Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Epistulam Ad Romanos (typus Monacensis)

First Thousand Years of Greek · First Thousand Years of Greek · 959 sections

  1. 11.25.1.1

    Χρυσοστόμου. Σκόπει τὸ τοῦ Παύλου ἀνεπαχθὲς. εἰπὼν γὰρ ὅτι “ καὶ σὺ ἐκκοπήσῃ, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει.” καὶ, “ οὗτοι “ ἐγκεντρισθήσονται, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ χρηστότερον κατασκευάζει, καὶ εἰς αὐτὸ τελευτᾷ. μεγάλας τοῖς Ἰουδαίοις ὑποφαίνων ἐλπίδας, εἰ βουληθεῖεν. “ μυστήριον” δὲ ἐνταῦθα, τὸ ἀγνοούμενον λέγει, τὸ ἀπόρρητον. καὶ πολὺ μὲν τὸ θαῦμα, πολὺ δὲ τὸ παράδοξον ἔχον. τί οὖν ἐστι τὸ μυστήριον τοῦτο; “ ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ “ γέγονεν.” ἐνταῦθα πάλιν πλήττειν τὸν Ἰουδαῖον δοκῶν, καταστέλλει τὸν ἐξ ἐθνῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι οὐκ ἐξ ὁλοκλήρου ἡ ἀπιστία, ἀλλ’ ἐκ μέρους.

  2. 11.25.2.1

    Θεοδωρήτου. “ Μυστήριον” μὲν οὖν ἐστι τὸ μὴ πᾶσι γνώριμον, ἀλλὰ μόνοις τοῖς θαρρουμένοις. λέγει δὲ ὅτι βούλομαι ὑμᾶς μαθεῖν, ὅπερ οἴδαμεν περὶ τῶν προκειμένων μυστήριον. ἵνα μὴ σφόδρα ἡγούμενοι ἑαυτοὺς συνετοὺς, ὑψηλὸν ἐντεῦθεν δέξησθε φρόνημα. τὸ δὲ μυστήριον ἐστὶν, “ ὅτι πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ. ἀπὸ μέρους· οὐ γὰρ πάντες ἠπίστησαν, ἀλλὰ πολλοὶ καὶ ἐξ ἐκείνων ἐπίστευσαν. παρεγγυᾷ δὲ μὴ δὲ τῶν ἄλλων ἀπαγορεῦσαι τὴν σωτηρίαν. τῶν γὰρ ἐθνῶν δεξαμένων τὸ κήρυγμα, πιστεύσουσι κἀκεῖνοι, Ἠλία τοῦ πάνυ παραγινομένου, καὶ τῆς πίστεως αὐτοῖς τὴν διδασκαλίαν προσφέροντος· τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη, “ Ἠλίας ἔρχεται, καὶ “ ἀποκαταστήσει πάντα.” πάντα δὲ, Ἰσραὴλ κἀκεῖ, τοὺς πιστεύοντας, εἴτε ἐξ Ἰουδαίων εἶεν, τὴν φυσικὴν συγγένειαν πρὸς τὸν Ἰσραὴλ ἔχοντες, εἴτε ἐξ ἐθνῶν κατὰ τὴν τῆς πίστεως συγγένειαν αὐτῷ συναπτόμενοι.

  3. 11.25.3.1

    Θεοδώρου Μονάχου. Ταῦτά γε μὴν λέγω φησὶν, ἵνα μὴ τῇ ἑαυτῶν γνώμῃ ἕπησθε ὥσπερ φρόνιμοι. ἄλλως γὰρ ὑμεῖς νομίζετε, καὶ ἄλλως ἔχει τὰ πράγματα. οὐ γὰρ ὡς οἴεσθε εἰς τὸ παντελὲς ἐξεβλήθη ὁ Ἰσραὴλ, ὡς ἀπαγορευθεὶς ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ πώρωσις γέγονε μέχρι τινὸς καιροῦ, ἕως οὗ εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν. ὧν εἰσελθόντων, καὶ ὁ Ἰσραὴλ σωθήσεται, Ἠλία παραγεγονότος πρὸς αὐτούς. πλήρωμα δὲ ἐθνῶν λέγει, τὸ σύστημα τὸ πεπληρωμένον Πνεύματος Ἁγίου. ἣ καὶ πᾶν γένος ἐθνῶν, ὡς μηδὲν ἐλλείπειν, ἀλλὰ πλῆρες εἶναι καὶ τέλειον. ὥσπερ δὲ πάντα τὰ ἔθνη σώζεσθαι φαμὲν τῷ πανταχόθεν καὶ ἐκ πάντων τῶν ἐθνῶν εἶναι τοὺς προσιόντας τῇ πίστει, οὕτω καὶ τὸ, “ πᾶς Ἰσραὴλ,” οὐ πανδημεὶ τοὺς πάντας σωθῆναι σημαίνει· ἀλλ’ ἤτοι τοὺς ὑπὸ τοῦ Ηλία καταλαμβανομένους, ἣ τῶν ἁπανταχῆ καὶ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένων, τοὺς μέλλοντας προσιέναι τῇ πίστει.

  4. 11.25.3.2

    Εφη δέ τις περὶ τούτων, καὶ οὕτως.

  5. 11.25.4.1

    Γενναδίου. Ὡς ἄν φησι, μὴ μέγα τι καὶ θαυμαστὸν ὑπονοῆτε περὶ αὐτῶν ἀπατώμενοι, ὡς ὑπὲρ τοὺς ἄλλους ὄντες ὑμεῖς συνετοὶ, μάθετε συντόμως ἄλλο μυστήριον φρικωδέστερον, ἄφατον τοῦ Θεοῦ τὴν περὶ πάντας πρόνοιαν ὑποφαῖνον, τῶν Ἰσραηλιτῶν, πλὴν τῆς ἐκλέξεως· τὸ γὰρ ἀπὸ μέρους, τοῦτο φησὶ, πωρωθέντων καὶ τὴν σωτηρίαν ἀπωθουμένων, ἐφ’ ὑμᾶς μετήνεγκε ταύτην ὁ Θεός. εἰσποιηθέντων μέντοι πάντων ὑμῶν, κἀκείνους αὖθις ἅπαντας περιλήψεται ἡ χάρις.

  6. 11.25.5.1

    Κυρίλλου. Ἀλλὰ γὰρ ἐκεῖνο πάλιν ἄθρει, καὶ κατασκέπτου· ἔφη μὲν γὰρ ὅτι τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελεύσεται· καὶ πᾶς Ἰσραὴλ σωθήσεται· ἀλλ’ εἰ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν. καίτοι πολλοὶ τῶν ἐθνῶν ἐν ἀπιστία τεθνήκασι. πῶς οὖν εἰσβέβηκε τὸ πλήρωμα τῶν ἐθνῶν; ἀλλ’ οὐδὲ πᾶς Ἰσραὴλ σωθήσεται, εἶπέρ ἐστιν ἀληθὲς, ὅτι τὸν τῆς ἀνομίας υἱὸν παραδέξονται Ἰουδαῖοι, τῆς εἰς Χριστὸν ἀγάπης ἠφειδηκότες. τοῦτο γὰρ αὐτὸς ἔφασκεν. “ ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβά- “ νετέ με. ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ οἰκείῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. καὶ ὁ σοφώτατος Παῦλος, “ ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας “ οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ “ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει.” τί ἐροῦμεν πρὸς τοῦτο; φαμὲν, ὅτι Θεοῦ προθέντος ἀφθονήτως ἅπασι τὴν διὰ πίστεως χάριν, ἐξείργοντος δὲ παντελῶς οὐδένα, πῶς οὐκ εἰσβέβηκε τὸ πλήρωμα τῶν ·ἐθνῶν, τό γε ἧκον, εἰς νοῦν καὶ σκοπὸν τοῦ κεκληκότος; οὐ γὰρ εἰ τινες ἐθελοντὶ παρώλισθον, καὶ τῆς δωρεᾶς διημαρτήκασι, ταύτητοι κατεψευσμένον τὸν τῆς γραφῆς εὑρήσουσι λόγον. ἐξὸν γὰρ αὐτοῖς τῶν ἅπαξ δεδωρημένων μεταλαχεῖν, ἐθελούσιον ἀνθ’ ὅτου πεποίηνται τὴν ἀπόστασιν. οὐκοῦν ὅσον ἧκεν εἰς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ κεκληκότος, καὶ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσβέβηκε· σέσωσται δὲ καὶ ἅπας ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἀκαμπεῖς γεγόνασι, ταύτῃ τοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Διονυσίου Ἀλεξανδρίνου. Τὸ δὲ “ πᾶς Ἰσραὴλ,” ἀντὶ τοῦ, οἱ πλειόνες, κεῖται.

  7. 11.25.5.2

    Καθὼς γέγραπται, ἥξει ἐκ Σιῶν ὁ ῥυόμενος, καὶ ἀποστρέψει

  8. 11.27.verse.1

    ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτῶν ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι’ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.

  9. 11.27.1.1

    Χρυσοστόμου. Ἐπειδὴ μέγα ἐπηγγείλατο, φέρει καὶ μάρτυρα τὸν προφήτην. καὶ ὅτι μὲν πώρωσις γέγονεν, οὐ παράγει μαρτυρίαν. καὶ γὰρ δῆλον ἅπασιν ἦν. ὅτι δὲ πιστεύσουσι καὶ σωθήσονται, τὸν Ἡσαίαν πάλιν εἰσάγει βοῶντα. Βοῶντα. τὸ παράσημον τῆς σωτηρίας τιθεὶς, ἵνα μή τις εἰς τοὺς ἔμπροσθεν χρόνους αὐτὸ ἑλκύσῃ, φησὶ, “ καὶ αὕτη αὐτῶν ἡ παρ’ ἐμοῦ δια- “ θήκη· ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.” οὐχ ὅταν περιτμηθῶσιν, οὐχ ὅταν θύσωσιν, οὐχ ὅταν τὰ ἄλλα νόμιμα ποιῶσιν, ἀλλ’ ὅταν ἁμαρτημάτων ἀφέσεως τύχωσιν. εἰ τοίνυν τοῦτο ἐπήγγελται, γέγονε δὲ ἐπ’ αὐτῶν οὐδέπω, οὐδὲ ἀπήλαυσαν τῆς διὰ τοῦ βαπτίσματος ἀφέσεως, πάντως ἔσται. διὸ καὶ ἐπήγαγεν, “ ἀμεταμέλητα γὰρ τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ καὶ οὐδὲ τούτῳ μόνον αὐτοὺς παραμυθεῖται, ἀλλὰ καὶ τῷ ἤδη συμβεβηκότι καὶ ὅπερ ἐξ ἀκολουθίας συνέβη, τοῦτο ὡς προηγούμενον τίθησιν, οὕτω λέγων, “ κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι’ “ ὑμᾶς. κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.” ἵνα γὰρ μὴ φυσῆται ὁ ἐξ ἐθνῶν λέγων, ἐγὼ ἕστηκα, μή μοι λέγε, τί ἃν ἐγένετο· ἀλλὰ τι γέγονε· καὶ ἐντεῦθεν αὐτὸν καταστέλλει, λέγων, “ κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑμᾶς.” ἐπειδὴ γὰρ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι. ἀλλ’ ὅμως ὁ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν ὑμῶν τὴν κλῆσιν; ἀλλὰ μένει πάντα, τοὺς ἐξ ἐθνῶν μέλλοντας πιστεύειν, εἰσελθεῖν· καὶ τότε ἐκεῖνοι ἥξουσιν. εἶτα χαρίζεται τινὰ αὐτοῖς καὶ ἑτέραν χάριν, λέγων, “ κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.” καὶ τί τοῦτο; ἔνθα μὲν οἱ ἐχθροὶ, ἡ κόλασις αὐτῶν· ἔνθα δὲ ἀγαπητοὶ, οὐδὲν πρὸς αὐτοὺς η τῶν προγόνων ἀρέτη, ἔαν μὴ πιστεύσωσιν. ἀλλ’ ὅμως, ὅπερ ἔφην, οὐ παύεται ῥήμασιν αὐτοὺς παραμυθούμενος, ἵνα ἐφελκύσηται.

  10. 11.27.2.1

    Θεοδωρήτου. “ Καὶ αὕτη,” φησὶν, “ αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη. ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν·” εἰ ἡ κατὰ νόμον πολιτεία δωρεῖται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, αὐτὴν ὁ προφητικὸς προεθέσπισε λόγος. εἰ δὲ κολάζει μὲν ὁ νήιος τοὺς παραβαίνοντας· ἀεὶ δὲ παρανομίαν ἐνεκλήθησαν οἱ Ἰουδαῖοι, εὔδηλον ὡς τὴν διὰ τοῦ βαπτίσματος χορηγουμένην ἄφεσιν ὁ λόγος δηλοῖ· τὸ δὲ ἐχθροὶ δι’ ὑμᾶς, τοῦτό ἐστιν, ὅταν εἰς ὑμᾶς ἀποβλέψω, ὧν τὴν διδασκαλίαν ἐνεχειρίσθην, ἐχθροὺς ἐκείνους ὑπολαμβάνω καὶ δυσμενεῖς, πάντα εἰς ὑμετέραν βλάβην ἐργαζομένους. ὅταν δέ γε εἰς τοὺς προγόνους ἀπίδοι, καὶ λογίσωμαι ὡς ἐκείνους ἐξ ἁπάσης τῆς οἰκονομίας ἐξελέξατο, στέργω δι’ ἐκείνους καὶ τούτους· καὶ τοῦτο δὲ, καὶ τὸ, “ ἀμεταμέλητα τὰ χαρίσματα καὶ “ ἡ κλῆσις τοῦ Θεοῦ,” εἰς προτροπὴν λέγει τῶν Ἰουδαίων. ὅτι γὰρ ἃ δίδωσιν ὁ Θεὸς ἀγαθὰ πάλιν λαμβάνει, ὅταν ἴδῃ τοὺς εἰληφότας ἀχαριστήσαντας, μάρτυς ὁ Σαοὺλ, πνευματικῆς χάριτος ἀπολαύσας, εἶτα ταύτης ἔρημος μετὰ ταῦτα γεγενημένος. καὶ Σολομῶν δὲ ὡσαύτως εἰρήνης ἀπολαύσας διὰ τὴν θείαν φιλοτιμίαν, μετὰ τὴν παράβασιν ἐγυμνώθη τῆς χάριτος. καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι προφητικῆς ἐπιμελείας διηνεκῶς ἀπολαύσαντες, ἐπὶ τοῦ παρόντος τῆς κηδεμονίας ταύτης ἐστέρηνται. τοῦτο καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκύσι πρὸ βραχέος ἠπείλησεν, “ ἐὰν ἐπιμείνῃς,” γάρ φησι, “ τῇ χρηστότητι. ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.”

  11. 11.27.3.1

    Γενναδίου. Ἤ ταῦτα χαρίσματα ἀμεταμέλητα εἶναι λέγει, ἃ διὰ τοῦ προφήτου ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἰσραὴλ, εἰπὼν, ἤξει ἐκ Σιῶν ο ῥυόμενος, καὶ τὰ ἐξῆς. καὶ κλῆσιν τὴν δία του Κυρίου.

  12. 11.27.4.1

    Κυρίλλου. Ὅσον μὲν οὖν ἧκεν εἰς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, γεγόνασιν ἐχθροί. προσκεκρούκασι γὰρ διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. διὰ δὲ τὴν τῶν πατέρων εὐγένειαν, οἳ ἐτιμήθησαν ὡς ἅγιοι καὶ θεοφιλεῖς, λογισθεῖεν ἂν εἶναι δι’ ἐκείνους ἀγαπητοί. ὅμως ἐχθροὶ γεγόνασιν, ἵνα τεθῇ εἰς παραζήλωσιν τοῖς ἀπιστήσασιν.

  13. 11.27.5.1

    Θεοδώρου Μονάχου. Ἤ καὶ οὕτως. ἐγὼ μὲν τοῦ εὐαγγελίου ἕνεκεν, ὅταν αὐτὸ διασύρειν βούλωνται, τὴν ὑμετέραν αἰτιώμενοι πρόσοδον, καὶ ταύτην ὡς οἴονται ἀφορμὴν εὔλογον προισχόμενοι, τοῦ μὴ πείθεσθαι τοῖς ἡμετέροις διδάγμασιν, ἐχθροὺς αὐτοὺς εἶναι νενόμικα· ἅτε δὴ πολεμίους τῆς πίστεως· τότε γὰρ οὐδενὸς ἀφίσταμαι τῶν, ὅσα πρὸς ἔλεγχον τῆς αὐτῶν κακίας εἰπεῖν προσήκει. διὰ δὲ τὴν πρὸς τοὺς πατέρας οἰκειότητα, οὕτως αὐτοὺς περὶ πολλοῦ ποιεῖσθαι ἐσπούδακα, ὡς μὴ δὲ πάσχειν ἤν τι δέῃ ὑπὲρ τῆς αὐτῶν σωτηρίας παραιτεῖσθαι. ὄιδα γὰρ ἀκριβῶς ὅτι ὁ Θεὸς οὐ μεταβληθεὶς ἐπὶ τῇ τῶν προγόνων ἐκλογῇ τούτους ἀπεποιήσατο· αὐτοὶ δὲ γνώμης μοχθηρίᾳ τῆς ἀπὸ τοῦ Θεοῦ ἀλλοτριώσεως, αὐτοῖς γεγόνασι πρόξενοι.

  14. 11.27.6.1

    Οἰκουμενίου. Ἐπειδὴ γὰρ ἐναπομεμενήκασι τῇ ἀπιστίᾳ, καὶ διὰ τοῦτο οὐκ εἰσὶν ἀγαπητοὶ, ἀσφαλῶς λαλῶν φησὶ, διὰ τοὺς πατέρας· ὡσεὶ εἶπεν, εἰ καὶ αὐτοὶ διὰ τὴν ἀπιστίαν οὐκ ἀγαπητοὶ, διὰ μέντοι τοὺς πατέρας ἔτι ἀγαπῶνται. ὅθεν καὶ σωτηρίαν ἐκδέχονται. κλῆσιν δέ φησι, τὴν περὶ τὸ ἔθνος γεγενημένην.

  15. 11.27.7.1

    Σευηριανοῦ. Πλὴν ἐλλιπῶς εἴρηται. διὸ καὶ ἀσύνδετόν ἐστιν. οὕτως οὖν θέλει, ὥστε ἐκ τῆς πρὸς ὑμᾶς συγκρίσεως ἐχθροὶ τοῦ Θεοῦ ἐλέγχονται εἶναι οἱ ἐξ ἐθνῶν ἐπιστεύσατε. οἱ δὲ ὀφείλοντες πρὸ πάντων πιστεῦσαι, ἐπωρώθησαν τὴν καρδίαν. καὶ κατὰ μὲν τοῦτον τὸν λόγον, ἐχθροὶ εἰσὶ τοῦ Θεοῦ· ἀγαπητοὶ δὲ διὰ τοὺς πατέρας· ὧν εἰς τιμὴν φιλανθρωπεύσεται πρὸς τοὺς ἀπογόνους αὐτῶν. καὶ ἀγαπητοὺς ἡγήσεται, πιστεύσαντας, καὶ πολιτείαν ἐνδειξαμένους δυναμένην σῶσαι.

