰ τὸν ἔξω ἄνθρωπον, ἀλλ’ ἵνα τὸν νοῦν ἡμῶν ἡ τοῦ Θεοῦ μνήμη περισκεπάζῃ. οἶμαι δὲ τὸ πνευματικὸν ἱμάτιον ἐξυφαίνεσθαι, ὅταν τῷ διδακτικῷ λόγῳ ἡ ἀκόλουθος ἐπιπλέκηται πρᾶξις. ὥσπερ γὰρ τῷ στήμονι τῆς κρόκης ἐπιπλεκομένης, τὸ σωματικὸν ἱμάτιον ἐξυφαίνεται· οὕτως τοῦ λόγου προυφεστῶτος, εἰ ἀκολούθως αἱ πράξεις ἐπάγονται, σεμνοτάτη τίς ἃν γένοιτο περιβολὴ τῆς ψυχῆς· λόγῳ καὶ ἔργῳ τὸν κατ’ ἀρετὴν βίον συμπεπληρωμένον ἐχούσης.

  57. 13.13.7.1

    Θεολώρου Μονάκου. Ἐνδύσασθε οὖν, φησιν, τὸν Κύριον, οὐχ ἵνα ἕτερον δεξώμεθα βάπτισμα. ἀλλ’ ἵνα ὃ περικείμεθα ἱμάτιον ἴδωμεν.

  58. 13.13.8.1

    Χρυσοστόμου. Πείθου τοίνυν καὶ ἀναστὰς ἐξ ὕπνου, ἔνδυσαι αὐτόν. καὶ ἐνδυσάμενος, αὐτῷ τὴν σάρκα εὐήνιον πάρεχε. τοῦτο γὰρ ἠνίξατο εἰπὼν, “ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυ- “ μίαν.” ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν· οὐδὲ τὸ γαμεῖν, ἀλλὰ τὸ ἀσελγαίνειν· οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ μὴ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαίνειν. ἐπεὶ ὅτι γε προνοεῖν αὐτῆς κελεύει, ἄκουσον Τιμοθέῳ τι φησιν, “ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς “ σου ἀσθενείας.” οὕτω δὴ καὶ ἐνταῦθα, προνόει μὲν, ἀλλὰ πρὸς ὑγείαν, οὐ πρὸς ἀσέλγειαν. οὐδὲ γὰρ ἃν εἴη τοῦτο πρόνοια λοιπὸν, ὅταν τὴν φλόγα ἀνάπτῃς.

  59. 13.13.9.1

    Θεοδωρήτου. Ἐνταῦθα δὲ καὶ τῶν τῆς σαρκὸς κατηγορούντων αἱρετικῶν, ἐμφράττει τὰ στόματα. οὐ γὰρ ἀπηγόρευσε τὴν τοῦ σώματος ἐπιμέλειαν, ἀλλὰ τὴν τρυφὴν καὶ τὴν ἀκρασίαν ἐξέβαλεν. οὐ γὰρ εἰπε μὴ ποιεῖτε τῆς σαρκὸς πρόνοιαν, ἀλλ’ εἰς ἐπιθυμίαν μὴ ποιεῖτε. ἀντὶ τοῦ, μὴ σκιρτᾶν αὐτὴν παρασκευάζετε διὰ τῆς τρυφῆς.

  60. 14.1.verse.1

    Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.

  61. 14.1.1.1

    Χρυσοστόμου. Ἀναγκαῖον εἰπεῖν τοῦ χωρίου παντὸς τὴν ὑπόθεσιν. ἦσαν πόλοι τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, οἳ τῆ τοῦ νόμου ἔτι κατεχόμενοι συνειδήσει, καὶ μετὰ τὴν πίστιν, τῶν βρωμάτων ἐφύλαττον ἔτι τὴν παρατήρησιν· οὔπω θαρροῦντες ἀποστῆναι τοῦ νόμου. εἶτα ὥστε μὴ γενέσθαι εὐφώρατοι, τῶν χοιρείων ἀπεχόμενοι μόνων, πάντων ἑξῆς ἀπείχοντο κρεῶν. καὶ λάχανα ἤσθιον μόνα, ἴνα νηστεία μᾶλλον εἶναι δοκῇ τὸ γινόμενον, ἀλλὰ μὴ νόμου παρατήρησις. ἕτεροι πάλιν ἦσαν τελειότεροι, οὐδὲν τοιοῦτον παρατηροῦντες. οἳ τούτοις τοῖς παρατηροῦσιν ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες, ἐγκαλοῦντες, εἰς ἀθυμίαν ἐμβάλλοντες. δεδοικὼς τοίνυν ὁ μακάριος Παῦλος, μὴ μικρὸν κατορθῶσαι βουλόμενοι, τὸ πᾶν ἀνατρέψωσι. καὶ θέλοντες εἰς τὴν τῶν βρωμάτων αὐτοὺς ἀδιαφο- ριαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς ἐκπεσεῖν παρασκευασωσιν, ὅρα πόσῃ κέχρηται συνέσει· καὶ πῶς ἑκατέρων ἐπιμελεῖται τῶν μερῶν μετὰ τῆς συνήθους αὐτῷ σοφίας. οὔτε γὰρ ὅτι κακῶς ποιεῖτε τολμᾷ τοῖς ἐπιτιμῶσιν εἰπεῖν, ἵνα μὴ ἐκείνους βεβαιώσῃ ἐν τῇ παρατηρήσει. οὔτε πάλιν ὅτι καλῶς, ἵνα μὴ σφοδροτέρους κατηγόρους ἐργάσηται. ἀλλὰ συμμεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν. καὶ δοκεῖ μὲν τοῖς ἰσχυροτέροις ἐπιτιμᾶν. τὸ δὲ πᾶν εἰς ἐκείνους κενοῖ ἐν τῷ πρὸς τούτους λόγῳ. αὕτη γὰρ μάλιστα ἡ διόρθωσις ἀνεπαχθέστερα γίνεται· ὅταν πρὸς ἄλλον τίς τρέψας τὸν λόγον, ἕτερον πλήττῃ. οὔτε γὰρ εἰς θυμὸν ἀφίησιν ἐνενεχθῆναι τὸν ἐπιτιμώμενον, καὶ λανθανόντως τὸ τῆς διορθώσεως ἐνίησι φάρμακον. ορα τοίνυν πὼς αὐτὸ ποίει συνετῶς, καὶ πὼς εὐκαίρως. εἰπὼν γὰρ, “ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,” τότε εἰς τὸν περὶ τούτων ἐκβαίνει λόγον. ἵνα μὴ δόξῃ ὑπὲρ ἐκείνων λέγειν τῶν ἐπιτιμώντων καὶ κελευόντων ἐσθίειν ἅπαντα. τὸ γὰρ ἠσθενηκὸς μέρος ἀεὶ πλείονος δεῖται τῆς προνοίας. διὸ καὶ πρὸς τὸν ἰσχυρὸν εὐθέως ἀποτείνεται, λέγων, “ τὸν δὲ ἀσθενῆ τῇ πίστει “ προσλαμβάνεσθε.” εἶδες πληγὴν εὐθέως μίαν ἐκείνῳ δοθεῖσαν; εἰπὼν γὰρ, “ τὸν δὲ ἀσθενοῦντα τῇ πίστει,” ἔδειξεν αὐτὸν ἄρρωστον. εἰτα, δευτέραν προστίθησι, λέγων, “ προσλαμβάνεσθε.” δείκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας. ὅπερ σημεῖον ἐσχάτης ἀπονοίας καὶ ἀρρωστίας ἐστί. “ μὴ εἰς διακρίσεις διαλογι- “ σμῶν.” ἰδοὺ καὶ τρίτην ἐπέθηκε πληγήν. ἐντεῦθεν παραδηλοῖ τοιοῦτον αὐτοῦ τὸ ἀρρώστημα, ὡς καὶ τοὺς τὰ αὐτὰ μὴ πλημμελοῦντας, κοινωνοῦντας δὲ ὅμως αὐτῷ τῆς φιλίας, διακρίνεσθαι. εἶδες πῶς δοκεῖ μὲν τούτοις διαλέγεσθαι, ἐκείνοις δὲ ἐπιτιμᾷ λανθανόντως; εἶτα θεὶς ἀμφοτέρους παράλληλα, τὸν μὲν, μετ’ ἐγκωμίων, τὸν δὲ, μετ’ ἐγκλημάτων τίθησι. ἐπάγει γὰρ, “ ὃς μὲν “ πιστεύει φαγεῖν πάντα.” ἀνακηρύττων αὐτὸν ἀπὸ τῆς πίστεως. “ ὁ δὲ ἀσθενῶν, λάχανα ἐσθίει.” καὶ τοῦτον πάλιν κακίζων ἀπὸ τῆς ἀσθενείας. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὁ μὲν εἰλικρινῶς πιστεύων καὶ μηδεμίαν ἔχων Ἰουδαϊκὴν παρατήρησιν, πάντα ἀβδελύκτως ἐσθίει. ὁ δέ γε περὶ τὴν πίστιν ἀσθενὴς, λάχανα ἐσθίει· οὐ δι’ ἐπαινουμένην ἐγκράτειαν, κἂν τοῦτο ὑποκρίνηται, ἀλλὰ δι’ ἀσθένειαν πίστεως.

