Ancient Textssearch the texts themselves, not just their titles

← Library

Catena In Epistulam Ad Romanos (typus Monacensis)

First Thousand Years of Greek · First Thousand Years of Greek · 959 sections

  1. 9.14.2.5

    Ὁρᾷς πῶς πλάττονται τινὲς εἰς τιμὴν τὲ καὶ ἀτιμίαν; οὐ φύσιν λαχόντες τὴν ὦδε πεποιημένην, ἀλλ’ οἷς δράσειαν τὴν ἰσοπάλη καὶ πρέπουσαν ἀντίδοσιν κομιζόμενοι; οὐκοῦν εἰ κολάζοι τῶν ὅλων ὁ ποιητὴς, τὸν ἐκ τρόπων ἀγαθῶν πρὸς τὰ αἰσχίω μεταφοιτῶντα· καὶ τὸν ἐκ τῶν αἰσχιόνων μεταχωροῦντα πρὸς τὰ βελτίω, τιμαῖς στεφανοῖ, πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ἥκιστα μὲν κατὰ φύσιν γεγόνασι φαῦλοι τινὲς, ἤγουν διαπλάττονται δι’ αὐτοῦ. σκεύη δὲ μᾶλλον γεγόνασιν ἀτιμίας; ὅτι καίτοι μετὸν αὐτοῖς εὐδοκιμεῖν ἑλέσθαι παρὰ Θεῷ, ἐθελούσιον ἠρρωστήκασι τὴν εἰς τὰ φαῦλα τιμήν. ἀλλ’ ἐσκλήρυνε, φησὶν, αὐτὸς τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτὸν, “ εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε· “ ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου.” οὐκοῦν εἰ καὶ σκληρύνει τινὰς, καὶ ἐξανίστησιν αὐτοὺς ὀργῆς ὄντας σκεύη, καὶ κατηρτίσθαι λεγόμενα εἰς ἀπώλειαν, “ τί ἔτι μέμφεται; τῷ γὰρ “ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκε ;” πῶς δ’ ἃν γέγονεν ἀγαθὸς παρ’ αὐτοῦ σκλυρυνόμενος; τί οὑν ἔχομεν πρὸς ταῦτα εἰπεῖν; ἀπόχρη πρός γε τὸ εἰδέναι τὸ ἀληθὲς, τὸ διακεῖσθαί τε καὶ φρονεῖν ὡς οὐκ ἃν γένοιτο τῶν φαύλων δημιουργὸς, πάντα γὰρ ὅσα ἐποίησε, καλὰ λίαν. εἰ μὲν οὖν οὐκ ἄνθρωπον εἶναι διατείνονται τὸν Αἰγύπτιον, καὶ τῆς αὐτῆς ἡμῖν φύσεως μεταλαχεῖν, ἀποδεικνύντων, καὶ ἡμεῖς σιωπήσομεν. εἰ δὲ ἢν καθ’ ἡμᾶς, ἣ τῆς θείας ἐναργῶς καταγορευόντων φωνῆς, ὡς οὐ τὸ καλὸν ὁρώσης καὶ τὸ μὴ τοιοῦτον· ἣ εἰ τοῦτο πεφρίκασιν, ὁμολογούντων εἶναι καλὰ τὰ παρ’ αὐτοῦ πρὸς ὕπαρξιν παρενηνεγμένα. οὕτω γὰρ τὴν προβλεπεστάτην ἀποκρούσονται δόξαν. τὸ δὲ “ εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε,” πρὸς τὸν Φαραὼ εἰρημένον, κατασημαίνει, οὐ τὸ, ἔκτισα ἣ δεδημιούργκα· κέκληκα δὲ μᾶλλον, εἰς τὸ θελῆσαι δεῖν ἀντιπράττειν ἐμοί· καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ’ ὅτε Μώσης ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ.

  2. 9.14.3.1

    Θεοδωρήτου. Ἢ τὸ, “ ἐξήγειρά σε,” ἀντὶ τοῦ, συνεχώρησά σε τῆς βασιλείας τυχεῖν. καὶ κωλῦσαι δυνάμενος, οὐκ ἐκώλυσα. τὴν ἐντεῦθεν τοῖς ἄλλοις γενησομένην προορῶν ὠφέλειαν. ἀναγκαίως δὲ καὶ τοῦ Μώσεως ἐμνήσθη ἐν τῷ, “ τῷ γὰρ Μωϋσῇ λέγει. ἐλεήσω ὃν ἂν ἐλεῶ. ἵνα καὶ διὰ τοῦ εἰρηκότος, καὶ διὰ τοῦ ἀκηκοότος, δείξῃ τῶν εἰρημένων τὸ ἀξιόπιστον. εἶτα ἐπισυλλογίζεται· “ ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος.” καὶ τὴν λύσιν οὐκ ἐπάγει· ἀλλ’ ἐπιτείνει τῇ τῶν ἐπιφερομένων προσθήκῃ τὴν ζήτησιν. λέγει γάρ, φησιν, ἡ γραφὴ τῷ Φαραώ. εἶτα συλλογιστικῶς ἐπάγει. “ ἄρα οὖν ὃν ἂν θέλῃ ἐλεεῖ· ὃν δὲ θέλει σκλη- “ ρύνει.” σά, φησιν, ταῦτα τὰ γράμματα. οὐ γὰρ ἑτέρωθεν αὐτὰ συλλέξας προσφέρω. αὐτοῦ ἤκουσα τοῦ Θεοῦ εἰρηκότος, “ ἐλεήσω “ ὃν ἃν ἐλεῶ· καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” αὐτοῦ πάλιν ἐστὶ τὰ περὶ τοῦ Φαραώ. αὐτὸς καταλιπὼν τὸν Ἰσμαὴλ καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, τὸν Ἰσαὰκ ἐξελέξατο. αὐτὸς καὶ τὸν Ἰακὼβ τοῦ Ησαυ προτεθεικε· τι τοίνυν θαυμαστὸν, εἰ καὶ νῦν ταὐτὸ τοῦτο πεποίηκε; καὶ τοὺς ἐξ ὑμῶν πεπιστευκότας ἐδέξατο, τοὺς δὲ τὴν ἀκτῖνα ταύτην μὴ δεξαμένους ἀπώσατο; ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει. αὔξει δὲ τῶν ζητημάτων τὴν ἀπορίαν· καὶ φησίν· “ ἐρεῖς “ οὖν μοι τί ἔτι μέμφεται; εἰ γὰρ ὃν θέλει ἐλεεῖ καὶ ὃν θέλει σκληρύνει, τῆς αὐτοῦ βουλῆς ἐξήρτηται τῶν ἀνθρώπων ἡ γνώμη. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, οὐκ ἐνδίκως τοῖς ἁμαρτάνουσιν ἐπιφέρει τὰς τιμωρίας. ἀντιστῆναι γὰρ τοῖς αὐτῷ δοκοῦσιν οὐχ οἷόν τε. οὕτω τὰς ἀντιθέσεις πάσας προτεθεικὼς, ἐπήγαγε, “ μενοῦν γε ὦ “ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;” ἐπειδὴ φησὶν, “ τῷ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε.” σὺ τίς εἶ; οὐκ ἄνθρωπος; πῶς οὖν ἀνταποκρίνῃ καὶ περιεργάζῃ τὰς θείας οι'κονο- μιᾶς; εἰ γὰρ οὐκ αὐτεξούσιος ἦσθα, οὐδὲ γνώμῃ τὸ πρακτέον ᾑροῦ, ἀλλὰ τῇ τοῦ θείου βουλήματος ἀνάγκῃ ἐδούλευες, παραπλησίως ἃν τοῖς ἀνθρώποις ἐσίγησας, τὰ οἰκονομούμενα στέργων. ἐπειδὴ δὲ λόγῳ τετίμησαι, καὶ τὰ δοκοῦντά σοι καὶ λέγεις καὶ πράττεις, οὐκ ἀγαπᾷς τὰ γινόμενα, ἀλλὰ τῶν θείων οἰκονομιῶν τὰς αἰτίας ἐπιζητεῖς; ἀπόβλεψον εἰς τὸν τοῦ κεραμέως πηλόν· ὃς οὐκ ἀντιλέγει τῷ πλάττοντι. ἀλλὰ κἂν εἰς ἀτίμου σκεύους ἐργασίαν ἀφορισθῇ, σιγῇ τὸ γενόμενον δέχεται. σὺ δὲ ἀντιτείνεις καὶ ἀντιλέγεις. οὐ τοίνυν φυσικαῖς ἀνάγκαις προσδέδεσαι, οὐδὲ παρὰ γνώμην παρανομεῖς· ἀλλ’ ἑκὼν ἀσπάζῃ καὶ τὴν πονηρίαν, καὶ τοὺς τῆς ἀρετῆς πόνους. ὀρθὴ οὖν ἄρα καὶ δικαία τοῦ Θεοῦ τῶν ὅλων, ἡ ψῆφος. ἐνδίκως γὰρ κολάζει τοὺς ἁμαρτάνοντας, ὡς γνώμῃ τοῦτο ποιοῦντας. ἔχει δὲ καὶ ἡ φιλανθρωπία τὸ δίκαιον. πρόφασιν γὰρ λαμβάνουσα, ὀρέγει τὸν ἔλεον.

  3. 9.14.3.2

    Ἐκ τῆσ ἐκλογῆσ τοῦ Ὠριγένουσ. Ἴδωμεν δὲ καὶ περὶ τοῦ “ ἄρ’ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος “ Θεοῦ.” τινὲς γὰρ αἰτιώμενοι φασίν· εἰ μὴ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· οὐκ ἐκ τοῦ ἐφ’ ἡμῖν τὸ σώζεσθαι, ἀλλ’ ἐκ προαιρέσεως τοῦ, ὅτε βούλεται ἐλεοῦντος, πρὸς οὓς ῥητέον. φησὶν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ὁ Σολομῶν· αὐτοῦ γάρ ἐστιν ἡ ᾠδὴ τῶν ἀναβαθμῶν, ἐξ ἧς παραθησόμεθα τὰ ῥητά, “ ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκο- “ δομοῦντες. ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν “ ὁ φυλάσσων.” οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν, οὐ δὲ διδάσκων μὴ ἀγρυπνεῖν ἡμᾶς εἰς τὸ φρουρεῖν τὴν ἐν τῇ ψυχῇ πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς Θεοῦ οἰκοδομούμενα, καὶ τὰ μὴ τυγχάνοντα τῆς ἀπὸ τούτου φυλακῆς, μάτην οἰκοδομεῖται, καὶ ἀνηνύτως τηρεῖται. εὐλόγως ἃν ἐπιγραφομένου Κυρίου τῆς οἰκοδομῆς τοῦ Θεοῦ, καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς πόλεως τοῦ τῶν ὅλων Θεοῦ. ὥσπερ οὖν εἰ λέγομεν, οὐ τοῦ οἰκοδομοῦντος, ἀλλὰ τοῦ Θεοῦ ἐστιν ἔργον, τόδε τὸ οἰκοδόμημα· καὶ οὐ τοῦ φυλάξαντος κατόρθωμα, ἀλλὰ τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ μηδὲν πεπονθέναι ὑπὸ πολεμίων τήνδε τὴν πόλιν, οὐκ ἃν πταίοιμεν. ὑπακουομένου μὲν, τοῦ καὶ κατὰ τὸν ἄνθρωπον γεγονέναι. τοῦ δὲ ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν τελειωτὴν Θεὸν ἀναφερομένου. οὕτως ἐπεὶ οὐκ ἀρκεῖ τὸ ἀνθρώπινον θέλειν πρὸς τὸ τυχεῖν τοῦ τέλους, οὐδὲ τὸ τῶν οἱονεὶ ἀθλητῶν τρέχειν, πρὸς τὸ καταλαβεῖν τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ. Θεοῦ γὰρ συμπαρισταμένον, ταῦτα ἀνύεται. καλῶς λέγεται “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος Θεοὕ.” ὡς εἰ καὶ ἐπὶ γεωργίας, ὅπερ καὶ γέγραπται, ἐλέγετο, “ ἐγὼ ἐφύτευσα. Ἀπολ- “ λῶς ἐπότισεν. ἀλλ’ ὁ Θεὸς ηὔξησεν. ὥστε οὔτε ὁ φυτεύων ἔστι τι, οὔτε ὁ ποτίζων. ἀλλ’ ὁ αὐξάνων Θεός.” καὶ τὸ τοὺς καρποὺς πλήρεις γεγονέναι, οὐκ ἃν εὐσεβῶς λέγοιμεν ἔργον εἶναι τοῦ γεωργοῦ, ἣ ἔργον τοῦ ποτίσαντος· ἀλλ’ ἔργον τοῦ Θεοῦ. οὕτω καὶ ἡ ἡμετέρα τελείωσις, οὐχὶ μηδὲν πραξάντων γίνεται, οὐ μὴν ἀφ’ ἡμῶν ἀπαρτίζεται. ἀλλ’ ὁ Θεὸς τὸ πολὺ ταύτης ἐνεργεῖ.

  4. 9.14.3.3

    Καὶ ἵνα ἐναργέστερον πιστευθῇ τοῦτο εἶναι τὸ λεγόμενον, ἀπὸ τῆς κυβερνητικῆς τὸ παράδειγμα ληψόμεθα. πρὸς γὰρ τὴν τῶν ἀνέμων πνοὴν, καὶ τὴν τῶν ἀέρων εὐκρασίαν, καὶ τὴν τῶν ἀστέρων λαμπρότητα συνεργούντων τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ, πόστον ἃν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα καταστάσεως ἡ κυβερνητικὴ τέχνη ; οὐδὲ τῶν κυβερνητῶν αὐτῶν δι’ εὐλάβειαν πολλάκις τολμώντων ὁμολογεῖν τὸ σεσωκέναι τὴν ναῦν, ἀλλὰ Θεῷ τὸ πᾶν ἀναφερόντων. οὐ τῷ μηδὲν αὐτοὺς ἐνηργηκέναι, ἀλλὰ τῷ εἰς ὑπερβολὴν πολλαπλάσιον εἶναι τὸ ἀπὸ τῆς προνοίας, τοῦ ἀπὸ τῆς τέχνης. καὶ ἐπὶ τῆς ἡμετέρας γοῦν σωτηρίας, πολλαπλάσιον ἐστὶν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ Θεοῦ, τοῦ ἀπὸ τοῦ ἐφ’ ἡμῖν. διόπερ ἡγοῦμαι γεσθαι τὸ, “ οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος· ἀλλὰ τοῦ ἐλεοῦν- “ τος Θεοῦ.” εἰ γὰρ ὡς ἐκεῖνοι ὑπολαμβάνουσι, δεῖ τοῦτο ἐκλαμβάνειν, περισσαὶ αἱ ἐντολαί· καὶ μάτην ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας, καὶ ἀποδέχεταί τινας ὡς κατωρθωκότας, καὶ νομοθετεῖ ταῖς ἐκκλησίαις. εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς ἐπὶ τὸ θέλειν τὰ κρείττονα. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. οἷα δὲ καὶ τὰ περὶ τοῦ Φαραὼ εἰρημένα· ὡς σκληρυνομένου παρὰ Θεοῦ ἵνα μὴ ἀποστείλῃ τὸν λαόν. τί δὲ καὶ τὸ, “ἄρ᾿ οὐν ὃν ἃν θέλῃ ἐλεεῖ ὃν δὲ “ θέλει σκληρύνει ” ἐπεὶ γὰρ χρῶνται τούτοις τινὲς τῶν τὸ αὐτεξούσιον ἀναιροῦντες, διὰ τὸ φύσεις εἶναι λέγειν ἀπολλυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι· καὶ ἑτέρας σωζομένας, ἀδυνάτως ἐχούσας πρὸς τὸ ἀπολέσθαι· τόν τε Φαραὼ φασὶ, φύσεως ὄντα ἀπολλυμένης, διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ· ἐλεοῦντος μὲν τοὺς πνευματικοὺς, σκληρύνοντος δὲ τοὺς χοικοὺς, φέρε ἴδωμεν ὅτι ποτε καὶ λέγουσι.

  5. 9.14.3.4

    Πευσόμεθα γὰρ αὐτῶν· εἰ χοικῆς φύσεως ὁ Φαραὼ ἦν, ἀποκρινομένοις δὲ, ἐροῦμεν, ὅτι ὁ τῆς χοικῆς φύσεως πάντως ἀπειθεῖ τῷ Θεῷ. εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν; καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. εἰ μὴ ἄρα, ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτὸν, καὶ πάντως ἐπείσθη ἄν, ἅτε οὐκ ὢν χοικὸς, ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος. χρήζει δὲ αὐτοῦ ὁ Θεὸς, ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα, ἐπὶ πλεῖον ἀπειθοῦντος· διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν. ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν· ὅτι φύσεως ἦν ἀπολλυμένης ὁ Φαραώ. τὸ δ’ αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ Ἀποστόλῳ εἰρημένου, λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκληρύνει ὁ Θεός ; τοὺς ἀπολλυμένους ; ὡς τί πεισομένους εἰ σκληρυνθεῖεν ; ἢ δηλονότι σωθησομένους, τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης. τινας δὲ ἐλεεῖ; ἆρα τοὺς σωθησομένους ; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις, καὶ πάντως διὰ τὴν φύσιν μακαρίοις ἐσομένοις ; εἰ μὴ ἄρα ἐπεὶ ἐπιδέχονται ἀπώλειαν, εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται. ἵν ὅπερ ἐπιδέχονται, μὴ λάβωσι τὸ ἀπολέσθαι. ἀλλὰ γένωνται ἐν χώρᾳ σωζομένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους. ἐπαπροητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ, ἐσκλήρυνε. τί δή ποτε λέγουσι τὸν Θεὸν ἐνεργοῦντα σκληρύνειν καρδίαν ; καὶ τί προτιθέμενον τοῦτο ποιεῖν ; τηρείτωσαν γὰρ καὶ ἔννοιαν Θεοῦ. κατὰ μὲν τὸ ὑγιὲς, δικαίου καὶ ἀγαθοῦ· εἰ δὲ μὴ βούλονται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω δικαίου. καὶ παραστησάτωσαν, πῶς ὁ ἀγαθὸς καὶ δίκαιος. ἢ ὁ δίκαιος μόνον, φαίνεται δικαίως σκληρύνων καρδίαν, τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου· καὶ πῶς ὁ δίκαιος αἴτιος ἀπωλείας γίνεται καὶ ἀπειθείας, τῶν ὑπ’ αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων ; τί δὲ αὐτῷ καὶ μέμφεται λέγων, “ σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. ἰδοὺ πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ, καὶ “ τὸν πρωτότοκόν σου,” καὶ ὅσα ἄλλα ἀναγέγραπται, ὣ τοῦ Θεοῦ λέγοντος διὰ Μωὑσέος τῷ Φαραώ;

  6. 9.14.3.5

    Αναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ, καὶ ὅτι ὁ Θεὸς δίκαιος, ἐὰν ἀγνώμων ἦ, ἀγωνίζεσθαι πῶς ἐν ταῖς τοιαύταις λέξεσι δικαίως τρανῶς νοηθῇ. εἰ μὲν γὰρ ἀπογραψάμενός τις γυμνῇ τῇ κεφαλῇ ἵσταται πρὸς τὸ πονηρὸν εἶναι τὸν Θεὸν, ἄλλων ἔδει λόγων πρὸς αὐτόν. ἐπεὶ δὲ φασὶν διακεῖσθαι περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου, σκοπήσωμεν, πῶς ἃν ὁ ἀγαθὸς καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ. ὅρα τοίνυν, εἰ διά τινος παραδείγματος ὃ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐχρήσατο, δυνάμεθα παραστῆσαι πῶς μιᾷ ἐνεργείᾳ ὁ Θεὸς, ὃν μὲν ἐλεεῖ, ὃν δὲ σκληρύνει· οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾖ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρ’ ἑαυτοῦ τὸ σκληρύνεσθαι· σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. “ γῆ,” φησὶν, “ ἡ πιοῦσα τὸν ἐπ’ “ αὐτῆς ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις “ δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ Θεοῦ. “ ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας “ ἐγγύς. ἧς τὸ τέλος, εἰς καῦσιν.” οὐκοῦν, μία ἐνέργεια ἡ κατὰ τὸ ὑετόν. μιᾶς δὲ οὔσης αὐτῆς, ἡ μὲν γεωργηθεῖσα γῆ, καρποφορεῖ· ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος, ἀκανθοφορεῖ. καὶ δύσφημον μὲν ἃν δόξαι εἰναι τὸ λέγειν τὸν ὕοντα, ἐγὼ τοὺς καρποὺς ἐποίησα, καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ. ἀλλ’ εἰ καὶ δύσφημον, ἀλλὰ ἀληθές. ὑετοῦ γὰρ μὴ γενομένου, οὔτ’ ἃν καρποὶ, οὔτ’ ἄκανθαι ἐγεγόνεισαν. τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρέοντος, ἀμφότερα γεγένηται. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ, καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε· τὸ δὲ ὑποκείμενον ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν.

