Catena In Epistulam Ad Romanos (typus Monacensis)
- 10.16.2.1
Θεοδωρήτου. Οὐκοῦν ὁ ἀπιστῶν τοῖς θείοις λόγοις, διαπιστεῖ. καὶ ὁ πιστεύων θεία δεχόμενος ῥήματα, καρπὸν προφέρει τῆς ἀκοῆς τὴν πίστιν.
- 10.16.3.1
Θεοδώρου Μονάκου. Ἤρτηται μὲν οὖν ἡ πίστις, ἀκοῆς. ἡ δὲ ἀκοῆς ῥήματος. ὅμως θεῖον ἦν τὸ ῥῆμα, καὶ πάντως πιστὸν, καὶ ἐγγυώμενον τῶν λόγων τὴν ἀψεύδειαν. ἀλλ’ οὐκ ἐπίστευσαν. τὸ μέντοι “ τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν,” καὶ οὕτω νοηθήσεται. οἷς ἠκούσαμεν παρὰ σοῦ, καὶ ἐκηρύξαμεν, τίς ἐπίστευσεν ;
- 10.18.verse.1
Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν ; μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
- 10.18.1.1
Χρυσοστόμου. Δείξας ὅτι δεῖ πιστεῦσαι τοῖς προφήταις, ἀεὶ τὰ τοῦ Θεοῦ λέγουσι, καὶ ἀκροάσεως μηδὲν πλέον ἐπιζητῆσαι, ἐπάγει λοιπὸν ἀντίθεσιν, καὶ φησὶ, “ἀλλὰ λέγω, μὴ, οὐκ ἤκουσαν ” τι γάρ φησιν, εἰ ἀπεστάλησαν οἱ κηρύσσοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, οὗτοι δὲ οὐκ ἤκουσαν ; εἶτα μεθ’ ὑπερβολῆς ἁπάσης ἡ λύσις τῆς ἀντιθέσεως. τί λέγεις ; οὐκ ἤκουσαν ; ἡ οἰκουμένη καὶ τὰ πέρατα τῆς γῆς ἤκουσαν. καὶ ὑμεῖς πη οἷς τοσοῦτον ’τον οἱ κήρυκες διέτριψαν χρόνον, καὶ ὅθεν ἦσαν, οὐκ ἠκούσατε ; καὶ πῶς ἃν ἔχοι λόγον ;
- 10.18.2.1
Θεοδωρήτου. Πῶς γὰρ οἷόν τε ἦν Ἰουδαίους μὴ ἀκοῦσαι τῶν κατὰ τὴν οἰκουμένην ἀκηκοότων ἐθνῶν ; πρώτοις γὰρ αὐτοῖς οἱ κήρυκες τῆς ἀληθείας προσήνεγκαν τὰ κηρύγματα. καὶ γὰρ αὐτὸς ὁ Κύριος πρὸς αὐτοὺς ἔφη, “ πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα “ τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” καὶ ἐν ταῖς Πράξεσιν οἱ Ἀπόστολοι, “ ὑμῖν ἦν πρῶτον ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ “ Θεοῦ. μὴ, τοίνυν, φησὶ, Θεὸς μὲν καὶ προεβίβασεν Ἀποστόλους, καὶ ἀπεκάλυψεν αὐτοῖς ἃ κηρύξουσιν, αὐτοὶ δὲ κατερραθύμησαν. καὶ τοῖς οὐ πιστεύσασι, τὸ μὴ ἀκοῦσαι τοῦ κηρύγματος τῆς ἀπιστίας παραίτιον γέγονεν ; οὐκ ἔστιν εἰπεῖν οὐδὲ τοῦτο. μᾶλλον γὰρ ἐπὶ τούτων ἀληθέστερον γένοιτο τὸ τοῦ Δαβὶδ, τὸ, “ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,” καὶ τὰ ἑξῆς. τοῦτο δὲ πρόδηλον, ὅτι οὐχ ὡς προφητικῶς περὶ αὐτῶν εἰρημένον τέθεικεν, ἀλλ’ ὡς ἁρμόττειν δυνάμενον τοῖς παροῦσι πράγμασιν.
- 10.19.verse.1
Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ ; μὴ πρῶτος Μώσης λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
- 10.19.1.1
Χρυσοστόμου. Πἀλιν ἑτέραν ἀντίθεσιν εἰσάγει. τί γὰρ εἰ ἤκουσαν μέν, φησιν, οὐκ ἔγνωσαν δὲ τὰ εἰρημένα, οὐ δὲ συνῆκαν ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ ἀποσταλέντες ; οὐκ ἄξιοι συγγνώμης τῆς ἀγνοίας ἕνεκεν ταύτης; οὐδαμῶς. καὶ γὰρ ὁ Hσαίας ἐχαρακτή- ρισε ταύτην εἰπὼν, “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.” καὶ πρὸ τούτου πάλιν ὁ νομοθέτης αὐτός. ὥστε κἀντεῦθεν ἐχρῆν γνωρίσαι τοὺς κήρυκας, οὐκ ἀφ’ ὧν ἠπίστησαν οὗτοι μόνον, οὐκ ἀφ’ ωτν εἰρήνην ἐκήρυττον ἐκεῖνοι, οὐκ ἀφ’ ωY̔ν τὰ ἀγαθὰ εὐηγγελίζοντο ἐκεῖνα, οὐκ ἀφ’ ὧν πανταχοῦ τῆς οἰκουμένης ὁ λόγος ἐσπείρετο, ἀλλὰ καὶ ἀφ’ ὣν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι ὄντας τιμῇ. ἃ γὰρ μηδέποτε ἤκουσαν οὗτοι, μὴ δὲ τούτων οἱ πρόγονοι, ταῦτα ἐξαίφνης ἐφιλοσόφουν ἐκεῖνοι. ὅπερ ἐπιτεταμένης ἦν τιμῆς, παρακνιζούσης αὐτοὺς, καὶ εἰς ζῆλον ἀγούσης· καὶ εἰς μνήμην τῆς προφητείας Μώσεως, τῆς λεγούσης” παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ “ἔθνει.” οὐ γὰρ δὴ μόνον τὸ μέγεθος τῆς τιμῆς ἱκανὸν ἦν αὐτοὺς εἰς ζῆλον ἐμβαλεῖν, ἀλλὰ καὶ τὸ οὕτως εὐτελὲς εἶναι τὸ ἔθνος τὸ τοσούτων ἀπολαῦσαν, ὡς μὴ δὲ ἔθνος ἄξιον εἶναι λογίζεσθαι. “ἐγὼ “γὰρ παραζηλώσω ὑμᾶς, ἐπ’ οὐκ ἔθνει,” φησὶ, “ἐπὶ ἔθνει ἀσυνέτῳ “παροργιῶ ὑμᾶς.” τι γὰρ Ἑλλήνων ἀσυνετώτερον ἦν; τι δὲ τελέστερον ’, ὁρᾷς πῶς διὰ πάντων γνωρίσματα καὶ σημεῖα σαφῆ τῶν καιρῶν τούτων ἄνωθεν δέδωκεν ὁ Θεὸς αὐτοῖς, ὥστε διανοῖξαι αὐτῶν τὴν πώρωσιν;, ἆρα οὖν Μώσης τοῦτο εἶπε μόνος;, οὐδαμῶς. ἀλλὰ καὶ ‘Hσαίας μετ’ ἐκεῖνον. διὸ καὶ Παῦλος ἔλεγε, “πρῶτος “Μωσῆς,” δεικνὺς ὅτι καὶ δεύτερος ἥξει, τὰ αὐτὰ λέγων, τρανότερον καὶ σαφέστερον.
- 10.19.2.1
Θεοδωρήυου. Ἀσυνέτους δὲ ἡμᾶς προσηγόρευσε, τὴν πρὸ τῆς πίστεως ἡμῶν ἀφροσύνην ἐπιδεικνύς. τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπό- ἀπόστολος ἔφη, “ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλα- “ νώμενοι, δουλεύοντες ἐπιθυμίᾳ πονηρᾷ.” ταύτῃ διαφερόντως Ἰουδαίους ἠνίασεν ὁ Θεός. οὐδὲ γὰρ οὕτως αὐτοὺς ἀλγύνει ἡ δουλεία, καὶ ἡ διασπορὰ, καὶ ἡ τοῦ ναοῦ ἐρημία, ὡς ἡ τῶν ἐθνῶν εὐσέβειά τε καὶ περιφάνεια. καὶ οὕτω δὲ ἐκλήψῃ τὸ “ ἐπ’ οὐκ “ ἔθνει.” οὐκ ἔθνος ἓν οἱ τῶν Σωτήρι’ Χριστῷ πεπιστευκότες, ἀλλὰ μύρια. καὶ ταύτα ποτε ἀσύνετα ἢν κα ἀνόητα· ὡσπερ τοίνυν ὑμεῖς φησὶν, τὸν ἕνα καταλιπόντες Θεὸν, πολλοὺς ψευδωνύμους προτετιμήκατε, οὕτως ἐγὼ τὸν ἕνα λαὸν ἀπορρίψας, πᾶσι τοῖς ἔθνεσι παρέξω τὴν γνῶσιν. ἀλλ’ ὑμεῖς μὲν τοὺς οὐκ ὄντας τετιμήκατε θεοὺς, καὶ ἀπεφήνατε θεούς. ἐγὼ δὲ τὰ ἀσύνετα ἔθνη θείας ἐμπλήσω σοφίας. ὑμεῖς δὲ ὁρῶντες, τῷ φθόνῳ τακήσεσθε.
- 10.20.verse.1
Ἠσαίας δὲ ἀποτολμᾷ καὶ λέγει, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
- 10.20.1.1
Χρυσοστόμου. Οὐ μόνος Μώσης, φησὶν, περὶ τῆς τῶν ἐθνῶν εἰσαγωγῆς εἶπεν, ἀλλὰ καὶ Ἠσαίας μετ’ ἐκεῖνον. ὥσπερ δὲ ἀνωτέρω εἶπε “ κράζει Ἡσαίας,” οὕτως καὶ ἐνταῦθα, “ Ἡσαίας δὲ,” φησι, “ ἀποτολμᾷ καὶ λέγει·” τουτέστιν, ἐβίασατο καὶ ἐφιλονείκησε μηδὲν συνεσκιασμένον εἰπεῖν, ἀλλὰ καὶ γυμνὰ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν θεῖναι τὰ πράγματα. μᾶλλον ἑλόμενος κινδυνεύειν ἐκ τοῦ φανερῶς εἰπεῖν, ἣ τὴν οἰκείαν ὑφορώμενος σωτηρίαν, σκιὰν γοῦν ὑμῖν καταλιπεῖν ἀγνωμοσύνης. καίτοιγε προφητείας οὐκ ἦν τοῦτο σαφῶς οὕτως εἰπεῖν. ἀλλ’ ὅμως ὥστε ἐκ περιουσίας ὑμῖν ἐμφράξαι τὸ στόμα, σαφῶς πάνυ καὶ διαρρήδην ἅπαντα προλέγει. καὶ τὴν ὑμῶν ἔκπτωσιν, καὶ τὴν ἐκείνων εἰσαγωγὴν οὕτω λέγων, “ εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ “ ἐπερωτῶσι.” τίνες οὖν οἱ μὴ ζητοῦντες ; καὶ τίνες οἱ μὴ ἐπερωτῶντες; οὐκ εὔδηλον ὅτι οὐκ Ἰουδαῖοι. ἀλλ’ οἱ ἐξ ἐθνῶν, οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες. ὥσπερ οὖν Μωϋσῆς ἐχαρακτήρισεν αὐτους εἴπων, ἐπ’ οὐκ ἔθνει, καὶ ἔπι ἔθνει ἀσυνετῶ, οὐτῶ καὶ ἐνταῦθα. ἀπὸ τῆς αὐτῆς ὑποθέσεως αὐτοὺς δηλοῖ τῆς ἀγνοίας τῆς ἐπιτεταμένης, ὃ μεγίστη κατηγορία Ἰουδαίων ἦν. ὅτι οἱ μὴ ζητοῦντες εὗρον, καὶ οἱ θητοῦντες, ἀπώλεσαν. πρὸς δὲ τὸν Ἰσραὴλ φησὶ λέγει, “ ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς “ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.”
- 10.20.1.2
Εἶδες πῶς τὸ ἄπορον ἐκεῖνο, καὶ παρὰ πολλῶν ζητούμενον, εὑρίσκεται ἄνωθεν καὶ ἐν τοῖς προφητικοῖς κείμενον ῥήμασι, καὶ σαφῶς λυόμενον ; τι δὲ τοῦτό ἐστιν, ἤκουσας ἔμπροσθεν Παύλου λέγοντος, “ τί οὖν ἐροῦμεν ; ὅτι ἔθνη, τὰ μὴ διώκοντα νόμον δι- “ καιοσύνης, κατέλαβε δικαιοσύνην. Ἰσραὴλ δὲ διώκων νόμον δι- “ καιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε.” τοῦτο καὶ Ησαίας ἐνταῦθα φησίν. τὸ γὰρ “ εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. “ ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι,” ταὐτόν ἐστι τῷ εἰπεῖν, ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην. εἶτα δεικνὺς ὅτι οὐχὶ τῆς τοῦ Θεοῦ χάριτος μόνον ἦν τὸ γινόμενον, ἀλλὰ καὶ τῆς γνώμης τῶν προσελθόντων· ὥσπερ οὖν καὶ ἡ ἐκείνων ἔκπτωσις τῆς φιλονεικίας τῶν ἀπειθησάντων, ἄκουσον τι ἐπήγαγε. “ πρὸς δὲ τὸν Ἰσραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξε- “ πέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. ἡμέραν ἐνταῦθα, τὸν πάντα χρόνον λέγων τὸν ἔμπροσθεν. τὸ δὲ ἐκπετάσαι τὰς χεῖρας, τὸ καλέσαι καὶ ἐπισπάσασθαι καὶ παρακαλέσαι δηλοῖ. εἶτα δεικνὺς τὸ ἔγκλημα ἅπαν ἐκείνων ὂν, φησὶ, “ πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀναλέγοντα.” εἶδες πόση ἡ κατηγορία; οὗτοι μὲν γὰρ οὐδὲ παρακαλοῦντι ἐπείσθησαν. οὐ μόνον δὲ οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ ἀντεῖπον. καὶ ταῦτα οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ διὰ παντὸς τοῦ χρόνου ταῦτα ποιοῦντα ὁρῶντες. ἕτεροι δὲ οἱ μηδέποτε αὐτὸν ἐγνωκότες, ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι. ἀλλ’ οὐ λέγει ὅτι αὐτοὶ ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι. ἀλλὰ καθαιρῶν καὶ τῶν ἐξ ἐθνῶν τὰ φρονήματα, καὶ δεικνὺς τὴν αὐτοῦ χάριν τὸ πᾶν ἐργασαμένην, φησὶν, “ ὅτι ἐγὼ ἐμφανὴς ἐγε- “ νόμην,” καὶ “ ἐγὼ εὑρέθην.” οὐκοῦν κενοὺς πάντων ἐκεῖνοι, φησί; οὐδαμῶς. ἀλλὰ τὸ εὑρεθέντα λαβεῖν καὶ φανέντα ἐπιγνῶναι, τοῦτο παρ’ ἑαυτῶν εἰσήνεγκαν. εἶτα, ἵνα μὴ λέγωσιν οὗτοι, διατί οὖν καὶ ἡμῖν ἀφανὴς ἐγένου ; τὸ πλέον τούτου τίθησιν· ὅτι οὐ μόνον ἐμφανὴς ἐγενόμην, ἀλλὰ καὶ παρέμεινα τὰς χεῖρας ἀναπεταννὺς, καὶ παρακαλῶν, πατρὸς φιλοστόργου, καὶ μητρὸς φιλόπαιδος κηδεμονίαν ἐπιδεικνύμενος.
- 10.20.2.1
Θεοδωρήτου. Ἔδειξε τοίνυν κατὰ ταὐτὸν καὶ τῆς τῶν ἐθνῶν θεογνωσίας τὴν πρόρρησιν. καὶ τὴν Ἰουδαίων μιαιφονίαν. τὸ γὰρ ἀποτολμᾷ, τοῦτο δηλοῖ. οὐκ ἔδεισε φησὶν φονῶντας Ἰουδαίους καὶ μεμηνότας, ἀλλὰ σὺν παρρησίᾳ πολλῇ τὴν τῶν ἐθνῶν προεκήρυξε σωτηρίαν. προεθέσπισε δὲ καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν. τὸ δὲ “ ὅλην τὴν ἡμέραν,” τὸ διηνεκὲς λέγει. τοῦτο γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος ἡρμήνευσαν.