  62. 14.3.verse.1

    Ὁ ἐσθίων, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω· καὶ ὁ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο.

  63. 14.3.1.1

    Χρυσοστόμου. Ἐπειδὴ καιρίαν ἔδωκε τὴν πληγὴν τῷ ἀσθενοῦντα, παραμυθεῖται πάλιν αὐτόν. καὶ οὐκ εἶπεν, ἐάτω ἣ μὴ ἐγκαλείτω, ἣ μὴ διορθούσθω τὸν μὴ ἐσθίοντα, ἀλλὰ μὴ ὀνειδιζέτω. δεικνὺς ὅτι πρᾶγμα πολλοῦ γέλωτος ἄξιον ἐποίουν. ἐπὶ δὲ τούτου οὐχ οὕτως. ἀλλὰ πῶς; “ ὁ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω.” ὥσπερ γὰρ οἱ τελειότεροι τούτοις ἐξηυτέλιζον, ὡς ὀλιγοπίστους καὶ ὑπούλους καὶ νόθους καὶ Ἰουδαΐζοντας ἔτι, οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανομοῦντας, ἣ ὡς λαιμαργίᾳ προσέχοντας· ὣν πολλοὺς καὶ ἐξ ἐθνῶν εἶναι. διὸ καὶ ἐπήγαγεν, “ ὁ Θεὸς γὰρ αὐτὸν προσελά- “ βετο.” ἐπ’ ἐκείνου δὲ οὐκ εἶπε τοῦτο. καίτοι τὸ μὲν ἐξουθενεῖσθαι τοῦ ἐσθίοντος ἦν ὡς λαιμάργου. τὸ δὲ κρίνεσθαι, τοῦ μὴ ἐσθίοντος ὡς ὀλιγοπίστου. ἀλλ’ ἀντήλλαξεν αὐτά· δεικνὺς ὅτι οὐ μόνον τοῦ ἐξουθενεῖσθαι οὐκ ἔστιν ἄξιος, ἀλλὰ καὶ ἐξουθενεῖν δύναται· ἀλλὰ καὶ ἐγὼ κατακρίνω, φησὶν, οὐδαμῶς. διὰ γὰρ τοῦτο ἐπήγαγεν. “ ὁ Θεὸς αὐτὸν προσελάβετο.” ἐπ’ ἐκείνου δὲ οὐκ εἶπε τοῦτο. τι τοίνυν αὐτῷ περὶ νόμου διαλέγῃ ὡς παραβαίνοντι, “ὁ Θεὸς γὰρ “ αὐτὸν προσελάβετο ;“τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν, καὶ πάντων ἀπήλλαξεν ἐγκλημάτων.

  64. 14.3.2.1

    Θεοδωρήυου. Καὶ περὶ τῶν ἐξ ἐθνῶν δὲ ταῦτα ἐξακούσεις. διέπτυον γὰρ οὗτοι τοὺς ἐξ Ἰουδαίων, ὡς εἰλικρινῆ πίστιν oὐκ ἔχοντας. καὶ διὰ τοῦτο τῆς τοιᾶσδε τροφῆς μεταλαβειν οὐκ ἐθέ- λοντας. καὶ οἱ ἐξ Ἰουδαίων μέντοι τοὺς ἐξ ἐθνῶν κατέκρινον. παρανομίαν νομίζοντες τὴν ἀδιάφορον τῶν ἐδωδίμων ἀπόλαυσιν. διὸ λέγει, ὅτι ὁ Θεὸς αὐτὸν προσελάβετο· τουτέστι, τὸν ἐθνικόν.

  65. 14.4.verse.1

    Σὺ τίς εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην ; τῷ ἰδίῳ κυρίῳ στήκει, ἣ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.

  66. 14.4.1.1

    Χρυσοστόμου. Πἀλιν πρὸς τοὺς ἰσχυροὺς ἀποτείνεται. ὅθεν δῆλον, ὅτι καὶ ἐκεῖνοι ἔκρινον, οὐ μόνον ἐξουθένουν. ἵνα δὲ μὴ ἀπογνῷ, καὶ ἀσθενοῦντα αὐτὸν οἰκέτην καλεῖ. λεληθότος δὲ καὶ ἐνταῦθα αὐτοῦ καθάπτεται. οὐ γὰρ ἐπειδὴ ἄξια τοῦ μὴ κρίνεσθαι ποιεῖ, διὰ τοῦτο κελεύων μὴ κρίνειν. ἀλλ’ ἐπειδὴ ἀλλότριος ἐστὶν οἰκέτηb τουτέστιν, οὐ σὸς, ἀλλὰ τοῦ Θεοῦ. τάχα δὲ καὶ ὁ οἰκέτης ὃν προσελάβετο ὁ Χριστὸς, ἀλλότριος ἔστι τοῦ νόμου. τίς οὖν εἶ σὺ, ὁ κρίνων ἄπο τοῦ νόμου τὸν τοῦ νόμου ἀλλόριον ;

  67. 14.4.1.2

    Τῷ ἰδίῳ κυρίῳ στήκει, ἣ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστι στῆσαι αὐτὸν ὁ Θεός.