  16. 11.27.8.1

    Φωτίου. Ζητήσειε δ’ ἄν τις, εἰ ἐχθροὶ γεγόνασιν Ἰουδαῖοι, διὰ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, πῶς ἀνωτέρω ἔλεγεν, “ ἐφ’ ὅσον “ εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν διακονίαν μου δοξάζω.” διατὶ; “ εἴπως παραζηλώσω μου τὴν σάρκα.” εἰ γὰρ διὰ τῆς πίστεως τῶν ἐθνῶν παραζηλοῦσι, καὶ μιμοῦνται οἱ Ἰουδαῖοι, καὶ πιστοὶ γίνονται, πῶς δι’ αὐτοὺς ἐχθροὶ γίνονται πάλιν τῆς πίστεως καὶ τοῦ εὐαγγελίου; ἀλλὰ πρῶτον φαμὲν, ὅτι οὐκ ἔφη διὰ τῆς πίστεως τῶν ἐθνῶν παραζηλοῦν καὶ μιμεῖσθαι τοὺς Ἰουδαίους. ἀλλὰ διὰ τοῦ δοξάζεσθαι αὐτοὺς διὰ τοῦ ἐπαινεῖσθαι. ἡ γὰρ δόξα καὶ ὁ ἔπαινος ὁ εἰς τοὺς ἐξ ἐθνῶν ἀνατρέχων, ἐρεθίσει αὐτοὺς καὶ εἰς ζῆλον καὶ μίμησιν. ὥστε οὐκ ἐναντία ἐστὶν ἀλλήλων τὰ εἰρημένα. δεύτερον δὲ, ὅτι οὐ κατὰ ἀπόφασιν ἔφη παραζηλώσουσιν οἱ Ἰουδαῖοι, ἀλλ’ ἀμφιβόλως καὶ διστάζων. “ εἴ πως,” γάρ φησι, “ παραζηλώσω μου τὴν σάρκα.” οἷον, ἴσως, τάχα, ὥστε εἰ καὶ διὰ τῆς αὐτῶν πίστεως, οὐχὶ δὲ διὰ τῆς δόξης καὶ τῶν ἐπαίνων. ἔλεγε παραζηλοῦν τοὺς Ἰουδαίους, οὐδ’ οὕτως ἐμάχετο ἑαυτῷ. διὰ μὲν γὰρ τοῦ εἰπεῖν, ἐχθροὶ δι’ ὑμᾶς, τῶν Ἰουδαίων τὴν ἀπιστίαν λέγει, καὶ τὴν αἰτίαν δι’ ἣν σφοδρότερον ἀπεχθάνονται τῇ πίστει. διὰ δὲ τοῦ, “ εἴ πὼς παραζηλώσω τὴν σάρκα, τὴν ἰδίαν ενδεικνυται σπουδὴν, ἣν εἶχεν εἰς τὸ σῶσαι τοὺς ἐξ Ἰουδαίων. καὶ χωρὶς δὲ τῶν εἰρημένων, οὐδ’ οὕτως ἐμάχετο τὰ λεχθέντα, κἂν ἄμφω ἀποφαντικῶς εἴρητο. καὶ γὰρ οὐδὲν ἐκώλυε τινὰς μὲν τῶν πεπιστευκότων, ἀνερεθισθέντας τῇ πίστει τῶν ἐθνῶν, παραζηλῶσαι καὶ πιστεῦσαι. καὶ τῶν μὴ πεπιστευκότων πάλιν πολλοὺς, μίσει τῷ πρὸς τοὺς ἐξ ἐθνῶν, σκληροτέρους καὶ ἀπιστοτέρους καὶ ἀπειθε- τέρους τῷ εὐαγγελικῷ κινεῖσθαι κηρύγματι. ὃ καὶ ἐπ’ αὐτῶν ἰδεῖν ἐστι τῶν πραγμάτων. οἱ μὲν γὰρ μιμούμενοι τοὺς ἐξ ἐθνῶν, προσέρχονται τῇ πίστει, καὶ σώζονται. οἱ δὲ τούτοις ἀπεχθανόμενοι, σφοδρότεροι ἐχθροὶ τῆς πίστεως καθίστανται.

  17. 11.30.verse.1

    Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ Θεῷ, νυνὶ δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλεέι, ἵνα καὶ αὐτοὶ δῆτα ἐλεηθῶσι. συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.

  18. 11.30.1.1

    Χρυσοστόμου. Δείκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους. εἶτα ἐπειδὴ οὐκ ἠθέλησαν ἐπακοῦσαι, τοὺς Ἰουδαίους ἐκλεγέντας, καὶ τὸ αὐτὸ πάλιν συμβὰν μετὰ ταῦτα. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι, πάλιν προσήχθη τὰ ἔθνη. ἀλλ’ οὐ μέχρι τούτου ἵσταται, οὐδὲ εἰς τὴν ἐκβολὴν αὐτῶν καταστρέφει τὸ πᾶν, ἀλλ’ εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν. ὅρα πόσον τοῖς τοῖς ἐξ ἐθνῶν, ὅσον ἔμπροσθεν Ἰουδαίοις. ἐπειδὴ γὰρ ὑμεῖς ἠπειθήσατε, φησὶ, οἱ ἐξ ἐθνῶν τότε, προσῆλθον οἱ Ἰουδαῖοι. πάλιν ἐπειδὴ οὗτοι ἠπείθησαν, προσήλθετε ὑμεῖς. “ συν- “ ἔκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν.” τουτέστιν, ἤλεγξεν, ἐπέδειξεν ἀπειθοῦντας. οὐχ ἵνα μείνωσιν ἀπειθοῦντες, ἀλλ’ ἵνα τοὺς ἑτέρους διὰ τῆς ἑτέρων σώσῃ φιλονεικίας. τούτους, δι’ ἐκείνων, καὶ ἐκείνους διὰ τούτων. σκόπει δή. ἠπειθήσατε ὑμεῖς, καὶ οὗτοι ἐσώθησαν. πάλιν οὗτοι ἠπείθησαν, καὶ ὑμεῖς ἐσώθητε. οὐ μὴν οὕτως ἐσώθητε, ὡς πάλιν ἐξελθεῖν καθάπερ οἱ Ἰουδαῖοι· ἀλλ’ ὥστε αὐτοὺς ἐπισπάσασθαι τῶ ζήλω.

  19. 11.30.2.1

    Κυρίλλου. Ὥστε ἶσα δείκνυσιν τὰ ἀμφοῖν ἐγκλήματα· καὶ μιᾷ χάριτι τεθεραπευμένους, τούς τε ἐξ ἐθνῶν καὶ τὸν Ἰσραήλ. κέκληται μὲν γὰρ κατὰ καιροὺς, διὰ τοῦ Μώσεως ὁ Ἰσραὴλ, καὶ τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας ἐξήρηται. ἀλλ’ οἱ τῶν δαιμόνων θεραπευταὶ, τουτέστι τὰ ἔθνη, ὡς διά γε τῶν Αἴγυπτ’ ἴων νοούμενα, τέως ἠπείθησαν τῷ ἐλέει τῶν ἐξ Ἰσραήλ. οὐ γὰρ πεπιστεύκασι ταῖς θεοσημίαις ταῖς διὰ Μώσεως, οὐκ ἤθελον εἰδέναι τὸν τῶν Ἑβραίων Θεόν. ἀλλ’ ἐξεπέμπετο μὲν μόλις ἱερουργήσων κατὰ τὴν ἔρημον τῶν Ἰουδαίων ὁ δῆμος· εἴχοντο δὲ αὐτοὶ τῆς ἀρχαίας ἀπάτης. ἀλλὰ νῦν ἠλέηνται προσκεκρουκότος τοῦ Ἰσραὴλ, ὃς ἠπεί- θησε τῷ ἐλέει τῶν ἐθνῶν, ἵνα καὶ αὐτὸς ἐλεηθείη κατὰ καιρούς. 7σα τοιγαροῦν, ὡς ἔφην, τὰ ἀμφοῖν ἐγκλήματα, τῆς τοῦ κατοικτεί- ροντος ἐπικουρίας ἐν ἴσῳ τόπῳ δεδεημένα. συγκεκλεῖσθαι δέ φησιν τοὺς πάντας εἰς ἀπείθειαν παρὰ Θεοῦ, ἵνα τοὺς πάντας ἐλεήσῃ. καὶ οὔ τι που τῆς θείας βουλῆς ἔργον γενέσθαι λογιούμεθα τὸ ἀπειθῆσαι τινὰς, ἵνα καὶ κατοικτείροιντο πεσόντες εἰς τοῦτο. συνέκλεισε δὲ μᾶλλον εἰς ἀπείθειαν· ἐνόχους ὄντας ἀποφαίνων τοῖς τῆς ἀπειθείας ἐγκλήμασι, καὶ οἷον ἐξ αὐτῶν τῶν πραγμάτων ἐλη- λεγμένους. ὡς εἰς τοῦτο λοιπὸν καθίκοιντο δυσπραξίας, ὡς μονονοὺ δεῖσθαι τοῦ κατοικτείρεσθαι τε καὶ ἐλεεῖσθαι.

  20. 11.30.3.1

    Θεοδωρήτου. Ἀναμνήσθητε τοιγαροῦν οἱ ἐξ ἐθνῶν, ὡς ἅπαντες ἐπὶ πλεῖστον ἠσεβήσατε χρόνον. καἰ οὐκ ἀπέβλεψεν ὁ φιλάνθρω- πος δεσπότης εἰς τὴν μακρὰν ἐκείνην καὶ χαλεπὴν ἀσέβειαν, ἀλλὰ τῆς ἀρρήτου φιλανθρωπίας τοὺς βουληθέντας ἠξίωσε. καὶ τούτων ἀπιστησάντων, ὑμᾶς ἀντὶ τούτων ἐκάλεσεν. οὐδὲν τοίνυν ἀπεικὸς καὶ τοὺς νῦν ἀντιλέγοντας δεχθῆναι παρὰ τοῦ Θεοῦ, πιστεῦσαι θελήσαντας, καὶ τῆς αὐτῆς φιλανθρωπίαι τυχεῖν. τὸ δὲ “ἵνα “πάλιν,” κατὰ τὸ οἰκεῖον ἰδίωμα τέθεικεν. οὐδὲ γὰρ διὰ τοῦτο ἠπείθησαν, ἵνα ἐλεηθῶσιν, ἀλλ’ ἠπείθησαν μὲν, διὰ τὸ τῆς δία. νοίας ἀντίτυπον· ἐλεηθήσονται δὲ, μεταμελείᾳ χρησάμενοι. καὶ τὸ, “συνέκλεισε δέ’ ἀντὶ τοῦ, ἤλεγξε τέθεικεν. ἤλεγξε δὲ καὶ τὰ ἔθνη, καὶ φυσικὴν εἰληφότα διάγνωσιν, καὶ τὴν κτίσιν ἐσχηκότα θεογνωσίας διδάσκαλον, καὶ μήτε ἐντεῦθεν, μήτε ἐκεῖθεν ὠφέλειαν εἰσδεξάμενα. ἤλεγξε δὲ καὶ Ἰουδαίους πλείονος μὲν τετυχηκότας, πρὸς γὰρ τῇ φύσει καὶ τῇ κτίσει, καὶ νόμον ἐδέ- ξαντο, καὶ προφήτας τὸ δέον παιδεύοντας· καὶ μείζοσι τιμωρίαις ὑπευθύνους γεγενημένους. ἀλλ’ ὅμως καὶ τούτους κἀκείνους πανω- λεθρίας ὄντας ἀξίους, τῆς σωτηρίας ἠξίωσε, πιστεῦσαι μόνον θελήσαντος.

  21. 11.30.4.1

    Γενναδίου. To τοίνυν “συνέκλεισεν,” ἶσον ἐστὶ τῷ, νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. οὔτε γὰρ ὁ Θεὸς ἀπειθεῖς τούτους ἐποίησεν. ἀλλὰ σωτηρία δέδωκε παραγγέλματα. τῶν δὲ, ἀνομησάντων, τοῦτο ἐκβέβηκεν. οὔτε διὰ τοῦτο τὰ προσ- τάγματα δέδωκεν, ἵνα ἀπειθήσαντας ἑλκύσῃ, ἀλλ’ οὕτω τοῦτο διὰ τὴν ἐκείνων ἀποβέβηκεν ἀπείθειαν. τοῦ δὲ αὐτοῦ τύπου καὶ τἄλλα ὅσα τοιαῦτα τῶν προεκτεθέντων ἐστίν. οἷον, τὸ, “ πώρωσις “ ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν. ἄχρις οὗ τὸ πλήρωμα τῶν “ ἐθνῶν εἰσέλθῃ.” οὐ γὰρ ἵνα σωθῶσιν οἱ ἐθνικοὶ, διὰ τοῦτο τοῦ Ισραὴλ τινὲς ἐπωρώθησαν· ἀλλὰ πωρωθέντων τούτων, ἐκεῖνο καὶ τὸ, “ ἠπείθησαν δὲ τῷ ὑμετέρῳ ἐλέει. ἵνα καὶ “ αὐτοὶ ἐλεηθῶσι.” καὶ πάντα ὅσα τοιαῦτα, κατὰ τὸν αἰτιατικὸν ἐκδέδοται τρόπον. οὐκ ἔχοντα τὸν νοῦν αἰτιατικόν.

  22. 11.30.5.1

    Διοδώρου. Καὶ ὥσπερ ἐπὶ τοῦ, “ παρέδωκεν αὐτοὺς ὁ Θεὸς “ εἰς πάθη ἀτιμίας.” καὶ ἐπὶ τοῦ, “ ἐτύφλωσεν ὁ Θεὸς τὰ νοή- “ μάτα τῶν ἀπίστων,” οὐχ ὡς τοῦ Θεοῦ κακοποιοῦντος δεχόμεθα τὸν λόγον, ἀλλ’ ὡς συγχωροῦντος τοῖς ἀνθρώποις πράττειν ἃ βούλονται, διὰ τὸ αὐτεξούσιον· οὕτω καὶ νῦν τὸ, “ συνέκλεισε” νοητέον, ὅτι τοὺς βουληθέντας ἀπειθεῖν, εἴασεν ἀπειθεῖν. καὶ συγχωρῶν διόλου τῷ ἀνθρώπῳ τὸ ἐφ’ ἑαυτοῦ ἔχειν, πράττειν ὃ βούλεται. συνεχώρησε δὲ ἀπειθεῖν, οὐχ ἵνα κατακρίνῃ παραμείναντας τοῖς ἁμαρτήμασιν. οὐ γὰρ τοῦτο βούλεται· ἀλλ’ ἵνα τῷ χρόνῳ αἰσθομένους ὧν ἁμαρτάνουσι, καὶ μεταγνόντας, ἐλεήσῃ. ἢ καὶ τὸ, “ συνέκλεισεν εἰς ἀπείθειαν,” ἀντὶ τοῦ, διήλεγξεν ἀπειθοῦντας ἐστί. καὶ οἷον ἀπέκλεισεν αὐτοῖς πᾶσαν ἀπολογίαν. ἵνα αἴσθωνται ὅτι οὐκ ἐξ ἔργων λοιπὸν, ἀλλ’ ἐκ φιλανθρωπίας Θεοῦ καὶ ἐλέους σώζονται.

  23. 11.30.6.1

    Χρυσοστόμου. Προτρέπει δὲ τοὺς Ἰουδαίους διὰ τούτων, ἐπὶ τὴν εἰς Χριστὸν πίστιν. καὶ ἄμα καὶ χρηστὰς αὐτοῖς ὑποτείνει ἐλπίδας, καὶ πᾶσαν αἰσχύνην ἀναιρεῖ. μὴ αἰσχυνθῇς φησὶ, κἂν ἠπείθησας προσελθεῖν· μὴ δ’ ἀπελπίσῃς, ὡς βραδύτερον προσερχόμενος. τεύξῃ προσιὼν καὶ ὀψὲ τοῦ ἐλέους. καὶ γὰρ τὰ ἔθνη κληθέντα ἠπείθησαν πρότερον, ἀλλὰ νῦν ἐπίστευσεν. ἣ οὖν προτροπῆς καὶ παραινέσεως τόπον ἐπέχει τὰ εἰρημένα, ἣ καὶ προφητείας, πιστούμενα τὸ μέλλον ἀπὸ τῆς τῶν ἐκβεβηκότων παραθέσεως καὶ μαρτυρίας. τὸ δὲ, “ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,” καὶ “ ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει,” φησὶ, οὐχ ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων αἰτία γέγονε τοῦ ἐλεηθῆναι τὰ ἔθνη, οὐδ’ ὅτι τὸ ἔλεος τῶν ἐθνῶν αἴτιον γέγονε τῆς τῶν Ἰουδαίων ἀπειθείας. ἀλλὰ ταῦτα φησί, δεικνὺς καὶ διδάσκων ὅτι ὁ Θεὸς οὐδέποτε διέλιπε τὸ αὐτοῦ ποιῶν, καὶ τὸ ἔλεος αὐτοῦ πηγάζων. κἂν πάλαι μὲν γὰρ ἠπείθησαν τὰ ἔθνη, νῦν δὲ ἀπειθοῦσιν Ἰουδαῖοι, αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν, οὐ διαλιμπάνει. καὶ δῆλον, ἐκ τοῦ, καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους, ἀπειθούντων τῶν ἐθνῶν· καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη, τῶν Ἰουδαίων ἀπειθούντων. καὶ τὸ ἔτι σαφέστερον ὅτι τοὺς Ἰουδαίους κἂν ἠπείθησαν, ἐλεήσει ἔτι. ἅμα δὲ καὶ ἔνδειξις ἐστὶ πρὸς τοὺς Ἰουδαίους, ὅτι κἂν αὐτοί, φησι, ἐξέστητε τῆς πίστεως, μὴ νομίσητε ὅτι ἔλαττόν τι ἔσχεν ἡ πίστις. ὥσπερ γὰρ πάλαι τῶν ἐθνῶν ἐξεστηκότων, οὐδὲν ἔλαττον ἔσχε τὰ τῆς εἰς Θεὸν θεραπείας· οὕτω καὶ νῦν ὑμῶν ἀποσχιζομένων τῆς πίστεως, οὐδὲν ἔλαττον τὰ τῆς πίστεως ἕξει. ἐσχημάτισε δὲ πρὸς τοὺς ἐξ ἐθνῶν τὰ εἰρημένα· ἀνεπαχθέστερον τὸν πρὸς τοὺς Ἰουδαίους ἔλεγχον βουλόμενος ποιῆσαι. δυνατὸν δὲ καὶ πρὸς τοὺς ἐξ ἐθνῶν ἐκλαβεῖν εἰρῆσθαι ταῦτα, ὥστε μὴ μέγα φρονεῖν ὅτι ἐπίστευσαν. ἐλέει γὰρ ὑμεῖς τε πεπιστεύκατε· καὶ οἱ ἀπειθήσαντες, φησὶν, ἐλεηθήσονται καὶ πιστεύσουσιν.

