Ancient Textssearch the texts themselves, not just their titles

← Library

Catena In Epistulam Ad Romanos (typus Monacensis)

First Thousand Years of Greek · First Thousand Years of Greek · 959 sections

  1. 8.34.3.1

    Σευηριανοῦ. Δῆλόν γε μὴν ὅτι ταῦτα ἐντυγχάνει ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα. ᾔτει γὰρ τὸν Πατέρα λέγων, θέλω ἴνα ὀποῦ εἰμὶ ἐγὼ, ἐκεῖ καὶ αὐτοὶ μετ’ ἐμοῦ ὦσιν. οὔτε δὲ ὡς ἀγνοοῦντα τὸν Πατέρα, τὰ καθ’ ἡμᾶς διδάσκει ἐντυγχάνων· οὔτε ὡς μὴ βουλόμενον. ἃ γὰρ βούλεται ὁ Πατὴρ, βούλεται καὶ ὁ Υἱός. τί οὖν βούλεται ἡ πρεσβεία; τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος· διδάσκων ὡς εἰ καὶ μία ἐστὶ τῆς τριάδος ἡ φύσις, ἀλλ’ οὐχὶ μία καὶ ἡ ὑπόστασις. διὰ γὰρ τῆς ἐντεύξεως, ἕτερος ὁ αἰτῶν, καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται. οὐκ ἄτοπον γὰρ, τὸν μὲν Υἱὸν, αἰτεῖν, τὸν δὲ τέρα Χαρίζεσθαι· ὅπως ἃν ἁρμόζουσα τάξις ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἣ οὐκ ἄτοπον ἦν, εἰδότα τοῦ Πατρὸς τὴν γνώμην φθάνειν τὸν Υἱὸν τοῦ Πατρὸς τὴν δωρεάν; καὶ ὑφαρπάζοντα διδόναι τὴν χάριν; οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ Υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ Πατρός. ἵνα δι’ ὅλου τὸ πρέπον ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ὁ λόγος ἡμᾶς τὴν τοῦ Πατρὸς καὶ Υἱοῦ ἀσύγχυτον τάξιν. ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ Χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι μᾶλλον ὁ λόγος φανεῖται εὐσυνοπτότερος.

  2. 8.34.3.2

    Γρηγορίου Τοῦ Θεολόγου. Ἐντυγχάνει, φησὶν, ὑπὲρ ἡμῶν, εὖγε καὶ λίαν μυστικῶς τὲ καὶ φιλανθρώπως. τὸ γὰρ ἐντυγχάνειν, οὐχ ὡς ἡ τῶν πολλῶν συνήθεια, τὸ ζητεῖν ἐκδίκησιν ἔχει. τοῦτο γάρ πὼς καὶ ταπεινότητος· ἀλλὰ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ λόγῳ τῆς μεσιτείας· ὡς καὶ τὸ Πνεῦμα ὑπὲρ ἡμῶν έντυγχάνειν λέγεται. “ εἷς γὰρ Θεὸς, καὶ εἷς μεσίτης Θεοῦ καὶ “ πων, ἄνθρωπος Ἰησοῦς Χριστός.” πρεσβεύει γὰρ ἔτι καὶ ὡς ἄνθρωπος ὑπὲρ τῆς ἐμῆς σωτηρίας. ὅτι μετὰ τοῦ σώματος ἐστι οὗ προσέλαβεν, ἕως ἃν ἐμὲ ποιήσῃ Θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως. κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη, καὶ χωρὶς τῆς ἁμαρτίας ἡμέτερα.

  3. 8.34.4.1

    Βασιλείου. Ὅταν δὲ λέγῃ, “ ὅς ἐστιν ἐν δεξιᾷ τοῦ διὰ τοῦ δεξιοῦ, οὐ τὴν κάτω χώραν δηλοῖ, ὡς ὁ λόγος τῶν ἐν τόπῳ ὑπόβασίν τινα νοούντων τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· ὡς ὑπεράνω μὲν τὸν Πατέρα καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸν Υἱὸν ἀπεῶσθαι. ἀλλὰ τὴν πρὸς τὸ ἶσον σχέσιν παρίστησιν. οὐ σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου. οὕτω γὰρ ἄν τι καὶ σκαιὸν ἐπὶ τοῦ θείου εἴη. ἀλλ’ ἐκ τῶν τιμίων τῆς προεδρίας ὀνομάτων τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς παριστῶντος τοῦ λόγου. τί τοίνυν φήσουσιν; ἢ τίνα ἕξουσι δικαίαν ἀπολογίαν ἐπὶ τοῦ φοβεροῦ καὶ κοινοῦ τῆς κτίσεως ἁπάσης δικαστηρίου; εἰ τοῦ Στεφάνου θεασαμένου τὸν Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ· καὶ Παύλου ἐν πνεύματι διαμαρτυρομένου περὶ Χριστοῦ, ὅτι ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ· καὶ τοῦ Πατρὸς λέγοντος, “ κάθου ἐκ δεξιῶν “μου·” καὶ τοῦ Ἁγίου Πνεύματος μαρτυροῦντος, “ὅτι ἐκάθισεν “ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ.” αὐτοὶ τὸν σύνθρονον καὶ ὁμότιμον ἀπὸ τῆς πρὸς τὸ ἷσον σχέσεως ἐπὶ τὸ κάτω καταβιβά- ζουσιν· οἷμαι γὰρ, τὴν μὲν στάσιν καὶ τὴν καθίδρυσιν, τὸ πάγιον τῆς φύσεως καὶ πάντη στάσιμον ὑποφαίνειν. καθὸ καὶ Bαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ διεξαγωγῆς ἐνδεικνύ- ἐνδεικνύμενος, ἔφη, “σὺ καθήμενος εἰς τὸν αἰῶνα. καὶ ἡμεῖς ἀπολλύ- “μένοι εἰς τὸν αἰῶνα.” τὴν δὲ δεξιὰν χώραν δηλοῖ, τὸ τῆς ἀξίας ὁμότιμον.

  4. 8.35.verse.1

    Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ ; θλί- ψις, ἣ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἣ κίνδυνος, ἢ μάχαιρα ; καθὼς γέγραπται, ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβάτα σφαγῆς. ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.

  5. 8.35.1.1

    Χρυσοστόμου. Δείξας πολλὴν τὴν ἄνωθεν πρόνοιαν, μετὰ παρρησίας λοιπὸν ἐπάγει ταυτί. καὶ οὐ λέγει ὅτι ὀφείλετε καὶ ὑμεῖς οὕτως αὐτὸν ἀγαπᾶν. ἀλλ’ ὥσπερ ἔνθου, γενόμενος, ὑπὸ τῆς ἀφάτου ταύτης προνοίας, φησί· “τίς ἡμᾶς χωρίσει ;“καὶ οὐκ εἶπε τοῦ Θεοῦ. οὕτως ἀδιάφορον αὐτῷ καὶ Χριστὸν καὶ Θεὸν ὀνομάζειν. καὶ ὅρα τὴν αὐτοῦ σύνεσιν. οὐ γὰρ εἶπε ταῦτα οἷς καθ’ ἡμέραν ἁλισκόμεθα, χρημάτων ἔρωτα, καὶ δόξας ἐπιθυμίαν, καὶ ὀργῆς τυραννίδα· ἀλλ’ ἃ πολλῷ τούτων ἔστι τυραννικώτερα, καὶ τὴν φύσιν αὐτὴν ἱκανὰ βιάσασθαι, καὶ διανοίας στερρότητα ἀναμοχλεῦσαι πολλάκις. καὶ ἀκόντων ἡμῶν ταῦτα τίθησι, θλί- ψεῖς καὶ στενοχωρίας. εἰ γὰρ καὶ εὐαρίθμητα τὰ εἰρημένα, ἀλλὰ μυρίους ἔχει πειρασμῶν ὁρμαθοὺς, ἑκάστη λέξις. ὅταν γὰρ εἴπῃ θλῖψιν, καὶ δεσμωτήρια λέγει καὶ συκοφαντίας, καὶ ταλαιπωρίας, καὶ τὰς ἄλλας ἐξορίας ἁπάσας. ἑνὶ ῥήματι πέλαγος κινδύνων διατρέχων ἄπειρον. καὶ πάντα ἁπλῶς τὰ ἐν ἀνθρώποις δεινὰ διὰ μιᾶς ἡμῖν ἐμφαίνων λέξεως· ἀλλ’ ὅμως καὶ πάντων αὐτῶν κατα- τολμᾷ. διὸ καὶ κατὰ ἐρώτησιν αὐτὰ προάγει. ὡς ἀναντίρρητον ὂν, ὅτι τὸν οὕτως ἀγαπηθέντα, καὶ τοσαύτης ἀπολαύσαντα προ- νοίας, οὐδέν ἐστιν ὃ διαστῆσαι δυνήσεται. ε7τα ἵνα μὴ δόξῃ ταῦτα ἐγκαταλείψεως ετͅναι, καὶ τὸν προφήτην ἐπάγει προαναφωνοῦντα αὐτὰ πρὸ πολλοῦ τοῦ χρόνου καὶ λέγοντα, “ὅτι ἕνεκα σοῦ θανα- *’ τούμεθα ὅλην τὴν ἡμέραν. ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.” τουτέστι, πᾶσιν ἐσμὲν προκείμενοι εἰς τὸ πάσχειν κακῶς. ἀλλ’ ὅμως πρὸς τοὺς τοσούτους καὶ τηλικούτους κινδύνους, καὶ τὰς καινὰς ταύτας τραγῳδίας, ἀρκοῦσα παράκλησις, ἡ τῶν ἀγώνων ὑπόθεσις ἡμῖν δέδοται. μᾶλλον δὲ οὐκ ἀρκοῦσα μόνον· ἀλλὰ καὶ πολλῷ πλείων. οὐ γὰρ δι’ ἀνθρώπους, οὐδὲ δι’ ἄλλο τι βιωτικὸν ταῦτα πάσχομεν, ἀλλὰ διὰ τὸν τῶν ὅλων βασιλέα, φησίν.

  6. 8.35.1.2

    Οὐ τούτῳ δὲ μόνον αὐτοὺς, ἀλλὰ καὶ ἑτέρῳ πάλιν ἀνέδησε στεφάνῳ, ποικίλῳ καὶ πολυειδεῖ. ἐπειδὴ γὰρ ἀνθρώπους ὄντας, οὐκ ἐνῆν μυρίους ὑπομεῖναι θανάτους, δείκνυσιν, ὅτι οὐδὲ ταύτῃ τὰ βραβεῖα ἠλάττωται. κἂν γὰρ τῇ φύσει κεκληρωμένον ᾖ, τὸ μόνον ἅπαξ ἀποθανεῖν, τῇ προαιρέσει τὸ καθ’ ἡμέραν τοῦτο πά- σχεῖν εἰ βουληθείημεν, δέδωκεν ὁ Θεός. ὅθεν δῆλον, ὅτι τοσούτους ἀπελευσόμεθα ἔχοντες στεφάνους, ὅσας ἃν βιώσωμεν ἡμέρας· μᾶλλον δὲ καὶ πολλῷ πλείους. ἔστι γὰρ ἐν ἡμέρᾳ μιᾷ, καὶ ἅπαξ καὶ δὶς, καὶ πολλάκις ἀποθανεῖν. ὁ γὰρ πρὸς τοῦτο παρεσκευ- ασμένος ἀεὶ, ἀεὶ τὸν μισθὸν ἀπηρτισμένον λαμβάνει. τοῦτο γοῦν καὶ ὁ προφήτης αἰνιττόμενος ἔλεγεν, “ὅλην τὴν ἡμέραν.” διὸ καὶ ὁ Ἀπόστολος αὐτὸν ἐπεισήγαγε, μειζόνως αὐτοὺς διεγείρων. εἰ γὰρ οἱ ἐν τῇ παλαιᾷ φησὶν, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τὰ τῷ παρόντι συγκαταλυόμενα βίῳ, ῥᾴδιον τῆς παρούσης ὑπερώρων ζωῆς, καὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, τίνα ἃν σχοίη- μὲν συγγνώμην ἡμεῖς, μετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω, καὶ τὰ ἀπόρρητα ἀγαθὰ, καταμαλακιζόμενοι, καὶ μὴ δὲ πρὸς τὸ αὐτὸ μέτρον φθάνοντες ἐκείνοις ; ἀλλ’ οὕτω μὲν οὐκ εἶπε· τῷ δὲ συνειδότι αὐτὸ καταλιπὼν, τῶν ἀκροατῶν τῇ μαρτυρίᾳ ἀρκεῖται μόνῃ. καὶ δείκνυσιν, ὅτι καὶ θυσία αὐτῶν τὰ σώματα γίνεται. καὶ οὐ δεῖ θορυβεῖσθαι οὐδὲ ταράττεσθαι, τοῦ Θεοῦ οὕτως οἰκονο- μήσαντος. καὶ ἑτέρως δὲ αὐτοὺς προτρέπει. ἵνα γὰρ μὴ λέγῃ τὶς, ὅτι ἁπλῶς ταῦτα φιλοσοφεῖ πρὸ τῆς πείρας τῶν πραγμάτων, ἐπήγαγεν, “ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.” τοὺς καθημερι- νοῦς τῶν Ἀποστόλων θανάτους λέγων. εἶδες ἀνδρίαν καὶ ἐπιείκειαν; ὥσπερ γὰρ ἐκεῖνα, φησὶν, οὐκ ἀνθίσταται σφαττόμενα, οὕτως οὐδὲ ἡμεῖς. ἀλλ’ ἐπειδὴ τῆς ἀνθρωπίνης διανοίας ἡ ἀσθένεια, καὶ μετὰ τοσαῦτα, τῶν πειρασμῶν ἐδεδοίκει τὸ πλῆθος, ὅρα πῶς πάλιν ἀνίστησι τὸν ἀκροατὴν, εἰπὼν, “ ἀλλ’ ἐν τούτοις πᾶσιν “ ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” τὸ γὰρ δὴ θευμαστὸν τοῦτο ἐστιν· οὐχ ὅτι νικῶμεν μόνον, ἀλλὰ καὶ δι’ ὧν ἐπιβουλευόμεθα νικῶμεν. καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλὰ καὶ “ ὑπερ- “ νικῶμεν.” τουτέστι, μετ’ εὐκολίας ἁπάσης, χωρὶς ἱδρώτων καὶ πόνων. οὐ γὰρ πράγματα ὑπομένοντες, ἀλλὰ τὴν γνώμην παρασκευάζοντες σκευάζοντες μόνον, οὕτω πανταχοῦ τὰ τρόπαια κατὰ τῶν ἐχθρῶν ἱστῶμεν. καὶ μάλα εἰκότως. Θεὸς γάρ ἐστιν ἡμῖν ὁ συναγωνιζόμενος. μὴ τοίνυν ἀπιστήσῃς εἰ μαστιζόμενοι, τῶν μαστιζόντων περιγινόμεθα. ὅταν γὰρ καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν ἀγά- πην θῆς, οὐδὲν τὸ κωλύου τὴν ἐκ περιουσίας λάμψαι νίκην. λέγω δὴ τὸ, ἅπερ κατ’ αὐτῶν ἐμηχανῶντο, πάντα ὑπὲρ αὐτῶν ὁρᾶσθαι γινόμενα. διὸ καὶ ἔλεγεν, “ ὑπερνικῶμεν.” καινὸς γὰρ οὗτος ὁ νόμος τῆς νίκης ἦν, τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡττᾶσθαι· ἀλλ’ ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, οὕτως εἰς τοὺς ἀγῶνας ἐξιέναι τούτους.

  7. 8.35.2.1

    Θεοδωρήτου. Ἢ τὸ, “ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” ἀντὶ τοῦ, περιγινόμεθα τῶν δεινῶν, τὴν περὶ ἡμᾶς ἀγάπην τοῦ Θεοῦ τῶν ὅλων, τούτοις ἅπασιν ἀντιτάττοντες. λογιζόμεθα γὰρ ὅτι τῶν ἀτοπωτάτων ἐστὶ, τὸν μὲν δεσπότην Χριστὸν, τὸν ὑπὲρ ἁμαρτωλῶν καταδέξασθαι θάνατον· ἡμᾶς δὲ τὴν ὑπὲρ αὐτοῦ σφαγὴν, μὴ λίαν ἀσπαστῶς ὑπομένειν. κατάλληλος δὲ ἡ μαρτυρία, τὸ “ ἕνεκεν “ σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.” ἐκ προσώπου γὰρ ἀνδρῶν εἴρηται τῶν ἐσχηκότων τὸν αὐτὸν σκοπόν. τὸ γὰρ Πανάγιον Πνεῦμα, διὰ τοῦ θεσπεσίου Δαβὶδ περὶ τῶν θαυμασίων Μακκαβαίων γέγραφε τὸν ψαλμόν.

  8. 8.35.3.1

    Γενναδίου. Καὶ τὸ “ ὑπερνικῶμεν” δὲ οὕτως ἀπέδωκέ τις. ἐπειδὴ, φησὶ, τὰ τῷ προφήτῃ Δαβὶδ περὶ τῆς ὑπὲρ τοῦ νόμου τῶν Μακκαβαίων ἐνστάσεως εἰρημένα προήνεγκεν, ἐπήγαγεν, “ ἀλλ’ “ ἐν τούτοις ἅπασιν ὑπερνικῶμεν.” τί γὰρ θαυμαστὸν ωργασό- μέθᾳ τὴν ἴσην τοῖς πρεσβυτέροις εὔνοιαν ἐπιδεικνύμενοι περὶ τὸν Θεόν. οἷς οὐκ ἴσην, ἀλλὰ καὶ μείζονα κεκομίσμεθα χάριν. καὶ ἐπειδὴ τῆς οἰκείας γνώμης ἐξεῖπε τὴν πρόθεσιν, ἵνα μὴ δόξη κατὰ ἀλαζονείαν ἐφθέγχθαι, ἐπήγαγε, “ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” ἔχομεν λέγων, τὸ τούτων κατὰ περιουσίαν κρατεῖν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.

  9. 8.38.verse.1

    Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

  10. 8.38.1.1

    Χρυσοστόμου. Τί δεῖ, φησιν, τὰ παρόντα λέγειν, καὶ τὰ τῷ βίῳ τούτῳ συγκεκληρωμένα δεινά. κἂν γὰρ τὰ μέλλοντα εἴπῃ τὶς, καὶ πράγματα καὶ δυνάμεις· πράγματα μὲν, ὡς θάνατον καὶ ζωήν· δυνάμεις δὲ, ὡς Ἀγγέλους καὶ ἀρχαγγέλους· καὶ πᾶσαν τὴν ἄνω κτίσιν· καὶ ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην του Χριστοῦ. οὔτε γὰρ, εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα τὸν ἀθάνατον, ὥστε ἀποστῆναι τοῦ Χριστοῦ· οὔτε εἰ ζωὴν ἐπηγγέλλετο τὴν ἄπειρον, κατεδεξάμην ἄν. τι γὰρ δεῖ λέγειν βασιλεῖς τοὺς κάτω, καὶ ὑπάτους, καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα; κἂν Ἀγγέλους μοι εἴπῃς· κἂν πάσας τὰς ἄνω δυνάμεις· κἂν πάντα τὰ ὄντα· κἂν πάντα τὰ μέλλοντα· πάντα ἐμοὶ μικρά· καὶ τὰ ἐν τῇ γῇ· κα τὰ ἐν τοῖς οὐρανοῖς· καὶ τὰ ὕπο γῆν, καὶ ὕπερ οὐράνους, πρὸς τὸ φίλτρον ἐκεῖνο. εἶτα ὡς οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον ὃν εἶχεν, ἕτερα τοσαῦτα πάλιν ὑποστησάμενος φησὶν, “ οὔτε κτίσις ἕτερα.” ὃ δὲ λέγει τοιοῦτόν ἐστι· καὶ εἰ ἄλλῃ τοσαύτῃ κτίσις ἦν, ὅση ἡ ὁρωμένη, ὅση ἡ νοητὴ, οὐδὲν ἄν με τῆς ἀγάπης ἐκείνης ἀπέστησε. ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς Ἀγγέλων τοῦτο ἐπιχειρούντων, ἢ τῶν ἄλλων δυνάμεων· μὴ γένοιτο· ἀλλὰ μεθ’ ὑπερβολῆς ἁπάσης τὸ φίλτρον, ὃ περὶ τὸν Χριστὸν εἶχεν, ἐπιδεῖξαι βουλόμενος. οὐ γὰρ τὸν Χριστὸν ἐφίλει διὰ τὰ Χριστοῦ· ἀλλὰ δι’ αὐτὸν, τὰ ἐκείνου· καὶ πρὸς αὐτὸν ἑώρα μόνον. καὶ ἓν ἐδεδοίκει, τὸ τῆς ἀγάπης ἐκπεσεῖν ἐκείνου. τοῦτο γὰρ αὐτῷ καὶ γεέννης φοβερώτερον ἦν· ὥσπερ καὶ τὸ μένειν ἐν αὐτῇ, βασιλείας ποθεινότερον.

  11. 8.38.2.1

    Θεοδώρου μονάκου. Ἢ ἐνεστῶτα καὶ μέλλοντα, τὰ παρόντα φησὶν, καὶ τὰ προσδοκώμενα φοβερά. καὶ ὕψωμα μὲν, τὰ ἄγαν ἐπίδοξα· βάθος δὲ, τὰ ἄγαν ἄδοξα.

  12. 8.38.3.1

    Θεοδωρήτου. Ἢ ἐνεστῶτα μὲν καὶ μέλλοντα, τὰ παρόντα καὶ τὰ προσδοκώμενα ἀγαθά. βάθος δὲ, τὴν γέενναν. ὕψωμα, τὴν βασιλείαν· καὶ ζωὴν, τὴν αἰώνιον· καὶ θάνατον, τὸν αἰώνιον.

  13. 8.38.4.1

    Κλήμεντοσ. Ἢ ζωὴν, τὴν κατὰ τὸν παρόντα βιόν· καὶ θάνατον, τὸν κατ’ ἐπιφορὰν τῶν διωκόντων· Ἀγγέλους τε καὶ ἀρχὰς καὶ δυνάμεις, τὰ ἀποστολικὰ πνεύματα.

  14. 8.38.5.1

    Θεοδωρήτου. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· οὐκ ἃν εἱλόμην τὴν βασιλείαν τῶν οὐρανῶν ἔχειν, καὶ τὰ ὁρώμενα πάντα καὶ τὰ νοούμενα, καὶ ἄλλα δὶς τοσαῦτα καὶ τρὶς, δίχα τῆς περὶ τὸν Θεὸν ἀγάπης. εἰ δέ τις μοι προὔτεινε τάτε παρόντα σκυθρωπὰ καὶ τὰ μέλλοντα, τὸν πρόσκαιρον θάνατον καὶ τὸν αἰώνιον, καὶ τὴν ἐν γεέννῃ μακροτάτην κόλασιν, μετὰ τῆς περὶ αὐτὸν ἀγάπης, ἀσπασίως ἃν ταῦτα καὶ προθύμως εἱλόμην· ἣ ἐκεῖνα τὰ λαμπρὰ καὶ μεγάλα καὶ ὑπὲρ λόγον, τῆς ἀγάπης ἐστερημένος.

  15. 8.38.6.1

    Ωριγένουσ. Σὺ δὲ καὶ καθ’ ἑτέραν ἐπιβολὴν, πρόσχες. εἰ, θάνατος μὲν παλαίει βουλόμενος χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐχ ὁ κοινὸς περὶ οὗ ἀνωτέρω εἴρηται, τὸ, “ἕνεκα σοῦ “θανατούμεθα ὅλην τὴν ἡμέραν·” ἀλλ’ ὁ ἐχθρὸς Χριστοῦ ὁ ἐσχάτως κατακριθησόμενος. βουλήσεται μὲν γὰρ οὗτος χωρίσαι φέρε εἰπεῖν, Παῦλον. οὐ δυνήσεται δέ· καταργούμενος ὑπὸ τοῦ ἐν αὐτῷ Χριστοῦ. ζωὴ δὲ, οὐχ ἡ τῷ θανάτῳ τούτῳ ἐναντία· τὰ γὰρ ἀλλήλοις ἐναντία, οὐ πέφυκεν ἓν καὶ ταὐτὸ βούλεσθαι· ἀλλὰ ἡ κἄ ἣν ζῇ τίς τῇ ἁμαρτίᾳ καὶ τοῖς εἴδεσιν αὐτῆς. αὕτη γὰρ βουλήσεται μὲν χωρίσαι τὸν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ. οὐ δύναται δέ. καταργουμένη, πῆ μὲν, ὑπὸ τοῦ θανάτου, καθ’ ἣν ἀποθνήσκει τίς τῇ ἁμαρτίᾳ· πῆ δὲ, ὑπὸ τῆς ζωῆς ἡμῶν, ἥ τις κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. καὶ Ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ. περὶ ὧν λέλεκται τοῖς ἐξ εὐωνύμων, “πορεύεσθε “εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον μένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.” τὸ δὲ, “οὔτε ἀρχαὶ,” ἐπὶ τὸ, οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς “αἱμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τοὺς κοσμοκράτο- “ῥᾶς,“ἀναφέρεται. καὶ εἰς τὸ, “ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ “ἐξουσίαν καὶ δύναμιν.” ἑξῆς τούτῳ ἐστὶ, τὸ, “ἐνεστῶτα.” ταῦτα δὲ ἐπίσκεψαι εἰ δύναται ἀναφέρεσθαι ἐπὶ “τοὺς κοσμοκράτορας τοῦ “σκότους τοῦ αἰῶνος τούτου.” ἄλλος δ' ἄν σοι λέγῃ τὰ ἐνεστῶτα ἀναφέρεσθαι ἐπὶ τὰ βλεπόμενα καὶ πρόσκαιρα. μετὰ τοῦτο ἴδωμεν, τίνα “τὰ μέλλοντα.” ἤτοι, τὰ πρὸς τὸν μέλλοντα χρόνον τῆς ἐν τῷ βίῳ τούτῳ παρεπιδημίας, ὡς πρὸς τὰς ἐνεστηκυίας τῆς γραφῆς τῆς ἐπιστολῆς ἡμέρας, παλαίσοντα τῷ Ἀποστόλῳ. ἣ τὰ μετὰ τὸν ἐνεστηκότα αἰῶνα, καὶ μετὰ τὴν ἔξοδον εὐθέως ἀπαντήσοντα· ὅτε ὁ ἄρχων τοῦ κόσμου τούτου, καί τινες ὑπ’ αὐτὸν δυνάμεις, βουλήσονται μὲν κρατεῖν τοῦ ἐκδημήσαντος, οὐ δυνήσονται δὲ, ἐπὶ τῶν προανειληφότων τὴν ἀγάπην τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ἑξῆς δὲ αὐτῷ ἐστὶ, τὸ, “οὔτε ὕψωμα, οὔτε βάθος.” μήποτε οὖν ἡ τοῦ ἀνθρώπου ψυχὴ ἐπιβουλεύεται, ὑπὸ μὲν ὑψώματος, κάτα τὰ ἐν τοῖς ἐπουρανίοις πρὸς τὰ πνευματικὰ τῆς πονηρίας· ὑπὸ δὲ βάθους, κατὰ τὰ καταχθόνια. ὧν οὐδέτερον τὸν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ ὁπλισάμενον χωρισθῆναι ἐάσει, αὐτῆς.

  16. 8.38.6.2

    Ἐπειδὴ δὲ ταῦτα οὐ περὶ τῶν πονηρῶν πνευμάτων, ἀλλὰ περὶ τῶν θείων ἀγγέλων, ἀνωτέρω ἁπλούστερόν τε καὶ κυριώτερον ἐξειλήφθη, φέρε πλατύτερόν τι περὶ τῶν Ἀγγέλων διαληψόμεθα.