  68. 14.4.2.1

    Θεοδωρήυου. Πᾶς οὖν, φησὶν, οἰκέτης, καὶ ζῶν, τοῦ οἰκείου δεσπότου κέρδος ἐστί. καὶ τελευτήσας, πάλιν αὐτῷ προξενεῖ τὴν ζημίαν. καὶ τοῦτον τοίνυν ὁ τῶν ὅλων ἐπρίατο Κύριος, τὸ οἰκεῖον αἷμα τιμὴν δεδωκώς.

  69. 14.4.3.1

    Χρυσοστόμου. Τέως δὲ καὶ τοῦτο ἄλλη πληγή. δοκεῖ μὲν γὰρ ἡ ἀγανάκτησις ετͅναι πρὸς τὸν ἰσχυρότερον. καθάπτεται δὲ ἐκείνου. ὅταν γὰρ εἴπῃ “σταθήσεται δέ’ δείκνυσιν ἔτι σαλευό- μένον, καὶ πολλῆς δεόμενον τῆς προσοχῆς, καὶ τοσαύτης τῆς ἐπιμελείας, ὡς καὶ τὸν Θεὸν καλεῖν ἰατρόν. “ δυνατὸς γάρ ἐστι Θεὸς “ στῆσαι αὐτόν.” ὅπερ, ἐπὶ τῶν σφόδρα ἀπεγνωσμένων λέγομεν. παραμυθούμενος δὲ πάλιν αὐτὸν, οὐκ εἰπεν ὅτι πίπτει, ἀλλὰ τί; “ στήκει ἣ πίπτει.” ἄν τε δὲ τοῦτο ἄν τε ἐκεῖνο ᾖ, τῷ δεσπότῃ διαφέρει ταῦτα ἀμφότερα. καὶ γὰρ ἡ ζημία ἐκεῖ τείνει πεσόντος· ὥσπερ οὑν καὶ ο πλοῦτος εστωτος.

  70. 14.4.3.2

    Τοῦ Αὐτοῦ ἐκ τοῦ ὕφουσ. Ταῦτα δὲ εἰ μὴ τὸν σκοπὸν κατίδωμεν τοῦ Παύλου, βουλομένου μὴ πρὸ καιροῦ τοῦ προσήκοντος ἐπιτιμᾶσθαι αὐτοῖς, σφόδρα ἀνάξια τῆς Χριστιανοῖς πρεπούσης κηδεμονίας ἐστίν. ἀλλ’ ὅπερ ἀεὶ λέγω, τὴν γνώμην ἐξετάζειν δεῖ μεθ’ ἧς λέγεται, καὶ τὴν ὑπόθεσιν περὶ ἧς λέγεται· καὶ τί σπουδάζων κατορθῶσαι λέγει. οὐχ ὡς ἔτυχε δὲ ἐνέτρεψε τοῦτο εἰπών. εἰ γὰρ ὁ Θεὸς, φησὶν, ὁ τὴν ζημίαν ὑπομένων, οὐδὲν ποιεῖ τέως, πῶς οὐκ ἃν ᾖς ἄκαιρος σὺ, καὶ πέρα τοῦ μέτρου περίεργος, είχων αὐτὸν καὶ ἐνοχλῶν;

  71. 14.5.verse.1

    Ὃς μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω.

  72. 14.5.1.1

    Θεοδωρήτου. Περὶ τῶν ἐδεσμάτων εἰπὼν, εἰς τὴν ἡμέραν μεταφέρει τὸν λόγον. οἱ μὲν γὰρ διηνεκῶς ἀπείχοντο τῶν ἀπηγορευμένων ὑπὸ τοῦ νόμου βρωμάτων· οἱ δὲ, ἐνίας ἡμέρας.

  73. 14.5.2.1

    Χρυσοστόμου. Ἣ καὶ περὶ νηστείας ἐνταῦθα αἰνίττεσθαι μοι δοκεῖ. καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς, τοὺς μὴ διηνεκῶς νηστεύοντας, διακρίνειν. ἣ καὶ ἐν ταῖς παρατηρήσεσιν εἰκὸς εἰναί τινας, τὰς ῥητὰς ἡμέρας ἀπεχομένους, καὶ ῥητὰς ἐχομένους. διὸ καὶ ἔλεγεν, “ ἕκαστος τῷ ἰδίῳ νοὶ πληροφορείσθω.” οὕτω γὰρ καὶ τῷ παρατηροῦντι τὸν φόβον ἐξέβαλεν, ἀδιάφορον τὸ πρᾶγμα εἶναι λέγων. καὶ τῶν ἐπιτιθεμένων αὐτοῖς σφοδρῶς τὴν φιλονεικίαν ἀνήρει, δεικνὺς ὅτι οὐ σφόδρα περισπούδαστον τὸ περὶ τούτων ἐνοχλεῖν συνεχῶς, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν καιρόν· καὶ διὰ τὸ νεήλυδας εἶναι ἐν τῆ πίστει. ἐπεὶ Κολασσαεῦσι γράφων, μετὰ πολλῆς ἀπαγορεύει τοῦτο σπουδῆς, “ βλέ- “ πέτε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ “ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων· κατὰ τὰ “ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.” καὶ πάλιν, “ μὴ οὑν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.” καὶ “ μηδεὶς ὑμᾶς “ καταβραβευέτω.” ἐνταῦθα δὲ οὐ κέχρηται τούτῳ τῷ τόνῳ, διὰ τὸ νεόφυτον εἰναι παρ’ αὐτοῖς τὴν πίστιν. μὴ τοίνυν εἰς πάντα ἕλκωμεν, τὸ, “ ἕκαστος τῷ ἰδίῳ νοὶ πληροφορείσθω.” ὅταν γὰρ περὶ δογμάτων ὁ λόγος ἦ, ἄκουσον τι φησιν, “ εἰ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε κἂν Ἄγγελος ᾖ, ἀνάθεμα ἔστω. καὶ Φιλιππησίοις ἐπιστέλλων ἔλεγε, “ βλέπετε τοὺς κύνας, βλέ- “ πέτε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.” παρὰ δὲ Ρωμαίοις, ἐπειδὴ τέως οὐκ ἦν καιρὸς τὰ τοιαῦτα διορθοῦν, “ ἕκα- “ στος,” φησὶν, “ τῷ ἰδίῳ νοῒ πληροφορείσθω.” καὶ γὰρ καὶ περὶ νηστείας ὁ λόγος ἦν αὐτῷ. καὶ τοίνυν τὴν ἐκείνων ἀλαζονείαν καθαιρῶν, καὶ τούτων ἐκβάλλων τὸν φόβον, ταῦτα ἔλεγεν.