  7. 9.14.3.6

    Οὕτω τοίνυν καὶ τὰ γινόμενα ὑπὸ τοῦ Θεοῦ τεράστια· οἱονεὶ ὑετὸς ἐστιν. αἰ δὲ προαιρέσεις αἱ διάφοροι, οἱονεὶ ἡ γεωργημένη γῆ ἐστι καὶ ἡ ἠμελημένη. μία τῇ φύσει ὡς γῆ τυγχάνουσα. ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος ἔλεγε, φωνὴν προιέμενος, ἐγὼ τήκω καὶ ξηραίνω. ἐναντίων ὄντων τοῦ τήκεσθαι καὶ τοῦ ξηραίνεσθαι. οὐκ ἃν ψεῦδος ἔλεγε, παρὰ τὸ ὑποκείμενον· ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου μὲν τοῦ κηροῦ, ξηραινομένου δὲ τοῦ πηλοῦ. οὕτως ἡ μία ἐνέργεια ἡ διὰ Μώσεως γινομένη, σκληρούμενον μὲν ἤλεγχε τὸν Φαραὼ, διὰ τὴν κακίαν αὐτοῦ. πειθὼ δὲ, τὴν τῶν ἐπιμίκτων Αἰγυπτίων συνεξορμησάντων τοῖς Ἑβραίοις· καὶ τὸ κατὰ βραχὺ δὲ ἀναγεγράφθαι οἱονεὶ μαλάσσεσθαι τὴν καρδίαν Φαραὼ λέγοντος, “ ἀλλ’ οὐ μακρὰν ἀποτενεῖται· τριῶν γὰρ ἡμερῶν πορεύεσθε· “ καὶ τὰς γυναῖκας ὑμῶν καταλείψετε·” καὶ ὅσα ἄλλα κατὰ βραχὺ ἐνδιδοὺς πρὸς τὰ τεράστια ἔλεγε, δηλοῖ ὅτι ἐνήργει μέν τι καὶ εἰς αὐτὸν τὰ σημεῖα, οὐ μὴν τὸ πᾶν κατειργάζετο. οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοούμενον ὑπὸ τῶν πολλῶν “ σκληρυνῶ “ τὴν καρδίαν Φαραὼ,” ὑπ’ αὐτοῦ ἐνηργεῖτο.

  8. 9.14.3.7

    Οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθήσασθαι· πολλάκις τῶν χρηστῶν δεσποτῶν φασκόντων τοῖς διὰ τὴν χρηστότητα καὶ μακροθυμίαν ἐπιτριβομένοις οἰκέταις, τὸ, ἐγώ σε πονηρὸν ἐποίησα· καὶ ἐγώ σοι αἴτιος γέγονα τῶν τηλικούτων ἁμαρτημάτων. δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι καὶ τῆς δυνάμεως τοῦ λεγομένου, καὶ μὴ συκοφαντεῖν, μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν Παῦλος σαφῶς ταῦτα ἐξετάσας, φησὶν πρὸς τὸν ἁμαρτάνοντα, “ ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς “ μακροθυμίας καταφρονεῖς ; ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς “ μετάνοιάν σε ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα- “ νοητὸν καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ “ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ ;” ἃ γὰρ λέγει τὸν ἁμαρτάνοντα ὁ Ἀπόστολος, λεγέσθω πρὸς τὸν Φαραὼ, καὶ πάνυ ἁρμοδίως· κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν, θησαυρίζοντα ἑαυτῷ ὀργὴν τῆς σκληρότητος. οὐκ ἂν οὕτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα ἐγεγόνει. ἔτι πρὸς τὸ μὴ εἶναι ἡμᾶς αὐτεξουσίους δόξει τὸ ἀποστολικὸν ῥητὸν περισπᾶν, ἔνθα φησί. “ μενοῦνγε, ὠ ἄνθρωπε, σὺ “ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ “ πλάσαντι, τί με ἐποίησας οὕτως ; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κερα- “ μεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν, εἰς “ τιμὴν σκεῦος· ὃ δὲ, εἰς ἀτιμίαν ” ἐρεῖ γάρ τις. εἰ ὡς ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ποιεῖ. ὃ μὲν, εἰς τιμὴν σκεῦος· ὃ δὲ, εἰς ἀτιμίαν. οὕτως ὁ Θεός ἃ μὲν εἰς σωτηρίαν, ἃ δὲ εἰς ἀπώλειαν. οὐ παρ’ ἡμᾶς τὸ σώζεσθαι ἣ ἀπόλλυσθαι γίνεται. οὐ γὰρ ἐσμὲν αὐτεξούσιοι.

  9. 9.14.3.8

    Λεκτέον δὲ πρὸς τὸν τούτοις οὕτως χρώμενον. εἰ δύναται περὶ τοῦ Ἀποστόλου νοεῖν ὡς μαχόμενα ἑαυτῷ λέγοντος, οὐχ ἡγοῦμαι δὲ ὅτι τολμήσει τίς τοῦτο εἰπεῖν. εἰ τοίνυν μὴ ἑαυτῷ ἐναντία φθέγγεται ὁ Ἀπόστολος, πῶς κατὰ τὸν οὕτως ἐκδεξάμενον εὐλόγως αἰτιᾶται τὸν ἐν Κορίνθῳ πεπορνευκότα ; ἢ τοὺς παραπεπτωκότας καὶ μὴ μετανοήσαντας ; πῶς δὲ εὐλογεῖ ὡς εὖ πεποιηκότας οὓς ἐπαινεῖ. οὐ γὰρ κατὰ τὸν αὐτόν ἐστι ψέγειν ὡς ἄξιον μέμψεως τὸν ἡμαρτηκότα. καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν αὖ x πεποιηκότα; πάλιν δ’ αὖ ὡς μηδενὸς ὄντος ἐφ’ ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι, τὸ μὲν, εἰς ἀτιμίαν σκεῦος, τὸ δὲ, εἰς τιμήν ; πῶς δὲ καὶ τὸ, πάντας ἡμᾶς παραστῆναι δεῖν ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, ὑγιές ἐστι ; τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς σκεύη ἀτιμίας, ἐπὶ τοῦτο πράξεων ἐληλυθότων· καὶ τῶν κατ’ ἀρετὴν βιωσάντων, τῷ ἀρχῆθεν αὐτοὺς ἐπὶ τούτω κατεσκευάσθαι, καὶ σκεύη τιμῆς γεγονέναι, τὸ καλὸν πεποιηκότων ; ἔτι δὲ πῶς οὐ μάχεται τῷ ὡς ὑπολαμβάνουσιν ἐξ ὧν παρεθέμεθα ῥητῶν, ἔκτιμον ἣ ἄτιμον σκεῦος γεγονέναι, παρὰ τὴν τοῦ δημιουργοῦ αἰτίαν, τὸ ἀλλαχοῦ λεγόμενον, “ ἐν “ μεγάλη οἰκίᾳ, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ “ καὶ ξύλινα καὶ ὀστράκινα. καὶ ἃ μὲν εἰς τιμήν· ἃ δὲ, εἰς ἀτι- “ μίαν· ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμὴν ἡγι- “ ασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ.” εἰ γὰρ ὁ ἐκκαθάρας ἑαυτὸν γίνεται σκεῦος εἰς τιμήν· ὁ δὲ ἀπερικάθαρτον ἑαυτὸν παριδὼν σκεῦος εἰς ἀτιμίαν· ὅσον ἐπὶ ταύταις ταῖς λέξεσιν, οὐδαμῶς αἴτιος ὁ δημιουργός. ποιεῖ μὲν γὰρ ὁ δημιουργὸς σκεύη τιμῆς, καὶ σκεύη ἀτιμίας. ἀλλὰ σκεύη μὲν τιμῆς, τοὺς ἐκκαθάραντας ἑαυτούς· σκεύη δὲ ἀτιμίας, τοὺς ἀπερικαθάρτους ἑαυτοὺς περιιδόντας.

  10. 9.14.3.9

    Ἐπεὶ δὲ ὅπου μὲν, ὁ Ἀπόστολος οὐ προσποιεῖται τὸ ἐπὶ τῷ Θεῷ, εἰς τὸ γενέσθαι σκεῦος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν, ἀλλὰ τὸ πᾶν ἐφ’ ἡμᾶς ἀναφέρει, λέγων, “ ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ, “ ἔσται σκεῦος εἰς τιμήν·” ὅπου δὲ, οὐ προσποιεῖται τὸ ἐφ’ ἡμῖν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ἀναφέρειν δοκεῖ, φάσκων “ ἐξουσίαν “ ἔχει ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, “ ὃ μὲν, εἰς τιμὴν σκεῦος, ὃ δὲ, εἰς ἀτιμίαν·” καὶ οὐκ ἔστιν ἐναντιώματα τὰ εἰρημένα ὑπ’ αὐτοῦ, συνακτέον ἀμφότερα, καὶ ἕνα λόγον ἐξ ἀμφοτέρων τέλειον ἀποδοτέον. οὔτε τοῦ ἐφ’ ἡμῖν, χωρὶς τῆς ἐπιστήμης τοῦ Θεοῦ, καὶ τῆς καταχρήσεως τοῦ κατ’ ἀξίαν τοῦ ἐφ’ ἡμῖν, ποιοῦντος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν γενέσθαι τινά· οὔτε τοῦ ἐπὶ τῷ Θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν γενέσθαι τινὰ, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ, τὴν ἡμετέραν προαίρεσιν, κλίνουσαν ἐπὶ τὰ χείρονα ἢ τὰ κρείττονα.

  11. 9.14.4.1

    Δ, (sic). Ὅτι μὲν γὰρ ὁ Θεὸς πάντα τὰ σκεύη ποιεῖ, τά Τε ἔντιμα καὶ τὰ ἄτιμα, δῆλον. μόνος γὰρ αὐτός ἐστι τῶν ἁπάντων δημιουργός. οὐκ αὐτὸς δὲ τίμια κατασκευάζει ἣ ἄτιμα· ἀλλ’ ἡ οἰκεία ἑκάστου προαίρεσις. καὶ τοῦτο δῆλον ἐξ ὧν ὁ αὐτὸς Ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ, φησίν. “ ἐν μεγάλῃ οἰ- “ κίᾳ, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα “ καὶ ὀστράκινα. καὶ ἃ μὲν εἰς τιμήν· ἃ δὲ, εἰς ἀτιμίαν. ἐὰν οὖν “ ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμέ- “ νον καὶ εὔχρηστον τῷ δεσπότῃ. εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμα- “ σμένον.” δῆλον δὲ, ὡς ἑκούσιος ἡ κάθαρσις. “ ἐὰν γάρ τις,” φησὶν, “ ἐκκαθάρῃ ἑαυτόν.” ἡ δὲ ἀκόλουθος ἀντιστροφὴ ἀντιφωνεῖ. ἐὰν δὲ μὴ ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς ἀτιμίαν, ἄχρηστον τῷ δεσπότῃ, συντριβῆς ἄξιον. τὸ οὖν προκείμενον ῥητὸν, καὶ τὸ, “ συνέκλεισεν “ ὁ Θεὸς πάντας εἰς ἀπείθειαν.” καὶ τὸ, “ ἔδωκεν αὐτοῖς ὁ Θεὸς “ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν,” καὶ ὅσα τοιαῦτα, οὐχ ὡς ἐνεργήσαντος τοῦ Θεοῦ ἐκληπτέον, ἀλλ’ ὡς παραχωρήσαντος διὰ τὸ αὐτεξούσιον, καὶ τὸ ἀβίαστον εἶναι τὸ καλόν. τὴν γὰρ παραχώρησιν αὐτοῦ, ὡς ἐνέργειαν καὶ ποίησιν αὐτοῦ, σύνηθες λέγειν τῇ γραφῇ.

  12. 9.14.5.1

    Χρυσοστόμου. Καὶ ὅταν οὖν λέγῃ ὁ Ἀπόστολος, “ μὴ, ἐρεῖ “ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν τοῦτο λέγει· ἀλλὰ δείκνυσι πόσου μέχρι δεῖ πείθεσθαι τῷ Θεῷ. εἰς γὰρ τὸ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, οὐδὲν μᾶλλον τοῦ πηλοῦ διακεῖσθαι δεῖ. οὐ γὰρ δὴ μόνον ἀντιλέγειν οὐ χρὴ, οὐδὲ ζητεῖν, ἀλλ’ οὐδὲ φθέγγεσθαι ὅλως, οὐδὲ ἐννοεῖν· ἀλλ’ ἐοικέναι ἐκείνῳ τῷ ἀψύχῳ, καὶ ταῖς χερσὶν ἑπομένῳ τοῦ κεραμέως, καὶ περιαγομένῳ ὅπου περ ἃν ἐκεῖνος ἐθέλοι. εἰς τοῦτο γὰρ μόνον τὸ ὑπόδειγμα ἔλαβεν· οὐκ εἰς τὴν τῆς πολιτείας ἐπίδειξιν· ἀλλ’ εἰς τὴν ἐπιτεταμένην ὑπακοὴν καὶ σιγήν. καὶ τοῦτο πανταχοῦ δεῖ παρατηρεῖν, ὅτι τὰ ὑποδείγματα οὐ πάντα καθόλου δεῖ λαμβάνειν, ἀλλὰ τὸ χρήσιμον αὐτῶν ἐκλεξαμένους, καὶ εἰς ὃ παρήχθησαν, τὸ λοιπὸν ἅπαν ἐᾶν. ὥσπερ οὖν ὅταν λέγῃ “ ἀναπε- “ σῶν ἐκοιμήθη ὡς λέων.” τὸ ἄμαχον καὶ φοβερὸν ἐκλαμβάνει, οὐ τὸ θηριῶδες, οὐδ’ ἄλλο τι τῶν τῷ λέοντι προσόντων. καὶ πάλιν ὅταν λέγῃ, “ ἀπαντήσομαι αὐτοὺς ὡς ἄρκτος ἀπορουμένη,” τὸ τιμωρητικόν. καὶ ὅταν λέγῃ, “ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον,” τὸ δαπανητικὸν τὸ ἐκ τῆς κολάσεως λέγει. οὕτω καὶ ἐνταῦθα τὸν πηλὸν καὶ τὸν κεραμέα καὶ τὰ σκεύη ἐκλαμβάνειν ἀνάγκη. καὶ ὅταν δὲ λέγῃ “ ἣ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ “ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν, εἰς τιμὴν σκεῦος, ὃ δὲ “ εἰς ἀτιμίαν ” μὴ εἰς δημιουργίας λόγον ταῦτα νόμιζε εἰρῆσθαι τῷ Παύλῳ, μὴ δὲ εἰς γνώμης ἀνάγκην, ἀλλ’ εἰς οἰκονομιῶν ἐξουσίαν καὶ διαφοράν.

  13. 9.14.5.2

    Εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἀλλὰ περὶ γνώμης τῶν ἀγαθῶν καὶ οὐ τοιούτων, ἔσται ὁ αὐτὸς δημιουργὸς τούτων, καὶ ὁ ἄνθρωπος, πάσης αἰτίας ἐκτός· φανεῖται δὲ καὶ ὁ Παῦλος αὐτὸς ἑαυτῷ μαχόμενος, ὁ πανταχοῦ τὴν προαίρεσιν στεφανῶν. οὐδὲν τοίνυν ἐνταῦθα ἕτερον κατασκευάσαι βούλεται, ἣ ὅτι ὥσπερ ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ἃ βούλεται ποιεῖ, καὶ οὐδεὶς ὁ ἀντιλέγων· οὕτω καὶ τὸν Θεὸν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀνθρώπων, τοὺς μὲν, κολάζοντα, τοὺς δὲ, τιμῶντα, μὴ περιεργάζου, ἀλλὰ προσκύνει μόνον, καὶ μιμοῦ τὸν πηλόν. καὶ καθάπερ ἐκεῖνος ἕπεται ταῖς χερσὶ του κεραμέως, οὐτῶ καὶ σὺ τῇ γνώμῃ του οἰκονομοῦντος ταύτα· καὶ μὴ ἐπειδὴ τὸ αὐτὸ φύραμα τῆς οὐσίας ἡμῶν ἐστι, καὶ τὰς αὐτὰς προαιρέσεις πάντων εἶναι ἀξίου. οὐδὲ γὰρ ἐπὶ τοῦ κερα- μέως, ἐκ τοῦ φυράματος τὸ ἄτιμον καὶ τὸ ἔντιμον· ἀλλὰ ἀπὸ τῆς χρήσεως τῶν μεταχειριζομένων. ὥσπερ οὖν καὶ ἐνταῦθα ἀπὸ τῆς προαιρέσεως.

  14. 9.14.6.1

    Οἰκουμενίου. Ἐν δὲ τῶ, “ ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύ- “ ναμίν μου πᾶσαν,” δύναμιν τοῦ Θεοῦ, τὴν μακροθυμίαν ἀπέδωκέ τις. τι γὰρ οὐκ ἃν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ Θεοῦ. φησὶν οὖν, εἰς τοῦτο συγκεχώρηκα βασιλεῦσαι σε, ὅπως δειχθῇ, πῶς εἰμὶ μακρόθυμος. Γρηγορίου Νύσσησ. Τὸ δέ γε ἐσκληρύνθαι παρὰ Θεοῦ τὸν Αἰγύπτιον τύραννον, νοητέον, οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῇ ψυχῇ αὐτοῦ τῆς θείας βουλήσεως ἐντιθείσης, ἀλλ’ ὡς τῆς προαιρέσεως, διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως, τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον, οὐ δεχομένης.

  15. 9.14.6.2

    Θεοδωρήτου Ἐκ Τῶν Εἰσ Τὴν Ἔσοδον. Μάλα μὲν γὰρ ῥᾴδιον ἦν τῷ Θεῷ, μετὰ τὴν πρώτην ἀπείθειαν πανωλεθρίαν ἐπαγαγεῖν. ἀλλὰ ἀφράστῳ κεχρημένος μακροθυμίᾳ, μετρίας αὐτῷ παιδαγωγίας ἐπήγαγε. ταῦτα δὲ ἀντίτυπον ἐποίει τὴν ἐκείνου καρδίαν. οἰόμενος γὰρ μὴ δύνασθαι τὸν Θεὸν μείζοσι χρήσασθαι τιμωρίαις, τῶν μετρίων κατεφρόνει μαστίγων. ὅτι δὲ ἡ ἀντιτυπία τῆς καρδίας καὶ ἡ σκληρότης ἐξ ἡμῶν αὐτῶν γίνεται, μάρτυς ὁ θεῖος Ἀπόστολος λέγων, “ τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε “ ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, “ θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.” κἀκεῖνο δὲ σκοπητέον, ὡς εἰ φύσει πονηρὸς ἦν ὁ Φαραὼ, οὐκ ἃν αὐτοῦ τὴν γνώμην ἐνήλλαξε. νῦν δὲ ὁρῶμεν ὑπὸ μὲν τῆς παιδείας αὐτὸν μαλαττόμενον. ὑπὸ δὲ τῆς μακροθυμίας σκληρυνόμενον. παιδευόμενος γὰρ, ἠντιβόλει τὸν νομοθέτην, “ προσεύξασθε,” λέγων, “ περὶ ἐμοῦ.” καὶ πάλιν, “ ὁ Κύριος δίκαιος· ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής.” τῆς δὲ τιμωρίας παυομένης, ἐβαρύνετο καὶ ἐσκληρύνετο. ἵνα δὲ καὶ ἔκ τινος εἰκόνος τὸ ἀμφιβαλλόμενον λύσωμεν· ὁ ἥλιος τῆ τῆς θέρμης ἐνεργείᾳ, τὸν μὲν κηρὸν, ὑγραίνει, τὸν δὲ πηλὸν ξηραί καὶ τὸν μὲν, μαλάττει, τὸν δὲ, σκληρύνει. ὥσπερ τοίνυν οὗτος, τῇ ἐνεργείᾳ τῇ μιᾷ τὰ ἐναντία ποιεῖ· οὕτως τῇ τοῦ Θεοῦ τῶν ὅλων μακροθυμίᾳ, οἱ μὲν, ὠφέλειαν, οἱ δὲ, βλάβην καρποῦνται. καὶ οἱ μὲν, μαλάττονται, οἱ δὲ, σκληρύνονται. ὥσπερ δὲ οἱ ἰατροὶ, τοὺς ἀνηκέστως διακειμένους, πολλῶν παρόντων τέμνουσιν· οὐκ ἐκείνοις ἐπικουροῦντες, ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον· ἀλλὰ τοὺς φοιτητὰς ’τον τῆς ἰατρείας διδάσκοντες τρόπον. οὐτῶ καὶ ’τον Φαραὼ, ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώμῃ, ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός. πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν· καὶ τοῖς μὲν ἀδικουμένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐνδίκως. τοῦτο γὰρ καὶ πρὸς αὐτὸν ἔφη τὸν Φαραώ. “ ἕνεκεν τούτου διετηρήθη· ἵνα “ ἐνδείξωμαι ἔν σοι τὴν ἰσχύν μου. καὶ ὅπως διαγγελῇ τὸ ὄνομά “ μου ἔν πάσῃ τῇ γῇ.”