  17. 8.38.6.3

    Τοῦ Ἁγίου Διονυσίου τοῦ Ἀρειοπαγίτου. Πάσας ἡ θεολογία τὰς οὐρανίους οὐσίας, ἐννέα κέκληκεν. εἰς τρεῖς δὲ ταύτας ἀφορίζει τριαδικὰς διακοσμήσεις. καὶ πρώτην μὲν εἶναι φησὶν, τὴν περὶ Θεὸν οὖσαν ἀεὶ, καὶ προσεχῶς αὐτῷ καὶ πρὸ τῶν ἄλλων ἀμέσως ἡνῶσθαι παραδεδομένην. τούς τε γὰρ ἁγιωτάτους θρόνους, καὶ τὰ πολυόμματα καὶ πολύπτερα τάγματα, Χερουβὶμ Εβραίων φωνῇ καὶ Σεραφὶμ ὠνομασμένα, κατὰ τὴν πάντων ὑπερκειμένην ἐγγύτητα, περὶ Θεὸν ἀμέσως ἱδρῦσθαι φησίν. τὸν τριαδικὸν οὖν τοῦτον διάκοσμον ὡς ἕνα καὶ ὁμοταγῆ καὶ ὄντως πρώτην ἰεραρχίαν, ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμών. ἧς οὐκ ἔστιν ἑτέρα θεοειδέστερα καὶ ταῖς πρωτουργοῖς τῆς θείας ἐλλάμψεσιν ἀμέσως προσεχέστερα. δευτέραν δέ φησιν εἶναι, τὴν ὑπὸ τῶν ἐξουσιῶν καἰ κυριοτήτων καὶ δυνάμεων συμπληρουμένην. καὶ τρίτην ἐπ’ ἐσχάτων τῶν οὐρανίων ἱεραρχιῶν, τὴν τῶν Ἀγγέλων τὲ καὶ Ἀρχαγγέλων καὶ ἀρχῶν διακόσμησιν.

  18. 8.38.6.4

    Ταύτην ἡμεῖς ἀποδεχόμενοι τὴν τῶν ἁγίων ἱεραρχιῶν τάξιν, φαμὲν ὅτι πᾶσα τῶν οὐρανίων νόων ἐπωνυμία, δήλωσιν ἔχει τῆς ἑκάστου θεοειδοῦς ἰδιότητος. καὶ τὴν μὲν ἁγίαν τῶν Σεραφὶμ ὀνομασίαν, φασὶν οἱ τὰ Ἑβραίων εἰδότες, ἣ τὸ, ἐμπρηστὰς ἐμφαίνειν, ἣ τὸ θερμαίνοντας. τὴν δὲ τῶν Χερουβὶμ, πλῆθος γνώσεως, σεως, ἣ χύσιν σοφίας. εἰκότως οὑν ἡ πρώτη τῶν οὐρανίων ἱεραρχία πρὸς τῶν ὑπερτάτων οὐσίων ἱερουργεῖται· τάξιν ἔχουσα τὴν πασῶν ὑψηλοτέραν, τὸ περὶ Θεὸν ἀμέσως ἱδρῦσθαι· καὶ τὰς πρωτουργοὺς θεοφανείας καὶ τελειώσεις εἰς αὐτὴν ὡς ἐγγυτάτην ἀρχικωτέρως διαπορθμεύεσθαι. θερμαίνοντες γοῦν ὀνομάζονται, καὶ χύσις σοφίας. ἐκφαντορικῶς τῶν θεοειδῶν αὐτῶν ἕξεων ὀνόματα. τὸ μὲν γὰρ ἀεικίνητον ἀυτῶν πέρι τὰ θεία καὶ ἀκατάληκτον, καὶ τὸ θερμὸν καὶ ὀξὺ καὶ ὑπερζέον, τῆς προσεχοῦς καὶ ἀνενδότου καὶ ἀκλινοῦς ἀεικινησίας. καὶ τὸ τῶν ὑποβεβηκότων ἀναγωγικῶς καὶ δραστηρίων ἀφομοιωτικὸν ὡς ἀναζέον ἐκεῖνα καὶ ἀναζωπυροῦν ἐπὶ τὴν οἰκείαν θερμότητα. καὶ τὸ πρηστηρίως καὶ ὁλοκαύτως καθαρ- τικὸν, καὶ τὴν ἀπερικάλυπτον καὶ ἄσβεστον και ἀσβεστον ἐχουσαν ὡσαύτως ἀεὶ φωτοειδῆ καὶ φωτιστικὴν ἰδιότητα. καὶ πάσης ἀλαμποῦς σκοτοποιΐας ἐλάτειραν οὖσαν καὶ ἀφανιστικὴν, ἡ τῶν Σεραφὶμ ἐπωνυμία ἐκφαντορικῶς διδάσκει. ἡ δὲ τῶν Χερουβὶμ, τὸ γνωστικὸν αὐτῶν καὶ θεοπτικόν· καὶ τῆς ὑπερτάτης Φωτοδοσίας δεκτικὸν καὶ θεωρητικὸν ἐν πρωτουργῷ δυνάμει τῆς θεαρχικῆς εὐπρεπείας, καὶ τῆς σοφοποιοῦ μεταδόσεως ἀναπεπλησμένον. καὶ κοινωνικὸν ἀφθόνως πρὸς τὰ δεύτερα τῇ χύσει τῆς δωρηθείσης σοφίας. ἡ δὲ τῶν ὑψηλοτάτων καὶ ἐπηρμένων θρόνων τὸ πάσης ἀμιγῶς ἐξηρῆσθαι περιπεζίας ὑφέσεως· καὶ πρὸς τὸ ἄναντες ὑπερκοσμίως ἀνωφερές· καὶ πάσης ἐσχατιὰς ἀνωκισμενον· καὶ πέρι ’τον ὄντως υψιστον ὁλικαῖς δυνάμεσιν, ἀκατασείστως καὶ εὐσταθῶς ἱδρυμένον· καὶ τῆς θεαρχικῆς ἐπιφοιτήσεως ἐν ἀπαθείᾳ πάσῃ καὶ αὐλίᾳ δεκτικόν· καὶ θεόφορον, καὶ θεραπευτικῶς ἐπὶ τὰς θείας ὑποδοχὰς ἀνα- πεπταμενον.

  19. 8.38.6.5

    Ἀλλ’ ἐπειδὴ πάσης ἱερίας τάξις ἐστὶ, τὸ τοὺς μὲν, καθαί- ρεσθαι, τοὺς δὲ, καθαίρειν. καὶ τοὺς μὲν, φωτίζεσθαι, τοὺς δὲ, φωτίζειν. καὶ τοὺς μὲν, τελεῖσθαι, τοὺς δὲ, τελεσιουργεῖν. καὶ καθαίρεσθαι μέν ἐστι, τὸ ἀμιγεῖς ἀποτελεῖσθαι καθόλου, καὶ πάσης ἐλευθερῶσθαι τῆς ἀνομοίου συμφύρσεως. φωτίζεσθαι δὲ, τὸ ἀποπληροῦσθαι τοῦ θείου φωτὸς πρὸς θεωρητικὴν ἕξιν καὶ δύναμιν, ἐν παναγίοις νοὸς ὀφθαλμοῖς ἀναγομένους. τελεῖσθαι δὲ, τὸ ἐκ τοῦ ἀτελοῦς μεταταττομένους, μετόχους γίνεσθαι τῆς τῶν ἐποπτευθέντων ἱερῶν τελειωτικῆς ἐπιστήμης. καὶ πάλιν καθαίρειν μέν ἐστι, τὸ περιουσίᾳ καθάρσεως καὶ ἑτέροις μεταδιδόναι ἁγνότητος. φωτίζειν δέ ἐστι, τὸ, ὡς διειδεστέρους νόας καὶ πρὸς μετοχὴν φωτὸς, καὶ μετάδοσιν οἰκείως ἔχοντας· καὶ πανολβίως τῆς ἱερᾶς ἀποπληρουμένης αἴγλης, τὸ κατὰ πᾶν αὐτῶν ὑπερχεόμενον φῶς εἰς τοὺς ἀξίους αὐτῶν ἐποχετεύειν. τελεσιουργεῖν δὲ ἐστι, τὸ, ὡς ἐπιστημονικοὺς τῆς τελεστικῆς μεταδόσεως τελεῖν τοὺς τελουμένους τῇ πανιέρῳ μυήσει τῆς τῶν ἐποπτευθέντων ἱερῶν ἐπιστήμης.

  20. 8.38.6.6

    Ἐπειδὴ τοίνυν αὕτη πάσης ἱεραρχίας ἐστὶν ἡ τάξις. ἡ πρώτη τῶν οὐρανίων νόων ἱεραρχία, πρὸς αὐτῆς τῆς ἱεραρχίας, ἣ μᾶλλον εἰπεῖν τελεταρχίας, ἱεραρχουμένη, τῷ ἐπ’ αὐτὴν ἀμέσως ἀντείνεσθαι τῆς παναγεστάτης καθάρσεως τοῦ ἀπλέτου φωτὸς τῆς προτελείου τελείου τελεσιουργίας ἀναλόγως αὐτὴ πληρουμένη, καθαίρεται καὶ φωτίζεται καὶ τελεσιουργεῖται· πάσης μὲν ὑφέσεως ἀμιγὴς, πρώτου δὲ φωτὸς πλήρης, καὶ πρωτοδότου γνώσεως καὶ ἐπιστήμης μέτοχος ἀποτειλαμένη. συνελὼν δὲ καὶ τοῦτο φαίην ἃν οὐκ ἀπεικότως, ὅτι καὶ κάθαρσίς ἐστι καὶ φωτισμὸς, καὶ τελείωσις, ἡ τῆς θεαρχικῆς ἐπιστήμης μετάληψις. ἀγνοίας μὲν οἷον ἀποκαθαίρουσα, τῇ κατ’ ἀξίαν ἐνδιδομένῃ γνώσει τῶν τελειοτέρων μυήσεων. φωτίζουσα δὲ αὐτῇ τῇ θείᾳ γνώσει· δι’ ἧς καὶ καθαίρει τοὺς οὐ πρότερον ἐποπτεύσαντας ὅσα νυν ἐκφαίνεται διὰ τῆς ὑψηλοτέρως ἐλλάμψεως· καὶ τελειοῦσα πάλιν αὐτῷ τῷ φωτὶ τῇ καθ’ ἕξιν ἐπιστήμῃ τῶν φανοτάτων μυήσεων. αὕτη μὲν οὖν ἐστιν ἡ πρώτη τῶν οὐρανίων οὐσιῶν διακόσμησις. ἡ κύκλῳ Θεοῦ καὶ περὶ Θεὸν ἀμέστως ἑστηκυῖα.

  21. 8.38.6.7

    Μετιτέον δὲ νῦν ἐπὶ τὴν μέσην. τὰς κυριότητας ἐκείνας, καὶ τὰς ἐξουσίας καὶ τὰς δυνάμεις, τῶν μὲν ἁγίων κυριοτήτων τὴν ἐκφαντορικὴν ὀνομασίαν οἶμαι δηλοῦν, ἀδούλωτόν τινα καὶ πάσης ὑποπεζίας ὑφέσεως ἐλευθέραν ἀναγωγήν. οὐδεμιᾷ τῶν τυραννικῶν ἀνομοιοτήτων οὐδενὶ τρόπῳ καθόλου κατακλινομένην. πάσης μειωτικῆς δουλοποιίας ὑπερκειμένην, ἀνένδοτον ὑφέσει πάσῃ, τῆς ὄντως κυριότητος καὶ κυριαρχίας ἀκαταλήκτως ἐφιεμένην· καὶ πρὸς τὴν αὐτῆς κυρίαν ἐμφέρειαν ὡς ἐφικτὸν ἑαυτὴν τὲ καὶ τὰ μεθ’ ἑαυτὴν ἀγαθοειδῶς διαπλάττουσαν· πρὸς οὐδὲν τῶν εἰκῆ δοκούντων· ἀλλὰ πρὸς τὸ κυρίως ἃν ὁλικῶς ἐπεστραμμένην, καὶ κυριαρχικῆς ἀεὶ ἀγαθοειδείας μέτοχον, κατὰ τὸ δυνατὸν αὐτῇ γινομένην. τὴν δὲ τῶν ἁγίων δυνάμεων ἀρρηνωπόν τινα καὶ ἀκατάσειρον ἀνδρείαν, εἰς πάσας τὰς κατ᾿ αὐτὴν θεοειδεῖς ἐνεργείας πρὸς μηδεμίαν τῶν ἐνδιδομένων αὐτῇ θεαρχικῶν ἐλλάμψεων ἀδρανῶς ἐξασθενοῦσαν. δυνατῶς ἐπὶ τὸ θεομίμητον ἀναγομένην. οὐκ ἀπολείπουσαν ἑαυτῆς ἀνανδρίᾳ τὴν θεοειδῆ κίνησιν· ἀλλ’ ἀρρηνωπῶς ἀφορῶσαν εἰς τὴν ὑπερούσιον καὶ δυναμοποιὸν δύναμιν, καὶ ταύτης εἰκόνα δυναμοειδῆ κατὰ τὸ ἐφικτὸν γινομένην. καὶ πρὸς μὲν αὐτὴν ὡς ἀρχιδύναμον, δυνατῶς ἐπεστραμμένην· πρὸς δὲ τὰ δεύτερα, δυναμοδότως καὶ θεοειδῶς προιοῦσαν. τὴν δὲ τῶν ἁγίων ἐξουσιῶν, τὴν ὁμοταγῆ τῶν θείων κυριοτήτων καὶ δυνάμεων, τὴν εὔκοσμον καὶ ἀσύμφυρτον περὶ τὰς θείας ὑποδοχὰς εὐταξίαν. καὶ τὸ τεταγμένον τῆς ὑπερκόσμου καὶ νοερᾶς ἐξουσιότητος, οὐ τυραννικῶς ἐπὶ τὰ χείρω ταῖς ἐξουσιαστικαῖς δυνάμεσιν ἀποκεχρημένης, ἀλλ’ ἀκρατήτως ἐπὶ τὰ θεῖα μετ’ εὐταξίας ἀναγομένης τὲ καὶ τὰ μετὰ ταύτην ἀγαθοειδῶς ἀναγούσης. καὶ πρὸς τὴν ἐξουσιοποιὸν ἐξουσιαρχίαν ὡς θεμιτὸν ἀφομοιουμένης. καὶ ταύτην ὡς δυνατὸν Ἀγγέλοις ἀναλαμπούσης, ἐν ταῖς κατ’ αὐτὴν εὐκόσμοις τάξεσι, τῆς ἐξουσιαστικῆς δυνάμεως.

  22. 8.38.6.8

    Ταύτας ἔχουσα τὰς θεοειδεῖς ἰδιότητας, ἡ μέση τῶν οὐρανίων νόων διακόσμησις καθαίρεται καὶ φωτίζεται καὶ τελεσιουργεῖται, καθ’ ὃν εἴρηται τρόπον, ὑπὸ τῶν θεαρχικῶν ἐλλάμψεων, ἐνδιδομένων αὐτῇ δευτέρως διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως· καὶ διὰ μέσης ἐκείνης δευτεροφανῶς διαπορθμευομένων. ἀμέλει τὴν δι’ ἀλλήλου λεγομένην φοιτᾶν εἰς ἄλλον ἄγγελον ἀκοὴν, σύμβολον ποιησόμεθα τῆς πόρρωθεν ἐπιτελουμένης, καὶ διὰ τὴν πρόοδον ἀμυδρουμένης εἰς δευτέρωσιν τελειώσεως. τοῦτο γάρ ἐστι καθόλου τῇ θείᾳ ταξιαρχίᾳ νενομοθετημένον θεοπρεπῶς, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα τῶν θεαρχικῶν μετέχειν ἐλλάμψεων. διὸ καὶ πρὸς τῆς ἱερατικῆς ἡμῶν παραδόσεως τελεταὶ καὶ φωτουργοὶ καὶ καθαρτικαὶ δυνάμεις οἱ πρῶτοι νόες ὀνομάζονται, τῶν ὑφειμένων, ὡς δι’ αὐτῶν ἐπὶ τὴν ὑπερούσιον ἀρχὴν ἀγομένων. καὶ τῶν τελεταρχικῶν καθάρσεων καὶ φωτισμῶν καὶ τελειώσεων κατὰ τὸ αὐτοῖς θεμιτὸν, γινομένων ἐν μετουσίᾳ.

  23. 8.38.6.9

    Λοιπὸς ἡμῖν εἰς θεωρίαν ἱερὰν διάκοσμος, ὁ τὰς ἀγγελικὰς συγκλείων ἱεραρχίας. ὁ πρὸς τῶν θεοειδῶν ἀρχῶν, Ἀρχαγγέλων τὲ καὶ Ἀγγέλων διακοσμούμενος. καὶ πρώτας εἰπεῖν ἀναγκαῖον οἶμαι κατὰ τὸ ἐμοὶ δυνατὸν, τὰς τῶν ἁγίων αὐτῶν ἐπωνυμιῶν, ἐκφαντορίας. ἐκφαίνει γὰρ ἡ μὲν τῶν οὐρανίων ἀρχῶν, τὸ θεοειδῶς ἀρχικὸν καὶ ἡγεμονικὸν μετὰ τάξεως ἱερᾶς, καὶ ταῖς ἀρχικαῖς πρεπωδεστάτης δυνάμεσι. καὶ τὸ πρὸς τὴν ὑπεράρχιον ἀρχὴν αὐτὰς τὲ ὁλικῶς ἐπεστράφθαι, καὶ ἑτέρων ἀρχικῶς ἡγεῖσθαι. καὶ τὸ πρὸς αὐτὴν ἐκείνην ὡς δυνατὸν ἀποτυποῦσθαι τὴν ἀρχοποιὸν ἀρχήν. ἀναφαίνειν τὲ τὴν ὑπερούσιον αὐτῆς ταξιαρχίαν τῇ τῶν ἀρχικῶν εὐκοσμίᾳ δυναμένων. ἡ δὲ τῶν ἁγίων Ἀρχαγγέλων, ὁμοταγὴς μέν ἐστι τῖς οὐρανίαις ἀρχαῖς. ἔστι γὰρ αὐτῶν τὲ καὶ τῶν Ἀγγέλων ὡς ἔφην, ἱεραρχία μία καὶ διακόσμησις. πλὴν ἐπείπερ οὐκ ἔστιν ἱεραρχία, μὴ καὶ πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις ἔχουσα, ἡ τῶν Ἀρχαγγέλων ἁγία τάξις κοινωνικῶς τῇ ἱεραρχικῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβάνεται. ταῖς τε γὰρ ἁγιωτάταις ἀρχαῖς κοινωνεῖ καὶ τοῖς ἁγίοις Ἀγγέλοις· ταῖς μὲν, ὅτι πρὸς τὴν ὑπερούσιον ἄρχην ἀρχικῶς ἐπέστραπται, καὶ πρὸς ἀυτὴν ὡς ἐφικτὸν ἀποτυποῦται. καὶ τοὺς Ἀγγέλους ἑνοποιεῖ, κατὰ τὰς εὐκόσμους αὐτῆς καὶ τεταγμένας καὶ ἀοράτους ἡγεμονίας. τοῖς δὲ, ὅτι καὶ τῆς ὑποφητικῆς ἐστι τάξεως τὰς θεαρχικὰς ἐλλάμψεις ἱεραρχικῶς διὰ τῶν πρώτων δυνάμεων ὑποδεχομένης. καὶ τοῖς Ἀγγέλοις αὐτὰς ἀγαθοειδῶς ἀγγέλλουσα· καὶ δι’ Ἀγγέλων ἡμῖν ἀναφαίνουσα.

  24. 8.38.6.10

    Οἱ γὰρ Ἄγγελοι, καθὼς ἤδη προειρήκαμεν, συμπληρωτικῶς ἀποπερατοῦσι τὰς ὅλας τῶν οὐρανίων νόων διακοσμήσεις. κατὰ τὸ τελευταῖον ὡς ἐν οὐρανίαις οὐσίαις ἔχοντες τὴν ἀγγελικὴν ἰδιότητα. καὶ μᾶλλον πρὸς ἡμῶν Ἄγγελοι παρὰ τοὺς προτέρους οἰκειότερον ὀνομαζόμενοι· ὅσῳ καὶ περὶ τὸ ἐμφανέστερον αὐτοῖς ἐστιν ἡ ἱεραρχία, καὶ μᾶλλον, περικόσμιος. τὴν μὲν γὰρ ὑπερτάτην ὡς εἴρηται διακόσμησιν, ὡς τῷ κρυφίῳ πρωτοταγῶς πλησιάζουσαν, κρυφιωδῶς οἰητέον ἱεραρχεῖν τῆς δευτέρας. τὴν δὲ δευτέραν, ἢ συμπληροῦται, πρὸς τῶν ἁγίων κυριοτήτων καὶ δυνάμεων καὶ ἐξουσιῶν, τῆς τῶν ἀρχῶν καὶ Ἀρχαγγέλων Ἀγγέλων ἱεραρχίας ἡγεῖσθαι, τῆς μὲν ἱεραρχίας, ἐμφανέστερον· τῆς δὲ μετὰ ταύτην, κρυφιωδέστερον· τὴν δὲ τῶν Ἄρχων καὶ Ἀρχαγγέλων καὶ Ἀγγέλων ἐκφαντορικὴν διακόσμησιν, ταῖς ἀνθρωπείαις ἑραρχίαις δι’ ἀλλήλων ἐπιστατεῖν· ἱν ᾖ κατὰ τάξιν πρὸς Θεὸν ἀγωγὴ καὶ ἐπιστροφὴ καὶ κοινωνία καὶ ἕνωσις· καὶ μὴν ἡ παρὰ Θεοῦ πάσαις ταῖς ἑραρχίαις ἀγαθοπρεπῶς ἐνδιδομένη, καὶ κοινωνικῶς ἐπιφοιτῶσα μετ’ εὐκοσμίας ἱερωτάτης, πρόοδος.

  25. 8.38.6.11

    Συνῆκται τοίνυν ἡμῖν ὡς ἡ μὲν πρεσβυτάτη τῶν περὶ Θεὸν νόων διακόσμησις, ὑπὸ τῆς τελεταρχικῆς ἐλλάμψεως ἱεραρχουμένη τῷ ἐπ’ αὐτὴν ἀμέσως ἀνατείνεσθαι, κρυφιωτέρα καὶ φανοτέρα τῆς θεαρχίας φωτοδοσία καθαίρεται. κρυφιωτέρα μὲν, ὡς νοητοτέρα, καὶ μᾶλλον ἁπλωτικῇ καὶ ἑνοποιῷ. φανοτέρα δὲ, ὡς πρωτοδότῳ καὶ πρωτοφανεῖ· καὶ ὁλικωτέρα, καὶ μᾶλλον εἰς αὐτὴν ὡς διειδῆ κεχυμένη. πρὸς ταύτης δὲ πάλιν, ἀναλόγως ἡ δευτέρα. καὶ πρὸς τῆς δευτέρας, ἡ τρίτη. καὶ πρὸς τῆς τρίτης ἡ καθ’ ἡμᾶς ἑραρχία, κατὰ τὸν αὐτὸν τῆς εὐκόσμου ταξιαρχίας θεσμόν. ἐν ἁρμονίᾳ θείᾳ καὶ ἀναλογίᾳ πρὸς τὴν ἁπάσης εὐκοσμίας ὑπεράρχιον ἀρχὴν καὶ περάτωσιν ἱεραρχικῶς ἀνάγεται. ἐκφαντορικοὶ δὲ πάντες εἰσὶ καὶ Ἄγγελοι ἕλοι τῶν πρὸ αὐτῶν. οἱ μὲν πρεσβύτατοι, Θεοῦ τοῦ κινοῦντος. ἀναλογῶς δὲ οἱ λοιποὶ τῶν ἐκ Θεοῦ κεκινημένων. διὸ τῆς ἀγγελικῆς ἐπωνυμίας ἠξίωνται, διὰ τὸ πρώτως αὐτοῖς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν. καὶ δι’ αὐτῶν εἰς ἡμᾶς διαπορθμεύονται τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας.

  26. 8.38.6.12

    Ἄλλ αὕτη μὲν ἡ αἰτία τῆς ἀγγελικῆς ἐπωνυμίας. ἐρευνῆσαι δὲ ὡς οἶμαι χρὴ, δι’ ἣν αἰτίαν οἱ θεόλογοι, πάσας μὲν ἅμα τὰς οὐρανίους οὐσίας, Ἀγγέλους καλοῦσιν· ἐρχόμενοι δὲ πρὸς τὴν ἐκφαντορίαν τῶν ὑπερκοσμίων αὐτῶν διακοσμήσεων, τάξιν ἀγγελικὴν ἰδίως ὀνομάζουσι τὴν συμπληρωτικῶς ἀποπερατοῦσαν τὰ θεῖα καὶ οὐρανία τάγματα. πρὸς ταύτης δὲ τάττουσιν ἀρχαγγέλους, ἀρχὰς, ἐξουσίας, δυνάμεις, καὶ τὰ λοιπά. φαμὲν δὴ ὅτι κατὰ πᾶσαν ἱερὰν διακόσμησιν, αἱ μὲν ὑπερβεβηκυῖαι τάξεις, ἔχουσι καὶ τὰς τῶν ὑφειμένων διακοσμήσεων ἐλλάμψεις καὶ δυνάμεις· ἀμέθεκτοι δὲ τῶν αὐτὰς ὑπερκειμένων εἰσὶν αἱ τελευταῖαι. τὰ μὲν ἁγιώτατα τῶν ὑπερτάτων οὐσιῶν τάγματα, καὶ Ἀγγέλους καλοῦσιν οἱ θεόλογοι. καὶ γὰρ εἰσὶν ἐκφαντορικὰ καὶ αὐτὰ τῆς θεαρχικῆς ἐλλάμψεως. τὴν τάξιν δὲ τὴν τῶν οὐρανίων νόων τελευταίαν, οὐκ ἔχει λόγον, ἀρχὰς, ἢ θρόνους, ἣ Σεραφὶμ ὀνομάζειν. οὐδὲ γάρ ἐστιν ἐν μετουσίᾳ τῶν ὑπερτάτων δυνάμεων.

  27. 8.38.6.13

    Τούτων δὲ διωρισμένων, ἐκεῖνο ἄξιον ἐννοῆσαι, δι’ ἣν αἰτίαν ἁπάσας ὁμοῦ τὰς ἀγγελικὰς οὐσίας, δυνάμεις οὐρανίας καλεῖν εἰώθαμεν. οὐ γὰρ ἔστιν εἰπεῖν ὡς ἐπὶ τῶν Ἀγγέλων, ὅτι πασῶν ἐστιν ἐσχάτη διακόσμησις ἡ τῶν ἁγίων δυνάμεων. καὶ τῆς μὲν τῶν ἐσχάτων ἁγιοπρεποῦς ἐλλάμψεως, αἱ τῶν ὑπερκειμένων οὐσιῶν διακοσμήσεις μετέχουσιν. αἱ τελευταῖαι δὲ τῶν πρώτων οὐδαμῶς. καὶ τούτου χάριν οὐρανίαι μὲν δυνάμεις, ἅπαντες οἱ θεῖοι νόες ὀνομάζονται, Σεραφὶμ δὲ καὶ θρόνοι καὶ κυριότητες, οὐδαμῶς. οἱ γὰρ Ἄγγελοι καὶ Ἀρχάγγελοι καὶ ἀρχαὶ καὶ ἐξουσίαι, μετὰ τὰς δυνάμεις ὑπὸ τῆς θεολογίας ταττόμενοι, κατὰ κοινοῦ πολλάκις ὑφ’ ἡμῶν ὁμοῦ ταῖς ἄλλαις ἁγίαις οὐσίαις, οὐρανίαι δυνάμεις ἀποκαλοῦνται. φαμὲν δὴ ὅτι κοινῶς ἐπὶ πάσας κεχρημένοι τῇ τῶν οὐρανίω, δυνάμεων ἐπωνυμίᾳ, οὐ σύγχυσίν τινα τῶν ἑκάς διακοσμήσεως ἰδιοτήτων εἰσάγομεν. ἀλλ’ ἐπειδὴ εἰς τρία διήρηντο τῷ κατ’ αὐτοὺς ὑπερκειμένῳ λόγῳ πάντες οἱ θεῖοι νόες, εἰς οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν· ὅταν ἅπαντας ἣ τινὰς αὐτῶν ἀπαρατηρήτως οὐρανίας οὐσίας, ἣ οὐρανίας δυνάμεις ἀποκαλῶ αὐτοὺς περιφραστικῶς τοὺς περὶ ὤη ὁ λόγος ἐμφαίνειν ἡμᾶς οίητέον ἐκ τῆς καθ’ ἕκαστον αὐτῶν οὐσίας ἣ δυνάμεως.