  74. 14.5.3.1

    Θεοδωρήτου. Οὐκοῦν καθολικῶς τοῦτο τέθεικεν. οὐδὲ γὰρ περὶ τῶν θείων δογμάτων τοῦτο κελεύει φρονεῖν. ἀναθεματίζει γὰρ τοὺς τἀναντία τῇ ἀληθείᾳ διδάσκειν ἀνεχομένους. περὶ μόνων τοίνυν τῶν ἐδεσμάτων τῇ ἑκάστου διανοίᾳ τὴν ἐξουσίαν ἀπένειμε. τοῦτο γάρ τοι καὶ μέχρι τοῦ παρόντος ἐν ταῖς ἐκκλησίαις τὸ ἔθος μεμένηκε. καὶ ὁ μὲν ἀσπάζεται τὴν ἐγκράτειαν· ὁ δὲ μεταλαμβάνει πάντων ἀδεῶς τῶν ἐδεσμάτων. καὶ οὔτε οὗτος ἐκεῖνον κατακρίνει, οὔτε ἐκεῖνος ἐπιμέμφεται τούτῳ· ἀλλὰ τῷ νόμῳ τῆς ὁμονοίας λαμπρύνονται.

  75. 14.5.4.1

    Φωτίου. Καὶ εἰ ἄρα ὁ μέν τις ἡμέραν παρ’ ἡμέραν ἐσθίει· ὁ δὲ καθ’ ἡμέραν, οὐ δεῖ ἐπὶ τούτων κρίνειν καὶ κατακρίνειν ἀλλήλους, οὔτε τὸν ἐσθιόντα. νηστεύει γὰρ ὁ πλησίον καὶ ἀγαθὸν ποιεῖ, ποιῶν αὐτὸ διὰ τὸν Θεόν. οὔτε πάλιν τὸν νηστεύοντα δεῖ κατακρίνειν τὸν μὴ νηστεύοντα παρ’ ἡμέραν. οὐ γὰρ νομοθεσίας ἐστὶν, ἵνα ἡ παράβασις προξενῇ κρίμα, ἀλλὰ μόνης προαιρέσεως. ἀλλ’ ἕκαστος κατὰ τὸν ἴδιον νοῦν πληροφορείσθω. ἢ ὅτι καλῶς ποιεῖ νηστεύων ἀεί· ἢ ὅτι οὐ καλῶς μὴ νηστεύων ἀεί.

  76. 14.6.verse.1

    Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ Θεῷ’ καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.

  77. 14.6.1.1

    Χρυσοστόμου. Ἔτι τῶν αὐτῶν ἔχεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. οὐ περὶ τὰ καίρια τὸ πρᾶγμα ἐστί. τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν κἀκεῖνος καὶ οὗτος ἐργάζεται· καὶ εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευτῶσι. καὶ γὰρ καὶ ἐκεῖνος καὶ οὕτος, εὐχαριστοῦσι τῷ Θεῷ. εἰ τοίνυν εὐχαριστοῦσιν ἀμφότεροι, οὐ πολὺ τὸ μέσον. σὺ δέ μοι σκόπει πῶς καὶ ἐνταῦθα πλήττει τὸν Ἰουδαΐζοντα λανθανόντως. εἰ γὰρ τὸ ζητούμενον τοῦτό ἐστι, τὸ εὐχαριστεῖν, εὔδηλον ὅτι ὁ ἐσθίων, οὗτός ἐστιν ὁ εὐχαριστῶν, οὐχ ὁ μὴ ἐσθίων. πῶς γὰρ, ἔτι τοῦ νόμου ἐχόμενος ; ὅπερ οὑν καὶ πρὸς Γαλάτας ἔλεγεν, “ οἱ τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξε- “πέσετε.” ἀλλ’ ἐνταῦθα αἰνίττεται μὲν αὐτὸ, οὐκ ἀνακαλύπτει δέ. οὔπω γὰρ ἢν καῖρος.

  78. 14.6.2.1

    Θεοδωρήτου. Συγκαταβατικῶς μέντοι ταῦτα λέγει. τὴν συμφωνίαν τῇ ἐκκλησίᾳ πραγματευόμενος. οἶδε, φησὶν, ὁ τῶν ὅλων Θεὸς, τὸν τῶν ἐσθιόντων καὶ τῶν οὐκ ἐσθιόντων σκοπόν. καὶ οὐ τῷ ἔργῳ μόνῳ προσέχει, ἀλλὰ καὶ τὴν τοῦ γινομένου διάνοιαν ἐξετάζει.

  79. 14.6.3.1

    Γενναδίου. Ἢ περὶ τῆς τῶν ἡμερῶν παρατηρήσεως ὁ λόγος. ἀμφότεροι τοίνυν, φησὶ, ἑνὶ χρῶνται σκοπῷ· τιμῇ τῇ πρὸς τὸν Θεόν. ὁ τε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν, οἴεται Θεοῦ νόμον πληροῦν. ὁ τε ἀδιαφορῶν περὶ τοῦτο, πᾶσαν ὡς ὑπὸ Θεοῦ γενομένην ἡμέραν δι’ ὁμοίας ἔχει τιμῆς. ἀλλὰ μὴν καὶ ὁ ἐσθίων ὡσαύτως.

  80. 14.6.4.1

    Φωτίου. Εἰ δὲ περὶ νηστείας τὸ πᾶν ἐκλαβεῖν βούλει, οὕτω νόησον. ὁ κρίνων καὶ λογιζόμενος καλὸν εἶναι καθ’ ἡμέραν φαγεῖν, τῷ Κυρίῳ φρονεῖ. τουτέστιν, ἐν Κυρίῳ τοῦτο λογίζεται. τοῦτο γὰρ διὰ τὸν Κύριον ποιεῖ. καὶ ὁ μὴ κρίνων τοῦτο, μὴ δὲ λογιζόμενος, ὅτι καλόν ἐστι καθ’ ἡμέραν φαγεῖν, διὰ τὸν Κύριον κρίνει τοῦτο καλὸν εἶναι, καὶ λογίζεται. αἴτια γάρ ἐστι ταῦτα τὰ εἰρημένα αὐτῷ, τοῦ “ ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.” πῶς δὲ λέγεις τοῦτο Παῦλε; καλῶς εἰπον, φησίν. ἐπειδὴ καὶ ὁ νηστεύων ὑπὲρ ἡμέραν, καὶ ὁ ἐσθίων καθ’ ἡμέραν, εἰς ἀρέσκειαν Κυρίου τοῦτο ποιοῦσι. καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτῳ. εἶτα ἐπιτείνει τὴν αἰτίαν, καὶ φησὶν, καὶ γὰρ ὁ ἐσθίων εὐχαριστεῖ τῷ Θεῷ ἐν τῷ ἐσθίειν. ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν ζωῆς. καὶ ὁ νηστεύων εὐχαριστεῖ, ὅτι ἔδωκεν ἀνθρώποις καρτερίας καὶ μεθόδους, δι’ ὧν τις δύναται περιγενέσθαι τῶν τῆς σαρκὸς παθῶν. ὁ δὲ ἄλλως νηστεύων ἢ ἐσθίων, κατάκριτος, ὥσπερ τῶν αἱρετικῶν τινες. ταύτα οὑν πέρι τῶν νηστευόντων καὶ ἐσθιόντων ἰδικῶς ἐκληπτέον. ἀλλὰ μὴ περὶ ἄλλων τινῶν. οὐ γὰρ ἐπὶ πάντας ὁ κανὼν οὗτος διήκει. διὸ οὐδὲ ἐπὶ τοῦ πρὸ μικροῦ εἰρημένου κεφαλαίου ἁρμόζει. οἷον ἐπὶ τοῦ ἐν τοῖς βρώμασι διακρινομένου. καὶ γὰρ ἐκεῖνος μὴ ἐσθίων, οὐκ εἰς δόξαν οὐκ ἐσθίει τοῦ Θεοῦ, ἀλλ’ ὡς ἀστήρικτος ἐν τῇ πίστει. ἀλλ’ ἐκεῖνον μὲν οὐ δεῖ κατακρίνειν διὰ τὸν καιρόν· ὅτι ἀρχὴ τοῦ κηρύγματος ἦν. τὸν δὲ ἐσθίοντα καθημέραν καὶ νηστεύοντα ὑπὲρ ἡμέραν, οὐ δεῖ ὅλως οὐδέτερον οὐδετέρῳ μέμψιν ἐπάγειν. ὅτι καὶ ἄμφω εἰς δόξαν Κυρίου ποιοῦσιν ὅπερ ποιοῦσιν. “ οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ. καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. “ ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν. ἐάν τε ἀποθνήσκωμεν, τῷ “ Κυρίῳ ἀποθνήσκομεν. ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν τοῦ “ Κυρίου ἐσμεν. εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε, καὶ ἀνέστη καὶ “ ἔζησεν, ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ.”