  24. 11.33.verse.1

    Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ 2,6 ἀνταποδοθήσεται αὐτῷ; ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

  25. 11.33.1.1

    Χρυσοστόμου. Ἐνταῦθα ἐπὶ τοὺς προτέρους χρόνους ἐπανελθὼν, καὶ τὴν ἄνωθεν τοῦ Θεοῦ καταμαθὼν οἰκονομίαν, τὴν ἐξ οὗπερ ὁ κόσμος ἐγένετο μέχρι τοῦ παρόντος· καὶ λογισάμενος πῶς ποικίλως ἅπαντα ᾠκονόμησεν, ἐξεπλάγη καὶ ἀνεβόησε· πιστούμενος τοῖς ἀκούουσιν, ἅπερ εἶπεν ὅτι πάντως ἔσται. οὐ γὰρ αν ἐβόησε καὶ ἐξεπλάγη, εἰ μὴ πάντως ἔμελλεν ἔσεσθαι τοῦτο. καὶ ὅτι μὲν βάθος ἐστὶν, οἶδε. πόσον δὲ, οὐκ οἶδε. θαυμάζοντος γάρ ἐστιν ἡ ῥῆσις· οὐκ εἰδότος τὸ πᾶν. θαυμάσας δὲ καὶ ἐκπλαγεὶς τὴν χρηστότητα κατὰ τὸ ἐγχωροῦν αὐτῷ, διὰ δύο τῶν ἐπιτατικῶν ὀνομάτων αὐτὴν ἐνεκήρυξε, τοῦ πλούτου καὶ τοῦ βάθους· καὶ ἐξεπλάγη, ὅτι καὶ ἠθέλησε καὶ ἴσχυσε ταῦτα. καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατεσκεύασεν, “ ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ.” οὐ γὰρ μόνον καταλειφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ’ οὐδὲ ἐρευνηθῆναι. “ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.” τουτέστιν, αἱ αἰκονομίαι. καὶ γὰρ αὗται οὐ μόνον γνωσθῆναι, ἀλλ’ οὐδὲ ζητηθῆναι δύνανται. οὐδὲ γὰρ ἐγώ, φησιν, ἔγνων ἅπαντα, ἀλλὰ μέρος μικρὸν, οὐ τὸ πᾶν. μόνος γὰρ αὐτὸς οἶδε τὰ αὐτοῦ σαφῶς. διὸ καὶ ἐπήγαγε, “ τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἣ τίς σύμβουλος “ αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται “ αὐτῷ ;” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὅτι οὕτω σοφὸς ὢν, παρ’ ἑτέρου σοφός ἐστιν, ἀλλ’ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν. καὶ τοσαῦτα ἐργασάμενος καὶ χαρισάμενος ἡμῖν, οὐ παρ’ ἑτέρου δανεισάμενος, ταῦτα ἔδωκεν, ἀλλ’ οἴκοθεν ἀναβλύσας. οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς εἰληφώς τι παρ’ αὐτοῦ, ἀλλ’ αὐτὸς κατάρχων ἀεὶ τῶν εὐεργεσιῶν. τοῦτο γὰρ μάλιστά ἐστι πλούτου, τὸ καὶ ὑπερχεῖσθαι καὶ μὴ δεῖσθαι ἑτέρου. διὸ καὶ ἐπήγαγεν, “ ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.” αὐτὸς εὗρεν· αὐτὸς ἐποίησεν· αὐτὸς συγκρατεῖ. καὶ γὰρ καὶ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ’ ἑτέρου λαβεῖν· καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συμβούλου. τί λέγω συμβούλου; οὐδὲ εἰδέναι τίς δύναται τὰ αὐτοῦ, ἀλλ’ ἢ μόνος αὐτὸς ὁ πλούσιος καὶ σοφός. καὶ γὰρ πολλοῦ πλούτου, τὸ τοὺς ἐξ ἐθνῶν εὐπόρους οὕτω ποιῆσαι· καὶ πολλῆς σοφίας, τὸ τοὺς Ἰουδαίων καταδεεστέρους, Ἰουδαίων κατασκευάσαι διδασκάλους. εἶτα ἐπειδὴ ἐξεπλάγη, καὶ εὐχαριστίαν ἀναφέρει, λέγων, “ αὐτῷ ἡ δόξα εἰς αἰῶνας, ἀμήν.” ὅταν γάρ τι τοιοῦτον λέγῃ μέγα καὶ ἄπορον, θαυμάζων εἰς δόξαν καταλήγει. τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ἐποίησε. καὶ γὰρ ἐκεῖ θαυμάσας αὐτὸ δὴ τοῦτο ὅπερ καὶ ἐνταῦθα, ἐπήγαγεν, “ ἐξ ὧν ὁ Χριστὸς “ τὸ κατὰ σάρκα. ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοῦς “ αἰῶνας, ἀμήν.”

  26. 11.33.1.2

    Ὣ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ.

  27. 11.33.2.1

    Θεοδωρώτου. Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς ταῦτα προέγνω. καὶ προγνοὺς, σοφῶς ᾠκονόμησε. καὶ οἰκονομῶν, τῆς φιλανθρωπίας τὸν πλοῦτον ὑπέδειξε. πρὸς τὰ τρία δὲ ταῦτα, τρία τέθεικε. τὸ μὲν “ τίς ἔγνω νοῦν Κυρίου ;“πρὸς τὴν γνῶσιν. τὸ δὲ “ τίς σύμβου- “ λος αὐτοῦ ἐγένετο ;“πρὸς τὴν σοφίαν. τὸ δὲ, “ τίς προέδωκεν “ αὐτῷ ” πρὸς τὸν πλοῦτον. οὕτω γὰρ ἀμέτρητος ὁ τῆς ἀγαθότητος πλοῦτος, ὅτι καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δέδωκε· καὶ τοῖς γεγονόσι τὸ εὖ εἶναι χαρίζεται. καὶ οὐκ ἀντιδίδωσιν, ἀλλὰ δίδωσι τὰ ἀγαθά. φιλάνθρωπος δὲ ὣν, ἀντίδοσιν τὴν δόσιν καλεῖ. “ ὅτι “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.” αὐτὸς γὰρ τὰ πάντα πεποίηκεν. αὐτὸς τὰ γεγονότα διατελεῖ κυβερνῶν. εἰς αὐτὸν ἀφορᾶν ἅπαντας προσήκει. ὑπὲρ μὲν τῶν ὑπαρξάντων, χάριν ὁμολογοῦντας. αἰτοῦντας δὲ, τὴν ἔπειτα προμήθειαν. αὐτῷ δὲ χρὴ καὶ τὴν προσήκουσαν ἀναπέμπειν δοξολογίαν. ἔδειξε δὲ διὰ τούτων ὁ θεῖος Ἀπόστολος, ὡς οὐκ οἶδε τῆς ἐξ οὗ προθέσεως καὶ τῆς δι’ οὗ, διαφοράν. καὶ τὴν μὲν, ὡς μεῖζον τί σημαίνουσαν, προσήκουσαν τῷ Πατρί· τὴν δὲ, ὡς ἔλαττόν τι διδάσκουσαν, προσήκουσαν τῷ Υἱῷ. ἀμφοτέρας γὰρ, ἐφ’ ἑνὸς προσώπου τέθεικεν. ὅπερ εἴτε Πατρὸς εἴποιεν εἶναι οἱ τὰ Ἀρείου φρονοῦντες καὶ Εὐνομίου, εὑρήσουσι τῇ ἐξ οὗ, καὶ τὴν δι’ οὗ συζευγνυμένην. εἴτε τῷ Υἱῷ προσαρμόσαιεν, ὄψονται τῇ δι’ οὗ, δαὶ τὴν ἐξ οὗ συνημμένην. εἰ δὲ ἡ μὲν ἐξ οὗ, μεῖζον τι σημαίνει, ἡ δὲ δι’ οὗ, τὸ ἔλαττον, ἀμφότερα δὲ ἐφ’ ἑνὸς κεῖται προσώπου, αὐτὸς ἄρα ἑαυτοῦ μείζων μὲν διὰ τὴν ἐξ οὑ, ἐλάττων δὲ διὰ τὴν δι’ οὗ, εἰκότως ἃν νοηθείη.

  28. 11.33.2.2

    Βασιλείου ἐκ τῶν ἀντιρρητικῶν. Ὅτι δὲ τὸ ἐξ οὗ καὶ τὸ δι’ οὗ ἀλλήλοις οὐκ ἀντιτάσσονται, οὐδ’ ὥσπερ ἐν πολέμῳ πρὸς ἀντίπαλον τάξιν ἀποκριθέντα συνεκπολεμοῦσι τὰς φύσεις, αἷς προσεχώρησαν, ἐκεῖθεν δῆλον. συνήγαγεν ἀμφότερα ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου ὁ μακάριος Παῦλος, εἰπὼν, “ ἐξ αὐτοῦ, καὶ δι’ “ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.” τοῦτο δὲ προδήλως εἰς τὸν Κύριον φέρειν πᾶς τις ἃν εἴποι, ὁ καὶ μικρὸν τῷ βουλήματι τῆς λέξεως ἐπιστήσαι. προτάξας γὰρ ὁ Ἀπόστολος ἐκ τῆς προφητείας τοῦ Ἡσαΐου, ὅτι “ τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ “ ἐγένετο ;” ;” ἐπήγαγε τὸ “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ “ τὰ πάντα.” ἅπερ ὅτι περὶ Θεοῦ Λόγου, τοῦ δημιουργοῦ πάσης τῆς κτίσεως εἴρηται τῷ προφήτῃ, ἐκ τῶν κατόπιν ἂν μάθοις. “τίς “ ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν “ τὴν γῆν δρακί; τίς ἔστησε τὰς νάπας ζυγῷ, καὶ τὰ ὄρη σταθμῷ; “ τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο ;” τὸ γὰρ “ τίς” ἐνταῦθα, οὐ τὸ ἄπορον παντελῶς, ἀλλὰ τὸ σπάνιον δηλοῖ. ὡς ἐπὶ τοῦ, “ τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους ;” καὶ, “ τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν ;“καὶ, “ τίς ἀναβήσεται εἰς τὸ ὄρος Κυρίου; οὕτω δὴ καὶ ἐνταῦθα ἐστὶ, τίς ὁ εἰδὼς ’τον νοῦν τοῦ Κυρίου, καὶ τῆς βουλῆς αὐτοῦ κοινωνός. “ ὁ γὰρ Πατὴρ “ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ.” οὗτός ἐστιν ὁ συνέχων τὴν γῆν καὶ περιδεδραγμένος αὐτῆς· ὁ εἰς τάξιν πάντα καὶ διακόσμησιν ἀγαγών· καὶ ὄρεσιν ἰσορροπίαν, καὶ ὕδασι μέτρα, καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ τὴν οἰκείαν τάξιν ἀποκληρώσας. ὁ τὸν οὐρανὸν ὅλον μικρῷ μέρει τῆς ὅλης αὐτοῦ δυνάμεως περιέχων· ἣν σπιθαμὴν τροπικῶς ὁ προφήτου λόγος ὠνόμασεν. ὅθεν οἰκείως ἐπήγαγεν ὁ Ἀπόστολος τὸ “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.” ἐξ αὐτοῦ γὰρ τοῖς οὖσιν ἡ αἰτία τοῦ εἶναι, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. δι’ αὐτοῦ τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις, του κτίσαντος τὰ πάντα, καὶ τὰ πρὸς σωτηρίαν ἑκάστῳ τῶν γινομένων ἐπιμετροῦντος. διὸ δὴ καὶ εἰς αὐτὸν ἐπέστραπται ἅπαντα· ἀσχέτῳ τινὶ πόθῳ καὶ ἀρρήτῳ στοργῇ πρὸς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ χορηγὸν ἀποβλέποντα, κατὰ τὸ γεγραμμένον, “ οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν.

  29. 11.33.2.3

    Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται οἱ τὰ Ἀρείου φρονοῦντες, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς περιπίπτειν; εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσουσι τὰς τρεῖς εἰρῆσθαι φωνὰς, τὴν ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν, ἀνάγκη πᾶσα προσοικειοῦν τῷ Θεῷ καὶ Πατρί. ἐκ δὲ τούτου, προδήλως αὐτοῖς διαπεσεῖται τὸ παρατήρημα. εὑρίσκεται γὰρ οὐ μόνον τὸ ἐξ οὗ, ἀλλὰ καὶ τὸ δι’ οὗ, τῷ Πατρὶ προσαγόμενον. ὅπερ εἰ μὲν οὐδὲν ταπεινὸν ἐμφαίνει, τι δήποτε ὡς ὑποδεέστερον ἀφορίζουσι τῷ Θεῷ καὶ Υἱῷ; εἰ δὲ πάντως ἐστὶ διακονίας δηλωτικὸν, ἀποκρινέσθωσαν ἡμῖν, ὁ Θεὸς τῆς δόξης καὶ Πατὴρ τοῦ Κυρίου, τίνος ἐστὶν ἄρχοντος ὑπηρέτης; ἐκεῖνοι μὲν οὖν οὕτως ὑφ’ ἑαυτῶν περιτρέπονται· ἡμῖν δὲ ἑκατέρωθεν τὸ ἰσχυρὸν φυλαχθήσεται. ἐάν τε γὰρ νικήσῃ περὶ τοῦ Υἱοῦ εἰναι τὸν λόγον, εὑρεθήσεται τὸ ἐξ οὗ, τῷ Υἱῷ προσαρμόζον. ἐὰν δέ τις φιλονεικῇ ἐπὶ τὸν Θεὸν ἀνα- φέρειν τοῦ προφήτου τὴν λέξιν, πάλιν τὴν δι’ οὗ φωνὴν, τῷ Θεῷ πρέπειν δώσει. καὶ τὴν ἴσην ἕξει ἀξίαν ἑκάτερα τῷ κατὰ τὸν ἶσον λόγον ἐπὶ Θεοῦ παρειλῆφθαι. καὶ οὕτω κἀκείνως ὁμότιμοι ἀλλήλοις ἀναφανήσονται, ἐφ’ ἑνὸς προσώπου καὶ τοῦ αὐτοῦ τεταγμένα. Γρηγορίου τοῦ θεολόγου ἐκ. * * Κἂν τοίνυν λέγωμεν, εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα· καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα· τὸ ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ, οὐ φύσεις τέμνουσιν. οὐδὲ γὰρ ἃν μετέπιπτον αἱ προθέσεις ἣ αἱ τάξεις τῶν ὀνομάτων, ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας. καὶ τοῦτο δῆλον ἐξ ὧν συνάγονται πάλιν, εἴ τῷ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ Ἀποστόλῳ, τὸ “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. ‘ αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.

  30. 11.33.2.4

    Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν ταύτην λατρείαν ὑμῶν.

  31. 11.33.3.1

    Γενναδίου. Ἄχρι τούτου τὸν περὶ δόγματος διὰ τῶν προαποδεδομενων συμπεράνας λόγον, ἐντεῦθεν λοιπὸν καθαρῶς ἐπὶ τὴν ἠθικὴν διδασκαλίαν μεθίσταται. τοῦτο δὲ διὰ πασῶν αὐτοῦ ποιεῖ τῶν Επιστολῶν. καὶ μάλα εἰκότως. δεῖ γὰρ ὡς εἷμαι τὸν ὡς ἄριστα βιώσεσθαι μέλλοντα, γνῶναι τε καὶ πιστεῦσαι τῷ Θεῷ πρῶτον, ὅτι ἔστιν. εἶθ’ ὅτι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν δι’ ἀγαθῆς πολιτείας, μισθαποδότης γίνεται. χωρῶν δὲ ἐπὶ τὴν συμβουλὴν ἐκ τῶν προειρημένων αὐτῷ, καὶ ἐν οἷς ἀπεπαύσατο τῶν δογματικῶν, ἐκ τούτων τὴν ἄρχην ἀύτης ἐποιήσατο.

  32. 11.33.4.1

    Θεοδωρήτου. Ὅπερ γάρ ἐστιν ὀφθαλμὸς ἐν σώματι, τοῦτο τῇ ψυχῇ πίστις καὶ τῶν θείων ἡ γνῶσις. δεῖται δὲ ὅμως αὕτη τῆς πρακτικῆς ἀρετῆς, καθάπερ ὁ ὀφθαλμὸς, χειρῶν καὶ ποδῶν καὶ τῶν ἄλλων μορίων τοῦ σώματος. τούτου δὴ χάριν τοῖς δογματικοῖς ὁ θεῖος Ἀπόστολος λόγοις, καὶ τὴν ἠθικὴν διδασκαλίαν προστέθεικε. τὴν τελεωτάτην κατασκευάζων ἐν ἡμῖν ἀρετήν. διὰ γὰρ δὴ Ῥωμαίων, πᾶσιν ἀνθρώποις τὴν ὠφέλειαν προσήνεγκε. καὶ νόμους τιθεὶς, κρύπτει τὴν ἐξουσίαν, καὶ μεθ’ ἱκετηρίας τὴν διδασκαλίαν προφέρει. καὶ τῆς θείας φιλανθρωπίας ἀναμιμνήσκει, περὶ ἧς ἐν τοῖς ἔμπροσθεν μακροὺς ἀπέτεινε λόγους.