  28. 8.38.6.14

    Κἀκεῖνο δὲ ἔτι ζητήσεως ἄξιον. εἰ γὰρ ἀμέθεκτα τῶν ὑπερτέρων εἰσὶ τὰ τελευταῖα, δι’ ἣν αἰτίαν ὁ καθ’ ἡμᾶς ἱεράρχην, Ἄγγελος Κυρίου ὑπὸ τῶν ἁγίων ὠνόμασται; φαμὲν δὴ καὶ πρὸς τοῦτο· ὅτι τῆς ὁλικῆς καὶ ὑπερκειμένης τῶν πρεσβυτέρων διακόσμων δυνάμεως ἀποδέουσιν οἱ τελευταῖοι. τῆς δὲ μερικῆς καὶ ἀναλόγου μετέχουσι κατὰ τὴν μίαν ἁπάντων ἐναρμόνιον καὶ συνδετικὴν κοινωνίαν. οἷον, ἡ τῶν ἁγίων Χερουβὶμ τάξις, μετέχει σοφίας καὶ γνώσεως ὑψηλοτέρας. αἱ δὲ τῶν ὑπ’ αὐτοὺς οὐσιῶν διακοσμήσεις, μετέχουσι μὲν καὶ αὐταὶ σοφίας καὶ γνώσεως, μερικῆς δὲ ὅμως ὡς πρὸς ἐκείνους, καὶ ὑφειμένης. καὶ τὸ μὲν ὅλως ἐν μετουσίᾳ σοφίας εἶναι καὶ γνώσεως, κοινόν ἐστι πᾶσι τοῖς θεοειδέσι καὶ νοεροῖς. τὸ δὲ προσεχῶς καὶ πρώτως, ἢ δευτέρως καὶ ὑφειμένως, οὐκέτι κοινὸν, ἀλλ’ ὡς ἑκάστῳ πρὸς τῆς οἰκείας ἀναλογίας ὥρισται. τοῦτο δὲ καὶ περὶ τῶν θείων νόων πάντων ἄν τις ὁρίσαιτο. οὐδὲν οὖν ὡς οἶμαι τὸ ἄτοπον, εἰ καὶ τὸν καθ’ ἡμᾶς ἱεράρχην, Ἄγγελον ἣ θεόλογον καλεῖ· τὸν κατὰ δύναμιν οἰκείαν τῆς τῶν Ἀγγέλων ὑποφητικῆς ἰδιότητος, μετέχοντα, καὶ πρὸς τὴν ἐκφαντορικὴν αὐτῶν ὁμοίωσιν ὡς ἐφικτὸν ἀνθρώποις ἀνατεινό- μενον.

  29. 8.38.6.15

    Ἄγε δὴ καὶ τοῦτο κατὰ δύναμιν ἐπισκοπήσωμεν· ὅτου ἕνεκα πρὸς ἕνα τῶν θεολόγων, ὁ Σεραφὶμ ἀποστέλλεσθαι λέγεται, καὶ οὐ τῶν ὑφειμένων τίς Ἀγγέλων ἀποκαθαίρει τὸν ὑποφήτην. τινὲς μὲν οὖν φασὶν, ὅτι κατὰ τὸν ἤδη προαποδοθέντα τῆς πάντων τῶν νόων κοινωνίας ὅρον, οὐχ ἕνα τῶν περὶ Θεὸν πρωτίστων νόων ὀνομάζει τὸ λόγιον ἐπὶ τὴν τοῦ θεολόγου κάθαρσιν ἐληλυθέναι· τινὰ δὲ τῶν ἡμῖν ἐφεστηκότων Ἀγγέλων ὡς ἱερουργὸν τῆς τοῦ προφήτου καθάρσεως, τῇ τῶν Σεραφὶμ ὁμωνυμίᾳ κληθῆναι, διὰ τὴν πρηστήριον τῶν ἁμαρτιῶν ἀναίρεσιν, καὶ τὴν τοῦ καθαρθέντος ἐπὶ τὴν θείαν ὑπακοὴν ἀναζωπύρησιν. ἕτερος δὲ τοιοῦτόν τι περὶ τούτου ἔφη, ὅτι τὴν οἰκείαν καθαρτικὴν ἱερουργίαν ὁ μέγας ἐκεῖνος, ὅς τίς ποτε ἦν, ὁ τὴν ὅρασιν διαπλάσας Ἄγγελος, εἰς τὸ μυῆσαι τὰ θεῖα τὸν θεόλογον, ἐπὶ Θεὸν καὶ μετὰ Θεὸν, εἰς τὴν πρωτουργὸν ἱεραρχίαν ἀνέθηκε. πᾶσα γὰρ θεαρχικὴ ἐνέργεια, διὰ τῶν πρώτων οὐσιῶν ἀναλάμπουσα, εἰς τὰς λοιπὰς διαδίδοται κατὰ τὴν ἑκάστης ἀναλογίαν. διὸ καὶ τὴν ἐμπυρίως καθαρτικὴν ἰδιότητα τοῖς Σεραφὶμ εἰκότως μετὰ Θεὸν ἀνατέθεικεν ἐκεῖνος ὁ Ἄγγελος. ὥσπερ γὰρ ὁ καθ’ ἡμᾶς ἱεράρχης, διὰ τῶν αὐτοῦ λειτουργῶν ἢ ἱερέων καθαίρων ἣ φωτίζων, αὐτὸς λέγεται καθαίρειν καὶ φωτίζειν· τῶν δι’ αὐτοῦ καθιερωμένων τάξεων ἐπ’ αὐτὸν ἀνατιθεισῶν τὰς οἰκείας ἱερὰς ἐνεργείας, οὕτω καὶ τὴν οἰκείαν καθαρτικὴν ἐπιστήμην καὶ δύναμιν, ὁ τὴν κάθαρσιν τοῦ λόγου τελετουργῶν Ἄγγελος, ἐπὶ Θεὸν μὲν ὡς αἴτιον· ἐπὶ δὲ τὸν Σεραφὶμ ὡς πρωτουργὸν ἱεράρχην, ἀνατίθησιν, ὡς ἄν τις φαίη, μετ’ εὐλαβείας ἀγγελικῆς· διδάσκων τὸν ὑπ’ αὐτοῦ καθαιρόμενον, ὅτι τῆς εἰς σὲ πρὸς ἐμοῦ τελετουργουμένης καθάρσεως, ἀρχὴ μὲν ἔστιν ἐξηρημένη, Θεός· ἱεράρχης δὲ καὶ μετὰ Θεὸν ἡγεμὼν, ὁ τῶν πρωτίστων οὐσιῶν διάκοσμος· παρ’ οὗ καὶ τὸ καθαίρειν ἐγὼ θεοειδῶς ἐμυήθην. οὗτος οὖν ἐστιν ὁ δι’ ἐμοῦ σε καθαίρων. καὶ τοῦτο δὲ ἄξιον ἐπιστασίας· ὅτι τῶν λογίων ἡ περὶ τῶν Ἀγγέλων παράδοσις, χιλίας χιλιάδας εἶναι φησὶ, καὶ μυρίας μυριάδας. τοὺς παρ’ ἡμῖν ἀκροτάτους τῶν ἀριθμῶν εἰς ἑαυτοὺς ἐπανακυκλοῦσα καὶ πολλαπλασιάζουσα. καὶ διὰ τούτων ἐναργῶς ἐμφαίνουσα τὰς ἡμῖν ἀναριθμήτους τῶν οὐρανίων νόων διατάξεις· πολλαὶ γάρ εἰσι· τὴν ἀσθενῆ καὶ συνεσταλμένην ὑπερβεβηκυῖαι τῶν καθ’ ἡμᾶς ὑλαίων ἀριθμῶν συμμετρία ὑφ' ἑαυτῶν δὲ γινωσκόμεναι. αἱ δὲ διάφοροι τούτων ἀναπλάσεις καὶ ὀνομασίαι καὶ οἱ σχηματισμοὶ, καθ’ ὁμοιότητα ἐνεργειῶν παρὰ τῇ γραφῆ ἀναπλάττονται. περὶ ὧν ὁ ζητῶν, ἀπ’ αὐτῶν τῶν γραφῶν διδαχθήσεται.

  30. 8.38.6.16

    Ἰωάννου τοῦ δαμασκέωσ. τούτους ὁ Θεὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε. κατ’ οἰκείαν εἰκόνα κτίσας αὐτοὺς, φύσιν ἀσώματον· οἷόν τι πῦρ ἄυλον, ὥς φησιν ὁ θεῖος Δαβὶδ, “ὁ ποιῶν “τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα· καὶ τοὺς λειτουργοὺς αὐτοῦ “πῦρ φλέγον.” τὸ κοῦφον, καὶ διάπυρον, καὶ θερμὸν, καὶ τομώτατον, καὶ ὀξὺ περὶ τὴν θείαν ἔφεσίν τε καὶ λειτουργίαν, διαγράφων· καὶ τὸ ἀνωφερὲς αὐτῶν, καὶ πάσης ὑλικῆς ἐννοίας ἀπηλλαγμένον. Ἄγγελος τοίνυν οὐσία ἐστὶ νοερὰ ἀεικίνητος, αὐτεξούσιος, ἀσώματος, Θεῷ λειτουργοῦσα κατὰ χάριν ἐν τῇ φύσει τὸ ἀθάνατον εἰληφυῖα. ἧς οὐσίας τὸ εἶδος καὶ τὸν ὅρον, μόνος ὁ κτίσας ἐπίσταται. ἀσώματος δὲ καὶ ἄυλος λέγεται, ὅσον πρὸς ἡμᾶς. πᾶν γὰρ συγκρινόμενον πρὸς Θεὸν τὸν μόνον ἀσύγκριτον, παχὺ τὲ καὶ ὑλικὸν εὑρίσκεται. μόνον γὰρ ὄντως τὸ θεῖον ἄυλον ἐστὶ καὶ ἀσώματον. ἔστι τοίνυν φύσις λογικὴ, νοερὰ τὲ καὶ αὐτεξούσιος· τρεπτὴ κατὰ γνώμην, ἤτοι ἐθελότρεπτος. πᾶν γὰρ κτιστὸν, καὶ τρεπτόν. μόνον γὰρ τὸ ἄκτιστον, καὶ ἄτρεπτον. καὶ πᾶν λογικὸν, αὐτεξούσιον. ὡς μὲν οὖν λογικὴ καὶ νοερὰ, αὐτεξούσιος. ὡς δὲ κτιστὴ, τρεπτή. ἔχουσα ἐξουσίαν καὶ μένειν καὶ προκόπτειν ἐν τῷ ἀγαθῷ· καὶ ἐπὶ τὸ χεῖρον τρέπεσθαι. ἀνεπίδεκτος μετανοίας· ὅτι καὶ ἀσώματος. ὁ γὰρ ἄνθρωπος, διὰ τὴν τοῦ σώματος ἀσθένειαν, τῆς μετανοίας ἔτυχεν. ὅπερ δέ ἐστι τοῖς ἀνθρώποις ὁ θάνατος, τοῦτο τοῖς Ἀγγέλοις ἡ ἔκπτωσις. μετὰ γὰρ τὴν ἔκπτωσιν, οὐκ ἔστιν αὐτοῖς μετάνοια· ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ τὸν θάνατον. ἀθάνατος, οὐ φύσει, ἀλλὰ χάριτι. πᾶν γὰρ τὸ ἀρξάμενον, καὶ τελευτᾷ κατὰ φύσιν. μόνος δὲ ὁ Θεὸς ἀεὶ ὣν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀεί. οὐχ ὑπὸ χρόνον γὰρ, ἀλλ’ ὑπὲρ χρόνον ὁ τῶν χρόνων ποιητής. φῶτα δεύτερα, νοερά· ἐκ τοῦ πρώτου καὶ ἀνάρχου φωτὸς τὸν φωτισμὸν ἔχοντα. οὐ γλώσσης καὶ ἀκοῆς δεόμενα· ἀλλ’ ἀναλόγου προφορικοῦ, μεταδιδόντα ἀλλήλοις τὰ διανοήματα καὶ βουλεύματα.

  31. 8.38.6.17

    Διὰ τοῦ λόγου τοίνυν ἐκτίσθησαν πάντες οἱ Ἄγγελοι· καὶ ὑπὸ τοῦ Ἁγίου Πνεύματος διὰ τοῦ ἁγιασμοῦ ἐτελειώθησαν· κατὰ ἀναλογίαν τῆς ἀξίας καὶ τῆς τάξεως, τοῦ φωτισμοῦ καὶ τῆς χάριτος μετέχοντες. περιγραπτοί· ὅτε γάρ εἰσιν ἐν τῷ οὐρανῷ, οὐκ εἰσὶν ἐν τῇ γῇ· καὶ εἰς τὴν γῆν ὑπὸ τοῦ Θεοῦ ἀποστελλόμενοι, οὐκ εἰσὶν ἐν τῷ οὐρανῷ. οὐ περιορίζονται δὲ ὑπὸ τοίχων καὶ θυρῶν καὶ κλείθρων καὶ σφραγίδων. ἀόριστοι γάρ. ἀορίστους δὲ λέγω· οὐ γὰρ καθ’ ὃ εἰσὶν, ἐπιφαίνονται τοῖς ἀξίοις, οἷς ὁ Θεὸς φαίνεσθαι αὐτοὺς θελήσοι· ἀλλ’ ἐν μετασχηματισμῷ. καθὼς δύνανται οἱ ὁρῶντες ὁρᾷν. ἀόριστον γάρ ἐστι φύσει καὶ κυρίως, μόνον τὸ ἄκτιστον· πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίσαντος αὐτὸ Θεοῦ ὁρίζεται. ἔξωθεν τῆς οὐσίας τὸν ἁγιασμὸν ἐκ τοῦ Ἄγ’ ἴου Πνεύματος ἔχοντες. διὰ τῆς θείας χάριτος προφητεύοντες. μὴ γάμου χρῄζοντες. ἐπειδήπερ μὴ εἰσὶ θνητοί.

  32. 8.38.6.18

    Νόες δὲ ὄντες, ἐννοητοῖς καὶ τόποις εἰσίν. οὐ σωματικῶς περιγραφόμενοι. οὐ γὰρ σωματικῶς κατὰ φύσιν σχηματίζονται. οὐ δὲ τριχῆ εἰσὶ διαστατοί· ἀλλὰ νοητῶς παρεῖναι λέγονται, καὶ ἐνεργεῖν ἔνθα ἃν προσταχθῶσι· καὶ μὴ δύνασθαι κατὰ ταὐτὸν ὦδε κἀκεῖσε εἶναι καὶ ἐνεργεῖν. εἴτε ἶσοι κατ’ οὐσίαν· εἴτε διαφέροντες ἀλλήλων οὐκ ἴσμεν· μόνος οἶδεν ὁ ποιήσας αὐτοὺς Θεός· ὁ καὶ πάντα εἰδώς. διαφέροντες δὲ ἀλλήλων τῷ φωτισμῷ καὶ τῇ στάσει. εἴτε πρὸς τὸν φωτισμὸν τὴν στάσιν ἔχοντες· ἣ πρὸς τὴν στάσιν τοῦ φωτισμοῦ μετέχοντες. καὶ ἀλλήλους φωτίζοντες διὰ τὸ ὑπερέχον τῆς τάξεως ἢ φύσεως. δῆλον δὲ ὡς οἱ ὑπερέχοντες, τοῖς ὑποβεβηκόσι μεταδιδόασι τοῦ φωτισμοῦ καὶ τῆς γνώσεως. ἰσχυροὶ καὶ ἕτοιμοι πρὸς τὴν τοῦ θείου θελήματος ἐκπλήρωσιν. καὶ πανταχοῦ ταχέως εὑρισκόμενοι ἔνθα ἂν ἡ θεία κελεύσῃ ἐπίνευσις, τάχει φύσεως· καὶ φυλάττοντες μέρη τῆς γῆς, καὶ ἐθνῶν καὶ τόπων προἱστάμενοι· καθὼς ὑπὸ τοῦ δημιουργοῦ ἐτάχθησαν. καὶ τὰ καθ’ ἡμᾶς οἰκονομοῦντες καὶ βοηθοῦντες ἡμῖν. πάντως δὲ ὅτι κατὰ τὸ θεῖον θέλημά τε καὶ πρόσταγμα ὑπὲρ ἡμᾶς ὄντες. ἀεὶ τὲ περὶ Θεὸν ὑπάρχοντες, δυσκίνητοι πρὸς τὸ κακόν. ἀλλ’ οὐκ ἀκίνητοι· νῦν δὲ ἀκίνητοι, οὐ φύσει, ἀλλὰ χάριτι· καὶ τῇ τοῦ μόνου ἀγαθοῦ προσεδρείᾳ. ὁρῶντες Θεὸν κατὰ τὸ ἐφικτὸν αὐτοῖς, καὶ ταύτην τροφὴν ἔχοντες. ὑπὲρ ἡμᾶς ὄντες ὡς ἀσώματοι, καὶ παντὸς σωματικοῦ πάθους ἀπηλλαγμένοι. οὐ μὴν ἀπαθεῖς· μόνον γὰρ τὸ θεῖον ἀπαθές ἐστι. μετασχηματίζονται δὲ πρὸς ὅπερ ἂν κελεύσοι ὁ Θεός. καὶ οὕτω τοῖς ἀνθρώποις ἐπιφαίνονται, καὶ τὰ θεῖα αὐτοῖς ἀποκαλύπτουσι μυστήρια. ἐν οὐρανῷ διατρίβουσι. καὶ ἓν ἔργον ἔχουσιν ὑμνοῦν τὸν Θεὸν, καὶ λειτουργεῖν τῷ θείῳ αὐτοῦ θελήματι.

  33. 8.38.6.19

    Τινὲς μὲν οὖν φασὶν ὅτι πρὸ πάσης κτίσεως ἐγένοντο· ὡς ὁ θεόλογος λέγει Γρηγόριος. “πρῶτον ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις “καὶ οὐρανίους· καὶ τὸ ἐννόημα, ἔργον ἦν.” ἕτεροι δὲ, ὅτι μετὰ τὸ γενέσθαι τὸν πρῶτον οὐρανόν. ὅτι δὲ πρὸ τῆς ἀνθρώπου πλάσεως, πάντες ὁμολογοῦσιν. ἐγὼ δὲ τῷ θεολόγῳ Γρηγορίῳ συντίθεμαι. ἔπρεπε γὰρ πρῶτον τὴν νοερὰν οὐσίαν κτισθῆναι, καὶ οὕτω τὴν αἰσθητήν. καὶ τότε ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον. ὅσοι δὲ φασὶν τοὺς Ἀγγέλους δημιουργοὺς τῆς οἱασδήποτε οὐσίας, οὗτοι στόμα εἰσὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου. κτίσμα γὰρ ὄντες, οὐκ εἰσὶ δημιουργοί. πάντων δὲ ποιητὴς καὶ προνοητὴς καὶ συνοχεὺς, ὁ Θεός ἐστιν· ὁ μόνος ἄκτιστος. τὰ μέλλοντα δὲ οὐκ οἴδασιν οἱ Ἄγγελοι· ὅμως, προλέγουσι, τοῦ Θεοῦ αὐτοῖς ἀποκαλύπτοντος, καὶ προλέγειν κελεύοντος· ὅθεν ὅσα λέγουσι, γίνονται.

  34. 8.38.6.20

    Ὁ μέντοι τῆς Νυσσαέων πρόεδρος Γρηγόριος, ἐν τῷ τέλει τοῦ κατὰ Εὐνομίου ἑβδόμου λόγου, οὕτω φησὶν περὶ αὐτῶν.

  35. 8.38.7.1

    Γρηγορίου νύσσησ. Αἱ παρὰ τοῦ Παύλου κατειλεγμέναι φωναὶ τῶν ὑπερκοσμίων δυνάμεων, οὐ φύσεις τινὰς ἀλλήλων παρηλλαγμένας σημαίνουσιν· ἀλλ’ ἡ τῶν προσηγοριῶν σημασία σαφῶς ἐνδείκνυται, τὸ μὴ φύσεων διαφόρας, ἀλλὰ τῆς ἐπουρανίου στρατιᾶς τὰς ποικίλας τῶν ἐνεργειῶν ἰδιότητας τῷ λόγῳ παρίστασθαι. ἀρχαὶ γάρ φησιν, καὶ θρόνοι καὶ ἐξουσίαι καὶ δυνάμεις ἣ κυριότητες. ταῦτα δὲ τὰ ὀνόματα τοιαῦτά ἐστιν, ὡς αὐτόθεν παντὶ πρόδηλον εἶναι, τὸ κατ’ ἐνεργείας τινὸς τετάχθαι τὰ σημαινόμενα. τὸ γὰρ ἄρχειν, καὶ τὸ κυριεύειν, καὶ τὸ ἐξουσιάζειν, καὶ τὸ θρόνον εἶναί τινος, ταῦτα πάντα οὐκ ἃν ὁ λελογισμένος, εἰς οὐσίων διαφόρας ἀπαγάγῃ· προδήλως τῆς ἐνεργείας ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαινομένης. ὥστε ὁ λέγων φύσεων διαφορὰς ἐν τούτοις σημαίνεσθαι, φρεναπατᾷ ἑαυτόν.

  36. 8.38.7.2

    Βασιλείου ἐκ τοῦ εἰσ λβ ψαλμόν. τὴν μὲν οὖν εἰς τὸ εἶναι πάροδον αὐτῶν, ὁ δημιουργὸς Λόγος, ὁ ποιητὴς τῶν ὅλων παρείχετο. τὸν ἁγιασμὸν δὲ αὐτοῖς, τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον συνεπέφερεν. οὐ γὰρ νήπιοι κτισθέντες οἱ Ἄγγελοι, εἶτα τελειωθέντες τῇ κατ’ ὀλίγον μελέτῃ, οὕτως ἄξιοι τῆς ὑποδοχῆς τοῦ Πνεύματος γεγόνασιν. ἀλλ’ ἐν τῇ πρώτῃ συστάσει, καὶ τῷ οἱονεὶ φυράματι τῆς οὐσίας αὐτῶν, συγκαταβληθεῖσαν ἔσχον τὴν ἁγιότητα. διὸ καὶ μετατιθέμενοι δυσκόλως εἰσὶ πρὸς κακίαν. εὐθὺς οἱονεὶ βαφῇ τινὶ τῷ ἁγιασμῷ στομωθέντες, καὶ τὸ μόνιμον εἰς ἀρετὴν, τῇ δωρεᾷ τοῦ Ἁγίου Πνεύματος ἔχοντες.

  37. 8.38.7.3

    Τοῦ αὐτοῦ εἰσ τὸν μδ. Οὐδεὶς τὲ παρ’ ἐκείνοις παῖς, οὐδὲ νεάνισκος, οὐδὲ πρεσβύτης· οὐ γὰρ ἐπιδέχονται τὴν ἀλλοίωσιν. ἀλλ’ ἐν ᾗ περ ἐξαρχῆς ἐκτίσθησαν καταστάσει, ἐν ταύτῃ διαμένουσιν· ἀκεραίας αὐτοῖς καὶ ἀτρέπτου τῆς συστάσεως, σωζο- μενης.

  38. 8.38.7.4

    Τοῦ αὐτοῦ εἰσ τὸν λγ. Καὶ παντὶ δὲ πεπιστευκότι εἰς τὸν Κύριον, Ἄγγελος παρεδρεύει· ἐὰν μήποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, δεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν Ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία. ἐὰν δὲ ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἀγγελικῆς ἔργα, ἀναγκαίους φρουρούς σοι καὶ φύλακας ὁ Θεὸς παρακαθίστησιν.

  39. 9.1.verse.1

    Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεως ἐν Πνεύματι Ἁγίῳ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη ἐν τῇ καρδίᾳ μου· ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα· οἵ τινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ αἱ λατρεῖαι, καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.

  40. 9.1.verse.2

    Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν περὶ φιλοπτωκίας. Ἐξ ἀγάπης ὁ θεῖος Ἀπόστολος ἐτόλμησέ τι καὶ καθ’ ἑαυτοῦ διὰ τὸν Ἰσραὴλ φθέγξασθαι.

  41. 9.1.1.1

    Χρυσοστόμου. Μεγάλα δὲ μέλλων εἰπεῖν, ὡς καὶ ἀπιστεῖσθαι παρὰ τῶν πολλῶν, πρότερον διαβεβαιοῦται περὶ ὧν μέλλει λέγειν. ὅπερ πολλοῖς ἔθος ποιεῖν, ὅταν μέλλωσι τι λέγειν παρὰ τοῖς πολλοῖς ἀπιστούμενον· καὶ ὑπὲρ οὗ σφόδρα εἰσὶν ἑαυτοῖς πεπιστευκότες. καὶ γὰρ “ἀλήθειαν λέγω,” φησὶν, “καὶ οὐ ψεύδομαι. “καὶ ἡ συνείδησίς μοι μαρτυρεῖ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, “καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. ηὐχόμην γὰρ αὐτὸς ἐγὼ “ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ.” τι λέγεις, ὦ Παῦλε; ἀπὸ τοῦ Χριστοῦ; τοῦ ποθουμένου; οὗ μήτε γεέννα, μήτε βασιλεία σε ἐχώριζε; μήτε τὰ ὁρώμενα, μήτε τὰ νοούμενα· μήτε ἄλλα τοσαῦτα; ἀπὸ τοῦ νῦν εὔχῃ ἀνάθεμα εἶναι; τί γέγονε; μὴ κατέλυσας τὸν πόθον ἐκεῖνον; οὔχι φησι. ἀλλὰ καὶ ἐπέτεινα μᾶλλον αὐτόν. πῶς οὖν εὔχῃ ἀνάθεμα εἶναι, μεθ’ ὃν ἕτερον οὐκ ἔστιν εὑρεῖν; ἐπειδὴ σφόδρα αὐτὸν φιλῶ φησι. πῶς; εἰπέ μοι. καὶ γὰρ αἰνίγματι τὸ πρᾶγμα ἔοικε. μᾶλλον δὲ εἰ δοκεῖ, πρῶτον μάθωμεν, τί ἐστιν ἀνάθεμα. ἄκουσον αὐτοῦ λέγοντος, “εἴ τις οὐ “φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἀνάθεμα ἔστω.” τουτέστι, κεχωρίσθω πάντων. ἀλλότριος ἔστω πάντων. καθάπερ γὰρ τοῦ ἀναθέματος τοῦ ἀνατιθεμένου τῷ Θεῷ· οὐδεὶς ἃν τολμήσειεν ἁπλῶς ταῖς χερσὶν ἅψασθαι, οὐδὲ ἐγγὺς γενέσθαι, οὕτω καὶ τὸν χωριζόμενον τῆς ἐκκλησίας πάντων ἀποτεμὼν, καὶ ὡς πορρωτάτω ἀπάγων, τούτῳ τῷ ὀνόματι ἀπὸ τοῦ ἐναντίου καλεῖ. μετὰ πολλοῦ τοῦ φόβου πᾶσιν αὐτοῦ κελεύων χωρίζεσθαι καὶ ἀποπηδᾶν. τῷ μὲν γὰρ ἀναθέματι τιμῆς ἕνεκεν, οὐδεὶς ἐτόλμα ἐγγίσαι. τοῦ δὲ ἀποτμηθέντος ἐξ ἐναντίας ἐχωρίζοντο γνώμης ἅπαντες. ὥστε ὁ μὲν χωρισμὸς, εἷς· καὶ ὁμοίως καὶ τοῦτο κἀκεῖνο τῶν πολλῶν ἠλλοτρίωτο· ὁ δὲ τρόπος τοῦ χωρισμοῦ, οὐχ εἷς· ἀλλὰ καὶ ἐναντίος οὗτος ἐκείνῳ. τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, “ηὐχόμην “ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ.” καὶ οὐδὲ ἁπλῶς εἶπεν, ἠβουλόμην, ἀλλ’ ἐπιτείνων αὐτό φησιν· “ηὐχόμην.” εἰ δὲ θορυβεῖ σε, ἅτε ἀσθενέστερον ὄντα τὰ λεγόμενα· μὴ τὸ πρᾶγμα λογιζόμενον s, ὅτι χωρισθῆναι ἠβούλετο, ἀλλὰ καὶ τὴν αἰτίαν δι’ ἣν ἐβούλετο. καὶ τότε ὄψει αὐτοῦ τὴν ὑπερβολὴν τῆς ἀγάπης.