- 10.20.2.2
Καὶ διὰ τῆς ἐκπετάσεως τῶν χειρῶν, δοκεῖ μὲν τὸν λαὸν πρὸς ἑαυτὸν καλεῖν. διὰ δὲ τοῦ αὐτοῦ, καὶ τὸ σχῆμα τοῦ σταυροῦ ἐπιδείκνυται. ἀλλ’ ὅρα πῶς σαφεστάτως ὁ θεῖος Ἀπόστολος τῶν ἔμπροσθεν διαπορηθέντων πάντων τὴν λύσιν ἐπήγαγε. δείξας τὴν γνώμην αὐτῶν αἰτίαν γενομένην τῆς ἀπωλείας, καὶ ὡς πάντοθεν ἀνάξιοι τῆς συγγνώμης εἰσί· καὶ ἀκούσαντες καὶ νοήσαντες τὰ λεγόμενα, καὶ οὐδὲ οὕτω βουληθέντας προσελθεῖν. καὶ τὸ πολὺ πλεῖον, ὅτι οὐ μόνον ἀκοῦσαι αὐτοὺς ταῦτα ἐποίησεν, οὐ μόνον δὲ νοῆσαι, ἀλλὰ καὶ ὃ μείζονα ἰσχὺν ἔχει πρὸς τὸ διεγεῖραι καὶ φιλονεικοῦντας καὶ ἀντιλέγοντας ἐπισπάσασθαι, καὶ τοῦτο προσέθηκε· τὸ παρακνίσαι αὐτοὺς καὶ παραζηλῶσαι. ἴστε γὰρ τοῦ πάθους τὴν τυραννίδα, καὶ ὅσην ἔχει τὴν ἰσχὺν τῆς ζηλοτυπίας ἡ φύσις, πρὸς τὸ λῦσαι φιλονεικίαν ἅπασαν, καὶ τοὺς ἀναπεπτωκότας διαναστῆσαι. καὶ τί δεῖ λέγειν ἐπ’ ἀνθρώπων τοῦτο ; ὅπου καὶ ἐπὶ ἀλόγων, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἀώρου τῶν παιδίων πολλὴν τὴν δύναμιν ἐπιδείκνυται. καὶ γὰρ παιδίον πολλάκις παρακαλούμενον, οὐκ εἶξε τῷ πατρὶ, ἀλλ’ ἔμεινε φιλονεικοῦν. ἑτέρου δὲ θεραπευθέντος παιδίου καὶ μὴ καλούμενον ἐπανῆλθε πρὸς τοὺς κόλπους τοὺς πατρικούς. καὶ ὅπερ οὐκ ἴσχυσεν ἡ παράκλησις, τοῦτο ἐποίησεν ἡ παραζήλωσις. τοῦτο τοίνυν καὶ ὁ Θεὸς ἐποίησεν. οὐ γὰρ παρεκάλεσε μόνον καὶ τὰς χεῖρας ἐξεπέτασεν, ἀλλὰ καὶ τὸ τῆς ζηλοτυπίας ἐν αὐτοῖς διήγειρε πάθος τοὺς πολλῷ καταδεεστέρους αὐτῶν. ὃ μάλιστα ποιεῖ παραζήλωσιν· εἰσάγων οὐκ εἰς τὰ ἐκείνων ἀγαθὰ, ἀλλ’ ὃ πολλῷ μεῖζον ἢν, καὶ τυραννικώτερον ποιεῖ τὸ πάθος, εἰς τὰ πολλῷ μείζονα ἐκείνων καὶ ἀναγκαιότερα, καὶ ἃ μὴ δὲ ὄναρ αὐτοὶ ποτε ἐφαντάσθησαν. ἀλλ’ οὐδὲ οὕτως εἶξαν. οὐδεμιᾶς οὖν εἶεν ἄξιοι συγγνώμης. ἀλλὰ τοῦτο αὐτὸς μὲν οὐ λέγει. καταλιμπάνει δὲ ἐκ τοῦ συμπεράσματος τῶν εἰρημένων αὐτὸ συλλογίζεσθαι.
- 11.1.verse.1
Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἁβραὰμ, φυλῆς Βενϊαμίν. οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω.
- 11.1.1.1
Χρυσοστόμου. τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, ὃ διὰ τῶν ἔμπροσθεν ἁπάντων ἐσπούδασε δεῖξαι. ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἔστηκε. διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπε τὸν λαόν· ἀλλὰ προσέθηκεν “ ὃν προέγνω.” εἶτα ἐπάγων ἀπόδειξιν τοῦ μὴ ἀπῶσθαι τὸν λαὸν, φησὶν, “ καὶ γὰρ ἐγὼ Ἰσραηλίτης, ἐκσπέρματος Ἁβραὰμ φυλῆς Βενϊαμίν.” ἐγὼ φησὶ ὁ διδάσκαλος, ὁ κήρυξ. ἐπεὶ οὖν ἐδόκει ἐναντίον εἶναι τοῖς ἔμπροσθεν εἰρημένοις, τοῖς λέγουσι, “ τίς ἐπίστευσε τῇ ἀκοῇ ;” καὶ “ “ τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. καὶ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει·” οὐκ ἠρκέσθη τῇ ἀπαγορεύσει, οὐδὲ τῷ εἰπεῖν “ μὴ γένοιτο·” ἀλλὰ καὶ κατασκευάζει αὐτὸ, πάλιν ἀναλαμβάνων καὶ λέγων, “ οὐκ ἀπώσατο “ ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.” ἀλλὰ τοῦτο οὐκ ἔστι κατασκευὴ φησὶν, ἀλλ’ ἀπόφασις· ὅρα οὑν τὴν κατασκευὴν, τήν τε προτέραν καὶ τὴν μετ’ ἐκείνην. προτέρα μὲν γάρ ἐστι τὸ δεῖξαι, ὅτι αὐτὸς ἐκεῖθεν ἦν. οὐκ ἂν δὲ, εἰ ἀπωθεῖσθαι αὐτὸν ἔμελλεν, ᾧ τὲ κήρυγμα ἅπαν, καὶ τὰ πράγματα τῆς οἰκουμένης ἐνεπίστευσε, καὶ τὰ μυστήρια πάντα, καὶ τὴν οἰκονομίαν ὅλην, τοῦτον ἐκεῖθεν ἐξελέξατο. αὕτη μὲν οὖν μία κατασκευή. δευτέρα δὲ μετ’ ἐκείνην, τὸ εἰπεῖν “ τὸν “ λαὸν ὃν προέγνω,” τουτέστιν, ὃν ᾔδει σαφῶς ἐπιτήδειον ὄντα, καὶ τὴν πίστιν δεξάμενον. καὶ γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι, καὶ μυρίοι ἐξ ἐκείνων ἦσαν πιστεύσαντες. ἵνα γὰρ μὴ λέγῃ τις, σὺ οὖν ὁ λαὸς εἶ. καὶ ἐπειδὴ σὺ ἐκλήθης, τὸ ἔθνος ἐκλήθη, ἐπήγαγεν, “ οὐκ ἀπώσατο τὸν λαὸν ὃν προέγνω·” ὡς ἂν εἰ ἔλεγεν, ἔχω μετ’ ἐμοῦ τρισχιλίους, ἔχω πεντακισχιλίους, ἔχω μυρίους.
- 11.1.2.1
Θεοδωρήτου. Ἠδύνατο μὲν οὖν τὴν ἀπόδειξιν τοῦ μὴ ἀπωσθῆναι τὸν λαὸν καὶ ἐξ ἑτέρων πολλῶν παρασχεῖν, καὶ ἀγαγεῖν εἰς μέσον, τούς τε ἐν Ἱεροσολύμοις πεπιστευκότας τρισχιλίους. καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, “ καὶ “ τοὺς κατὰ τὴν οἰκουμένην τῶν Ἰουδαίων δεξαμένους τὸ κήρυγμα.” ἀλλ’ ἀντὶ τούτων πάντων ἑαυτὸν ἐπιδείκνυσιν. εἰ ἀπώσατο, λέγων, ὁ Θεὸς τὸν λαὸν, εἷς ἃν ἦν τῶν κατηγορουμένων κἀγώ. ἐξ ἐκείνης γὰρ κἀγὼ τῆς ῥίζης ἐβλάστησα, καὶ τὸν Ἁβραὰμ αὐχῶ πρόγονον, καὶ τὸν Βενϊαμὶν φύλαρχον· καὶ τῇ τοῦ Ἰσραὴλ προσηγορίᾳ σεμνύνομαι. καλῶς δὲ “ καὶ ὃν προέγνω,” προσέθηκε. τουτέστι, τοὺς τῆς θεογνωσίας ἀξίους, τοὺς τῆς πίστεως δεξαμένους τὴν αἴγλην.
- 11.1.3.1
Γενναδίου. Διὰ τῆς προσθήκης ταύτης ἐμφήνας, οὐδὲ λαὸν εἶναι τοὺς ἄλλους, Θεοῦ, κἂν τὸν αὐτὸν τούτοις ἐπιγράφοιντο κάτα σάρκα προπάτορα.
- 11.1.4.1
Θεοδώρου Μονάκου. Τέως δείκνυσιν ὅτι ἐστὶν ἐν τῶ ἔθνει αὐτῶν τινὲς, ἄξιοι σωτηρίας. διὸ φησὶν “ ὃν προέγνω.” τουτέστιν ὃν ᾔδει εὐσεβῆ ἐσόμενον. καὶ ἰσχυρῶς τοῦτο ἐφ’ ἑαυτοῦ πιστοῦται, ἐν ᾧτ’ καὶ ἑαυτὸν Ἰσραηλίτην φησίν. εἰ γὰρ πάντα λέγων τὸν Ἰσραὴλ ἀπώσατο, πῶς ἐγὼ ἐσωζόμην, καὶ γέγονα Ἀπόστολος, Ισραηλίτης ὤν ;
- 11.1.5.1
Κυρίλλου. Ἐμφρόνως τοίνυν ὁ Παῦλος, καίτοι παθόντα τὸν σκοτισμὸν, οὐκ ἐᾷ μειζόνως κατασκληρύνεσθαι τὸν Ἰσραὴλ ταῖς εισαπαν απογνωσεσι. μέτεισι ’δε ὡσπερ εὐτέχνως ταῖς χρηστοεπείαις. ἄρτι μὲν γὰρ ὡς ἀπειθῆ κατῃτιᾶτο τὸν Ἰσραήλ. ἐλπίδος γε μὴν τῆς ἄνωθεν οὐκ ἀπογυμνοῖ, οὔτε μὴν ὁλοτρόπως τῆς πρὸς Θεὸν οἰκειότητος, ἐξωσθῆναι φησίν. καὶ σαφῶς τοῦ πράγματος ποιεῖται ἀπόδειξιν· ἑαυτὸν παραθεὶς ὄντα Ἰσραηλίτην, ἐκ σπέρματος Ἁβραὰμ, εὐφυέστατα, καὶ Θεοῦ λαὸν ἀποκαλῶν ἔτι, καὶ προστιθεὶς τὸ, “ μὴ γένοιτο,” τοῖς περὶ τοῦ ἀπῶσθαι λόγοις. ταῦτα δὲ ἦν, οἱονεὶ περισαίνοντος τοὺς ἀπειθεῖν ἑλομένους, καὶ θωπικῶς ὑποτρέχοντος, καὶ εἰς ἕξιν αὐτοὺς ἀποφέροντος τὴν εὐσεβῆ καὶ εὐήνιον. εἴπερ οὐν ἐστιν ἐναργὲς, ὡς κέκληται πρὸς ἀποστολὴν αὐτός· τέθειται δὲ καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ἱερουργὸς εἰς τὰ ἔθνη, κήρυξ καὶ Ἀπόστολος. καίτοι ὑπάρχων ἐξ Ἰσραὴλ, πρόδηλον, ὡς οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
- 11.3.verse.1
Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή ; ὡς ἐντυγχάνει κατὰ τοῦ Ἰσραὴλ, λέγων, Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέ- σκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός ; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῆ Βάαλ.
- 11.3.1.1
Χρυσοστόμου. Ἵνα μὴ λέγωσι· τί οὖν ὁ λαὸς, εἰς σέ ; καὶ εἰς τρισχιλίους καὶ πεντακισχιλίους, καὶ μυρίους περιέστη, τὸ σπέρμα ἐκεῖνο τὸ μιμούμενον τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ τὴν ἄμμον τὴν θαλαττίαν. καὶ οὕτως ἡμᾶς ἀπατᾷς, τὸν λαὸν ἅπαντα σαυτῷ τιθείς. καὶ τοὺς ὀλίγους τοὺς μετὰ σοῦ, καὶ κεναῖς ἡμᾶς ἐφύσησας ἐλπίσι, τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπελειμμένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης ; ἵν᾿ οὖν μὴ ταῦτα λέγωσιν, ὅρα πῶς διὰ τῶν ἑξῆς τὴν λύσιν ἐπάγει. τὴν μὲν ἀντίθεσιν τιθείς· πρὸ δὲ τῆς ἀντιθέσεως τὴν λύσιν αὐτῆς ἀπὸ παλαιᾶς ἱστορίας κατασκευάζων. τίς οὖν ἡ λύσις ; “οὐκ ἀπώ- “σατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.” εἰ γὰρ ἀπώσατο, οὐδένα ἃν ἐδέξατο. εἰ δὲ ἐδέξατο τινὰς, οὐκ ἀπώσατο. καὶ μὴν φησὶ, εἰ μὴ ἀπώσατο, ἅπαντας ἃν ἐδέξατο. οὐδαμῶς. καὶ γὰρ ἐπὶ Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας. καὶ νῦν δὲ εἰκὸς πολλοὺς εἶναι τοὺς πεπιστευκότας. εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδέν. ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ἠγνόει. ἀλλ’ ὁ Θεὸς ᾠκονόμει τὰ ἑαυτοῦ, καὶ τοῦ προφήτου ἀγνοοῦντος.
- 11.3.1.2
Σκόπει δὲ αὐτοῦ τὴν σύνεσιν. πῶς ἐν τῶ κατασκευάζειν τὸ προκείμενον, λανθανόντως τὴν κατηγορίαν αὐτῶν αὔξει. διὰ γὰρ τοῦτο καὶ πάσης ἐμνήσθη τῆς μαρτυρίας, ἵνα αὐτῶν ἐκπομπεύσῃ τὴν ἀσχημοσύνην, καὶ δείξῃ ἄνωθεν ὄντας ἀγνώμονας. εἰ γὰρ μὴ τοῦτο ἤθελεν, ἀλλ’ ἓν δεῖξαι μόνον ἐσπούδαζεν· ὅτι ἐν τοῖς ὀλίγοις ὁ λαὸς, εἶπεν ἃν ὅτι καὶ ἐπὶ Ἠλίᾳ, ἑπτακισχιλίους ὑπελείφθησαν. νυνὶ δὲ ἄνωθεν ἀναγινώσκει τὴν μαρτυρίαν ἅπασαν. πανταχοῦ γὰρ ἐσπούδακε δεῖξαι, οὐδὲν ξένον ποιήσαντας ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν Ἀποστόλων, ἀλλὰ τὰ συνήθη καὶ μεμελετημένα. ἵνα γὰρ μὴ λέγωσιν ὅτι ὡς πλάνον ἀνείλομεν τὸν Χριστὸν, καὶ ὡς ἀπατεῶνας διώκομεν τοὺς Ἀποστόλους, παράγει τὴν μαρτυρίαν τὴν λέγουσαν, “ Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου “ κατέσκαψαν.” εἶτα ὥστε μὴ ποιῆσαι τὸν λόγον ἐπαχθῆ, ἑτέραν τῇ τῆς μαρτυρίας ἐπαγωγῇ, περιτίθησιν αἰτίαν. οὐ γὰρ ὡς προηγουμένως αὐτῶν κατηγορῆσαι βουλόμενος παράγει, ἀλλ’ ὡς ἕτερά τινα ἀποδεῖξαι σπουδάζων. καὶ ἀποστερεῖ πάσης αὐτοὺς συγγνώμης, καὶ ἀπὸ τῶν ἔμπροσθεν γεγενημένων. ὅρα γὰρ πῶς ἐπιτεταμένη ἡ κατηγορία, καὶ ἀπὸ τοῦ προσώπου γίνεται. οὐδὲ γὰρ Παῦλος ἐστὶν ὁ κατηγορῶν, οὐδὲ Πέτρος καὶ Ἰάκωβος, καὶ Ἰωάννης, ἀλλ’ ὁ μάλιστα πάντων παρ’ αὐτοῖς θαυμαζόμενος τῶν προφητῶν. τι οὖν οὗτος φησι ; “ Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν,” καὶ τὰ ἑξῆς. τι τῆς θηριωδίας ταύτης γένοιτ’ ἄνα. δέον γὰρ παρακαλεῖν ὑπὲρ τῶν ἤδη πλημμεληθέντων. οἱ δὲ, καὶ αὐτὸν ἐβούλοντο ἀνελεῖν. ἅπερ ἅπαντα πάσης ἀπεστέρει συγγνώμης αὐτούς. οὐδὲ γὰρ τοῦ λιμοῦ κρατοῦντος, ἀλλὰ τῆς εὐετηρίας γενομένης, καὶ τῆς αἰσχύνης λυθείσης, καὶ τῶν δαιμόνων καταισχυνθέντων, καὶ τῆς τοῦ Θεοῦ δειχθείσης δυνάμεως, καὶ τοῦ βασιλέως ὑποκύψαντος, ἐτόλμων ταῦτα ἐκεῖνοι, ἀπὸ φόνων εἰς φόνους μεταβαίνοντες, καὶ τοὺς διδασκάλους, τοὺς διορθοῦντας αὐτῶν τὴν γνώμην, ἀναιρουντας.
- 11.3.1.3
Τί γὰρ ἃν ἔχοιεν εἰπεῖν; μὴ καὶ ἐκεῖνοι πλάνοι; μὴ καὶ ἐκείνους οὐκ ᾔδεσαν πόθεν ἦσαν; ἀλλὰ ἐλύπουν ὑμᾶς, ἀλλὰ καὶ χρηστὰ ἔλεγον. τί δὲ τὰ θυσιαστήρια ; μὴ καὶ αὐτὰ ἐλύπουν ; ὁρᾷς πόσης φιλονεικίας, πόσης ὕβρεως ἐξήνεγκον ἀεὶ δείγματα ;
- 11.3.2.1
Θεοδωρήτου. Καὶ κατ’ ἐκεῖνον οὖν, φησι, τὸν καιρὸν πολλαὶ μυριάδες ἦσαν τοῦ Ἰσραήλ. καὶ πάντες Ἰσραὴλ ὠνομάζοντο. ἀλλ’ ὁ τῶν ὅλων Θεὸς, τῶν ἑπτακισχιλίων ἑαυτὸν Θεὸν προσηγόρευσε. τοὺς δὲ ἄλλους ἀπεδοκίμασεν ἅπαντας. κατέλιπον γὰρ ἐμαυτῷ ἔφη, ἑπτακισχιλίους ἄνδρας. ὁ μέντοι προφήτης καὶ τοῦτο ἠγνόει. καὶ ἐν αὐτῷ μόνῳ τὰ λείψανα σεσῶσθαι τῆς εὐσεβείας ἐνόμιζεν. οὐδὲν οὖν καινὸν, εἰ καὶ ὑμεῖς ἀγνοεῖτε τοὺς ἐξ ὑμῶν τῷ Σωτήρι’ πεπιστευκότας· οὓς λαὸν τῶν ἁπάντων ὁ Κύριος προσαγορεύει καὶ Θεός.