  33. 11.33.5.1

    Χρυσοστόμου. Δείξας οὖν τοῦ Θεοῦ τὴν ἄφατον ἀγαθότητα, καὶ οὐδὲ ἐρευνηθῆναι δυναμένην, λοιπὸν ταύτην προβάλλεται εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας, ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι τὴν πολιτείαν. καὶ τοσοῦτος ὣν καὶ τηλικοῦτος, οὐ παραιτεῖται παπακλεῖν. καὶ ταῦτα, οὐχ ὑπὲρ ὣν ἔμελλεν αὐτὸς ἀπολαύειν, ἀλλ’ ὑπὲρ ὧν ἐκεῖνοι κερδαίνειν εἶχον. καὶ τί θαυμάζεις, εἰ αὐτὸς οὐ παραιτεῖται παρακαλεῖν, ὅπου γε, καὶ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ προβάλλεται; ἐπειδὴ γὰρ τὰ μυρία ἐντεῦθεν ὑμῖν, φησὶ, ἀγαθὰ, ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ αὐτοὺς παρακαλοῦντας αἰδέσθητε· αὐτοὺς δυσωπήθητε. καὶ γὰρ αὐτοὶ τὴν ἱκετηρίαν τιθέασιν, ἵνα μηδὲν ἀνάξιον αὐτῶν ἐπιδείξησθε. δι’ αὐτῶν οὖν τούτων, φησὶν, παρακαλῶ, δι’ ὧν ἐσώθητε. ὥσπερ ἃν εἴτις τὸν μεγάλα εὐεργετη- θέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα, ἱκέτην ἀγάγοι. καὶ τί παρακαλεῖς, εἰπέ μοι; “ παραστῆσαι τὰ σώματα “ ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα- “ τρείαν ὑμῶν.” ἐπειδὴ γὰρ εἶπε θυσίαν, ἵνα μή τις νομίσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώματα, ταχέως ἐπήγαγε “ ζῶσαν.” εἶτα διαιρῶν αὐτὴν ἀπὸ τῆς Ἰουδαϊκῆς, φησὶν, “ ἁγίαν, εὐάρεστον “ τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.” ἐκείνη γὰρ σωματικὴ, καὶ οὐ σφόδρα εὐάρεστος. “ τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν “ χειρῶν ὑμῶν ;” καὶ πολλαχοῦ ἀλλαχοῦ φησὶν, τοιαῦτα· διακρουόμενος αὐτὰς, ἀλλ’ οὐχὶ ταύτην. ἀλλὰ καὶ ἐκείνης διδομένης, ταύτην ἐζήτει. διὸ καὶ ἔλεγε, “ θυσία αἰνέσεως δοξάσει με.” καὶ πάλιν, “ αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου, μετ’ ᾠδῆς.” καὶ “ ἀρέσει “ τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.” καὶ ἀλλαχοῦ ἐκβάλλων αὐτὴν καὶ λέγων, “ μὴ, φάγωμαι κρέα ταύ- “ ρων, ἣ αἷμα ταύρων πίωμαι ;” ἐπήγαγε, “ θῦσον τῷ Θεῷ θυ- “ σίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου.” οὕτω καὶ Παῦλος κελεύει ἐνταῦθα “ παραστῆσαι ἦ Θεῷ θυσίαν ζῶσαν, τὰ σώματα·

  34. 11.33.5.2

    Καὶ πῶς ἃν γένοιτο φησὶν θυσία τὸ σῶμα; μηδὲν ὁ ὀφθαλμὸς βλεπέτω πονηρόν· καὶ γέγονε θυσία. μηδὲν ἡ γλῶττα λαλείτω αἰσχρόν· καὶ γέγονε προσφορά. μηδὲν ἡ χεὶρ πραττέτω παράνο- I μον· καὶ γέγονεν ὁλοκαύτωμα. μᾶλλον δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ τῆς τῶν ἀγαθῶν ἡμῖν ἐργασίας δεῖ. ἵνα ἡ μὲν χεὶρ, ἐλεημοσύνην ποιῇ· τὸ δὲ στόμα, εὐλογῇ τοὺς ἐπηρεάζοντας. ἡ δὲ ἀκοὴ, θείαις σχολάζῃ διηνεκῶς ἀκροάσεσιν. ἡ γὰρ θυσία οὐδὲν ἔχει ἀκάθαρτον. ἡ θυσία, ἀπαρχὴ τῶν ἄλλων ἐστί. καὶ ἡμεῖς τοίνυν, καὶ χειρῶν καὶ ποδῶν καὶ στόματος καὶ τῶν ἄλλων ἀπαρχώμεθα τῷ Θεῷ. ἢ τοιαύτη θυσία, εὐάρεστος· ὡς ἥ γε τῶν Ἰουδαίων, ἀκάθαρτος. “ αἱ θυσίαι γὰρ αὐτῶν,” φησὶ, “ ἄρτος πένθους αὐ- “τοῖς.” ἐκείνη τὸ τεθυμένον, νεκρὸν ἀπέφαινεν. αὕτη τὸ τεθυμένον ζῶν ἐργάζεται. ὅταν γὰρ νεκρώσωμεν ἡμῶν τὰ μέλη, τότε δυνησόμεθα ζῆν. σκόπει δὲ πῶς καὶ ἑκάστῃ λέξει μετὰ πολλῆς κέχρηται τῆς ἀκριβείας. οὐ γὰρ εἶπε ποιήσατε τὰ σώματα ὑμῶν θυσίαν, ἀλλὰ “ παραστήσατε.” ὡς ἃν εἰ ἔλεγε, μηδὲν κοινὸν ἔχετε λοιπὸν πρὸς αὐτά. ἑτέρῳ αὐτὰ ἐξεδώκατε. καὶ γὰρ οἱ τοὺς ἵππους τοὺς πολεμιστηρίους παριστῶντες, οὐδὲν κοινὸν λοιπὸν πρὸς αὐτοὺς ἔχουσι. καὶ σὺ τοίνυν παρέστησας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου, τὰ μέλη. μὴ κάθελκε αὐτὰ πρὸς ἰδιωτικὸς διακονιας. καὶ ἕτερον δὲ ἐκ τούτου δείκνυσιν ὅτι καὶ δόκιμα αὐτὰ δεῖ ποιεῖν, εἴ γε παριστᾶν μέλλομεν. οὐ γάρ τινι τῶν ἐπιγείων ἀνθρώπων, ἀλλ’ αὐτῷ παριστῶμεν αὐτὰ τῷ βασιλεῖ τῶν ὅλων Θεῷ. οὐχ ἵνα πολεμῇ μόνον, ἀλλ’ ἵνα καὶ αὐτὸν ἐπικαθήμενον ἔχῃ τὸν βασιλέα. ἐπεὶ οὖν καὶ παρίστασθαι μέλλει, καὶ θυσία ἐστὶ, πάντα μῶμον περίελε. ὡς ἐὰν ἔχῃ μῶμον, οὐκέτ’ ἃν εἴη θυσία.

  35. 11.33.6.1

    Θεοδώρου Μονάκου. Θαυμασιώτατα α δὲ τὴν συμβουλὴν διὰ πάντων παρέτεινεν. οὐ τῷ παραστῆσαι μόνον εἰπεῖν, ἀλλὰ καὶ τῷ θυσίαν αὐτὸ ὀνομάσαι. ἔδειξε γὰρ ὡς οὐδενὶ προσῆκεν εἰς τὸ ἐναντίον καταχρήσασθαι τῇ τοῦ σώματος ὑπηρεσίᾳ. ἐπείπερ οὐδὲ τὰς προσαγομένας τῷ Θεῷ κατὰ νόμον θυσίας τῶν ἀλόγων, τῇ κοινῇ χρήσει τῶν ἀνθρώπων παραδίδοσθαι θεμιτὸν ἦν ἔτι. εἶτα μὴ ἀρκεσθεὶς τούτῳ, καὶ ἕτερον ἐπάγει, “ κατὰ τὴν λογικὴν λατρείαν “ ὑμῶν,” φησι· τουτέστι, κατὰ τοὺς ἐκείνης νόμους. τοῦτο γάρ ἐστιν ἁγίαν καὶ ζῶσαν καὶ εὐάρεστον θυσίαν τὰ σώματα ὑμῶν παραστῆσαι, τὸ μηδὲν ἔξω τῶν κατὰ τὴν λατρείαν ἡμῖν νομοθετηθέντων, πολιτεύεσθαι. δεῖ γὰρ ἄμφω, τὴν πίστιν, τῷ βίῳ, καὶ τὸν βίον συνομολογεῖν τῇ πίστει.

  36. 11.33.6.2

    Βασιαείου Ἐκ Τῶν Ἀσκητικῶν. Λατρεία δέ ἐστιν, ὡς λογίζομαι, ἡ συντεταμένη καὶ διηνεκὴς καὶ ἀμετεώριστος περὶ τὸν λατρευόμενον ἀγάπη. τὴν μέντοι διαφορὰν τῆς λογικῆς λατρείας καὶ τῆς ἀλόγου παρίστησιν ἡμῖν ὁ Ἀπόστολος εἰπὼν, ποτὲ μὲν, οἴδατε ὅτι ὅτε ἔθνη ἤτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἃν “ ἤγεσθε ἀπαγόμενοι.” ποτὲ δὲ, “ παραστήσατε τὰ σώματα “ ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα- “ τρείαν ὑμῶν.” ὁ μὲν γὰρ, ὡς ἃν ἄγηται ἀπαγόμενος, ἄλογον λατρεύει λατρείαν. ἅτε δὴ μὴ ὑπὸ τοῦ λόγου καθηγουμένου ἰδίᾳ ὁρμῇ καὶ προθέσει κινούμενος. τῇ δὲ τοῦ ἄγοντος ἐξουσίᾳ πρὸς ὅπερ ἃν ἄγηται, ὡς οὐ θέλει φερόμενος. ὁ δὲ μετὰ λόγου ὑγιοῦς, καὶ βουλῆς ἀγαθῆς, σὺν πολλῇ φροντίδι τὸ ἀρέσκον τῷ Θεῷ πάντοτε καὶ πανταχοῦ σκοπούμενος καὶ κατορθῶν, οὗτος πληροῖ τὴν ἐντολὴν τῆς λογικῆς λατρείας, κατὰ τὸν εἰπόντα, “ λύχνος τοῖς “ ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.” καὶ πάλιν, “ καὶ αἱ συμβουλαί μου τὰ δικαιώματά σου.”

  37. 11.33.7.1

    Ἰσιδώρου. Ἐκείνους οὖν ὁ Παῦλος ὁρίζεται ἱερέας, τοὺς μὴ θύμασι τὴν εὐσέβειαν, ἀλλὰ γυμνῇ πληροῦντας τῇ ψυχῇ· καὶ μόνους καθαρῶς ἐκ τῶν σωμάτων οἴκοθεν σπένδοντας. θῦμα γὰρ κάλλιστον, τὸ τὴν γνώμην ἔχειν εὐαγῆ, καὶ τὴν σάρκα ἁγνήν· διὸ καὶ τὸ, “ παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν εὐάρεστον τῷ Θεῷ, “ τὴν λογικὴν λατρείαν ὑμῶν,” ἔφησεν. οὐ γὰρ ἱερεῦσι γράφων ἐπέστειλε ταῦτα, ἀλλ’ ὁλοκλήρῳ ἐκκλησίᾳ. ἕκαστον γὰρ ἑαυτοῦ ἐν τούτῳ τῷ μέρει ἱερέα εἶναι προσέταξεν. εἰ δὲ τοὺς ὑπηκόους ἡ ἁγνεία ἱερέας χειροτονεῖ, ἡ λαγνεία δηλονότι τοὺς ἱερέας ἀποχειροτονεῖ· καὶ τοῦτο μὲν οἱ θεσμοὶ διαγορεύουσι. γίνεται δὲ τοῦτο οὐ πάνυ. δι’ ἃς δὲ αἰτίας, οὐκ ἐμὸν λέγειν. οἱ δὲ τὴν θείαν ἱερωσύνην ἐστεμμένοι, καὶ τῆς προεδρίας ἀξίως τετυχηκότες, εἰ καὶ τὴν τοῦ σώματος ἁγνείαν φυλάξαιεν, ὄντως ἱερῶν εἰσὶν ἱερώτεροι. ὥσπερ γὰρ ἐπὶ τῆς παλαιᾶς διαθήκης ἱερᾶσθαι οὐκ ἐξῆν, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις· ἐν δὲ τῷ καιρῷ τοῦ Πάσχα, πάντες τρόπον τινὰ ἱερωσύνῃ ἐτιμῶντο· ἕκαστος γὰρ τὸ πρόβατον ἔθυεν. οὕτω καὶ ἐπὶ τῆς καινῆς καὶ ἀδιαδόχου, ἔχουσι μὲν κατ’ ἐξαίρετον τὴν ἱερουργίαν τῆς ἀναιμάκτου θυσίας, οἷς ἔξεστι ταύτην προσάγειν· ἕκαστος δὲ τοῦ ἰδίου σώματος ἱερεὺς κεχειροτόνηται· οὐχ ἵνα χει- ροτόνητος ἐπιπηδοίη τῇ τῶν ἱερέων ἀρχῇ. ἀλλ’ ἵνα τῆς κακίας ἄρξας, τὸ σῶμα τέμενος ἱερὸν τῆς ἁγνείας κατασκευάσῃ.

  38. 12.2.verse.1

    Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θελημὰ τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.

  39. 12.2.1.1

    Χρυσοστόμου. Ἐπάρας διὰ τῶν ὀνομάτων τὸν ἀκροατὴν, καὶ ἕκαστον ἱερέα τῆς ἑαυτοῦ σαρκὸς διὰ τῆς πολιτείας ἀποφήνας, λέγει καὶ τὸν τρόπον δι’ οὗ δυνατὸν ταῦτα κατορθοῦν. τίς οὖν ὁ τρόπος; “ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορ- “ φοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν.” καὶ γὰρ χαμαίζηλον τὸ σχῆμα τοῦ αἰῶνος τούτου, καὶ εὐτελὲς καὶ πρόσκαιρον, καὶ οὐδὲν ἔχον ὑψηλὸν, οὐδὲ διηνεκὲς, καὶ εὐθεές· ἀλλὰ πάντα διεστραμμένα. εἰ τοίνυν ὀρθὰ βούλει βαδίζειν, μὴ τυπώσῃς σεαυτὸν κατὰ τὸ σχῆμα τοῦ παρόντος βίου. οὐδὲν γὰρ τῶν ἐν αὐτῷ μένον καὶ βέβαιον ἐστί. διὸ καὶ σχῆμα ἐκάλεσεν αὐτό. καὶ ἀλλαχοῦ πάλιν, “ παράγει τὸ σχῆμα τούτου.” οὐδὲν γὰρ διαρκὲς οὐδὲ πεπηγὸς ἔχει, ἀλλὰ πάντα πρόσκαιρα. διὸ καὶ τῷ “ αἰῶνι τούτῳ” εἶπε. διὰ τούτου μὲν, τὸ ἐπίκηρον δηλῶν· διὰ δὲ τοῦ σχήματος, τὸ ἀνυπόστατον. κἂν γὰρ πλοῦτον εἴπῃς, κἂν ἄλλο τι τῶν δοκούντων εἶναι μεγάλων, σχῆμα μόνον ἐστὶν, οὐ πράγματος ἀλήθεια. ἀλλὰ σὺ μὴ συσχηματίζου τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦ, φησὶν, τῇ ἀνακαινώσει τοῦ νοός. οὐκ εἶπε μετασχηματίζου τῷ νοὶ, ἀλλὰ μεταμορφοῦ. δεικνὺς ὅτι τὰ μὲν τοῦ κόσμου, σχῆμα, τὰ δὲ, τῆς ἀρετῆς, οὐ σχῆμα ἀλλὰ μορφή τις ἀληθείας, φυσικὸν ἔχουσα κάλλος, οὐ δεόμενον τῶν ἔξωθεν ἐπιτριμμάτων τὲ καὶ σχημάτων, τῶν ὁμοῦ τὲ φαινομένων καὶ ἀπολλυμένων. ἃν τοίνυν τὸ σχῆμα ῥίψῃς, ταχέως ἐπὶ τὴν μορφὴν ἥξεις. οὐδὲν γὰρ τῆς κακίας ἀσθενέστερον. εἶτα ἐπειδὴ ἀνθρώπους ὄντας, εἰκὸς καθ’ ἑκάστην ἁμαρτάνειν ἡμέραν, παραμυθεῖται τὸν ἀκροατὴν λέγων, ὅτι καθεκάστην ἀνακαίνου σαυτόν. ὅπερ ἐπὶ τῶν οἰκιῶν ποιοῦμεν, παλαιουμένας αὐτὰς ἀεὶ διορθοῦντες, τοῦτο καὶ ἐπὶ σαυτοῦ ποίει. ἥμαρτες σή- μερον; ἐπαλαίωσάς σου τὴν ψυχήν; μὴ ἀπογνῷς, ἀλλ’ ἀνακαί- νίσον αὐτὴν μετανοίᾳ καὶ δάκρυσι καὶ ἐξομολογήσει, καὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· καὶ μηδέποτε τοῦτο διαλίπῃς ποιῶν.

  40. 12.2.1.2

    Καὶ πῶς δυνησόμεθα τοῦτο ποιεῖν φησιν, “ εἰς τὸ δοκιμάζειν “ ὑμᾶς τι τὸ θέλημα τοῦ Θεοῦ.” ἢ τοῦτο φησίν. ἀνανεώθητε, ἵνα μάθητε τὰ συμφέροντα, καὶ τι ποτε τὸ θέλημα τοῦ Θεοῦ. ἣ οὕτω. δύνασθε ἀνανεωθῆναι, ἐὰν μάθητε τὰ συμφέροντα, καὶ τί ποτε βούλεται ὁ Θεός. ἃν γὰρ εἰδῇς τοῦτο, καὶ τῶν πραγμάτων μάθῃς διαγινώσκειν τὰς φύσεις, ἐπελάβου τῆς ὁδοῦ τῆς κατ’ ἀρετὴν ἁπάσης. καὶ τίς ἀγνοεῖ τὰ συμφέροντα φησίν. καὶ τί τὸ θέλημα τοῦ Θεοῦ; οἱ πρὸς τὰ παρόντα ἐπτοημένοι πράγματα, οὗτοι καὶ τὰ συμφέροντα αὐτοῖς, καὶ τὰ θελήματα τοῦ Θεοῦ ἀγνοοῦσι. καὶ γὰρ ἀμφότερα ταῦτα ἓν τί ἐστι. τά τε γὰρ συμφέροντα ἡμῖν ὁ Θεὸς βούλεται. καὶ ἃ βούλεται ὁ Θεὸς, ταῦτα καὶ συμφέροντα ἡμῖν εἰσίν. ἅπερ οὖν ὁ Θεὸς βούλεται, τίνα ἐστίν; ἐν πενίᾳ ζῆν, ἐν θλίψει, ἐν ταπεινοφροσύνῃ, ἐν τοῖς ἄλλοις οἷς ἐνομοθέτησεν ἅπασιν. ἀλλ’ οἱ πολλοὶ ταῦτα καὶ οἰωνίζονται. τοσοῦτον ἀπέχουσι νομίζειν εἶναι αὐτὰ συμφέροντα καὶ Θεοῦ θελήματα. διὸ χρὴ πρὸ τῶν ἄλλων ἁπάντων, τὴν κρίσιν ἡμῖν εἶναι τῶν πραγμάτων διηρθρωμένην. διάτοι τοῦτο καὶ αὐτὸς κελεύει ἀνανεοῦσθαι εἰς τὸ δοκιμάζειν τί τὸ θέλημα τοῦ Θεοῦ. ἐνταῦθα δέ μοι καὶ Ἰουδαίων καθάπτεσθαι δοκεῖ τῶν ἐχομένων τοῦ νόμου. θέθημα γὰρ ἦν τοῦ Θεοῦ καὶ ἡ παλαιὰ πολιτεία, ἀλλ’ οὐ προηγούμενον. ἀλλὰ διὰ τὴν ἐκείνων ἀσθένειαν συγχωρηθέν. τὸ δὲ τέλειον καὶ εὐάρεστον, ἡ καινὴ πολιτεία. καὶ γὰρ λογικὴν ὅτε ἐκάλεσε λατρείαν, πρὸς ἐκείνην ἀντιδιαστέλλων αὐτὴν οὕτως ὠνόμασεν.