  42. 9.1.1.2

    t Τίς οὑν ἡ αἰτία; αὐτὸς ὁ ποθούμενος Ἰησοῦς. καὶ μὴν αὐτόν φησιν, ηὐχόμην γὰρ ἀπ’ αὐτοῦ, φησι, ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου. καὶ τοῦτο τῆς αὐτοῦ ταπεινοφροσύνης. οὐ γὰρ βούλεται ὡς μέγα τι λέγων, καὶ τῷ Χριστῷ τοῦτο χαριζόμενος φανῆναι. διὸ εἶπε “συγγενῶν,” ἵνα κρύψῃ τὸ πλεονέκτημα. ἐπεὶ ὅτι τὸ πᾶν διὰ τὸν Χριστὸν ἤθελεν, ἄκουσον τῶν ἑξῆς, “ὧν ἡ “υἱοθεσία καὶ ἡ δόξα· καὶ ἡ διαθήκη,” καὶ τὰ ἑξῆς. καὶ τί τοῦτο φησίν; εἰ γὰρ ὑπὲρ τοῦ πιστεῦσαι ἑτέρους ἐβούλετο γενέσθαι ἀνάθεμα, ἔδει καὶ ὑπὲρ τῶν ἐθνῶν τοῦτο εὔξασθαι. εἰ δὲ ὑπὲρ Ἰουδαίων ηὔχετο μόνων, δείκνυσιν οὐ διὰ τὸν Χριστὸν αὐτὸ βουλόμενον, ἀλλὰ διὰ τὴν πρὸς ἐκείνους οἰκείωσιν. καὶ μὴν εἰ ὑπὲρ τῶν ἐθνῶν ηὔξατο, οὐκ ἃν ὁμοίως τοῦτο ἐφάνη. ἐπειδὴ ὑπὲρ Ἰουδαίων δείκνυται καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν, τοῦτο σπουδάζων. οὐδὲ γὰρ ἁπλῶς ταῦτα εἴρηκεν ἅπερ εἴρηκεν· ἀλλ’ ἐπειδὴ πάντες ἔλεγον, καὶ τοῦ Θεοῦ κατηγόρουν, ὅτι υἱοὶ Θεοῦ καταξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, καὶ πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης ἁπάσης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρων ὄντες τῶν αὐτῷ φίλων, καὶ τὸ δὴ πάντων μεῖζον, καὶ προπάτορες αὐτοῦ γινόμενοι τοῦ Χριστοῦ, τοῦτο γάρ ἐστιν “ἐξ “ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα,” ἐκβέβληνται καὶ ἠτίμωνται· ἀντεισήχθησαν δὲ ἀντ’ ἐκείνων, οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες, οἱ ἐξ ἐθνῶν.

  43. 9.1.1.3

    Επεὶ οὖν ταῦτα λέγοντες, τὸν Θεὸν ἐβλασφήμουν. ταῦτα ὁ Παῦλος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεμα εἶναι, εἰ γε δυνατὸν ἦν, ὥστε σωθῆναι ἐκείνους, καὶ τὴν βλασφημίαν ταύτην καταλυθῆναι· καὶ μὴ δόξαι τὸν Θεὸν ἠπατηκέναι τοὺς ἐκγόνους ἐκείνων· οἷς τὰς δωρεὰς ἐπηγγείλατο. καὶ ἵνα μάθῃς ὅτι ὑπὲρ τούτου κοπτόμενος, ταῦτα ηὔχετο, μετὰ τὸ ταῦτα εἰπεῖν, ἐπήγαγεν, “οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ·” δεικνὺς ὅτι ταῦτα πάντα διὰ τὸν λόγον τοῦ Θεοῦ ὑπομεῖναι ηὔχετο. τουτέστι τὴν ἐπαγγελίαν τὴν πρὸς τὸν Ἁβραὰμ γεγενημένην. ἵνα γὰρ μὴ εἴπωσι, φησὶν, ὅτι ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ εἰς ἔργον οὐκ ἐξῆλθεν ὁ λόγος, ἠβουλόμην ἀνάθεμα γενέσθαι. διὰ δὴ τοῦτο οὐχ ὑπὲρ τῶν ἐθνῶν φησὶν, οὐδὲν γὰρ ἦν πρὸς ἐκείνους ἐπηγγελμένον αὐτῷ, οὐδὲ ἦσαν αὐτὸν τεθεραπευκότες· διὸ οὐδὲ ἐβλασφήμουν αὐτὸν δι’ ἐκείνους. διὰ τοῦτο ἔλεγεν· “ὧν ἡ υἱοθε- “σία,” καὶ τὰ ἑξῆς. καὶ γὰρ ὁ νόμος ἐκεῖθεν ὁ περὶ τοῦ Χριστοῦ φησὶ, καὶ αἱ συνθῆκαι πρὸς αὐτοὺς πᾶσαι, καὶ αὐτὸς ἐξ αὐτῶν, καὶ οἱ πάτερες οἱ δεξάμενοι τὰς ἐπαγγελίας, ἐξ ἐκείνων πάντες. ἀλλ’ ὅμως, τοὐναντίον γέγονε, καὶ πάντων ἐξέπεσον τῶν ἀγαθῶν· διὰ τοῦτο φησὶ, εἴ γε ἦν χωρισθῆναι τοῦ περὶ τὸν Χριστὸν χοροῦ, καὶ ἀλλοτριωθῆναι με οὐχὶ τῆς ἀγάπης αὐτοῦ, μὴ γένοιτο· ἐπεὶ καὶ ταῦτα δι’ ἀγάπην ἐποίει· ἀλλὰ τῆς ἀπολαύσεως ἐκείνης καὶ τῆς δόξης, κατεδεξάμην ἄν· ὥστε μὴ τὸν δεσπότην βλασφη- μεῖσθαι τὸν ἐμόν· t μεγίστην ἡγούμενος ἁπάντων εἶναι παραμυθίαν τοῦ πόνου, τὸ τὸν ποθούμενον, μηκέτι βλασφημούμενον ἀκούειν.

  44. 9.1.1.4

    Εἰ δὲ οὐδέπω καταδέχῃ τὸ εἰρημένον· ἐννόησον ὅτι καὶ πάτερες πολλοὶ πολλάκις εἵλοντο χωρισθῆναι τῶν ἰδίων παίδων, καὶ μόνον αὐτοὺς εὐδοκιμοῦντας ὁρᾷν. τῆς συνουσίας αὐτῶν ἡδίω νομίζοντες, τὴν εὐδοκίμησιν τὴν ἐκείνων. τινὲς δὲ περὶ θανάτου τοῦ προσκαίρου ταῦτα λέγειν τὸν Παῦλον ἐνόμισαν. οὓς τοσοῦτον εἴποιμι ἃν ἀγνοεῖν τὸν Παῦλον, ὅσον τὸν πηρὸν τὴν ἀκτῖνα τὴν ἡλιακήν. ὁ γὰρ καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκων, καὶ εἰπὼν, “τίς ἡμᾶς χωρί- “σει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἣ στενοχωρία, “διωγμὸς, ἣ λιμός;“καὶ οὐκ ἀρκεσθεὶς τοῖς λεχθεῖσιν, ἀλλ’ ὑπερβὰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ· καὶ ἀρχαγγέλων· καὶ πάντα τὰ ἄνω παραδραμών· καὶ συλλαβὼν ὁμοῦ τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ νοούμενα, τὰ λυπηρὰ, τὰ χρηστὰ, τὰ ἐν ἑκατέροις. καὶ οὐδὲν ὅλως ἀφεὶς, καὶ οὐδὲ οὕτω κορεσθείς· ἀλλὰ καὶ ἑτέραν τοσαύτην κτίσιν τὴν οὐκ οὖσαν ὑποστησάμενος· πῶς ὡς μέγα τι λέγων μετ’ ἐκεῖνα πάντα, θανάτου τοῦ τοῦ ἐμνημόνευσεν ἄν; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλὰ σκωλήκων ἐν κοπρίᾳ φωλευόντων ἡ τοιαύτη ὑπόνοια· εἰ γὰρ τοῦτο ἔλεγε, πῶς ἀνάθεμα ἑαυτὸν ηὔχετο εἶναι ἀπὸ τοῦ Χριστοῦ; ὁ γὰρ τοιοῦτος θάνατος, μᾶλλον τῷ τοῦ Χριστοῦ συνῆπτε χορῷ, καὶ τῆς δόξης ἀπολαύειν ἐκείνης ἐποίει. ἄλλοι δέ τινες οὐ θάνατον φασὶν, ἠνίξατο, ἀλλὰ κειμήλιον καὶ ἀνάθημα εἶναι ηὔχετο εἶναι τοῦ Χριστοῦ. καὶ τίς τοῦτο, καὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀναπεπτωκότων, οὐκ ἃν ηὔξατο; πῶς δὲ ὑπὲρ τῶν συγγενῶν τοῦτο ἔμελλε τῶν αὐτοῦ γίνεσθαι;

  45. 9.1.2.1

    Ισιδώρου. Πῶς δ' ἃν τοσαῦτα διεβεβαιώσατο, ὡς μέλλων ἀπιστεῖσθαι· εἰ γε εὐτελές τι ἦν καὶ φαῦλον τὸ νενοημένον αὐτῷ; ἐπειδὴ κρεῖττον ἦν ἁπάσης δυνάμεως καὶ ῥώμης ὃ ἔμελλεν εἰπεῖν, πολλοὺς μάρτυρας παρέστησε τοῦ μὴ ψεύδεσθαι καὶ κομπάζειν τὴν ἀλήθειαν· τὸν Χριστὸν, τὸ μὴ ψεύδεσθαι· τὴν συνείδησιν· καὶ τὸ Πνευμα τὸ Ἅγιον τίς ἃν οὑν πιστεύσειεν ὅτι ταπεινόν τι ἐννοῶν καὶ οὐ; εἰς τοσαύτην ἐξηνέχθη διὰ βεβαιώσεως ὑπερβολήν; εἰ δ' ἔτι μικρὸν φρονοῦσι τινὲς, καὶ περὶ γῆν ἰλυσπώμενοι, οὐδὲν μέγα καὶ νεανικὸν ἐννοῆσαι βούλονται, λογιζέσθωσαν τὸν θεοφιλῆ Μωσέα εὐξάμενον ἐκ τῆς θείας βίβλου ἐξαλειφθῆναι, εἰ οἱ ὑπ’ αὐτὸν τελοῦντες, πανωλεθρίᾳ παραδοθεῖεν. μεῖζον γάρ ἐστι τὸ τοῦ Ἀποστόλου. ὁ μὲν γὰρ, συναπολέσθαι, ὁ δὲ, ἀπολέσθαι, ἵνα ἄλλοι σωθῶσιν, ηὔξατο. ἀπὸ δὲ γυναικὸς γενναίας, ὡς ἄν τις μικρὸν μεγάλῳ εἰκάσειε, τοῦτ’ ἀποδεῖξαι πειράσομαι.

  46. 9.1.2.2

    Ἡ Ῥεβέκκα ἀποστολικὴν, ὡς ἄν τις εἴποι, ἔχουσα μεγαλοψυχίαν, εἵλετο κατάραν ὑποστῆναι, ἵν ὁ παῖς εὐλογίαν κληρονομήσῃ. καὶ τῶν μὲν ἀγαθῶν, ἐκείνῳ παρεχώρει, οὐ γὰρ δὴ μετ’ ἐκείνου εὐλογεῖσθαι ἔμελλε· τὰ δὲ κακὰ, αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν. ἔφη γὰρ τῷ παιδὶ ἀναδυομένῳ καὶ δεδοικότι· “ἐπ’ ἐμὲ ἡ κατάρα σου “τέκνον.” μόνον μὴ διαφθείρῃς τὸ κατασκευασθὲν ὑπ’ ἐμοῦ δρᾶμα, μὴ δὲ προδῷς τὸν θησαυρόν. εἰ τοίνυν γυνὴ, μὴ δὲ ἀνδρὸς ἔχουσα δύναμιν, μὴ δὲ μεγαλοψυχίαν, εἵλετο καταρθῆναι, ἵνα ἄλλος εὐλογηθῇ· ὁ τοσοῦτος καὶ τηλικοῦτος Ἀπόστολος, οὐκ ἃν ηὔξατο τι τοιοῦτον παθεῖν, ἵνα Ἰουδαῖοι πιστεύσωσι, καὶ μὴ δόξη βλασφημεῖσθαι ὁ Θεός· ἄλλοις μὲν ἐπαγγειλάμενος· ἄλλους δὲ εἰς τοσαύτην ἀξίαν ἀγαγών; πάνυ μὲν οὖν. ταῦτα δὲ ἔλεγεν· οὐχ ὡς τῷ ὄντι τῆς ἐπαγγελίας διαπεσούσης· ἔφη γὰρ, “οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ “λόγος τοῦ Θεοῦ,” ὁ πρὸς τοὺς πατέρας δηλονότι γεγενημένος. ἐξέβη γὰρ ἡ ἐπαγγελία, ἐν τοῖς ἐξ αὐτῶν πιστεύσασι· καὶ ἐν τοῖς ὁμοίοις τοῦ Ἰσαὰκ διὰ τοῦ βαπτίσματος ἐξ ἐθνῶν τεχθεῖσι. καὶ τοῦτο ἐγγυᾶται ὁ τῶν Ἀποστόλων κορυφαῖος Πέτρος, λέγων, “ταύτην τὴν ἐπαγγελίαν ἐκπεπλήρωκεν ὁ Θεὸς τοῖς τέκνοις αὐ- “τῶν, ἡμῖν ἀναστήσας Ἰησοῦν.” οὐ τοίνυν ὡς διαπεσούσης τῆς ἐπαγγελίας τοῦτο ἔφη, ἀλλ’ ἵνα δείξη τὸ ἀκάθεκτον ἑαυτοῦ περὶ τὸν τοῦ Χριστοῦ πόθον.

  47. 9.1.3.1

    Κυρίλλου. Πάλιν δὲ ἄνωθεν καθ’ ἑτέραν ἐπιβολὴν περὶ τῶν εἰρημένων εἴπωμεν. ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν σραήλ· καὶ δὴ πρωτότοκον αὐτὸν ἀπεκάλει. ἀλλὰ γεγόνασιν ἀλαζόνες καὶ ὑβρισταί· καὶ τὸ, ἔτι τούτων ἐπέκεινα, κυριοκτόνοι. ταύτῃ διολώλασι· γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξερριμμένοι. καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ’ν ὠλισθηκότες, τέθεινται κατόπιν ἐθνῶν. πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος τῶν θείων εὐαγγελίων τέθειται λειτουργός· καὶ διεκήρυττε τοῖς ἔθνεσι τὸν Ἰησοῦν· ἄνω τὲ καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων· καὶ τοὺς ἐν σκότῳ ποτὲ, καὶ τῶν δαιμονίων θεραπευτὰς, κλητοὺς γενέσθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διισχυριζόμενος, ἵνα μή τινες οἴωνται τῶν ἀμαθεστέρων, μονονουχὶ κειμένοις καὶ ἐναλλεσθαι τοῖς ἐκ γένους αὐτὸν, καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν, καὶ φησὶ, “ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ “ψεύδομαι,” καὶ τὰ ἑξῆς· ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότητος ἐκπεφοιτηκόσιν, ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν, σκληρὰς τὲ τὰς ἐπὶ τούτῳ δίκας ἀνατλῆναι λοιπὸν, ἐπιστυγνάσειεν ἄν τις. καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον, εἴη ἃν οὐ πέρα λόγου. μᾶλλον δὲ τῆς ἀγάπης ἔχει τὴν πλήρωσιν. τὸ δὲ δὴ καὶ ὑπὲρ αὐτῶν θέλειν ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, μέτρων ἐπέκεινα τῆς ἀγάπης λοιπόν. οὐ γὰρ ἂν ἕλοιτό τις, εἶπέρ ἐστιν ἐν καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ. καὶ ποιεῖσθαι μὲν παρ’ οὐδὲν τὴν αὐτοῦ ζωὴν, ἑτέροις γε μὴν τὸ χρῆμα ἐνεῖναι ἑλέσθαι. τί οὖν ἄρα φησὶν, τῆς Ἰουδαίων σωτηρίας ἀντάλλαγμα τὴν ἑαυτοῦ προτιθείς; οὐκοῦν ὑπερβολικὸς ὁ λόγος, καὶ ἀγάπης ἀπόδειξιν ἔχει τῆς τελεωτάτης. “ηὐχόμην γάρ,” φησιν, “ἀνάθεμα εἶναι αὐτὸς ἀπὸ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου.” ὅμοιον γὰρ ὡς εἴπερ λέγοι· εἰ προσκεκρουκότος ἐμοῦ τῷ Χριστῷ, ὁ Ἰσραὴλ ἀνασώζεται, εἱλόμην ἃν αὐτὸς ἐγὼ, ὁ πᾶσι 'διακηρύττων, “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ,” τὸ οὕτω δεινὸν ὑποστῆναι κακὸν, καὶ εἷς ὑπὲρ πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν, σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν Ιουδαίων τινὲς οἷον ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον, τοῖς διὰ Μώσεως ἀντιφέρεσθαι νόμοις. ταύτῃ τοῖς πιστεύσασιν ἐπιστέλλει λέγων, “εἴτε γὰρ ἐξέστημεν Θεῷ· εἴτε σωφρονοῦμεν “ὑμῖν.” οὐκοῦν ἑλοίμην ἃν ἔγωγε καὶ μάλα προθύμως, φησὶ, ἵνα τοὺς ἐξ αἵματος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ.

  48. 9.1.4.1

    Σευηριανοῦ. τὴν ὑπερβολὴν οὖν τοῦ εἰς Χριστὸν ἐνδεικνύμενος φίλτρου, τοῦτο φησίν.

  49. 9.1.4.2

    Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ ἡττημένου. Καὶ τολμήσας τι μεῖζον ὑπὲρ τῶν ἀδελφῶν αὐτοῦ τῶν κατὰ σάρκα, ἵνα τολμήσω τί καὶ αὐτὸς οὕτω λέγων, ἀντεισαχθῆναι τούτους ἑαυτοῦ Χριστῷ διὰ τὴν ἀγάπην εὔχεται. ὣ τῆς μεγαλονοίας. ὣ τῆς τοῦ πνεύματος ζέσεως. Χριστὸν τὸν γενόμενον ὑπὲρ ἡμῶν κατάραν. τὸν τὰς ἀσθενείας ἡμῶν λαβόντα καὶ τὰς νόσους βαστάσαντα. ἣ τό γε μετριώτερον εἰπεῖν, παθεῖν τί ὑπὲρ αὐτῶν· καὶ ὡς ἀσεβὴς δέχεται πρῶτον ἀπὸ Χριστοῦ, μόνον εἰ οὗτοι σώζοιντο.

  50. 9.1.5.1

    Μαξίμου. Ηὐχόμην, λέγων, παραδοθῆναι ἀπὸ Χριστοῦ τῷ δια- βόλῳ, ὥστε μαστιγωθῆναι, καὶ τὰς ὑπὲρ τοῦ Ἰσραὴλ ὑπομεῖναι κολάσεις, ἃς κατὰ τὸ δίκαιον ἐχρεώστουν ὑπὲρ τῆς εἰς Θεὸν αὐτῶν ἀπιστίας, μόνον, ἵνα σωθῶσι· καθ’ ὃν τρόπον καὶ ὁ Κύριος παρέδωκεν ἑαυτὸν, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα.

  51. 9.1.6.1

    Φωτίου. Ἀλλὰ πῶς φησιν, ὃν οὐδὲν χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, οὗτος ὑπὲρ συγγενῶν ἐπιζητεῖ καὶ εὔχεται τούτου χωρισθῆναι; οὐκ ἔστιν ἐναντία ταῦτα, ἀλλὰ καὶ μᾶλλον συνᾴδει. ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, τὸν Θεὸν ἀγαπᾷ. “ἐν τούτῳ “γὰρ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἐστὲ, ἐὰν ἀγάπην “ἔχητε πρὸς ἀλλήλους.” ναί φησιν· ἀλλ’ ἐνταῦθα προκρίνει τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὴν τοῦ πλησίον. ἀλλὰ τὸ φιλεῖν ἐκείνους, τὸ οἰκειῶσαι τῷ Χριστῷ ἐστι. δείκνυσι γοῦν τὴν ὑπερβάλλουσαν ἀγάπην, ὅτι καὶ ἑτέρους συνήλαυνεν εἰς αὐτόν. οὕτω γὰρ ἃν νοοῖτο τὸ ῥητόν. εἰ ἦν δυνατὸν διὰ τῆς ἐμῆς ἀπωλείας, δοξασθῆναι τὸν Χριστὸν, καὶ σωθῆναι τοὺς Ἰουδαίους, οὐδὲ τοῦτο ἃν παρῃτησάμην. ἄλλως τε οὐ δὲ λέγει ἀνάθεμα γενέσθαι. τουτέστιν, ἀπὸ τοῦ νῦν αὐτοῦ χωρισθῆναι· τοῦτο γὰρ ἀπευκτότατον· ἀλλὰ ἀνάθεμα εἰναι. τουτέστι, κεχωρισμένον ἔτι εἶναι, καὶ μήπω τῷ Χριστῷ προσελθεῖν, ἀλλ’ ἔτι κεχωρισμένον αὐτοῦ εἶναι· εἰ τοῦτο εἰς τὴν ὑμετέραν εἴσοδον καὶ πίστιν τὴν εἰς αὐτὸν συνετέλει. μὴ γὰρ ὅτι προσῆλθον τῷ Χριστῷ, διὰ τοῦτο καὶ ὑμᾶς με προκαλεῖσθαι νομίσητε, φησίν. καὶ πρὸ ἐμοῦ ὑμᾶς ἠβουλόμην προσδραμεῖν αὐτῷ.

  52. 9.1.6.2

    Ἀλλὰ φέρε καὶ αὖθις ἄνωθεν τήν τε ἀκολουθίαν τῶν εἰρημένων καταμάθωμεν· καὶ αὐτὰ τὰ ῥήματα εἰς μέσον ἀγάγωμεν.

  53. 9.1.7.1

    Θεοδωρήτου. Ἀπέδειξεν ὁ θεῖος Ἀπόστολος περὶ τὰς ἀρχὰς τῆς ἐπιστολῆς, ὡς ἀναγκαία καὶ τῶν ἀρρήτων πρόξενος ἀγαθῶν τοῖς πιστεύουσιν ἡ τοῦ Σωτῆρος ἐνανθρώπησις. Ἰουδαίους τὲ γὰρ ἤλεγξεν, ἐκ τῆς τοῦ νόμου θέσεως μείζοσι κατηγορίαις ὑπευθύνους γεγενημένους, καὶ τοὺς ἄλλους ἅπαντας τῆς φύσεως παραβάντας ’τον νόμον. καὶ γυμνώσας τῆς τιμωρίας τὴν ἀπειλὴν, τῆς εὐαγγελικῆς χάριτος τὰ δῶρα παρέθηκε, καὶ τὴν ἐκ πίστεως σωτηρίαν ὑπέδειξεν. ἵνα μήτε Ἰουδαῖοι δυσχεραίνωσι κατηγορεῖσθαι τὸν νόμον ὑπειληφότες· μήτε μὴν οἱ περὶ τὴν παλαιὰν ἀπεχθῶς διακείμενοι αἱρετικοὶ, πρόφασιν εἰς τὴν κατὰ τοῦ νόμου συκο- φαντίαν λάβωσιν. ἐκ τῆς γεγενημένης παρεξετάσεως, ἔδειξεν ἀναγκαίως τοῦ νόμου τὸ χρήσιμον· καὶ πολλαῖς αὐτὸν ἐταινίωσεν εὐφημίαις. ἐπεὶ δὲ πάλιν Ἰουδαῖοι τὸν πατριάρχην Ἁβραὰμ προβαλλόμενοι, καὶ τὰς πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ γεγενημένας ἐπαγγελίας, ἐναντίον ταύταις ἐπειρῶντο δεικνύειν τῶν Ἀποστόλων τὸ κήρυγμα, παρὰ τὴν θείαν ὑπόσχεσιν τοῖς ἔθνεσι προσφερόμενον, ἀναγκαίως καὶ τούτους εἰς μέσον προφέρει τοὺς λόγους. καὶ σοφῶς ἄγαν διαλύει, καὶ γραφικαῖς μαρτυρίαις, καὶ παραδείγμασι παλαιοῖς εἰς καιρὸν κεχρημένος. καὶ δεικνὺς ἐναργῶς τῶν θείων ὑποσχέσεων τὴν ἀλήθειαν. μέλλων μέντοι τῆς Ἰουδαίων ἀπιστίας κατηγορεῖν, πρῶτον ἣν ἔχει περὶ αὐτοὺς φιλοστοργίαν γυμνοῖ. εἰπὼν δὲ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, ὤφειλε μὲν προσθεῖναι διὰ τὴν Ἰουδαίων ἢ ἀποβολὴν ἣ ἀπιστίαν. φειδοῖ δὲ κεχρημένος, ταῦτα μὲν οὐ τέθεικε τὰ ῥήματα. τὴν δὲ τούτων διὰ τῶν ἑξῆς διδάσκει διάνοιαν. σφόδρα δὲ ἁρμοζόντως παρενέθηκε, καὶ τὸ, “αὐτὸς ἐγώ.” τῶν ἤδη περὶ τῆς ἀγάπης τῆς πρὸς τὸν χριστὸν εἰρημένων, ἀναμιμνήσκων. καὶ μονονουχὶ λέγων, ὅτι ἐγὼ ὃν οὐδὲν χωρίσαι δυνήσεται ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, ὑπὲρ τῆς Ἰουδαίων σωτηρίας ἥδιστα ἃν ἐχωρίσθην αὐτοῦ. δῆλον δὲ ὅτι οὐ τούτους προτιμῶν τοῦ σεσωκότος, ἀλλὰ διὰ τὸν περὶ ἐκεῖνον ἔρωτά τε καὶ πόθον, ταῦτα εἴρηκε· πάντας ὑποκύπτοντας ἰδεῖν ποθῶν, καὶ ἀσπασίως δεχομένους τὸ κήρυγμα.

  54. 9.1.8.1

    Χρυσοστόμου. Αὐτὸς ἐγὼ ὁ διδάσκαλος πάντων γενόμενος· ὁ μυρία κατορθώματα συναγαγών· ὁ μυρίους ἀναμένων στεφάνους· ὁ ποθήσας αὐτὸν οὕτως, ὡς πάντων αὐτοῦ προτιμῆσαι τὴν ἀγάπην· ὁ κἀς ἑκάστην ἡμέραν δι’ αὐτὸν ἀποθνήσκων. καὶ εὔχεται μὲν ἃ εἴπομεν. ἐπειδὴ δὲ οὐκ ἔμελλε γενέσθαι οὕτως, οὐδὲ ἔμελλεν ἀνάθεμα εἶναι, πειρᾶται λοιπὸν καὶ εἰς ἀπολογίαν ἐμβῆναι τῶν ἐγκλημάτων· καὶ τὰ θρυλλούμενα παρὰ πάντων εἰς μέσον ἀγαγὼν, ἀνάτρεψαι. πρὶν δὲ εἰς τὴν σαφῆ τούτων ἀπολογίαν ἐμβῆναι, τὸ σπέρματα αὐτῆς ἤδη προκαταβάλλεται· ὅταν γὰρ λέγῃ, “ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα, καὶ τὰ ἑξῆς, οὐδὲν ἄλλο φησὶν, ἣ ὅτι ὁ Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι· καὶ τοῦτο ἐδήλωσε δι’ ὧν ἔμπροσθεν ἐποίησε· καὶ δι’ ὧν ὁ Χριστὸς ἐξ ἐκείνων ἐγένετο· καὶ δι’ ὧν τοῖς πατράσιν ἐπηγγείλατο· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμο- συνῆς ἀπεκρούσαντο τὴν εὐεργεσίαν· διὸ καὶ ἐκεῖνα τίθησιν ἅπερ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστὶν ἐνδεικτικὰ μόνον, οὐκ ἐκείνων ἐγκώμια· καὶ γὰρ ἡ υἱοθεσία τῆς αὐτοῦ γέγονε χάριτος, καὶ ἡ δόξα, καὶ αἱ ἐπαγγελίαι, καὶ ὁ νόμονς.