- 11.3.3.1
Γενναδίου. Καὶ ἅμα ἐκ τῆς γραφῆς ταύτης παρίστησι τὸ, κἂν τοῖς ἔμπροσθεν χρόνοις πολλοὺς ἐξ αὐτῶν ἀποδοκιμασθῆναι· τὸ μέντοι “ ἐν τῷ Ἠλίᾳ,” ἀντὶ τοῦ διὰ τοῦ Ἡλίου εἴρηται.
- 11.3.4.1
Κυρίλλου. Ὡς ἁρμοδιώτατα τοιγαροῦν, καθάπερ εἰρηκότα τινὰ τοῦ συμβεβηκότος τῷ Ἰσραὴλ, παρακομίζει τὴν ἱστορίαν τὴν ἐπὶ Ἠλίου. ἔστι γὰρ ὡς ἐξ ὁμοιότητος τῶν τὸ τηνικάδε πραγμάτων κατιδεῖν εὐκόλως, ὡς αὐτὸς ἐφ’ ἑαυτῷ πεπαρῴνηκεν ὁ Ἰσραήλ. βασιλεύοντος μὲν γὰρ Ἀχαὰβ τῆς Σαμαρείας, εὐκόλως ἐθρη- σκεύετο τὰ χειρότμητα παρὰ τοῦ Ἰσραήλ. θυσίαι τε ἦσαν, καὶ τεμένη πανταχοῦ. ἐδεδίεσαν δὲ πάντως οἱ Θεῷ προσκείμενοι, καὶ δύσοιστον οὕτω τὴν δόξαν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις, καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας. ὅτε καὶ αὐτὸς Ἠλίας, ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσέπιπτε δὲ τῷ Θεῷ λέγων, “ τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφή- “ τὰς σου ἀπέκτειναν. κἀγὼ κατελείφθην μόνος, καὶ ζητοῦσι τὴν “ ψυχήν μου ἀπ’ ἐμοῦ.” ἀντήκουε δὲ πρὸς τοῦτο εὐθὺς, “ κατέλι- “ πον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ “ τῇ Βάαλ.” ἀλλ’ ὥσπερ τότε, Θεὸς μὲν οὐκ ἦν, ὁ ταῖς οὕτω δειναῖς ἀνοσιουργίαις ἐνιεὶς τὸ Ἰσραὴλ, ἰδίαις δὲ μᾶλλον ἀπονοίαις χρώμενοι κατώλισθον αὐτοί. οὕτω δὴ πάλιν προθέντος ἅπασι τοῦ Θεοῦ καὶ Πατρὸς τὴν διὰ Χριστοῦ σωτηρίαν, διωθουμένου τὲ παντελῶς οὐδένα, κατώλισθον ἐθελοντὶ πρὸς ἀπόστασιν, προσαπωσάμενοι τὸν λυτρωτήν. οὐκοῦν οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. προσέθηκε γὰρ, ὡς ἔφην, τὸ, εἴπερ ἕλοιντο μεταλαχεῖν τῆς διὰ Χριστοῦ σωτηρίας. χρηματισμὸς δέ ἐστιν ὁ τοῦ Θεοῦ λόγος.
- 11.5.verse.1
Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν.
- 11.5.1.1
Χρυσοστόμου. Δείκνυται ἐντεῦθεν ὅτι τοὺς ἀξίους ὁ Θεὸς ἀεὶ σώζειν εἴωθεν· κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειμένη ἦ. ὃ καὶ ἄνωθεν ἔδειξε, δι’ ὧν ἔλεγεν, “ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν “ Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης.” καὶ “εἰ μὴ Κύριος Σαβαὼθ “ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἃν ἐγενήθημεν.” ὅρα δὲ ἑκάστην λέξιν τὴν οἰκείαν εὐγένειαν διασώζουσαν, καὶ τὴν τοῦ Θεοῦ χάριν, καὶ τὴν τῶν σωζομένων εὐγνωμοσύνην ἐμφαίνουσαν. τῷ μὲν γὰρ εἰπεῖν ἐκλογὴν, ἔδειξεν ἐκείνων τὴν δοκιμήν. τῷ δὲ εἰπεῖν “ χάριτος,” ἔδειξε τὴν τοῦ Θεοῦ δωρεάν.
- 11.5.2.1
Θεοδωρήτου. Ὥσπερ γάρ, φησιν, τότε ἀπὸ μυριάδων ἀπείρων ἑπτακισχίλιοι κατελείφθησαν μόνοι τῆς ἀσεβείας ἐλεύθεροι· οὕτω καὶ νῦν πλείους μὲν οἱ ἀπιστήσαντες, ἐλάττους δὲ οἱ πιστεύσαντες, καὶ τῆς θείας χάριτος ἀπολαύσαντες. Γενναδίου. Οὐδὲν οὖν ὡς ἔοικε καινὸν οὐδὲ ἐν τῷ παρόντι γεγένηται. λειψάνου τινὸς κατὰ χάριν ἐκλεγέντος καὶ νῦν, ἐκ τοῦ παντὸς γένους ὑμῶν. ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον, οὐδ’ ἃν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου Θεοῦ, τουτέστι, μὴ θείας χάριτος αὐτοὺς ἐπὶ τῆς γνώμης τῆς εὐσεβοῦς φυλαττούσης, οὕτως οὕτως καὶ νῦν.
- 11.6.verse.1
Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις.
- 11.6.1.1
Χρυσοστόμου. Πάλιν ἐπιπηδᾷ τῆ φιλονεικία τῶν Ἰουδαίων μετὰ τῶν εἰρημένων· καὶ ἐντεῦθεν αὐτοὺς ἀποστερῶν συγγνώμης. οὐδὲ γὰρ ἔχετε, φησὶ, εἰπεῖν, ὅτι προφῆται μὲν ἐκάλουν, καὶ ὁ Θεὸς παρεκάλει, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἱκανὴ ἡμᾶς ἐπισπάσασθαι ἦν. φορτικὰ δὲ τὰ ἐπιταττόμενα, καὶ διὰ τοῦτο οὐκ ἐδυνήθημεν προσελθεῖν. ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούμεθα, καὶ κατορθώματα ἐπίπονα. πῶς γὰρ ἃν ταῦτα ἀπῄτησεν ο Θεὸς παρ’ ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ τοῦτο ἐπισκιάζειν ἔμελλε; ταῦτα δὲ εἶπε, βουλόμενος ἐνδείξασθαι ὅτι σφόδρα ἐβούλετο αὐτοὺς σωθῆναι. οὐ γὰρ ἡ σωτηρία αὐτοῖς προεχώρει μόνον εὐκόλως, ἀλλὰ καὶ τῷ Θεῷ δόξα μεγίστη ἦν, τὸ τὴν φιλανθρωπίαν ἐπιδείξασθαι τὴν ἑαυτοῦ. τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούμενος ἔργα; τί δὲ στασιάζεις καὶ φιλονεικεῖς, χάριτος προκειμένης; καὶ νόμον μοι προβάλλῃ εἰκῆ καὶ μάτην; οὔτε γὰρ ἐκεῖθεν σωθήσῃ. καὶ ταύτην λυμήνῃ τὴν δωρεάν. εἰ γὰρ φιλονεικεῖς ἐκεῖθεν σώζεσθαι, ἀναιρεῖς τοῦ Θεοῦ τὴν χάριν ταύτην. εἶτα ἵνα μὴ νομίσωσι τοῦτο ξένον εἶναι, προλαβὼν καὶ τοὺς ἑπτακισχιλίους ἐκείνους, ἀπὸ χάριτος ἔφη σεσῶσθαι. ὅταν γὰρ εἴπῃ ὅτι οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε, δείκνυσιν, ὅτι καὶ ἐκεῖνοι χάριτι ἐσώθησαν. καὶ οὐ τούτῳ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν “ κατέλιπον ἐμαυτῷ.” τοῦτο γὰρ ἐμφαίνοντός ἐστιν ὅτι τὸ πλέον αὐτὸς εἰσήνεγκε. καὶ εἰ χάριτι, φησὶν, διατί μὴ πάντες ἐσωζόμεθα; ὅτι μὴ βούλεσθε. ἢ γὰρ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σώζει· οὐ τοὺς ἀποστρεφομένους αὐτὴν, καὶ πολεμοῦντας αὐτὴ διηνεκῶς καὶ ἐναντιουμένους.
- 11.6.2.1
Γενναδίου. Οὐ τηνάλλως δὲ ἀδολεσχῆσαι βουλόμενος, οὕτω ταῦτα ἔθηκεν ὁ Ἀπόστολος, ἀλλὰ δεῖξαι σπουδάζων, ἀσύμβατον ὄντα παντελῶς τὸν νόμον τῇ χάριτι· καὶ οὐ δυνάμενα κατὰ ταυτὸν ἀμφότερα ταῦτα, ἀλλὰ ἀναγκαίως ἔχον θατέρῳ θάτερον ὑπεξίστασθαι. ὥστε εἰ χάριτι ἐκλεγόμεθα, ῥᾴδιον τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ. οὐδὲ γὰρ ἔργων δεόμεθα εἰς τὸ προσδραμεῖν αὐτῷ καὶ πιστεῦσαι Χριστῷ. ἀλλὰ μόνη γνώμη καὶ προαίρεσις ἀρκεῖ. κατὰ χάριν γὰρ, οὐ δι’ ἔργα προσδέχεται. ὥστε εἰ χάριτι καλεῖ καὶ προσδέχεται, οὐκ ἔχομεν εἰς τοῦτο χρείαν ἔργων. ἐπεὶ εἰ χρείαν σχοίημεν ἔργων, οὐκέτι ἡ χάρις, χάρις μένει. οὐ μόνον δὲ τοῦτο ἀκολουθήσει τὸ ἄτοπον, ἐὰν νομίσωμεν ὅτι δεῖ ἡμῖν ἔργων εἰς τὸ προσελθεῖν, καὶ πιστεῦσαι Χριστῷ, ἀλλὰ καὶ ἕτερον ὅμοιον. εἰ γὰρ ἐξ ἔργων προσιέναι δεῖν ἡμᾶς νομίσομεν, δῆλον ὡς ἀνήρηται ἡ χάρις. ἐπεὶ εἰ μὴ ἀνήρηται, οὐκέτι οὐδὲ τὸ ἔργον μένει ἔργον· τῆς χάριτος οὐκ ἐώσης ὅλως ἔργον ὑποστῆναι· ἀλλὰ προῖκα τὴν ἐκλογὴν ἐπιδεικνυμένης. κεχώρισται μὲν γὰρ ἀπ’ ἀλλήλων τῇ φύσει χάρις καὶ ἔργον. καὶ τῷ μὲν ἔργῳ ἕπεται μισθὸς καὶ οὐ χάρις. ἡ δὲ χάρις δίδοται, οὐχ ὡς ἀντιμισθία, ἀλλὰ δῶρον καὶ φιλοτιμία. δῆλον οὖν, ὅτι τὴν εὐεργεσίαν τῆς χάριτος παρεχομένης· εἴ τις οἴεται διὰ τῶν ἔργων ταύτης ἀπολαύειν, ἀναιρεῖ τὴν χάριν τὸ ὅσον ἐφ’ ἑαυτῷ, καὶ οὐ μένει ἡ χάρις ἔτι χάρις. πάλιν οὐδὲ τὰ ἔργα μένει ἔργα. τὴν γὰρ οἰκείαν οὐ σώζει φύσιν. ἐπεὶ τοῖς ἔργοις μισθὸς, ἀλλ’ οὐ χάρις ἀκολουθεῖ. τῆς χάριτος οὖν χορηγούσης τὴν εὐεργεσίαν, κἄν τις δι’ ἔργων ταύτης τυχεῖν πειρασθείη, εἰς μάτην ἔσται ἡ πείρα. μήτε τῶν ἔργων, ἔργων ἔτι δυναμένων μεῖναι. οὐ γὰρ ἔσται τούτοις μισθὸς, τῆς χάριτος προλαβούσης. καὶ ματαιοπονοῦντος λαβεῖν δι’ ἔργων, ὃ προῖκα παρέσχεν ἡ χάρις. εἰ γοῦν χάριτι φησὶ, οὐκέτι ἐξ ἔργων· ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνήρηται ἡ χάρις, χάρις εἶναι. πάλιν εἰ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις. ἐπεὶ εἰ συγχωρηθῇ ἡ χάρις, οὐκέτι μένει τὸ ἔργον, ἔργον.
- 11.6.3.1
Θεοδώρου Μονάχου. Εἰ δὲ λέγει τις, διατί οὖν οὐ πᾶσιν ἐχαρίσατο; λεκτέον, ὅτι ἡ χάρις, ἐν τῇ πίστει καὶ τῷ βαπτίσματι δίδοται. ᾧπερ ἀπιστήσαντες, πῶς ἔμελλον τυχεῖν τῆς χάριτος καὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν;
- 11.6.4.1
Χρυσοστόμου. Δι’ ὅλου τοιγαροῦν ἐκεῖνο κατασκευάζει ὁ θεῖος Ἀπόστολος τὸ, “ οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ.” δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία· καὶ ὅτι οὗτοι, εἰ καὶ ὀλίγοι εἰσι, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ. καὶ τοι γε ἐν προοιμίοις τῆς Ἐπιστολῆς μετὰ πλείονος αὐτὸ ὑπερβολῆς τέθεικεν, εἰπὼν, “ τί γὰρ εἰ ἠπίστησάν τινες ;” καὶ μὴ δὲ μέχρι στὰς, ἀλλ’ ἐπάγων, “ γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος “ ψεύστης.” καὶ νῦν δὲ πάλιν ἑτέρως αὐτὸ κατασκευάζει, καὶ τῆς χάριτος δείκνυσι τὴν ἰσχύν· καὶ ἀεὶ τοὺς μὲν, σωζομένους, τοὺς δὲ, ἀπολλυμένους.
- 11.7.verse.1
Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.
- 11.7.1.1
Κυρίλλου. Ἔφη μὲν ὅτι οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. ἐπειδὴ δὲ ἦν εἰκὸς ἀνταναστῆναι τινὰς ἐκεῖνό που πάντως προισχομένους καὶ λέγοντας, καίτοι πῶς οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, εἴπερ ἀπώλισθεν Ἰσραὴλ εἰ καὶ μὴ εἰσάπαν ὁλοτελῶς, ἀλλ’ οὖν ὡς ἐν μοίρᾳ; λεῖμμα γὰρ σέσωσται· καὶ τοῦτο κατ’ ἐκλογήν. ὑπ’ αὐτοῦ δὴ καὶ μάλα ἐμφρόνως. καὶ φησὶν, “ τι οὖν ” τουτέστι, τί οὖν περὶ τούτου φημί; “ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου “ οὐκ ἐπέτυχεν. ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.” ἐπιζητεῖ μὲν γὰρ ὁ Ἰσραὴλ τὴν ἐκ νόμου δικαίωσιν. εἶτα πῶς ἦν αὐτὸν δικαιοῦσθαι φησὶν, τετελειωκότος οὐδένα τοῦ νόμου· οὐκοῦν τὴν διὰ τύπου δικαίωσιν ἐπιζητεῖ μὲν ὁ Ἰσραήλ· οὐκ ἐπέτυχε δέ. ἀλλ’ οἱ γε ἀπολογάδην καὶ τῶν ἄλλων ἐξῃρημένοι, διὰ τὸ εὐπειθὲς ἐπέτυχον. δεδικαίωνται γὰρ διὰ πίπτεως. πεπώρωνται δὲ οἱ λοιποί. τουτέστιν οἱ σκληροὶ τε καὶ ἀνουθέτητοι.
- 11.7.2.1
Θεοδωρήτου. Εἰς μὲν οὖν τὸ, “ τι οὖν ;” ὑποστικτέον. κατ’ ἐρώτησιν γὰρ κεῖται. ἀντὶ τοῦ, τι τοίνυν ἔστιν εἰπεῖν ; εἶτα, κατὰ ἀπόκρισιν τὰ λοιπά. ἐκλογὴν δὲ, τοὺς ἐξ αὐτῶν πεπιστευκότας καλεῖ. λέγων ὅτι ὁ Ἰσραὴλ τῷ νόμῳ προστετηκὼς, διήμαρτε τοῦ σκοποῦ. παρανόμως γὰρ νῦν φυλάττει τὸν νόμον, καὶ δικαιοσύνην οὐδεμίαν καρποῦται. οἱ δὲ ἐξ αὐτῶν πεπιστευκότες, ἐπέτυχον. οἱ δὲ λοιποὶ ἐπωρώθησαν. ἀντὶ τοῦ, σκληροτέραν ἡ ἀπιστία τὴν καρδίαν αὐτῶν εἰργάσατο.
- 11.7.3.1
Χρυσοστόμου. Τὸ τοίνυν ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, οὐκ ἐρωτῶντος μᾶλλον ἐστὶν ἢ ἐγκαλοῦντος. ἑαυτῷ γὰρ μάχεται, φησὶν, ὁ Ἰουδαῖος, ζητῶν δικαιοσύνην ἣν οὐ οὐ b βούλεται λαβεῖν. εἰτα ἀποστερῶν αὐτοὺς πάλιν συγγνώμης, ἀπὸ τῶν εἰληφότων δείκνυσιν αὐτῶν τὴν ἀγνωμοσύνην. ἡ γὰρ ἐκλογὴ, φησὶ, ἐπέτυχε. κἀκεῖνοι τούτους κατακρινοῦσιν. ὅπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν, “ εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια. οἱ υἱοὶ “ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο κριταὶ αὐτοὶ ὑμῶν ἔσονται.’ ἵνα γὰρ μηδεὶς τῇ τοῦ πράγματος ἐγκαλῇ φύσει, ἀλλὰ τῇ ἐκείνων γνώμῃ, δείκνυσι καὶ τοὺς ἐπιτυχόντας. διὸ καὶ σφόδρα ἐμφαντικῶς τῇ λέξει κέχρηται· καὶ τὴν ἄνωθεν χάριν καὶ τὴν αὐτῶν σπουδὴν ἐνδεικνύμενος. οὐδὲ γὰρ ἵνα ἀνέλῃ τὸ αὐτεξούσιον, φησὶν, ὅτι ἐπέτυχον. ἀλλ’ ἵνα δηλώσῃ τῶν ἀγαθῶν τὸ μέγεθος. καὶ ὅτι πλέον τῆς χάριτος ἦν, οὐ τὸ πᾶν. καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, ὁ δεῖνα ἐπέτυχεν· ὁ δεῖνα εὗρεν. ὅταν πολὺ κέρδος ᾖ τὸ γινόμενον. οὐ γὰρ ἀνθρωπίνοις νόμοις c ἀλλὰ θείᾳ δωρεᾷ τὸ πλέον γέγονεν. “ οἱ δὲ λοιποὶ,” φησὶν, “ ἐπωρώθησαν.” ὅρα πότε ἐθάρρησεν εἰπεῖν οἰκείᾳ φωνῇ τὴν τῶν λοιπῶν ἐκβολήν· εἶπε μὲν γὰρ αὐτὴν καὶ ἤδη· ἀλλὰ τοὺς προφήτας εἰσάγων κατηγοροῦντας. ἐνταῦθα δὲ καὶ ὁ αὐτὸς λοιπὸν ἀποφαίνεται.