  41. 12.2.2.1

    Θεοδωρήτου. Ὁμοῦ δὲ καὶ τὸ τῆς ψυχῆς αὐτεξούσιον ἔδειξε· νεουργεῖν αὐτῇ κελεύσας τὸν λογισμὸν, καὶ διακρίνειν ἀπὸ τῶν χειρόνων τὰ κρείττονα·

  42. 12.2.2.2

    Βασιλείου ἐκ τῶν ἀσκητικῶν. Πλὴν πολλά ἐστιν ἃ ὁ Θεὸς θέλει. τὰ μὲν, ἐν μακροθυμίᾳ καὶ χρηστότητι, ἅπερ ἀγαθά ἐστι καὶ λέγεται· τὰ δὲ, κατ’ ὀργὴν, διὰ τὰς ἁμαρτίας ἡμῶν, ἅπερ κακὰ ὀνομάζεται. “ ἐγὼ γάρ εἰμι,” φησὶν, “ ὁ ποιῶν εἰρήνην “ καὶ κτίζων κακά.” κακὰ δὲ οὐχ ὑπὲρ ὧν κολαζόμεθα, ἀλλὰ δι’ ὧν παιδευόμεθα. τὰ δὲ παιδεύοντα καὶ διὰ τῆς παιδεύσεως εἰς ἐπιστροφὴν ἄγοντα, γίνεται εἰς ἀγαθόν. ὅσα μὲν οὖν μακροθυμῶν καὶ χρηστευόμενος θέλει ὁ Θεὸς, ταῦτα καὶ ἡμᾶς καὶ θέλειν καὶ μιμεῖσθαι ἀναγκαῖον. “ γίνεσθε γάρ φησι, οἰκτίρμονες, καθὼς “ καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.” ἔτι δὲ καὶ ὁ Ἀπόστολος φησὶν, “ γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά. καὶ “ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς.” ὅσα δὲ κατ’ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπάγει, ταῦτα κακὰ λεγόμενα, ὡς εἶπον τῷ λόγῳ τῆς κακώσεως, οὐ πάντως καὶ ἡμῖν ἔξεστι ποιεῖν. οὐδὲ γὰρ ἐπειδὴ θέλημα Θεοῦ ἐστι, λιμῷ πολλάκις, ἢ λοιμῷ ἣ πολέμῳ, ἣ ἄλλῳ τινὶ τοιούτῳ διαφθαρῆναι ἀνθρώπους, τῷ θελήματι τούτῳ ἐξυπηρετεῖσθαι ἡμᾶς χρή. πρὸς γὰρ τὰ τοιαῦτα καὶ ὑπηρέταις κακοῖς ὁ Θεὸς κέχρηται, κατὰ τὸ εἰρημένον, ὅτι “ ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ.” θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, Ἀπόστολος δι’ ἀγγέλων πονηρῶν. οὐκοῦν πρῶτον δεῖ ζητεῖν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν. εἶτα ὅταν γνωρίσωμεν τὸ ἀγαθὸν, ἐξετάζειν εἰ τὸ ἀγαθὸν τοῦτο, καὶ εὐάρεστον ἐστὶ τῷ Θεῷ. ἔστι γάρ τι, ὃ τῷ μὲν ἰδίῳ λόγῳ, καὶ θέλημα Θεοῦ ἔστι καὶ ἀγαθόν ἐστιν. ὅταν δὲ ἢ παρὰ καιρὸν, ἣ παρὰ πρόσωπον γένηται, οὐκέτι καὶ εὐάρεστον τῷ Θεῷ ἐστιν. οἷον θέλημα Θεοῦ ἦν, καὶ ἀγαθὸν ἦν, τὸ θυμιᾶν Θεῷ, ἀλλ’ οὐκ ἦν εὐάρεστον τῷ Θεῷ τοὺς περὶ Δαθὰν καὶ Ἀβειρὼν τοῦτο ποιεῖν. καὶ πάλιν θέλημα Θεοῦ ἐστι καὶ ἀγαθόν ἐστι, τὸ ἐλεημοσύνην ποιεῖν. ἀλλὰ τὸ ἕνεκεν τοῦ δοξασθῆναι ὑπὸ ἀνθρώπων ποιεῖν, οὐκέτι καὶ εὐάρεστον τῷ Θεῷ. θέλημα Θεοῦ καὶ ἀγαθὸν ἦν, τὸ τοὺς μαθητὰς ὃ πρὸς τὸ οὖς ἤκουσαν, κηρύξαι ἐπὶ τῶν δωμάτων. ἀλλὰ τὸ πρὸ καιροῦ τί εἰπεῖν, οὐκέτι εὐάρεστον τῷ Θεῷ· “ μηδενὶ γὰρ εἴπητε,’ φησὶν, “ τὸ “ ὅραμα τοῦτο, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἐκ νεκρῶν ἀναστῇ.” καὶ καθόλου πᾶν θέλημα Θεοῦ, ἀγαθὸν τότε καὶ εὐάρεστόν ἐστιν, ὅταν πληρωθῇ ἐπ’ αὐτῷ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, “ πάντα “ εἰς δόξαν Θεοῦ ποιεῖτε.” καὶ “ πάντα εὐσχημόνως καὶ κατὰ “ τάξιν γινέσθω.” πάλιν δὲ ὅταν καὶ θέλημα τι ᾖ ἀγαθὸν καὶ εὐάρεστον ᾖ, οὐδαμῶς ἀμεριμνεῖν χρή. ἀγωνιᾶν δὲ καὶ φροντίζειν, ὅπως καὶ τέλειον καὶ ἀνελλιπὲς τοῦτο· ᾖ. ἐν μέτρῳ ποτὲ μὲν τοῦ γινομένου, εἰ κατὰ τὸ προστεταγμένον γίνεται. ποτὲ δὲ τῆς τοῦ ποιοῦντος δυνάμεως. “ ἀγαπήσεις γάρ,” φησιν, “ Κύριον τὸν Θεόν “ σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεως σου, καὶ “ τὸν πλησίον ὡς σεαυτόν.” καθὼς καὶ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννου Εὐαγγελίῳ ἐδίδαξε. καὶ πᾶσαν δὲ ἐντολὴν καθὼς γέγραπται.

  43. 12.2.3.1

    Οἰκουμενίου. Τὸ δὲ “ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ. ἣ ἀντὶ τοῦ, μὴ συμμεταφέρεσθε τῇ ἀπάτῃ αὐτοῦ ἐστιν, ἣ ἀντὶ τοῦ μὴ μεταβάλλεσθε τοῖς καιροῖς.

  44. 12.2.4.1

    Φωτίου. Ἣ ἀντὶ τοῦ, μὴ συμμετατίθεσθε ταῖς διδασκαλίαις τῶν ἐκ τοῦ αἰῶνος τούτου τοῦ ῥέοντος καὶ οὐχ ἱσταμένου τὴν διδασκαλίαν προσαγόντων. τοῦτο δὲ εἰπὼν, ἵνα μή τινες τῶν Ἰουδαίων εἴπωσιν, οὐκοῦν οὐδόλως δεῖ ἡμᾶς μετασχηματίζεσθαι, ἀπὸ τῆς παραδεδομένης ἡμῖν τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει, “ ἀλλὰ μεταμορφοῦσθε.” τουτέστι, δεῖ ἡμᾶς κατὰ τὸ θέλημα τοῦ Θεοῦ μετατίθεσθαι. πολὺ δὲ τὸ μέσον τῆς ἀπὸ τοῦ νόμου διδασκαλίας, καὶ τῆς κατὰ τὸ θέλημα τοῦ Θεοῦ σοφίας. ἡ μὲν γὰρ, καὶ αὐτὸ τὸ σχῆμα τὸ νομικὸν ἀπόλλυσιν, εἰς ἄλλο σχῆμα κακίας καὶ διαφθορᾶς ἄγουσα· ἡ δὲ, οὐ μόνον οὐκ ἀπόλλυσι τὸ του νόμου σχῆμα, ἐν σχήματι γὰρ καὶ σκιᾷ καὶ τύποις του νόμου ὑπῆρχεν, ἀλλὰ καὶ τελειοῖ αὐτό· τὴν λειπομένην αὐτῷ μορφὴν καὶ τὸ κάλλος ἀπαρτίζουσα καὶ ἀναπληροῦσα. διὸ δὴ καλῶς φησὶν, “ μὴ συσχηματίζεσθε, ἀλλὰ μεταμορφοῦσθε. τὸ μὲν γάρ ἐστιν, ἀπώλεια, τὸ δὲ, σωτηρία καὶ τελειότης.

  45. 12.3.verse.1

    Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.

  46. 12.3.1.1

    Χρυσοστόμου. Ἀνωτέρω εἰπὼν, “ διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ “ παρακαλῶ ὑμᾶς,” ἐνταῦθα πάλιν λέγει διὰ τῆς χάριτος. ὅρα διδασκάλου ταπεινοφροσύνην· ὅρα γνώμην κατεσταλμένην. ὸὐδαμοῦ ἑαυτὸν ἀξιόπιστον εἶναι φησὶ, πρὸς τὴν τοσαύτην παραίνεσιν καὶ συμβουλήν. ἀλλὰ ποτὲ μὲν, τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ παραλαμβάνει μεθ’ ἑαυτοῦ, ποτὲ δὲ τὴν χάριν. οὐ γὰρ ἐμὸν λόγον λέγω, φησὶν, ἀλλὰ τὸν ἀπὸ τοῦ Θεοῦ. καὶ οὐκ εἰπε, λέγω γὰρ ὑμῖν διὰ τῆς σοφίας τοῦ Θεοῦ, ἀλλὰ “ διὰ τῆς χάριτος.” συνεχῶς τῶν εὐεργεσιῶν ἀναμιμνήσκων, ὥστε ἀγνωμονεστέρους ποιῆσαι, καὶ δεῖξαι καὶ ταύτῃ ὑπευθύνους ὄντας τῇ τῶν λεγομένων ὑπακοὴ.

  47. 12.3.2.1

    Γενναδίου. Ἢ τὸ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι ἔφη, ἀντὶ τοῦ, ὡς τὴν περὶ τούτων διδάσκειν ἐξουσίαν ἐκ θείας χάριτος εἰληφώς.

  48. 12.3.3.1

    Χρυσοστόμου. “ Παντὶ τῷ ὄντι ἐν ὑμῖν.” οὐ τῶ δεῖνι καὶ τῶ δεῖνι μόνον, ἀλλὰ καὶ ἄρχοντι καὶ ἀρχομένῳ, καὶ δούλῳ καὶ ἐλευθέρῳ, καὶ ἰδιώτῃ καὶ σοφῷ, καὶ γυναικὶ καὶ ἀνδρὶ, καὶ νέῳ καὶ γέροντι. κοινὸς γὰρ οὗτος ὁ νόμος, ἐπειδὴ καὶ δεσποτικός. οὕτω καὶ ἀνεπαχθῆ τὸν λόγον ποιεῖ· πᾶσι προτιθεὶς τὰ διδάγματα, καὶ τοῖς οὐκ οὖσιν ὑπευθύνοις. ἵνα οἱ ὑπεύθυνοι τὴν τοιαύτην ἐπιτίμησιν καὶ διόρθωσιν εὐκολωτέραν δέξωνται. καὶ τί λέγεις εἰπέ μοι; “ μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν.” τὴν μητέρα τῶν ἀρετῶν ἐνταῦθα εἰσάγει πρώτην, τὴν ταπεινοφροσύνην· τὸν διδάσκαλον αὐτοῦ μιμούμενος. καθάπερ γὰρ ἐκεῖνος εἰς τὸ ὄρος ἀναβὰς, καὶ τὸν ἠθικὸν μέλλων ὑφαίνειν λόγον, ἐντεῦθεν ἤρξατο. λέγων οὕτως, “ μακάριοι οἱ πτωχοὶ, τῷ πνεύματι.” οὕτω καὶ αὐτὸς ἀπὸ τῶν δογματικῶν ἐπὶ τὰ ἠθικώτερα νῦν ἐκβὰς, ἐδίδαξε μὲν καθόλου τὴν ἀρετὴν, τὴν θαυμαστὴν θυσίαν παρ’ ἡμῶν ἀπαιτήσας. μέλλων δὲ καὶ κατὰ μέρος αὐτὴν ὑπογράφειν, ὥσπερ ἀπὸ κεφαλῆς τῆς ταπεινοφροσύνης ἄρχεται. καὶ φησὶν, “ μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ “ φρονεῖν.” τοῦτο γὰρ θέλημα τοῦ Θεοῦ. “ ἀλλὰ φρονεῖν εἰς τὸ “ σωφρονεῖν.” ὃ λέγει, τοῦτό ἐστιν. ἐλάβομεν φρόνησιν, οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῇ χρησώμεθα, ἀλλ’ ἵνα εἰς σωφροσύνην. καὶ οὐκ εἶπεν εἰς τὸ ταπεινοφρονεῖν, ἀλλ’ “ εἰς τὸ σωφρονεῖν.” σωφροσύνην ἐνταῦθα λέγων, οὐ τὴν ἀντιδιαστελλομένην τῇ ἀσελγείᾳ ἀρετήν· οὐδὲ τὸ ἀπηλλάχθαι ἀκολασίας. ἀλλὰ τὸ νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν. καὶ γὰρ καὶ τοῦτο σωφροσύνη λέγεται, ἀπὸ τοῦ σώας ἔχειν τὰς φρένας. δεικνὺς τοίνυν, ὅτι τὸν μὴ μετριάζοντα οὐδὲ σωφρονεῖν ἔνι. τουτέστι, καθεστηκέναι καὶ ὑγιαίνειν. ἀλλὰ παραπαίει καὶ ἐξέστηκεν ὁ τοιοῦτος, καὶ παραπλῆγος παντός ἐστι μανικώτερος. σωφροσύνην ἐκάλεσε τὴν ταπεινοφροσύνην.

  49. 12.3.4.1

    Φωτίου. Ἢ καὶ οὕτως λέγει. μὴ ὑπερφρονεῖν ὑμᾶς ἐν παντὶ χαρίσματι τῳ ὄντι ἐν ὕμιν· ταύτην γὰρ τὴν ἄνοιαν κα τὰ επαγόμενα δηλῶν, ἐν οἷς φησὶν, “ ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε.’ σοφῶς δὲ λίαν καὶ συνετῶς προέταξε, τὸ διὰ τῆς χάριτος τοῦ Θεοῦ, μέλλων αὐτοὺς νουθετεῖν εἰς τὸ μὴ ὑπερφρονεῖν. ἐπειδὴ γὰρ καὶ τὸ νουθετεῖν καὶ ἐπιτάττειν ἄλλοις ἐνίοτε ἐξ ὑπερφροσύνης γίνεται, προλαβὼν ἰάσατο τοὺς τοιούτους λογισμούς. οὐκ ἔστι γάρ, φησι, ἐξ ἐμῆς ὁρμῆς τὸ νουθετεῖν ὑμᾶς· ἀλλὰ ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, αὐτοῦ διάταγμα πληρῶ· ἐμέρισε δὲ τὰ χαρίσματα οὐ κατὰ φιλοτιμίαν, ἀλλὰ κατὰ τὸ μέτρον τῆς πίστεως. πίστεως δὲ, οὐ τῆς κατὰ τὴν λατρείαν φησίν. πάντες γὰρ πιστοὶ καὶ τέλειοι ἐν αὐτῇ εἰσὶ δηλονότι, οἱ χαρισμάτων ἀξιωθέντες, ἀλλὰ τῆς κατὰ τὰ χαρίσματα πίστεως. καθὼς καὶ ἐν εὐαγγελίοις εἴρηται, “ Κύριε, πρόσθες ἡμῖν πίστιν.” καὶ πάλιν, “ ἐὰν ἔχητε πίστιν “ ὡς κόκκον σινάπεως.” καὶ πάλιν, “ διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν.” δῆλον γὰρ, ὡς ἕτερον τοῦτο τῆς πίστεως τὸ σημαινόμενον, παρὰ τὸ ἐπὶ τῆς εὐσεβείας λαμβανόμενον.

  50. 12.3.5.1

    Χρυσοστόμου. Ἐπειδὴ γὰρ τῶν χαρισμάτων ἡ δόσις, πολλοὺς εἰς ἀπόνοιαν ἐπῆρε, καὶ παρὰ τούτοις καὶ παρὰ Κορινθίοις, ὅρα πῶς καὶ τὴν αἰτίαν τοῦ νοσήματος δήλην ποιεῖ, καὶ κατὰ μικρὸν ὑποσύρει. εἰπὼν γὰρ ὅτι “ δεῖ φρονεῖν εἰς τὸ σωφρονεῖν,” ἐπήγαγεν, “ ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.” πίστιν ἐνταῦθα τὸ χάρισμα καλῶν. εἰπὼν δὲ ὅτι “ ἐμέρισε,” καὶ τὸν, ἔλαττον εἰληφότα παρεμυθήσατο· καὶ τὸν μείζονος ἀπολαύσαντα, καταστέλλει. εἰ γὰρ ὁ Θεὸς ἐμέρισε, φησὶν, καὶ μὴ σὸν τὸ κατόρθωμα, τι μέγα φρονεῖς; εἰ δέ τις τὴν πίστιν ἐνταῦθα μὴ τὸ χάρισμα λέγοι καλεῖσθαι, καὶ τούτῳ πάλιν μειζόνως δείκνυσιν αὐτὸν ταπεινοῦντα τοὺς ἀλαζόνας. εἰ γὰρ ὃ τοῦ χαρίσματός ἐστιν αἴτιον ἡ πίστις, καθ’ ἣν τὰ θαύματα γίνεται, καὶ τοῦτο παρὰ τοῦ Θεοῦ, πόθεν σὺ μέγα φρονεῖς; καὶ γὰρ εἰ μὴ παρεγένετο, μὴ δὲ ἐσαρκώθη, οὐδ’ ἃν τὰ τῆς πίστεως προεχώρησεν. ὥστε πάντα ἐκεῖθεν τὴν ἀρχὴν ἔχει τὰ ἀγαθά. εἰ δὲ αὐτὸς δίδωσιν, οἶδε πῶς μερίζει. πάντα γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁμοίως κήδεται. καὶ ὡσπερ τὸ δοῦναι ἄπο φιλανθρωπίας γέγονεν, οὐτῶ καὶ τὸ πόσον δοῦναι. οὐ γὰρ δὴ περὶ τὸ κεφάλαιον ἐπιδειξάμενος τὴν ἀγαθότητα, ὅπερ ἐστι τὸ δοῦναι τὰ χαρίσματα, ἐν τῷ μετρίῳ σε προδιδοναι ἔμελλεν. εἰ μὲν γὰρ ἀτιμάσαι ἐβούλετο, οὐδ’ ἃν ἔδωκε τὴν ἀρχήν. εἰ δὲ σῶσαι καὶ τιμῆσαι ἐβούλετο, διὰ γὰρ τοῦτο καὶ παρεγένετο, καὶ τοσαῦτα διένειμεν ἀγαθὰ, τί θορυβῇ καὶ ταράττῃ, καὶ εἰς μωρίαν ἀποκέχρησαι τῇ φρονήσει; Κυρίλλου. Ἐνταῦθα μὲν οὖν “ ὁ Θεὸς,” φησὶν, “ ἐμέρισεν “ ἑκάστῳ μέτρον πίστεως.” ἐν ἄλλοις δὲ τῇ τοῦ πνεύματος ἐξουσίᾳ τὴν τῶν θείων χαρισμάτων διανομὴν ἀνατιθείς. “ καὶ ᾧ μὲν “ δίδοται, πνεῦμα σοφίας.” εἶτα μεθ’ ἕτερα, “ ἑτέρῳ δὲ πίστις” εἰπὼν, ἐπιλέγει, “ ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ “ Πνεῦμα, διαιροῦν ἰδία ἑκάστῳ καθὼς βούλεται.” οὐκοῦν εἰ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ πίστεως φαίνεται τὸ Πνεῦμα παρεκτικὸν, καὶ τὸ ἀρκοῦν ἑκάστῳ μέτρον ὁρίζον ὡς Θεὸς, πῶς οὐ λίαν ἀσεβὲς ἐπαριθμεῖν αὐτὸ τοῖς κτίσμασι, καὶ μὴ μᾶλλον ἐκ Θεοῦ πεφηνέναι;

  51. 12.4.verse.1

    Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, οὕτως οἱ πολλοὶ ἓν σῶμα ἐσμὲν ἐν Χριστῷ, ὁ δὲ καθεὶς ἀλλήλων μέλη.