  55. 9.1.8.2

    Κυρίλλου ἐκ τῶν εἰσ τὴν γένεσιν. ἰσραηλῖται δὲ ἐκλήθησαν θῆσαν ἀπὸ τοῦ προπάτορος αὐτῶν Ἰακώβ· ὃς Ἰσραὴλ μετωνομάσθη, ἐκ τοιαύτης αἰτίας. ὑποστρέφων ἀπὸ τῆς Μεσοποταμίας ὁ Ἰακὼβ, προσήγγισε τῷ χειμάρρῳ ἰακώβ. δεῖ γὰρ τὴν ἱστορίαν εἰπεῖν, εἶτα καὶ τίνων σύμβολα παραστῆσαι. ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν Ἰακὼβ, καὶ ἔλαβεν αὐτούς. καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. ὑπελείφθη δὲ Ιακὼβ μόνος. καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ ἕως πρωΐ. εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν. καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ. καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ. καὶ εἰπεν αὐτῷ· ἀπόστειλόν με. ἀνέβη γὰρ ὁ ὄρθρος. καὶ εἶπεν οὗτος. οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπε δὲ αὐτῷ· τί τὸ ὄνομά σου ἐστίν; ὁ δὲ, εἶπεν, Ἰακώβ. λέγει αὐτῷ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραήλ. ὅτι ἐνίσχυσας μετὰ Θεοῦ. καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. ἔσῃ. τί τὸ ἐκ τούτων δηλούμενον; πῶς οὐκ ἄξιον ἰδεῖν, τὸν μὲν προσπαλαίοντα τῷ Ἰακὼβ, φαμὲν ἅγιον Ἄγγελον εἰς τύπον Χριστοῦ τὸ καθ’ ἡμᾶς διὰ τὸ ἀνθρώπινον; ὅτι δὲ μὴ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ διέβη τὸν χειμάρρουν, ἤτοι τὸν Ἰακὼβ, ὃς ἑρμηνεύεται πάλη, γέγονεν αὐτῷ ἡ δοκοῦσα μάχη.

  56. 9.1.8.3

    Καὶ τίς ἃν νοοῖτο τούτων ὁ λόγος; πρὸς μὲν γὰρ τοὺς διαβαί- νοντας τὸν Ἰορδάνην, οὗ καὶ εἰς τύπον Ἰακὼβ, οὐ παλαίει Χριστὸς, οὐδὲ ἐν τάξει πολεμίων ἣ ἀντιπάλων ποιεῖται, τοὺς τὰ αὐτοῦ τιμῶντας μυστήρια. διασώζει δὲ, μᾶλλον καὶ τὸν κόσμον νενικηκότας, ὡς ἐν μάχῃ φημὶ τῇ νοητῇ, στεφανοῖ, καὶ ταῖς ἀνωτάτω καταφαιδρύνει τιμαῖς. πάλη δὲ ὄνομα τῷ ποταμῷ. “βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπά- “ζουσιν αὐτήν.” “καὶ στενὴ λίαν ἡ πύλη, καὶ τεθλιμμένη ἡ “ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες “αὐτήν.” ὅτι τοίνυν οἱ ἐξ Ἰακὼβ ἐσόμενοι κατὰ καιροὺς, οὔτε τὸν Ιορδάνην ἔμελλον διαβήσασθαι. τουτέστι τὴν διὰ τοῦ ἁγίου βαπτίσματος χάριν. αὐτὸν τὲ λοιπὸν ἀντίπαλον ἕξειν τὸν Ἐμμανουὴλ, ὑπεδήλου τὸ γεγονός. ὅτι γὰρ οἱ μὴ τιμῶντες τὴν πίστιν, πάντη τὲ καὶ πάντως καταλογισθήσονται εἰς ἀνθεστηκότας, πλη- ροφορήσει λέγων αὐτὸς ὁ Σωτήρ, “ὁ μὴ ὣν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ “ ἐστιν·” ἀλλὰ μετ’ αὐτοῦ μὲν εἶεν ἃν οἱ πεπιστευκότες· ἀληθὲς δὲ καὶ τὸ ἔμπαλιν. πῶς οὖν ἐνδοιάσειέ τις; πλὴν ἐπάλαιε, φησὶ, μετὰ Ἰακὼβ, ἄνθρωπος ἕως πρωί. καὶ εἶπεν ὅτι οὐ δύναται πρὸς αὐτόν. ἀκούεις ὅπως ἐν νυκτὶ γέγονεν ἡ πάλη; ἠλέγχετο δὲ πίπτων καὶ νικώμενος. ὅτι τὰ ἀνέφικτα ἐζήτει, θεομαχεῖν ἡρημένος· περιέσεσθαι προσδοκῶν τοῦ πάντα ἰσχύοντος Χριστοῦ. τοῦτο οἶμαι ἐστὶν ὅπερ ἔφη καὶ ὁ θεσπέσιος ψαλμῳδὸς, “ διελο- “γίσαντο βουλὴν, καὶ οὐ μὴ δύνωνται στῆναι.” δῆλον δὲ ὅτι περὶ τῶν ἐξ Ἰσραήλ· ὅτι δεινὰ κατὰ τῆς ἑαυτῶν ἐσκέπτοντο κεφαλῆς· ἵνα μὴ λέγοιμι Χριστοῦ. ἐμαχέσαντο τοίνυν τῷ Χριστῷ ἐν σκότει γεγονότες. τουτέστι, τὸν θεῖον εἰς νοῦν οὐκ ἔχοντες λογισμόν. οὔτε μὴν τὴν διαυγάζουσαν ἡμέραν, οὔτε τὸν ἀνίσχοντα νοητῶς ἑωσφόρον ἐν ταῖς τῶν πιστῶν καρδίαις. διαμεμενήκασι γὰρ ἀπειθεῖς, καὶ ὡς ὁ προφήτης φησὶν “ ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο “αὐτοῖς σκότος. μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν.”

  57. 9.1.8.4

    Αλλ᾿ ὅ γε μέγας Ἀπόστολος Παῦλος τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ τὸν διὰ πνεύματος φωτισμὸν πεπλουτηκόσιν ἐπιστέλλει λέγων, “οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους, ἀλλ’ υἱοὶ φωτὸς καὶ ἡμέρας.” ὅτι δὲ ἀμείνους τῆς Ἰουδαίων ἀμαθίας γεγόνασι, καὶ τὸν ἐκείνοις πρέποντα παρήλασαν σκότον, ὑπεδήλου προστιθεὶς, “ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν “τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. ὡς “ ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.” οὐκοῦν ἐν ἡμέρᾳ μὲν οἱ πιστεύσαντες. οἱ δὲ ἀπειθεῖς ὡς ἐν νυκτὶ καὶ σκότῳ μάχονται τῷ Χριστῷ. τοῦτο πεπράχασιν οἱ ἐξ ἰακώβ· πλὴν ἠσθενήκασι καὶ νενίκηνται, καὶ ὀρθοποδεῖν οὐκ ἔχουσιν. “ἥψατο γάρ,” φησι, “ὁ “παλαίων ἄνθρωπος μετὰ τοῦ Ἰακὼβ, τοῦ πλάτους τοῦ μηροῦ “ αὐτοῦ. καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ τοῦ Ἰακὼβ, ἐν τῷ “παλαίειν αὐτὸν μετ’ αὐτοῦ.” τί δὲ δὴ ἄρα κἀντεῦθεν εἰσόμεθα, φέρε λέγωμεν u ὡς ἔνι. ὁ μηρὸς ὡς ἐπίπαν παρά γε τῇ θεοπνεύστῳ γραφῇ, τὰ εἰς τέκνων γονὴν ἀναγκαῖα τοῦ σώματος ὑπεμφαίνει μόρια. καὶ αὐτὴν δὲ λοιπὸν ὡς ἐκ τούτου τὴν γονήν. περὶ μηροὺς γὰρ ἅπασι τὰ παιδοποιὰ κεῖται μέλη. καὶ γοῦν καὶ ὁ μακάριος Αβραὰμ, ὅτε τὸν γνήσιον οἰκέτην, γυναῖκα τῷ Ἰσαὰκ ληψόμενον, εἰς τὴν τῶν ποταμῶν ἐξέπεμπε μέσην, ὀμνύειν ἐκέλευε λοιπὸν, οὕτω λέγων, “ θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου.” τουτέστιν, ὄμνυθι μετὰ Θεὸν, καὶ κατὰ τῶν ἐσομένων ἐξ ἐμοῦ, καὶ γονῆς τῆς δεσποτικῆς. ὁ μηρὸς οὖν ἄρα τοὺς ἐκ μηρῶν σημαίνει. ἐνάρκησε τοίνυν ὁ μηρὸς Ἰακώβ. ἐχώλαναν γὰρ οἱ ἐκ μηρῶν αὐτοῦ γεγονότες. τουτέστιν, οἱ ἐξ Ἰσραήλ. καὶ μάρτυς αὐτὸς ὁ Σωτῆρ’ οὕτω λέγω, διὰ φωνῆς τοῦ Δαβὶδ, “υἱοὶ ἀλλότριοι ἐψεύσαντό με. υἱοὶ ἀλλό- “ τριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτων,” ὅτι δὲ χωλότητα τὴν νοητὴν ὑπομενένηκεν ὁ Ἰσραὴλ, καὶ ὁ σοφὸς ἠπίστατο Παῦλος· γράφει γοῦν καὶ αὐτὸς, “ διὸ τὰς παρειμένας “ χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. καὶ “ ὀρθὰς ποιήσατε τοῖς ποσὶν ἡμῶν·” ἵνα μὴ τὸ χωλὸν ἰαθῇ δὲ μᾶλλον.

  58. 9.1.8.5

    Ιασις δὲ τῆς τοιᾶσδε χωλότητος, οὐκ ἃν ἑτέρως γένοιτό ποτε, πλὴν ὅτι διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως καὶ ἀγάπης. οἱ δὲ τὴν πίστιν μὴ προσηκάμενοι, μεμενήκασιν ἐν χωλότητι καὶ ἐν ἐκτροπῇ τοῦ πάθους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. αἴνιγμα δὴ οὖν τῆς Ἰσραὴλ χωλότητος νοητῆς τὸ συμβεβηκὸς τῷ Ἰακὼβ περὶ τὸν μηρὸν πάθος, ἐν τῷ παλαίειν αὐτόν. πλὴν ὅτι ψευδοεπήσαιμεν ἃν οὔτι που διαβεβαιούμενοι τε καὶ λέγοντες, ὅτι τοῖς οὖσιν ἐν νυκτὶ καὶ σκοτίαν ἔχουσιν εἰς νοῦν, ἀντιφέρεται τρόπον τινὰ καὶ προσπαλαίει Χριστὸς, παραλύων εἰς χωλότητα τὴν πνευματικήν. ἀναμάθοι δ’ ἄν τις τοῦτο εὐκόλως καὶ διὰ τῶν ἐφεξῆς. ἔφη γὰρ τῷ Ἰακὼβ ὁ προσπαλαίων ἄνθρωπος “ “με. ἀνέβη γὰρ ὁ ὄρθρος.” συνίης ὅπως οὐκ ἀνέχεται προσπαλαίειν διαυγαζούσης ἡμέρας ; οὐ γὰρ μάχεται τοῖς ἐν φωτὶ γεγονόσιν οἷς ἃν εἴη πρέπον, εἰς τοῦτο λαμπρότητος διεληλακόσι, καὶ τὸ φάναι λοιπὸν, “ ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.” καὶ πρός γε δὴ τούτῳ τὸ “ πρῒ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωῒ παραστή- “ σομαί σοι, καὶ ἐπόψει με.” ἀνίσχοντος γὰρ ἡμῖν τοῦ φωτὸς τῆς δικαιοσύνης, τουτέστι Χριστοῦ, καὶ νοητὴν ἐν καρδίαις ἱέντος αὐγήν. τότε δὴ τότε καὶ μάλα λαμπροὶ παραστησόμεθα αὐτῷ διὰ τῆς εἰσάγαν ἐπιεικείας, καὶ τῆς ἄνωθεν ἐποπτείας, ἑαυτοὺς ἀποφανοῦμεν ἀξίους. “ ὀφθαλμοὶ γάρ,” φησι, “ Κυρίου ἐπὶ δι- “καίους.” ὄρθρου δὴ οὖν ἀνίσχοντος, τὴν πάλην καταλύει.

  59. 9.1.8.6

    Θέα δὲ ὅπως οἰκονομικῶς καὶ εὐτεχνέστατα λίαν διδάσκει τὸν Ιακὼβ ἀποπηδᾶν ἐθέλοντος, μεταποιεῖσθαί τε καὶ λίαν ἐπιθυμεῖν ἐπιδοῦναι τι τῶν ἀναγκαίων εἰς σωτηρίαν αὐτῷ. ὁ γὰρ ὅλως νενικηκὼς καὶ ἀποστῆναι δυνάμενος, εἰ μὴ μεθεῖτο τυχὸν ὁ νενικημένος, ἐξουσίαν ὡσπερεὶ διδοὺς τοῦ, εἴπερ ἕλοιτο καὶ ἀπρὶξ ἔχεσθαι τυχὸν, “ ἀπόστειλόν με,” φησιν. τούτῳ προσεοικὸς τὸ πρὸς Μωσέα παρὰ Θεοῦ σοφῶς τε καὶ οἰκονομικῶς εἰρημένον. ἐβουλεύετο μὲν γὰρ εἰδωλολατροῦντα κατὰ τὴν ἔρημον, μεμοσχοποίηκε γὰρ, ἐξαιτῆσαι δίκας τὸν ἀπόπληκτον Ἰσραήλ. ἐφιεὶς δὲ ὥσπερ τῷ μακαρίῳ Μωϋσῇ, καὶ κατακωλύειν εἰ βούλοιτο τὴν ὀργὴν, καὶ τὰς ὑπὲρ τῶν ἡμαρτηκότων ποιεῖσθαι λιτὰς, “ ἔασόν με,” φησὶν, “ καὶ ἐξολοθρεύσω αὐτοὺς, καὶ ποιήσω σε εἰς “ἔθνος μέγα.” ἐπειδὴ δὲ συνῆκε Μώσης τῆς θείας ἡμερότητος τὴν οἰκονομίαν, ἐπὶ τὸ κωλύειν ἔρχεται, καὶ φησὶν, “εἰ μὲν ἀφῇς “αὐτοῖς τὴν ἁμαρτίαν, ἁφῆς. εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου ταύτης ἧς ἔγραψας.” οὐκοῦν κατὰ τοιόνδε τρόπον εἰρή- σεται πρὸς Ἰακὼβ τὸ, “ἀπόστειλόν με,” παρὰ τοῦ παλαίοντος μετ’ αὐτοῦ. ὁ δὲ, τάχα που συνεὶς, τίς ὁ παλαίων ἐστὶ, καὶ ἐν αἰσθήσει γενόμενος τοῦ παντὸς πράγματος, μεταποιεῖται λίαν, καὶ φησὶ, “οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς.” ηὐλόγηται δὲ, καὶ γέγονεν αὐτῷ τῆς εὐλογίας ὁ τρόπος, ἐξ ὀνόματος τοῦ πρώτου πρὸς ἕτερον μεταβιβασμένος. “οὐ κληθήσεται γὰρ τὸ ὄνομά σου Ἰακώβ. “ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.” τοῦ μὲν Ἰακὼβ σημαίνοντος τὸν πτερνίζοντα· τουτέστι, τὸν ἀδρανῆ καὶ νηφάλιον εἰς τὸ δύνασθαι κατορθοῦν ἃ δεῖ. τοῦ δὲ Ἰσραὴλ, εἰς νοῦν ὁρῶντα Θεὸν, ἑρμηνευομένου.

  60. 9.1.8.7

    Τίς οὖν ὁ λόγος, φέρε δὴ λέγωμεν. βραχὺ τὴν ἀφήγησιν ἀνόπιν ἀνασειράζοντες. παλαίσας ὁ Ἰακὼβ καὶ νενικημένος, καὶ παθὼν ἐν σκότῳ τὴν νάρκησιν τὴν ἐν τῷ μηρῷ δηλονότι, τὸ λοιπὸν ἀντέχεται τοῦ παλαίοντος ὡς εἰρηνικὸς, διαυγάζοντος ἤδη φωτὸς, καὶ ὄρθρου λοιπὸν γεγονότος. ἐξεβιάζετο δὲ ὥσπερ εἰς εὐλογίας αὐτόν. καὶ δὴ καὶ ηὐλόγηται. μετωνόμασται γὰρ Ἰσραήλ. ἀντεξάγων γὰρ ὥσπερ ὁ Ἰσραὴλ τῷ Ἐμμανουὴλ τὸ ἀπειθὲς καὶ δυσάγωγον, πλὴν ὡς ἐν ἀγνοίᾳ καὶ σκότῳ τῷ τῆς ἀμαθίας φημί· πεπώρωτο γάρ· ἐπέγνω μόλις ἀνίσχοντος καὶ αὐτῷ κατὰ νοῦν τοῦ θείου φωτός. ηὐλόγηται τε παρὰ Χριστοῦ· κἂν μὴ ἅπας τυχὸν, ἀλλ’ οὖν ἐν μοίρᾳ τινὶ τῶν πεπιστευκότων. “γέγονε γὰρ λεῖμμα κατ’ “ἐκλογὴν χάριτος τῷ Ἰσραὴλ,” κατὰ τὸ γεγραμμένον. καὶ πεπιστεύκασι τῶν Ἰουδαίων, οὐκ ὀλίγοι τὸν ἀριθμόν· καὶ πρόγε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταί. οἳ ποτὲ μὲν ἦσαν Ἰακώβ· τὸ ἀδρανὲς ἔχοντες ἐν νόμῳ, καὶ οἱονεὶ πτερνίζοντες, παριππεύοντες γοργῶς, καὶ ὅτι μάλιστα παραιτούμενοι τὸ προσκρούειν Θεῷ. ἄμεμπτοι γὰρ ἦσαν κατὰ τὴν δικαιοσύνην τὴν ἐν νόμῳ. γεγόνασι δὲ μετὰ τοῦτο καὶ Ἰσραήλ. τουτέστι, μετακεχωρήκασιν εἰς νοῦν ὁρῶντα λοιπὸν Θεόν. τὸ γὰρ Χριστὸν εἰδέναι, τίς δὴ ἄρα καὶ πόθεν καὶ ὅπως γέγονε καθ’ ἡμᾶς; ἣ ποῖος αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ πλοῦτος; τοῦτο εἶναι φημὶ τῆς ἀληθοῦς θεοπτίας εἰσδέξασθαι κατὰ νοῦν τὸ φῶς. οὐκοῦν κἂν εἴτις εἴη ἀληθῶς Ἰακὼβ, τουτέστιν εἰ πτερνίζειν δύναιτο, καὶ διαδιδράσκειν ἀστείως καὶ νεανικῶς, πᾶν ὅπερ ἐστι παραλύειν εἰδὸς, καὶ καλοῦν εἰς ἁμαρτίαν, προκόψει διὰ Χριστοῦ καὶ εἰς σύνεσιν ἁγιοπρεπῆ· κεκλήσεται δὲ καὶ Ἰσραήλ· τουτέστι, Θεὸν ὁρῶν· τότε δὴ τότε καὶ μετὰ ἀνθρώπων ἔσται δυνατὸς, ἐνισχύσας μετὰ Θεοῦ. οὐ γὰρ νοῦ τὸ ἄναλκι κατηρρωστηκότος, ἔργον ἃν γένοιτο τὸ εἰδέναι Θεὸν, καὶ τὴν ἐπ’ αὐτῷ γνῶσιν ἑλεῖν, εἰ καὶ ἐν ἐσόπτρῳ βλέπει καὶ αἰνίγματι. ἀλλὰ τοῦ πρὸς τοῦτο λοιπὸν εὐσεβείας ἐνηνεγμένου, ὡς δι’ οὐδενὸς μὲν ποιεῖσθαι λόγου τὰ σαρκικὰ καὶ ἐγκόσμια· γοργῷ δὲ ὥσπερ καὶ ἀκαθέκτῳ φρονήματι διατάττειν δύνασθαι πρὸς τὸ τῷ Θεῷ δοκοῦν. οὕτω τοίνυν Ἰσραὴλ μετονομασθέντος τοῦ ακὼβ, καὶ οἱ ἐξ αὐτοῦ Ἰσραηλῖται λέγονται.

  61. 9.1.9.1

    Θεοδωρήτου. “Οἵ τινες,” φησὶν, “Ἰσραηλῖται εἰσίν.” ἦν γὰρ καὶ τοῦτο τὸ ὄνομα μέγα καὶ πολυθρύλλητον. ἐπιτεθὲν μὲν παρὰ τοῦ Θεοῦ τῷ προπάτορι· καθάπερ δέ τις κλῆρος εἰς τοὺς ἐκγόνους παραπεμφθέν. “ ὧν ἡ υἱοθεσία·” “ υἱὸς γάρ,” φησιν, “πρωτό- “ τόκος μου Ἰσραήλ.” “ καὶ ἡ δόξα·” περιφανεῖς γὰρ ἀπὸ τῶν θαυμάτων ἐγένοντο. “καὶ αἱ διαθῆκαι.” οὐ γὰρ μόνον τὴν παλαιὰν, ἀλλὰ καὶ τὴν καινὴν αὐτοῖς ὑπέσχετο δώσειν. “θήσομαι “γὰρ,” φησὶν, “τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινήν· οὐ κατὰ τὴν “διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.” ἀλλὰ ταύτην αὐτοὶ λαβεῖν οὐκ ἠθέλησαν. “καὶ ἡ νομοθεσία.” αὐτοῖς γὰρ τὸν Μωσαϊκὸν ἐδεδώκει νόμον. “καἰ ἡ λατρεία.” τῶν γὰρ ἄλλων ἐθνῶν αὐτοὺς προτιμήσας, τὴν νομικὴν ἱερουργίαν ἐδίδαξε. “ καὶ αἱ “ἐπαγγελίαι.” αἵτε πρὸς τοὺς πατέρας παρὰ τοῦ Θεοῦ γεγενημέναι, καὶ αἱ διὰ τῶν προφητῶν προενηνεγμέναι. “ὧν οἱ πα- “τέρες” οἱ ἀοίδιμοί τε καὶ πολυθρύλλητοι. ὧν Θεὸς ἐχρημάτισεν ὁ Θεός. εἶτα τελευταῖον τέθεικε τὸ μεῖζον τῶν ἀγαθῶν. “καὶ ἐξ “ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα.” καὶ ἤρκει μὲν ἡ τοῦ κατὰ σάρκα προσθήκη παραδηλῶσαι τοῦ Χριστοῦ τὴν θεότητα· ὁ δὲ, προστέθεικε τὸ, “ ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς “αἰῶνας. ἀμήν.” καὶ τῶν φύσεων δεικνὺς τὴν διαφορὰν καὶ τοῦ θρήνου διδάσκων τὸ εὔλογον· ὅτι ἐξ αὐτῶν μὲν κατὰ σάρκα ὁ ἐπὶ πάντων Θεός· αὐτοὶ δὲ τῆς συγγενείας ταύτης ἐξέπεσον.

  62. 9.1.10.1

    Χρυσοστόμου. Ἅμα δὲ καὶ ὡς λογισάμενος ἅπερ εἰς αὐτοὺς ὁ Θεὸς ἐνεδείξατο, εἶπεν, “ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν.” τὴν ὑπὲρ πάντων εὐχαριστίαν ἀναφέρων αὐτὸς τῷ μονογενεῖ τοῦ Θεοῦ. εἰ γὰρ καὶ ἕτεροι βλασφημοῦσιν, ἀλλ’ ἡμεῖς οἱ τὰ ἀπόρρητα εἰδότες αὐτοῦ, ἴσμεν σαφῶς ὅτι τοῦ δοξάζεσθαι ἄξιος.

  63. 9.1.10.2

    Βασιλείου ἐκ τῶν ἀντιρρητικῶν. “ Ὁ δὲ ἐπὶ πάντων “Θεὸς” ἐξ ἀνάγκης ὑπερέχων πάντων. ὁ Ἀπόστολος οὖν Θεὸν εἰπὼν τὸν Σωτῆρα, οὐχὶ καὶ τοῦ Πατρὸς εἰπε μείζονα. οὐ γὰρ πρὸς αὐτὸν ἀντιδιέστειλεν· ἀλλὰ πρὸς τοὺς λεγομένους μὲν ψευδῶς θεοὺς, μὴ ὄντας δέ.

  64. 9.1.10.3

    Γρηγορίου Νύσσησ ἐκ τοῦ κατὰ εὐνομίου. βπ᾿ λόγοσ. Εἰ τοίνυν ἐπὶ πάντων Θεὸς ὁ Σωτῆρ’, οἱ ἀποξενοῦντες αὐτὸν τῆς οὐσίας τοῦ Πατρὸς, καὶ κτιστὸν λέγοντες, τι χλευαστικῶς αὐτῷ τὴν ψευδώνυμον κλῆσιν χαρίζονται, τῷ ἀλλοτρίῳ τῆς ἀληθινῆς θεότητος, τὴν Θεὸς φωνὴν μάτην ὥσπερ τοῖς εἰδώλοις. ὥστε ἣ μὴ δὲ Θεὸν ὁμολογείτωσαν αὐτὸν, οἱ κτιστὸν εἶναι διοριζόμενοι, ἵνα φανῶσιν Ἰουδαίζοντες. ἢ εἴπερ ὁμολογοῦσι τὸν κτισθέντα εἶναι Θεὸν, εἰδωλολατρεῖν μὴ ἀρνείσθωσαν.

  65. 9.1.10.4

    Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Καὶ εἰ μηδὲν τῶν γεγενημένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεός. ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υἱός. οὐκ ἄρα τῶν γενομένων ἐστίν. εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν· ἔστι δὲ ἐπὶ πάντων Θεός· καὶ

  66. 9.6.verse.1

    ὁ πατὴρ γενητὸς ἔσται κατ’ αὐτοὺς, ὅπερ ἀσεβὲς ἐννοεῖν.

  67. 9.6.verse.2

    Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα, ἀλλ’, ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἀπαγγελίας λογίζεται εἰς σπέρμα. ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.