  16. 9.14.6.3

    Βασιλείου ἐκ ἐκ τοῦ ὅτι οὐκ ἔστιν αίτιοσ Θεός. Ἐσκλήρυνεν οὖν αὐτὸν τῇ μακροθυμίᾳ, καὶ τῇ τῆς τιμωρίας ἀναβολῇ· ἐπιτείνων αὐτοῦ τὴν κακίαν· ἵνα εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας, τὸ δίκαιον ἐπ’ αὐτῷ τῆς θείας κρίσεως διαφανῇ. διὰ τοῦτο ὑπὸ μικροτέρων πληγῶν ἀεὶ προστιθεὶς, καὶ ἐπιτείνων τὰς μάστιγας, οὐκ ἐμάλαξεν αὐτοῦ τὸ ἀνυπότακτον· ἀλλ’ εὕρισκεν αὐτὸν κα τῆς ἀνοχῆς καταφρονοῦντα, καὶ τοῖς ἐπαγομένοις αὐτῷ δεινοῖς ὑπὸ τῆς συνηθείας ἐμμελητήσαντα. Ὠριγένουσ ἐκ τῶν ἐκλογῶν. τὸ δὲ “ σὺ τίς εἶ ὁ ἀνταποκρι- “ νόμενος τῷ Θεῷ,” τάχα διδάσκει, ὅτι ὁ μὲν παρρησίαν ἔχων πρὸς τὸν Θεὸν, ὡς πιστὸς καὶ εὖ βιοὺς, οὐκ ἂν ἀκοῦσαι, “ σὺ δὲ “ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;” ὁποῖος ἦν Μώσης. γὰρ ἐλάλει, “ ὁ δὲ Θεὸς ἀπεκρίνατο φωνῇ.” καὶ ὡς ἀποκρίνεται ὁ Θεὸς πρὸς Μωσέα, οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν Θεόν. ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς, ἣ περὶ τούτων οὐ κατὰ φιλομάθειαν, ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν, καὶ διὰ τοῦτο λέγων, “ τι ἔτι μέμφεται ; τῷ γὰρ θελή- “ ματι αὐτοῦ τίς ἀνθέστηκεν ;” οὗτος ἃν ἄξιος εἴη τῆς τῆς λεγούσης, “ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;

  17. 9.14.7.1

    Γενναδίου. Ἕτερος δὲ τοῦτο οὕτως ἑρμήνευσεν. ἐρωτᾷς με, “ τίς ἀνθέστηκεν αὐτοῦ τῷ βουλήματι ;” ἐγὼ δέ σοι λέγω, σὺ πρὸ πάντων, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ. τίς μὲν γὰρ εἶ που πάντως· καὶ οὐκ ἃν οὐδεὶς εἶναι ποτὲ καταδέξαιο. ἀντιλέγων δὲ Θεῷ, πῶς οὐκ ἀνθέστηκας ; οὐκοῦν τοῖς αὐτοῦ λόγοις ἑάλως· καὶ οἷς ἀρνῇ, τούτοις ὁμολογεῖς τὴν ἀντίστασιν. καὶ σαυτοῦ, πρὸ ἐμοῦ κατήγορος γέγονας. ζητεῖς μὲν γὰρ, τίς ἀνθέστηκε ; τίς δὲ ὑπάρχεις αὐτός ; εἰ μὲν οὖν ὁμολογεῖς εἶναι μηδεὶς, συγχωρῶ σοι τὸ μέμφεσθαι τοῖς ἀνθρώποις εἰκῆ τὸν Θεόν. εἰ δὲ εἶ τίς, κἂν μυριάκις ἀρνοῖο, δίκαιος ὁ Θεὸς ἀποδέδεικται. καὶ παρὰ σοῦ πρώτου φέρεται τὴν νικῶσαν. ἀλλὰ γὰρ ὃ τινῶν ἐπὶ τοῦ παρόντος τεθαύμακα, τοῦτο καὶ πρὸς σὲ, φίλτατέ μοι Πέτρε, βούλομαι διελθεῖν. ἐπιχειρήσαντες τουτὶ τῆς Ἐπιστολῆς τὸ μέρος ἑρμηνεῦσαι τινές· εἶτα οὐκ ἐξαρκέσαντες, τοῦ ἁγίου Παύλου τὴν οἰκείαν ἀπορίαν οὐκ ὤκνησαν καταψεύσασθαι. οὐ γὰρ ἐπιλυόμενον αὐτὸν τὰ παρὰ τῶν ἐναντίων προβλήματα, τὸ “ μενοῦνγε ὦτ’ ἄνθρωπε, σὺ τίς “ εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ,” ἔφησαν εἰρηκέναι, ἀλλ’ ἐπιτιμῶντα καὶ ἐπιπλήττοντα, καὶ μονονοὺ βεβαιοῦντα τὸ τῷ Θεῷ παρ’ ἐκείνων ἐπαγόμενον κατηγόρημα. εἰ γὰρ οὐκ ἀποδίδωσι λόγον τοῦ πράγματος, ἀλλὰ τὰ τῆς ἐξουσίας χρηστοῦ τοῦ Θεοῦ προτεινόμενος, ἐπιστομίζει τὸν ἀντιλέγοντα· τῷ ἐκείνου λόγῳ συντρέχων, σαφῶς ἐλέγχεται συνομολογεῖν οὐ δικαίως, ἀλλ’ αὐθεντίᾳ τὸν Θεὸν τὰ ἀνθρώπινα πράττειν. τοῖς δὲ, προσήκειν ἡσυχῆ στέργειν ὅπως ἃν ἔχοι τὰ κατ’ αὐτούς· ἐοικότας τοῖς ὑπὸ τῶν κεραμέων πλαττομένοις σκεύεσιν· οὐ διαδικάζεσθαι πρὸς τὸν δημιουργήσαντα φαύλους· εἶτα διότι φαῦλοι μεμφόμενον. οὓς εἰ μηδὲν ἄλλο τῶν ὅλων, τοῦτο γοῦν ἐχρῆν συνιδεῖν, ὡς εἴπερ ὁ Ἀπόστολος ἠπίστατο μὴ δυνάμενος, κατὰ τὸν λόγον ἐκείνων, ἀπαντῆσαι ταῖς προτάσεσι ταύταις, οὐκ ἃν αὐτὰς προὐβάλετο τὰς ἀρχάς. οὐ γὰρ καὶ τοῦτο δήπουθεν ἠδύνατο· οὐδ’ ἃν αὐτὸς λαβὰς εἰς κατάλυσιν τοῦ ἰδίου κηρύγματος τοῖς ἀντιπάλοις παρείχετο. καθάπερ τὰ ἐκείνων, οὐ τὰ οἰκεῖα προῃρημένος συνιστᾶν. τοῦτο γὰρ οὐδ’ ἃν ἔπαθεν ὁ πάντων εὐηθέστερος. ἀλλ’ οὐχ οὕτως ἔχει. τεθαρρηκὼς δὲ οἶμαι Χριστῷ καὶ τῇ ἀληθείᾳ συνηγορῶν, οὐδεμίαν τοῖς ἐναντίοις ὑπελείπετο πρόφασιν. ἀλλ’ ὥσπερ τῶν ἄλλων ἁπασῶν ἀντιθέσεων, οὕτω καὶ ταύτης ἰσχυροτέραν ἐποιήσατο τὴν ἀναίρεσιν. καὶ τῶν βλασφήμων ἀπορράψας τὰ στόματα, προσεπάγει τούτοις καὶ ἕτερον ἐκ παραδείγματος τῷ πράγματι προσφυοῦς. τὸ μὲν ἐκείνων ἐπὶ πλέον ἀνατρέπων φρόνημα, τὸ δὲ εὐσεβὲς συνιστάς. μὴ, ἐρεῖ, φησὶν, τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; οὕτω μέν, φησιν, αὐτὸς ὑφ’ ἑαυτοῦ διηλέγχθης. ἀνθιστάμενος δὲ ἐγκαλεῖς Θεῷ, καὶ λέγεις “ τί ἔτι μέμφεται ;” ταῦτα ταῦτα τοῦτο, “ τῷ γὰρ βουλήματι αὐτοῦ τις ἀνθέστηκεν, ἀντειπὼν, ἑρμηνεύει λοιπὸν καὶ τῶν προτεθεισῶν ῥήσεων τὸν σκοπόν. ὣν ἐν μὲν τῇ πρὸς τὸν Μωϋσέα δηλοῦται φιλάνθρωπος· ἐν δὲ τῇ πρὸς τὸν Φαραὼ, τιμωρητικὸς ὁ Θεός * * *

  18. 9.22.verse.1

    Θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνώρισαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίση τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν αὐτοῦ, οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.

  19. 9.22.1.1

    Τοῦ Χρυσοστόμου. Ἐπιστομίσας τὴν ἄκαιρον τῶν ἀντιλεγόντων φιλονεικίαν, μετὰ τῆς προσηκούσης ὑπερβολῆς, ἐπάγει λοιπὸν καὶ τὴν λύσιν. τίς οὖν ἡ λύσις ; σκεῦος ὀργῆς ἦν Φαραώ· τουτέστιν ἄνθρωπος, τοῦ Θεοῦ τὴν ὀργὴν ἀνάπτων, διὰ τῆς οἰκείας σκληρότητος. πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας, οὐκ ἐγένετο βελτίων, ἀλλ’ ἀδιόρθωτος ἔμενε. διὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε μόνον, ἀλλὰ “ κατηρτισμένον εἰς ἀπώλειαν.” τουτέστιν, ἀπηρτισμένον· οἴκοθεν μέντοι καὶ παρ’ ἑαυτοῦ. οὔτε γὰρ ὁ Θεὸς ἐνέλιπέ τι τῶν εἰς τὴν διόρθωσιν ἡκόντων τὴν ἐκείνου, οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης. ἀλλ’ ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ· βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν. ἐπεὶ δὲ οὐκ ἐθέλησεν ἐκεῖνος εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι, ἀλλὰ ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν· διὰ τῆς εἰς ἐκεῖνον κολάσεως, ἑτέρους σπουδαιοτέρους ποιῶν· καὶ τὴν δύναμιν αὐτοῦ, ταύτῃ δεικνύς.

  20. 9.22.1.2

    Ὁτι δὲ οὐ βούλεται ὁ Θεὸς οὕτως αὐτοῦ γνωρίσαι τὸ δυνατόν· ἀλλὰ δι’ ὧν εὐεργετεῖ, καὶ τοῦτο διὰ πάντων ἐδήλωσεν ἄνωθεν. ἀλλ’ ἐπειδὴ ἐμακροθύμησε μὲν, εἰς μετάνοιαν ἵνα ἀγάγῃ· οὐ μετενόησε δὲ ἐκεῖνος, ἤνεγκεν αὐτὸν ἐπὶ πολὺν χρόνον· ὁμοῦ μὲν τὴν αὐτοῦ χρηστότητα ἐπιδεικνύμενος, ὁμοῦ δὲ καὶ τὴν δύναμιν, εἰ μὴ βουληθείη τι κερδάναι ἀπὸ τῆς πολλῆς μακροθυμίας. ὥσπερ οὖν τοῦτον ἀδιόρθωτον μείναντα κολάσας, ἔδειξεν αὐτοῦ τὴν δύναμιν· οὐτῶ τοὺς πολλὰ ἁμαρτήσαντας καὶ μετανοήσαντας ἐλεήσας, ἐδήλωσεν αὐτοῦ τὴν φιλανθρωπίαν. ἀλλ’ οὐκ εἶπε τὴν φιλανθρωπίαν, ἀλλὰ τὴν δόξαν. δεικνὺς ὅτι τοῦτο μάλιστα δόξα Θεοῦ· καὶ τοῦτο πρὸ τῶν ἄλλων ἐσπούδακεν. ὅταν δὲ λέγῃ “ ἃ προητοίμασεν “ εἰς δόξαν,” τοῦ Θεοῦ τὸ πᾶν εἶναι φησί. ἐπεὶ δὲ τοῦτο ἦν, οὐδὲν ἐκώλυεν ἁπάντας σώζεσθαι. ἀλλὰ πάλιν αὐτοῦ τὴν πρόγνωσιν δείκνυσιν· ἀναιρεῖ τὲ τὸ μέσον Ἰουδαίων καὶ ἐθνῶν. καὶ οὐ μικρὰν ἐντεῦθεν τῷ λόγῳ κατασκευάζει πάλιν ἀπολογίαν. οὐδὲ γὰρ μόνον ἐπὶ τῶν Ἰουδαίων, οἱ μὲν, ἀπώλοντο, οἱ δὲ, ἐσώθησαν. ἀλλὰ καὶ ἐπὶ τῶν ἐθνῶν τοῦτο γέγονε. διόπερ οὐ λέγει τὰ ἔθνη πάντα, ἀλλ’ “ ἐξ ἐθνῶν.” οὐδὲ Ἰουδαίους πάντας, ἀλλὰ “ τοὺς ἀπὸ Ἰουδαίων. ὥσπερ οὖν ὁ Φαραὼ σκεῦος ὀργῆς γέγονεν, ἀπὸ τῆς οἰκείας παρανομίας, οὕτω καὶ οὗτοι σκεύη ἐλέους, ἀπὸ τῆς οἰκείας εὐγνωμοσύνης. εἰ γὰρ καὶ τὸ πλεῖστον ἐστὶ τοῦ Θεοῦ, ἀλλ’ ὅμως καὶ αὐτοὶ y συνεισηνέγκαμεν. διὸ οὐδὲ εἶπε σκεύη κατορθωμάτων, οὐδὲ σκεύη παρρησίας, ἀλλὰ “ σκεύη ἐλέους.” δεικνὺς, ὅτι τὸ πᾶν ἐστὶ τοῦ Θεοῦ. καὶ γὰρ τὸ, “ οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος,” εἰ καὶ ἐν τάξει ἀντιθέσεως εἴρηται, ἀλλ’ ὅμως καὶ παρὰ τοῦ Παύλου λεγόμενον, ἀπορίαν οὐδεμίαν φέρει. ὅταν γὰρ εἴπῃ, “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος,” οὐ τὴν ἐξουσίαν ἀναιρεῖ· ἀλλὰ δείκνυσιν ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος. ἔδει μὲν γὰρ καὶ θέλειν καὶ τρέχειν· θαρρεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ.

  21. 9.22.1.3

    Καὶ καλῶς εἶπεν “ ἃ προητοίμασεν εἰς δόξαν.” ἐπειδὴ γὰρ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν· καὶ καταισχύνειν αὐτοὺς ’νόμιζον· ἐκ πολλῆς τῆς περιουσίας ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. εἰ γὰρ τῷ Θεῷ δόξαν τὸ πρᾶγμα ἤνεγκε, πολλῷ μᾶλλον ἐκείνοις. δι’ ὧν καὶ ὁ Θεὸς ἐδοξάσθη. σκόπει δὲ αὐτοῦ σοφίαν ἄφατον. δυνάμενος γὰρ μὴ τὸν Φαραὼ παρενεγκεῖν εἰς τὸν περὶ τῶν κολαζομένων λόγον, ἀλλ’ ἐξ Ἰουδαίων τοὺς ἡμαρτηκότας, καὶ σαφέστερον μᾶλλον ποιῆσαι τὸν λόγον, καὶ δεῖξαι ὅτι ἔνθα οἱ αὐτοὶ πατέρες, ἔνθα τὰ αὐτὰ ἁμαρτήματα, οἱ μὲν, ἀπώλοντο, οἱ δὲ, ἐσώθησαν. καὶ πεῖσαι μηκέτι διαπορεῖν. εἰ καὶ ἐξ ἐθνῶν τινὲς ἐσώθησαν, Ἰουδαίων ἀπολομένων. ἵνα μὴ ποιήσῃ τὸν λόγον φορτικὸν, τὴν μὲν τῆς κολάσεως ἐπίδειξιν, ἀπὸ τοῦ βαρβάρου παράγει. ὥστε μὴ ἀναγκασθῆναι αὐτοὺς σκεύη ὀργῆς καλέσαι. τοὺς δὲ ἐλεουμένους, ἀπὸ τοῦ δήμου τῶν Ἰουδαίων παράγει. πόθεν οὖν οἱ μὲν, σκεύη ὀργῆς, οἱ δὲ ἐλέους ; ἀπὸ προαιρέσεως οἰκείας. ὁ δὲ Θεὸς σφόδρα ἀγαθὸς ὣν, ἐπ’ ἀμφοτέρων τὴν αὐτὴν ἐπιδείκνυται χρηστότητα. καὶ γὰρ οὐχὶ τοὺς σωζομένους ἠλέησε μόνον, ἀλλὰ καὶ τὸν Φαραώ, τε αὐτοῖς μέρος. τῆς γὰρ αὐτῆς μακροθυμίας, καὶ ἐκεῖνοι καὶ οὗτος ἀπήλαυσαν· εἰ δὲ μὴ ἐκεῖνος ἐσώθη, παρὰ την αὐτοῦ γνώμην τὸ πὰν·

  22. 9.22.2.1

    Κυρίλλου. Τὸ μὲν οὖν “ ἐξήγειρά σε” πρὸς τὸν Φαραὼ εἰρημένον, οὐ τὸ, ἔκτισα σημαίνει· κέκληκα δὲ, ἕλ’ τὸ θελῆσαι ἀντιπράττειν ἐμοί. καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ’ ὅτε Μώσης ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ. ἐπὶ ποίοις δέ τισιν, ἢ καὶ ὅτου χάριν, ὁ μέγας ἡμῖν διατρανώσει Παῦλος. “ θέλων γὰρ,” φησι, “ ἐνδείξασθαι τὴν ὀργήν,” καὶ τὰ ἑξῆς. πεπλάνηται γὰρ ἡ σύμπασα γῆ, κάταγε τοὺς ἄνωθεν ἔτι καιρούς. οἱ μὲν γὰρ, τῇ κτίσει λελατρεύκασιν, οἱ δὲ, τὸ δοκοῦν ἐποιοῦντο σέβας. κέκληται δὲ μόλις εἰς ἐπίγνωσιν Ἁβραάμ. ἀνέφυ τὲ οὕτω τὸ ἐξ αὐτοῦ γένος, ταῖς εἰς Θεὸν λατρείαις προσκείμενον. ἐπειδὴ δὲ καὶ αὐτοὶ κατέβησαν εἰς Αἴγυπτον, εἶτα χρόνους ἐν αὐτῇ διατετρίβασι μακροὺς, κατώλισθον εἰς ἀπάτην, καὶ τοῖς ἐγχωρίοις λελατρεύκασι Θεοῖς. ἀλλ’ ἐμέμνητο Θεὸς τῶν τοῖς πατράσιν ἐπηγγελμένων· καὶ προκεχείριστο μὲν εἰς ἀποστολὴν ὁ Μώσης, ἵνα τῆς δουλείας ἀπολύσῃ τὸν Ἰσραήλ. ἀλλ’ ἦν ἀναγκαῖον καὶ τοῖς καλουμένοις εἰς τὴν ὑπ’ αὐτὸν λατρείαν καὶ πᾶσι τοῖς ἐπὶ γῆς, τὸ μὴ πυθέσθαι μόνον, ὅτι πεφανέρωται διὰ χρόνων μακρῶν ὁ τῶν Εβραίων Θεός· ἀλλὰ γὰρ καὶ ταῖς ἄγαν θαυματουργίαις προσεμπεδοῦσθαι εἰς τὴν ὑπ’ αὐτὸν πίστιν καὶ δόξαν· ὅτι μὴ κατὰ τοὺς ἄλλους ἔστι θεοὺς, ἄφωνός τε καὶ ἄναλκις· πηδαλιουχεῖ δὲ μᾶλλον τὸ σύμπαν αὐτός. καὶ ὅτι τοῖς ἀντιπράττουσι τοῖς αὐτοῦ νεύμασι, κατασκήπτουσιν ὀργαί. ἀλλ’ ἔδει πάλιν τερατουργεῖν ἐθέλοντα τὸν Θεὸν, εὐαφόρμως ὁρᾶσθαι πρὸς τοῦτο ἰόντα. ἐξεγήγερται τοίνυν ὁ Φαραὼ πρὸς ἀντίστασιν οἰκονομικῶς· καὶ κατε- σκληρύνετο τῆς θείας δυνάμεως. ταύτῃ τοι, ἐκολάζετο οὐκ ἀδίκως. ἀνόσιός τε γὰρ ἦν καὶ εἰδωλολάτρης· κατῄκιζέ τε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ τὸν Ἰσραήλ· καὶ μισθὸν αὐτοῖς ἐπήρτισε, πόνον. διὸ καὶ σκεῦος ὀργῆς κεχρημάτικεν ἀναγκαίως, καὶ κατήρτιστο εἰς ἀπώλειαν. τουτέστιν, εἰς τοῦτο φαυλότητος διήλασε τρόπων, ὡς σκεῦος εἶναι λοιπὸν ὀργῆς τὲ καὶ ἀπωλείας. τούτῳ Θεὸς προσεχρήσατο πρὸς ἔνδειξιν τῆς ἐνούσης ἰσχύος αὐτῷ, ἵνα διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ, καὶ ἵνα παθὼν αὐτὸς, ὁρῷτο τοῦ παθεῖν ἄξιος· ᾦγε τὸ παθεῖν ὠφείλετο διὰ πρώτας ἁμαρτίας, καὶ εἰ μὴ προσκέκρουκε διὰ τῶν δευτέρων. οὐκοῦν λελύσθω πᾶς λόγος καὶ φλυαρία κατὰ τοῦ Θεοῦ. θέλων γὰρ ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν, ἤνεγκε πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα ὠφελήσῃ σκεύη ἐλέους. τουτέστι, τοὺς ἠλεημένους διὰ πίστεως· κεκλήμεθα γὰρ οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.