  52. 12.4.1.1

    Χρυσοστόμου. Πάλιν τῷ αὐτῷ ὑποδείγματι κέχρηται, ᾧ καὶ πρὸς Κορινθίους ἐχρήσατο· τὸ αὐτὸ τοῦτο καταστέλλων πάθος. καὶ γὰρ μεγάλη τοῦ φαρμάκου ἡ δύναμις, καὶ τοῦ παραδείγματος τούτου ἡ ἰσχὺς, εἰς τὸ διορθῶσαι τὸ τῆς ἀπονοίας νόσημα. τίνος γὰρ ἕνεκεν σὺ μέγα φρονεῖς φησίν; ἣ διὰ τι πάλιν ἕτερον ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμα ἐσμὲν ἅπαντες ἓν, καὶ μεγάλοι καὶ μικροί; ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν, καὶ ἀλλήλων μέλη, τι τῇ ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν; ὥσπερ γὰρ ἐκεῖνος σοῦ μέλος, οὕτω κἀκείνου, σύ. καὶ πολλὴ κατὰ τοῦτο ἡ ὁμοτιμία. δύο γὰρ ἱκανὰ καθελεῖν αὐτῶν τὴν ἀπόνοιαν τέθεικε. καὶ ὅτι ἀλλήλων ἐσμὲν μέλη, καὶ ὅτι ἓν ἐσμὲν ἅπαντες σῶμα· μᾶλλον δὲ, καὶ τρία. καὶ γὰρ καὶ χάρισμα ἔδειξε τὸ δοθέν. μὴ τοίνυν μέγα φρόνει. ἐδόθη γάρ σοι παρὰ Θεοῦ. οὐχὶ σὺ ἔλαβες, οὐδὲ εὗρες.

  53. 12.4.2.1

    Θεοδωρήτου. Πρόσφορος δὲ ἡ εἰκὼν τῇ περὶ τῆς ἀγάπης διδασκαλίᾳ. καὶ γὰρ ἕκαστον τῶν μορίων τοῦ σώματος, οὐχ ἑαυτῷ μόνον χρήσιμον, ἀλλὰ τῷ κοινῷ προσφέρει τὴν ὠφέλειαν. οὕτω τοίνυν προσήκει τὸν χάριτός τινος ἀπολαύσαντα, εἰδέναι σαφῶς, ὡς τῆς κοινῆς χρείας εἵνεκα τὸ δῶρον τοῦτο ἐδέξατο. σῶμα γὰρ ἓν οἱ πιστεύσαντες. μέλους δὲ χρείαν, ἕκαστος ἡμῶν πληροῖ.

  54. 12.4.2.2

    Γρηγορίου τοῦ Θεοδόγου. Μῆ τοίνυν ἔστω τίς κεφαλή· μόγις που χεὶρ τυγχάνων, ἣ ποὺς ἣ ἄλλο τι τῶν εὐτελεστέρων μερῶν του σώματος.

  55. 12.6.verse.1

    Ἔχοντες δὲ χαρίσματα διάφορα, κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν· εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· εἴτε διακονίαν, ἐν τῆ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ· εἴτε ὁ παρακαλῶν, ἐν τῆ παρακλησίᾳ· ὁ μεταδιδοὺς, ἐν ἁπλότητι· ὁ προιστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἰλαρότητι· ἡ ἀγάπη ἀνυπόκριτος.

  56. 12.6.1.1

    Χρυσοστόμου. Τῶν χαρισμάτων ἁψάμενος, οὐκ εἶπεν ὅτι ὁ μὲν, μεῖζον, ὁ δὲ ἐλάττον ἔλαβεν, ἀλλὰ διάφορα. ἵνα δείξῃ ὡς αὐτὸ μὲν, μέγα, τὸ δὲ, μικρόν. μεγάλα γὰρ ἅπαντα, ἀλλὰ ποικίλα καὶ διάφορα· καὶ ἀρξάμενος ἀπὸ χαρίσματος, εἰς κατόρθωμα λήγει. εἰπὼν γὰρ προφητείαν καὶ διακονίαν καὶ ὅσα τοιαῦτα, κατέληξεν εἰς ἐλεημοσύνην, καὶ σπουδὴν καὶ ἀντίληψιν. ἐπειδὴ γὰρ εἰκὸς ἦν τινὰς ἐναρέτους μὲν εἶναι, μὴ ἔχειν δὲ προφητείαν, δείκνυσιν ὅτι καὶ τοῦτο χάρισμα· καὶ πολλῷ μεῖζον ἐκείνου· ὥσπερ ἔδειξεν ἐν τῇ πρὸς Κορινθίους. καὶ τοσούτῳ μεῖζον, ὅσῳ τὸ μὲν, ἔχει μισθὸν, τὸ δὲ, ἐστέρηται ἀμοιβῆς. ὅλον γὰρ δωρεὰ καὶ χάρις ἐστίν. ἐπειδὴ δὲ ἱκανῶς αὐτοὺς παρεμυθήσατο, βούλεται καὶ ἐναγωνίους ποιῆσαι καὶ σπουδαιοτέρους· δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι, τοῦ μεῖζον ἣ ἔλαττον λαβεῖν. λέγει μὲν γὰρ αὐτὰ καὶ παρὰ τοῦ Θεοῦ δίδοσθαι. ὡς ὅταν λέγῃ, “ ἑκάστῳ ὡς ὁ “ Θεὸς ἐμέρισε.” καὶ πάλιν· “ κατὰ τὴν χάριν τὴν δοθεῖσαν “ ἡμῖν.” ἵνα καταστείλῃ τοὺς ὑπερηφάνους. λέγει δὲ καὶ παρ’ αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθυμοτέρους. “ κατὰ τὴν ἀναλογίαν,” γάρ φησιν, “ τῆς πίστεως.” εἰ γὰρ καὶ χάρις ἐστὶν, οὐχ ἁπλῶς ἐκχεῖται, ἀλλὰ τὰ μέτρα παρὰ τῶν δεχομένων λαμβάνουσα, τοσοῦτον ἐπιρρεῖ, ὅσον ἃν εὕρῃ σκεῦος πίστεως ἀυτῇ προσενεχθὲν.

  57. 12.6.2.1

    Θεοδωρήτου. τὴν δὲ τοῦ χωρίου τούτου ἀκολουθίαν ὁ μέν τις ἀπέδωκε χωρὶς τοῦ “ δὲ” συνδεσμοῦ ἀναγινώσκων, καὶ τοῖς ἀνωτέρω ἐπισυνάπτων· οὕτω γάρ φησιν νοητέον, μέλη ἀλλήλων ἐσμέν· ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα. εἰ γὰρ καὶ διάφορα ταῦτα, ἀλλ’ οὖν, εἰς κοινὴν ὠφέλειαν ὑπὸ τῆς θείας κεχορήγηται χάριτος.

  58. 12.6.3.1

    Θεοδώρου. Ἕ΅τερος Ἕτερος δὲ, ἐλλιπῶς ἔχειν ἔφη. λείπει γὰρ τὸ, δεικνύωμεν τὴν χάριν. ἵνα ᾖ τοιοῦτον. ἔχοντες χαρίσματα διάφορα, εἴτε προφητείαν, εἴτε διακονίαν, εἴτε διδασκαλίαν, οἱ μὲν ἔχοντες προφητείαν, ἐν προφητείᾳ δεικνύωμεν τὴν χάριν. οἱ δὲ διακονίαν, ἐν διακονία. οἱ δὲ διδασκαλίαν, ἐν διδασκαλίᾳ. καὶ ἕκαστος ἐν ἡ ἐγκεχείρισται λειτουργίᾳ.

  59. 12.6.4.1

    Φωτίου. Ἄλλος δὲ δυσὶ τρόποις ὅλον ἐσχηματίσθαι τὸ χωρίον ἔφη, ἕως τοῦ, “ εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει. ποίοις τούτοις; τῷ λεγομένῳ ἀπὸ κοινοῦ καὶ τῷ ἐλλειπτικῷ· καὶ γὰρ τὸ ἔχοντες ἀπὸ κοινοῦ καθ’ ἕκαστον κῶλον παραλαμβάνεται. οἷον, εἴτε προφητείαν ἔχει τίς· εἴτε διακονίαν ἔχει τις. τοῦτο δὲ τὸ ἀπὸ κοινοῦ, καὶ ζεῦγμα καλεῖται. ὅτι ζευγνύει πληθυντικὸν, ἑνικῷ, καὶ μετοχὴν, ῥήματι. οὕτως οὑν ἄπο κοίνου τὸ ἔχοντες κάτα το ζεῦγμα λαμβανόμενον, ἀπηρτισμένην κατὰ τοῦτο τέως τὴν ἔννοιαν καὶ τὰ χωρία ποιεῖ. ἐλλειπιτκῶς δὲ πάλιν ἐσχημάτισται, ὅτι λείπει πρὸς αὐτοτέλειαν τοῦ νοήματος. οἷον, τὸ μενέτω ἐν ᾧ ἔλαβεν ἕκαστος χαρίσματι. ἣ ἀρκείσθω, ἢ στοιχείτω, ἣ τί τοιοῦτον. οἷον, εἴτε προφητείαν ἔχει τίς, εἴτε διακονίαν, μενέτω ἕκαστος ἐν ᾧ ἔλαβε. καὶ πολλή ἐστιν ἡ τῶν τοιούτων χρῆσις παρὰ τῷ θαυμασίῳ Παύλῳ. καὶ μὴ θαυμάσῃς εἰ ἀμαθὴς ὢν τούτων, ἐκέχρητο τούτοις. ἡ γὰρ χάρις ἡ τὰ μείζω χορηγοῦσα, καὶ τῶν εύτελῶν πολλάκις παρέχει τὴν γνῶσιν. οὐχ ὡς μεγάλων τούτων ὑπαρχόντων. τί γὰρ ἃν καὶ εἴη περὶ λέξεις καὶ συλλαβὰς καὶ τὴν τούτων συνθήκην μικρολογουμένων ἀνθρώπων πόνος καὶ ὀνόματα. οὔκουν ὡς μεγάλα τισὶν ἐκέχρητο τούτοις, ἀλλ’ εἰς τὸ καταισχύνειν τοὺς ἐπὶ τοῖς τοιούτοις μέγα φρονοῦντας, καὶ κερδῆσαι αὐτοὺς εἰς ταπεινοφροσύνην καὶ ὑπακοὴν τῆς αὐτοῦ νουθεσίας. ἄοκνα γὰρ ὑπῆρχεν ἅπαντα Παύλῳ ὅσα σωτηρίαν ἀνθρώποις ἔφερεν ἀληθῶς. διὸ καὶ χρήσεις ποιητικῶν στίχων, καὶ ἱστορίας Ἑλληνικὰς, οὐκ ὀκνεῖ προσκομίζειν, ἃν καὶ διὰ τούτων ἐλπίζῃ σωτηρίαν κατορθῶσαι ἀνθρώπῳ.

  60. 12.6.5.1

    Ἀποστόαου. Ὁ δέ τις, οὕτως ἔφησε περὶ τούτων, ἔχει τίς προφήτης χάρισμα τιμιώτατον μετὰ τὴν ἀποστολήν. “ ἔθετο γάρ “ φησιν, ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ, πρῶτον, ἀποστόλους· δεύτερον, “ προφήτας,” οὕτω φρονείτω κατὰ τὴν προφητείαν. εἰδὼς τὰ τῶν ἀποστόλων πρωτεῖα, καὶ δὴ καὶ ὁ διάκονος ὑπὸ τοῦτον τὸν τῆς διακονίας κανόνα, γινώσκων ἐν τάξει καταδεεστέρα. οἷον αἱ χεῖρες, ὑπὸ τὴν κεφαλήν. πάλιν ὁ διδάσκαλος ὑπὸ τὸν προφήτην, ἐν τοῖς τῆς διδασκαλίας μέτροις μενέτω. λείπει γὰρ τὸ, μενέτω. δεύτερον γὰρ προφήτας, τρίτον διδασκάλους. τῶν γὰρ ἐκ προφητείας λόγων ἐξηγηταὶ καὶ διδάσκαλοι, ὥσπερ ὦτα ἀκούοντες, καὶ συνιέντες τὰ ὀφθαλμοῖς ὁρώμενα καὶ δηλούμενα. καὶ ταῦτα μὲν τὰ πνευματικά. ἐπισυνάπτει δὲ καὶ τὰ περὶ τὸ σῶμα. μεταδόσεις δαψιλεῖς, προτασίας σπουδαίας, ἔλεον φιλάνθρωπον. ἐπήγαγε γὰρ, “ὁ ἐλεῶν, ἐν ἱλαρότητι.”

  61. 12.6.6.1

    Χρυσοστόμου. “ Εἴτε διακονίαν ἐν τῆ διακονίᾳ.” καθολικὸν πρᾶγμα ἐνταῦθα τίθησι. καὶ γὰρ ἡ ἀποστολὴ διακονία λέγεται. καὶ πᾶν ἔργον πνευματικὸν, διακονία. ἔστι μὲν γὰρ καὶ ἰδικῆς οἰκονομίας ὄνομα τοῦτο. ἐνταῦθα μέντοι καθολικῶς εἴρηται.

  62. 12.6.7.1

    Θεοδωρήτου. Ἢ διακονίαν, τὴν τοῦ κηρύγματος λειτουργίαν λέγει. διδασκαλίαν δὲ, τῶν θείων δογμάτων τὴν μάθησιν. παράκλησιν, τὴν ἐπὶ τὴν ἀρετὴν προτροπήν. καὶ προφητείαν, οὐ μόνον τῶν ἐσομένων τὴν πρόγνωσιν, ἀλλὰ καὶ τῶν κεκρυμμένων τὴν γνῶσιν.

  63. 12.6.8.1

    Γενναδίου. Ἢ διακονίαν φησὶν, τὴν πρὸς τὸ διακονεῖσθαι τοῖς δεομένοις προσοῦσαν τισὶν ἐπιτηδειότητα. διδασκαλίαν δὲ, τὴν ἀπόλυτον συμβουλήν. παράκλησιν δὲ, τὴν κατάλληλον διδασκαλίαν. ἁπλότητα, τὸ ἁπλοικὸν τὲ καὶ ἄφθονον. ἱλαρότητα, τὴν πρόθυμον εἰς ἔλεον γνώμην, τὴν σὺν χαρᾷ τὸν οἶκτον ἐνδεικνυμένην. τὸ μέντοι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὐ τῇ προφητείᾳ μόνον προσήκει, κοινὸν δὲ κατὰ πάντων ἐστί. καὶ πρὸς αὐτὸ τὴν ἀναφορὰν ἔχει πάντα. “ εἴτε ὁ διδάσκων ἐν τῇ διδα- “ σκαλίᾳ.” ὅρα πῶς ἀδιαφόρως τὰ χαρίσματα. τὸ μικρὸν, πρῶτον, καὶ τὸ μέγα, ὕστερον. πάλιν τὸ αὐτὸ τοῦτο παιδεύων, τὸ μὴ φυσᾶσθαι μὴ δὲ ἐπαίρεσθαι.

  64. 12.6.8.2

    Εἴτε ὁ παρακαλῶν ἐν τῆ παρακλήσει.

  65. 12.6.9.1

    Χρυσοστόμου. Καὶ τοῦτο διδασκαλίας εἶδος. “ εἰ γάρ ἐστιν “ ἐν ὑμῖν λόγος παρακλήσεως,” φησὶ, “ πρὸς τὸν λαὸν, λέγετε.” εἶτα δεικνὺς ὡς οὐ μέγα ὄφελος ἀρετὴν μετιέναι. εἰ μὴ του προσήκοντος τοῦτο γίνοιτο νόμου, ἐπάγει.

  66. 12.6.9.2

    Χρυσοστόμου. “ Ὁ μεταδιδοὺς, ἐν ἁπλότητι.” οὐ γὰρ ἀρκεῖ τὸ δοῦναι. ἀλλὰ δεῖ καὶ μετὰ δαψιλείας τοῦτο ποιεῖν. ἁπλότητα γὰρ τοῦτο οἶδε πανταχοῦ. ἐπεὶ καὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἐπειδὴ τὸ ἀρκοῦν οὐκ εἶχον, τοῦ παντὸς ἐξέπεσον.

  67. 12.6.10.1

    Θεοδωρήτου. “ Ἐν ἁπλότητι” οὖν φησι. μὴ τὴν τῶν ἀνθρώπων θηρώμενος δόξαν, ἀλλὰ τὴν χρείαν τοῦ δεομένου πληρῶν. μὴ δὲ λογισμοῖς κεχρημένος, εἴτε ἀπόχρη τὰ ὄντα, εἴτε καὶ μή. ἀλλὰ τῷ Θεῷ θαρρῶν, καὶ φιλοτίμως τὴν χορηγίαν ποιούμενος. Χρυσοστόμου. “ Ὁ προιστάμενος, ἐν σπουδῇ.” οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι. “ ὁ ἐλεῶν, ἐν ἱλαρότητι.” οὐ γὰρ ἀρκεῖ τὸ ἐλεῆσαι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν. μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον, ἀλλὰ καὶ μετὰ φαιδρᾶς καὶ χαιρούσης. οὐ γάρ ἐστιν ἶσον μὴ λυπεῖσθαι, καὶ χαίρειν. τοῦτο καὶ ἐν τῇ μεταδόσει τὴν ἁπλότητα ζητεῖ, καὶ ἐν τῷ ἐλέῳ τὴν ἱλαρότητα, καὶ ἐν τῇ προστασίᾳ τὴν σπουδήν. οὐδὲ γὰρ χρήμασι μόνον βούλεται τοῖς δεομένοις ἡμᾶς βοηθεῖν, ἀλλὰ καὶ ῥήμασι, καὶ πράγμασι, καὶ σώματι, καὶ τοῖς ἄλλοις ἅπασι. καὶ εἰπὼν τὴν προηγουμένην προστασίαν, τὴν διὰ τῆς διδασκαλίας, τὴν διὰ τῆς παρακλήσεως· αὕτη γὰρ ἀναγκαιοτέρα, ὅσῳ καὶ ψυχῆς ἐστι τροφὴ, ἦλθεν ἐπὶ τὴν διὰ τῶν χρημάτων, καὶ τὴν διὰ τῶν ἄλλων πραγμάτων. εἶτα δεικνὺς πῶς ἃν ταῦτα κατορθωθείη, τὴν μητέρα αὐτῶν εἰσάγει τὴν ἀγάπην.

  68. 12.6.11.1

    Βασιλείου. Ἔστι δὲ ἔλεος, πάθος ἐπὶ τοὺς παρ’ ἀξίαν καὶ παρὰ τῶν συμπαθῶς διατιθεμένων γινόμενον.

  69. 12.6.12.1

    Χρυσοστόμου. “ Ἡ ἀγάπη,” φησὶν, “ ἀνυπόκριτος.” ἃν ταύτην ἔχῃς, οὐ δαπάνης αἰσθήσῃ χρημάτων, οὐ πόνου σωμάτων, ἀλλὰ πάντα οἴσεις γενναίως. ὥσπερ οὐν τὰ ἄλλα μετ’ ἐπιτάσεως ἀπῄτησεν, οὕτω καὶ ἀγάπην· οὐχ ἁπλῶς, ἀλλὰ τὴν ἀνυπόκριτον. ἐπεὶ καὶ τοῦτο ἀγάπη. κἂν τοῦτο γένηται, πάντα τὰ ἄλλα ἕπεται. καὶ γὰρ ὁ ἐλεῶν, ἱλαρῶς ἐλεεῖ· ἑαυτῷ γὰρ δίδωσι. καὶ ὁ προϊστά- μένος, σπουδαίως προίσταται ἑαυτοῦ γὰρ προίσταται. καὶ ὁ μεταδιδοὺς, μετὰ δαψιλείας τοῦτο ποιεῖ· ἑαυτῷ γὰρ παρέχει.