  68. 9.6.1.1

    Χρυσοστόμου. Ἐμβαίνει λοιπὸν εἰς τὸν παρὰ τῶν πολλῶν ζητούμενον λόγον. καὶ γὰρ ἐζήτουν πολλοὶ, καθάπερ ἔφθην εἰπὼν, τινὸς ἕνεκεν οἱ μὲν δεξάμενοι τὴν ἐπαγγελίαν, ἐξέπεσον. οἱ δὲ μὴ ἀκούσαντες αὐτῆς πώποτε, πρὸ ἐκείνων ἐσώθησαν. ταύτην τοίνυν λύων τὴν ἀπορίαν, πρὸ τῆς ἀντιθέσεως τὴν λύσιν εἰσάγει. ἵνα γὰρ μὴ λέγῃ τίς· τι οὖν σὺ μᾶλλον φροντίζεις τῆς δόξης τοῦ Θεοῦ, ἢ ὁ Θεὸς τῆς ἑαυτοῦ; καὶ τῆς παρὰ σοῦ δεῖται βοηθείας, ἵνα μὴ ἐκπέσῃ ὁ λόγος αὐτοῦ ; κἂν μὴ σὺ γένῃ ἀνάθεμα, ἐκπίπτει αὐτοῦ ὁ λόγος; πρὸς ταῦτα πάντα ἱστάμενος φησίν. ταῦτα δὲ πάντα εἶπον, ἵνα δείξω τὸ περὶ Χριστὸν φίλτρον· καὶ γὰρ καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, οὐκ ἀποροῦμεν τῶν ὑπὲρ τοῦ Θεοῦ λόγων, φησὶν, καὶ τοῦ δεῖξαι ὅτι ἕστηκεν ἡ ἐπαγγελία ἣν εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ· “σοὶ δώσω καὶ τῷ σπέρματι σου·” καὶ “ὅτι ἐν τῷ σπέρματί σου ἐνευλογήσονται πάντα τὰ ἔθνη.” ἴδωμεν οὖν ποῖον ἐστὶ τὸ σπέρμα φησίν. οὐ γὰρ πάντες οἱ ἐξ αὐτοῦ, σπέρμα αὐτοῦ εἰσίν. ἃν τοίνυν μάθῃς ποῖον ἐστὶ τοῦ Ἁβραὰμ σπέρμα, ὄψει δοθεῖσαν τὴν ὑπόσχεσιν τῷ σπέρματι αὐτοῦ, καὶ γνώσῃ ὅτι οὐκ ἐξέπεσεν ὁ λόγος. ποῖον οὖν ἐστιν, εἰπὲ, τὸ σπέρμα; αὐτὴ ἡ ἐπαγγελία ἑαυτὴν ἑρμηνεύει, οὕτω λέγουσα. “ ἐν Ἰσαὰκ “κληθήσεταί σοι σπέρμα·” τί ἐστιν “ἐν Ἰσαάκ;” τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα. καὶ ὅρα Παύλου σύνεσιν καὶ μεγαλόνοιαν. ἑρμηνεύων γὰρ οὐκ εἶπεν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἁβραάμ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα τέκνα τοῦ Θεοῦ. τῷ παρόντι τὰ παλαιὰ συνάπτων, καὶ δεικνὺς ὅτι οὐδὲ Ἰσαὰκ ἁπλῶς τοῦ Ἁβραὰμ τέκνον ἢν.

  69. 9.6.1.2

    Ὃ δὲ λέγει, τοῦτό ἐστιν. ὅσοι κατὰ τὸν Ἰσαὰκ ἐγεννήθησαν· οὗτοι τέκνα τοῦ Θεοῦ εἰσὶ, καὶ σπέρμα τοῦ Ἁβραάμ. διὰ γὰρ τοῦτο εἶπεν, “ἐν Ἰσαὰκ κληθήσεται σοι σπέρμα.” ἵνα μάθῃς ὅτι οἱ τῷ τρόπῳ γεννώμενοι τῷ κατὰ τὸν Ἰσαὰκ, οὗτοι μάλιστά εἰσι τὸ σπέρμα τοῦ Ἁβραάμ. πῶς οὖν ὁ Ἰσαὰκ ἐγεννήθη; οὐ κατὰ νόμον φύσεως, οὐδὲ κατὰ δύναμιν σαρκός. ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας· “κατὰ τὸν καιρὸν τοῦτον,” φησὶν, “ἐλεύσομαι, καὶ ἔσται “τῇ Σάρρα υἱός.” αὕτη τοίνυν ἡ ἐπαγγελία, τὰ τέκνα τοῦ Θεοῦ διέπλασέ τε καὶ ἐγέννησε διὰ τῶν τοῦ Θεοῦ ῥημάτων. τί γὰρ εἰ καὶ μήτρα ὑπέκειτο, καὶ νηδὺς γυναικός; οὐ γὰρ ἡ δύναμις τῆς νηδύος, ἀλλὰ τῆς ἐπαγγελίας ἡ ἰσχὺς, ἔτεκε τὸ παιδίον. οὕτω καὶ ἡμεῖς γεννώμεθα διὰ τῶν τοῦ Θεοῦ ῥημάτων. ἐν γὰρ τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, ῥήματα εἰσὶ τὰ Θεοῦ γεννῶντα ἡμᾶς, καὶ διαπλάττοντα. εἰς γὰρ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος βαπτιζόμενοι, γεννώμεθα. αὕτη δὲ οὐχὶ φύσεως, ἀλλ’ ἐπαγγελίας Θεοῦ ἡ γέννησις. ὥσπερ γὰρ τὴν τοῦ Ἰσαὰκ προσαγορεύσας γέννησιν, τότε αὐτὴν ἐπλήρωσεν· οὕτω καὶ τὴν ἡμετέραν πρὸ πολλῶν προανεφώνησε χρόνων, διὰ τῶν προφητῶν ἁπάντων· καὶ μετὰ ταῦτα εἰς ἔργον ἐξήγαγεν. εἰ δὲ λέγοιεν οἱ Ιουδαῖοι, ὅτι τὸ “ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,” τοῦτο ἐστὶ, τὸ τοὺς ἐκ τοῦ Ἰσαὰκ γενομένους αὐτῷ λογίζεσθαι εἰς σπέρμα· ἔδει καὶ τοὺς Ἰδουμαίους καὶ πάντας ἐκείνους υἱοὺς αὐτοῦ χρηματίζειν. ὁ γὰρ πρόγονος αὐτῶν Ἡσαῦ, υἱὸς ἦν τοῦ Ἰσαάκ· νῦν δὲ οὐ μόνον οὐ χρηματίζουσι παῖδες, ἀλλὰ καὶ σφόδρα εἰσὶν ἠλλοτριωμένοι. ὁρᾷς ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας; ἀλλὰ καὶ ἐν αὐτῇ τῇ φύσει ἡ διὰ τοῦ βαπτίσματος ἄνωθεν προυπογέγραπτο γέννησις. εἰ δὲ τὴν μήτραν μοι λέγεις, ἔχω κἀγὼ τὸ ὕδωρ εἰπεῖν. ἀλλ’ ὥσπερ ἐνταῦθα τὸ πᾶν τοῦ Πνεύματος, οὕτω κἀκεῖ τὸ πᾶν τῆς ἐπαγγελίας. τοῦ γὰρ ὕδατος ψυχροτέρα ἦν ἡ μήτρα διὰ τὴν στείρωσιν καὶ τὸ γήρας.

  70. 9.6.2.1

    Θεοδωρήτου. Ἐγὼ μὲν φύσιν οὐκ ἠβουλόμην μόνον, ἀλλὰ καὶ ηὐχόμην ἀλλότριος εἶναι ἀπὸ Χριστοῦ. εἴπερ οἷόν τε ἦν διὰ τῆς ἐμῆς ἀλλοτριώσεως Ἰουδαίους τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. ἀλλ’ ὅμως καὶ τούτων ἀντιλεγόντων, καὶ τὴν σωτηρίαν οὐ βουλομένων καρπώσασθαι, ἔχουσι τἀληθὲς αἱ πρὸς τοὺς πατέρας ἐπαγγελίαι· πῶς ἔχουσιν; “οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι “σραήλ.” οὐ γὰρ τῆς φύσεως ὁ Θεὸς, ἀλλὰ τῆς ἀρετῆς ἐπιζητεῖ τὴν συγγένειαν. εἶτα διδάσκει τοῦτο σαφέστερον. οὐδὲ ὅτι εἰσὶ σπέρμα τοῦ Ἁβραὰμ, πάντες τέκνα. τουτέστι Θεοῦ. τοῦτο γὰρ μετὰ βραχέα διδάσκει. “ἀλλ’ ἐν Ἰσαὰκ κληθήσεται σοι σπέρ- “μα.” καὶ τεθεικὼς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἀναπτύσσει ταύτην, καὶ τῇ ἑρμηνείᾳ σαφῆ τὸν λόγον ποιεῖ. καλεῖ δὲ σαρκὸς μὲν τέκνα, τὰ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν γεγεννημένα. ἐπαγγελίας δὲ, τὰ κατὰ χάριν παρεσχημένα. τῆς γὰρ φύσεως ἀπειρηκυίας, κατὰ θείαν φιλοτιμίαν ἀπεφάνθη πατήρ. λέγει δὲ τοῦτο, ὅτι καὶ Ἰσμαὴλ τοῦ Ἁβραὰμ ἦν υἱὸς, καὶ πρωτότοκος υἱός. διὰ τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ὡς μόνος σπέρμα τοῦ Ἁβραὰμ προσαγορευόμενος; εἰ δὲ νομίζεις ἐκεῖνον ὡς ἡμίδουλον ἐκβεβλῆσθαι τῆς συγγενείας, οὐκ εἰκότως νομίζεις. ἐκ πατέρων γὰρ, ἀλλ’ οὐκ ἐκ μητέρων ἔθος γενεαλογεῖν τῇ θείᾳ γραφῇ. καὶ ἐδύνατο μὲν ὁ θεῖος Απόστολος παραγαγεῖν καὶ τοὺς ἐκ τῆς Χετούρας γεγενημένους, σπέρμα δὲ τοῦ Ἁβραὰμ οὐ καλουμένους. ῥᾴδιον ἦν αὐτῷ καὶ τοὺς δυοκαίδεκα παῖδας τοῦ Ἰακὼβ, ἐκ διαφόρων δεῖξαι μητέρων γεγεννημένους. μένους. καὶ τοὺς τέτταρας ἡμιδούλους, καὶ ὅλους Ἰσραὴλ χρηματίζοντας· καὶ οὐδὲν ἐκ τῆς τῶν μητέρων παραβλαβέντας δουλείας. ἀλλὰ μετὰ φειδοῦς τοὺς ἐλέγχους προσφέρων, τοῦτο μὲν παραλέλοιπεν. ἐκ πολλοῦ δὲ τοῦ περιόντος ἐνίκησε. τεθεικὼς γὰρ τὸ ὑπὸ τοῦ Θεοῦ πρὸς τὸν Ἁβραὰμ εἰρημένον, “ ὅτι ἐν Ἰσαὰκ “κληθήσεταί σοι σπέρμα,” δείκνυσιν ὅτι οὐδὲ τὸ τούτου γένος ἅπαν τῆσδε τῆς εὐλογίας μετειληφὸς εὑρίσκεται. τῶν γὰρ τούτου παίδων ὁ μὲν, τὴν εὐλογίαν εἴληφεν· ὁ δὲ, ταύτης διήμαρτεν. ὃ παρακατιὼν δηλοῖ.

  71. 9.6.3.1

    Θεοδώρου Μονάκου. Ἐπειδὴ τοίνυν τὰ τοῖς Ἰσραηλίταις ἐπηγγελμένα ἐνέφηνεν, ὅτι εἰς τὰ ἔθνη μετετέθη, ὅπερ ἦν κατηγόρημα τοῦ Θεοῦ, ὡς διαψευσαμένου τὰς ἐπαγγελίας, καὶ μηδὲν δεδωκότος τῷ σπέρματι τοῦ Ἁβραὰμ, δείκνυσιν ὅτι οὐ τοὺς κατὰ σάρκα Ἰσραηλίτας ἐδήλου ἡ γραφὴ, ἀλλὰ τοὺς διὰ τῆς εὐσεβείας δεικνύντας, ὅτι ἄξιοι εἰσὶν Ἰσραηλῖται προσαγορεύεσθαι, καὶ τέκνα τοῦ Ἀβρααμ κἂν μὴ ὦσι σπέρμα αὐτοῦ. τῶν γὰρ τοιούτων πατέρα αὐτὸν ἔσεσθαι ὁ Θεὸς ἐπηγγείλατο. εἰπὼν δὲ οὐ “πάντες οἱ ἐξ Ἰσραὴλ,” ἔδειξεν ὅτι γεγόνασι πιστοὶ καὶ ἐν τῷ Ισραήλ· εἰ καὶ ὀλίγοι. διὰ γὰρ τοῦτο μετέστησεν ὁ Θεὸς τὴν χάριν ἐπὶ τὰ ἔθνη, ἐπεὶ οἱ πλείους τοῦ Ἰσραὴλ ἐξέκλιναν. εἰπὼν δὲ “ἐν Ἰσαὰκ, δηλοῖ ἐν τρόπῳ τοῦ Τσαάκ. τουτέστιν, ἐξ ἐπαγγελίας ὥσπερ ὁ Ἰσαάκ. οὐ γὰρ οἱ ἐκ σαρκὸς Ἁβραὰμ, οὗτοι πάντως τέκνα Θεοῦ, ἀλλ’ ἐκεῖνοι εἰσὶ τέκνα Ἁβραὰμ, οἱ δίκαιοι. οὗτοι γάρ εἰσιν οἱ ἐξ ἐπαγγελίας, οὓς κατὰ πρόγνωσιν ἐπηγγείλατο ὁ Θεὸς υἱοὺς τοῦ Ἁβραάμ· οὓς καὶ προεγίνωσκεν ἀξίους ὄντας ἐπιγράφεσθαι πατέρα τὸν Ἁβραάμ. καὶ γὰρ ὁ ἐξ ἐπαγγελίας Ἰσαὰκ γεγονὼς τῷ Ἁβραὰμ, δίκαιος ὤφθη. ὃν εἰδὼς δίκαιον ἔσεσθαι ὁ Θεὸς ἐπηγγείλατο. ὁμοίως δὲ καὶ τοὺς ἐξ ἐθνῶν, προειδὼς τῶν ἐσομένων ἐθνῶν τὴν εὐσέβειαν.

  72. 9.6.3.2

    Ο οὖν Ἰσαὰκ δι’ ἐπαγγελίας δίκαιος ἦν, καὶ τύπος δικαίων. διὸ καὶ τὸν πρωτότοκον αὐτοῦ τὸν Ἰσμαὴλ παρέδραμεν, ὡς μὴ δίκαιον. ἀσφαλῶς οὖν οὐκ εἶπε γενηθήσεταί σοι σπέρμα, ἀλλὰ “κληθήσεται.” οὐ γὰρ φυσικοὺς υἱοὺς ἐπηγγείλατο, ἀλλὰ κληθησομένους διὰ τὴν τῆς εὐσεβείας πρὸς αὐτὸν οἰκείωσιν. καὶ ἀκόλουθον μὲν ἦν εἰπεῖν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἁβραάμ· ἀλλ’ εἶπε “τοῦ Θεοῦ,” ἵνα δείξη ὅτι τὰ ἄξια τέκνα τοῦ Ἁβραὰμ, ἄξια ἦν καὶ Θεοῦ λέγεσθαι διὰ τὸ τῆς πολιτείας καθαρόν. οἱ μὴ ἄξιοι οὖν τοῦ Ἁβραὰμ, οὐδ’ ἂν ὦσιν ἐξ αὐτοῦ, λογισθήσονται εἰς τέκνα. ἀλλ’ οἱ τὴν πολιτείαν αὐτοῦ ζηλοῦντες, κἂν μὴ ὠσιν ἐξ αὐτοῦ. ἡ δὲ ὅλη κατασκευὴ τοῦ λόγου, ὅτι κατὰ πρόγνωσιν ἡ ἐπαγγελία τοῦ Θεοῦ, ἥτις γίνεται κατὰ δικαιοκρισίαν· καὶ ὡς ἐπὶ τοῦ Ἰσαὰκ, οὕτω καὶ ἐπὶ τῶν ἐθνῶν.

  73. 9.10.verse.1

    Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. μήπω γὰρ γεννηθέντων, μὴ δὲ πραξάντων τί ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένη, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρήθη αὐτῇ, ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται, τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.

  74. 9.10.1.1

    Χρυσοστόμου. Μέγα τὸ ζητούμενον ἦν. διὸ καὶ πολλαχόθεν ἐπεχείρησε λῦσαι τὴν ἀπορίαν. εἰ γὰρ παράδοξον τὸ μετὰ τοσαύτας ἐπαγγελίας ἐκπεσεῖν ἐκείνους, πολλῷ παραδοξότερον τὸ καὶ ἡμᾶς εἰς τὰ ἐκείνων εἰσελθεῖν ἀγαθὰ, τοὺς μηδὲν προσδοκήσαντας τοιοῦτον. εἰ γὰρ πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, πῶς πάντων ἀναξίων ὄντων, τὰ ἔθνη ἐσώθη μόνα; μετὰ δὲ τούτου, καὶ ἕτερον ἄν τις διαποροίη. εἰ γὰρ μὴ ἔμελλεν αὐτοῖς πληροῦν τὰς ὑποσχέσεις ὁ Θεὸς, τίνος ἕνεκεν ὑπισχνεῖτο· ἐπιστάμενος ὅτι ἀναξίους ἑαυτοὺς καταστήσουσι τῶν ὑποσχέσεων, καὶ διὰ τοῦτο οὐδὲν λήψονται τῶν εἰρημένων; πῶς οὖν αὐτὸ ἔλυσεν ὁ Παῦλος; ἀπὸ τοῦ δεῖξαι τίς ἐστιν ὁ Ἰσραὴλ, ᾧ ὑπέσχετο. τούτου γὰρ δειχθέντος, κἀκεῖνο συναποδέδεικται, τὸ πεπληρῶσθαι τὰς ἐπαγγελίας ἁπάσας. διὰ τοῦτο οὐδὲ τὸ τοῦ Ἰακὼβ ὄνομα τέθεικεν· ἀλλὰ τὸ τοῦ Ἰσραήλ. ὅπερἀρε τῆς ἦν τοῦ δικαίου, καὶ τῆς ἄνωθεν δωρεᾶς, καὶ τοῦ Θεὸν ἑωρακέναι, σύμβολον. εἰ οὖν πάντες ἥμαρτον, πῶς φησι, “οἱ μὲν, ἐσώθησαν· οἱ δὲ, ἀπώλοντο;“ὅτι μὴ πάντες προσελθεῖν ἠβουλήθησαν. ὡς, τόγε αὐτοῦ μέρος, διεσώθησαν ἅπαντες. καὶ γὰρ ἐκλήθησαν ἅπαντες. ἀλλὰ τέως τοῦτο οὐ τίθησι· ἀλλ’ ἐκ περιουσίας αὐτὸ λύει, καὶ ἐκ παραδείγματος ἑτέρου· ἄλλο ζήτημα εἰς μέσον ἀγαγών. καθάπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλυσεν ἀπορίαν μεγίστην, δι’ ἀπορίας ἑτέρας.

  75. 9.10.1.2

    Επειδὴ γὰρ ἐζητεῖτο πῶς τοῦ Χριστοῦ δικαιωθέντος, πάντες ἀπήλαυσαν οἱ λοιποὶ τῆς δικαιοσύνης ἐκείνης, τὸ τοῦ Ἀδὰμ παρήγαγε λέγων· “εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι θάνατος ἐβασίλευσε, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος λαβόντες, ἐν ζωῇ βασιλεύσουσι. καὶ τὸ μὲν τοῦ Ἀδὰμ, οὐ λύει· τὸ δὲ αὐτοῦ λύει ἐκ τούτου. ὅσῳ γὰρ ἐκεῖνο ἀσαφέστερον ἔμενε, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἐπεστομίζετο, καὶ ἡ τούτου διαπόρησις καὶ ἐπ’ ἐκεῖνο μετέβαινε, καὶ σαφέστερον τοῦτο ἐκείνου ἐγένετο· οὕτω δὴ καὶ ἐνταῦθα διὰ ἀπορουμένων ἑτέρων λύει τὰ ζητούμενα. πρὸς γὰρ Ἰουδαίους ὁ ἀγὼν ἦν αὐτῷ. διά τοι τοῦτο τὰ μὲν παραδείγματα ἅπερ ἤγαγεν εἰς μέσον, οὐ σφόδρα λύει. οὐ γὰρ ἦν ὑπεύθυνος ἐν τούτοις, ὡς ἐν τῇ πρὸς Ἰουδαίους μάχῃ. τὰ δὲ ἑαυτοῦ πάντα ἐξ ἐκείνου ποιεῖ σαφέστερα· τί θαυμάζεις φησί. ὅτι τῶν Ἰουδαίων οἱ μὲν, ἐσώθησαν· οἱ δὲ, οὐκ ἐσώθησαν νῦν ; καὶ γὰρ καὶ ἐπὶ τῶν πατριαρχῶν τοῦτο γινόμενον ἴδοι τίς ἄν. διατί γὰρ ὁ Ἰσαὰκ σπέρμα καλεῖται μόνος ; καὶ τοι γε καὶ τοῦ Ἰσμαὴλ αὐτὸς ἦν πατὴρ, καὶ ἑτέρων πολλῶν. ἀλλὰ ἀπὸ δούλης ἦν μητρὸς φησί. καὶ τί τοῦτο πρὸς τόν γε γεγεννηκότα ; πλὴν οὐδὲν φιλονεικῶ. ἐκβεβλήσθω διὰ τὴν μητέρα οὗτος. τί ἃν ἄρα εἴποιμι περὶ τῶν ἀπὸ τῆς Χεττούρας ; οὐχὶ ἐλεύθεροι, καὶ ἐξ ἐλευθέρας ; διὰ τι μὴ τοῖς αὐτοῖς ἐτιμήθησαν τῷ Ἰσαάκ ; καὶ τί λέγω τούτους ; ἡ γὰρ Ῥεβέκκα μόνη τῷ Ἰσαὰκ ἐγένετο γυνή· καὶ δύο τεκοῦσα παῖδας, ἐκ τοῦ Ἰσαὰκ ἔτεκεν ἀμφοτέρους. ἀλλ’ ὅμως οἱ τεχθέντες τοῦ αὐτοῦ πατρὸς ὄντες, τῆς αὐτῆς μητρὸς, τὰς αὐτὰς λύσαντες ὠδῖνας, καὶ πρὸς τούτοις καὶ δίδυμοι ὄντες, οὐ τῶν αὐτῶν ἀπήλαυσαν. ὡς ἐπὶ σαφέστερον οὖν ἐλθὼν παράδειγμα, οὐ μόνον δὲ ἐπὶ τοῦ Ἰσαὰκ τοῦτο συνέβη φησὶν, “ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς “ κοίτην ἔχουσα” καὶ τὰ ἑξῆς.

  76. 9.10.1.3

    Τίνος οὖν ἕνεκεν ὁ μὲν ἐμισεῖτο τῶν αὐτῆς παίδων, ὁ δὲ ἐφιλεῖτο; διὰ τί ὁ μὲν ἐδούλευεν, ὁ δὲ ἐδουλεύετο ; ἐπειδὴ ὁ μὲν, πονηρός· ὁ δὲ, ἀγαθὸς ἦν. καὶ τοι μηδέπω γεννηθέντων, ὁ μὲν, ἐτιμᾶτο, ὁ δὲ, κατεδικάζετο· οὔπω γὰρ γεννηθέντων, ὁ Θεὸς εἶπεν· “ ὁ μείζων δουλεύσει τῶ ἐλάττονι.” τίνος οὖν ἕνεκεν τοῦτο εἶπεν; ὅτι οὐκ ἀναμένει καθάπερ ἄνθρωπος, ἀπὸ τοῦ τέλους τῶν πράξεων, ἰδεῖν τὸν ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον· ἀλλὰ καὶ πρὸ τούτων οἶδε. καὶ τοῦτο ἐπὶ τῶν Ἰσραηλιτῶν γέγονε μετὰ πλείονος τοῦ θαύματος. τί γὰρ λέγω φησὶν, περὶ τοῦ Ἡσαῦ καὶ περὶ τοῦ Ἰακώβ ; ὧν ὁ μὲν, πονηρὸς ἦν, ὁ δὲ ἀγαθός. ἐπὶ γὰρ τῶν Ἰσραηλιτῶν, κοινὸν τὸ ἁμάρτημα ἦν. πάντες γὰρ τὸν μόσχον προσεκύνησαν. ἀλλ’ ὅμως οἱ μὲν, ἠλεήθησαν, οἱ δὲ, οὐκ ἠλεήθησαν· “ ἐλεήσω γάρ,” φησιν, “ ὃν ἃν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω.” τοῦτο καὶ ἐπὶ τῶν κολαζομένων ἴδοι τίς ἄν. τι γὰρ ἃν εἴποις περὶ τοῦ Φαραὼ, ὅτι ἐκολάσθη οὕτως; ὅτι σκληρὸς ἦν καὶ ἀπειθής; ἀλλ’ ἦσαν καὶ ἕτεροι τοιοῦτοι πῶς οὖν οὗτος, οὕτω σφοδρῶς ἐκολάζετο; τί δή ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων, τὸν οὐ λαὸν, ἐκάλεσε λαόν· καὶ πάλιν οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιμῆς; ἐὰν γὰρ ὦσι, φησὶν, ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. ὅρας ὅσης ἀπορίας ἐνέπλησε τὰ κείμενα;

  77. 9.10.1.4

    Εἰπέ μοι φησὶν, ὦ Ἰουδαῖε, τούτων οὐδὲν λύσαι δυνάμενος, πῶς ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως ἡμῖν πράγματα παρέχεις; καί τοι γε ἔχω ἐγὼ καὶ δικαίαν αἰτίαν εἰπεῖν, δι’ ἣν τὰ ἔθνη ἐδικαιώθη, ὑμεῖς δὲ ἐξεπέσετε. τίς οὑν ἡ αἰτία; ὅτι οἱ μὲν, ἐκ πίστεως· ὑμεῖς δὲ ὡς ἐξ ἔργων νόμου. καὶ ταύτῃ φιλονεικήσαντες, προεδόθητε πάντες. “ ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην,” φησὶ, “ καὶ τὴν ἰδίαν “ δικαιοσύνην στῆσαι ζητοῦντες, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπε- “ τάγησαν.” ἡ μὲν οὖν λύσις τοῦ χωρίου παντὸς, ὡς ἐν κεφαλαίῳ εἰπεῖν τὸ πᾶν, οὕτω προάγεται παρὰ τῆς μακαρίας ψυχῆς ἐκείνης. ἵνα δὲ καὶ σαφέστερα ταῦτα γένηται, καὶ καθ’ ἕκαστον τῶν εἰρημένων ποιησώμεθα τὴν ἐξέτασιν· ἐκεῖνο εἰδότες, ὅτι τὸ σπουδαζόμενον τῷ Παύλῳ τοῦτο ἦν· δεῖξαι διὰ πάντων, ὅτι τοὺς ἀξίους ὁ Θεὸς οἶδε μόνος· ἀνθρώπων δὲ οὐδὲ εἷς. καὶ οὐκ ἀναμένει ἀπὸ τῆς τῶν πράξεων ἐκβάσεως ἰδεῖν τὸν ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον, ἀλλὰ καὶ προλαμβάνων, τὸν μὲν, εὐεργετεῖ, τὸν δὲ, κολάζει. πλὴν ἐπ’ αὐτὰ τὰ ἀποστολικὰ ῥήματα ἴωμεν. “ οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥε- “ βέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα.” ἠδυνάμην γάρ, φησὶν, εἰπεῖν καὶ τοὺς ἀπὸ τῆς Χεττούρας· ἀλλ’ οὐ λέγω. ἀλλ’ ὥστε ἐκ περιουσίας τὴν νίκην ἄρασθαι, τοὺς ἐξ ἑνὸς πατρὸς καὶ μίας τεχθέντας μητρὸς, εἰς μέσον ἀγάγω.