- 11.7.4.1
Θεοδώρου Μονάχου. Τί οὖν φησίν; ἀντὶ τοῦ, τι οὖν ἐκ τῶν προειρημένων ἡμῖν τὸ συναγόμενον; ἐν οἷς τῶν τε ἠπιστηκότων κατηγορήσαμεν, καὶ τοὺς πεπιστευκότας δικαιότατα τὴν τῶν δογμάτων ἀλήθειαν προτετιμηκότας ἐδείξαμεν; “ ὃ ἐπιζητεῖ Ἰσραὴλ, “ τούτου οὐκ ἐπέτυχεν.” ὅτι τοῖς Ἰσραηλίταις τυχεῖν οὐκ ἐγένετο τούτου, ὃ δὴ ζητεῖν δοκοῦσιν. ἵνα εἴπῃ τῆς δικαιοσύνης. ὅμοιον γάρ ἐστι τῷ “ Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον “ δικαιοσύνης οὐκ ἔφθασε.” λείπει δὲ τὸ, πάντες. ἵνα ἦ, τούτου πάντες οὐκ ἐπέτυχον. ἐπάγει γὰρ, “ ἡ δὲ ἐκλογὴ ἐπέτυχεν. οἱ δὲ “ λοιποὶ ἐπωρώθησαν.” ἵνα εἴπῃ, ἔτυχον μὲν τῆς δικαιώσεως οἱ τῆς ἐκλογῆς, ἀπὸ τοῦ ἰδίου τρόπου νομισθέντες ἄξιοι. οἱ δὲ λοιποὶ πάντες ἀπεβλήθησαν διὰ τὴν αὐτῶν κακίαν.
- 11.8.verse.1
Καθὼς γέγραπται, Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.
- 11.8.1.1
Χρυσοστόμου. Ἀποφηνάμενος ὅτι ἐπωρώθησαν, οὐδὲ ἐνταῦθα ἀρκεῖται τῇ οἰκείᾳ ἀποφάσει, ἀλλὰ πάλιν τὸν προφήτην Ἠσαίαν ἐπήγαγε. πόθεν δὲ ἡ πώρωσις αὕτη; εἶπε μὲν καὶ ἔμπροσθεν τὰς αἰτίας. καὶ τὸ πᾶν εἰς τὴν αὐτῶν περιέτρεψε κεφαλήν· δεικνὺς ὅτι ἐξ ἀκαίρου φιλονεικίας ὑπέμειναν. λέγει δὲ καὶ νῦν. ὅταν γὰρ εἴπῃ “ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν,” οὐδὲν ἕτερον ἣ τὴν γνώμην αὐτῶν τὴν φιλόνεικον διαβάλλει. καὶ γὰρ ὀφθαλμοὺς ἔχοντες ὥστε ἰδεῖν τὰ θαύματα, καὶ ὦτα κεκτημένοι ὥστε ἀκοῦσαι τῆς θαυμαστῆς ἐκείνης διδασκαλίας, οὐδενὶ τούτων εἰς δέον ἐχρήσατο. τὸ δὲ “ ἔδωκεν” ἐνταῦθα μὴ ἐνέργειαν εἶναι νόμιζε, ἀλλὰ συγχώρησιν. κατάνυξιν δὲ ἐνταῦθα, τὴν ἐπὶ τὸ χεῖρον ἕξιν τῆς ψυχῆς φησι, τὴν ἀνιάτως ἔχουσαν καὶ ἀμεταθέτως. ἐπεὶ καὶ ἀλλαχοῦ φησὶ ὁ Δαβὶδ, “ ὅπως ἃν ψάλλῃ σοι ἡ “ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.” τουτέστιν, οὐ μὴ μεταστῶ, μὴ μεταβληθῶ. ὥσπερ γὰρ ὁ ἐν εὐλαβείᾳ κατανενυγμένος οὐκ ἂν εὐκόλως μεταστῇ, οὕτω καὶ ὁ ἐν πονηρίᾳ κατανυγεὶς πάλιν, οὐκ ἃν ῥᾳδίως μεταβάλοιτο. κατανυγῆναι γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἣ τὸ ἐμπαγῆναί που καὶ προσηλῶσθαι. τὸ τοίνυν ἀνίατον αὐτῶν καὶ δυσμετάθετον τῆς γνώμης δηλῶν, “ πνεῦμα κατανύξεως” εἶπεν.
- 11.8.2.1
Γενναδίου. Ἢ “ πνεῦμα κατανύξεως,” ἀντὶ τοῦ προαίρεσιν βαρυτάτην, δεομένην μετανοίας καὶ διορθώσεως.
- 11.8.3.1
Θεοδώρου Μονάχου. Ἤ “ ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα “ κατανύξεως,” ὥστε κατανύσσεσθαι πρὸς εὐσέβειαν, ἀλλ’ ὅμως οὐδὲν ὠφελήθησαν ἐκ τούτου. οὔτε γὰρ αὐτοὶ ὁρῶσιν, οὔτε ἄλλοι ἀκούσουσιν, ἀλλὰ μόνον κατανύσσονται, οὐκ ἐπιστρέφουσι δέ. διὸ καὶ ἄνω εἶπε, “ μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ “ οὐ κατ’ ἐπίγνωσιν.”
- 11.8.4.1
Ισιδώρου. Τὸ οὑν, “ ἔδωκε, καὶ τὸ “ παρέδωκε, κάτα τοὺς τῆς ἱερᾶς γραφῆς νόμους καὶ τὰ ἰδιώματα, ἀφῆκεν ἐστὶ, καὶ συνεχώρησεν. εἰ δ’ οὐ καταδέχῃ, δι’ ἀποδείξεως ὁ λόγος βαδιεῖται. φησὶν ὁ Παῦλος περὶ τῶν τὸ θεῖον σέβας εἰδώλοις ἐπιφημισάντων, “παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας,” τουτέστιν, ἀφῆκεν, ἐγκατέλιπε. πῶς γὰρ οὐκ ἔμελλον καὶ τὴν φύσιν ἀγνοεῖν, καὶ ὑπερορίοις ἐγκαλινδεῖσθαι πταίσμασιν, οἱ τὴν κτίσιν παρὰ τὸν κτίσαντα προσκυνήσαντες; καὶ πάλιν, “ παρέδωκεν αὐτοὺς ὁ Θεὸς “ εἰς νοῦν ἀδόκιμον, ποιεῖν τὰ μὴ καθήκοντα.” εἶτα αὐτὸ ἑρμηνεύων ἔφη, “ πεπληρωμένους πάσης ἀδικίας,” πλεονεξίας, κακίας. εἰ τοίνυν πεπληρωμένοι ἦσαν, πῶς παρέδωκε; θέα τὴν ἀκρίβειαν. οὐκ εἶπε παρέδωκε πληρωθησομένους, ἀλλ’ ὅτι πεπληρωμένους ἀφῆκεν. ὥσπερ ἂν εἴ τις ποιμὴν ἀγαθὸς πρόβατα λοιμικῇ νόσῳ ἑαλωκότα, ἔξω τῆς ἀγέλης ἀπελάσειε, καὶ τρόπον τινὰ τοῖς λύκοις παραδοίη. οὐ τῷ εἰς τὰ τῶν λύκων ἐμβαλεῖν στόματα, ἀλλὰ τῷ γυμνῶσαι τῆς οἰκείας ἐπιμελείας καὶ προστασίας.
- 11.8.4.2
Τὸ μὲν οὑν ἔδωκε, τοιαύτην ἔχει τὴν ἔννοιαν. τὸ ’δε πνεῦμα κατανύξεως,” καταγνώσεως ἔσται καὶ καταπλήξεως. τὸ γὰρ νύττειν, τιτρώσκειν ἐστὶ καὶ πλήττειν. κατὰ τὸ, “ ἔνυξαν τὴν πλευρὰν “ τοῦ Ἰησοῦ λόγχῃ.” ἐπεὶ οὖν πλῆξαι ἐστὶ τὸ νύξαι, τὸ κατατρωθῆναι, κατανυγῆναι εἰκότως εἴρηται. εἰκότως εἶτα ἑρμηνεύων αὐτὸς ὅτι κατέπληξεν ἐστὶν, ἔφη, “ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ “ ὦτα τοῦ μὴ ἀκούειν.” τοῦτο γὰρ συμβαίνειν εἴωθε τοῖς καταπληττομένοις. ἅτε γὰρ τοῦ νοῦ ταραχθέντος, αἱ αἰσθήσεις τὰς ἐνεργείας ἀρνοῦνται. ὅτι δὲ τοῦτο μηνύει, ἄκουε λεγούσης τῆς γραφῆς, “ μακάριος ὃς οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας. καὶ μὴν ἡ κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. τί οὑν ἐστιν ὁ φησιν; εἰ μὲν εἴποιμεν ὡς οἴονται τινὲς τὸν μηδόλως ἁμαρτήσαντα μακαρίζεσθαι ἐνταῦθα, τάχα οὐδεὶς τοῦ μακαρισμοῦ τούτου ἀπολαύσειε. πάντες γὰρ ἐσμὲν ἐν ἐπιτιμίοις. τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; εἰ δὴ φαίημεν ὅτι μακαρίζει ’ρίζει οὐ τὸν μὴ λυπηθέντα, ἀλλὰ τὸν μὴ καταπλαγέντα ὑπὸ τῆς λύπης, καὶ προδεδωκότα τὴν ἑαυτῶν σωτηρίαν, οἷον ἔπαθεν Ἰούδας, ἀγχόνῃ ἑαυτὸν ἀνελὼν, ὃ καὶ δεδίως ὁ θεσπέσιος Παῦλος, μὴ καὶ ὁ πεπορνευκὼς παρὰ Κορινθίοις πάθοι, ἔλεγε προσέσθαι αὐτὸν μετανοήσαντα, μή πὼς τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, τάχα πὼς τῆς ἀληθείας ἁψόμεθα τοῦ ῥητοῦ. εἰ δὲ ἐπὶ καλοῦ λέγεται ἡ κατάνυξις, θαυμαζέτω μηδείς. κἀκεῖ γὰρ τὸ τρωθῆναι τοῖς καλοῖς ἑρμηνεύει. ὡς καὶ ἡ τὸν θεῖον ἔρωτα ἔρωσα ψυχὴ ἐβόα, “ ὅτι τετρωμένη ἀγάπη ἐγώ.” χρὴ γὰρ εἰδέναι ὅτι οὐ πάντως τὰ ἀυτὰ ὀνόματα καὶ ῥήματα τὸ αὐτὸ παρίστησι νόημα. ἐπεὶ καὶ ὁ Δαβὶδ ἔλεγεν, “ ὅπως ἃν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ “ μὴ κατανυγῶ.” ὅπερ οἶμαι δηλοῦν, τὸ, οὐ μὴ καταπλαγῶ, οὐδὲ μεταστῶ εἰς τὸ μηκέτι ὑμνεῖν ἐπήγαγε γὰρ, “ Κύριε, ὁ Θεός “ μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαι.” καὶ οἱ περὶ Συμεῶνα δὲ καὶ Λευῒ μετὰ τὸ ὑβρισθῆναι αὐτῶν τὴν ἀδελφὴν, κατενύγησαν· τουτέστι, κατεπλάγησαν, καὶ κατετρώθησαν ὑπὸ τοῦ ζήλου· καὶ οὕτως εἰς ἀμετάθετον ἐξέπεσον ὀργὴν, ὡς καὶ δόλῳ οὐ μόνον τὸν ὑβριστὴν, ἀλλὰ καὶ πᾶσαν αὐτοῦ τὴν πόλιν ἡβηδὸν κατασφάξαι.
- 11.9.verse.1
Καὶ ὁ Δαβὶδ λέγει, γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτῶν· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.
- 11.9.1.1
Κυρίλλου. Παρακομίζει πρὸς ἀπόδειξιν ὧν εἶπε καὶ γράμμα προφητικὸν, οὐχ ἑνὸς ἀλλὰ δύο προφητῶν, πρὸς σύστασιν, “ ἵνα “ ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα. ἐπά- ρατος δὲ μάλα ὀρθῶς γέγονεν αὐτῶν ἡ τράπεζα. τουτέστιν, ἡ κακοξενία καὶ ἡ ὠμότης, ἣν ἐπὶ Χριστῷ πεποίηνται, κατὰ τὸν τοῦ σταυροῦσθαι καιρόν. δεδιψηκότι γὰρ αὐτῷ προσεκόμισαν ὄξος, χολῇ συμμιγές. διὰ τοῦτο καὶ ἐσκοτώθησαν τὸν νοῦν, καὶ κάτω κεκύφασι, μόνα φανταζόμενοι τὰ ἐπὶ γῆς.
- 11.9.2.1
Θεοδώρου Μονάχου. Ἐκ δὲ τῶν εἰρημένων τῷ Δαβὶδ, μόνον, τὸ, “ σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,” ἁρμόζει εἰς τὸ προκείμενον. εἰ καὶ ὁλόκληρον παρήγαγε περικοπήν. τοῦτο γὰρ πωρώσεως ἴδιον.
- 11.9.3.1
Οίκουμενίου. Πλὴν σκόπει, ὅτι τὸ αὐθαιρέτως μέλλον παρ’ αὐτῶν γίνεσθαι, ὡς ἐν κατάρας λέγει μέρει· ἐπειδὴ γὰρ οὐκ ἠβουλήθησαν, λήθησαν, φησὶν, τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν, μὴ ἴδοιεν. τὸ μέντοι συγκαμφθῆναι δηλοῖ, τὸ μέλλειν αὐτοὺς ὑπὸ Ῥωμαίους γενέσθαι. τὸ δὲ διὰ παντὸς, ὡς οὐδέ ποτε ἐλευθερωθεῖεν.