  23. 9.22.3.1

    Γενναδίου. Βούλεται τοίνυν ὁ Παῦλος εἰπεῖν ἐν τούτοις, λίαν εἴρηται κάλλιστα πρός τε τὸν Μωσέα, “ ἐλεήσω ὃν ἂν ἐλεῶ, “ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” καὶ πρὸς τὸν Φαραὼ, τὸ, “ εἰς “ αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν “ μου.” θέλων γάρ, φησι, ὁ Θεὸς γνώριμον ἅπασι τὴν οἰκείαν ἐργάσασθαι δύναμιν. μεθ’ ἧς τοὺς μὲν ὀργῆς ἀξίους, κολάσει. τοὺς δὲ οἰκτιρμῶν, ἐλεήσει· τὰ κατὰ τοὺς Αἰγυπτίους καὶ τοὺς Ἰσραηλίτας ἐπραγματεύσατο. διδασκαλίαν τῆς οἰκείας δικαιοκρισίας, ταύτην κοινὴν τῷ κόσμῳ προθείς. παμπονήρων γὰρ καὶ δυσσεβῶν ὄντων τῶν περὶ τὸν Φαραὼ, καὶ τὴν ἐσχάτην δίκην ὑπομεῖναι δικαίων, μακροθυμίᾳ μὲν τὴν κατ’ αὐτῶν ἀνεβάλετο τιμωρίαν, καὶ συνεχώρησεν ὑψωθῆναι κατὰ τοῦ ἰδίου λαοῦ. περιβλέπτους δὲ καὶ περιβοήτους ἤδη δι’ ὠμότητα καταστάντας, ἐμφανῶς ἀπολώλεκε. καὶ τὸ τῶν Ἰσραηλιτῶν ἐλεήσας, πανδημεὶ διεσώσατο γένος. αὕτη μὲν τῆς ἀποστολικῆς ῥήσεως ἡ διάνοια. ἐνδεῖ δὲ αὐτῇ πρὸς ἀποπλήρωσιν, τὸ τοῦτο μέμφῃ. ἵνα ᾖ τοιοῦτον τὸ πᾶν. εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν· καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς ; πλη- ῥώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν τοῦ ζητήματος ἔρχεται λύσιν. ἀκόλουθον τοῖς προκειμένοις τὴν ἀπὸ τῆς παρενθέσεως ἐπάνοδον πρὸς τὰ πρότερα ποιησάμενος. εἰπὼν γὰρ “ ἃ προητοίμασεν εἰς δόξαν,” εἰρημένον περὶ τῶν ἐξ Αἰγύπτου, συνῆψεν, “ οὓς καὶ ἐκάλεσεν ὑμᾶς, οὐ μόνον ἐξ Ἰου- “ δαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.” ὥστε καὶ νῦν παραπλησίως φησὶ τῇ αὐτοῦ κρίσει τὲ καὶ προγνώσει δικαία τοὺς ἐξ Ἰουδαίων τὲ ἡμᾶς καὶ ἐθνῶν προσδραμόντας αὐτῷ κέκληκεν ὁ Θεός· καταλελοιπὼς τοὺς οὐ βουληθέντας. καὶ καινὸν οὐδὲν παρὰ τὰ πρόσθεν ἐστὶ τὸ συμβὰν ἐφ’ ἡμῶν.

  24. 9.22.4.1

    Θεοδωρήτου. Ἔφη δέ τις ὑποστίξαι δεῖν, εἰς τὸ, “ εἰ δέ.” λέγειν εἰπὼν τὸν Ἀπόστολον. εἰ τοῦτο ποθεῖς μαθεῖν, τίνος ἕνεκα πλειόνων ἁμαρτανόντων, τοὺς μὲν, κολάζει, τοὺς δὲ, δι’ ἐκείνων εὐεργετεῖ. καὶ πολλῶν τὴν ἀρετὴν μετιόντων· τοὺς μὲν, περιφανεῖς ἀποφαίνει· τοῖς δὲ, διὰ τούτων ὑποφαίνει τὰς τῶν μελλόντων ἐλπίδας, ἄκουσον τῶν ἑξῆς. “ θέλων γάρ,” φησι, “ ὁ Θεὸς ἐνδεί- “ ξασθαι τὴν ὀργὴν,” καὶ τὰ ἑξῆς. δι’ ὧν τοῦτο ἐμφαίνει, οὐχ ὁ Θεὸς δημιουργὸς τῆς τοῦ Φαραὼ πονηρίας, ἀλλ’ αὐτὸς τῇ μακροθυμίᾳ συνήθως ἐχρήσατο· ἐκεῖνος δὲ ὑπέλαβε τὴν μακροθυμίαν ἀσθένειαν· καὶ διὰ ταύτης τὴν οἰκείαν ηὔξησεν ἀπείθειαν. ἀλλ’ ὅμως σοφὸς ὢν τῶν ὅλων ὁ πρύτανις, καὶ τούτῳ δικαίαν τὴν τιμωρίαν ἐπήγαγε, καὶ ἐκ τῆς τούτου πονηρίας τοῖς ἄλλοις ἀλεξίκακον κατεσκεύασε φάρμακον. οὕτω καὶ ὁ Θεὸς, οὐκ ἠβούλετο μὲν τὸν Φαραὼ τῆς τιμωρίας μεταλαχεῖν. ἐπειδὴ δὲ εἰς πολλὴν ἐκεῖνος θηριωδίαν ἐξώκειλε, παντοδαπὰς μὲν αὐτῷ τιμωρίας ἐπήγαγε· τὴν δὲ οἰκείαν πᾶσιν ἀνθρώποις ἐπέδειξε δύναμιν. σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν καλεῖ, τοὺς αὐθαιρέτῳ γνώμῃ τοῦτο γεγενημένους. τοῦτο γὰρ καὶ Τιμοθέῳ γέγραφεν· “ ἐν οἰκίᾳ “ μεγάλῃ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ “ ξύλινα καὶ ὀστράκινα. καὶ τὰ μὲν, εἰς τιμὴν, τὰ δὲ, εἰς ἀτι- “ μίαν.” καὶ διδάσκων ὡς ἑκών τις τοῦτο γίνεται ἢ ἐκεῖνο, ἐπήγαγεν, “ ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ ἀπὸ τῶν τοιούτων, ἔσται “ σκεῦος εἰς τιμὴν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ· εἰς “ πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον,” οὕτω καὶ σκεύη ἐλέους ἐκάλεσε, τοὺς τῆς θείας φιλανθρωπίας ἀξίους. τὸ δὲ, “ ἃ προητοί- “ μασεν εἰς δόξαν,” τὴν πρόγνωσιν τὴν θείαν παραδηλοῖ. τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν εἴρηκεν. “ οὓς προέγνω, καὶ προώ- “ρισεν.”

  25. 9.22.4.2

    Βασιδείου Ἐκ Τοῦ, Ὅτι Οὐκ Ἔστιν Αἴτιοσ Τῶν Κακῶν ὁ Θεός. Ὥστε κἂν λέγῃ ὁ Ἀπόστολος “ σκεύη ὀργῆς κατηρτι- “ σμένα εἰς ἀπώλειαν,” μὴ κατασκευήν τινα πονηρὰν οἰηθῶμεν, τοῦ Φαραὼ εἶναι. οὕτω γὰρ ἐπὶ τὸν κατασκευάσαντα δικαιότερον ἡ αἰτία μετενεχθήσεται. ἀλλ’ ὅταν ἀκούσῃς “ σκεύη,” νόει, ὅτι ἕκαστος ἡμῶν πρός τι χρήσιμος πεποίηται. καὶ ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ, τὸ μέν ἐστι σκεῦος χρυσοῦν· τὸ δὲ, ἀργυροῦν, τὸ δὲ ὀστράκινον· τῆς προαιρέσεως ἑκάστου τὴν πρὸς τὰς ὕλας ὁμοιότητα παρεχομένης. καὶ χρυσοῦν μέν ἐστι σκεῦος, ὁ καθαρὸς τὸν τρόπον καὶ ἄδολος· ἀργυροῦν δὲ, ὁ ὑποδέστερος ἐκείνου κατὰ τὴν ἀξίαν· ὀστράκινον δὲ, ὁ τὰ γήινα φρονῶν καὶ πρὸς συντριβὴν ἐπιτήδειος. καὶ ξύλινον, ὁ εὐκόλως διὰ τῆς ἁμαρτίας καταρρυπτούμενος, καὶ ὕλη γινόμενος τῷ αἰωνίῳ πυρί. οὕτω καὶ ὀργῆς σκεῦος ὁ πᾶσαν τὴν τοῦ διαβόλου ἐνέργειαν ὥσπερ ἀγγεῖον χωρήσας, καὶ διὰ τὴν ἐγγενομένην αὐτῷ ἐκ τῆς φθορᾶς δυσωδίαν, οὐκέτι ἀχθῆναι πρὸς χρῆσιν δυνάμενος. ἀλλ’ ἀφανισμοῦ μόνου καὶ ἀπωλείας ὣν ἄξιος. διόπερ ἐπειδὴ ἔδει συντριβῆναι αὐτὸν, ὁ φρόνιμος καὶ πιστὸς τῶν ψυχῶν οἰκονόμος, διῳκήσατο αὐτὸν περιφανῆ γενέσθαι καὶ πᾶσιν ἐξάκουστον. ἵνα ἄλλοις γοῦν ὠφέλιμος διὰ τοῦ πάθους γένηται. ἐπειδὴ αὐτὸς ὑπὸ τῆς ἄγαν κακίας ἀνίατος ἦν.

  26. 9.22.5.1

    Δ(??), (sic). Εἰ δὲ λέγεις, τίνος ἕνεκεν προγινώσκων ὁ Θεὸς τοὺς τοιούτους ἁμαρτάνειν μέλλοντας καὶ μὴ μετανοεῖν, ἔκτισεν, ἄκουσον. ὁ Θεὸς δι’ ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα· καὶ τῶν πάντων ἐσομένων προγνώστης ἐστίν. εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ’ ἂν κακοὶ ἔμελλον ἔσεσθαι. πρῶτον γὰρ τὸ εἶναι, καὶ τότε τὸ, καλὸν ἢ κακὸν εἶναι. εἰ δὲ μέλλοντας ἔσεσθαι διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα, τὸ κακοὺς ἐξ οἰκείας προαιρέσεως μέλλειν ἔσεσθαι, ἐκώλυσεν αὐτοὺς γενέσθαι, ἐνίκα ἂν τὴν τοῦ Θεοῦ ἀγαθότητα. ποιεῖ τοιγαροῦν ὡς Θεὸς ἀγαθὰ ἅπαντα, ἃ ποιεῖ. ἕκαστος δὲ ἐξ οἰκείας προαιρέσεως, καλός τε καὶ κακὸς γίνεται. εἰ καὶ τοίνυν ἔφη ὁ Κόριος, “ συνέφερε τῷ “ἀνθρώπῳ ἐκείνῳ εἰ οὐκ ἐγεννήθη,” οὐ τὴν οἰκείαν κτίσιν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως καὶ ῥαθυμίας ἐπιγενο- μένην τῷ κτίσματι αὐτοῦ κακίαν. ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία, ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησεν. ὥσπερ ἃν εἴ τις πλοῦτον καὶ ἀρχὴν παρὰ βασιλέως ἐγχειρισθεὶς, τυραννήσῃ τὸν εὐεργέτην. ὃν ἀξίως χειρωσάμενος τιμωρήσεται, εἰ μέχρι τέλους τῇ τυραννίδι αὐτὸν κατίδοι ἐναπομένοντα.

  27. 9.22.6.1

    Οἰκουμενίου. Οὐκ ὀργῆς δὲ πάθει ἥλω ὁ Θεός. ἄπαγε. ἀλλ’ ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν, ὀργὴν τὸ πρᾶγμα ἐκάλεσεν ἐκ τοῦ ἡμῖν γνωρίμου.

  28. 9.22.7.1

    Σευηριανοῦ. τινές γε μὴν ἕτεροι, εἰς τὸ, “εἰ δὲ θέλων ὁ “Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν,” καὶ τὰ ἑξῆς, τὸ, τί οῃας ; ἀπέ- δωκαν, ἔξωθεν ἐλλιπῶς νοούμενον. καὶ τὸ, “ἐν πολλῇ μακροθυμίᾳ.” ἀντὶ τοῦ μετὰ πολλὴν μακροθυμίαν, ἐπήνεγκε τὴν ὀργήν.

  29. 9.25.verse.1

    Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει, καλέσω τὸν οὐ λαόν μου, 26λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην. καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.

  30. 9.25.1.1

    Xρυστόμου. Ἀποδοὺς τὴν λύσιν τῷ ζητήματι τὴν διὰ τῶν πραγμάτων. ὥστε καὶ ἑτέρωθεν ἀξιόπιστον ποιῆσαι τὸν λόγον, καὶ τοὺς προφήτας ἐπεισάγει τὰ αὐτὰ προαναφωνοῦντας. ἵνα γὰρ μὴ λέγωσιν, ὅτι παραλογίζῃ ἡμᾶς ταῦτα λέγων, τὸν Ὠσηὲ ἐκάλεσε μάρτυρα βοῶντα καἰ λέγοντα, “καλέσω τὸν οὐ λαόν μου, λαόν *’ μου. τίς γὰρ ἢν ὁ οὐ λαός , τὰ ἔθνη δηλονότι. καὶ τίς ἡ οὐκ ἠγαπημένη ’, τὰ αὐτὰ πάλιν. ἀλλ’ ὅμως, ἔφησεν αὐτοὺς καὶ λαοὺς, καὶ ἠγαπημένην, καὶ υἱοὺς Θεοῦ ἔσεσθαι. εἰ δὲ λέγοιεν περὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων τοῦτο εἰρῆσθαι, καὶ οὕτως ὁ λόγος ἵστα- τᾶι. εἰ γὰρ ἐπὶ τῶν ἀγνωμονησάντων τοσαύτη γέγονεν ἡ μετα- βολὴ, τι ἐκώλυε καὶ τοὺς οὐ μετὰ τὴν οἰκείωσιν ἀλλοτριωθέντας, ἀλλ’ ἐξ ἀρχῆς ἀλλοτρίους ὄντας, κληθῆναι, καὶ ὑπακούσαντας, τῶν αὐτῶν ἀξιωθῆναι;

  31. 9.25.2.1

    Θεοδωρήτου. Τέως ταῦτα οὐ περὶ τῶν ἐθνῶν, ἀλλὰ περὶ τῶν Ἰουδαίων εἴρηκεν ὁ Θεός. τῷ γὰρ υσηὲ προστάξας λαβεῖν πόρ- νῆν καὶ μοιχαλίδα, οὕτω τὰ γεννηθέντα παιδία προσαγορευθῆναι ἐκέλευσε. τὸν μὲν, οὐ λαόν· τὴν δὲ, οὐκ ἠγαπημένην. καὶ τὰ συμβησόμενα Ἰουδαίοις προλέγων. ἀλλ’ ὅμως πάλιν ὑπέσχετο αὐτοῖς χρηστά. ὅτι καὶ ὁ οὐ λαὸν, κληθήσεται λαός· καὶ ἡ οὐκ ἠγαπημένη, ἠγαπημένη. σκοπήσατε τοίνυν καὶ μάθετε, ὅτι καὶ ὑμεῖς οὐκ ἀεὶ τῶν αὐτῶν ἀπελαύσατε. ἀλλὰ ποτὲ μὲν λαὸς, ποτὲ δὲ οὐ λαός· καὶ πάλιν λαὸς ἐχρηματίσατε. καὶ ποτὲ μὲν ἠγαπημένη, εἶτα οὐκ ἠγαπημένη· καὶ πάλιν ἠγαπημένη. οὐδὲν τοίνυν ἀπεικὸς οὐδὲ ἐπὶ τοῦ παρόντος ἐγένετο· συνήθως γὰρ ἀπεβλήθητε. ἀλλὰ κἂν πάλιν θελήσατε λαὸς καὶ ἠγαπημένος κληθῆναι. καὶ γὰρ τὰ ἔθνη οὐ λαὸς ὄντα, νῦν λαὸς χρηματίζει.

  32. 9.25.3.1

    Κυρίλλου. Ἀλλὰ καὶ οἱ τῶν εἰδώλων θεραπευταὶ, οὐκ εἰδότες τὸν φύσει καὶ ἀληθῶς Θεὸν, οὐκ ἦμεν αὐτοῦ λαός. ἀλλ’ ἠλεήθημεν διὰ πίστεως. καὶ ὑπ’ αὐτὸν γεγόναμεν. καὶ κεκλήμεθα διὰ χάριτος, δεδικαιώμεθά τε καὶ ἡγιάσμεθα διὰ Χριστοῦ.

  33. 9.25.4.1

    Θεοφώρου. Ἐπὶ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως τὸν Ὠσηὲ, παράγει. ἐπὶ δὲ τοῦ Ἰσραὴλ, τὸν Ἡσαίαν. ὅμως κατὰ τὴν ἱστορίαν τὸ, οὐ λαός μου, ἐπὶ τὸν Ἰσραὴλ εἴρηται.

  34. 9.25.5.1

    Γενναδίου. Δείκνυσι τοίνυν καὶ ἐκ τῶν προφητῶν προμηνυθὲν, ὡς ἐσόμενον τὸ δικαίως καὶ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν τοὺς προδραμόντας κληθῆναι· τοὺς δὲ μὴ βουληθέντας, καταλειφθῆναι. καὶ πρώτην παράγει τὴν τοῦ Ὠσηὲ φωνήν. δι’ ἧς Ἰσραηλιτῶν, τῶν μὲν εἰς αἰχμαλωσίαν, ἀποβολὴν, τῶν δὲ πάλιν ἐξ αἰχμαλωσίας οἰκείωσιν, καὶ ἐθνῶν κλῆσιν προεσήμαινεν. εἶτα τὴν Ἡσαίου βοῶντος τὸ, παντὸς σχεδὸν τοῦ Ἰσραὴλ πλὴν ὀλίγων, ἔσεσθαι ἀπόπτωσιν.

  35. 9.27.verse.1

    Ἠσαίας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.

  36. 9.27.1.1

    Χρυσοστόμου. Παραγαγὼν τὸν Ὠσηὲ, οὐ τούτῳ ἀρκεῖται μόνῳ· ἀλλὰ καὶ τὸν Ἡσαίαν μετ’ ἐκεῖνον ἄγει, συνῳδὰ τούτῳ φθεγγόμενον. Ἠσαίας γὰρ κράζει φησί· τουτέστι, μετὰ παρρησίας ἀναφωνεῖ, καὶ οὐχ ὑποστέλλεται. τί τοίνυν ἡμῖν ἐγκαλεῖτε, ὅταν ἐκεῖνοι σάλπιγγος λαμπρότερον ταυτὶ προαναφωνῶσι ; τί οὑν κράζει Ἡσαίας; “ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος “ τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.” ὁρᾷς ὅτι καὶ ἐκεῖνος οὐ πάντας λέγει σώζεσθαι, ἀλλὰ τοὺς ἀξίους σωθῆναι ; οὐ γὰρ αἰδοῦμαι τὸ πλῆθος φησίν· οὐ δυσωπεῖ με τὸ πλῆθος οὕτως ἐκκεχυμένον· ἀλλ’ ἐκείνους σώζω μόνους, τοὺς ἀξίους ἑαυτοὺς παρέχοντας. καὶ οὐχ ἁπλῶς ἄμμου θαλάσσης ἐμνημόνευσεν, ἀλλ’ ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἐπαγγελίας, ἧς ἀναξίους ἑαυτοὺς κατέστησαν. τί τοίνυν θορυβεῖσθε ὡς τῆς ὑποσχέσεως διαπεσούσης; τῶν προφητῶν ἁπάντων δηλούντων, οὐ πάντας εἶναι τοὺς σωζομένους.

  37. 9.27.2.1

    Θεοδωρήτου. Εἰς καιρὸν οὖν μάλιστα, ταύτην τέθεικε τὴν μαρτυρίαν. διδάσκων, ὡς ἄνωθεν προεῖδεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς ἀπίστους, καὶ τοὺς πιστούς. ἐπειδὴ γὰρ ἔλεγον οἱ Ἰουδαῖοι, ὀλίγους ἐξ αὐτῶν δεδέχθαι τὸ κήρυγμα, τοὺς δὲ ἄλλους ἅπαντας ὡς ἐξαπάτην φυγεῖν, ἔδειξεν ἄνωθεν ταῦτα προειρημένα. Κυρίλλου. Οὐκοῦν ἃν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται. τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι. τοῦτο δὲ γέγονεν, αὐτοὺς τοῦ Θεοῦ κατελεήσαντος.

  38. 9.27.3.1

    Θεοδώρου. Διὰ γὰρ τοῦ εἰπεῖν κατάλειμμα, τὸ εὐαρίθμητον τῶν παρὰ Ἰουδαίοις σωθησομένων ἐδήλωσεν· οὓς κατάλειμμα εἶπεν, ὅτι ἐκ τοῦ πλήθους αὐτῶν ἐκλεξάμενος αὐτοὺς ὡς βελτίους, κατέλιπεν ἑαυτῷ καὶ ἀφώρισεν.

  39. 9.27.3.2

    Λόγος γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.