  81. 14.6.5.1

    Χρυσοστόμου. Πλήττει κἀνταῦθα τὸν Ἰουδαίζοντα λεληθύτως. ὁ γὰρ τῷ νόμῳ ζῶν, πῶς δύναται τῷ Χριστῷ ζῇν; οὐ τοῦτο δὲ μόνον διὰ τούτων κατασκευάζει, ἀλλὰ καὶ τὸν ἐπειγόμενον εἰς τὴν ἐκείνων διόρθωσιν κατέχει, καὶ πείθει μακροθυμεῖν. δεικνὺς ὅτι ἀμήχανον τὸν Θεὸν καταφρονῆσαι αὐτῶν. ἀλλὰ τῷ προσήκοντι καιρῷ διορθώσεται. τι οὖν ἐστιν, “ οὐδεὶς ἡμῶν ἑαυτῷ ζῇ ” οὐκ ἐσμὲν ἐλεύθεροι. δεσπότην ἔχομεν τὸν καὶ ζῆν ἡμᾶς βουλόμενον, καὶ ἀποθανεῖν οὐκ ἐθέλοντα. καὶ ᾧ ταῦτα ἀμφότερα μᾶλλον ἡμῶν διαφέρει. διὰ γὰρ τοῦτο δείκνυσιν, ὅτι πλέον ἡμῶν αὐτὸς κήδεται. οὐ γὰρ ἑαυτοῖς ἀποθνήσκομεν μόνον, ἀλλὰ καὶ τῷ δεσπότῃ. ἃν ἄρα ἀποθάνωμεν. θάνατον δὲ ἐνταῦθα τὸν ἐκ πίστεως λέγει. ἱκανὸν μὲν οὑν καὶ τοῦτο πεῖσαι, ὅτι φροντίζει ἡμῶν. ὅτι αὐτῷ ζῶμεν καὶ αὐτῷ ἀποθνήσκομεν. πλὴν οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπάγει. εἰπὼν γὰρ, “ ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν “ τοῦ Κυρίου ἐσμέν. καὶ ἀπ’ ἐκείνου τοῦ θανάτου ἐπὶ τὸν φυσικὸν μεταβάς· ἵνα μὴ δόξῃ τραχύνειν τὸν λόγον, ἕτερον σημεῖον ποιεῖται τῆς αὐτοῦ προνοίας μέγιστον. ποῖον δὴ τοῦτο ; “ εἰς τοῦτο “ γὰρ Χριστὸς,” φησὶν, “ καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἀνέζησεν. “ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.” ὥστε καὶ τοῦτό σε πειθέτω, ὅτι φροντίζει τῆς σωτηρίας ἡμῶν. εἰ γὰρ μὴ τοσαύτην ἐποιεῖτο πρόνοιαν, τίς χρεία τῆς οἰκονομίας ἢν; ὁ τοίνυν τοσαύτην σπουδὴν θέμενος ὑπὲρ τοῦ αὐτοῦ γενέσθαι ἡμᾶς· ὡς καὶ δούλου μορφὴν ἀναλαβεῖν καὶ ἀποθανεῖν· οὗτος μετὰ τὸ γενέσθαι καταφρονήσει; οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. οὐδ’ ἃν ἕλοιτο τοσαύτην προέσθαι πραγματείαν. ὅρα δὲ καὶ τὴν δύναμιν αὐτοῦ, πῶς δείκνυσιν ἄφατον οὖσαν. “ εἰς τοῦτο γάρ, ” φησιν, “ καὶ ἀπέθανε καὶ “ ἀνέστη καὶ ἔζησεν. ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.” καὶ ἀνωτέρω, “ ἐάν τε γὰρ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, αὐτοῦ “ ἐσμέν.” εἶδες δεσποτείαν ἐπιτεταμένην; μὴ γὰρ τοὺς ζῶντας εἴπῃς φησίν. καὶ γὰρ καὶ τῶν ἀποθανόντων προνοεῖ. εἰ δὲ τῶν ἀπελθόντων, εὔδηλον ὅτι καὶ τῶν ζώντων. ταῦτα δὲ λέγει, ἔτι ἐντρέπων τὸν Ἰουδαΐζοντα, καὶ πείθων ἀναμνησθῆναι τοῦ μεγέθους τῆς εὐεργεσίας. καὶ ὅτι νεκρὸς ὣν ἔζησε, καὶ ὅτι οὐδὲν ἐκέρδανεν ἄπο του νόμου, καὶ ὅτι ἐσχάτης ἀγνωμοσύνης ἀν’ εἴη, ’τον τοσαύτα καταδεξάμενον ὑπὲρ αὐτοῦ, καταλιπόντα, ἐπὶ τὸν νόμον παλινδρομεῖν.