- 11.9.4.1
Χργσοστόμου. Δεικνὺς γὰρ ὅτι τῆς ἀποστασίας ταύτης δώσουσι δίκας, ἐπήγαγε τὸν προφήτην ταῦτα ἀπειλοῦντα, ἅπερ ἐξέβη καὶ τέλος ἔ λάβε. “ γενηθήτω,” γάρ φησιν, “ εἰς παγίδα ἡ “ τράπεζα αὐτῶν.” τουτέστιν, ἡ τρυφὴ, τὰ ἀγαθὰ πάντα μεταβαλλέσθω, καὶ ἀπολλύσθωσαν, καὶ γενέσθωσαν εὐχείρωτοι τοῖς πᾶσι. καὶ δηλῶν ὅτι ἁμαρτημάτων τίνουσι δίκην ταῦτα πάσχοντες, ἐπήγαγε, “ καὶ εἰς ἀνταπόδομα αὐτοῖς, σκοτισθήτωσαν οἱ “ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,” καὶ τὰ ἑξῆς. ταῦτα οὖν ἔτι ἑρμηνείας δεῖται τινός; οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλα; καὶ πρὸ τῶν ἡμετέρων λόγων, αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις προλαβοῦσα μαρτυρεῖ τοῖς εἰρημένοις. πότε γὰρ οὕτως εὐχείρωτοι γεγόνασι; πότε οὕτω τὸν νῶτον αὐτῶν συνέκαμψαν; πότε τοιαύτην δουλείαν ὑπέστησαν; καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ λύσις ἔσται τῶν δεινῶν τούτων. ὃ καὶ αὐτὸς ὁ πορφήτης ἠνίξατο. οὐ δὲ γὰρ ἁπλῶς εἶπε, τὸν νῶτον αὐτῶν σύγκαμψον, ἀλλὰ διὰ παντός. εἰ δὲ φιλονεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. κατέβης εἰς Αἴγυπτον. ἀλλ’ ἐγένετο τετρακόσια ἔτη. καὶ ταχέως σε τῆς δουλείας ἐκείνης ἀπήλλαξεν ὁ Θεός. καὶ ταῦτα, ἀσεβοῦντα καὶ πορνεύοντα τὴν χαλεπωτάτην πορνείαν. ἀπηλλάγης Αἰγύπτου· προσεκύνησας μόσχον. ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγώρ. τὸν ναὸν ἐμόλυνας. πᾶν εἰδος ἐπῆλθες κακίας καὶ ἀσεβείας. ἀλλ’ ὅμως ἑβδομήκοντα ἔτεσι παραδοὺς Βαβυλωνίοις, πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευθερίαν. καὶ τὸν ναὸν καὶ τὴν πατρίδα ἀπέδωκε, καὶ τὸ παλαιὸν τῆς προφητείας σχῆμα. καὶ προφῆται πάλιν, καὶ Πνεύματος χάρις. μᾶλλον δὲ οὐδὲ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ίας ἐγκατελείφθης. ἀλλὰ καὶ ἐκεῖ Δανιὴλ καὶ Ἰεζεκιὴλ. καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ ἐν ἐρήμῳ Μωϋσῆς. μετ’ ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κακίαν. καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν, ἐπ’ Ἀντιόχου τοῦ ἀσεβοῦς. ἀλλὰ καὶ τότε, ἔτη τρία μόνον καὶ μικρόν τι πρὸς Ἀντιόχῳ παραδοθέντες, διὰ τῶν Μακκαβαίων τὰ λαμπρὰ πάλιν ἐστήσατε τρόπαια. ἀλλὰ νῦν, τοιοῦτον οὐδέν. ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν. ὃ καὶ μάλιστα ἐστὶ θαυμάσαι. ὅτι τὰ μὲν τῆς κακίας ἔληξε· τὰ δὲ τῆς τιμωρίας, ἐπιτέταται. καὶ οὐδὲ ἐλπίδα τινὰ ἔχει μεταβολῆς. οὐδὲ γὰρ ἑβδομήκοντα ἔτη παρῆλθε μόνον, οὐδὲ ἑκατὸν, οὐδὲ δὶς τοσαῦτα, ἀλλὰ καὶ τριακόσια, καὶ πολλῷ πλείω. καὶ οὔτε σκιὰν ἐλπίδος τοιαύτης ἔστιν εὑρεῖν· καὶ ταῦτα οὔτε εἰδωλολατρούντων ὑμῶν καθάπερ τότε, οὔτε τὰ ἄλλα ποιούντων, ἅπερ ἔμπροσθεν ἐτολμᾶτο. τι ποτ’ οὖν ἐστι τὸ αἴτιον; διεδέξατο τὸν τύπον ἡ ἀλήθεια, καὶ τὸν νόμον ἐξέκλεισεν ἡ χάρις. ἅπερ ἄνωθεν προαναφωνῶν ὁ προφήτης ἔλεγε, “ καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγ- “ καμψον.” εἶδες προφητείας ἀκρίβειαν; πῶς καὶ τὴν ἀπιστίαν προανεφώνησε; καὶ τὴν φιλονεικίαν ἔδειξε, καὶ τὴν ἑψομένην δίκην ἐδήλωσε, καὶ τὸ ἀπέραντον τῆς κολάσεως ἐνεδείξατο;
- 11.11.verse.1
Λέγω οὖν, μὴ ἔπταισαν, ἵνα πέσωσι; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτήρια τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
- 11.11.1.1
Χργσοστόμου. Καθαψάμενος αὐτῶν σφοδρῶς, καὶ ἀφ’ ὧν ἠπίστησαν, καὶ ἀφ’ ὧν ἔπαθόν τε καὶ ἔμελλον πείσεσθαι· καὶ δείξας μυρίων κακῶν ὄντας ὑπευθύνους, τότε παραμυθίαν ἐπινοεῖ. καὶ σκόπει τὴν σύνεσιν τοῦ Παύλου. τὴν μὲν κατηγορίαν, ἀπὸ τῶν προφητῶν εἰσήγαγε· τὴν δὲ παραμυθίαν, παρ’ ἑαυτοῦ τίθησιν. ὅτι μὲν γὰρ αὐτοῖς ἡμάρτηται μεγάλα φησὶν, οὐδεὶς ἀντερεῖ. ἴδωμεν δὲ εἰ τοιοῦτον τὸ πτῶμα ὡς καὶ ἀνίατον εἶναι, καὶ μηδεμίαν ἔχειν διόρθωσιν. ἀλλ’ οὐκ ἔστι τοιοῦτον. εἶδες πῶς αὐτῶν πάλιν καθάπτεται· καὶ ἐν προσδοκίᾳ παραμυθίας ὑπευθύνους ποιεῖ ἁμαρτημάτων ὡμολογημένων; ἴδωμεν δὲ τίνα αὐτοῖς καὶ παραμυθίαν ἐπινοεῖ. ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, κατὰ τὸν καιρὸν τῆς συντελείας. ἀλλ’ εὐθέως μὲν τοῦτο οὐ λέγει. ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας. προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας αὐτῶν· ἵνα μὴ ταύτῃ καὶ τούτῳ εἰς ἀπόγνωσιν ἐμβαλὼν ἀποτειχίσῃ τὴν πρὸς τὴν πίστιν ἐπάνοδον, καὶ τοὺς ἐξ ἐθνῶν πάλιν πιστεύσαντας εἰς ἀπόνοιαν ἐπάρῃ. καὶ φυσηθέντες καὶ αὐτοὶ βλαβῶσιν εἰς τὸν τῆς πίστεως λόγον, πάλιν παραμυθεῖται αὐτοὺς, λέγων, “ ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς “ἔθνεσι.”
- 11.11.1.2
Δεῖ δὲ ἡμᾶς οὐχ ἁπλῶς ἀκούειν τῶν λεγομένων, ἀλλὰ τὴν γνώμην εἰδέναι, καὶ τὸν σκοπὸν τοῦ λέγοντος· καὶ τι κατορθῶσαι ἐσπούδακεν. ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην. ἃν γὰρ μετὰ τῆς διανοίας ταύτης δεξώμεθα τὰ εἰρημένα, ἐν οὐδενὶ τούτων ὀψόμεθα δυσκολίαν οὖσαν. τὸ γὰρ σπουδαζόμενον αὐτῷ νῦν, τὴν ἐκ τῶν εἰρημένων ἐγγινομένην ἀπόνοιαν τοῖς ἐξ ἐθνῶν, καθελεῖν. οὕτω γὰρ καὶ οὗτοι ἀσφαλέστερον μένειν ἔμελλον ἐν τῇ πίστει, μετριάζειν μαθόντες. καὶ οἱ ἐξ Ἰουδαίων τῆς ἀπογνώσεως ἀπαλλαγέντες, τῇ χάριτι προθυμότεροι προσιέναι. πρὸς τοῦτον τοίνυν τὸν σκοπὸν ὁρῶντες, πάντων ἀκούωμεν τῶν ἐν τῷ χωρίῳ τούτῳ λεγομένων. τί οὖν φησι; καὶ πόθεν δείκνυσιν, ὅτι οὐκ ἀνίατα ἔπταισαν, οὐδὲ εἰς τέλος ἐξεβλήθησαν ἀπὸ τῶν ἐθνῶν; οὕτω λέγων, “ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλωσαι αὐτούς.
- 11.11.1.3
Οὗτος δὲ οὐκ αὐτοῦ μόνως ὁ λόγος, ἀλλὰ καὶ ἐν τοῖς εὐαγγελίοις τοῦτο βούλονται αἱ παραβολαί. καὶ γὰρ ὁ τοὺς γάμους ποιήσας τῷ υἱῷ, ἐπειδὴ οἱ κεκλημένοι οὐκ ἠθέλησαν εἰσελθεῖν, τότε τοὺς ἐν ταῖς τριόδοις ἐκάλεσε. καὶ ὁ τὸν ἀμπελῶνα δὲ καταφυτεύσας, ἐπειδὴ ἔσφαξαν οἱ γεωργοὶ τὸν κληρονόμον, τότε ἐξέδωκεν ἑτέροις τὸν ἀμπελῶνα. καὶ χωρὶς δὲ παραβολῆς ἔλεγεν αὐτοῖς ὁ Χριστὸς, “ οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπο- “ λωλοκότα οἴκου Ἰσραήλ.” καὶ τῇ Συροφοινικίσσῃ δὲ πλέον τί, πάλιν ἔλεγεν, “ οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον “ τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις.” καὶ ὁ Παῦλος δὲ πρὸς τοὺς στασιάζοντας τῶν Ἰουδαίων, “ ὑμῖν ἦν πρῶτον,” φησὶ, “ ἀναγ- “ καῖον, λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἐκρί- “ νᾶτε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.” καὶ διὰ πάντων δηλοῦται, ὅτι ἡ μὲν ἀκολουθία τῶν πραγμάτων αὕτη ἦν· ἐκείνους προσελθεῖν πρώτους, καὶ τότε τοὺς ἐξ ἐθνῶν. ἐπειδὴ δὲ ἠπίστησαν, ἀντεστράφη ἡ τάξις. καὶ ἡ ἀπιστία αὐτῶν καὶ τὸ παράπτωμα, πρώτους ἐποίησεν εἰσενεχθῆναι τούτους. διὸ φησὶ, “ τῷ αὐτῶν “ παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι “ αὐτούς.” εἰ δὲ τὸ ἐξ ἀκολουθίας ἐκβὰν ὡς προηγουμένως γεγε- νημένον λέγει, μὴ θαυμάσῃς. βούλεται γὰρ αὐτῶν παραμυθήσασθαι τὰς ψυχὰς πεπληγμένας.
- 11.11.1.4
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ἦλθε πρὸς αὐτοὺς ὁ Ἰασοῦς. οὐκ ἐδέξαντο αὐτὸν, μυρία θαυματουργοῦντα, ἀλλ’ ἐσταύρωσαν. ἀπεσπάσατο λοιπὸν τὰ ἔθνη, ἵνα ἡ ἐκείνων τιμὴ δάκνουσα αὐτῶν τὴν ἀναισθησίαν, κἂν ἐκ τῆς πρὸς ἑτέρους φιλονεικίας αὐτοὺς πείσῃ προσελθεῖν. ἔδει μὲν γὰρ δεχθῆναι πρῶτον ἐκείνους, καὶ τότε ἡμᾶς. διὸ καὶ ἔλεγε, “ δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ “ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.” ἐπειδὴ δὲ οἱ ὕστεροι πρῶτοι γεγόναμεν. εἶδες τοίνυν, πόσην αὐτοῖς κἀντεῦθεν συνάγει τιμήν; μίαν μὲν ὅτι τότε, φησὶν, ἡμᾶς κληθῆναι, ὅτε αὐτοὶ οὐκ ἠθέλησαν. δευτέραν δὲ, ὅτι διὰ τοῦτο φησὶ κληθῆναι, οὐχ ἵνα ἡμεῖς σωθῶμεν μόνον, ἀλλ’ ἵνα καὶ ἐκεῖνοι διὰ τῆς ἡμετέρας σωτηρίας ζηλώσαντες, βελτίους γένωνται. τι οὖν φησίν; εἰ μὴ διὰ τοὺς Ἰουδαίους, οὐκ ἂν ἐκλήθημεν καὶ ἐσώθημεν, οὐκ ἃν πρὸ ἐκείνων, ἀλλ’ ἐν τῇ προσηκούσῃ τάξει. διὸ καὶ ὅτε τοῖς μαθηταῖς ἔλεγεν, οὐκ εἶπεν ἁπλῶς, “ πορεύεσθε πρὸς τὰ “ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ,” ἀλλὰ “πορεύεσθε “ πρὸς τὰ πρόβατα.” δεικνὺς ὅτι καὶ πρὸς ἐκεῖνα δεῖ μετὰ ταῦτα ἀπελθεῖν.
- 11.11.2.1
Γενναδίου. Καταγωνισάμενος οὖν ἱκανῶς τὴν τῶν Ἰουδαίων μερίδα, τετυφωμένων εἰκῆ διὰ τὸν νόμον, καὶ αὐτῶν σφάλμα διόλου τὴν αὐτῶν δείξας ἀποβολὴν, καὶ οὐ τοῦ κηρύγματος. ἵνα μὴ η αὐτοὶ πέρι ἑαυτῶν, η καὶ οἱ πεπιστευκότες πέρι ἀυτῶν, ὡς περὶ παντάπασιν ἀπολωλότων ἔχοντες τέλεον ἀπογνῶσιν, επήγαγε, “ λέγω οὖν, μὴ, ἀπώσατο ὁ Θεός; μὴ, ἔπταισαν ἵνα πέσωσιν ” ἆρ’ οὖν τὴν ἁμαρτίαν αὐτῶν ἀνίατον εἰς τὸ παντελὲς εἶναι φημί; τὸ γὰρ “ ἵνα,” κἀνταῦθα, κατὰ τὸ σύνηθες λέγει. “ μὴ γένοιτο.” τοὐναντίον γὰρ τούτων πταισάντων προσεκλήθη. ὡς ἃν εἰς τὸν πρὸς αὐτοὺς ζῆλον ταύτῃ ἐρεθισθέντες, μὴ ἐναπομείνοιεν εἰς τὸ διηνεκὲς ἐν τῳ πτώματι.
- 11.11.3.1
Θεοδωρήτου. Τοῖς Ἰουδαίοις γὰρ πρώτοις οἱ ἐξ αὐτῶν πεπιστευκότες, προσήνεγκαν τὸ σωτήριον κήρυγμα. ἀντειπόντων δὲ τούτων, καὶ τὴν διδασκαλίαν οὐ δεξαμένων, τοῖς ἔθνεσι τὸ θεῖον προσήνεγκαν εὐαγγέλιον. οἱ δὲ, πιστεύσαντες, τῆς σωτηρίας ἀπή- λαυσαν. ἱκανὸν δὲ τοῦτο παρακνίσαι τῶν Ἰουδαίων τοὺς ἀντιλέγοντας, καὶ εἰς ζῆλον ἐρεθίσαι καὶ προξενῆσαι τῆς σωτηρίας τὴν μετουσίαν. ὁρῶσι γὰρ τοὺς ἐσχάτους πρώτους γεγενημένους.
- 11.11.4.1
Φωτίου. Ἐπειδὴ δὲ τῶν προσπταιόντων, οἱ μὲν πταίοντες ὐποσκελίζονται μόνον, οἱ δὲ καὶ καταπίπτουσι, θέλων τοὺς Ἰουδαίους, ἅμα μὲν εἰς τὴν πίστιν προτρέψαι, ἅμα δὲ καὶ παραμυθήσασθαι, φησὶ, ὅτι τὸ πταῖσμα αὐτῶν οὐκ εἰς κατάπτωσιν τελείαν γέγονεν, ἀλλὰ μόνον οἱον ὑπεσκελίσθησαν. καὶ τοῦτο δι’ οἰκονομίαν τινὰ συνεχωρήθη. ἵνα τῷ ἐκείνων παραπτώματι γένηται μὲν ἡ σωτηρία τοῖς ἔθνεσι, γένηται δὲ καὶ αὐτῶν ἐκείνων διόρθωσις, παραζηλούντων καὶ μιμουμένων τοὺς ἐξ ἐθνῶν. ὥστε τὸ προσπταῖσαι αὐτοὺς τρόπον τινὰ εἰς ἀνόρθωσιν συντελεῖ τὴν αὐτῶν. εἴπερ ἐν μὲν τῷ παραπτώματι αὐτῶν ἡ σωτηρία τοῖς ἔθνεσιν· ἐν δὲ τῇ σωτηρίᾳ ἐκείνων ἡ τούτων παραζήλωσις· διὰ δὲ τῆς παραζηλώσεως ἡ τῶν πεπτωκότων ἐπανόρθωσις. τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ πρόνοια. ἐξ ἀπόρων πόρους παρέχει, καὶ ἐκ τῶν ἐναντίων τὰ χρηστότερα· οἱ μὲν γὰρ Ἰουδαῖοι, ἔπταισαν, ὥστε πεσεῖν καὶ κεῖσθαι, καὶ μήτε ἑαυτοῖς μήτε ἑτέροις χρηστοῦ τινὸς γενέσθαι αἴτιοι. ὁ δὲ Χριστὸς τῷ αὐτῶν παραπτώματι, καὶ εἰς τὴν τῶν ἐθνῶν σωτηρίαν, καὶ εἰς τὴν αὐτῶν ἐκείνων ἐχρήσατο ἐπανόρθωσιν.
- 11.11.5.1
Κυρίλλου. Ὡς ἄγαμαί σε τῆς ἐπιεικείας, ὦ θεσπέσιε Παῦλε. μεταχειρίζῃ γὰρ εὐτέχνως τῆς οἰκονομίας τοὺς λόγους. οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκλῆσθαι τὰ ἔθνη διατεινόμενος· ἵνα εἰσάπαν ἀποπέσοι τῆς πρὸς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ, οἷά τινι λίθῳ περιπταίσας Χριστῷ. ἀλλ’ ἵνα μᾶλλον τοὺς ἀδοκήτως εἰσδεδεγμένους παραζηλοῦντες, μεταμαθεῖν ἕλοιντο τὰ αἰσχίω d. καὶ φρονεῖν ἄμεινον ἣ πρίν· παραδέξαιντό τε οὕτω τὸν λυτρωτήν. παραστήσεται δὲ ὁ λόγος ὡς ἐν βραχεῖ παραδείγματι. παῖδες μὲν γὰρ ἔσθ’ ὅτε μικροὶ τὲ καὶ ἄνηβοι, τὰς τοῖς ἔτι νηπίοις πρεπούσας εἰσδέχονται λύπας. εἶτα πατέρες ἣ μητέρες ἀποδραμόντες βραχὺ, ἀπροφάσιστον μὲν τῶν ὀμμάτων καταχέουσι δάκρυον. λυποῦσι δὲ οὐ μετρίως τοὺς γεγεννηκότας. φέρει γὰρ εἰς τοῦτο, τῆς φυσικῆς φιλοστοργίας ὁ νόμος. καὶ δὴ τῆς μικροψυχίας καὶ εἰ- καιότητος νηπιοπρεποῦς ἀφιστάντες εὐτέχνως, παιδίον ἁπλῶς τὸ παρατυχὸν ἁρπάζουσι. καὶ τούτῳ προσάγουσι τὰς παρὰ σφῶν τιμάς. παραζηλοῦντες ἐκεῖνο καὶ οἷον κατερεθίζοντες εἰς ὑποστροφὰς, καὶ ἀγάπησιν τὴν ἐφ’ ἑαυτοῖς. τοιοῦτόν τι πεπρᾶχθαι καθάπερ ἐγῷμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα τὸν Ἰσραήλ.
- 11.12.verse.1
Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα ἀυτῶν;
- 11.12.1.1
Χργσοστόμου. Ἐνταῦθα πρὸς χάριν αὐτοῖς διαλέγεται. καὶ γὰρ εἰ μυριάκις οὗτοι παρέπεσον, οὐκ ἃν ἐσώθησαν τὰ ἔθνη, εἰ μὴ πίστιν ἐπεδείξαντο. ὥσπερ οὖν οὐδ’ ἃν Ἰουδαῖοι ἀπώλοντο, εἰ μὴ ἠπίστησαν καὶ ἐφιλονείκησαν. ἀλλ’, ὥσπερ ἔφην, παραμυθεῖται αὐτοὺς κειμένους. ἐκ περιουσίας παρασκευάζων θαρρεῖν ὑπὲρ τῆς σωτηρίας αὐτῶν, εἰ μετάθοιντο. εἰ γὰρ ὅτε, φησὶ, προσέκρουσαν, τοσοῦτοι σωτηρίας ἀπέλαυσαν, καὶ ἐν τῷ ἐκβληθῆναι ἐκείνους τοσοῦτοι ἐκλήθησαν, ἐννόησον τι ἔσται ὅταν ἐπιστρέψωσιν. οὐ γὰρ εἶπε, πόσῳ μᾶλλον ἡ ἐπιστροφὴ αὐτῶν, οὐδὲ ἡ μεταβολὴ αὐτῶν, οὐδὲ τὸ κατόρθωμα αὐτῶν, ἀλλὰ “ πόσῳ μᾶλλον τὸ πλήρωμα “ αὐτῶν ;” τουτέστιν ὅταν πάντες εἰσιέναι μέλλουσι. τοῦτο δὲ εἶπε, δεικνὺς καὶ τότε τὸ πλέον τῆς χάριτος ἐσόμενον, καὶ τῆς δωρεᾶς τοῦ Θεοῦ. καὶ σχεδὸν τὸ πᾶν.