  40. 9.27.4.1

    Χρυσοστόμου. Καὶ τὸν τρόπον λέγει τῆς σωτηρίας. εἶδες ἀκρίβειαν προφητικὴν καὶ σύνεσιν ἀποστολικήν· οἵαν μαρτυρίαν παρήγαγε ; πῶς σφόδρα ἐπιτηδείαν ; οὐ γὰρ μόνον ὅτι τινὲς εἰσὶν οἱ σωζόμενοι καὶ οὐχὶ πάντες, δείκνυσιν ἡμῖν αὕτη· ἀλλὰ καὶ πῶς σωθήσονται, προστίθησι. πῶς οὖν σωθήσονται ; οὐ περιόδων, φησὶν, χρεία, καὶ πόνων καὶ ταλαιπωρίας τῆς ἀπὸ τῶν ἔργων τῶν νομίμων, ἀλλὰ μετὰ πολλῆς τῆς συντομίας ἔσται ἡ σωτηρία. τοιοῦτον γὰρ ἡ πίστις· ἐν βραχέσι ῥήμασιν ἔχει τὴν σωτηρίαν. “ ἐὰν γὰρ “ ὁμολογήσῃς,” φησὶ, “ ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ “ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ “ νεκρῶν, σωθήσῃ.” εἶ ’δες τί ἐστι, “ λόγον συντετμημένον ποιή- “σει Κύριος ἐπὶ τῆς γῆς ” καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὁ βραχὺς οὗτος λόγος, οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην ἡμῖν ἐκό- μισεν.

  41. 9.27.5.1

    Κυρίλλου. Ἔσωσε δέ φησιν, “ λόγον συντελῶν καὶ συντέ- “ μνων.” τουτέστιν, εὐφυὲς καὶ σύντομον, καὶ ἵν οὕτως εἴπω συντετμημένον λόγιον λόγιον ἡμῖν ἀποφήνας τὸ εὐαγγελικὸν κήρυγμα. ὁ γὰρ νόμος καὶ οἱ προφῆται διὰ πολλοῦ κύκλου λόγων μόλις ἡμῖν τὰς τῶν λεγομένων ἐννοίας διὰ τοῦ γράμματος παριστῶσι. τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν, ἁπλοῦν τέ ἐστι καὶ λόγος συντετμημενος.

  42. 9.27.6.1

    Θεοδωρήτου. Ὅπερ διὰ τῶν μακαριῶν Ἀποστόλων εἰς ἔργον προῆλθεν. οἳ τὴν πολλὴν τῆς παλαιᾶς νομοθεσίας περίοδον διαγράψαντες, εἰς σύντομον πολιτείας ὁδὸν ἐνεβίβαζον τὰ ἔθνη. γράφοντες, ὡς ἔδοξε τῷ Ἁγίῳ Πνεύματι, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος· πλὴν τῶν ἐπάναγκες τούτων ἀπέχεσθαι· εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ καὶ πορνείας. εἰς ταῦτα γὰρ ἐκ πολλῶν περιστήσαντες τὴν παρατήρησιν, εὐχερῆ τῆς δικαιοσύνης κατε- σκεύασαν τὴν πολιτείαν· ὅπερ καὶ ὁ θεῖος Ἀπόστολος διδάσκει λέγων, “ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.” ἐπεὶ οὖν πολλὰ διέστελλεν ὁ νόμος περὶ βρωμάτων, οἱ Ἀπόστολοι μόνον ἐκέλευσαν φυλάττεσθαι ἀπὸ τῶν εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ· καὶ ἀντὶ τοῦ τηρεῖν τὴν περιτομὴν, ἀντεισήγαγον φυλάττεσθαι ἀπὸ πορνείας· ἡ γὰρ περιτομὴ, εἰς σημεῖον καὶ ὑπόμνημα ἦν, τῆς τοῦ Ἁβραὰμ πίστεως. ἀλλ’ ἐδόθη καὶ ὡς σωφροσύνης σύμβολον· ἐμφαῖνον ὡς χρὴ περιτέμνειν τὴν ἀκολασίαν.

  43. 9.27.7.1

    Οἰκουμενίου. Ἢ τὸ, συντελῶν δηλοῦ, ὅτι πέρας ἔχουσι πάντες λόγοι γνώσεως καὶ πίστεως Θεοῦ. καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τὸν νῦν κηρυττόμενον. ὥσπερ ἦν τὰ Ἰουδαίων, καὶ μετέπεσεν εἰς τὰ νῦν. ἀλλ’ ἐπὶ συντελεία πάσης πίστεως, καὶ παντὸς λόγου, δέδοται ὁ νῦν τῆς πίστεως λόγος. ὁ μὲν γὰρ Μωσαϊκὸς νόμος ἐδόθη, προδιατυποῦντος τοῦ Θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος. τὸν δὲ εὐαγγελικὸν δίδωσι, συντελῶν καὶ συντέμνων. τουτέστιν, ἀπαρτίζων ἅπαντα, καὶ εἰς τέλος ἄριστον ἄγων. τὸ δὲ “ λόγον συντελῶν,” ὡς αἰτίαν τῶν προειρημένων ἀπέδωκεν. ἐπειδὴ γὰρ εἶπε, “ καλέσω τὸν οὐ λαόν μου λαόν μου·” ἵνα μή τις εἴπῃ καὶ τι τοῦτο ; ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινὲς οὐ λαός· οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς γένηται, οὐδὲν κωλύει καὶ τούτους πάλιν γενέσθαι οὐ λαόν. οὐχ οὕτω φησὶν, λόγον συντελῶν. ἐκεῖνα μὲν γὰρ, μετέπιπτεν ἐπὶ τὸ κρεῖττον· πάντων ὠφειλόντων μεταρρυθμίζεσθαι· νῦν δὲ, οὐκέτι. ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις, καὶ ἡ πνευματικὴ νομοθεσία. ἄλλως τε ἐπειδὴ εἶπεν, “ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν “ υἱῶν Ἰσραήλ,” καὶ τὰ ἑξῆς. ἵνα μὴ εἴπωσιν, ὅτι πολλάκις ἐπαγγελιῶν πολλῶν ἀκούσαντες, ἣ οὐδόλως ἐτύχομεν, ἣ μετὰ μικρὸν χρόνον· καὶ γὰρ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν· οὐχ οὕτω καὶ νῦν φησὶν, ἀλλ’ ἐὰν βούλησθε, τελεία καὶ σύντομος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία.

  44. 9.27.8.1

    Χρυσοστόμου. Μῆ οὖν νομίζετε, ὦ Ἰουδαῖοι, ὅτι ἡ εὐαγγελικὴ νομοθεσία ὥσπερ ἡ Μωσαϊκὴ παυθήσεται. ἐκείνη τύπος ἦν. πρὸς ἄλλην ἔβλεπε τελειότητα. ἡ δὲ δεσποτικὴ νομοθεσία, τετελειωμένη ἐστί. πρὸς ταύτην ἔβλεπεν ἡ Μωσαϊκή· ταύτης τύπος ἦν. ἐν αὐτῇ γάρ ἐστιν ἡ ἀληθινὴ καὶ τελεία δικαίωσις ἡμῶν καὶ σωτηρία. καὶ μετὰ ταύτην, οὐκ ἔστιν ἄλλη. αὕτη δὲ, ἀεὶ ἔσται. ταῦτα δὲ δηλονότι φησὶ, προτρέπων εἰς τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον. Καὶ καθὼς προείρηκεν Ἠσαίας, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

  45. 9.27.9.1

    Χρυσοστόμου. Πάλιν ἐνταῦθα ἄλλο τι δείκνυσιν· ὅτι οὐδὲ αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν. καὶ γὰρ οὗτοι ἀπώλοντο ἃν, καὶ τὰ Σοδόμων ἔπαθον. τουτέστι, πανωλεθρίαν ὑπέμειναν. καὶ γὰρ καὶ ἐκεῖνοι πρόρριζον πάντες ἀπώλοντο, καὶ οὐδὲ τὸ τυχὸν σπέρμα αὐτῶν κατέλιπον. καὶ οὗτοι οὑν φησι, ὡς ἐκεῖνοι ἃν ἐγένοντο, εἰ μὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ ἀγαθότητι, καὶ διετήρησε διὰ τῆς πίστεως αὐτούς. τοῦτο δὲ καὶ ἐπὶ τῆς αἰσθητῆς γέγονεν αἰχμαλωσίας. οἱ μὲν γὰρ πλείους ἀπήχθησαν καὶ ἀπώλοντο, ὀλίγοι δὲ διεσώθησαν.

  46. 9.27.10.1

    Θεοδωρήτου. Οὓς τοίνυν ἄνω κατάλειμμα προσηγόρευσε, τούτους ὠνόμασε σπέρμα. δι’ οὓς ὁ προφήτης ἔφη τὰ Σοδόμων καὶ Γομόρρων μὴ παθεῖν Ἰουδαίους· ἐκεῖνοι γὰρ πανωλεθρίαν ὑπέμειναν.

  47. 9.27.10.2

    Κυρίλλου, Διὰ δὲ τούτων δειδίττεται καὶ ἐπιτιμᾷ αὐτοῖς. ὡς εἰ μὴ πάντως τινὲς πιστεύσουσι τῷ Χριστῷ ἀπ’ αὐτῶν, Σοδόμων καὶ Γομόρρας οὐδὲν ἃν διενηνοχότες εἴητε, εἰ καὶ ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἁβραὰμ ἐναβρύνεσθε. ἣ μᾶλλον πρὸς τὸ, ποιήσει τὸν συντετμημένον λόγον λόγον ἐκληπτέον τὴν προφητικὴν ῥῆσιν. εἰ μὴ ἐποίησε, φησὶν, τοῦτο ὁ Κύριος, καὶ ἔδωκεν ἡμῖν τὸν τέλειον τοῦ εὐαγγελίου νόμον, διὰ τοῦ υἱοῦ αὐτοῦ, εἰς δικαίωσιν καὶ σωτηρίαν ἡμῶν, πάντες ἃν ὡς Σόδομα ἐγενήθημεν. τὸ γὰρ σπέρμα, τὸν εὐαγγελικὸν νόμον σημαίνει· ὡς καὶ ὁ Κύριος φησίν· “ ἐξῆλθεν “ ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.” τὸ δὲ ἐγκατέλιπεν, ὅτι οὐ μόνον φησὶ ἔσπειρεν, ἀλλ’ οὐδὲ εἴασεν αὐτὸ ἀναρπασθῆναι ὑπὸ τῶν πετεινῶν ἢ διαφθαρῆναι ὑπὸ ἑτέρων τινῶν ἀκαθάρτων πνευμάτων ἢ λογισμῶν. ἀλλὰ καὶ ἔσπειρε καὶ διετήρησεν, ὥστε ἐγκαταλειφθῆναι ἡμῖν, καὶ εἰς γεωργίαν καὶ καρπὸν προελθεῖν. δύναιο δ᾿ ἃν σπέρμα καὶ τοὺς Ἀποστόλους ἐκλαβεῖν. οἳ ἐκ πάντων τῶν Ἰουδαίων ὡς σπέρμα ἀφαιρεθέντες, τῇ οἰκουμένῃ ἐγκατελείφθησαν. καὶ τὰ ἔθνη πάντα τῆς ἐκκλησίας ἐγεώργησαν. καὶ γὰρ ἐν τῷ εὐαγγελίῳ ἡ τῆς ζύμης παραβολὴ, καὶ αὐτοῖς ἐφαρμόζουσα τοῖς πατράσιν ἡμῶν, οὐκ ὀλίγοις παρείληπται. ὅσον οὖν, φησι, εἰς τὴν Ἰουδαίων ἧκεν ἀπιστίαν, ὡς Σόδομα καὶ ὡς Γόμορρα ἂν ἐγενήθημεν. ἀλλὰ τὸ ἀπὸ Κυρίου Σαβαὼθ ἐγκαταλειφθὲν ἡμῖν σπέρμα οἱ Ἀπόστολοι καὶ τὰ ἔθνη καρποφορήσαντες, καὶ πολύχουν τὸ γεώργιον δείξαντες, τὰς εἰς τὸν Ἁβραὰμ γεγενημένας ἐπαγγελίας ἐπ’ αὐτῶν ἀληθευούσας καὶ τελειουμένας δεικνύουσιν.

  48. 9.27.10.3

    Τοῦ Θεοδόγου Ἐκ Τοῦ Περὶ Υἱοῦ Β΄ Λόγος. Ἐγκατέλιπε δὲ σπέρμα, διά τε τὴν αὐτοῦ χάριν καὶ τὴν τῶν καταλειφθέντων εὐγνωμοσύνην. “ Κύριος Σαβαὼθ,” τουτέστι, δυνάμεων ἣ στρατιωτων η κυριευόντων.

  49. 9.27.11.1

    Οἰκουμενίου. Δύνασαι σπέρμα ἐνταῦθα καλέσαι καὶ τὸν Χριστόν· ὡς καὶ τῷ ἁγίῳ Κυρίλλῳ δοκεῖ.

  50. 9.30.verse.1

    Τί οὖν ἐροῦμεν ; ὅτι τὰ ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ, τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε· διατί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων νόμου.

  51. 9.30.1.1

    Χρυσοστόμου. Ἡ σαφεστάτη λύσις, ἐνταῦθα λοιπόν. ἐπειδὴ γὰρ καὶ ἀπὸ τῶν πραγμάτων ἔδειξεν· οὐ γὰρ πάντες, φησὶ, οἱ ἐξ Ισραὴλ, οὗτοι Ἰσραήλ· καὶ ἀπὸ τῶν προγόνων τοῦ Ἡσαῦ καὶ τοῦ Ιακώβ, καὶ ἀπὸ τῶν προφητῶν. καὶ τὴν κυριωτάτην ἐπάγει λύσιν ἐκ τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαίου· πρότερον τὴν ἀπορίαν αὐξήσας. καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα. ὅτι καὶ τὰ ἔθνη ἐπέτυχε· καὶ μὴ διώκοντα ἐπέτυχε· τουτέστι, μὴ σπουδάσαντα. καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων ὁμοίως τὰ δύο ἄπορα. καὶ Ἰσραὴλ οὐκ ἐπέτυχε, καὶ σπουδάζων οὐκ ἐπέτυχε. διὸ καὶ ταῖς λέξεσιν ἐμφαντικώτερον κέχρηται. οὐδὲ γὰρ εἶπεν ὅτι ἔσχε δικαιοσύνην, ἀλλ’ ὅτι κατέλαβε. τὸ γὰρ καινὸν μάλιστα καὶ παράδοξον, τοῦτό ἐστιν. ὅτι ὁ διώκων, οὐ κατέλαβεν· ὁ δὲ μὴ διώκων, κατέλαβε. καὶ δοκεῖ μὲν αὐτοῖς χαρίζεσθαι τῷ λέγειν, διώκων. ὕστερον δὲ καιρίαν ἐπάγει τὴν πληγήν. ἐπειδὴ γὰρ ἔχει ἰσχυρὰν λύσιν ἐπαγαγεῖν, οὐδὲν δέδοικε χαλεπωτέραν ποιῶν τὴν ἀντίθεσιν. διὰ τοῦτο οὐδὲ περὶ πίστεως διαλέγεται, καὶ τῆς ἐντεῦθεν δικαιοσύνης. ἀλλὰ δείκνυσι καὶ πρὸ τῆς πίστεως καὶ ἐν τοῖς οἰκείοις ἡττηθέντας αὐτοὺς καὶ καταδεδικασμένους. σὺ μὲν γὰρ, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες. παρέβης γὰρ αὐτὸν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ. οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, ἀλλ’ ἑτέραν ὁδὸν, μείζονα πάντες εὗρον δικαιοσύνην, τὴν ἀπὸ τῆς πίστεως. ὅπερ καὶ ἀνωτέρω ἔλεγεν. εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς τὸν Θεόν. δεικνὺς ὅτι αὕτη ἡ δικαιοσύνη μείζων ἐκείνης ἐστίν. ἔμπροσθεν μὲν οὖν ἔλεγεν ὅτι δύο ἐστὶ τὰ ἀπορούμενα. νυνὶ δὲ καὶ τρία τὰ ζητούμενα γέγονεν. ὅτι τὰ ἔθνη, καὶ εὗρε δικαιοσύνην, καὶ μὴ διώκοντα εὗρε, καὶ μεί- ζονα εὗρε τῆς ἐκ τοῦ νόμου. τὰ αὐτὰ δὴ ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων διαπορεῖται πάλιν ἐξεναντίας. ὅτι Ἰσραὴλ οὐχ εὗρε, καὶ σπουδάζων οὐχε ὗρε, καὶ τὰ ἐλάττονα οὐχ εὗρεν. ἐμβαλὼν τοίνυν εἰς ἀπορίαν τὸν ἀκροατὴν, ἐπάγει λοιπὸν σύντομον τὴν λύσιν, καὶ τὴν αἰτίαν τίθησι τῶν εἰρημένων ἁπάντων. τίς οὖν ἐστιν ἡ αἰτία ; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων νόμου. αὕτη ἡ σαφεστάτη τοῦ χωρίου παντὸς λύσις. ἣν εἰ εὐθέως ἐν προοιμίοις εἰπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτον ἐγεγόνει. ἐπειδὴ δὲ μετὰ πολλὰς ἀπορίας καὶ κατασκευὰς καὶ ἀποδείξεις αὐτὴν τέθεικε, καὶ προδιορθώσεσι μυρίαις ἐχρήσατο, εὐμαθεστέραν τὲ αὐτὴν λοιπὸν καὶ εὐπαράδεκτον μᾶλλον ἐποίησε. τοῦτο γὰρ αἴτιον, φησὶ, τῆς ἀπωλείας αὐτῶν, ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων ἠθέλησαν δικαιωθῆναι. καὶ οὐκ εἶπεν ἐξ ἔργων, ἀλλ’ ὡς ἐξ ἔργων νόμου. δεικνὺς ὅτι οὐδὲ ταύτην ἔσχον τὴν δικαιοσύνην.

  52. 9.30.1.2

    Μασίμου Ἐκ Τῶν Πρὸσ Θαλάσσιον. Ἰσραὴλ οὖν, φησι, διώκων νόμον δικαιοσύνης, τὸν ἐν σκιαῖς δηλονότι καὶ τύποις, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε, τὸν ἐν πνεύματι κατὰ Χριστὸν τελειούμενον.

  53. 9.30.2.1

    Κυρίλλου. Ἀποδιδοὺς τοίνυν τὰς αἰτίας τοῦ μὴ πάντας σεσῶσθαι Ἰουδαίους, εὐθὺς ἐπιπλέκει τῷ λόγῳ θαῦμα, καὶ φησί· ὦ παραδόξου πράγματος. ἡ τῶν πλανωμένων πληθὺς μὴ ἔχουσα σκοπὸν ὅλως ἀγαθοεργῆσαι, δεδικαίωται. ὁ δὲ Ἰσραὴλ, καίτοι τῷ διὰ Μώσεως νόμῳ πρὸς δικαιοσύνην παιδαγωγούμενος, διήμαρτε τῆς ἐλπίδος, καὶ ἀμέτοχος γέγονε τῆς εἰς τοῦτο δωρεᾶς. τίς οὖν ἡ αἰτία ; σαφής. οὐ γὰρ προσήκαντο τὴν διὰ πίστεως σωτηρίαν, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν. ἐνόμισαν δὲ αὐτοῖς ἀρκεῖν τὰ ὡς ἐν σκιαῖς αὐχήματα. ἀπαιτεῖς, φησι, λόγους. διατί εἰς σπέρμα Ἁβραὰμ οἱ ἐκ περιτομῆς λογίζονται ; διατὶ ὁ οὐ λαὸς ἐγένετο λαός ; καὶ οἱ ἐκ περιτομῆς ἐκβάλλονται ; εἶπον μὲν πολλά. ὅτι οὐδόλως σε χρὴ ταῦτα λογοθετεῖν. ὅτι καὶ παρὰ σοὶ τῷ Ἰουδαίῳ, πολλὰ γεγόνασιν ὧν ἀγνοεῖς τοὺς λόγους. νῦν δέ σοι καὶ τοῦτο προστίθημι. ὅτι διὰ τοῦτο οἱ μὲν ἐξ ἐθνῶν ἐδικαιώθησαν. σὺ δὲ οὐκέτι. διότι ἐκεῖνοι ἐκ πίστεως κατέλαβον τὴν δικαίωσιν, καὶ τὴν σωτηρίαν τὴν ἐκ πίστεως. σὺ δὲ φυσιούμενος δικαιωθῆναι διὰ τῶν τοῦ νόμου ἔργων, καὶ τὴν διὰ πίστεως δικαιοσύνην περιορῶν, εἰκότως καὶ τοῦ διὰ πίστεως δικαιωθέντος Ἁβραὰμ ἀλλότριος ὤφθης· καὶ ἀντὶ λαοῦ γέγονας οὐ λαός· καὶ τῆς τῶν πιστῶν σωτηρίας ἐξέπεσες. τι οὖν αἴτιον τοῦ μὴ φθάσαι τὴν δικαιοσύνην ; ὅτι ἐξ ἔργων ἐζήτησας δικαιωθῆναι. τίς δὲ ἐξ ἔργων δικαιοῦται ἄνθρωπος ὢν;

  54. 9.30.3.1

    Θεοδώρου Μονάκου. Τί γὰρ εἴποιμεν ἄν ; ὅτι Ἑλλήνων μὲν οὐκ ὀλίγοι τῆς δικαιώσεως ἔτυχον. καίτοι οὐδέποτε εὐσεβείας ἐπιμεληθέντες. πῶς γὰρ, οἱ γε τοῖς εἰδώλοις προσεῖχον ; Ἰουδαίων δὲ ἔξω ταύτης ἐγένοντο οἱ πλεῖστοι· ἄνδρες ἀεὶ τῷ νόμῳ προσέχειν ἐπ’ ἐλπίδι τῆς δικαιώσεως ὑπισχνούμενοι. τὸ μὲν γὰρ νόμον δικαιοσύνης διώκων, περὶ τοῦ Μωσαϊκοῦ λέγει. βουλόμενος εἰπεῖν ὅτι μετήεσαν νόμον, δικαιοσύνην ὑπισχνούμενον, εἴ τις αὐτὸν φυλάττοι. τὸ δὲ “ εἰς νόμον δικαιοσύνης,” κατὰ τὸ οἰκεῖον ἰδίωμα νόμον δικαιοσύνης, τὴν δικαιοσύνην καλῶν. ὡς καὶ νόμον πίστεως, τὴν πίστιν.