  82. 14.6.6.1

    Θεοδώρου Μονάκου. Ἄρα δὲ πρὸ τοῦ πάθους, πάντων οὐκ ἦν Κύριος ὁ Χριστός; πῶς οὖν φησιν, “ εἰς τοῦτο ἀπέθανεν, ἵνα “ καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ ;” ἢ τί τὸ ἐκ τῆς ἐνανθρωπήσεως πλέον; ὅτι τῆ μὲν ἀληθείᾳ καὶ τῇ φύσει, δεσπότης ἦν ὁ ποιήσας, τῶν ποιηθέντων. τῇ δὲ τῶν ἀσεβούντων ἐκτροπῇ, τῶν λατρευσάντων τῇ κτίσει παρὰ τὸν κτίσαντα, οὐκ αὐτὸς ἐνομίζετο δεσπότης, ἀλλὰ τὰ ὑπ’ αὐτῶν προσκυνούμενα. ὥστε ἡ μὲν ἔνσαρκος αὐτοῦ παρουσία, τοὺς τε ὄντας μετ’ αὐτοῦ καὶ ἐσομένους μετ’ αὐτὸν, ὑπὸ τὴν αὐτοῦ δεσποτείαν προσῆγεν. ἡ δὲ μέχρι θανάτου γενομένη αὐτοῦ ὑπακοὴ, τοῖς φθάσασιν ἐν ἀγνωσίᾳ προαπελθεῖν, τῆς σωτηρίας ἔδειξε τὴν οἰκονομίαν, καὶ τοῦ θανάτου προδιέλυσε τοὺς δεσμοὺς, καὶ τῆς ἀναστάσεως ἀπαρχὴ ἐγένετο. Μεθοδίου. Ἐκλάβοι δ᾿ ἄν τις τὸ, “ ἵνα ζώντων καὶ νεκρῶν “ κυριεύσῃ,” καὶ περὶ ψυχῶν καὶ σωμάτων· αἱ μὲν, γάρ εἰσιν ἀθάνατοι, τὰ δὲ, θνητά.

  83. 14.6.7.1

    Γενναδίου. Καὶ περὶ τῶν διὰ κακουχίας τοῦ σώματος, νεκρῶν τοῖς πάθεσι, καὶ ζώντων ἐν Χριστῷ.

  84. 14.10.verse.1

    Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἣ καὶ σὺ τί ἐξου- θενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. γέγραπται γὰρ, ζῶ ἐγὼ, λέγει Κύριος· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, ἐπουρανίων καὶ ἐπῖγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει.

  85. 14.10.1.1

    Θεοδωρήτου. Πρὸν τὸν Ἰουδαίζοντα ἀποτεινόμενος ταῦτα φησί.

  86. 14.10.2.1

    Χρυσοστόμου. Καὶ πρῶτον μὲν τῇ προσηγορίᾳ τοῦ ἀδελφοῦ καταλύει καλῶς τὴν φιλονεικίαν. ἔπειτα δὲ καὶ τῷ τῆς ἡμέρας ἐκείνης ἀναμνῆσαι τῆς φοβερᾶς. εἰπὼν γὰρ, “ τί ἐξουθενεῖς τὸν “ ἀδελφόν σου ” ἐπήγαγε, “ πάντες γὰρ παραστησόμεθα τῷ βή- “ ματι τοῦ Χριστοῦ.” καὶ δοκεῖ μὲν πάλιν ἐπιτιμῶν τῷ τελειοτέρῳ ταῦτα λέγειν. κατασείει δὲ τοῦ Ἰουδαίζοντος τὴν διάνοιαν. οὐκ ἀπὸ τῆς εὐεργεσίας τῆς γεγενημένης ἐντρέπων αὐτὸν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς μελλούσης κολάσεως φοβῶν. τοιοῦτον δέ τι αἰνίττεται, οἷον εἰ ἔλεγε, τι σοι μέλει; μὴ, γὰρ, σὺ μέλλεις ὑπὲρ αὐτοῦ κολάζεσθαι; ἀλλ’ οὕτω μὲν οὐκ εἶπε τοῦτο. ἠνίξατο δὲ, εἰπὼν, “ ἕκαστος ἡμῶν ὑπὲρ ἑαυτοῦ δώσει λόγον τῷ Θεῷ.” καὶ τὸν προφήτην δὲ εἰσήγαγε τὴν ἁπάντων αὐτῷ μαρτυροῦντα ὑποταγήν, καὶ ὑποταγὴν ἐπιτεταμένην. καὶ τῶν ἐν τῇ παλαιᾷ ἀνθρώπων καὶ πάντων ἁπλῶς. οὐ γὰρ ἁπλῶς εἶπε προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ “ ἐξομολογήσεται.” τουτέστιν, εὐθύνας δώσει τῶν πεπραγμένων. ἕσο τοίνυν ἐναγώνιος, ’τον κοινὸν δεσπότην ἔπι τοῦ βήματος ὁρῶν καθήμενον, καὶ μὴ σχίζε τὴν ἐκκλησίαν, τῆς χάριτος ἀπορρηγνύμενος, καὶ τῳ νόμῳ προστρέχων·

  87. 14.10.3.1

    Γενναδίου. Σαφῶς γε μὴν συνίσταται διὰ τῆς μαρτυρίας ταύτης τοῦ Υἱοῦ τὸ πρὸς τὸν Πατέρα τελέως ἰσότιμον. Ἠσαΐου γὰρ αὐτὴν ἐκ προσώπου τοῦ Θεοῦ φήσαντος οὑτωσὶν, “ ἐγὼ εἰμὶ ὁ “ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος, κατ’ ἐμαυτοῦ ὀμνύω, ἣ μὴν ἐξελεύ- “ σεται ἐκ τοῦ στόματός μου δικαιοσύνη. οἱ λόγοι μου οὐκ ἀπο- “ στραφήσονται· ὅτι αὐτῷ πᾶν γόνυ κάμψει.” οὕτως εἰπόντος αὐτὴν τοῦ προφήτου, Παῦλος ὡς ἐφαρμόζουσαν ἐδέξατο τῷ δεσπότῃ Χριστῷ. οὔποτ’ ἃν τοῦτο ποιήσας, εἰ μὴ Θεὸν εἶναι ἀληθινὸν καὶ τὸν Χριστὸν ἠπίστατο, ὡς τὸν Πατέρα.

  88. 14.13.verse.1

    Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἣ σκάνδαλον.

  89. 14.13.1.1

    Χρυσοστόμου. Ἴνα μὴ δόξῃ ὡς ἐπίτηδες φοβῶν τὸν Ἰουδαΐζοντα, τὸν περὶ τῆς κρίσεως ἐποιήσατο λόγον, ἀλλ’ ὡς ἐκ τῆς προκειμένης ἀκολουθίας ἐπὶ τοῦτο ἐλήλυθε, πάλιν ἔχεται τῆς αὐτῆς ὑποθέσεως. ταῦτα δὲ οὐκ ἐκείνου μᾶλλον ἐστὶν ἣ τούτου. διὸ ἀμφοτέροις ἁρμόζειν δύναται· καὶ τοῦ τελείου σκανδαλιζομένου ἐπὶ τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τοῦ ἀτελοῦς προσκόπτοντος ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει.

  90. 14.13.2.1

    Θεοδωρήτου. Ἐπειδὴ οὖν τὸ δεσποτικὸν ὑπέδειξε δικαστήριον, ἀναγκαίως παρῄνεσε μὴ ἀλλήλους κρίνειν, ἀλλ’ ἐκείνην ἀναμένειν τὴν ψῆφον. ἔοικε δὲ μᾶλλον πρὸς τοὺς ἐξ ἐθνῶν ἀποτείνεσθαι, μὴ συγκατιόντας τῇ ἀσθενείᾳ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, ἀλλὰ ἄκραν ἀρετὴν ὑπειληφότας εἶναι, καὶ ζῆλον θερμὸν, τὴν ἀδιάφορον τῶν ἐδωδίμων μετάληψιν.