- 11.12.2.1
Κυρίλλου. Εἰ γὰρ πεπλούτηκεν ὁ κόσμος τὴν πρὸς Θεὸν οἰ- κειότητα, διὰ τὸ προσκροῦσαι τὸν Ἰσραὴλ, καὶ διὰ τὴν Ἰουδαίων εὐήθειαν προσελήφθη τὰ ἔθνη, τίς ἂν εἴη ἡ πρόσληψις αὐτῶν; ἣ μονονουχὶ θανάτου λύσις, καὶ οἷον, ζωὴ ἐκ νεκρῶν; καὶ ὅτι μέλλουσιν ἐπιστρέφειν, ἐκ πολλῶν ἐστι θείων καταμαθεῖν λογίων.
- 11.12.3.1
Θεοδωρήτου. Ἣ καὶ οὕτως. εἰ γὰρ τῶν πλειόνων ἀπιστηαάντων οἱ ἐξ αὐτῶν πεπιστευκότες, τοῖς ἔθνεσι τῆς θεογνωσίας τὸν πλοῦτον προσήνεγκαν, δηλονότι πάντες πιστεύσαντες, μειζόνων ἀγαθῶν πᾶσιν ἀνθρώποις ἐγένοντο ἃν πρόξενοι. ῥᾷον γὰρ ἐπίστευον πάντες, οὐκέτι τούτων ἀντιλεγόντων, ἀλλὰ μεθ’ ἡμῶν τὴν ἀλήθειαν κηρυττόντων.
- 11.12.4.1
Διοδώρου. Εἰ οὖν ἐν ὀλίγοις καὶ ἄγαν εὐαριθμήτοις τοσαύτης ἐγένετο τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις τυχεῖν ἀφθονίας ἀγαθῶν, τί ποτε ἄρα δεῖ νομίζειν ἔσεσθαι εἰ πάντας αὐτοὺς ὑποδέξασθαι συμφώνως τὸν Χριστὸν συνέβη;
- 11.12.4.2
Ενθυμεῖσθε τοίνυν, φησὶν, οἷοί τινες ποτέ εἰσι, καὶ πόσον τῷ κοινῷ πρὸς κέρδος ἡ τῶν πάντων προσθήκη· ὧν τὸ παράπτωμά τε καὶ ἥττημα πλούτου παραίτιον τοῖς ἐν κόσμῳ πᾶσιν ἔθνεσι γέγονεν. εἰς τοσοῦτον αὐτοὺς οἴμαι πεφιληκότος Θεοῦ, ὥστε δι’ αὐτοὺς χαρίσασθαι τὴν σωτηρίαν τοῖς ἔθνεσιν. ἵνα ταύτῃ γοῦν παρερεθισθέντες, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἐπανέλθοιεν. Θεοδώρου Μονάχου. Ἤ πλήρωμα αὐτῶν λέγει, τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς τοῖς σωζομένοις. εἰ γὰρ καὶ τούτων ἐλλειπόντων, φησὶν, πλοῦτος κόσμου γέγονε, καὶ πλοῦτος ἐθνῶν, πόσω μᾶλλον τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς ἔσται πλοῦτος κόσμου καὶ πλοῦτος ἐθνῶν;
- 11.12.5.1
Σευηριανοῦ. Ἢ πλοῦτον κόσμου τὸ παράπτωμα αὐτῶν εἰπὼν, δείκνυσιν ὅτι καὶ ἡ τῶν Ἰουδαίων παρανομία σωτηρίας πρόφασις γέγονε τῷ κόσμῳ. Ἰουδαίων γὰρ μὴ φυλαξάντων τὸν νόμον, ἀναγκαῖα ἦν ἡ τοῦ Χριστοῦ ἐπιδημία διὰ τὴν χάριν. ἧκεν οὖν ὁ Κύριος χάριτι τὰ παραπτώματα συγχωρῶν. καὶ ἐπειδὴ οὐ πάντες Ἰουδαῖοι ἐδέξαντο τὸν Χριστὸν, εἰ μὴ μόνον τὸ κατάλειμμα, ἡ ἀπιστία αὐτῶν τὴν χάριν παρεσκεύασεν ἐλθεῖν ἐπὶ τὰ ἔθνη. καὶ τὸ παράπτωμα αὐτῶν, πλοῦτον ἐδωρήσατο τῷ κόσμῳ. τουτέστι, πλῆθος σωζομένων. εἰ δὲ διὰ τὰ ἐπιστρέψαντα ἔθνη ἐπλούτησεν ὁ κόσμος, πῶς οὐκ ἃν εἴη μεῖζον τί ἀγαθὸν καὶ πλοῦτος τελειότατος τῷ κόσμῳ, εἰ μεταγνόντων τῶν Ἰουδαίων, τὸ ἐλλεῖπον αὐτῷ προστεθείη πλήρωμα. ὥστε τὰ ἔθνη καὶ τοὺς Ἰουδαίους πρὸς μίαν τελείαν εὐσέβειαν συνδραμεῖν; πλήρωμα δὲ ἔθος τῷ Ἀποστόλῳ λέγειν, τὸ σύστημα τὸ πεπληρωμένον Πνεύματος Ἁγίου. ἤτοι ἐπειδὴ ἡ ἄνω λογικὴ φύσις ἐδοξολόγει τὸν Θεὸν, ἐνέλειπε δὲ ἡ ἀνθρωπότης ἀποστᾶσα, ὥστε κατὰ τοῦτο ἀπλήρωτον εἶναι τὴν δοξολογίαν, ἦλθεν ὁ Κύριος, ἵνα πιστεύσωσιν οἱ ἄνθρωποι. καὶ τὸ ἐλλεῖπον πληρωθῇ, καὶ εἰρηνεύσῃ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια. πᾶν οὑν σύστημα ἅγιον ὡς ἀναπληροῦν τὸ ἐλλεῖπον, πλήρωμα λέγεται. πλήρωμα δέ ἐστι τὸ ὅλον ὡς πρὸς τὸ ὀλίγον.
- 11.13.verse.1
Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν· ἐφ’ ὅσον εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν διακονίαν μου δοξάζω. εἴ πὼς παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ ἀυτῶν.
- 11.13.1.1
Χρυσοστόμου. Πάλιν ὑποψίας πονηρᾶς ἑαυτὸν ἐσπούδακε. καὶ δοκεῖ μὲν ἐπιπλήττειν τοὺς ἐξ ἐθνῶν, καὶ ταπεινοῦν αὐτῶν τὰ φρονήματα. ἠρέμα δὲ παρακνίζει τὸν Ἰουδαῖον. καὶ περιέρχεται μὲν ἐπιζητῶν περιστεῖλαι καὶ παραμυθήσασθαι τὴν τοσαύτην ἡμῶν ἀπώλειαν. οὐδὲν δὲ εὑρίσκει διὰ τὴν τῶν πραγμάτων φύσιν. καὶ γὰρ ἐξ ὧν εἴρηκε, μείζονος ἦσαν κατηγορίας ἄξιοι· ὅταν τὰ αὐτοῖς ηὐτρεπισμένα, ἕτεροι σφόδρα αὐτῶν ἀποδέοντες, εἰληφότες ὦσι. διὰ δὴ τοῦτο, ἀπὸ τῶν Ἰουδαἰων ἐπὶ τοὺς ἐξ ἐθνῶν μεταβαίνει, καὶ μέσον παρεντίθησι τὸν περὶ τούτων λόγον· ἐνδείξασθαι βουλόμενος ὅτι πάντα ταῦτα λέγει, ἵνα αὐτοὺς μετριάζειν παιδεύσῃ. ἐπαινῶ γὰρ ὑμᾶς, φησι, διὰ δύο ταῦτα. δι’ ἓν μὲν, ὅτι ἀνάγκην ἔχω τὴν διακονίαν ὑμῶν ἐγκεχειρισμένος. δι’ ἕτερον δὲ, ἵνα δι’ ὑμῶν ἑτέρους σώσω. καὶ οὐ λέγει τοὺς ἀδελφούς μου, ἢ τοὺς συγγενεῖς μου, ἀλλὰ “ τὴν σάρκα.” εἶτα τὴν φιλονεικίαν αὐτῶν ἐνδεικνύμενος, οὐ λέγει, εἴ πὼς πείσω, ἀλλὰ “ παραζη- “ λώσω.” καὶ οὐδὲ ἐνταῦθα ἅπαντας, ἀλλὰ “ τινὰς, ἐξ αὐτῶν.” οὕτως ἦσαν σκληροί. καὶ ἐν αὐτῇ δὲ τῇ ἐπιτιμήσει λαμπρὰ δείκνυσι πάλιν τὰ τῶν ἐθνῶν. εἰ γὰρ καὶ αἴτιοι γίνονται σωτηρίας αὐτοῖς, οὐ διὰ τῶν αὐτῶν εἰσιν. οἱ μὲν γὰρ, τούτοις ἐξ ἀπιστίας. οὗτοι δὲ ἐκείνοις ἀπὸ πίστεως πρόξενοι γίνονται τῶν ἀγαθῶν. ὅθεν δοκεῖ καὶ ἰσάζειν καὶ πλεονεκτεῖν τὰ τῶν ἐθνῶν. τι γὰρ ἃν εἴποις, ὦ Ἰουδαῖε, εἰ μὴ ἐξεβλήθημεν ἡμεῖς, οὐκ ἃν ἐκλήθητε εὐθέως ὑμεῖς. τὸ αὐτὸ λέγει καὶ ὁ ἐξ ἐθνῶν· εἰ μὴ ἐσώθην ἐγὼ, οὐκ ἃν ἐζήλωσας σύ. εἰ δὲ ᾧ πλεονεκτοῦμεν βούλει μαθεῖν, ἐγὼ μὲν ἐκ τοῦ πιστεῦσαί σε σώζω. σὺ δὲ προσκεκρουκὼς, πάροδον ἡμῖν ἔδωκας σου προτέραν.
- 11.13.2.1
Κυρίλλου. Εἰς ὁμοψυχίαν οὖν καὶ εἰρήνην τοὺς ἐξ ἐθνῶν πιστοὺς καὶ Ἰουδαίων ἐφέλκεται. ἵνα μὴ ἐπαίρωνται, ἀλλὰ τῷ Θεῷ τὰ χαριστήρια ἀναθῶσιν, ὡς ἀμνησικάκως χαρισαμένῳ τὴν τῶν παραπτωμάτων ἄφεσιν. δοξάζειν δέ φησιν τὴν ἑαυτοῦ διακονίαν, οὐ δόξης εἰκείας ἐπιθυμῶν, ἀλλ’ ἵνα, φησὶ, παραζηλώσωμεν τὴν σάρκα. σάρκα δὲ ὀνομάζει τὸν Ἰσραήλ· ἤτοι τὸ κατὰ σάρκα γένος. ὁμοῖον οὖν ὡς εἰ λέγοι. εὐκλεᾶ καὶ φιλαιτάτην Θεῷ τὴν ἀποστολὴν τὴν ἐμὴν εἶναι λέγω, καὶ πᾶσιν ἀνθρώποις χρειωδεστά- χρειωδεστάτην. οὐχ ἵνα ταῖς διακένοις τιμαῖς καὶ ἐκτόποις φιλοκομπίαις τὴν ἐμαυτοῦ φαίνοιμι στεφανῶν κεφαλήν. ἀλλ’ ἴνα σώσω τὸ κάτα σάρκα μου γένος. διανύττων οἷά τινι κέντρῳ τῷ ζήλῳ, εἰς τὸ ἑλέ- σθαι τὴν διὰ Χριστοῦ δικαιοῦσαν χάριν. οὓς συγγενεῖς καὶ ἀδελ- φοὺς ἀνωτέρω εἰπὼν, ἐνταῦθα “σάρκα” καλεῖ, πλέον αὐτοὺς οἰκειούμενος.
- 11.13.3.1
Θεοδωρήτου. ’ σάρκα αὐτοῦ τοὺς Ἰουδαίους λέγει, ὡς κατὰ μὲν τὸ φρόνημα ἀλλοτρίους ὄντας, μόνης δὲ αὐτῷ κοινωνοῦντας τῆς συγγενείας. τοῖς δὲ ἐξ ἐθνῶν πεπιστευκόσιν, ἐντεῦθεν προσ- φέρει παραίνεσιν, μετρίῳ κεχρῆσθαι φρονήματι. δύο κατὰ ταὐτὸν μηχανώμενος. καὶ τούτων τὴν ὀφρῦν καταστέλλων, καὶ δεδιέναι παρασκευάζων· καὶ Ἰουδαίους εἰς τὴν τῆς πατρῴας κληρονομίας κοινωνίαν προτρέπων. ἐπειδή με γάρ, φησι, τῶν ἐθνῶν ὁ Θεὸς προὔβαλε κήρυκα, ἀναγκαίως τὴν σωτηρίαν τῶν ἐθνῶν πραγμα- τεύομαι, καὶ τοὺς ὑπὲρ τούτων ποιοῦμαι λόγους. καὶ τοὺς θείους προφήτας ἄνωθεν ταῦτα δείκνυμι προθεσπίσαντας· ἵνα ταύτῃ γοῦν Ἰουδαίους εἰς ζῆλον ἐρεθίσω, καί τινας ἐξ αὐτῶν μεταλαχεῖν πα.. ρασκευασω τῆς σωτηρίας.
- 11.15.verse.1
Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
- 11.15.1.1
Χρυσοστόμου. Αἰσθόμενος ὅτι καθήψατο αὐτῶν, τὸ πρότερον ἀναλαμβάνει. ἀλλὰ καὶ τοῦτο αὐτοὺς καταδικάζει πάλιν. εἴγε ἄλλοι μὲν ἐκ τῶν ἁμαρτημάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ, ἐκ κατορθωμάτων ἑτέρων ὠφελήθησαν. εἰ δὲ τὸ ἐξ ἀνάγκης συμβὰν τοῦτο ἐκείνων εἶναι λέγει, μὴ θαυμάσῃς. ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εlπον, καταστείλῃ, κἀκείνους προτρέψηται, οὕτω σχη- ματίζει τὸν λόγον· ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ καὶ μυριάκις ἀπε- βλήθησαν Ιουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἃν ἐσώθησάν ποτε. ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται μέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι. ὁρ́α δὲ καὶ ἐν οἷς χαρίζεται διὰ ῥημάτων αὐτὸν παραμυθούμενον μόνων. εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, φησὶν, καταλ- λαγὴ κόσμου. καὶ τί τοῦτο πρὸς Ἰουδαίους; “ τίς ἡ πρόσληψις, “ εἰ μὴ ζωὴ ἐκ νεκρῶν; ἀλλ’ οὐδὲ τοῦτο τι πρὸς ἐκείνους, εἰ μὴ προσελήφθησαν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ ὁ ὀργιζόμενος αὐτοῖς τοσαῦτα ἐχαρίσατο ἑτέροις, ὅταν αὐτοῖς καταλλαγῇ, τι οὐ χαριεῖται; ἀλλ’ ὥσπερ ἡ ἀνάστασις τῶν νεκρῶν, οὐ διὰ τὴν πρόσληψιν αὐτῶν· οὕτως οὐδὲ ἡ σωτηρία νῦν ἡ ἡμετέρα δι’ αὐτούς. ἀλλ’ ἐξεβλήθησαν μὲν ἐκ τῆς ἀνοίας αὐτῶν ἐκεῖνοι. ἐσώθημεν δὲ ἀπὸ τῆς πίστεως ἡμεῖς, καὶ τῆς ἄνωθεν χάριτος. τούτων δὲ οὐδὲν ἐκείνους ὠφελῆσαι δυνήσεται, εἰ μὴ προσήκουσαν ἐπεδείξαντο πίστιν.
- 11.15.2.1
Φεοδωρήτου. Ἀλλ’ ὁ θεῖος Ἀπόστολος, οἰκονομικῶς κατασκευάζων τὸν λόγον, καὶ τούς τε ἐξ ἐθνῶν πεπιστευκότας μετριοφρονεῖν ἐκπαιδεύων, καὶ τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων χεῖρα ὀρέγων, καὶ τὴν ἐκ τῆς μεταμελείας ὑποδεικνὺς σωτηρίαν, οὕτω φησὶ, ὡς εἰ τούτων ἀπιστησάντων προσελήφθη τὰ ἔθνη, καὶ τῆς προτέρας ἀγνοίας ἠλευθερώθη, δῆλον ὡς εἰ πάντες οὗτοι πιστεῦσαι θελήσαιεν, οὐδὲν ἕτερον ὑπολείπεται, ἢ τὸ γενέσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν. τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη, “ κηρυχθήσεται τὸ “ εὐαγγέλιον τοῦτο τῆς βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον “ αὐτοῖς. καὶ τότε ἥξει τὸ τέλος.”
- 11.15.3.1
Κυρίλλου. Ἐπειδὴ οὖν ἐκ πίστεως ἢ τρόπων οὐκ ἦν ἐπαινέσαι τὸν Ἰσραὴλ, ἐπὶ τοὺς τῆς οἰκονομίας κεχώρηκε λόγους. καὶ τὴν ἐκείνων ἀπιστίαν πρόξενον τῷ κόσμῳ γεγενῆσθαι φησὶν τῆς πρὸς Θεὸν οἰκειότητος· καὶ πειρᾶται λέγειν ὅτι δι’ ὣν προσκεκρούκασι, τάχα που κα εὐεργέται του κόσμου γεγόνασι· καὶ οἱονεὶ πεσόντας καὶ χαμαὶ κειμένους τοὺς Ἰουδαίους στεφανοῖ. ζωὴν γὰρ εἶναι φησὶ ἐκ νεκρῶν τὴν πρόσληψιν αὐτῶν. εἴγε ἐστὶν ἀψευδὲς, ὡς γέγονεν ἡ ἀποβολὴ αὐτῶν, κόσμου καταλλαγή.