  78. 9.10.1.5

    Καὶ γὰρ ἀπὸ τῆς Ῥεβέκκας ἦσαν ἀμφότεροι, καὶ ἀπὸ τοῦ Ισαὰκ τοῦ γνησίου παιδὸς, τοῦ δοκίμου, περὶ οὗ ἔφησεν, “ ἐν “ Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·” τοῦ πατρὸς ἡμῶν πάντων γενομένου. εἰ δὲ πατὴρ ἡμῶν ἐκεῖνος, καὶ τοὺς ἐξ ἐκείνου πατέρας εἶναι ἔδει. ἀλλ’ οὐκ ἐγένοντο. εἶδες πῶς πανταχοῦ πίστις καὶ ἀρετή ἐστιν ἡ διαλάμπουσα, καὶ τὴν ἀκριβῆ συγγένειαν χαρακ- τηρίζουσα· καὶ οὐχ ὁ τρόπος τῆς γεννήσεως. εἰ γὰρ τοῦτο ἦν, ἔδει καὶ τὸν Ἡσαῦ ἀπολαῦσαι τῶν αὐτῶν τῶ Ἰακώβ. καὶ οὐ λέγει, ὅτι ἐπειδὴ ὁ μὲν, ἀγαθὸς, ὁ δὲ, πονηρὸς, διὰ τοῦτο προετιμήθη. ἵνα μὴ εὐθέως ἀντιπέσῃ αὐτῷ τοῦτο. τί οὖν ἀγαθοὶ οἱ ἐξ ἐθνῶν μᾶλλον ἣ οἱ ἐκ περιτομῆς; εἰ γὰρ καὶ οὕτως εἶχεν ἡ τοῦ πράγματος ἀλήθεια· ἀλλ’ οὔπω αὐτὸ τίθησι. καὶ γὰρ ἐδόκει φορτικώτερον εἶναι. ἀλλ’ ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν τὸ πᾶν ἐπέρριψεν. ᾗτινι μάχεσθαι οὐδεὶς ἃν ἐτόλμησε. μήπω γὰρ γεννηθέντος, φησὶν, “ ἐρρέθη αὐτῇ, ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.” καὶ δείκνυσιν ὅτι οὐδὲ ἡ κατὰ σάρκα εὐγένεια ὠφελεῖ, ἀλλὰ ψυχῆς ἀρετὴν δεῖ ζητεῖν. ἣν καὶ πρὸ τῶν ἔργων ὁ Θεὸς οἶδε. “ μήπω γὰρ γεννηθέν- “των,” φησὶν, “ μὴ δὲ πραξάντων τί ἀγαθὸν ἢ κακὸν, ἵν ἡ κατ’ ἐκλο- “ γὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, ἐρρέθη αὐτῇ, ὅτι ὁ μείζων δουλεύσει “ τῷ ἐλάσσονι;” τοῦτο γὰρ προγνώσεως, τὸ καὶ ἐξ ὠδίνων αὐτῶν ἐκλέγεσθαι.

  79. 9.10.1.6

    Ἵναι οὖν φανὴ τοῦ Θεοῦ ἡ ἐκλογὴ, ἡ κατὰ πρόγνωσιν γενομένη, ἐκ πρώτης ἡμέρας τὸν ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον, καὶ εἶδε καὶ ἀνεκήρυξε. μὴ τοίνυν μοι λέγε, φησὶν, ὅτι νόμον ἀνέγνως καὶ προφήτας, καὶ τοσοῦτον ἐδούλευσας χρόνον. ὁ γὰρ εἰδὼς ψυχὴν δοκιμάζειν, οὗτος οἶδε καὶ τίς ἄξιος ἐστὶ σωθῆναι. παραχώρει τοίνυν τῷ ἀκαταλήπτῳ τῆς ἐκλογῆς u. οἶδε γὰρ ἐκεῖνος μετὰ ἀκριβείας πάντα ποιεῖν. διὸ καὶ ἔλεγε, “ τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ “ Ἡσαῦ ἐμίσησα.” ὅτι γὰρ δικαίως, σὺ μὲν ἀπὸ τοῦ τέλους ἔγνως. αὐτὸς δὲ καὶ πρὸ τοῦ τέλους ᾔδει σαφῶς. οὐδὲ γὰρ ἑτέρων ἐπίδειξιν ζητεῖ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ προαιρέσεως εὐγένειαν, καὶ γνώμην εὐγνώμονα. ο γὰρ τοιοῦτος, κὰν ὕπο περιστασεως ποτε ἁμάρτῃ τινὸς, ταχέως ἑαυτὸν ἀνακτήσεται. κἂν ἐν κακίᾳ διατριβων τύχῃ, οὐ περιοφθήσεται· ἀλλὰ ταχέως αὐτὸν ἀνιμήσεται ὁ πάντα εἰδὼς Θεός.

  80. 9.10.1.7

    Κυρίλλου ἐκ Τῶν Εἰσ Τὴν Γένεσιν. Σὺ δέ μοι σκόπει κατὰ καιρὸν ἐνταῦθα παραληφθεῖσαν τὴν Ῥεβέκκαν, τύπον οὖσαν τῆς τῷ Χριστῷ νυμφευθείσης ἐκκλησίας. ὡς γὰρ ὁ Ἀβραὰμ οὐκ ἠξίωσεν ἐκ τῶν θυγατέρων Χαναὰν, ἁρμόσαι γυναῖκα τῷ ἠγαπη- μένω, φημὶ τῷ Ἰσαάκ. ἀλλ’ εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν τὸν γνήσιον οἰκέτην ἀποτρέχειν ἐκέλευε, φροντιοῦντα γυναικὸς τῆς ὅτι μάλιστα πρεπωδεστάτης αὐτῷ, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἠθέλησε τὴν τῶν Ἰουδαίων συναγωγὴν νοητῶς συνάψαι Χριστῷ ὡς ἐν Ἰσαὰκ σημείῳ. ὀψιγενὴς γὰρ ὁ Ἰσαὰκ καὶ ἀγαπητός. πέφηνε δὲ καὶ ἐν ἐσχάτοις καιροῖς ὁ Χριστός· καὶ ἔστιν ἠγαπημένος, τέρψις τὲ καὶ ἀγαλλίαμα· ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσαάκ. ὅτι δὲ οἱ Χανααναῖοι τύπος ἃν νοοῖντο τῶν ἐξ Ἰσραὴλ, σαφὲς ἂν γένοιτο καὶ μάλα ῥαδίως ἀπόγε τῆς τοῦ ὀνόματος ἑρμηνείας. Χανααναῖοι γὰρ ἕτοιμοι πρὸς ταπείνωσιν. μᾶλλον δὲ ἤδη καὶ εἴκειν πλὴν δὲ τοῖς Ἰουδαίοις. τεταπείνωνται γὰρ τῆς ἐν Χριστῷ δόξης ὠλισθηκότες, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατερρηγμένοι. οὐκοῦν οὐκ ἐκ Χαναὰν, ἀλλ’ ἐκ μέσης τῶν ποταμῶν τῷ Ἰσαὰκ ἡ νύμφη.

  81. 9.10.1.8

    Ωσπερ γὰρ ἔφην, οὐκ ἐξ Ἰουδαίων, ἀλλ’ ἐξ ἐθνῶν ἡ συνηρμοσμένη τῷ Υἱῷ πνευματικῶς ἐκκλησία, πλὴν διὰ βουλῆς τοῦ Πατρὸς, μεσολαβούντων οἰκετῶν ὅτι μάλιστα πιστῶν καὶ γνησίων. ἵνα νοῶμεν τοὺς μαθητάς· οἳ καὶ ταμίαι γεγόνασι καὶ οἰκονόμοι μυστηρίων Θεοῦ. μόνον δὲ οὐχὶ καὶ ἐν χερσὶν ἔχοντες πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ. οὗτοι καταλιπόντες τὴν Ἰουδαίαν, καθάπερ ἀμέλει καὶ ὁ τοῦ Ἁβραὰμ οἰκέτης τὴν Χαναναίαν, εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν κατέβαινον. ἄνω θέμενοι τρόπον τινὰ τὰ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγαθά. καὶ πλήρη μὲν ἔχοντες τὸν νοῦν σοφίας τῆς ἄνωθεν, ἐπίμεστοι δὲ χαρισμάτων τῶν διὰ τοῦ Πνεύματος. ἐπιτήρει δὲ, ὅτι καὶ ἀνώνυμος ὁ οἰκέτης τῷ Ἁβραάμ. ἵνα κατὰ παντὸς φέρηται μαθητοῦ πιστοῦ τὲ καὶ δεδοκιμασμένου μένου τῆς διακονίας ὁ τύπος. καὶ κατέλυσε μὲν ἐκεῖνος πρὸς τῷ φρέατι τοῦ ὕδατος πρὸς ἑσπέραν. παρεκάλει δὲ δι’ εὐχῆς Θεὸν γενέσθαι συλλήπτορα, καὶ ἐφ’ ὕδατι δοκιμάζειν τὴν παρθένον ἤθελεν.

  82. 9.10.1.9

    Επεφοίτησαν δὲ καὶ οἱ μακάριοι μαθηταὶ, καθάπερ ἔφην ἀρτίως, ταῖς τῶν ἐθνῶν χώραις, τὸ πρὸς ἑσπέραν. τουτέστιν, ἐν ἐσχάτοις ὄντος τοῦ αἰῶνος καιροῖς. καὶ παρ’ ὕδασι, τὴν νοητὴν ἐδοκίμαζον παρθένον. ἐπιτηδειοτάτη γὰρ λίαν ἡ ἐκκλησία, καὶ εὐρώστως ἔχουσα, πρός γε τὸ δύνασθαι φημὶ τὸν ζωοποιὸν ἀρύσασθαι λόγον ἐκ τῶν πηγῶν τοῦ σωτηρίου κατὰ τὸ γεγραμμένον. ἔχει δὲ καὶ οὐκ ἀνικάνως τὸ γεννητικὸν εἰς νοῦ καὶ φρενῶν ἐπιτηδειότητα, πρὸς τὸ καὶ ἑτέραις δύνασθαι χορηγεῖν τὰ τελοῦντα πρὸς ζωήν. ἐπότιζε γὰρ ἡ Ῥεβέκκα αὐτὸν τὲ καὶ τοὺς οἰκέτας καὶ τὰς καμήλους. καὶ ὁ μὲν οἰκέτης τύπος ἂν νοοῖτο νῦν τῶν ἐξ Ἰσραήλ. ἄνθρωποι γὰρ οἱ νόμον ἔχοντες ἤδη παιδαγωγὸν, καὶ ὡς ἐν σκιαῖς μὲν ἔτι τὸ Χριστοῦ μυστήριον. πλὴν οὐκ ἀπαιδαγώγητοι παντελῶς. κτηνῶν δὲ ἀλόγων οὐδὲν διαφέροντες οἱ ἐξ ἐθνῶν· οἱ καὶ ταῖς καμήλοις παρεικάζοντο ἂν εἰκότως. ἀνίερον γὰρ κατὰ νόμους τὸ ζῶον. τοιοίδε πάντες οἱ μήπω Θεὸν εἰδότες, τὸν φύσει τὲ καὶ ἀληθῆ. ἱκανωτάτη δὴ οὖν κατάρδειν ἡ ἐκκλησία τοῖς ἱεροῖς τὲ καὶ θείοις νάμασι τούς τε ἐξ Ἰουδαίων ἥκοντας, ἐπὶ τὸ δεῖν ἑλέσθαι τὴν εἰς Χριστὸν ἀγάπην, καὶ τοὺς ἐξ ἐθνῶν κεκλημένους. ἐπειδὴ δὲ νῦν οἱ μαθηταὶ τοιαύτην τεθέανται τὴν παρθένον. ψελλίοις τὲ αὐτὴν κατηγλαΐζον εὐθύς· καὶ μέντοι τὸν ἐν ὠσὶ προσετίθεσαν κόσμον. τουτέστι λαμπρὰν ἐπετέλουν καὶ εὐπρεπεστάτην τοῖς εἰς εὐηκοΐαν αὐχήμασι. κεκοσμημένη γὰρ ἀκοὴ παραδηλώσειεν ἃν τὸ εὐήκοον. περιφανῆ δὲ ὥσπερ ὁρᾶσθαι παρεσκεύαζον, καὶ τοῖς ἐξ ἔργων ἤτοι χειρῶν κατορθώμασι. τουτὶ γὰρ οἶμαί ἐστι τὸ καὶ αὐταῖς ἐνιέναι χερσὶ τὰ ψέλλια. καὶ ὁ μὲν οἰκέτης ὁ τοῦ Ἁβραὰμ, ἀφηγεῖτο τοῖς ἐν Χαρρὰν τοῦ ἰδίου δεσπότου τὸν πλοῦτον. καὶ ὅτι μόνον ἕνα καὶ ἠγαπημένον ἔχει τὸν κληρονόμον. μεμυσταγωγήκασι γὰρ τὰ ἔθνη καὶ οἱ θεσπέσιοι μαθηταὶ, τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακηρύττοντες πλοῦτον, τὴν ἐλπίδα, τὴν ζωὴν, τὸν ἁγιασμόν. ὡς εἷς δέ ἐστι καὶ μόνος κατὰ φύσιν Υἱὸς καὶ ἀληθῶς ὁ Χριστὸς, ὃς καὶ τῶν ὅλων τέθειται κληρονόμος, ἀπήγγελλον ἐναργῶς. καὶ ἠρωτᾶτο μὲν ἡ παρθένος εἰ συμβαδιεῖται τῷ οἰκέτῃ προθύμως. ἡ δὲ, κατένευεν εὐθύς. ἑτοιμοτάτη γὰρ λίαν ἡ ἐξ ἐθνῶν ἐκκλησία. μονονουχὶ δὲ καὶ θερμὴ πρὸς τὴν ἀγάπην Χριστοῦ. καὶ μαρτυρήσει λέγων ὁ Δαβὶδ περὶ τῆς ἐξ ἐθνῶν ἀγέλης, “ τῇ ἑτοιμασίᾳ τῆς “ καρδίας αὐτῶν προέσχε τὸ οὖς σου.” ἐπειδὴ δὲ συνήφθη λοιπὸν Ἰσαὰκ τῇ Ῥεβέκκᾳ, παρεκλήθη φησὶν περὶ τῆς μητρὸς αὐτοῦ. πάρεστι δὴ οὖν καὶ διὰ τοῦδε νοεῖν, ὅτι λελύπηται μὲν ὁ Χριστὸς, μονονουχὶ τεθνεώσης τῇ ἀπιστίᾳ τῆς Ἰουδαίων συναγωγῆς. ἐξ ἧς καὶ αὐτὸς κατὰ σάρκα γεγέννηται. ἐπειδὴ δὲ γέγονε νυμφίος τῆς ἐξ ἐθνῶν ἐκκλησίας, κατέληξε τρόπον τινὰ τῆς ἐπέκεινα λοιπὸν κατηφείας. εἴρηται γάρ που διὰ φωνῆς προφητῶν πρὸς τὴν ἐκ. κλησίαν, “καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, “οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

  83. 9.10.2.1

    Κυρίλλου. Ἀλλὰ ταῦτα μὲν οὕτως. ἰστέον μέντοι, ὡς ἐν τῷ, “οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα,” συμπεπέρασται μὲν οὐδαμῶς ὁ τοῦ λόγου σκοπός. ἀπήρτηται δὲ μᾶλλον· καὶ δεῖται βραχείας τινὸς ἐπαγωγῆς, ἤγουν τῶν προσυπακουομένων· ἵνα μὴ σκάζων ὁρῷτο. ἔστι δὲ ὁ φημὶ τοιοῦτον. προαπέδειξε μὲν γὰρ ὡς ἀπὸ τοῦ δεδόσθαι τῷ Ἀβραὰμ ἐξ ἐπαγγελίας τὸν Ἰσαὰκ, ὅτι μὴ πάντως τὰ τέκνα τῆς σαρκὸς ταῦτα αὐτῷ καταλογισθεῖεν ἃν καὶ εἰς σπέρμα. πρέποι δ ἃν τὸ χρηματίζειν αὐτὸν πατέρα τῶν ἐκ πί- στεως καὶ ἐπαγγελίας. ε7τα δέχεται τὴν Ῥεβέκκαν, καὶ τὰ ἐπ’ αὐτῇ γεγονότα, καὶ φησὶν, “οὐ μόνον δέ.” τουτέστιν, οὐ μέχρι δὲ μόνης τῆς Ἰσαὰκ γεννήσεως ὁ ἐμὸς ἀφίξεται λόγος. “ἀλλὰ γὰρ “καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. ’ καὶ ἦν ἀναγκαῖον προσεπενεγκεῖν, συμπαραληφθήσεται τυχὸν πρὸς ἀπόδειξιν καὶ πληροφορίαν· ἢ γοῦν ἔσται πρὸς ὑποτύπωσιν καὶ εἰκονισμὸν τῆς καὶ ἐκλογὴν τὲ καὶ πρόγνωσιν κλήσεως τε καὶ χάριτος. ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἃν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι ὁ λόγος. ἀλλ’ οὐκ οἶδα πῶς τοῦτο παρεὶς, ἐπ’ αὐτὰ κεχώρηκεν εὐθὺς, τὰ ἐπὶ τῇ γεννήσει τῶν ἐξ Iσαὰκ εἰρη- μένα καὶ πεπραγμένα·

  84. 9.10.3.1

    Θεοδώρου Μονάχου. Περὶ δὲ τοῦ, “ἡ κατ’ ἐκλογὴν πρόθεσις,” ἰδίωμα γραφικὸν ἔφη τίς ἐκ τῆς Ἑβραίδος. ἤτοι τῆς κατ’ αὐτὴν ἑρμηνείας συμβάν. τὸ τινὰ μὲν ὕπερ καταλέγειν. τινὰ δὲ καὶ πρωθύστερα καὶ ἀντιστρόφως τιθέναι· πολλὴν δὲ καὶ τούτων τὴν χρῆσιν, οὐ μόνον ἐπὶ τῆς παλαιᾶς, ἀλλὰ καὶ ἐπὶ τῆς καινῆς δια- θήκης. ὁ γὰρ Ἀπόστολος μνησθεὶς τοῦτε Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, οὕτω φησίν· “ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ· “ἀντὶ τοῦ, ἡ κατὰ πρόθεσιν ἐκείνων ἐκλογή. οὐ γὰρ κατὰ τὴν οἰκείαν πρόθεσιν ὁ Θεὸς, τὸν μὲν, ἐξελέξατο· τὸν δὲ, ἀπώσατο. ἀμφοτέ- ἀμφοτέρους γὰρ τό γε ἐπ’ αὐτῷ, ἐβούλετο εἶναι καλούς. ἀλλὰ κατὰ ἑκατέρου τούτων πρόθεσιν τὴν ἐκλογὴν ἐποιήσατο. τὸν μὲν, ἀγα- πήσας, διὰ τὴν ἀρετὴν τῆς αὐτοῦ προθέσεως· τὸν δὲ, μισήσας, διὰ τὴν κακίαν τῆς γνώμης, ἀφ’ ὧν δῆλον, ὅτι τὴν κατὰ πρόθεσιν ἐκλογὴν, καὶ οὐ τὴν κατ’ ἐκλογὴν πρόθεσιν, βούλεται ὁ Ἀπόστολος λέγειν.

  85. 9.10.4.1

    Ἀκακίου. Ἕτερος δὲ “ πρόθεσιν,” τὴν προτίμησιν ἐνταῦθα λέγει. διὰ τὸ προτεθεῖσθαι τὸν Ἰακὼβ τοῦ Ἡσαῦ, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος.

  86. 9.10.5.1

    Φωτίου. Ἢ πρόθεσιν εἰπὼν, τοῦ Θεοῦ τὴν βουλὴν εἰπὼν δὲ “ κατ’ ἐκλογὴν,” ἔδειξεν ὅτι καὶ διέφερον ἀλλήλων. οὐδεὶς γὰρ ἐκλέγεται ἕτερον ἀφ’ ἑτέρου, εἰ μήτι αὐτοῦ διαλλάσσει. εἰπὼν δὲ “ οὐκ ἐξ ἔργων,” παρέδειξε τὸ μέγεθος τῆς κλήσεως καὶ τῆς χάριτος αὐτοῦ· ὅτι καὶ μηδὲν πραξάντων, ἐκλέγεται καὶ προσκαλεῖται. ἀλλ’ εἰ μηδὲν πραξάντων ἐκλέγεται, πῶς ἐκλέγεται; ἡ μὲν γὰρ ἐκλογὴ ἐπὶ τῶν κατά τι γίνεται διαφερόντων, οἱ δὲ μηδὲν πράξαντες, τι διαφέρουσι; καὶ πάνυ. ἀνθρωπίνοις μὲν γὰρ ὀφθαλμοῖς ἐπεὶ οὐδὲν ἔπραξαν, οὐδὲ διαφέρουσι. θείᾳ δὲ προγνώσει τοῦ μέλλοντος, πολὺ διαφέρουσι. καὶ γὰρ ὁ μὲν, εὐηρέστησε τῷ Θεῶ· ὁ δὲ, οὐκέτι.

  87. 9.10.5.2

    Κυρίλλου ἐκ Τῶν Εἰσ Τὴν Γένεσιν. Ὅτι δὲ τύπος ἦσαν τῶν δύο λαῶν τὰ κατὰ τὸν Ἰακὼβ καὶ Ἡσαῦ, φέρε λέγωμεν. ὁ μὲν Ἰσαὰκ εἰς εἰκόνα καὶ τύπον τέθειται τοῦ Χριστοῦ. διηρμηνεύεται γὰρ ἡ τοιάδε κλῆσις ἀγαλλίαμα καὶ χαρά. ἀγαλλίαμα δὲ, τὸν Χριστὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὠνόμαζε, λέγων ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν δι’ αὐτοῦ σωτηρίαν, “ τὸ ἀγαλλίαμά “ μου λύτρωσαι με ἀπὸ τῶν κυκλωσάντων με.” διενηξάμεθα γὰρ ὡς ἐν Χριστῷ τὰς τῶν φονώντων ἐπαναστάσεις καὶ πεπατήκαμεν ἐν αὐτῷ σκορπίους καὶ ἔχεις οἱ πεπιστευκότες. ὅτι δὲ ἀγαλλίαμα Χριστὸς παρὰ ταῖς θείαις γραφαῖς ὀνομάζεται, καὶ προφητικὸς ἡμᾶς ἀναπείσει λόγος. ἔχει γὰρ ὧδε. “ καὶ ἀνατέλει Κύριος δι- “ καιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.” γέγονε γὰρ ὁ Ἐμμανουὴλ, οὐχὶ μόνοις τοῖς ἐξ ἐθνῶν, ἀλλὰ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι τε καὶ λαοῖς, δικαιοσύνη καὶ ἀγαλλίαμα. δεδικαιώμεθα γὰρ ἐν αὐτῷ· καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς διεκρουσάμεθα δυσθυμίαν. μετημφιέσμεθα γὰρ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι. καὶ τί γάρ; οὐχὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ καταπλουτήσαντες ἀγαθῶν; τοι γάρ τοι δοξολογεῖν δεδιδάγμεθα λέγοντες, “ ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα “ εὐφροσύνης περιέθηκέ μοι.” ὅτι δὲ οὗτος ἐστὶν ὁ τῆς εὐφροσύνης χιτὼν, σαφηνιεῖ λέγων ὁ σοφώτατος Παῦλος, “ ὅσοι εἰς Χρι- “ στὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.” “ ἐνδύσασθέ τε αὖθις “ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποι- “ εῖσθε εἰς ἐπιθυμίαν.”

  88. 9.10.5.3

    Αγαλλίαμα τοίνυν Ἰσαὰκ ὁ ἐν τύπῳ Χριστοῦ τοῖς προκειμένοις ἡμῖν θεωρήμασι χρειωδέστατα παρειλημμένος. τούτου γέγονε Ῥεβέκκα γυνή. διερμηνεύοιτο δ᾿ ἂν καὶ αὕτη πλείστη τὲ καὶ ὅση ὑπομονή. ἀλλὰ καὶ τὸ τῆσδε πρόσωπον εἰς τὴν ἐκκλησίαν παραληψόμεθα, νοοῦντες ὀρθῶς. ἧς τὸ εὐδόκιμον, ἐν ὑπομονῇ. καὶ γοὖν τοῖς ταύτης τέκνοις, ὡς ἐν πίστει φημὶ καὶ πνεύματι, σωτηρίας ὁδὸς πέφηνεν ἡ ὑπομονή. ἱεροὶ γὰρ αὐτοῖς προσπεφωνήκασι λόγοι. ποτὲ μὲν, “ ὅτι ἐν τῇ ὑπομονὴ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. ποτὲ δ᾿ αὖ, “ ὑπομονῆς γὰρ ἔχετε χρείαν. ἵνα τὸ θέλημα τοῦ “ Θεοῦ ποιήσαντες, κομίσησθε τὰς ἐπαγγελίας.” ὅρα τοίνυν τὴν Ῥεβέκκαν ὀψὲ καὶ μόλις ὠδίνουσαν· στεῖρα γὰρ ἦν. ἀποτεκοῦσαν δ᾿ οὖν ὅμως ἐκ φιλοτιμίας Θεοῦ, καὶ ἐξ αἰτήσεως Ἰσαὰκ, τόν τε Ἡσαῦ πρωτότοκον, καὶ εὐθὺς κατόπιν ἰόντα τὸν Ἰακώβ. δι’ ὧν εὖ μάλα ἐξεικονισθεῖεν ἃν οἱ δύο λαοί. ὁ τε ἐξ Ἰσραὴλ, καὶ μέντοι καὶ ὁ ἐξ ἐθνῶν λαός. καὶ πρωτότοκος μὲν ὁ Ἰσραήλ. κέκληται γὰρ διὰ νόμου. δεύτερος δὲ καὶ μετ’ ἐκεῖνον, ὁ ἐν πίστει διὰ Χριστοῦ.

  89. 9.10.5.4

    Ιδοι δ᾿ ἄν τις τῶν δύο λαῶν τὴν ὡς ἐν γνώμῃ καὶ τρόποις διαφορὰν, καὶ ἐξ αὐτῶν οἶμαί που τῶν ὀνομάτων, ἃ ἦν ἐπ’ ἀμφοῖν· καὶ ἐκ τῆς τῶν σωμάτων ἰδέας ἤτοι κατασκευῆς. ὁ μὲν γὰρ Ἡσαῦ διερμηνεύεται δρῦς. τουτέστιν, ἀπηνής τε καὶ ἀκαμπής. εἴρηται δέ που πρὸς τὸν Ἰσραὴλ παρὰ Θεοῦ, “ γινώσκω ἐγὼ ὅτι σκληρὸς “ εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· καὶ τὸ μέτωπόν σου “ χαλκοῦν.” πτερνιστὴς δὲ ὁ Ἰακώβ· τουτέστι, τεχνίτης· ἤτοι νικᾶν εἰδώς. πτερνιεῖ γάρ τις ὃν ἃν ἡττήσῃ. νικᾷ δὲ δὴ πάντως, οὐχ ὁ ἐν νόμῳ λαὸς, ἀλλ’ ὁ ἐν Χριστῷ· διὰ πίστεως καὶ τὰ ἐκ τῆς ἁμαρτίας διαδραμὼν ἐγκλήματα· καὶ αὐτὸ καταμβλύνων τοῦ θανάτου τὸ κέντρον. καὶ ὁ μὲν Ἡσαῦ πυρράκης ἦν ὅλος. γέγραπται γὰρ οὕτως, καὶ ὡσεὶ δορρὰ δασύς. ἀνὴρ δὲ λεῖος Ἰακώβ. αἴνιγμα δὴ οὖν πυρρότης, θυμοῦ καὶ ὀργῆς. εἶπέρ ἐστιν ἀληθὲς ὡς ἐρυθρόν πὼς ἀεὶ τὸ χρῶμα τοῖς ἐν ὀργαῖς. θηριοπρεπὲς δὲ ὅτι τὸ δασὺ τὲ καὶ λασιότριχες, πῶς ἃν ἐνδοιάσειέ τις; κατίδοι δ᾿ ἃν οἰμαι πᾶς ὁστισοῦν ἐν τούτοις ὄντα τοῖς τρόποις τὸν Ἰσραήλ· καὶ θυμῷ μὲν μᾶλλον ἣ λογισμῷ τὰ καθήκοντα διοικούμενον· ἀπονενευκότα δὲ λίαν εἰς τὸ θρασὺ καὶ ἀνήμερον. τοι γάρ τοι καὶ ἀπεκτόνασι μὲν ἁγίους προφήτας· δεδυσσεβήκασι δὲ καὶ εἰς αὐτὸν ἐν ἐσχάτοις τὸν Ἐμμανουήλ. ἡ δέ γε λειότης, ἀνθρωποπρεποῦς ἰδέας, μήνυσις ἐναργής. ἤπιος δὲ λίαν, καὶ πολὺ ἤδη βλέπων ἐπὶ τὸ ἥμερον ὁ νέος τὲ καὶ ἐν πίστει λαός. ἡ γὰρ τοῦ σωματος λειότης, εἰς παράδειξιν ἔσται σαφῆ τοῦ νοητοῦ τὲ καὶ ἔσωθεν κάλλους. καθάπερ ἀμέλει καὶ ἀγριότητος ἐν Ἡσαῦ σημεῖον εἶναι δεδώκαμεν, τὸ δασύ τε καὶ ἐρυθρόν.