  70. 12.6.13.1

    Ἀποστόλου. Είπὼν οὖν ὁ θεῖος Ἀπόστολος τὰ πνευματικὰ, ἐπισυνάπτει καὶ τὰ περὶ σῶμα. ἐν ἁπλότητι μὲν τὴν μετάδοσιν ὁριζόμενος, καὶ ὡς ταὐτὸν τῇ μεταδόσει τὴν ἁπλότητα τιθεὶς, “ ἐν “ ἁπλότητι,” γάρ φησιν, “ ὁ μεταδιδούς.” ὡς εἰ ἔλεγεν, ὁ μεταδιδοὺς, ἐν τῇ μεταδόσει. καθὰ καὶ περὶ τῆς διακονίας, “ διακονῶν, “ ἐν τῆ διακονίᾳ.” ἁπλότης δὲ, ἡ δαψίλεια παρὰ τῷ Ἀποστόλῳ καλεῖται. ἐκ τῆς ἡπλωμένης χειρός. ὡσαύτως δὲ καὶ τὴν προστασίαν, σπουδὴν εἶναι ὁρίζεται, καὶ τὸν ἔλεον, ἱλαρότητα· διαστήσας αὐτὸν τῆς μεταδόσεως. ἡ μὲν γάρ ἐστι πρὸς ἁγίους, κοινωνίας ἕνεκεν. ἐπὶ τῇ ἁπλότητι γάρ φησιν εἰς τοὺς ἁγίους τῆς κοινωνίας. διὸ καὶ δαψιλὴς ἡ δόσις ὡς Θεῷ προσφορὰ, καὶ Χριστῷ διακονία, καὶ φιλοποιὸς κοινωνία. ὁ δὲ ἔλεος πρὸς τοὺς οἰκτροὺς ἐνδείας ἕνεκα, ὁποῖοι τινὲς ἃν ὦσι. “ παντὶ γὰρ τῷ αἰτοῦντι σε διδου,” ἕνεκα φιλανθρωπίας. ἱλαρότητος δὲ τῷ ἐλέῳ δεῖ. ἐπεὶ πρὸς ἐλάττους γίνεται ὡς μὴ ἐξ ὑπεροψίας διδόντες, λυποίημεν, ἀλλ’ ἐκ φιλανθρωπίας, εὐφραίνοιμεν. εἰ δὲ καὶ περὶ σωματικὴν ἀνάπαυσιν αἱ μεταδόσεις καὶ προστασίαι καὶ ἐλεημοσύναι φέρουσιν, ἀλλ’ οὖν χαρίσματά εἰσιν, ἐπὶ δυνάμει πνεύματος ἐπιτελούμενα, ἐν τάξει ποδῶν τῷ ἁγίῳ σώματι συνάπτουσα τοὺς τὰ τοιαῦτα διακονοῦντας. καὶ γὰρ οὐ μόνον εἴ τις λαλεῖ, “ ὡς λόγια Θεοῦ,’ φησὶ ὁ Πέτρος, ἀλλὰ καὶ εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός. διακονίαν δὲ, τὴν λειτουργίαν τὴν ἀναπληροῦσαν τὰ ὑστερήματα τῶν ἁγίων, φησὶν ὁ Παῦλος. πολυτρόπως τῆς διακονίας λεγομένης.

  71. 12.10.verse.1

    Ἀποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ· τῆ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ, ἀλλήλων προηγούμενοι· τῆ σπουδῇ μὴ ὀκνηροί· τῷ Πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες· τῆ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῆ προσευχῇ προσκαρτερουντες· ταις χρείαις τῶν ἀγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες· εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.

  72. 12.10.1.1

    Χρυσοστόμου. Εἰπὼν ὡς ἡ ἀγάπη ἀνυπόκριτος. ἐπειδὴ ἔστι καὶ ἀγάπη ἐπὶ πονηροῖς πράγμασι, οἷα ἡ τῶν ἀκολάστων ἐστὶν, ἡ τῶν ἐπὶ χρήμασι καὶ ἁρπαγαῖς ὁμονοούντων, ἡ τῶν ἐπὶ μέθαις καὶ συμποσίοις· ἐκκαθαίρων αὐτὴν ἀπὸ τούτων, φησὶ, “ ἀποστυ- “ γοῦντες τὸ πονηρόν.” καὶ οὐκ εἰπεν ἀπεχόμενοι, ἀλλὰ μισοῦντες. καὶ οὐχ ἁπλῶς μισοῦντες, ἀλλὰ καὶ σφόδρα μισοῦντες. τὸ γὰρ ἀπὸ, τοῦτο ῥῆμα πολλαχοῦ ἐπιτάσεως ἐστὶ παρ’ αὐτῷ· ὡς ὅταν λέγῃ “ ἀποκαραδοκίαν,” καὶ, “ ἀπεκδεχόμενοι,” καὶ, “ ἀπολύ- “ τρωσιν.” ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσι, διὰ τοῦτο εἶπεν “ ἀποστυγοῦντες.” αὐτὸς γὰρ καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, καὶ πολλὴν ἡμᾶς ὤραν ἔχειν πρὸς τὴν κακίαν, καὶ μῖσος, καὶ πόλεμον. καὶ οὐκ ἀρκεῖται τούτῳ μόνῳ, ἀλλὰ καὶ τὴν τῆς ἀρετῆς ἐργασίαν εἰσάγει. οὕτω λέγων, “ κολλώμενοι τῷ ἀγαθῷ.” οὐκ εἶπε ποιοῦντες μόνον, ἀλλὰ καὶ διακείμενοι. τοῦτο γὰρ τὸ κολλᾶσθαι δηλοῖ. οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ ἔλεγε, “ προσκολληθήσεται “ πρὸς τὴν γυναῖκα αὐτοῦ.” εἶτα, καὶ αἰτίας λέγει δι’ ἃς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. “ τῇ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι.” ἀδελφοὶ φησὶν ἐστέ. οὐκοῦν καὶ διὰ τοῦτο δίκαιοι ἃν ἦτε φιλεῖν ἀλλήλους. τοῦτο δὲ καὶ Μωυσῆς ἃν ἔλεγε πρὸς τοὺς ἐν Αἰγύπτῳ μαχομένους, “ ἀδελφοὶ ἐστέ· ἵνα τι ἀδικεῖτε ἀλλήλους ” ὅταν μὲν οὖν περὶ τῶν ἔξω λέγῃ, “ εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων “ ἀνθρώπων εἰρηνεύετες,” φησί. ὅταν δὲ περὶ τῶν οἰκείων διαλέγηται, “ τῇ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι.” ἐκεῖ μὲν γὰρ τὸ μὴ μάχεσθαι ζητεῖ, μὴ δὲ μισεῖν καὶ ἀποστρέφεσθαι. ἐνταῦθα δὲ καὶ τὸ φιλεῖν· καὶ οὐχ ἁπλῶς φιλεῖν, ἀλλὰ καὶ στέργειν. οὐ γὰρ δὴ μόνον φησὶν ἀνυπόκριτον εἶναι τὴν ἀγάπην χρὴ, ἀλλὰ καὶ ἐπιτεταμένην καὶ θερμὴν καὶ διάπυρον. τί γὰρ ὄφελος, ἃν ἀγαπᾷς μὲν ἀδόλως, μὴ θερμῶς δὲ ἀγαπᾷς; διὸ καὶ εἶπεν, “ εἰς ἀλλήλους φιλόστοργοι.” τουτέστι, καὶ φίλει, καὶ θερμῶς φίλει. μὴ μένε φιλεῖσθαι παρ’ ἑτέρου, ἀλλ’ αὐτὸς ἐπιπήδα τούτῳ καὶ κατάρχου.

  73. 12.10.1.2

    Ἐκ Τῶν Ἀσκητικῶν Τοῦ Βασιδείου. Ἡ γὰρ στοργὴ, κατ ἐπίτασιν τῆς φιλίας γένοιτ’ ἄν, ἐν ἐπιθυμίᾳ καὶ διαθέσει διαπύρῳ τοῦ ἀγαπῶντος πρὸς τὸν ἀγαπώμενον. ἴνα οὑν μὴ ἐπιπόλαιος ἡ φιλαδελφία ᾖ, ἀλλ’ ἐνδιάθετος καὶ διάπυρος, εἴρηται τὸ, “ τῇ “ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι.” ἄοκνοι, σπουδαῖοι.

  74. 12.10.1.3

    Χρυσοστόμου. “Τῇ τιμῇ ἀλλήλων προηγούμενοι. εἰπὼν τὴν αἰτίαν δι’ ἣν ὀφείλομεν ἀλλήλους ἀγαπᾶν, λέγει καὶ πῶς ἃν γένοιτο τὰ τῆς φιλίας ἀκίνητα. οὕτω γὰρ φιλία καἰ γίνεται, καὶ γενομένη μένει. καὶ οὐδὲν οὕτω φίλους ποιεῖ, ὡς τὸ σπουδάζειν τῆ τιμὴ νικᾶν τὸν πλησίον. οὐ φιλία δὲ μόνον, ἀλλὰ καὶ τιμὴ μείζων ἐντεῦθεν γίνεται. τὰ μὲν γὰρ εἰρημένα πρότερον ἀπὸ τῆς ἀγάπης· ἡ δὲ ἀγάπη ἀπὸ τῆς τιμῆς. ὥσπερ οὖν καὶ ἡ τιμὴ ἀπὸ τῆς ἀγάπης.

  75. 12.10.2.1

    Θεοδωρήτου. Παραχωρείτω δὴ οὖν ἕκαστος τῶν πρωτείων τῷ πέλας. τοῦτο γὰρ τῆς ἀληθοῦς φιλοστοργίας τεκμήριον.

  76. 12.10.3.1

    Χρυσοστόμου. Ειτα ἴνα μὴ τιμῶμεν μόνον, καὶ ἕτερον τι πλέον ἐπιζητεῖ, λέγων, “ τῇ σπουδῇ μὴ ὀκνηροί.” καὶ γὰρ καὶ τοῦτο ἀγάπην τίκτει. ὅταν μετὰ σπουδῆς καὶ προστασίαν ἐπιδειξώμεθα. οὐδὲν γὰρ οὕτως ὡς τιμὴ καὶ πρόνοια τὸ φιλεῖσθαι ποιεῖ. οὐ γὰρ ἀρκεῖ τὸ φιλεῖν, ἀλλὰ δεῖ καὶ τούτου. μᾶλλον δὲ ἐκ τοῦ φιλεῖν, καὶ τοῦτο γίνεται. ὥσπερ οὖν καὶ τὸ φιλεῖν ἀπὸ τούτου διαθερμαίνεται. καὶ ἀλλήλων εἰσὶ κατασκευαστικά. καὶ γὰρ εἰσὶ πολλοὶ κατὰ διάνοιαν μὲν φιλοῦντες, οὐκ ὀρέγοντες δὲ χεῖρα. διὰ τοῦτο, πάντοθεν οἰκοδομεῖ τὴν ἀγάπην.

  77. 12.10.4.1

    Θεοδωρήτου. Ἢ ὅτι ἀκραιφνῆ δείκνυτε τὴν περὶ τὰ καλὰ προθυμίαν, ἁπλῶς τὸν ὄκνον παντελῶς ἀπελαύνοντες.

  78. 12.10.5.1

    Χρυσοστόμου. Καὶ πῶς ἃν γενοίμεθα τῇ σπουδῇ μὴ ὀκνηροί ; “ τῷ πνεύματι ζέοντες,” φησίν. ὁρᾷς πῶς πανταχοῦ τὰς ἐπιτάσεις ζητεῖ; οὐ γὰρ εἶπε μεταδίδοτε μόνον, ἀλλὰ “ μετὰ δαψι- “ λείας.” οὐ δὲ προίστασθε, ἀλλ’ “ μετὰ σπουδῆς.” οὐδὲ ἐλεεῖτε, ἀλλ’ ἱλαρῶς. οὐδὲ τιμᾶτε, ἀλλὰ προηγεῖσθε. οὐδὲ ἀγαπᾶτε, ἀλλὰ ἀνυποκρίτως. οὐδὲ ἀπέχεσθε τῶν κακῶν, ἀλλὰ μισεῖτε. οὐδὲ ἔχεσθε τῶν ἀγαθῶν, ἀλλὰ κολλᾶσθε. οὐδὲ φιλεῖτε, ἀλλὰ φιλο- στόργως. οὐδὲ σπουδάζετε, ἀλλὰ μὴ ὀκνηρῶς. οὐδὲ τὸ πνεῦμα ἔχετε, ἀλλὰ ζέον τὸ πνεῦμα. τουτέστιν, ἵνα ἦτε θερμοὶ καὶ διεγηγερμένοι. ἐὰν γὰρ ἐκεῖνα ἔχῃς τὰ προειρημένα, ἐπισπάσῃ τὸ Πνεῦμα. ἐὰν μένῃ τοῦτο παρὰ σοι, καὶ πρὸς ἐκεῖνά σε σπουδαῖον ἐργάσεται. καὶ πάντα εὔκολα ἀπὸ τοῦ Πνεύματος καὶ τῆς ἀγάπης ἔσται.

  79. 12.10.5.2

    Ἐκ Τῶν Ἀσκητικῶν. Εἴποι δ᾿ ἄν τις ζέειν τῷ πνεύματι, καὶ τὸν, διαπύρῳ προθυμίᾳ καὶ ἀκορέστῳ ἐπιθυμίᾳ καὶ ἀόκνῳ σπουδῇ, ποιοῦντα τὸ θέλημα τοῦ Θεοῦ, ἐν ἀγάπῃ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, κατὰ τὸ γεγραμμένον, “ ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει “ σφόδρα.”

  80. 12.10.6.1

    Θεοδωρήτου. Ἢ Πνεῦμα μὲν ἐνταῦθα τὸ χάρισμα προσηγόρευσεν. ὕλην δὲ τούτῳ προσφέρειν καθάπερ ξύλα πυρὶ, τὴν προθυμίαν ἐκέλευσε. τοῦτο δὲ καὶ ἑτέρωθι λέγει, “ τὸ Πνεῦμα μὴ “ σβέννυτε.” σβέννυται δὲ τὸ Πνεῦμα, τοῖς ἀναξίοις τῆς χάριτος. οὐκ ἔχοντες γὰρ καθαρὸν τῆς διανοίας τὸ ὄμμα, τὴν αἴγλην ἐκείνην οὐ δέχονται.

  81. 12.10.7.1

    Χρυσοστόμου. Διὰ γὰρ τούτων ἁπάντων ἔστι δουλεύειν τῷ Θεῷ. ὅσα γὰρ ἃν ποιήσῃς εἰς τὸν ἀδελφὸν, εἰς τὸν δεσπότην σου διαβαίνει. καὶ ὡς αὐτὸς εὖ πεπονθὼς, οὕτως σοι τὸν μισθὸν λογιεῖται. εἶδες ποῦ τὸ φρόνημα ἀνήγαγε τοῦ ταῦτα ἐργαζομένου; εἶτα δεικνὺς πῶς ἃν ἀναφθείη τοῦ πνεύματος ἡ φλὸξ, φησὶν, “ τῇ “ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσ- “ καρτεροῦντες.” ταῦτα γὰρ πάντα, ὑπεκκαύματά ἐστι τοῦ πυρὸς ἐκείνου. ἐπειδὴ γὰρ καὶ χρημάτων δαπάνην ἀπῄτησε, καὶ σωμάτων πόνον, καὶ προστασίαν, καὶ σπουδὴν καὶ διδασκαλίαν, καὶ τὰ ἄλλα τὰ ἐπίπονα, ἀλείφει πάλιν τὸν ἀθλητὴν μετὰ τῆς ἀγάπης, μετὰ τοῦ Πνεύματος, διὰ τῆς ἐλπίδος. οὐδὲν γὰρ οὕτως ἀνδρείαν καὶ παράβολον πρὸς πάντα ποιεῖ τὴν ψυχὴν, ὡς ἐλπὶς χρηστή. εἶτα καὶ πρὸ τῶν ἐλπιζομένων ἀγαθῶν, ἕτερον πάλιν δίδωσιν ἐπειδὴ γὰρ ἡ ἐλπὶς τῶν μελλόντων ἦν, φησὶ, “ τῇ θλίψει “ ὑπομένοντες.” καὶ γὰρ πρὸ τῶν μελλόντων ἐν τῷ παρόντι, μέγα καρπώσῃ καλὸν ἀπὸ τῆς θλίψεως, τὸ, καρτερικὸς καὶ δόκιμος γίνεσθαι. μετὰ δὲ τούτου, καὶ ἑτέραν παρέχει βοήθειαν, λέγων, “ τῇ προσευχῇ προσκαρτεροῦντες.” ὅταν οὖν καὶ ἀγάπη εὔκολον ποιῇ, καὶ Πνεῦμα βοηθῇ, καὶ ἐλπὶς κουφίζῃ, καὶ θλίψις δόκιμον ἐργάζηται καὶ ἐπιτήδειον πρὸς τὸ φέρειν πάντα γενναίως· καὶ ἔχῃς μετὰ τούτων καὶ ἕτερον ὅπλον μέγιστον τὴν προσευχὴν, καὶ τὴν ἀπὸ τῆς δεήσεως βοήθειαν, τι λοιπὸν ἔσται ἐπίπονον τῶν ἐπιταττομένων; οὐδέν.

  82. 12.10.8.1

    Θεοδωρήτου. Ὁ τοίνυν τῷ Πνεύματι ζέων, καὶ προθύμως τῷ δεσπότῃ δουλεύει, καὶ προσμένει τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, καὶ τῶν προσπιπτόντων περιγίνεται πειρασμῶν· ταῖς τούτων προσβολαῖς, τὴν ὑπομονὴν ἀντιτάττων, καὶ τὴν θείαν χάριν διηνεκῶς εἰς συμμαχίαν καλῶν. τοῦτο γὰρ εἶπε “ τῇ προσευχῇ “ προσκαρτεροῦντες.” τουτέστι, διηνεκῶς τοῦτο δρῶντες.

  83. 12.10.8.2

    Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες· τὴν φιλοξενίαν διώκοντες.

  84. 12.10.9.1

    Χρυσοστόμου. Πάλιν τῆς ἐλεημοσύνης ἐπιλαμβάνεται. μᾶλλον δὲ οὐχ ἁπλῶς ἐλεημοσύνης, ἀλλὰ τῆς εἰς τοὺς ἁγίους. ἄνω μὲν γὰρ εἰπὼν “ ὁ ἐλεῶν, ἐν ἱλαρότητι, πᾶσι τὴν χρείαν ἀνέῳξεν. ἐνταῦθα μέντοι ὑπὲρ τῶν ἁγίων φησίν. καὶ οὐκ εἰκε παρέχετε αὐτοῖς τὰς χρείας, ἀλλὰ κοινωνεῖτε αὐτῶν ταῖς χρείαις. δεικνὺς, ὅτι μείζονα λαμβάνουσιν, ἣ διδόασι. καὶ ὅτι εὐπορία τὸ πρᾶγμα ἐστίν. εἰσφέρεις σὺ χρήματα, εἰσφέρουσι σοι παρρησίαν τὴν πρὸς ’τον Θέον ἐκεῖνοι.