- 11.15.4.1
Οἰκουμενίου. Ἣ τοῦτο φησὶ, τις ἔσται ἡ πρόσληψις αὐτῶν· εἰ μὴ ἵνα εἴπωμεν ὅτι ἀποθανόντας αὐτοὺς ταῖς ἁμαρτίαις, ζωοποιεῖ ὁ προσλαμβάνων Θεός;
- 11.15.5.1
Φωτίου. Ἰστέον γε μὴν, ὅτι τὸ, “ εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν,” ἣ ἐπανάληψις ἐστὶ, τοῦ. εἰ δὲ τὸ παράπτωμα αὐτῶν. ὡς καὶ προείρηται, ἢ αἰτία τῆς σπουδῆς Παύλου τῆς περὶ τὸ σωθῆναι αὐτούς. ὡς ἂν εἰ τις ἔλεγε, τί σπεύδεις, Παῦλε, ὑπὲρ τῶν Ἰου- δαίων, λέγων, “ εἴπως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς “ ἐξ αὐτῶν.” τίς ἐστιν ὁ τοσοῦτός σου ἀγών; ναί φησι, προσήκει μοι σπεύδειν καὶ ἀγωνίζεσθαι. εἰ γὰρ καὶ τούτων ἐκλειπόντων, ὅμως κατηλλάγη ὁ Θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς ἔχθρας, τι ἃν οὐ γένοιτο χρηστὸν καὶ ὑπ’ ὑπερθαύμαστον, καὶ τούτων σωθέντων καὶ προστεθέντων; τίς οὖν ἔσται αὐτῶν ἡ πρόσληψις καὶ ἡ προσθήκη, εἰ μὴ τελεία καὶ ὁλόκληρος χαρὰ, ὡς ἐπὶ τελείᾳ καὶ κοινὴ ζωὴ καὶ ἀναβιώσει ἐκ νεκρῶν, πάντων, οὐ μόνον τῶν προσπταισάντων, ἀλλὰ καὶ τῶν μέχρι θανάτου καὶ νεκρώσεως καταπεσόντων; καὶ ὅρα· ἀρχόμενος μὲν, πταῖσμα τὴν ἀπείθειαν ἐκάλεσε τῶν Ἰουδαίων· εἶτα παράπτωμα. ἐπειδὴ δὲ ἔδειξεν αὐτοῖς, ἐὰν βούλωνται μόνον πεισθῆναι, τὸ μέγεθος τῶν ἀγαθῶν, καὶ ἐπῆρεν αὐτοὺς, πλοῦτον ἐθνῶν καλῶν, καὶ καταλλαγὴν κόσμου, καὶ σάρκα οἰκείαν· τότε καὶ τῆς ἀπειθείας τὸ ἄτοπον ἡλίκον ἐστὶ δεικνύει. νεκροὺς αὐτῆς διὰ ταύτης γενέσθαι ἀποφαινόμενος. ἀλλὰ καὶ τοῦτο λίαν θαυμασίως ποιεῖ καὶ σοφῶς. ἐπειδὴ γὰρ τὸ νεκροὺς αὐτοὺς ὀνομασθῆναι, λίαν πικρὸν ἦν καὶ καταφορικόν· καὶ εἰς ὕβριν μᾶλλον ἣ παραίνεσιν συντελοῦν· οὐχ οὕτως αὐτὸ τίθησι ξηρῶς, ἀλλὰ μίγνυσιν αὐτὸ, καὶ ἐν τάξει ἐπαίνου προάγει, λέγων, “ τίς ἡ πρόσληψις αὐτῶν, εἰ μὴ ζωὴ ἐκ “ νεκρῶν ;” διὰ μὲν τοῦ, “ ζωὴ,” τὸ εὐφραῖνον τιθείς· διὰ “ ἐκ νεκρῶν,” ὑποσημαίνων, ὅτι ἡ ἀπείθεια αὐτῶν, νέκρωσις ἦν.
- 11.16.verse.1
Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὣν, ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ.
- 11.16.1.1
Χρυσοστόμου. Πάλιν προάγει τὸν λόγον εἰς ἕτερον ἐγκώμιον. οὐκ ὂν ἐγκώμιον, ἀλλὰ δοκοῦν εἶναι μόνον. τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος, οἳ τοσαῦτα παραμυθοῦνται τοὺς κάμνοντας, ὅσα ἡ τῆς ἀρρωστίας ἐνδίδωσι φύσις. ἀπαρχὴν δὲ ἐνταῦθα καλεῖ, τοὺς περὶ τὸν Ἁβραάμ· τοὺς προφήτας, τοὺς πατριάρχας, τοὺς ἐπὶ τῆς παλαιᾶς εὐδοκιμηκότας ἅπαντας· κλάδους δὲ, τοὺς ἐξ αὐτῶν πιστεύσαντας. εἶτα, ἐπειδὴ ἀντέπιπτεν αὐτῶ τὸ πολλοὺς ἠπιστηκέναι, ὅρα πῶς πάλιν ὑποτέμνεται αὐτὸ καὶ φησὶ, “ εἰ δέ “ τινες τῶν κλάδων ἐξεκλάσθησαν·” καὶ μὴν ἄνω ἔλεγες, ὅτι οἱ πλείους ἀπώλοντο, καὶ ὀλίγοι διεσώθησαν· πῶς ἐνταῦθα ἐπὶ τῶν ἀπολλυμένων τὸ, “ τινὲς” τέθεικας, ὅπερ ὀλιγότητος ἔστιν ἐμφαντικόν; οὐκ ἐμαυτῷ φησὶ, περιπίπτων, ἀλλὰ θεραπεῦσαι θέλων, καὶ ἀνακτήσασθαι τοὺς πεπονηκότας. εἶδες, πῶς διὰ παντὸς τοῦ χωρίου τοῦτο δείκνυται κατασκευάζων, τὸ βούλεσθαι παραμυθήσασθαι αὐτούς; κἂν ἀνέλῃς αὐτὸ, πολλὰ ἕπεται τὰ ἐναντιώματα. σὺ δέ μοι σκόπει αὐτοῦ τὴν σοφίαν, πῶς δοκῶν ὑπὲρ αὐτῶν λέγειν, πλήττει λανθανόντως, καὶ πάσης ἀπολογίας δείκνυσιν ἀπεστερημένους. ἐννόησον γὰρ πονηρίαν τῶν κλάδων. ὅταν καὶ ῥίζαν ἔχοντες γλυκεῖαν, μὴ μιμῶνται αὐτήν. καὶ τὴν κακίαν τοῦ φυράματος, ὅταν μὴ δὲ ἀπὸ τῆς ἀπαρχῆς μεταβάλληται. ἀλλ’ ὅπερ ἔφην, βούλεται αὐτοὺς παραμυθήσασθαι. διὰ τοῦτο οὐδὲ παρ’ ἑαυτοῦ ἀλλὰ παρ’ ἐκείνων εἰσάγει τὸν λόγον. καὶ ἐν ταὐτῷ λανθανόντως αὐτῶν καθικνούμενος, καὶ δεικνὺς τῆς τοῦ Ἀβραὰμ συγγενείας ἐκπεπτωκότας. τοῦτο γὰρ ἦν ὃ ἔσπευδεν εἰπεῖν, ὅτι οὐδὲν κοινὸν πρὸς ἐκείνους ἔχουσιν. εἰ γὰρ ἁγία ἡ ῥίζα, οὗτοι δὲ οὐχ ἅγιοι, ἄρα πόρρω τῆς ῥίζης οὗτοι. εἶτα δοκῶν παραμυθεῖσθαι τὸν Ἰουδαῖον, πάλιν πλήττει διὰ τῆς κατηγορίας τοὺς ἐξ ἐθνῶν. εἰπὼν γὰρ, “ εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν,” ἐπήγαγε, “ σὺ δὲ “ ἀγριέλαιος ὣν, ἐνεκεντρίσθης.” ὅσῳ γὰρ ἃν εὐτελὴς ᾖ ὁ ἐξ ἐθνῶν, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἀλγεῖ, τοῖς αὐτοῦ τοῦτο ἐντρυφῶντα ὁρῶν. κἀκείνῳ δὲ οὐ τοσαύτη ἀπὸ τῆς εὐτελείας ἡ αἰσχύνη, ὅση ἀπὸ τῆς μεταβολῆς ἡ τιμή.
- 11.16.1.2
Καὶ σκόπει σοφίαν. οὐκ εἶπεν ἐνεφυτεύθης, ἀλλ’ “ ἐνεκεν- “ τρίσθης.” ἐν τούτῳ πάλιν δάκνων τὸν Ἰουδαῖον· καὶ δεικνὺς ἐν τῷ δένδρῳ τῷ αὐτοῦ τὸν ἐξ ἐθνῶν ἑστηκότα, καὶ τοῦτον κείμενον χαμαί. διόπερ οὐδὲ μέχρι τούτου ἔστη, οὐδὲ εἰπὼν “ ἐνεκεντρί- “ σθης,” ἀπηλλάγη. καίτοι τὸ πᾶν ἐδήλωσεν ἐν τούτῳ. ἀλλ’ ὅμως ἐνδιατρίβει τῇ εὐημερίᾳ τούτου, καὶ εὐρύνει τὴν εὐδοκίμησιν. λέγων, “ καὶ συγκοινωνὸς τῆς ῥίζης, καὶ τῆς πιότητος τῆς ἐλαίας “ ἐγένου.” καὶ δοκεῖ μὲν αὐτὸ ἐν τάξει προσθήκης τεθεικέναι. δείκνυσι δὲ οὐδὲν ταύτῃ παραβλαπτόμενον, ἀλλὰ τὸ πᾶν ἔχοντα ὅσον εἶχεν ὁ κλάδος, ὁ ἐκ τῆς ῥίζης ἀναβάς. ἵνα γὰρ μὴ ἀκούσας, σὺ δὲ ἐνεκεντρίσθης, ἠλαττῶσθαι αὐτὸν νομίζῃς, πρὸς τὸν ἔμφυτον κλάδον συγκρίνων, ὅρα πῶς αὐτὸν ἐξισοῖ λέγων, “ κοινωνὸς τῆς “ ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου.” τουτέστιν, εἰς τὴν αὐτὴν κατέστης εὐγένειαν, εἰς τὴν αὐτὴν φύσιν. εἰτα ἐπιπλήξας, καὶ εἰπὼν, “ μὴ κατακαυχῶ τῶν κλάδων,” δοκεῖ μὲν παραμυθεῖσθαι τὸν Ἰουδαῖον, δείκνυσι δὲ αὐτοῦ τὸ εὐτελὲς καὶ τὴν πολλὴν ἀτιμίαν. διὰ τοῦτο οὐδὲ εἶπε μὴ καυχῶ, ἀλλὰ “ μὴ κατα- “ καυχῶ.” μὴ κατ’ ἐκείνων καυχῶ, ὥστε αὐτοὺς ἀπορρῆξαι· καὶ γὰρ εἰς τὰ ἐκείνων ἕστηκας, τῶν ἐκείνων ἀπολαύεις. ὁρᾷς πῶς δοκεῖ μὲν ἐπιπλήττειν τούτους, δάκνει δὲ ἐκείνους; “ εἰ δὲ κατακαυχᾶ- “ σαι,” φησὶν, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα, σέ. τί οὑν πρὸς τοὺς κλάδους τοῦτο τοὺς ἐκκοπέντας; οὐδέν. ὅπερ γὰρ ἔφην, σκιάν τινα παραμυθίας ἀσθενῆ δοκῶν ἐπινοεῖν, καὶ ἐν αὐτῷ τῷ πρὸς τὸν ἐξ ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν. εἰπὼν γὰρ, “ μὴ κατακαυχῶ,” καὶ ὅτι, “ εἰ κατακαυχᾶσαι, οὐ σὺ τὴν “ ῥίζαν βαστάζεις,” ἔδειξε τῷ Ἰουδαίῳ ὅτι καυχήσεως ἄξια τὰ γεγενημένα, εἰ καὶ μὴ κατακαυχᾶσθαι δεῖ· καὶ διεγείρων αὐτὸν καὶ παροξύνων εἰς πίστιν, καὶ δεικνὺς αὐτῷ τὴν ζημίαν ἣν ὑπέμεινε, καὶ ὅτι τὰ ἐκείνου κατέχουσιν ἕτεροι.
- 11.16.2.1
Γενναδίου. Σὺ δέ μοι καὶ ἀπαρχὴν μὲν νοήσεις, τὸν δεσπότην Χριστὸν, ὡς ἐξ αὐτῶν τὸ κατὰ σάρκα γενόμενον, καὶ διὰ τῆς ἀναστάσεως, τῆς υἱοθεσίας κατάρξαντα· ῥίζαν δὲ, τὸν Ἀβραὰμ, ὡς πρῶτον τοῦ γένους παντός· φύραμα δὲ καὶ κλάδους, σύμπαντα τὸν λαόν.
- 11.16.3.1
Θεοδωρήτου. Κλάδοι δέ εἰσιν ὁ τῶν Ἰουδαίων λαὸς, ὡς ἐκ τῆς ῥίζης τοῦ Ἁβραὰμ βλαστήσας· πιότης δὲ ἐλαίας, ἡ εὐσεβείας διδασκαλία. παρακελεύεται τοίνυν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, τῶν ἀπιστησάντων Ἰουδαίων μὴ κατεπαίρεσθαι. τούτους γὰρ ὀνομάζει κλάδους ἀποκλασθέντας. σκοπήσατε δέ, φησιν, ὅτι ὑμεῖς ἐξ ἑτέρας συγγενείας ὁρμώμενοι, εἰς ταύτην ἐνεκεντρίσθητε, καὶ τῆς εὐσεβοῦς ῥίζης ἐδέξασθε τὴν πιότητα. λογίζου δὲ ὁ ἐξ ἐθνῶν καὶ τοῦτο, ὅτι σὲ ἡ ῥίζα φέρει, οὐ σὺ τὴν ῥίζαν. καὶ σὺ ἐκείνης δέη.
- 11.16.4.1
Κυρίλλου. Σὺ μὲν γὰρ ἀγριέλαιος ἦς, τεθραμμένος ἐν ἀκαρπίᾳ, ἐνεκεντρίσθης δὲ εἰς καλλιέλαιον, εἰς τὸν τῶν κατὰ φύσιν κλάδων ἐμβιβασθεὶς τόπον. διὸ μὴ ὑψηλὰ φρόνει κατὰ τῶν ὠλισθηκότων· μὴ δὲ κατακαυχῶ ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς. οὐ γὰρ δύνασαι καυχᾶσθαι ἔπι σοῖς πατράσιν οὐ γὰρ σὸς προπάτωρ ὁ Ἀβραὰμ, ᾧ γέγονας υἱὸς διὰ πίστεως. Οἰκουμενίου. Ἁγίους γε μὴν αὐτοὺς καλεῖ ὁ Ἀπόστολος, εἰς τὴν πίστιν προτρέπων. ὡς εἰ εἶπεν, ἐπιτήδειοι ἐστὲ καὶ πρέποντες. τὸ θέλειν ὑμῖν λείπει μόνον.
- 11.16.5.1
Σευηριανοῦ. Ἀλλὰ καὶ καλλιελαίου καὶ ἀγριελαίου μνησθεὶς, παρέστησεν ὅτι μία μὲν φύσις ἁπάντων, ὥσπερ καὶ τῆς ἐλαίας. οὐ μία ’δε προαίρεσις, ὡσπερ επι του αγριου καὶ ἡμέρου. αγριον καλῶν, τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ· ἥμερόν δὲ, τὸ καρποφόρον. ἐγκεντρισμὸν δὲ, τὸ ἐγκεντρισθῆναι ἐν τῇ πίστει τοῦ Ἀβραὰμ, ὃν ῥίζαν ὀνομάζει. τὸν δὲ ἐγκεντρισμὸν φησὶ παρέχειν ζωήν.
- 11.16.6.1
Θεοδώρου Μονάχου. Πλὴν ἰστέον ὡς ἔστι διαφορὰ ῥίζης καὶ ἀπαρχῆς. ἡ μὲν γὰρ ἀπαρχὴ, μετὰ τὴν τοῦ παντὸς έκλέγεται συλλογήν. ἡ δὲ ῥίζα, ἀρχή τις νενόμισται πράγματος. ὅθεν κἀνταῦθα ἀκολούθως, ἀπαρχὴν μὲν ἐκάλεσε τὸν Χριστόν· ὡς ἐκ παντὸς εἰλημμένον τοῦ τῶν Ἰουδαίων συλλόγου. ῥίζαν δὲ, τὸν Ἁβραάμ· ἐξ οὗπερ ὅλον ἔφυ τὸ γένος. καλῶς ἐξ ἑκατέρου τὸ πρὸς τὴν εὐσέβειαν αὐτῶν ἐπιτήδειον εἰπεῖν προθέμενος. γελοῖον γὰρ, τὴν μὲν ἀπαρχὴν αὐτῶν ἁπάσης ἀξίαν ἡγεῖσθαι τιμῆς, τούτους δὲ προσιέναι βουλομένους τῇ εὐσεβείᾳ, ἀπωθεῖσθαι ὡς οὐκ ἀξίους τοῦ πράγματος.
- 11.19.verse.1
Ἐρεῖς οὖν μοι, ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῆ πίστει ἕστηκας. μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδὲ σοῦ φείσεται.