  55. 9.30.4.1

    Θεοδωρήτου. τινὲς δὲ, οὕτω διελόντες ἀνέγνωσαν. τί οὖν ἐροῦμεν ; κατὰ ἐρώτησιν. εἶτα κατὰ ἀπόκρισιν. “ ὅτι ἔθνη τὰ “ μὴ διώκοντα δικαιοσύνην,” καὶ τὰ ἑξῆς. ἴσθι γάρ, φησι, ὡς ἡ πίστις, αἰτία τοῖς ἔθνεσι τῶν ἀγαθῶν. αὕτη γὰρ αὐτοὺς πάλαι πλανωμένους, καὶ τὴν δικαιοσύνην οὔτε ἔχοντας, οὔτε ζητῆσαι βουληθέντας, τῆς κατὰ χάριν δικαιοσύνης ἠξίωσεν. ὁ δέ γε Ισραὴλ, καίτοι τὸν νόμον κατέχων, καὶ τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου μεταδιώκων, διήμαρτε τοῦ σκοποῦ, καὶ τῆς δικαιοσύνης οὐκ ἔτυχεν. εἶτα πάλιν κατ’ ἐρώτησιν. διατί ; ὅτι ἐνόμισαν ἐξαρκεῖν αὐτοῖς τὴν κατὰ νόμον πολιτείαν, εἰς κτῆσιν δικαιοσύνης, καὶ τῆς πίστεως κατεφρόνησαν. οὐ δὴ χάριν, καὶ τῶν τῆς πίστεως οὐ μετέλαχον δωρεῶν, καὶ τὴν ἐξ ἐκείνης τῆς πολιτείας, οὐκ ἔσχον δικαιοσύνην.

  56. 9.33.verse.1

    Προσέκοψαν γὰρ τῷ λιθῷ τοῦ προσκόμματος, καθὼς γέγραπται, ἰδοὺ, τίθημι ἐν Σιῶν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ καταισχυνθήσεται.

  57. 9.33.1.1

    Θεοδωρήτου. Διδάσκει λοιπὸν διὰ ποίαν αἰτίαν τῶν τῆς πίστεως ἀγαθῶν οὐκ ἀπέλαυσαν. προσπταίειν δὲ εἰώθασιν, οἱ ἑτέρῳ τὴν διάνοιαν ἔχοντες, καὶ τὴν ὁδὸν προσκοπεῖν οὐκ ἐθέλοντες. ὅπερ πεπόνθασι καὶ οἱ Ἰουδαῖοι. περὶ γὰρ δὴ τὰ περιττὰ τοῦ νόμου κεχηνότες, τὸν ὑπὸ τῶν προφητῶν προαγορευθέντα λόγον, οὐκ ἠδυνήθη ἰδεῖν. καίτοι σαφῶς ἐκείνων προθεσπισάντων, ὡς ὁ τούτῳ πιστεύων, μεγίστων τεύξεται ἀγαθῶν. τοῦτο γὰρ εἶπεν, οὐ καταισχυνθήσεται. ὡς τῶν ἐλπιζόντων μὲν, διαμαρτανόντων δὲ τῆς ἐλπίδος, αἰσχυνομένων.

  58. 9.33.2.1

    Χρυσοστόμου. Εἶδες πάλιν πῶς ἀπὸ τῆς πίστεως ἡ παρρησία; καὶ ἡ καθολικὴ δωρεά ; οὐ γὰρ περὶ Ἰουδαίων εἴρηται μόνων, ἀλλὰ καὶ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. πᾶς γάρ φησι, κἂν Ἰουδαῖος, κἂν Ἕλλην, κἂν Σκύθης, κἂν Θρὰξ, κἂν ὁστισοῦν ἕτερος ᾖ, πιστεύσας, πολλῆς ἀπολαύσεται τῆς παρρησίας. τὸ δὲ θαυμαστὸν τοῦ προφήτου, οὐχ ὅτι πιστεύσουσι μόνον εἶπεν, ἀλλ’ ὅτι καὶ ἀπιστήσουσι. τὸ γὰρ προσκόψαι, τὸ ἀπιστῆσαι ἐστίν. ὥσπερ οὖν ἀνωτέρω, τούς τε ἀπολλυμένους τούς τε σωζομένους ἐδήλωσεν εἰπὼν, ἐὰν ᾐ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος “ τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. καὶ εἰ μὴ Κύριος “ Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἃν ἐγενήθημεν, “ καὶ ὡς Γόμορρα ἃν ὡμοιώθημεν,” “ καὶ ἐκάλεσεν οὐ μόνον ἐξ Ἰου- “ δαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν,” οὕτω δὴ καὶ ἐνταῦθα λέγει. ὅτι οἱ μὲν, πιστεύσουσιν, οἱ δὲ, προσκόψουσι. τόδε προσκόπτειν, ἐκ τοῦ μὴ προσέχειν γίνεται· ἐκ τοῦ πρὸς ἕτερα κεχηνέναι. ἐπεὶ οὖν καὶ οὗτοι τῷ νόμῳ οὐ προσεῖχον, προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος. προσκόμματος δὲ λίθον καὶ πέτραν σκανδάλου φησὶ, ἀπὸ τοῦ τέλους καὶ τῆς γνώμης τῶν ἀπιστησάντων.

  59. 9.33.3.1

    Κυρίλλου. Οὐ γὰρ δήπου φαμὲν, ὅτι διὰ τοῦτο ἐτέθη Χριστὸς ἐν τῷ Ἰσραήλ. ἀλλ’ ἐπειδὴ τοῦτο προέγνωστο τῷ Θεῷ, τὸ ἐσόμενον προαναπεφώνηκεν ἀναγκαίως. ὡς κείσεται μὲν ὄλισθος εἰς τὰ θεμέλια Σιῶν. μέλλουσι δὲ περιπίπτειν αὐτῷ τῶν ἀσυνέτων τινές. καὶ τοῦτο πάσχειν ἐξ ἀπειθείας. ἐποιεῖτο δὲ τὴν προαγόρευσιν χρησίμως. οὐχ ἵνα προσκόψειαν, ἀλλ’ ἵνα προεγνωκότες, ἀμείνους γένοιντο τοῦ κακοῦ. οὐκοῦν τέθειται μὲν ὁ Χριστὸς ὡς λίθος τίμιος· πλὴν τοῖς μὲν ἐξ ἀπιστίας προσκόπτουσιν, ὄλεθρος ἦν ἡ ζημία. τοῖς δὲ πεπιστευκόσι, ζωὴ καὶ δικαίωσις τὸ κέρδος.

  60. 9.33.4.1

    Θεοδώρου Μονάκου. Θαυμασιώτατα δὲ ἐπήγαγε, τὸ, προσέκοψαν· δεῖξαι βουλόμενος, ὅτι οὐ τὰ πρότερα αὐτῶν, ἀλλὰ τὰ νῦν αἰτιᾶται. ἔτρεχον γάρ, φησι, πρὸ τοῦ τούτου, τῆς κατὰ νόμον δικαιοσύνης τὸν δρόμον. καὶ ἦν αὐτοῖς οὐδαμῶς μέμψιν τινὰ ἐπαγαγεῖν περὶ τῶν προτέρων. ἀλλ’ ὥσπερ λίθῳ τινὶ τῷ Κυρίῳ διὰ τῆς ἀπιστίας προσπταίσαντες, καὶ βαρὺ τὸ κατάπτωμα υπομείναντες, μάταιον ἅπαντα τὸν ἐν τοῖς προειληφόσιν ἀπέφηναν δρόμον.

  61. 9.33.5.1

    Γενναδίου. Ἰστέον γε μὴν, ὥς ἡ, τοῦ “ λίθος προσκόμματος’ λέξις διεσπαρμένως, οὐχ ὡς εἴρηται νῦν ἠθροισμένως τῷ Ἀποστόλῳ, ἐν ταῖς τοῦ Ἡσαίου κεῖται προφητείαις. περὶ μὲν γὰρ ἀρχὴν τῆς βίβλου γέγραπται περὶ τοῦ Κυρίου κατὰ τὴν ἔκδοσιν τοῦ Ἀκύλου, ἤτ’ συμπεφώνηκε καὶ ἡ ἀποστολική· “ αὐτὸς φόβημα “ ὑμῶν· καὶ αὐτὸς θρόησις ὑμῶν. καὶ ἔσται εἰς ἁγίασμα, καὶ “ εἰς λίθον προσκόμματος, καὶ εἰς πέτραν σκανδάλου.” μετὰ πολλὰ δὲ, “ ἰδοὺ ἐμβάλλω εἰς τὰ θεμέλια Σιῶν λίθον πολυτελῆ, “ ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον. καὶ ὁ πιστεύων, οὐ μὴ καται- “ σχυνθῇ.” καὶ ἔστι γε ἐνιδόντας ἀκριβῶς ἑκατέρω μέρει τῆς λέξεως, κατανοῆσαι σαφῶς τὸν ἐν τῷ ἑτέρῳ λίθον ἁπλῶς εἰρημένον. ἐν τῷ ἑτέρῳ τὸν Κύριον ἡρμηνευμένον ἐπὶ τοῦ θεικοῦ ἀξιώματος.

  62. 10.1.verse.1

    Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραὴλ ἔστιν εἰς σωτηρίαν. μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην στῆσαι ζητοῦντες, τῇ δικαιοσύνη τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.

  63. 10.1.1.1

    Χρυσοστόμου. Μέλλει πάλιν αὐτῶν καθάπτεσθαι σφοδρότερον, ἣ πρότερον· διὸ πάλιν ἀναιρεῖ πάσης ἀπεχθείας ὑπόνοιαν.· καὶ πολλῇ κέχρηται τῇ προδιορθώσει. μὴ γὰρ τοῖς λόγοις προσέχετε φησὶ, μὴ δὲ ταῖς κατηγορίαις καὶ ταῖς διαβόλαις. ἀλλ’ ὅτι οὐκ ἀπὸ διανοίας ἐχθρᾶς ταῦτα φθέγγομαι. οὐ γάρ ἐστι τοῦ αὐτοῦ σωθῆναι τὲ αὐτοὺς ἐπιθυμεῖν. καὶ οὐ μόνον ἐπιθυμεῖν, ἀλλὰ καὶ εὔχεσθαι· καὶ πάλιν μισεῖν καὶ ἀποστρέφεσθαι. καὶ γὰρ εὐδοκίαν ἐνταῦθα, τὴν σφοδρὰν ἐπιθυμίαν φησί. καὶ ὅρα καὶ τὴν δέησιν, πῶς ἀπὸ διανοίας ποιεῖται. οὐ γὰρ ὥστε ἀπαλλαγῆναι κολάσεως μόνον, ἀλλ’ ὥστε καὶ σωθῆναι αὐτοὺς, πολλὴν καὶ τὴν σπουδὴν ποιεῖται καὶ τὴν εὐχήν. οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς, δείκνυσι τὴν εὔνοιαν ἣν ἔχει πρὸς αὐτούς. ἀπὸ γὰρ τῶν ἐγχωρούντων, ὡς οἷόν τε ἦν, βιάζεται καὶ φιλονεικεῖ, ζητῶν σκιὰν γοῦν τινα ἀπολογίας αὐτοῖς εὑρεῖν. καὶ οὐκ ἰσχύει· ὑπὸ τῆς τῶν πραγματων νικώμενος φύσεως.

  64. 10.1.2.1

    Γενναδίου. ταῦτα γοῦν, φησὶ, ἔφην περὶ αὐτῶν, οὐκ ὀνειδίζειν βουλόμενος. ἀλλ’ ὑπὸ τῆς ἀληθείας ἠναγκασμένος. ἐπεὶ τόγε ἐμὸν οὕτως οὕτως εὐνοίας ἔχω περὶ αὐτοὺς, ὡς συνεύχεσθαι τὴν σωτηρίαν αὐτοῖς. καὶ τὸ εὔλογον τῆς διαθέσεως δεικνὺς, φησί. “ μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσι.” σύνοιδα φησὶ καὶ μαρτυρῶ ζήλῳ θείῳ πρὸς τὸ εὐαγγέλιον ἀνειληφέναι μάχην αὐτούς. εἰς γὰρ ἢν ποτὲ τούτων καὶ αὐτός. ζήλῳ μέντοι γνώσεως ἀληθινῆς ἀπεστερημένῳ· οὐ γὰρ συνιέντες τῆς δικαιοσύνης τὸ μέγεθος, ὅτι θείᾳ χάριτι μόνως ἃν αὐτῆς ἄνθρωποι τεύξωνται, φιλονεικοῦσιν εὐήθως τὰ αὐτοῖς δοκοῦντα κυρῶσαι. καὶ τῆς δικαιώσεως δι’ οἰκείων ἔργων ἐπιτυχεῖν. ἀντιλέγοντες τῇ ὑπὸ Θεοῦ νῦν ἐν Χριστῷ δοθείσῃ ὑμῖν.

  65. 10.1.3.1

    Χρυσοστόμου. Οὐκοῦν συγγνώμης ἀλλ’ οὐ κατηγορίας ἄξιοι. εἰ μὴ γὰρ δι’ ἄνθρωπον εἰσὶν ἀπεσχοινισμένοι, ἀλλὰ διὰ ζῆλον, ἀλλ’ οὖν ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἣ κολάζεσθαι ἄξιον. ἀλλ’ ὅρα πῶς σοφῶς καὶ ἐχαρίσατο τῷ ῥήματι, καὶ ἔδειξεν αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν. “ ἀγνοοῦντες γάρ,” φησι, “ τὴν τοῦ Θεοῦ δι- “ καιοσύνην,” πάλιν τὸ ῥῆμα συγγνώμης. ἀλλὰ τὸ ἑξῆς, κατηγορίας ἐπιτεταμένης, καὶ πᾶσαν ἀναιρούσης ἀπολογίαν. “ καὶ τὴν ἰδίαν “ γάρ,” φησιν, “ δικαιοσύνην στῆσαι ζητοῦντες.” ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον ἢ ἐξ ἀγνοίας ἐπλανήθησαν. καὶ ὅτι οὐδὲ αὐτὴν ταύτην τὴν δικαιοσύνην τὴν ἀπὸ τῶν νομίμων ἔστησαν. τὸ γὰρ εἰπεῖν “ ζητοῦντες στῆσαι,” τουτέστιν ἐμφαίνοντες. καὶ σαφῶς μὲν αὐτὸ οὐ τέθεικεν. οὐδὲ γὰρ εἶπεν ὅτι ἑκατέρας τῆς δικαιοσύνης ἐξέπεσον. ἠνίξατο δὲ αὐτὸ συνετῶς σφόδρα, καὶ μετὰ τῆς προσηκούσης αὐτοῦ σοφίας. εἰ γὰρ ἐκείνην ἔτι ζητοῦσι στῆσαι, εὔδηλον ὅτι οὐκ ἔστησαν. εἰ δὲ ταύτῃ οὐχ ὑπετάγησαν, καὶ ταύτης ἐξέπεσον. ἰδίαν δὲ δικαιοσύνην αὐτὴν καλεῖ, ἣ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἣ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων. ταύτην δὲ τοῦ Θεοῦ δικαιοσύνην τὴν ἐκ πίστεως, διὰ τὸ ὁλόκληρον αὐτὴν ἐκ τῆς ἄνωθεν εἶναι χάριτος· καὶ οὐχὶ πόνοις, ἀλλὰ Θεοῦ δικαιοῦσθαι δωρεᾷ. ἀλλ’ οἱ ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτοντες, καὶ φιλονεικοῦντες διὰ τοῦ νόμου δικαιωθῆναι, οὐ προσῆλθον τῇ πίστει. μὴ προσελθόντες δὲ τῇ πίστει, μὴ δὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόμου δικαιωθῆναι μὴ δυνηθέντες, πάντοθεν ἐξέπεσον.

  66. 10.1.4.1

    Κυρίλλου. Μαρτυρεῖ τοίνυν αὐτοῖς τὸν εἰς Θεὸν ζῆλον, πλὴν ἐλέγχει πεπλανημένους. ὅτι δέον θαυμάζειν τὸν Χριστὸν ἐξ ὧν ἐποίει ὡς φύσει Θεὸν, οἱ δὲ, ἔλεγον, “ ὅτι περὶ καλοῦ ἔργου οὐ “ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας. ὅτι σὺ ἄνθρωπος ὣν, “ ποιεῖς σεαυτὸν θεόν,” ἢ οὕτως. ἠγνοήκασι μὲν τὴν ἐκ Θεοῦ δικαιοσύνην, τουτέστι, Χριστόν. ἤτοι, τὴν διὰ πίστεως τῆς εἰς αὐτόν. οἰόμενοι δὲ τῷ διὰ Μώσεως συνασπίζειν νόμῳ, μεμενήκασιν ἀπειθεῖς, οὐ ζητήσαντες τὸν Υἱὸν τὸν ἐλευθεροῦν ἰσχύοντα· τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τὴν δυσκατόρθωτον τοῦ νόμου δικαιοσύνην, οἰκονομικῶς συστέλλοντα. ἵνα δυσχερείας ἀπαλλάξῃ καὶ τριβῆς.

  67. 10.1.5.1

    Θεοδωρήτου. Καὶ ἄλλως δέ. Οὐκ ἔγνωσάν, φησι, ὅτι διὰ τοῦ νόμου ὁ Θεὸς τὴν πίστιν ἐπηγγείλατο. καὶ ὅτι ἡ πίστις οὐκ ἐναντια ἐστι τῳ νόμῳ, ὐπ’ αὐτοῦ του νόμου μαρτυρουμένη. Κλήμεντοσ. Καὶ μὴ γνόντες, μὴ δὲ ποιήσαντες τὸ βούλημα τοῦ νόμου, ὃ ὑπέλαβον αὐτοὶ, τοῦτο καὶ βούλεσθαι τὸν νόμον ὠήθησαν. καὶ οὐδ’ ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν. λόγῳ δὲ ψίλῳ καὶ φόβῳ, ἀλλ’ οὐ διαθέσει καὶ πίστει ἠκολούθησαν.

  68. 10.4.verse.1

    Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

  69. 10.4.1.1

    Θεοδωρήτου. Οὐ γὰρ ἐναντία τῷ νόμῳ, φησὶ, ἡ εἰς Χριστὸν πίστις, ἀλλὰ καὶ μάλα σύμφωνος. ὁ γὰρ νόμος ἡμᾶς πρὸς τὸν δεσπότην Χριστὸν ἐποδήγησε. τὸν τοῦ νόμου τοίνυν πληρῶν σκοπὸν, ὁ πιστεύων τῷ δεσπότῃ Χριστῷ. καλῶς δὲ πάλιν “ παντὶ τῷ “ πιστεύοντι” τέθεικε. συμπεριέλαβε γὰρ, πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν. κἂν γὰρ Ἕλλην ᾐ, κἂν βάρβαρος, πιστεύσῃ δὲ, τῆς σωτηρίας μεταλαγχάνει.

  70. 10.4.2.1

    Γενναδίου. τελειοῖ τοίνυν τὸν τοῦ νόμου σκοπὸν ὁ Χριστός· διὰ τῆς ἐπ’ αὐτὸν πίστεως τὴν δικαίωσιν τοῖς προσιοῦσιν αὐτῷ πᾶσι δωρούμενος.