  85. 12.10.10.1

    Θεοδωρήτου. Τῇ μνήμῃ οὐν τῆς κοινωνίας, εἰς φυλοτιμίαν προτρέπει. τίς γὰρ οὐχ αἱρεῖται μεταδοῦναι χρημάτων, ἵνα κοινωνὸς γένηται κατορθωμάτων; τοῦτο καὶ Κορινθίοις ἐπιστέλλων ἔφη, “ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα. ινα τὸ εκει- “ νῶν περίσσευμα γένηται, εἰς τὸ ὑμῶν ὑστέρημα.

  86. 12.10.11.1

    Χρυσοστόμου. Οὐκ εἶπεν ἐργαζόμενοι, ἀλλὰ διώκοντες. παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους, πότε πρὸς ἡμᾶς ἔλθωσιν. ἀλλ’ αὐτοὺς ἡμᾶς ἐπιτρέχειν καὶ καταδιώκειν. “ εὐλογεῖτε τοὺς “ διώκοντας ὑμᾶς. εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.” διδάξας αὐτούς. πῶς πρὸς ἀλλήλους διακεῖσθαι χρή. καὶ συγκολλήσας τὰ μέλη μετὰ ἀκριβείας, οὕτως ἐξάγει λοιπὸν πρὸς τὴν ἔξω παράταξιν· εὐκολωτέραν αὐτὴν ἐντεῦθεν ποιῶν. ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς οἰκείους μὴ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονομήσει. οὕτως ὁ καλῶς ἀσκήσας ἑαυτὸν ἐν τούτοις, ῥᾷον καὶ τῶν ἔξωθεν περιέσται. διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὁδῷ προβαίνων, μετ’ ἐκεῖνα ταῦτα τίθησι καὶ φησὶ, “ εὐλογεῖτε τοὺς διώκοντας “ ὑμᾶς.” οὐκ εἶπε μὴ μνησικακεῖτε, μὴ δὲ ἀμύνεσθε. ἀλλὰ τὸ πολλῷ πλέον τούτων ἐξῄτησεν. ἐκεῖνο μὲν γὰρ ἀνδρὸς φιλοσόφου. τοῦτο δὲ Ἀγγέλου λοιπόν. καὶ εἰπὼν, “ εὐλογεῖτε,” ἐπήγαγε, “ καὶ “ μὴ καταρᾶσθε.” ἵνα μὴ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ’ ἐκεῖνο μόνον. καὶ οὐχὶ τοὺς ὑβρίζοντας μόνον, ἀλλὰ καὶ τοὺς διώκοντας, καὶ διὰ τῶν πραγμάτων ἐπηρεάζοντας, τοῖς ἐναντίοις ἀμείβεσθαι ἐκέλευσε. καὶ νῦν μὲν αὐτοὺς εὐλογεῖν ἐκέλευσε, προιὼν δὲ, καὶ ἔργοις εὐεργετεῖν παραινεῖ, “ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν “ μετὰ κλαιόντων.”

  87. 12.10.11.2

    Χρυσοστόμου. Ἐπειδὴ γάρ ἐστιν εὐλογῆσαι μὲν, καὶ μὴ καταρᾶσθαι· μὴ μὴν ἐξ ἀγάπης τοῦτο ποιῆσαι, βούλεται καὶ διαθερμαίνεσθαι ἡμᾶς τῇ φιλίᾳ. διὸ καὶ τοῦτο ἐπήγαγεν ὥστε μὴ μόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συμπάσχειν, εἴποτε ἴδοιμεν αὐτοὺς συμφορᾷ περιπεσόντας. φιλοσοφωτέρας δὲ δεῖται ψυχῆς τὸ χαίρειν μετὰ χαιρόντων μᾶλλον, ἣ τὸ κλαίειν μετὰ κλαιόντων. τοῦτο μὲν γὰρ, καὶ ἤ φύσις αὐτὴ κατορθοῖ· καὶ οὐδεὶς οὕτω λίθινος, ὃς οὐ κλαίει τὸν ἐν συμφοραῖς ὄντα. ἐκεῖνο δὲ γενναίας σφόδρα δεῖται ψυχῆς, ὥστε μὴ μόνον τῷ εὐδοκιμοῦντι μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. διὰ τοῦτο, καὶ πρότερον αὐτὸ τέθεικεν. οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν ἀλλήλοις. σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. οὐ γὰρ εἶπε λῦσον τὴν συμφορὰν, ἵνα μὴ λέγῃς πολλάκις, ὅτι ἀδύνατον· ἀλλὰ τὸ κουφότερον ἐπέταξε, καὶ οὗ κύριος εἶ. κἂν γὰρ ἀνελεῖν μὴ δυνηθῇς τὸ δεινὸν, εἴσαγε δάκρυα, καὶ τὸ πλέον ἀνεῖλες κἂν μὴ δυνηθῇς αὐξῆσαι τὴν εὐημερίαν, εἴσαγε τὴν χαρὰν, καὶ πολλὴν τὴν προσθήκην ἐποίησας. διὰ τοῦτο οὐ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ ὃ πλέον ἐστὶ παραινεῖ, τὸ καὶ συνήδεσθαι.

  88. 12.10.12.1

    Θεοδωρήτου. Κοινωνεῖτε οὖν φησιν ἀλλήλοις, καὶ τῶν λυπηρῶν καὶ τῶν ἐναντίων. τὸ μὲν γὰρ, συμπαθείας· τὸ δὲ φιλίας, οὐκ ἐχούσης τοῦ φθόνου τὸν μῶμον.

  89. 12.10.12.2

    Βασιλείου Ἐκ Τοῦ περὶ εὐκαριστίασ λόγου. Ἴδωμεν δὲ τίσι συγχαίρειν εἰκὸς, καὶ τίσι συναλγεῖν. δικαίοις μὲν συσκιρτᾶν καὶ συναγάλλεσθαι ὁ θεῖος νόμος ἡμῖν ἐπιτρέψει. τοῖς δὲ ἐκ μετανοίας ἀφιεῖσι δάκρυον, συμπενθεῖν καὶ συνοδύρεσθαι. ἣ τοὺς ἀναλγήτως διακειμένους, ἀποκλαίεσθαι· ὅτι οὐδὲ ἴσασι πῶς ἀπολλυνται. οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα καὶ συνεκβοήσαντα τοῖς ἀνθρώποις τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. οὐδὲ γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ τοῖς κάμνουσι βοηθεῖν, αὐτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον. τοιοῦτος δέ ἐστιν ὁ πρὸς τοὺς πενθοῦντας εἰσιὼν, καὶ μὴ τῆς ἐκ τοῦ οἰκείου λόγου ὠφελείας μεταδιδοὺς, ἀλλὰ τῆς ἐκ τῶν ἀλλοτρίων παθῶν ἀσχημοσύνης μεταλαμβάνων. ἐπιστυγνάζειν μὲν οὖν ταῖς συμφοραῖς τῶν πενθούντων ἀκόλουθον. οὕτω γὰρ ἑαυτὸν οἰκειώσει τοῖς πάσχουσι. μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μὴ δ ἐναδιαφορῶν τοῖς ἀλλοτρίων ἀλγήμασιν. οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσήκει· ὥστε ἣ συνεκβοᾶν ἣ συνθρηνεῖν τῷ πεπτωκότι τινὶ συμφορᾷ, ἣ ἐν τοῖς ἀλλοτρίοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους. οἷον συγκαθειργνύναι ἑαυτὸν, καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι καὶ κουρᾶς ἀμελεῖν. ἐκ τούτων γὰρ ἐπιτείνειν ἔστι μᾶλλον τὴν συμφορὰν, οὐ πραΰνειν. ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσήκει· ἐν συννοίᾳ προσώπου καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα. φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιτιμᾶν προσήκει ταῖς ἐπιτιμήσεσιν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις. φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις, ἡ ἐπιτίμησις. καὶ ἅμα δυσπαράδεκτοι εἰσὶ τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι. ἀλλὰ συγχωρήσαντα, κενὰ καὶ ἄπρακτα ἐμβοῆσαι καὶ ὀλοφύρασθαι. ἤδη τοῦ κακοῦ ὑπανέντος τι καὶ χαλάσαντος, τότε ἀμελῶς καὶ πράως τῆς παρακλήσεως ἅπτεσθαι. ὅταν δὲ πάλιν ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ καὶ συμπάθει. οὕτω γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο δι’ ὧν τὸν ἀδελφὸν ἀπωδύρατο.

  90. 12.16.verse.1

    Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι.

  91. 12.16.1.1

    Χρυσοστόμου. Πόλλην πάλιν περὶ τῆς ταπεινοφροσύνης ποιεῖται τὴν σπουδήν. ὅθεν καὶ ἤρξατο τοῦ λόγου. καὶ γὰρ εἰκὸς ἦν φρονήματος μεστοὺς αὐτοὺς εἶναι καὶ ἀπὸ τῆς πόλεως, καὶ ἑτέρωθεν πολλαχόθεν. διὸ συνεχῶς ὑποσύρει τὸν νόσημα. οὐδὲν γὰρ οὕτως ἀποσχίζει σῶμα ἐκκλησίας, ὡς ἀλαζονεία. τί δέ ἐστι “ τὸ “ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες ” παρεγένετό σοι ὁ πένης εἰς τὴν οἰκίαν; γενοῦ κατ’ ἐκεῖνον τῷ φρονήματι. μὴ μείζονα λάβῃς ὄγκον διὰ τὸν πλοῦτον. μὴ δὲ ἃν ἴδῃς πενθοῦντα, ἀνάξιον σαυτοῦ νομίσῃς παραβαλέσθαι. μὴ δὲ ἃν ἴδῃς εὐημεροῦντα, ἐρωθριάσῃς κοινωνῆσαι τῆς ἡδονῆς καὶ συνησθῆναι. ἀλλ’ ὃ περὶ σεαυτοῦ φρονεῖς, καὶ περὶ ἐκείνου. οἷον μέγαν σαυτὸν εἶναι νομίζεις; οὐκοῦν καὶ ἐκεῖνον νόμιζε. ταπεινὸν καὶ μικρὸν ἐκεῖνον εἶναι ὑποπτεύεις; οὐκοῦν καὶ περὶ σαυτοῦ, τοῦτο ψηφίζου· καὶ πᾶσαν ἀνωμαλίαν ἔκβαλε. πῶς δ’ ἃν γένοιτο τοῦτο; εἰ τὴν ἀπόνοιαν ἐκβάλοις. διὸ καὶ ἐπήγαγε, “ μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς “ συναπαγόμενοι.” τουτέστιν, εἰς τὴν ἐκείνων εὐτέλειαν κατάβηθι, συμπεριφέρου, συμπεριέρχου. μὴ ἁπλῶς τῷ φρονήματι ταπεινοῦ, ἀλλὰ καὶ χεῖρα ὄρεγε. μὴ δι’ ἑτέρων, ἀλλὰ διὰ σεαυτοῦ. ταπεινοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς ταπεινόφρονας φησὶ, ἀλλὰ τοὺς εὐτελεῖς καὶ εὐκαταφρονήτους.

  92. 12.16.1.2

    Χρυσοστόμου “ Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς. ” τουτέστι, μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς. καὶ γὰρ ἀλλαχοῦ φησὶν ἡ γραφὴ, “ οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν έπι- “ στήμονες.” καὶ διὰ τούτων δὲ πάλιν τὴν ἀπόνοιαν ὑπορύττει, καὶ τὸ φύσημα καταστέλλει. οὐδὲν γὰρ οὕτως ἐπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ. διὸ καὶ ἐν χρείᾳ ἀλλήλων κατέστησεν ἡμᾶς ὁ Θεός. κἂν γὰρ φρόνιμος εἰ, ἑτέρου δεήσῃ. ἃν δὲ νομίσῃς μὴ δεῖσθαι, ἀνοητότερος πάντων ἐγένου καὶ ἀσθενέστερος. ὁ γὰρ τοιοῦτος, καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης. καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς διὰ τῆς ἀπονοίας. ἔστι γὰρ, ἔστι πολλάκις, καὶ τὸν φρόνιμον μὴ συνιδεῖν τὸ δέον, καὶ τὸν ἀνοητότερον εὑρεῖν τι τῶν προσηκόντων. μὴ τοίνυν νομίσῃς καθαιρεῖσθαι δεόμενος ἑτέρου. τοῦτο γάρ σε μᾶλλον ὑψοῖ.

  93. 12.16.1.3

    Ἐκ Τῶν Ἀσκητικῶν. Ἆρα δὲ τοῦ Ἀποστόλου λέγοντος, ποτὲ μὲν, “ μὴ γίνεσθε ἄφρονες,” ποτὲ δὲ, “ μὴ γίνεσθε φρόνιμοι παρ’ “ ἑαυτοῖς.” δυνατὸν μὴ εἶναι φρόνιμον παρ’ ἑαυτῷ τὸν μὴ ἄφρονα; ἕκαστον πρόσταγμα ἴδιον ἔχει τὸν ὅρον. τὸ γὰρ “ μὴ γίνεσθε ἄφρονες,” ἐπιφέρει, “ ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ.” καὶ τὸ “ μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ τὲ τὸν Κύριον. “ καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ.” ὥστε ἄφρων μέν ἐστιν, ὁ μὴ συνιεὶς τὸ θέλημα τοῦ Θεοῦ· φρόνιμος δὲ παρ’ ἑαυτῷ, πᾶς ὁ λογισμοῖς ἰδίοις χρώμενος, καὶ μὴ κατὰ πίστιν στοιχῶν τοῖς τοῦ Κυρίου ῥήμασιν. εἰ γοῦν τις βούλεται, μήτε φρόνιμος εἶναι, μήτε ἄφρων παρ’ ἑαυτῷ, συνιέναι ὀφείλει τὸ θέλημα τοῦ Κυρίου πίστει τῇ εἰς αὐτό; καὶ ἐν τῷ φόβῳ τοῦ Θεοῦ μιμεῖσθαι τὸν Ἀπόστολον λέγοντα, “λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ “ τῆς γνώσεως τοῦ Θεοῦ. καὶ αἰχμαλωτίζοντες ἅπαν νόημα εἰς “ τὴν ὑπακοὴν τοῦ Χριστοῦ.”

  94. 12.17.verse.1

    Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες.

  95. 12.17.1.1

    Γενναδίου. Ἑπειδὴ τὸ μὴ τοῖς ὁμοίοις ἀμύνεσθαι τοὺς πονηροὺς, τοῦ θείου διαγορεύοντος νόμου, πολλοὶ τῶν ἀνθρώπων ἐν ταῖς ἀδικίαις ἐρεθιζόμενοι ὑπὸ θύμου μωρίαν τοῦτο δοκοῦσι, καὶ τὸ στέργειν τὴν ἡσυχίαν ἐῶντες ὡς ἄνανδρον, εἴς σπουδὴν μείζονος βλάβης περιάγονται, παραινεῖ μὴ οὕτω ποιεῖν· μὴ δὲ τοῖς ἐξ ὀργῆς οἰκείοις παραχωρεῖν, ὡς κρείττοσι τῆς θείας διατάξεως λογισμοῖς. ἀλλ’ ὑπακούειν ἐκείνῃ, χαίρειν φήσαντας τούτοις.

  96. 12.17.2.1

    Χρυσοστόμου. Εἰ γὰρ ἕτερον φεύγεις ἐπιβουλεύοντα, τι σαυτὸν ὑπεύθυνον ποιεῖς τῇ κατηγορίᾳ; εἰ κακῶς ἐκεῖνος ἐποίησε, τί μὴ φεύγεις τὸν ζῆλον; καὶ ὅρα πῶς ἐνταῦθα οὐ διέστειλεν, ἀλλὰ κοινὸν τὸν νόμον ἔθηκεν. οὐ γὰρ εἶπε τῷ πιστῷ μὴ ἀποδῷς κακὸν, ἀλλὰ μηδενὶ, κἂν Ἕλλην ᾖ, κἂν μιαρὸς, κἂν ὁστισοῦν.

  97. 12.17.2.2

    Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.

  98. 12.17.2.3

    Χρυσοστόμου. Ἐπειδὴ ἄνω εἶπε “ μηδενὶ κακὸν ἀντὶ κακοῦ “ ἀποδιδόντες,” προσέθηκε καὶ τὸ, “ προνοούμενοι καλά.” ὡς εἰ ἔλεγεν, οὐκ ἀρκεῖ μόνον τὸ μὴ ἀποδιδόναι κακὸν, ἀλλὰ δεῖ καὶ προνοεῖν τοῦ ποιήσαντος κακῶς ἡμᾶς. καὶ γὰρ ἄνω οὐκ ἠρκέσθη τῷ μὴ καταρᾶσθαι τοὺς διώκοντας, ἀλλὰ καὶ εὐλογεῖν προσέταξεν. ἢ τοίνυν τοῦτο φησί· ἢ ὅτι πρόνοιαν ποιεῖσθε τοῦ καλοὶ φαίνεσθαι ἐν τῷ μηδενὶ διδόναι ψόγου πρόφασιν. καὶ τοῦτό ἐστι τὸ, “ λαμ- “ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.” οὐχ ἵνα πρὸς κενοδοξίαν ζῶμεν, ἀλλ’ ἵνα μὴ παρέχωμεν λαβὴν κα· ἑαυτῶν, τοῖς βουλομένοις. διὸ καὶ ἀλλαχοῦ ἔλεγεν, “ ἀπρόσκοποι γίνεσθε, καὶ “ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ.” καλῶς δὲ τὸ ἑξῆς ἐκόλασεν εἰπὼν,

  99. 12.18.verse.1

    Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.

  100. 12.18.verse.2

    Εστι γὰρ ὅπου οὐ δυνατόν. οἷον, ὅταν περὶ εὐσεβείας ὁ λόγος ᾖ· ὅταν περὶ ἀδικουμένων ὁ ἀγών. καὶ τι θαυμάζεις, εἰ ἐπὶ ἀνθρώπων τῶν ἄλλων τοῦτο οὐ πανταχοῦ δυνατόν; ὅπου καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ· γυναικὸς ταύτην ἔλυσε τὴν ἀνάγκην, εἰπὼν, “ εἰ “ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.” ὃ δὲ λέγει, τοιοῦτόν ἐστι τὰ παρὰ σαυτοῦ πάρεχε, καὶ μηδενὶ δίδου πολέμου καὶ μάχης ἀφορμήν· μὴ Ἰουδαίῳ μὴ Ἕλληνι. εἰ δέ που τὴν εὐσέβειαν παραβλαπτομένην ἴδῃς, μὴ προτίμα τὴν ὁμόνοιαν τῆς ἀληθείας ἀλλ’ ἵστασο γενναίως ἕως θανάτου. καὶ μὴ δὲ οὕτω ψυχῇ πολέμει, μὴ δὲ ἀποστρέφου γνώμῃ, ἀλλὰ τοῖς πράγμασι μάχου μόνον. τοῦτο γάρ ἐστι τὸ “ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.” κἂν ἐκεῖνος μὴ εἰρηνεύῃ, σὺ μὴ πληρώσῃς χειμῶνος τὴν ψυχήν. ἀλλ’ ἕσο φιλόσοφος κατὰ γνώμην. ὅπερ ἔφθην εἰπὼν, τὴν ἀληθείαν μηδαμῶς προδιδούς.

← Previous · Next → — showing 601700 of 959

First Thousand Years of Greek. CTS URN tlg4102.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.