  91. 14.14.verse.1

    Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοι- νὸν δι’ ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τί κοινὸν εἶναι, ἐκείνω κοινόν.

  92. 14.14.1.1

    Χρυσοστόμου. Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι τὸν ἀδελφὸν, καὶ ταύτῃ τῆς ἐπιπλήξεως αὐτὸν ἀποστήσας, τότε λοιπὸν καὶ περὶ τοῦ δόγματος ἀποφαίνεται, καὶ μετὰ ἡσυχίας παιδεύει τὸν ἀσθενέστερον. πολλὴν καὶ ἐνταῦθα τὴν πραότητα ἐπιδεικνύμενος. οὐ γὰρ λέγει ὅτι δίκην δώσει, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλὰ τὸν φόβον, ἀλλὰ τὴν ἀγωνίαν μόνον προτείνει τοῦ πράγματος· ὥστε αὐτὸν εὐκολώτερον πεισθῆναι τοῖς παρ’ αὐτοῦ λεγομένοις. ινα δὲ μὴ λέγῃ τίς τῶν πιστῶν, καὶ τι πρὸς ἡμᾶς, εἰ σὺ πέπεισαι; οὐδὲ γὰρ ἀξιόπιστος εἶ νόμῳ τοσούτῳ ἀντικαταστῆναι, καὶ χρησμοῖς ἄνωθεν κατενεχθεῖσιν, ἐπάγει, “ ἐν Κυρίῳ.” τουτέστι, παρ᾿ αὐτοῦ πληροφορηθείς. οὐκ ἄρα ἀνθρωπίνης διανοίας ἡ ψῆφος. τι τοίνυν πέπεισαι καὶ οἶδας εἰπὲ, ὅτι οὐδὲν κοινὸν δι’ αὐτοῦ; τῇ φύσει, φησὶ, οὐδὲν ἀκάθαρτον· ἀλλὰ ἀπὸ τῆς προαιρέσεως γίνεται τοῦ μετιόντος. ἐκείνῳ γοῦν μόνῳ γίνεται, καὶ οὐχὶ πᾶσι. τῷ γὰρ λογιζομένῳ, φησὶν, τι κοινὸν, ἐκείνῳ κοινόν. τί οὐν οὐ διορθοῖς τὸν ἀδελφὸν, ἵνα μὴ νομίζῃ ἀκάθαρτον, καὶ ἀπάγεις τῆς τοιαύτης συνηθείας μετὰ πολλῆς ἐξουσίας; φοβοῦμαι φησὶ, μὴ λυπήσω αὐτόν. διὸ καὶ ἐπήγαγεν. “εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός “ σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς.”

  93. 14.14.2.1

    Θεοδωρήτου. Ἢ καὶ οὕτως. ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, σὺ τίς ὣν ἀντινομοθετεῖς Μωϋσῆ; τὸν διὰ Μώσεως δεσπότην εἰς μέσον παρήγαγε. διδάσκων ὡς αὐτὸς τὰς νομικὸς παρατηρήσεις ἔπαυσε, καὶ οὐδὲν εἴασε νομίζειν ἀκάθαρτον ἔδεσμα. τὸ γὰρ δι’ αὐτοῦ, ἀντὶ τοῦ διὰ τὴν εὐαγγελικὴν αὐτοῦ νομοθεσίαν. αὐτὸς γὰρ καὶ πρὸς τὸν μακάριον ἔφη Πέτρον, “ ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.

  94. 14.14.3.1

    Κυρίλλου. Ἀξιόχρεως μὲν οὖν ὁ μάρτυς, εἰδέναι καὶ πεπεῖσθαι διϊσχυριζόμενος. προσεπάγει δὲ τὸ, “ ἐν Κυρίῳ Ἰησοῦ,” πρὸς τὸ καὶ ἔτι μειζόνως ἐμπεδοῦσθαι τὸ ἀληθές· ἕπεσθαί τε τοῖς ἀκροωμένοις τὴν πίστιν, ἐνδοιασμοῦ τινὸς δίχα. διαμέμνηται δὲ πάντως που εἰρηκότος Χριστοῦ, “ οὐ τὸ εἰσπορευόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.” καὶ ὅτι “ πᾶν ἔδεσμα, χωρεῖ μὲν εἰς “ τὴν κοιλίαν. ἐκπέμπεται δὲ εἰς ἀφεδρῶνα.” καὶ τοῦτο φύσις αὐτῷ καὶ χρεία. οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἰδίαν φύσιν, κοινὸν ἣ βέβηλον οὐδὲν τῶν τελούντων εἰς τροφάς. ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. μεμνήμεθα δὲ ὅτι καὶ πρὸς τὸ εἶναι παρενεγκὼν τὰ πάντα Θεὸς, “ εἶδε,” φησὶ, “ ὅτι καλὰ λίαν. καὶ “ εὐλόγησεν αὐτά. ἐπαινοῦντός γε μὲν Θεοῦ καὶ ηὐλογηκότος τὰ ἴδια κτίσματα, τίς ὁ φᾶναι τολμῶν μολυσμοῦ καὶ βεβηλώσεως εἰναί τι πρόξενον; καὶ οὐκ αὐτοῦ ποιήσεται τὴν κατάρρησιν τοῦ προενεγκόντος εἰς ὕπαρξιν; οὐκοῦν κοινὸν μὲν τῆ φύσει τῶν πεποιημένων παντελῶς οὐδέν. εἰ δὲ δή τις οἴοιτο κοινὸν εἰναί τι, κεκοίνωται διὰ τοῦτο, καὶ νενόσηκεν αὐτὸς ὡς ἐν ἰδίᾳ γνώμῃ τὴν βεβήλωσιν. πάντα μὲν γὰρ καθαρά. κοινοῖ δὲ τὸν ἄπιστον, ἡ ἔπι τισιν ολιγοπιστια, καὶ οὐκ ἀυτὰ που πάντως α νενόμικεν εἶναι κοινά. ὥσπερ γὰρ τοῖς τελείοις τὸν νοῦν, εἰς ὁ φύσει Θεὸς, καὶ οὐδεὶς ἐπ’ αὐτῷ ἕτερος, ἀλλ’ οὔτε εἴδωλόν τι ἔστιν ἐν κόσμῳ λελόγισται δὲ παρ’ οὐδὲν καὶ τὸ εἰδωλόθυτον. ὁ γὰρ εἴδωλον οὐκ εἰδὼς, πῶς ἃν εἰδείη τὸ εἰδωλόθυτον; τοῖς γὲ μὴν οἰομένοις πολλοὺς εἰναι Θέους, ἔσται τι πάντως καὶ εἰδωλόθυτον. οὕτω τοῖς πεπιστευκόσιν ἀβέβηλά τε εἶναι καὶ καθαρὰ τὰ παρὰ Θεοῦ, κοινὸν μὲν τῇ φύσει παντελῶς οὐδέν. ἀνεῖται δὲ πάντως ἐπ’ ἐξουσίας τῶν ἐδωδίμων ἡ χρῆσις. τοῖς γὲ μὴν οὕτω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει αὐτοῖς πρὸς ἀλήθειαν ὁ νοῦς.