  71. 10.4.3.1

    Χρυσοστόμου. Καὶ ὅρα πάλιν σύνεσιν. ἐπειδὴ γὰρ εἶπε δικαιοσύνην καὶ δικαιοσύνην. ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων, τὴν μὲν, ἔχειν, τῆς δὲ, ἀπεστερῆσθαι, καὶ παρανομίας κρίνεσθαι. καὶ γὰρ καὶ τούτους οὐχ ἧττον δεδοικέναι ἐχρῆν, ἔτι νεήλυδας ὄντας· μὴ δὲ Ἰουδαῖοι πάλιν προσδοκήσωσιν αὐτὴν κατορθοῦν· καὶ εἴπωσιν, ὅτι εἰ καὶ μὴ νῦν ἐπληρώσαμεν, ἀλλὰ πάντως πληρώσομεν, ὅρα τί κατασκευάζει· καὶ δείκνυσιν, ὅτι μία πίστις ἐστὶν ἡ δικαιοσύνη· καὶ ἐκείνη, εἰς ταύτην ἀνακεφαλαιοῦται. καὶ ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν διὰ πίστεως, κἀκείνην ἐπλήρωσεν. ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης μετὰ ταύτης ἐξέπεσεν. εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην ἔχειν δοκῇ, οὐκ ἔχει. ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν μὴ ᾖ κατωρθωκὼς τὸν νόμον, τὸ πᾶν εἴληφε. καὶ γὰρ τέλος ἰατρικῆς, ὑγεία. ὥσπερ οὖν ὁ δυνάμενος ὑγιᾶ ποιεῖν, κἂν μὴ τὴν ἰατρικὴν ἔχῃ, τὸ πᾶν ἔχει. ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτως ἐπὶ τοῦ νόμου καὶ τῆς πίστεως. ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει. ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἔστιν ἀλλότριος. τι γὰρ ἐβούλετο ὁ νόμος ; δίκαιον ποιῆσαι τὸν ἄνθρωπον ; ἀλλ’ οὐκ ἴσχυσεν. οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. τοῦτο οὑν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπεν. ἀλλὰ τοῦτο τὸ τέλος ἤνυσε μειζόνως ὁ Χριστὸς διὰ τῆς πίστεως· μὴ τοίνυν φοβηθῇς, φησι, ὡς τὸν νόμον παραβαίνων, ἐπειδὴ τῇ πίστει προσῆλθες. τότε γὰρ αὐτὸν παραβαίνεις, ὅταν δι’ αὐτὸν τῷ Χριστῷ μὴ πιστεύσῃς. ὡς ἃν πιστεύσῃς αὐτῷ, κἀκεῖνον ἐπλήρωσας, καὶ πολλῷ πλέον ἣ ἐκέλευε. πολλῷ γὰρ μείζονα δικαιοσύνην ἔλαβες.

  72. 10.4.4.1

    Κυρίλλου. Προεισκεκόμισται τοίνυν ὁ νόμος, ἐσόμενος τοῖς ἀρχαίοις παιδαγωγὸς, ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ δι’ αἰνιγμάτων αὐτοῖς ὑποφαίνων τὴν ἀλήθειαν. οὕτω γὰρ εἶναι διοριζόμεθα πλήρωμα νόμου καὶ προφητῶν, τὸν Χριστόν. καὶ μάλα ὀρθῶς. ἣ οὐχὶ παντὸς αἰνίγματος ἀσαφοῦς νοοῖτ’ ἃν εἰκότως πλήρωμα ὑπάρχειν τὸ ἀληθές ; καίτοι πῶς ἃν ἐνδοιάσειέ τις ; οὔκουν ἀναίρεσιν τῶν διὰ Μώσεως ποιεῖται νόμων ἡ πρός γε τὸ ἀληθὲς τῶν ἐν σκιαῖς μεταφοίτησις. ἀλλ’ ἐκφανεστέραν αὐτῶν καθίστησι τὴν διάνοιαν.

  73. 10.4.5.1

    Τοῦ Αὐτοῦ. Μετερρυηκότων λοιπὸν εἰς ἀλήθειαν τῶν πραγμάτων, καὶ τῶν ἐν τύποις καὶ αἰνίγμασι τὴν εἰς τὰ ἀμείνω λαβόντων μεταβολὴν, οὐ καταλελύσθαι φαμὲν τὸν νόμον· ἐκπεπεράνθαι δὲ μᾶλλον ἐπὶ καιροῦ, καθ’ ὃν ἡμῖν ἐπέλαμψεν ἡ ἀλήθεια. τουτέστι, Χριστός. τέλος γὰρ νόμου καὶ προφητῶν, ὁ Χριστός. ὃς οὐκ ἃν διαψεύσαιτο λέγων, “ οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη- “ ρῶσαι.” ὥσπερ γὰρ τὰς ἐν τοῖς πίναξι προανατυπουμένας σκιὰς, τὸ τῶν χρωμάτων πολυειδὲς, ἐν καιρῷ προσενηνεγμένον· ἥκιστα μὲν ἀναιρεῖ, μεθίστησι δὲ μᾶλλον εἰς ὄψιν ἐναργεστέραν· κατὰ τὸν ἶσον τουτωῒ τρόπον, οὐκ ἀνατετράφθαι φαμὲν τὰς τοῦ νόμου σκιὰς, ἐκπεπεράνθαι δὲ μᾶλλον ὡς ἐν προόδῳ τῇ πρὸς ἀλήθειαν.

  74. 10.4.6.1

    Σευηριανοῦ. τέλος γε μὴν νόμου εἴρηται Χριστὸς, οὐχ ὡς μέρος νόμου· ἀλλ’ ὡς ἑτέρας ζωῆς ἀρχή. ἣ τέλος νόμου, ὡς τέλος γεγονὼς τοῦ νόμου· τουτέστι, παύσας αὐτόν. διὰ δύο οὖν τέλος νόμου. ὅτι τε εχρησατο αὐτῷ· καὶ ὅτι ἔπαυσεν αὐτὸν.

  75. 10.5.verse.1

    Μωϋσῆς γὰρ γράφει τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτοῖς.

  76. 10.5.1.1

    Χρυσοστόμου. Ἐπειδὴ τὰ εἰρημένα ἀπόφασις ἦν, ἀπὸ τῶν γραφῶν αὐτὰ πάλιν πιστοῦται· ὃ δὲ λέγει, τοῦτό ἐστι. Μωϋσῆς δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ὁποία τίς ἐστι. ποία τοίνυν ἐστὶ καὶ πόθεν συνίσταται ; ἀπὸ τοῦ πληρωθῆναι τὰς ἐντολάς. “ ὁ ποιήσας αὐτά, φησι, “ ἐν αὐτοῖς ζήσεται.” καὶ ἄλλως οὐκ ἔνι δίκαιον γενέσθαι ἐν νόμῳ, ἀλλ’ ἣ πάντα πληρώσαντα. τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν. οὐκοῦν διαπέπτωκεν ἡ δικαιοσύνη αὕτη.

  77. 10.5.2.1

    Γενναδίου. Ἐκ συγκρίσεως δὲ τῆς πρὸς τὸν νόμον, δεικνὺς τῆς χάριτος τὸ φιλότιμον, λέγει, φησι, ὁ Μώσης, μὴ πρότερον ἐν νόμῳ δικαιοῦσθαί τινα, ἕως ἃν πληρώσῃ τὰ τοῦ νόμου ἅπαντα παραγγέλματα.

  78. 10.5.3.1

    Θεοδωρήτου. Πρὸς γοῦν τὸ δεῖξαι νόμου καὶ χάριτος τὴν διαφορὰν, καὶ ἀμφοτέρων εἰσάγει Μωσέα τὸν νομοθέτην διδάσκαλον, λέγοντα, ὅτι ὁ τὰ τοῦ νόμου πάντα πεπληρωκὼς, καρπὸν ἔχει τῆς φυλακῆς, τὴν ζωήν. ἡ δὲ τυχοῦσα παράβασις, τὴν τιμωρίαν ἐπάγει.

  79. 10.5.4.1

    Κλήμεντοσ. Ἢ ζωὴν λέγει, τὴν τῶν Ἑβραίων ἐπανόρθωσιν· τήν τε τῶν πέλας δι᾿ ἡμῶν αὐτῶν συνάσκησίν τε καὶ προκοπήν. οἱ γὰρ νεκροὶ τοῖς παραπτώμασι, ζωοποιοῦνται σὺν τῷ Χριστῷ διὰ τῆς ἡμετέρας διακονίας.

  80. 10.5.5.1

    Διοδώρου. Ἢ τὸ ζήσεται ἐν αὐτοῖς ἐμφαίνει, ὡς ὁ τὸν νόμου πληρώσας, ἐκείνων μόνων ἀπολαύσειε τῶν διὰ τοῦ νόμου ἐπηγγελμένων ἀγαθῶν· τουτέστι γῆς ῥεούσης μέλι καὶ γάλα.

  81. 10.6.verse.1

    Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, μὴ εἴπης ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν· ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμα ἐστὶν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὀμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.

  82. 10.6.1.1

    Χρυσοστόμου. Ἐπειδὴ ἤλεγξε τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, μεταβαίνει λοιπὸν ἐπὶ τὴν ἐκ χάριτος. ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι· πῶς εὗρον μείζονα δικαίωσιν οἱ τὴν ἐλάττω μὴ εὑρόντες, λέγει λογισμὸν ἀναντίρρητον. ὅτι κουφοτέρα αὕτη ἡ ὁδὸς ἐκείνης. αὕτη μὲν γὰρ πλήρωσιν ἀπαιτεκῖ πάντων. ὅταν γὰρ ποιήσῃς, φησὶ, πάντα, τότε ζήσῃ. ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὐ τοῦτο λέγει. ἀλλὰ τί; “ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, “καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ “νεκρῶν, σωθήσῃ.” εἶτα ἵνα μὴ δόξῃ πάλιν τὸ εὔκολον εὐκαταφρόνητον αὐτὴν ποιεῖν, καὶ εὐτελῆ δεικνύναι, ὅρα πῶς πλατύνει τὸν λόγον τὸν περὶ αὐτῆς. οὐ γὰρ εὐθέως ἐπὶ τοῦτο ἦλθεν ὄπερ εἰρήκαμεν, ἀλλὰ τί φησι; “ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὕτως “λέγει. μὴ εἴπῃς, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι

  83. 10.6.1.2

    “Χριστὸν καταγαγεῖν. ἣ τίς καταβήσεται εἰς τὴν ἄβυσσον ; “ τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀγαγεῖν.” ὥσπερ γὰρ τῇ ἀρετῇ τῇ διὰ τῶν ἔργων ἀνθίσταται ῥαθυμία, τοὺς τόνους ἐκλύουσα, καὶ δεῖ σφόδρα ἀγρυπνούσης ψυχῆς ὥστε μὴ εἴκειν, οὕτω καὶ ὅταν πιστεῦσαι δέῃ, εἰσὶ λογισμοὶ θορυβοῦντες καὶ λυμαινόμενοι τὴν τῶν πολλῶν διάνοιαν. καὶ δεῖ νεανικωτέρας ψυχῆς, ὥστε αὐτοὺς διακρούσασθαι. διὰ δὴ τοῦτο, καὶ αὐτὸς τούτους εἰς μέσον ἄγει z, καὶ δείκνυσιν ὅτι φιλοσόφου διανοίας χρεία, καὶ γνώμης οὐρανομήκους τινὸς καὶ μεγάλης. καὶ οὐκ εἶπε μὴ εἴπῃς ἁπλῶς, ἀλλὰ “ μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου.” τουτέστι, μὴ δὲ ἐννοήσῃς ἀμφιβαλεῖν, καὶ εἰπεῖν κατὰ σεαυτόν· καὶ πῶς τοῦτο δυνατόν;

  84. 10.6.1.3

    Ὁρᾷς ὅτι τοῦτο μάλιστα πίστεως ἴδιον, τὸ τὴν κάτω πᾶσαν ἀκολουθίαν ἀφέντα, τὰ ὑπὲρ φύσιν ἐπιζητεῖν ; καὶ λογισμῶν ἀσθένειαν ἐκβάλλοντας, ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως ἅπαντα παραδέχεσθαι ; καίτοι γε οὐ ταῦτα Ἰουδαῖοι μόνον ἔλεγον, ἀλλ’ ὅτι οὐ δυνατὸν ἐκ πίστεως δικαιωθῆναι. ἀλλ’ αὐτὸς ἐφ’ ἕτερον ἄγει τὸ γεγενημένον. ἵνα ὅταν δείξῃ μέγα οὕτως ὂν, ὡς κα; μετὰ τὸ γεγενῆσθαι πίστεως αὐτὸ δεῖσθαι, δικαίως δόξη τούτοις τὸν στέφανον πλέκειν. καὶ κέχρηται ῥήμασι τοῖς ἐν τῇ παλαιᾷ κειμένοις, σπουδάζων ἀεὶ τὰ τῆς καινοτομίας καὶ τῆς πρὸς ἐκείνην μάχης ἐγκλήματα, διαφεύγειν. τοῦτο γὰρ ὃ περὶ πίστεως ἐνταῦθα φησὶ, περὶ τῆς ἐντολῆς αὐτοῖς λέγει Μωϋσῆς, δεικνὺς ὅτι πολλῆς ἀπέλαυσαν παρὰ Θεῷ τῆς εὐεργεσίας· οὐ γάρ ἐστιν εἰπεῖν, φησιν, ὅτι εἰς τὸν οὐρανὸν ἀναβῆναι δεῖ, καὶ πέλαγος διαβῆναι μέγα, καὶ τότε λαβεῖν τὰς ἐντολάς· ἀλλὰ τὰ οὕτω μεγάλα καὶ ὑπέρογκα, εὔκολα ἡμῖν ἐποίησεν ὁ Θεός. τι δέ ἐστιν, “ ἐγγύς σου “ τὸ ῥῆμα ἐστί;” τουτέστιν εὔκολόν ἐστιν. ἐν γὰρ τῇ διανοίᾳ σου καὶ τῇ γλώττῃ ἡ σωτηρία, οὐ μακρὰν ὁδὸν βαδίσαντας, οὐδὲ πέλαγος πλεύσαντας, οὐδὲ ὄρη παρελθόντας, οὕτω σωθῆναι δεῖ. ἀλλ’ εἰ μὴ δὲ αὐτὸν βουληθείης ὑπερβῆναι τὸν οὐδὸν, ἔξεστι σοι καὶ οἴκοι καθημένῳ σωθῆναι. ἐν γὰρ τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου ἔστι τῆς σωτηρίας ἡ ἀφορμή. εἶτα καὶ ἑτέρωθεν εὔκολον ποιῶν τὸν τῆς πίστεως λόγον, φησὶ, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. ἐννόησον γὰρ τὸ ἀξίωμα τοῦ ποιήσαντος· καὶ οὐκέτι ὄψει δυσκολίαν οὐδεμίαν ἐν τῷ πράγματι. οὐκοῦν ὅτι μὲν Κύριος, ἐκ τῆς ἀναστάσεως δῆλον, ὃ καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς ἔλεγε. “ τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει, κατὰ Πνεῦμα “ ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν.” ὅτι δὲ καὶ ἡ ἀνάστασις εὔκολον, ἐκ τῆς τοῦ ποιήσαντος ἰσχύος ἀποδέδεικται, καὶ τοῖς σφόδρα διαπιστοῦσιν. ὅταν οὖν καὶ μείζων ᾖ ἡ δικαιοσύνη, καὶ κούφη καὶ εὐπαράδεκτος, καὶ ἄλλως δικαιωθῆναι μὴ ᾖ, οὐκ ἀσχέτου φιλονεικίας τὸ τοῖς ἀδυνάτοις ἐπιχειρεῖν τὰ εὔκολα ἀφέντας καὶ ῥᾴδια; οὐ γὰρ ἔχοιεν ἃν εἰπεῖν, ὅτι ὡς φορτικὸν τὸ πρᾶγμα παρῃτήσαντο.

  85. 10.6.2.1

    Θεοδωρήτου. Τὸ δὲ, “ ἡ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει,” ἀντὶ τοῦ, περὶ δὲ τῆς ἐκ πίστεως δικαιοσύνης, οὕτως λέγει. οὐ γὰρ ἡ δικαιοσύνη ταῦτα λέγει, ἀλλὰ διὰ Μώσεως, ὁ τῶν ὅλων Θεὸς περὶ τοῦ νόμου ταῦτα εἴρηκε· διδάσκων Ἰουδαίους, ὡς δίχα πόνων τὴν τῶν πρακτέων διδασκαλίαν ἐδέξαντο. ὁ μέντοι θεῖος Ἀπόστολος, εἰς τὸν περὶ πίστεως ταῦτα ἐξείληφε λόγον. διδάσκων, ὡς, οὐ δεῖ τὴν δεσποτικὴν οἰκονομίαν περιεργάζεσθαι, ἀλλὰ πίστει καρποῦσθαι τὴν σωτηρίαν. καὶ ἐπάγει, τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅπερ Μωϋσῆς φησι περὶ τῶν νομικῶν εἴρηκεν ἐντολῶν, τοῦτο ἡμεῖς περὶ τῆς πίστεως λέγομεν, “ ὅτι “ ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματι σου Κύριον Ἰησοῦν· καὶ πιστεύ- “ σῇς ἐν τῇ καρδίᾳ σου, σωθήσῃ. καρδίᾳ γὰρ πιστεύεται εἰς “ δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” ἀμφοτέρων γὰρ χρεία. καὶ πίστεως ἀληθοῦς, καὶ βεβαίας ὁμολογίας σὺν παρρησίᾳ γινομένης. ἵνα καὶ ἡ καρδία κοσμῆται τῷ ἀναμφιβόλῳ τῆς πίστεως· καὶ ἡ γλῶττα λαμπρύνηται, ἀδεῶς κηρύττουσα τὴν ἀλήθειαν.

  86. 10.6.3.1

    Γενναδίου. Ὅπερ τοίνυν ἐλέγετο περὶ τῆς τοῦ νόμου δόσεως ἐκείνης, τοῦτο καὶ ἡμῖν νῦν ἐπὶ τῆς διὰ Χριστοῦ χάριτος ἐφαρμόζει. οὐ χρὴ οὖν διαπιστεῖν ἡμᾶς, ἢ περὶ τῆς ἐξ οὐρανοῦ τοῦ Σωτῆρος καθόδου, ἣ περὶ τῆς ἐκ νεκρῶν αὐτοῦ πάλιν ἀνόδου. ἀλλὰ τελείᾳ καρδίᾳ πεπιστευκότας, ὁμολογεῖν καὶ διὰ γλώττης τὴν χάριν. περιγενήσεσθαι γὰρ ἡμῖν τοῦτο ποιοῦσι τὴν διὰ τῆς δικαιώσεως σωτηρίαν συμβῇ. τὸ γὰρ εἰς δικαιοσύνην καὶ τὸ εἰς σωτη- ρίαν, διεῖλε συνήθως. καὶ τὸ μὲν, τῆ πίστει τῆς καρδίας· τὸ δὲ, τῇ ὁμολογίᾳ τοῦ στόματος ἀποδέδωκεν. ἑκατέροις ἁρμόζοντος ἑκατέρου. καρδίᾳ μὲν γάρ, φησι, πιστευόμενος ὁ Χριστὸς δικαιοῖ· στόματι δὲ ὁμολογούμενος, σώζει.

  87. 10.6.4.1

    Μαξίμου. Τί λοιπὸν τοῦ πιστεύειν ταχύτερον, καὶ τοῦ διὰ στόματος ὁμολογεῖν τοῦ πιστευθέντος τὴν χάριν, ἔσται εὐκολώτερον; τὸ μὲν γὰρ, δηλοῖ, τὴν ἔμψυχον πρὸς τὸν πεποιηκότα ἀγάπην· τὸ δὲ, τὴν θεοφιλῆ πρὸς τὸν πλησίον διάθεσιν. ἀγάπη δὲ καὶ γνησία διάθεσις, ἤγουν πίστις καὶ ἀγαθὴ συνείδησις, ἔργον προδήλως τοῦ κατὰ καρδίαν ἀφανοῦς ὑπάρχει κινήματος· τῆς ἐκτὸς ὕλης πρὸς γένεσιν παντελῶς οὐ δεομένη.

  88. 10.6.5.1

    Κυρίλλου. Ὅθεν ἐπειδὴ κατὰ τὸν Ἀπόστολον “ καρδίᾳ πιστεύ- “ εἰς δικαιοσύνην. στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” καὶ ἡ ἀμφοτέρων ἐν τούτοις ἐνέργεια ὑποβάλλει τὴν τελειότητα. διὰ τοῦτο καὶ ὁ ψαλμῳδὸς ἀμφότερα ἐν τῷ αὐτῷ συνείληφε, τήν τε τοῦ στόματος ἐνέργειαν, καὶ τὴν τῆς ψυχῆς μελέτην. εἰπὼν, “ τὸ “ στόμα μου λαλήσει σοφίαν. καὶ ἡ μελέτη τῆς καρδίας μου “ σύνεσις.” ἐάν τε γὰρ μὴ ᾖ τὸ ἀγαθὸν ἐν τῇ καρδίᾳ προαποκείμενον, πῶς ἐνέγκῃ τὸν θησαυρὸν διὰ στόματος, ὁ μὴ κεκτημένος ἐν τῷ κρυπτῷ ; ἐάντε ἔχων τὰ τῆς καρδίας ἀγαθὰ μὴ δημοσιεύσῃ τῷ λόγῳ, αὐτῷ λεχθήσεται σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις ; διόπερ εἰς μὲν τὸ ἑτέρων ὠφέλιμον, λαλείτω τὸ στόμα σοφίαν. εἰς δὲ τὴν ἡμετέραν προκοπὴν, ἡ καρδία μελετάτω σύνεσιν.