- 11.19.1.1
Χρυσοστόμου. Πάλιν ἐν τάξει ἀντιθέσεως, τὸ ἐναντίον τῶ προτέρῳ κατασκευάζει. δεικνὺς ὅτι καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα, οὐχὶ προηγουμένως ἔλεγεν, ἀλλ’ ἐφελκόμενος αὐτούς. καὶ δείκνυσι προηγουμένην καὶ τὴν εἰς τὰ ἔθνη πρόνοιαν. εἰ καὶ δοκεῖ ἑτέρως σχηματίζειν τὰ εἰρημένα. καὶ ὅλον τὸ χωρίον δι’ ἀντιθέσεως ὑφαίνει, ἑαυτὸν ἀπαλλάττων τῆς κατὰ τὴν ἀπέχθειαν, ὑπονοίας, καὶ εὐπαράδεκτον ποιῶν τὸν λόγον, “ καλῶς” φησὶ, ἐπῄνεσε τὸ εἰρημένον. εἶτα καὶ φοβεῖ πάλιν, “ τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν. “ σὺ δὲ τῇ πίστει ἕστηκας.” ἰδοὺ πάλιν ἕτερον ἐγκώμιον, καὶ ἐκείνων κατηγορία· ἀλλὰ πάλιν αὐτῶν καταστέλλει τὸ φρόνημα, ἐπάγων καὶ λέγων, “ μὴ ὑψηλοφρόνει· ἀλλὰ φόβου· οὐ γὰρ φύσεως τὸ πρᾶγμα ἐστὶν, ἀλλὰ πίστεως καὶ ἀπιστίας. καὶ δοκεῖ μὲν πάλιν ἐπιστομίζειν τὸν ἐξ ἐθνῶν. διδάσκει δὲ τὸν Ἰουδαῖον ὅτι οὐ δεῖ τῇ τῆς φύσεως συγγενείᾳ προσέχειν. διὸ καὶ ἐπάγει, “ μὴ ὑψηλο- “ φρόνει, ἀλλὰ φοβοῦ.” καὶ οὐκ εἶπε ταπεινοῦ. ἡ γὰρ ἀπόνοια, καταφρόνησιν ἐμποιεῖ καὶ ῥαθυμίαν. εἶτα ἐκτραγῳδεῖν μέλλων αὐτῶν τὴν συμφορὰν, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον, ἐν τάξει τῆς πρὸς ἐκεῖνον ἐπιτιμήσεως αὐτὸ τίθησιν, οὕτω λέγων, “ εἰ “ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο,” καὶ οὐκ εἶπεν, οὐδὲ σοῦ φείσεται. ἀλλὰ “ μήπως οὐδὲ σοῦ φείσηται.” ὑποτεμνόμενος τοῦ λόγου τὸ φορτικὸν τῇ ἀμφιβολίᾳ, καὶ ποιῶν ἐναγώνιον εἶναι τὸν πιστόν. κἀκείνους ἐφελκόμενος, καὶ τοῦτον καταστέλλων.
- 11.19.1.2
Ἐσχημάτισται οὖν ὁ λόγος, ὡς τῶν ἐθνῶν λεγόντων, καὶ διὰ τι μὴ καυχήσομαι, τοιούτων μοι ὑπαρξάντων χρηστῶν; οὗτοι ἐξεκλάσθησαν, καὶ ἐγὼ ἐνεκεντρίσθην, καὶ κληρονόμος γέγονα τῆς τῶν πατέρων αὐτῶν δόξης, καὶ τῶν ἐκείνοις δοθεισῶν ἐπαγγελιῶν. ὁ ξένος ἐγὼ καὶ κατ’ οὐδὲν προσήκων, ἀπολαύω. ἐκ δὲ τοῦ εἰπεῖν καλῶς, συναινεῖ τοῖς ἔθνεσιν ὡς ἀληθῆ εἰρηκόσιν.
- 11.19.2.1
Κυρίλλου. Εὐτέχνως ἄρα ὁ λόγος κατεσκευάσθη τῷ Ἀποστόλῳ. ἐπανορθοῖ μὲν γὰρ τοῦ πρέποντος ἡμαρτηκότα τὸν Ἰσραήλ. καὶ ἐπὶ τὰ λυσιτελῆ προτρέπεται, καὶ τῆς ἰδίας ἀντιποιεῖσθαι ῥίζης διὰ πίστεως τῆς ἐν Χριστῷ. λέγει δὲ τοὺς ἐξ ἐθνῶν τετιμῆσθαι παρὰ Θεοῦ. καὶ προτρέπεται εἰς τὸ ἑδραῖον ἐν πίστει καὶ εὐσεβείᾳ. ἐὰν γὰρ οὕτω μείνῃς, κλάδος εὐγενὴς τῆς ἁγίας ἀπομένεις ῥίζης. εἰ δὲ ἀπειθήσεις, ἔξω καὶ αὐτὸς γενήσῃ τῆς ῥίζης.
- 11.19.3.1
Θεοδωρήτου. Κἀκείνους γὰρ ἡ ἀπιστία τῆς ῥίζης ἀλλοτρίους ἀπέφηνε. καὶ σὲ ἡ πίστις συνῆψε τῇ ῥίζῃ, καὶ τῆς ταύτης πιότητος μεταλαχεῖν παρεσκεύασε· προσήκει σε τοίνυν μὴ μέγαφρονεῖν, ἀλλὰ δεδιέναι καὶ τρέμειν. διατὶ; εἰ γὰρ ἐκείνους οὐδὲν ὤνησεν ἡ τῆς φύσεως οἰκειότης, ἐπειδὴ τοιαύτην ἔσχον προαίρεσιν, πολλῷ μᾶλλον σὺ μὴ φυλάξας τὴν χάριν, γενήσῃ τῆς ῥίζης ἀλλότριος.
- 11.19.4.1
Γενναδίου. Κἀνταῦθα δὲ τὸ “ ἵνα” συνήθως σημαίνει τὸ ἀποβάν. ἐρεῖς γὰρ μεγαλαυχούμενος, ὅτι ἐκκοπέντων ἐκείνων ἐνεκεντρίσθην ἐγώ. οὐκοῦν προσκατανοῶν καὶ τὸ αἴτιον τῆστε ἐκείνων ἐκτρίψεως, καὶ τῆς σῆς ἀναστάσεως, σωφρονίζων δέδιθι.
- 11.22.verse.1
Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δέ σε, χρηστότητα, ἐὰν μὴ e ἐπιμείνῃς τῆ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. καὶ ἐκεῖνοι δὲ ἐὰν μὴ ἐπιμείνωσι τῆ ἀπιστίᾳ, ἐγκεντρισθήσονται.
- 11.22.1.1
Χρυσοστόμου. Οὐκ εἶπεν, ἴδε οὖν κατόρθωμα σὸν, ἴδε οὖν πόνους σοὺς, ἀλλὰ Θεοῦ φιλανθρωπίαν. δεικνὺς ὅτι πᾶν τῆς χάριτος τῆς ἄνωθεν γέγονε, καὶ παρασκευάζων τρέμειν· ἡ γὰρ ὑπόθεσις τῆς καυχήσεως, αὕτη σε ποιείτω δεδοικέναι καὶ τρέμειν. ἐπειδὴ γὰρ χρηστὸς περὶ σὲ γέγονεν ὁ δεσπότης, διὰ τοῦτο φοβοῦ. οὐ γὰρ ἀκίνητά σοι μένει τὰ ἀγαθὰ, ἐὰν ῥαθυμῇς. ὥσπερ οὖν οὐ δὲ ἐκείνοις τὰ κακὰ, ἐὰν μεταβάλωνται. καὶ γὰρ σύ, φησιν, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, ἐκκοπήσῃ. καὶ ἐκεῖνοι δὲ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. οὐ γὰρ ὁ Θεὸς αὐτοὺς ἐξέκοψεν, ἀλλ’ αὐτοὶ ἐξεκλάσθησαν καὶ κατέπεσον. καὶ καλῶς εἶπεν “ ἐξεκλάσθησαν.” οὐδέ ποτε γὰρ οὗτος αὐτοὺς ἐξέβαλε, καίτοι πολλὰ πολλάκις ἡμαρτηκότας. εἶδες πόσον τῆς προαιρέσεως τὸ κῦρος; πόση τῆς γνώμης ἡ ἐξουσία; οὐδὲν γὰρ τούτων ἀκίνητον· οὔτε τὸ σὸν καλὸν, οὔτε τὸ ἐκείνου κακόν. εἶδες πῶς καὶ ἐκεῖνον ἀπογινώσκοντα ἀνέστησε, καὶ τοῦτον θαρροῦντα κατέστειλε; μήτε γὰρ σὺ ἀποτομίαν ἀκούων, ἀπαγορεύσῃς. μήτε σὺ χρηστότητα, θαρρήσῃς. διὰ τοῦτό σε ἀποτόμως ἐξέκοψεν, ἵνα ποθήσῃς ἐπανελθεῖν. διὰ τοῦτό περὶ σὲ χρηστότητα ἐπεδείξατο, ἵνα ἐπιμείνῃς. καὶ οὐκ εἶπε τῇ πίστει, ἀλλὰ τῇ χρηστότητι. τουτέστιν, ἐὰν ἄξια τῆς τοῦ Θεοῦ φιλανθρωπίας πράττῃς. οὐ γὰρ πίστεως δεῖ μόνον.
- 11.22.1.2
Ὁρᾷς πῶς οὔτε ἐκείνους ἀφῆκε κεῖσθαι, οὔτε τούτους μέγα φρονεῖν; ἀλλὰ καὶ παρεζήλωσε τούτους πάλιν δι’ ἐκείνων, δοὺς τῶ Ἰουδαίῳ στῆναι εἰς τὸν τόπον τούτου· καθάπερ ἐκεῖνος προκατέλαβε τὸ τούτου χωρίον. καὶ τὸ μὲν ἐξ ἐθνῶν, ἀπὸ τῶν Ἰουδαίων φοβεῖ, καὶ τῶν ἐκείνοις συμβεβηκότων, ἵνα μὴ ἐπαίρωνται κατ’ αὐτῶν. τὸν δὲ Ἰουδαῖον, ἀπὸ τῶν τῷ Ἕλληνι παρασχεθέντων, θαρρεῖν παρασκευάζει. καὶ γὰρ καὶ σὺ ἐκκοπήσῃ, φησὶν, ἐὰν ῥαθυμῇς. καὶ γὰρ ὁ Ἰουδαῖος ἐξεκόπη· καὶ ἐκεῖνος ἐγκεντρισθήσεται, ἐὰν ζηλώσῃ. καὶ γὰρ σὺ ἐνεκεντρίσθης. πάνυ δὲ συνετῶς ὅλον τὸν λόγον πρὸς τὸν ἐξ ἐθνῶν τρέπει. ὅπερ ἀεὶ ποιεῖν εἴωθε, ἐν τῇ τῶν ἰσχυροτέρων ἐπιπλήξει τοὺς ἀσθενεῖς διορθούμενος.
- 11.22.1.3
Ὅρα οὖν φησὶν, ὅπως μὲν ἐκείνους ἀπέτεμεν ὁ Θεὸς, τὴν τῶν προγόνων οὐ ζηλώσαντας πίστιν. ὅπως δὲ σὲ φιλανθρωπίας ἠξίωσε, καὶ ῥίζης ἀλλοτρίας ἀπέφηνε κοινωνόν· ἧς ἀλλοτριώσει σε πάντως, τὴν δοθεῖσαν οὐ φυλάξαντα δωρεάν· καὶ τούτους τῆς ἀπιστίας ἀπαλλαγέντας, αὖθις ἐκείνῃ συνάψει. καλῶς δὲ καὶ ἐπὶ τούτων τὸ, “ ἐγκεντρισθήσεται” τέθεικεν· ὡς τῆς ἀπιστίας αὐτοὺς παντελῶς χωρισάσης· καὶ τῆς πίστεως παραπλησίως τοῖς ἔθνεσι συναπτούσης τῇ ῥίζῃ.
- 11.22.2.1
Θεοδώρου Μονάχου. Ἀποτομίαν τοίνυν λέγει, τὸ, κλάδους ὄντας ἀποκλασθῆναι τῆς ἐλαίας. καὶ πεσόντας καλεῖ, τοὺς ἀμετανοητον γνώμην ἐσχηκότας ἐν τῇ εἰς ’τον Θέον ἀπιστίᾳ χρηστοτητα δέ φησιν, τὸ ἐγκεντρισθῆναι τῇ ἐλαίᾳ ἀγριέλαιον ὄντα.
- 11.22.3.1
Βασιλείου. τίνι δὲ διαφέρει χρηστότης ἀγαθωσύνης; τοῦ Δαβὶδ εἰπόντος, ποτὲ μὲν, ὅτι, “ χρηστὸς Κύριος τοῖς σύμπασι.” καὶ “ χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν.” ποτὲ δὲ, “ ἀγάθυνον, “ Κύριε, τοῖς ἀγαθοῖς.” καὶ τοῦ Ἱερεμίου.” ἀγαθὸς Κύριος τοῖς “ ὑπομένουσιν αὐτόν.” πλατυτέραν οἶμαι εἶναι τὴν χρηστότητα εἰς εὐεργεσίαν τῶν ὁπωσδηποτοῦν ἐπιδεομένων ταύτης. συνηγμένην δὲ μᾶλλον τὴν ἀγαθωσύνην, καὶ τοῖς τῆς δικαιοσύνης λόγοις ἐν ταῖς εὐεργεσίαις συγχρωμένην.
- 11.24.verse.1
Δυνατὸς γάρ ἐστιν ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς. εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαία :
- 11.24.1.1
Χρυσοστόμου. Καὶ ἐκ τῶν παρελθόντων κατασκευάζει τὸ εἰρημένον· οὐκ ἀπὸ τῶν μελλόντων μόνων· ὅπερ μᾶλλον ἔπειθε τὸν ἀκροατήν. καὶ μέλλων λογισμῶν κινεῖν ἀναντίρρησιν, προτέραν ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν ἀκολουθίαν τίθησιν. εἰ γὰρ ἀπεκόπησαν καὶ ἀπερρίφησαν, καὶ ἄλλοι τὰ αὐτῶν προκατελάβοντο, μὴ δὲ οὕτως ἀπογνῷς. δυνατὸς γάρ ἐστι, φησὶ, ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς. ὁ καὶ τὰ ὑπὲρ ἐλπίδα ποιῶν. εἰ δὲ πραγμάτων τάξιν ἐπιζητεῖς, καὶ λογισμῶν ἀκολουθίαν, ἔχεις οἴκοθεν τὸ ὑπόδειγμα, μετὰ πλείονος τῆς περιουσίας. εἰ γὰρ ἐπὶ σοῦ, φησι, τὸ παρὰ φύσιν ἴσχυσεν ἡ πίστις, πολλῷ μᾶλλον τὸ κατὰ φύσιν. εἰ γὰρ οὗτος, τῶν κατὰ φύσιν αὐτοῦ πατέρων ἐκκοπεὶς, ἦλθε παρὰ φύσιν πρὸς Ἁβραὰμ, πολλῷ μᾶλλον τὸ οἰκεῖον ἀπολαβεῖν σύ. τοῦ μὲν γὰρ ἐθνικοῦ, τὸ μὲν κακὸν κατὰ φύσιν, ἀγριέλαιος γὰρ κατὰ φύσιν ἠν. τὸ ’δε καλὸν, παρὰ φύσιν. παρὰ φύσιν γὰρ ἐνεκεντρίσθη τῷ Ἁβραάμ. σοῦ δὲ τοὐναντίον, τὸ καλὸν, κατὰ φύσιν. οὐ γὰρ ἐν ἀλλοτρίᾳ ῥίζῃ ὥσπερ ὁ ἐθνικὸς, ἀλλ’ ἐν οἰκείᾳ παγήσῃ, ἐὰν βουληθῇς ἐπανελθεῖν. τίνος οὖν ἃν εἴης ἄξιος, ὅταν τοῦ ἐθνικοῦ τὸ παρὰ φύσιν δυνηθέντος, σὺ τὸ κατὰ φύσιν μὴ ἰσχύσῃς, ἀλλὰ καὶ τοῦτο προδῷς; εἶτα ἐπειδὴ εἶπε, “ παρὰ “ φύσιν,” καὶ “ ἐνεκεντρίσθη,” ἵνα μὴ πλέον τι τὸν Ἰουσῖον ἔχειν νομίζῃς, πάλιν αὐτὸ διορθοῦται, λέγων “ αὐτὸν ἐγκεντρίζε- “ σθαι.” πολλῷ γὰρ μᾶλλον οὗτοι, φησὶ, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. καὶ πάλιν “ δυνατὸς ὁ Θεὸς ἐγκεν- “ τρίσαι αὐτούς. καὶ πρὸ τούτου δὲ φησὶν, “ ὅτι ἐὰν μὴ “ νωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται·” παρὰ φύσιν δὲ καὶ κατὰ φύσιν ὅταν ἀκούσῃς αὐτοῦ συνεχῶς λέγοντος, μὴ τὴν ἀκίνητον ταύτην φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ τὸ εἰκὸς καὶ τὸ ἀκόλου- θον καὶ τὸ ἀπεικὸς πάλιν τούτοις δηλοῦν τοῖς ὀνόμασιν. οὐ γὰρ φυσικὰ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα, ἀλλὰ γνώμης καὶ προαιρέσεως μόνης.
- 11.24.2.1
Θεοδώρου Μονάχου. Εἰ σὺ οὖν φησιν, ἀγριέλαιος ὣν, οὐ γὰρ ἔσχες γεωργοῦντα τὸν νόμον, οὐδὲ τοὺς προφήτας ἄρδοντας, καὶ καθαίροντας, καὶ τὴν προσήκουσάν σου ἐπιμέλειαν ποιουμένους, τῶν μὲν δυσσεβῶν ἐχωρίσθης προγόνων τὲ καὶ συγγενῶν, τῆς δὲ τοῦ Ἀβραὰμ πίστεως κοινωνὸς ἀπεφάνθης,; καὶ τοῦτον αὐχεῖς, ῥίζαν καὶ πατέρα καὶ πρόγονον, οὐ κατὰ φύσεως νόμον, ἀλλὰ διὰ τὴν θείαν φιλοτιμίαν, πολλῷ δήπουθεν εὐλογώτερόν τε καὶ φυσικώτερον οὗτοι πιστεύσαντες, τῇ οἰκείᾳ συναφθήσονται ῥίζῃ. ταῦτα δὲ, ὡς ἔφην, λέγει, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας μετριάζειν διδάσκων, καὶ τοὺς ἀπιστήσαντας τῶν Ἰουδαίων, εἰς σωτηρίαν προτρέπων.
- 11.25.verse.1
Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ’ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται.
← Previous · Next → — showing 501–600 of 959
First Thousand Years of Greek. CTS URN tlg4102.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.