  95. 14.14.3.2

    Θεοδωήτου Ἐκ τοῦ εἰσ τοὺσ Λευϊτικούσ. Μῶσης μέντοι τὰ μὲν καθαρὰ τῶν ζώων, τὰ δὲ ἀκάθαρτα ὠνόμασε. διδάσκων μὲν καὶ διὰ τῶν σωματικῶν τὰς ψυχικὰς ἀκαθαρσίας φεύγειν, κατὰ τὸ νοούμενον· πείθων δὲ καὶ Ἰουδαίους μόνον ἡγεῖσθαι τὸν ἀληθινὸν Θεὸν, Θεόν. διχῆ γὰρ διελὼν, καὶ τὰ χερσαῖα ζῷα καὶ τὰ πτηνὰ καὶ τὰ ἔνυδρα· καὶ τὰ μὲν, ἀκάθαρτα, τὰ δὲ, καθαρὰ προσειπὼν, πείθει μηδὲν τούτων ἡγεῖσθαι Θεόν. πῶς γὰρ ἄν τις σωφρονῶν, ἢ τὸ ἀκάθαρτον ὀνομάσει Θεὸν, ὃ μυσαττόμενος ἀποστρέφεται, ἢ τὸ τῷ Θεῷ τῷ ἀληθινῷ προσφερόμενον, καὶ παρ’ αὐτοῦ ἐσθιόμενον;

  96. 14.14.4.1

    Θεοδώρου. Ἢ καὶ γαστρὸς κρατεῖν ἀπὸ μέρους ἐθίζων αὐτούς.

  97. 14.15.verse.1

    Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.

  98. 14.15.1.1

    Θεοδώρητου. Πάλιν ἐπιμέμφεται τοῖς ἐξ ἐθνῶν, μὴ φέρουσι τὴν Ἰουδαίων ἀσθένειαν. καὶ αὔξει τὸ ἔγκλημα τῆς ἀγάπης, γυμνώσας τὸν ἐκεῖνα μετιόντα. εἶτα μειζόνως δείκνυσι τὴν ἀτοπίαν, ὑπὲρ οὗ, λέγων, τὸν θάνατον ὁ δεσπότης Χριστὸς κατεδέξατο. σὺ δὲ οὐ βούλει τῇ τῆς βρώσεως ἀποχῇ ζωὴν αὐτῷ πραγματεύσασθαι; ἀλλὰ τῇ μεταλήψει τεκταίνεις τὸν θάνατον;

  99. 14.15.2.1

    Χρυσοστόμου. Εἶδες πῶς τέως ᾠκειώσατο τὸν Ἰουδαίζοντα; δείξας ὅτι τοσοῦτον αὐτοῦ πεποίηται λόγον, ὡς ὑπὲρ τοῦ μὴ λυπῆσαι αὐτὸν, μὴ δὲ ἐπιτάξαι τέως τολμᾶν τὰ σφόδρα ἀναγκαῖα· οἷον τὸ μὴ βδελύττεσθαι τὰ βρώματα, ἀλλὰ τῇ συγχωρήσει μᾶλλον αὐτὸν ἐφέλκεσθαι καὶ τῇ ἀγάπῃ. οὐδὲ γὰρ μετὰ τὸ λῦσαι τὸν φόβον, καὶ καθαρὰ πάντα εἰπεῖν, ἕλκει καὶ βιάζεται, ἀλλ’ ἀφίησιν αὐτὸν ἑαυτοῦ κύριον. οὐ γάρ ἐστιν ἰσον βρώματος ἀπαγαγεῖν, καὶ λύπῃ περιβαλεῖν. ὁρᾷς πόσην σπουδὴν ποιεῖται τῆς ἀγάπης; οἰδε γὰρ ὅτι πάντα αὕτη κατορθῶσαι δύναται. διὸ καὶ μεῖζόν τι ἐνταῦθα παρ’ αὐτῶν ἀπαιτεῖ. οὐ γὰρ μόνον, φησὶ, αὐτοὺς οὐ χρὴ πρὸς ἀνάγκην ἀπαγαγεῖν, ἀλλ’ εἰ δεῖ καὶ συγκαταβαίνειν, μὴ δὲ τοῦτο ὀκνεῖν. διὸ καὶ ἐπάγει λέγων, “ μὴ τῷ “ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.” ἢ οὐδὲ τοσούτου ἄξιον εἶναι ἡγῇ τὸν ἀδελφὸν, ὡς μὴ δὲ ἀποχῇ βρωμάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; καὶ ὁ μὲν Χριστὸς οὐδὲ δοῦλος γενέσθαι, οὐδὲ ἀποθανεῖν παρῃτήσατο δι’ αὐτόν· σὺ δὲ οὐδὲ βρωμάτων καταφρονεῖς, ἵνα αὐτὸν διασώσῃς.

  100. 14.15.3.1

    Γενναδίου. Θαυμασιώτατα τοίνυν τὸ πρᾶγμα διέβαλε. πρῶτον μὲν, τῷ εὐτελεῖ τῆς προφάσεως, “ διὰ βρῶμα,” εἰπών. εἶτα, τῷ προσώπῳ περὶ ὃ τὸ ἁμάρτημα, “ ὁ ἀδελφός σου” φήσας· εἶτα, τῷ τοῦ πλημμελήματος ἀποτελέσματι· ἀπώλειαν ἄντικρυς αὐτὸ προσειπών. τέταρτον, τῷ, εἰς ὃν ἡ ἀναγωγὴ τοῦ τολμήματος. “ ὑπὲρ οὗ,” φησὶν, “ Χριστὸς ἑκουσίως ἀπέθανε.” πέμπτον, ὅτι βλασφημεῖσθαι ποιεῖ τὴν εὐσέβειαν. ἕκτον, ὅτι οὐχ ὑπὲρ τούτων ἢ τοιούτων ἀπολαύσεως, τῇ Χριστοῦ πίστει προσεληλύθαμεν· ἀλλ’ ἐπὶ μετουσίᾳ δικαιοσύνης, τουτέστιν, ἀναμαρτησίας, καὶ εἰρήνης καὶ χαρᾶς. ἐκ γὰρ τῆς ἁμαρτίας ἢ πρόσκρουσις· ἐκ δὲ τῆς προσκρούσεως, ἡ τῆς λύπης κατάκρισις. ἀρθείσης οὖν τῆς ἁμαρτίας, καὶ τὰ ἐκ ταύτης ἐξήρηται. ἀντεισαχθείσης δὲ τῆς δικαιοσύνης, εἰκότως εἰρήνῃ καὶ χαρὰ συνεισήχθη. τὸ δὲ “ ἐν “ Πνεύματι Ἁγίῳ,” τὸν αἴτιον τῶν τοσούτων δηλοῖ ἀγαθῶν.

← Previous · Next → — showing 701800 of 959

First Thousand Years of Greek. CTS URN tlg4102.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.