  89. 10.6.5.2

    Γρηγορίου Τοῦ Θεολόγου. Οὐδὲν οὖν δεῖ σοι, φησὶ, εἰς τὸν οὐρανὸν ἀνελθεῖν, ἱν ἐκεῖθεν ἑλκύσῃς Χριστόν. οὐδὲ εἰς τὴν ἄβυσσον κατελθεῖν, ἵν ἐντεῦθεν αὐτὸν ἐκ νεκρῶν ἀναστήσῃς· ἣ τὴν πρώτην πολυπραγμονῶν φύσιν· ἣ τὴν τελειοτάτην οἰκονομίαν. ἐγγύς σου, φησὶν, τὸ ῥῆμα ἐστίν· ἡ διάνοια τοῦτον ἔχει τὸν θησαυρόν. οὐ μὴν ἀλλὰ καὶ ἡ γλῶττα. ἡ μὲν, πιστεύουσα, ἡ δὲ, ὁμολογοῦσα. τι τούτου συντομώτερον τοῦ πλούτου ; τι τῆς δωρεᾶς εὐκολώτερον ; ὁμολόγησον Χριστὸν Ἰησοῦν, καὶ πίστευσον ὅτι ἐκ νεκρῶν ἐγήγερται, καὶ σωθήσῃ. δικαιοσύνη μὲν γὰρ καὶ τὸ πιστεῦσαι μόνον. σωτηρία δὲ παντελὴς, τὸ καὶ ὁμολογεῖν, καὶ προσθεῖναι τῆ γνώσει τὴν παρρησίαν. σὺ μεῖζον τι σωτηρίας ζητεῖ; τὴν ἐκεῖθεν δόξαν τὲ καὶ λαμπρότητα, ἐμοὶ καὶ τὸ σωθῆναι μέγιστον. καὶ τὰς ἐκεῖσε φυγεῖν βασάνους.

  90. 10.6.5.3

    Κυρίλλου. Σὺ δέ μοι σκόπει. ὅτι ἀλλαχοῦ εἰπὼν ὁ Ἀπόστολος, “ὅτι ἦτε ποτὲ ἀπεξενωμένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας τοῦ “ Ἰσραήλ· ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. νυνὶ δὲ “ ἐπιγνόντες Θεόν.” ἐνταῦθα τὸν τρόπον τῆς ἐπιγνώσεως αὐτοῖς ἐξηγούμενος λέγει, “ἐγγύς σου τὸ ῥῆμα ἐστὶ τῆς πίστεως, ὃ “ κηρύσσομεν. ὅτι, ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματι σου, ὅτι “ Κύριος Ἰησοῦς. καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς “ αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.” ὅτε τοίνυν ὁ πιστεύων εἰς Χριστὸν Ἰησοῦν, καὶ ὁμολογῶν ὅτι Κύριός ἐστιν, ὡς Θεὸν ἐπι- γνοὺς τὸν ἀληθινὸν δικαιοῦται, πῶς οὐκ ἔστι Θεὸς κατὰ φύσιν ὁ Υἱός ; ὁ δὲ τοῦτο ὢν, πῶς ἃν εἴη καὶ ποίημα ; λέγει γὰρ ἡ γραφή; “πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ καταισχυνθήσεται. “ οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τὲ καὶ Ἕλληνος. ὁ γὰρ αὐ- “ τὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους “ αὐτόν. πᾶς γὰρ ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθή- “ σεται ž”.

  91. 10.6.6.1

    Χρυσοστόμου. Ἐπειδὴ μέγα εἴρηκε, πάλιν ἀπὸ τῆς γραφῆς αὐτὸ πιστοῦται καὶ τῆς πίστεως καὶ τῆς ὁμολογίας παρέχων μάρτυρας. τῷ μὲν γὰρ εἰπεῖν “ὅτι πᾶς ὁ πιστεύων,” τὴν πίστιν ἐδήλωσε· τῷ δὲ εἰπεῖν “ὅτι πᾶς ὃς ἂν ἐπικαλέσηται,” τὴν ὁμολο- γίαν ἐνέφηνεν. εἶτα πάλιν τὸ κοινὸν ἀνακηρύττων τῆς χάριτος. “ὁ γὰρ αὐτός,” φησι, “Κύριος πάντων, πλουτῶν εἰς πάντας.” ὁρᾷς πῶς δείκνυσιν αὐτὸν σφοδρῶς ἐφιέμενον ἡμῶν τῆς σωτηρίας, εἴγε καὶ πλοῦτον οἰκεῖον ἡγεῖται ταύτην ; ὥστε μὴ δὲ νῦν αὐτοὺς ἀπο- γνῶναι, μὴ δὲ νομίσαι, εἴγε βουληθεῖεν μετανοῆσαι, ἀσυγγνώστους εἶναι. ὁ γὰρ πλοῦτον οἰκεῖον ἡγούμενος τὸ σώζειν ἡμᾶς, οὐ παύ- σεται πλουτῶν. ἐπεὶ καὶ τοῦτο πλοῦτος, τὸ εἰς πάντας ἐκχεῖσθαι τὴν δωρεάν. ἐπειδὴ γὰρ καὶ τοῦτο μάλιστα αὐτοὺς ἐθορύβει τὸ προεδρίας ἀπολαύοντας ὑπὲρ τὴν οἰκουμένην ἅπασαν, νῦν ἐκ τῆς πίστεως ἀπὸ τῶν θρόνων καταβιβάζεσθαι ἐκείνων, καὶ μηδὲν πλέον τῶν λοιπῶν ἔχειν, συνεχῶς τοὺς προφήτας εἰσάγει ταύτην ἐπά- δόντας αὐτοῖς τὴν ἰσοτομίαν. “ πᾶς γάρ,” φησι, “ ὁ πιστεύων ἐπ’ “ αὐτῷ οὐ καταισχυνθήσεται.” καὶ, “ πᾶς ὃς ἃν ἐπικαλέσηται “ τὸ ὄνομα Κυρίου σωθήσεται.” καὶ πανταχοῦ τὸ πᾶς τέθειται, ἵνα μὴ ἀντιλέγωσι· καὶ τὸ ἐκείνων φύσημα καταστέλλων. ἃ διὰ πολλῶν ἔμπροσθεν ἀπέδειξε, ταῦτα ἐν βραχέσι πάλιν ἀναμιμνήσκει· δεικνὺς, ὅτι οὐδέν τι μέσον Ἰουδαίου καὶ ἀκροβύστου. “ οὐ “ γάρ ἐστι διαστολή,” φησι, “ Ἰουδαίου καὶ Ἕλληνος.” καὶ ὃ περὶ τοῦ Πατρὸς εἴρηκεν ἐν τῇ περὶ τούτων ἀποδείξει, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ λέγει ἐνταῦθα. ὥσπερ γὰρ ἔμπροσθεν αὐτὸ κατασκευάζων ἔλεγεν, “ἢ Ἰουδαίων μόνων ὁ Θεὸς, οὐχὶ καὶ ἐθνῶν ;” ναὶ καὶ ἐθνῶν. ἐπείπερ εἷς ὁ Θεὸς, οὕτω καὶ ἐνταῦθα φησί. ἀλλ’ οὐδὲν κενοδοξίας χεῖρον, αὕτη γὰρ, αὕτη μάλιστα πάντων αὐτοὺς ἀπώλεσε. διὸ καὶ ὁ Χριστὸς αὐτοῖς ἔλεγε, “ πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες ;

  92. 10.6.7.1

    Κυρίλλου. Μῆ τοίνυν ποιείτω ἴδιον ἀγαθὸν τὴν διὰ πίστεως σωτηρίαν ὁ Ἰσραήλ. “ πᾶς γὰρ ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα “ Κυρίου, σωθήσεται.” κἂν Ἰουδαῖος ἦ κἂν Ἕλλην, ἀδιαφόρως σώζει ὁ Θεὸς τῶν ὅλων. αὐτοῦ γὰρ ἅπαντα· οὕτω φαμὲν ἀνακεφαλαιοῦσθαι τὰ πάντα ἐν Χριστῷ.

  93. 10.14.verse.1

    Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν ; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν ; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος ; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.

  94. 10.14.1.1

    Χρυσοστόμου. Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν. ἐπειδὴ γὰρ εἶπεν, “ ὅτι μαρτυρῶ αὐτοῖς, ὅτι ζῆλον ἔχουσιν ἀλλ’ οὐ κατ’ “ ἐπίγνωσιν.” καὶ “ ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, τῇ δικαιο- “ σύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν,” δείκνυσι λοιπὸν ὅτι καὶ αὐτῆς τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. καὶ οὐ λέγει μὲν οὕτως. κατασκευάζει δὲ τοῦτο· κατ’ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον, τῷ κατὰ ἀντίθεσιν καὶ λύσιν, ἅπαν ὑφάναι τουτὶ τὸ χωρίον. σκόπει ’δε ἄνωθεν. εἶπε, φησὶν, ὁ προφήτης, “ πᾶς ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.” ἀλλ’ ἴσως ἔχοι τίς ἃν εἰπεῖν, καὶ πῶς ἠδύναντο ἐπικαλέσασθαι τοῦτον, ᾧ οὐκ ἐπίστευσαν ; εἶτα, ἐρώτησις παρ’ αὐτοῦ μετὰ τὴν ἀντίθεσιν. καὶ διατί οὐκ ἐπίστευσαν ; καὶ πάλιν ἀντίθεσις. πάντως ἔχει τίς εἰπεῖν, καὶ πῶς εἶχον πιστεῦσαι, μὴ ἀκοῦ. σαντες; καὶ μὴν ἤκουσαν φησί. εἶτα ἕτερα πάλιν ἀντίθεσις. καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος ; εἶτα πάλιν λύσις. καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν εἰς αὐτὸ τοῦτο πολλοί. καὶ πόθεν δῆλον ; ὅτι οὗτοι εἰσὶν ἐκεῖνοι οἱ ἀποσταλέντες. τότε δὴ λοιπὸν εἰσάγει τὸν προφήτην λέγοντα, “ ὡς ὡραῖοι οἱ πόδες.” ὁρᾷς πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος, δείκνυσι τοὺς κήρυκας ; οὐδὲν γὰρ ἄλλο περιῄεσαν οὗτοι πανταχοῦ λέγοντες, ἀλλ’ ἣ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ, καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γενομένην εἰρήνην. ὥστε ἀπιστοῦντες, οὐχ ἡμῖν ἀπιστεῖτε φησί· ἀλλὰ τῷ Ἠσαίᾳ τῷ πρὸ πολλῶν ἐπῶν εἰπόντι ὅτι καὶ ἀποσταλησόμεθα καὶ κηρύξομεν, καὶ ἐροῦμεν ἅπερ εἰρήκαμεν. εἰ τοίνυν τὸ μὲν σωθῆναι ἐκ τοῦ ἐπικαλέσασθαι· τὸ δὲ ἐπικαλέσασθαι ἐκ τοῦ πιστεῦσαι ἐστί· τὸ δὲ πιστεῦσαι ἐκ τοῦ ἀκοῦσαι· τὸ δὲ ἀκοῦσαι ἐκ τοῦ κηρύξαι· τὸ δὲ κηρύξαι ἐκ τοῦ ἀποσταλῆναι· ἀπεστάλησαν δὲ καὶ ἐκήρυξαν· καὶ μετ’ αὐτῶν ὁ προφήτης περιῄει, δεικνὺς αὐτοὺς, καὶ ἀνακηρύττων ὅτι οὗτοι εἰσὶν οὓς πρὸ πολλῶν ἄνωθεν ἐδήλουν χρόνων, ὧν καὶ τοὺς πόδας ἐνεγκωμίαζον διὰ τὸν τοῦ κηρύγματος τρόπον, εὔδηλον ὅτι τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνων. καὶ γὰρ τὰ παρὰ Θεοῦ πάντα ἀπήρτισται.

  95. 10.14.2.1

    Θεοδωρήτου. Προσήκει πρότερον, φησὶ, πιστεῦσαι, εἶτα ἐπικαλέσασθαι. ἀδύνατον δὲ πιστεῦσαι τῆς διδασκαλίας οὐκ ἀκούσαντας. ταύτης δὲ τυχεῖν οἷόν τε οὐδαμῶς. τῶν κηρυττόντων οὐκ ὄντων. καὶ τούτους δὲ πάλιν ἡ χειροτονία ποιεῖ. οὕτω ταῦτα εἰς ἀπολογίαν τεθεικὼς Ἰουδαίων, δι’ αὐτῶν αὔξει τὴν κατ’ ἐκείνων κατηγορίαν. καὶ τὸ τελευταῖον πρῶτον τέθεικε, τὸ τῆς κηρύκων ἀποστολῆς· δεικνὺς ἄνωθεν ταῦτα προτεθεσπισμένα. καὶ γὰρ ἀκόλουθον ἦν τοῦτο πρὸ τῶν ἄλλων ἐπιδεῖξαι. δεῖ γὰρ πρῶτον χειροτονηθῆναι τοὺς κήρυκας, εἶτα κηρύξαι. ἔπειτα τῶν κηρυγμάτων ἀκοῦσαι, καὶ τηνικαῦτα πιστεῦσαι. φέρει τοίνυν τὴν προφητείαν τοῦ Ἠσαίου, καὶ φησὶ, “ ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “ εἰρήνην.” καὶ γὰρ τοῖς Ἀποστόλοις ὁ Κύριος ἐνετείλατο εἰς οἰκίαν εἰσιοῦσι λέγειν, “ εἰρήνη τῷ οἴκῳ τούτῳ.” κατεμήνυον γὰρ τὰς θείας καταλλαγάς· εὐηγγελίζοντο δὲ καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. τούτων τοὺς πόδας ὡραίους ἀποκαλεῖ, ὡς τὸν καλὸν τρέχοντας δρόμον· ὡς ὑπὸ τῶν δεσποτικῶν ἀπονιφθέντας χειρῶν.

  96. 10.14.3.1

    Θεοδώρου Μονάκχου. Εἰρῆσθαι δὲ ταῦτα ἔφη τίς οὐ περὶ τῶν Ἀποστόλων τῷ προφήτῃ, ἀλλὰ περὶ τῶν μελλόντων μηνύειν τὰ περὶ Ἰουδαίους ἐσόμενα ἀγαθά. εἰ δὲ οἱ μηνυταὶ ἐκείνων, φησὶ, οὕτω νομίζονται θαύματος ἄξιοι, πολλῷ γε μᾶλλον ἀναγκαῖον πρᾶγμα καὶ λυσιτελέστατον, ἅπαντας δεῖ νομίζειν, τῶν Ἀποστόλων τὴν διδαχήν.

  97. 10.14.4.1

    Ἀποστόλου. ταυτί γε μὴν οὕτω παρὰ τῶν ἑβδομήκοντα εἴρηται. “ ὡς ὥρα ἐπὶ τῶν ὀρέων. ὡς πόδες εὐαγγελιζομένων ἀκοὴν “ εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.” ἀντὶ τοῦ καλήν τινα καὶ ἐξάκουστον ὥσπερ ἐξ ὄρους ἀφιᾶσι φωνὴν οἱ εὐαγγελιζόμενοι, τὴν εἰρήνην καὶ τὰ ἀγαθά· τῇ μὲν καλλονῇ, τέρπουσαν· τῷ δὲ μεγέθει καθικνουμένην τῆς ἀκοῆς.

  98. 10.14.5.1

    Χρυσοστόμου. Εἰρηκὼς δὲ ὁ Ἀπόστολος, ἐὰν μὴ ἀποσταλῶ, ἔοικε καὶ περὶ αὐτοῦ λέγειν, ὡς οὐκ ἐξ οἰκείας αὐθεντίας ἦλθεν εἰς τὸ κηρύξαι αὐτοῖς, ἀλλὰ ἀποσταλεὶς παρὰ Χριστοῦ, τούτῳ ἑαυτὸν ἀξιόπιστον ποιῶν. οὐ μόνον δέ φησιν, ὅτι ἀπέσταλμαι, ἀλλὰ καὶ ὅτι πάλαι τὸ δεῖν ἀποστολὴν γενέσθαι προείρηται. ἀξιόπιστος οὖν κατ’ ἄμφω. ἔκ τε τοῦ παρὰ Χριστοῦ ἀπεστάλθαι· ἔκ τε τοῦ προωρίσθαι τὴν ἀποστολήν.

  99. 10.16.verse.1

    Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῆ ἀκοῇ ἡμῶν ; ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.

  100. 10.16.1.1

    Χρυσοστόμου. Ἐπειδὴ πάλιν ἑτέραν ἐπήγαγον ἀντίθεσιν λέγοντες, καὶ μὴν εἰ ἦσαν οὗτοι οἱ ἀπεσταλμένοι, καὶ παρὰ τοῦ Θεοῦ πεμφθέντες, ἔδει πάντας ὑπακοῦσαι, σκόπει τοῦ Παύλου τὴν σύνεσιν. πῶς αὐτὸ τοῦτο ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὃν ἀναιρετικόν. τί γάρ σε σκανδαλίζει, ὦ Ἰουδαῖε, φησὶ, μετὰ τοσαύτην καὶ τηλικαύτην μαρτυρίαν, καὶ πραγμάτων ἀπόδειξιν ; ὅτι οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ ; τοῦτο μὲν οὖν αὐτὸ μετὰ τῶν ἄλλων ἱκανόν σε πιστώσασθαι ὑπὲρ τῶν εἰρημένων, τὸ μὴ πάντας ὑπακούειν. καὶ. γὰρ καὶ τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης Ἡσαΐας· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πολλῷ τούτου πλέον. ὑμεῖς μὲν γὰρ ἐγκαλεῖτε, διατί μὴ πάντες ὑπήκουσαν· ὁ δὲ Ἡσαΐας, πλέον τούτου λέγει. τί γάρ φησι, “ Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν ; εἶτα, ἐπειδὴ τὸν θόρυβον τοῦτον ἐξεῖλε, παρεμβαλὼν τὸν προφήτην, πάλιν ἔχεται τῆς προτέρας ἀκολουθίας. ἐπειδὴ γὰρ εἶπεν ὅτι ἐπικαλέσασθαι ἔδει, τοὺς δὲ ἐπικαλουμένους, πιστεῦσαι· τοὺς δὲ πιστεύοντας ἀκοῦσαι πρῶτον· τοὺς δὲ μέλλοντας ἀκοῦσαι, τοὺς κηρύσσοντας ἔχειν· τοὺς δὲ κηρύσσοντας, ἀπεστάλθαι· καὶ ἔδειξεν ὅτι ἀπεστάλησαν, καὶ ὅτι ἐκήρυξαν. ἑτέραν πάλιν μέλλων εἰσάγειν ἀντίθεσιν, ἀφορμὴν λαβὼν πρότερον ἀπὸ ἑτέρας ἀσφαλοῦς μαρτυρίας τοῦ προφήτου, καθ’ ἣν ἔλυσε τὴν μικρῷ πρὸ ταύτης ἀντίθεσιν, οὕτως αὐτὴν πλέκει, καὶ συνείρει τοῖς προτέροις. ἐπειδὴ γὰρ παρήγαγε τὸν προφήτην λέγοντα, “ Κύριε, τίς ἐπίστευσε τῇ “ ἀκοῇ ἡμῶν ;” εὐκαίρως τῆς μαρτυρίας ἐπιλαβόμενος, “ ἄρα ἡ πίστις ἐξ ἀκοῆς.” τοῦτο δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἐπειδὴ καθ’ ἕκαστον καιρὸν, σημεῖον ἐζήτουν οἱ Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως· καὶ πολὺ πρὸς τὸ πρᾶγμα κεχηνότες ἦσαν, φησὶ, ὅτι καὶ μὴν ὁ προφήτης, οὐ ταῦτα ἐπηγγείλατο, ἀλλ’ ὅτι ἐξ ἀκοῆς ὑμᾶς ἔδει πιστεῦσαι. διὸ πρότερον αὐτὸ κατασκευάζει καὶ φησὶ, “ ἄρα ἡ πίστις ἐξ ἀκοῆς.” εἶτα ἐπειδὴ ἐδόκει τοῦτο εὐτελὲς εἶναι, ὅρα πῶς αὐτὸ ἀνάγει. οὐ γὰρ ἁπλῶς ἀκοὴν εἶπον φησὶ, οὐδ’ ὅτι ἀνθρωπίνων δεῖ ῥημάτων ἀκοῦσαι καὶ πιστεῦσαι, ἀλλὰ ἀκοὴν ῥημάτων Θεοῦ. “ ἡ γὰρ ἀκοὴ διὰ ῥήματος Θεοῦ.” οὐ γὰρ τὰ αὐτῶν ἔλεγον, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ μανθάνοντες ἀπήγγελλον. ὃ σημεῖον ἐστὶν ὑψηλότερον. τῷ γὰρ Θεῷ καὶ λέγοντι καὶ θαυματουργοῦντι, ὁμοίως καὶ πιστεύειν καὶ πείθεσθαι δεῖ. Γενναδίου. τάχα δὲ θεὶς τὴν τοῦ Ἡσαίου φωνὴν, τὸ, “ Κύριε “ τίς ἐπίστευσε τῆ ἀκοῇ ἡμῶν ;” ἔοικε συνιστᾶν ἐκ ταύτης, τὸ εὖ αὐτῷ προειρῆσθαι, τὸ, “ πῶς πιστεύσουσιν οὗ οὐκ ἤκουσαν·” λέγει γάρ· “ ἄρα ἡ πίστις ἐξ ἀκοῆς.” τοῦτο ἐκεῖνο, φησὶν, ὃ μικρῷ πρόσθεν ἐφάσκομεν. ὅτι τὸν πιστεύειν μέλλοντα δεῖ πρότερον τῆς περὶ τοῦ πιστευθησομένου διδασκαλίας ἀκοῦσαι. “ ἡ δὲ ἀκοὴ, διὰ “ ῥήματος Θεοῦ.” ἀντὶ τοῦ, ἡ μέντοι διδασκαλία, δι’ ἐνεργείας θείας τοῖς διδάσκουσι παραγίνεται.

← Previous · Next → — showing 401500 of 959

First Thousand Years of Greek. CTS URN tlg4102.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.