  90. 9.10.5.5

    Πλὴν ἀμφοῖν μήτηρ μία, ἡ Ῥεβέκκα. παρέστησε δ’ ἑαυτῷ τὴν ἐκκλησίαν ὁ Κύριος Ἰησοῦς Χριστὸς παρθένον ἁγνὴν, ὑπηρετοῦσαν ὥσπερ εἰς ἀναγέννησιν τὴν πνευματικὴν τῶν δύο λαῶν. ὅσον γὰρ ἧκεν εἰς τὸν τῆς ἐπιδημίας σκοπὸν, ἔκτισεν αὐτοὺς εἰς ἕνα καινὸν ἄνθρωπον· ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι, κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἦν ἐξήνιος ὁ Ισραὴλ, καὶ ἀσύμφωνος τῷ νέῳ λαῷ· ὁ κατὰ χρόνον πρεσβύτερος. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ καὶ ἐν αὐτῇ τῇ νηδύι ἀνασκιρτᾶν τὰ βρέφη, τὴν ἐσομένην ὥσπερ ἔχθραν ὑποσημαίνοντα. ὅτι δὲ ἀμείνων ὁ νεὸς ἔσται, καὶ ἐν εὐκλείᾳ τῇ προφερεστέρᾳ παρὰ τὸν Ἰσραὴλ τὸν πρωτότοκον, κατεσήμαινεν εὐθὺς ὁ πάντα εἰδὼς, αὐτῷ λέγων, ὅτι λαὸς λαοῦ ὑπερέξει· “ καὶ ὁ μείζων δουλεύσει τῷ “ ἐλάσσονι.” προεκηρύττετο μὲν γὰρ τὸ ἐπ’ ἀμφοῖν μυστήριον διὰ φωνῆς ἁγίων. καὶ ὅτι κατόπιν ἥξει τῶν ἐθνῶν ὁ Ἰσραὴλ, πολυτρόπως ἡμῖν προαπηγγέλλετο. Θεοῦ δὲ τὸ χρῆμα καὶ ἐν αὐτῷ τῷ τόκῳ δεικνύοντος. προεξέπιπτε μὲν τῆς νηδύος ὁ Ἡσαῦ· εἵπετο δὲ ὁ Ἰακώβ. καὶ ὅτι πτερνιεῖ καὶ νικήσει τὸν ἀδελφὸν, διὰ τοῦ τῆς πτέρνης ἐπειλῆφθαι καταδείκνυσι.

  91. 9.10.5.6

    Καὶ ταυτὶ μὲν εἰρήσθω πρὸς τὸ παρὸν, τοῦ λόγου τὰς ἀφορμάς. ἀπό τε τῆς τῶν σωμάτων ἰδέας καὶ αὐτοῦ τοῦ τόκου, λαμ- βάνοντος. καὶ δι’ ἑτέρων δὲ οὐδὲν ἧττον ἰόντες ἐννοιῶν, φέρε λέγωμεν ὡς ἔνι τὰ ἐπ’ ἀμφοῖν. μήνυσις γὰρ ἔσται τῆς ἑκατέρου γνώμης, καὶ αὐτὸς ὁ τοῦ βίου τρόπος.

  92. 9.10.5.7

    Ὁ μὲν γὰρ Ἡσαῦ τὰς ἐν ἀγροῖς τὲ καὶ θήραις ἠγάπα διατριβάς. ὁ δὲ, ἦν ἀστικός. εὐπρόσιτος δηλονότι καὶ κοινωνικός. καὶ ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν. καὶ ὁ μὲν, ἀκάθεκτος εἰς ἐπιθυμίας σαρκικάς· καὶ τῶν ἄγαν εὐτελεστάτων τὰ κάλλιστα τῶν οἰκείων γερῶν κατόπιν ὥσπερ ἱείς· καὶ τὰ ψυχρὰ τὲ καὶ ἕωλα τῶν ἀναγκαίων ἀντωνούμενος. ὁ δὲ, τῶν ἀρίστων ἄπλητος ἐραστής· καὶ τὰ δι’ ὧν ἃν γένοιτο λαμπρὸς, πανταχόθεν ἀναζητῶν. ἐξεπρίατο γὰρ τὰ πρωτοτοκία παραρριπτοῦντος αὐτὰ τοῦ Ἡσαῦ· καὶ τὸν τῆς γαστρὸς κόρον, τῶν ἰδίων ἀξιωμάτων ἀτημελῶς προτετιμηκότος. ταύτῃ λοιπὸν ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Ἐδώμ. τουτέστι, γήινος. γηΐνου γὰρ ἀληθῶς καὶ χαμαλωτάτου φρονήματος ἔλεγχος ἀληθὴς, τὸ ἀλογῆσαι μὲν δόξης τῆς ἐνούσης αὐτῷ, καὶ τὰ τῆς γενέσεως πρεσβεῖα παρ’ οὐδὲν ποιεῖσθαι παντελῶς. ἀνθέλεσθαι δὲ μᾶλλον ὡς ἀμείνω καὶ προφερεστέραν τὴν πρόσκαιρον ἡδονὴν, κἂν εἰ πολλὴν ἔχοι τὴν ζημίαν.

  93. 9.10.5.8

    Τοί γὰρ τοι καὶ ὁ θεσπέσιος Παῦλος, πόρνον τὲ καὶ βέβηλον τὸν οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένον, εἰκότως ἀποκαλεῖ. τύπον ὧσπέρ τινα τῶν εἰς τοῦτο φαυλότητος κατωλισθηκότων παρατιθεὶς τὸν Ἡσαῦ· λέγων, “ μή τις πόρνος ἣ βέβηλος, ὡς Ἡσαῦ. ὃς ἀντὶ “ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκα αὐτοῦ.” οὐκοῦν τοῖς τῶν νεανίσκων τρόποις ἀντιπαρεξάγοντες ἀκριβῶς, καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν σκοπὸν, καὶ τῆς ἐξ ἐθνῶν πληθύος τὸ εἰλικρινὲς καὶ ἐλεύθερον, τὰ εἰκότα λέγωμεν. ἦν μὲν γὰρ ὁ Ἰσραὴλ ἄγροικος τὸν νοῦν, καὶ γεωδεστέραν τὴν φρένα· γαῦρος τὲ καὶ φιλοπόλεμος, καὶ πολὺ λίαν ἐπτοημένος εἰς μιαιφονίας, κατὰ τὸν ἄγροικον τὲ καὶ θηριοκτόνον Ἡσαῦ. καὶ γοῦν προφητικὸς μὲν αὐτοῖς ἐγκαλεῖ λόγος, ὅτι παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας. αὐτὸς δὲ ὁ Χριστὸς ἐπηρᾶτο λέγων, “ ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος “ αὐτῶν· μάτην ὠνείδισαν τὴν ψυχήν μου. ἐλθέτω αὐτοῖς παγὶς “ ἣν οὐ γινώσκουσι· καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς.” πεπόμφασι γάρ τινας τῶν Φαρισαίων μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, δασμολόγοι δὲ οὗτοι, πειράζοντές τε καὶ λέγοντες, “ εἰ “ ἔξεστι δοῦναι φόρους Καίσαρι ἣ οὔ;” θηρευτὴς οὖν καὶ ὁ Ἰσραήλ. ὁ δὲ γενναῖος καὶ ἐν πίστει λαὸς, κατὰ τὸν θεσπέσιον Ἰακὼβ, ἀστεῖος καὶ φιλέστιος· πρᾷος καὶ καθεστηκώς· ἁπλοῦς καὶ ἀκάκουργος, οἰκῶν οἰκίαν. τῶν ἐν πίστει δεδικαιωμένων ἡ πραοτάτη πληθὺς πόλιν ὧσπέρ τινα λαμπρὰν καὶ εὐνομουμένην ἀπεγράψατο τὴν ἐκκλησίαν. καὶ οἶκον ἐρηρεισμένον τοῖς πειράζουσιν ἀκατάσειστον, τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωὴν ἐχαρίσατο. καὶ ἁπλοῦς μὲν αὐτοῖς ὁ νοῦς, καὶ δυστροπίας πάσης ἀπηλλαγμένος. ἀπηχθημένον δὲ σφόδρα ποιοῦντα τὸ ὡς ἐν γνώμῃ τὲ καὶ τρόποις πεπλάσθαι δοκεῖν. καὶ περὶ αὐτῶν οἶμαί που λέγειν τὸν θεσπέσιον Δαβὶδ, “ Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.” μονότροπος γὰρ, ὁ ἁπλοῦς ἐν Χριστῷ, ὃς καὶ ἐν οἴκῳ κατοικίζει. καί τοι τῷ Ἰσραὴλ ἐπιφωνοῦντος τινὸς τῶν ἁγίων προφητῶν, “ ταῖς πολυοδίαις σου ἐκοπίασας.” οὐκοῦν ἐναυλίζονται μὲν οἱ ἐν Χριστῷ, καθάπερ εἰς οἶκον, τὴν ἐν ὁσιότητι καὶ ἁγιασμῷ πολιτείαν καὶ ζωήν. αὐτοὶ δὲ τὸ χρῆμα ταῖς σφῶν κεφαλαῖς οἷά τινα στέφανον ἀναπλέκοντες ἁλοῖεν ἄν. καὶ μὴν καὶ εὐημερίας καταλογιζόμενοι τρόπον. ταύτῃ τοι φασὶ, “ ὅτι ηὐφράνθην ἐπὶ τοῖς “ εἰρηκόσι μοι, εἰς οἶκον Κυρίου πορευσόμεθα.”

  94. 9.14.verse.1

    Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; μὴ γένοιτο. τῷ γὰρ Μωϋσῇ λέγει, Ἐλεήσω ὃν ἃν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω. ἄρα οὖν αὐτοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς τοῦτο ἐξήγειρά σε, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. ἄρα οὖν ὃν ἃν θέλῃ ἐλεεῖ· ὃν δὲ θέλει, σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ θελήματι αὐτοῦ τίς ἀνθέστηκε; μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;

  95. 9.14.1.1

    Χρυσοστόμου. Ὥσπερ φησὶν ἐπὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, οὐκ ἔχει τις εἰπεῖν ἀδικίαν τὸ γεγονὸς, οὕτως οὐδὲ ἐφ’ ἡμῶν καὶ τῶν Ἰουδαίων. εἶτα ἐπάγει ἕτερον τούτου σαφέστερον. ποῖον δὴ τοῦτο; τῷ γὰρ Μωϋσῇ λελάληκεν ὁ Θεὸς, “ ἐλεήσω ὃν ἃν ἐλεῶ, “ καὶ οἰκτειρήσω, ὃν ἃν οἰκτείρω.” καὶ πάλιν αὔξει τὴν ἀντίθεσιν. διὰ μέσου διακόπτων αὐτὴν καὶ λύων, καὶ ἑτέραν πάλιν ἀπορίαν ποιῶν. ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, ἑρμηνεῦσαι αὐτὸ ἀναγκαῖον. εἶπε, φησὶν, ὁ Θεὸς, ὅτι μείζων δουλεύσει πρὸ τῆς ὠδῖνος x. τί οὖν; μὴ ἄδικος ὁ Θεός; μὴ γένοιτο. οὐκοῦν ἄκουε καὶ τῶν ἑξῆς. ἐκεῖ μὲν γὰρ, κἂν ἡ ἀρετὴ, καὶ ἡ κακία διέκρινεν, ἐνταῦθα δὲ ἓν τὸ ἁμάρτημα πάντων ἦν Ἰουδαίων, τὸ τῆς μοσχοποιΐας. καὶ ὅς, οἱ μὲν, ἐκολάσθησαν· οἱ δὲ, οὔ. διὸ καὶ ἔλεγεν, ἐλεήσω ὃν ἃν ἐλεῶ. οὐ γὰρ σόν ἐστιν, εἰδέναι, φησὶ, ὦ Μωϋσῆ, τίνες ἄξιοι φιλανθρωπίας. ἐμοὶ παραχώρει τούτου. εἰ δὲ Μωϋσέος οὐκ ἦν εἰδέναι, πολλῷ μᾶλλον ἡμῶν. διὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς τέθεικε τὸ εἰρημένον, ἀλλὰ καὶ πρὸς τίνα εἶπεν, ἐμνημόνευσε. τῷ γὰρ Μωϋσῇ φησιν λέγει. ἵνα καὶ τῷ ἀξιώματι τοῦ προσώπου τὸν ἀντιλέγοντα ἐντρέψῃ. εἰπὼν τοίνυν τὴν λύσιν τῶν ἀπορουμένων, διὰ μέσου διακόπτει, πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγων, καὶ λέγων. “ἄρα “ οὖν οὐ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ εὐδοκοῦντος “ Θεοῦ· λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξή- “ γειρά σε. ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. καὶ ὅπως “ διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.” ὥσπερ γὰρ ἐκεῖ, φησιν, οἱ μὲν, ἐσώθησαν. οἱ δὲ, ἐκολάσθησαν. οὕτω καὶ ἐνταῦθα, οὗτος εἰς αὐτὸ τοῦτο ἐτηρεῖτο. εἶτα πάλιν ἀντίθεσιν ἐπάγει. “ ἄρα οὖν “ ὃν ἂν θέλῃ ἐλεεῖ. ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοί, τι ἔτι “ μέμφεται; τῷ γὰρ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκεν;”

  96. 9.14.1.2

    Ορᾷς πῶς ἐσπούδασεν αὐτὸ ποιῆσαι διὰ πάντων ἄπορον. καὶ οὐδὲ τὴν λύσιν εὐθέως ἐπάγει. συμφερόντως τοῦτο ποιῶν. ἀλλ’ ἐπιστομίζει πρῶτα τὸν ζητοῦντα, λέγων οὕτως. “ μενοῦν γε, ὦ “ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;” ποιεῖ δὲ τοῦτο, τὴν ἄκαιρον περιεργίαν ἀναστέλλων· καὶ παιδεύων εἰδέναι, τί μὲν Θεὸς, τί δὲ ἄνθρωπος. καὶ πῶς ἀκατάληπτος αὐτοῦ ἡ πρόνοια, καὶ πῶς ἅπαντα αὐτῷ πείθεσθαι δεῖ. καὶ ὅταν τοῦτο κατασκευάσῃ παρὰ τῷ ἀκροατῇ· καὶ καταλεάνῃ αὐτοῦ τὴν γνώμην, τότε μετὰ πολλῆς εὐκολίας ἐπάγων τὴν λύσιν, εὐπαράδεκτον αὐτῷ ποιήσει τὸ λεγόμενον. καὶ οὐ λέγει ὅτι ἀδύνατον τὰ τοιαῦτα λύειν, ἀλλ’ ὅτι παράνομον τὰ τοιαῦτα ζητεῖν. δεῖ γὰρ πείθεσθαι τοῖς ὑπὸ τοῦ Θεοῦ γινομένοις, καὶ μὴ περιεργάζεσθαι, κἂν τὸν λόγον αὐτῶν ἀγνοῶμεν. διὸ φησίν· “ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; εἶδες πῶς ἐξηυτέλισε· πῶς κατήνεγκε τὸ φύσημα; σὺ τίς τίς εἶ; κοινωνὸς εἶ τῆς ἀρχῆς; ἀλλὰ δικαστὴς ἐκάθισας τῷ Θεῷ. πρὸς γὰρ τὴν ἐκείνου σύγκρισιν, οὐδὲ εἶναί τι δύνασαι· οὐ τόδε ἣ τόδε, ἀλλ’ οὐδὲ εἶναί τι. τοῦ γὰρ εἰπεῖν οὐδὲν εἶ, πολὺ τὸ εἰπεῖν τίς οὐδαμινώτερον. καὶ ἄλλως πλείονα τὴν ἀγανάκτησιν ἐνδείκνυται τῆ ἐρωτήσει. καὶ οὐκ εἶπε, σὺ τίς εἶ, ὁ ἀποκρινόμενος τῷ Θεῷ; ἀλλ’ “ ὁ ἀνταποκρινόμενος.” τουτέστιν, ὁ ἀντιλέγων, ὁ ἐναντιούμενος. τὸ γὰρ εἰπεῖν ὅτι οὕτως ἔδει, καὶ οὐχ οὕτως ἔδει, ἀνταποκρινομενου ἐστιν.

  97. 9.14.2.1

    Κυρίλλου. Ἐπειδὴ τοίνυν εἰκὸς ἦν τῶν φιλεγκλημόνων οἴεσθαι τινὰς ῥοπῆς θελημάτων ἀβασανίστου τυχὸν τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ· καὶ τὸν μὲν, ἠγαπῆσθαι, ἰδίᾳ χάριτι κατανεύοντος τοῦ Θεοῦ, τὸν δὲ, μισεῖσθαι, προαναιρῶν ἀναγκαίως ὁ Ἀπόστολος, ὡς ὀλέθριον τὴν ἐπὶ τούτῳ διάληψιν, ταῖς ἄνωθεν ψήφοις πειρᾶται συνηγορεῖν, τοῖς αὐτοῦ λόγοις τὸ ἀντιφέρεσθαι δοκοῦν οἱονεί πὼς ἀνθιστάς. εἰ γὰρ δή, φησι, καὶ πρίν τι δράσαι τὰ βρέφη, ὁ μὲν, τῆς ἀγάπης ἠξίωται, ὁ δὲ, μεμίσηται, τέτακτο δὲ καὶ εἰς δοῦλον τῷ ἐλάσσονι, τάχα που καὶ ἄδικος ὁ Θεός. εἶτα πῶς, φησιν, τοῦτο οὐκ ἀπόπληκτον; εἰ μὲν γὰρ οὐ γέγονεν ἀνὴρ ἀγαθὸς ὁ Ἰακὼβ, εἰ μὴ πονηρὸς ὁ Ἡσαῦ, φαίη τίς ἃν εἰκότως πεπλανῆσθαι τάχα που τὴν πρόγνωσιν· καὶ ῥοπῆς εἰκαίας, καὶ θελημάτων οὐκ ἀσφαλῶν ἔργον γενέσθαι, τὰ ἐπ’ ἀμφοῖν ὡρισμένα. ἐπειδὴ δὲ σκαιὸς μὲν λίαν ἦν ὁ Ἡσαῦ, σοφὸς δὲ ὁ Ἰακὼβ, ἀδικήσειεν ἃν ἡ τοῦ Θεοῦ πρόγνωσις τὸ σύμπαν οὐ χαριζομένη καὶ πρὸ καιροῦ, τῷ μὲν ἀγαθῷ τοὺς τρόπους, τὸ ἀγαπᾶσθαι, τῷ δὲ μὴ τοιούτῳ, τὸ κατακρίνεσθαι. ἀνεξικακῆσαι μὲν γὰρ τὸν Θεὸν, καὶ τὸν τῶν δρωμένων περιμεῖναι καιρὸν, χαλεπὸν οὐδέν. ἵνα ἐξ αὐτῶν ἑκάτερος διαφαίνοιτο τῶν πραγμάτων.

  98. 9.14.2.2

    Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τῆς κατ’ ἐκλογὴν χάριτος, καὶ τῆς ἐν προγνώσει δωρεᾶς προανατυποῦσθαι τὸ μυστήριον, ταύτῃ τοι χρησίμως ὁ τῶν τοιούτων ἡμῖν ἀριστοτέχνης Θεὸς, μονονουχὶ καὶ ἐπεδράττετο τοῦ καιροῦ, καὶ ἐν τῇ τῶν παίδων γενέσει πεπληροφόρηκε τὸν Ἰσαάκ. ὡς εἷς τὲ καὶ μόνος ὑπάρχων ἐξ Ἀβραὰμ, ἀναριθμήτων ἔσται πατὴρ ἐθνῶν τῶν ἐξ ἐπαγγελίας, ὡς καὶ ἐν πίστει κληρωθησομένων. εἰ δὲ δὴ κατὰ γνῶσιν, οὓς ἃν ἕλοιτο τυχὸν, μᾶλλον δὲ καὶ οἷς ἂν εἰκότως τὸ ἐλεεῖσθαι πρέποι, οἰκτείρει· ἔφη γάρ που πρὸς Μωσέα, “ καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω,” πῶς οὐχ ἁπάσης διαβολῆς τυχὸν ἐκτὸς ἔσται τὸ χρῆμα; προαναθρήσας δὲ οἶμαι σαφῶς ὁ Ἀπόστολος, ὡς τάχα που οἰήσονται τινὲς νεύμασι τοῖς θείοις, τοὺς μὲν, εἶναι ἀγαθοὺς, τοὺς δὲ, ἀπειθεῖς, ἀναγκαίως αὐτὸς ἀνθυποφέρει τὰ ἐκ τῆς ἐκείνων ἀμαθίας, καὶ φησὶν, “ ἄρα “ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος “Θεοῦ.” εἰ γὰρ μεμίσηται μὲν ὁ Ἡσαῦ, καὶ πρίν τι δράσαι τῶν φαύλων· τετίμηται δὲ καὶ πρὸ τῆς εἰς τὸ εἶναι παρόδου ὁ Ἰακώβ. ἐλεεῖ δὲ πάλιν οὓς ἐλεεῖ, πῶς οὐκ ἐκεῖνο λοιπὸν περινοεῖν ἄξιον, ὡς οὐδὲν ὀνίνησιν ὁ τρέχων ἣ θέλων; τουτέστιν, ὁ δράσαι τί τῶν ἀγαθῶν προθυμούμενος. ἀπήρτηται δὲ πάντα τὰ καθ’ ἡμᾶς τῶν παρὰ Θεοῦ νευμάτων. εἶτα τούτοις ἐπισωρεύει καὶ τὰ προσεμπεδοῦν δυνάμενα τὴν ἐπὶ τῷδε δόξαν· καὶ φησὶν, “ λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε. ὅπως ἐνδείξω- “ μαι ἐν σοὶ τὴν δύναμίν μου.” προσεπάγει δὲ τούτοις τὸ οἱονεὶ συμπέρασμα τοῦ παντὸς προβλήματος, καὶ φησίν. “ ἄρα οὖν ὃν “ ἂν θέλῃ ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι τί ἔτι “ μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκε;”

  99. 9.14.2.3

    Τίς οὖν ἄρα γέγονεν αὐτῷ τῆς ἀπολογίας ὁ τρόπος; ἀσυμφανὴς μὲν λίαν, καὶ τοῖς παρ’ ἐκείνων προβλήμασι τάχα που καὶ ἐπαμύνειν δοκῶν. πλὴν ἀποχρῶν εἰς πληροφορίαν, ὡς οὐκ ἂν γένοιτό τι τῶν ἔξω λόγου τοῦ πρέποντος παρὰ Θεοῦ. διανέμει γὰρ ἑκάστῳ τὸ πρέπον αὐτῷ. κατοικτείρει γὰρ καὶ ἐλεεῖ τοὺς οἷς ἃν ἁρμόσῃ τὸ ἐλεεῖσθαι δεῖν. ὑποφέρει δὲ δίκαις οὐκ εὐθὺς καὶ κατὰ πόδας τῶν αἰτιαμάτων τὰς τιμωρίας· προλαβούσης μᾶλλον μακρᾶς ἀνεξικακίας. ὡς οἴεσθαι που τινὰς καὶ ἀφειδῆσαι μᾶλλον τῶν ἐπὶ γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα λέγουσιν ἀντανίσταται· τοῦ λόγου τὴν δύναμιν ἐπαφεὶς τῷ προσώπῳ τῶν παρενηνεγμένων, Ἡσαῦ φημὶ καὶ Φαραώ. ἔφη τοίνυν ὡς πρὸς ἑκάτερον τῶν ὠνομασμένων, “ ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ “ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ, ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, “ τί με ἐποίησας οὕτως ;” ἀποφαίνει μὲν γὰρ ὡς ἐκ παραδείγματος ἐναργοῦς, ὅτι παγχάλεπον τὸ θείοις κρίμασιν ἐπιτιμᾶν. εἰ γὰρ δή τις ἕλοιτο τὰ εἰκότα φρονεῖν, ἀναδήσει μὲν τῷ πάντα εἰδότι Θεῷ τό γε κρίνειν ἕκαστα, καθ’ ὃν αὐτὸς εἰδείη τρόπον. ἐνδοιάσει δὲ κατ’ οὐδὲν ὡς ἔστιν ὅσιον, ὅπερ ἃν ἕλοιτο δρᾶν, διαπλάττων ἐπ’ ἐξουσίας τὰ ἐφ’ ἑκάστου τυχόν. οὐκοῦν αἰτιᾶται λίαν τοὺς τοῖς θείοις νεύμασιν ἐνιέντας ὅλως τὸν βασανίζοντα νοῦν, πότερα καλῶς ἢ οὐχ οὕτως ἔχει· ἔδει γάρ φησιν ἀπομιμεῖσθαι μᾶλλον αὐτοὺς τὸ διὰ χειρὸς κεραμέως πλαττόμενον, καὶ μετὰ σιγῆς ὑπομένειν τὰ παρὰ Θεοῦ. οὐ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως;~

  100. 9.14.2.4

    Ἀλλ’ ἴσως καὶ πρός γε τοῦτο τινὲς ἐκεῖνο φασίν· εἰ κεραμέως δίκην καθ’ ὃν ἃν βούλοιτο τρόπον διαπλάττει Θεὸς, ὡς τὸ μὲν, εἰς τιμὴν ποιῆσαι σκεῦος. τὸ δὲ, εἰς ἀτιμίαν· πῶς οὐχ ἁπαστισοῦν ἀναπείθει λόγος, τὸ γεγονὸς οἴεσθαι πάντη τὲ καὶ πάντως τοιοῦτον ἔχειν ’τον τρόπον, καθ’ ὂν καὶ πεποίηται. ὥστε ο μὲν τις ἐστὶν εἰς ἀτιμίαν γεγονὼς, καὶ φύσιν τοιαύτην ἀπεκληρώσατο. πεποίηται δέ τις ἕτερος, ἤγουν ἐξεγήγερται σκληρός· ἵνα, ὡς αὐτὸς φησὶν, διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ. ποία τοίνυν ἐστὶ τοῖς πταίουσιν ἡ γραφή. γεγόνασι γὰρ εἰς τοῦτο. πρὸς δὴ τὰ τοιαῦτα φαίη τίς ἃν, ὅτι μάλιστα μὲν οὐκ ἃν ἔχοιεν εἰπεῖν, ὅτι φύσεων διαφορὰς ἐν τούτοις ἡμῖν ἡ τῶν νοημάτων δύναμις ὑπεσήμηνεν. οὐ γὰρ ἔφη πεποιῆσθαι τινὰς ὠμοὺς καὶ ἀπεσκληκότας, ἤγουν εἰς σκεύη ἀτιμίας· οὐδὲ φύσει αὐτοῖς τὴν τοιαύτην ἐκνενέμηκεν ὅλως. ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει φρονεῖν, ὅτι διαπλάττονται τινὲς οἷά περ σκεύη κεραμεικά· ἃ μὲν εἰς τιμήν· ἃ δὲ εἰς ἀτιμίαν. καὶ τόν γε τοῦ παραδείγματος τρόπον ἐκ προφητικῶν ὑμῖν πεποίηται λόγων. τίνα οὖν τρόπον ἄρα διαπλάττονται τινες οἷά περ ἐκ κεραμέως, οἱ μὲν, εἰς τιμήν· οἱ δὲ, εἰς ἀτιμίαν, καὶ ἐπὶ ποίαις αἰτίαις, εἰδείη τίς ἃν, τοῖς Ἱερεμίου λόγοις ἐντυχών. γέγραπται δὲ οὕτως· “ ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ “ κεραμέως· καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. καὶ κατέβην εἰς “ τὸν οἶκον τοῦ κεραμέως. καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν “ λίθων. καὶ ἔπαισε x τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν “ αὐτοῦ. καὶ πάλιν αὐτὸς ἐποίει ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν “ αὐτῷ τοῦ ποιῆσαι. καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων, εἰ “ ὡς ὁ κεραμεὺς οὗτος, οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος “ Ἰσραήλ; ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστὲ, ἐν ταῖς χερσί “ μου. πέρας λαλήσω ἐπὶ ἔθνος ἣ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐ- “ τούς. καὶ ἐπιστρέψουσι τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν “ αὐτοῦ. καὶ μετανοήσω περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.

← Previous · Next → — showing 301400 of 959

First Thousand Years of Greek. CTS URN tlg4102.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.