Ancient Texts

← Library

Catena In Epistulam Ad Romanos (typus Monacensis)

First Thousand Years of Greek · First Thousand Years of Greek · 959 sections

  1. 7.22.6.1

    Κυρίλλου. Ἢ νόμον ἁμαρτίας φησὶ τὸ ἔμφυτον κίνημα· καὶ ὅπερ ἃν ὑπάρχειν οἴοιτό τις τῆς φιλοσαρκίας τὸ πάθος. καθάπερ ἀμέλει καὶ νόμον νοὸς τὴν εἴς γε τὸ ἀγαθὸν ῥοπὴν αὐτοῦ καὶ θέλη- σιν· ὅς γε δίψᾳ μὲν τὸ ἐλεύθερον, καὶ τῶν διαβεβλημένων ἀπαλ- λακτιᾷ. καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῖ τὸν νόμον, ὡς τῶν καλλίστων εἰσηγητήν. καταβιάζεται δὲ εἰς ἐκτόπους ἡδονὰς ἡ τῆς σαρκὸς φύσις· πολεμοῦντός γε καὶ ἐγκειμένου τοῦ νόμου τῆς ἁμαρτίας.

  2. 7.22.7.1

    Γενναδίου. Νόμον δὴ οὖν ἁμαρτίας ἐν τοῖς μέλεσι, τὸ βούλημα καὶ τὸν σκοπὸν τῆς παθητῆς λέγει σαρκός· ἐπειδὴ καὶ παντὸς ἴδιον νόμου τὸ τοῖς ὑπ’ αὐτὸν τὰ αὐτοῖς δοκοῦντα παρακελεύεσθαι· καὶ ἐν τῷ “συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ.” τῷ “γὰρ,” ἀντὶ τοῦ τοίνυν, ὡς καὶ ἐν ἄλλοις ἐχρήσατο. πάντων γὰρ ἀπὸ τοῦ, “οἶδα μὲν ὅτι ὁ νόμος πνευματικός ἐστιν” αὐτῷ προει- ρημένων, συναγωγὴν ἠβουλήθη ποιήσασθαι· τῷ μὲν νόμῳ τοίνυν λέγων “συνήδομαι τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον·” ἤγουν τὸ ἐν ἡμῖν νοερόν. καὶ χαίρω τούτου τοῖς παραγγέλμασι. βλέπω δὲ νόμον ἕτερον τῶν ἐμαυτοῦ μελῶν, ἀντιπαραταττόμενον τούτῳ· καὶ πρὸς βίαν εἰς ἑαυτὸν ἐνυποσπῶντά με. καὶ οἷον αἰχμαλώτῳ περι- κεχρημένον μοι· οὐ γὰρ ᾧ χαίρω νόμῳ ὑπακούω, ἀλλ’ ᾧ μὴ χαίρω· καὶ μᾶλλόν μου τῶν μελῶν ὁ θεῖος οὐδαμῶς νόμος, τοῦ θείου νόμου κατακρατεῖ. καὶ πρὸς αὐτὸν ἀγωνιζόμενος, ἀντισχεῖν οὐκ ἀρκῶ.

  3. 7.22.8.1

    Δ(??), (sic). Ὅπως δὲ τοῦτο γίνεται, σκόπει. ἀγαθὸν τὸ θεῖον καὶ ὑπεράγαθον. καὶ τὸ τούτου θέλημα. τοῦτο γὰρ ἀγαθὸν, ὅπερ Θεὸς βούλεται. νόμος δέ ἐστιν ἡ τοῦτο διδάσκουσα ἐντολή. ἵνα ἐν αὐτῷ μένοντες, ἐν φωτὶ ωτμεν. ἧς ἐντολῆς ἡ παράβασις, ἁμαρ- τία ἐστίν. αὕτη δὲ διὰ τῆς τοῦ διαβόλου προσβολῆς, καὶ τῆς ἡμετέρας ἀβιάστου καὶ ἑκουσίου παραδοχῆς συνίσταται. λέγεται δὲ καὶ αὐτὴ νόμος. ἐπιβαίνων οὖν ὁ τοῦ Θεοῦ νόμος τῷ νῷ ἡμῶν ἐφέλκεται πρὸρ ἑαυτόν· καὶ νύττει τὴν ἡμετέραν συνείδησιν. λέ- γεται δὲ καὶ ἡ ἡμέτερα συνείδησις νόμος τοῦ νοὸς ἡμῶν. καὶ ἡ προσβολὴ δὲ τοῦ πονηροῦ, τουτέστιν ὁ νόμος τῆς ἁμαρτίας ἐπι- βαίνων τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν, δι’ αὐτῆς ἡμῖν προσβάλλει. ἅπαξ παραβάντες ἑκουσίως τὸν νόμον τοῦ Θεοῦ, καὶ τὴν προσ- βολὴν τοῦ πονηροῦ παραδεξάμενοι, ἐδώκαμεν αὐτῇ εἴσοδον παρα- θέντες ὑφ’ ἑαυτῶν τῇ ἁμαρτίᾳ. ὅθεν ἑτοίμως ἄγεται τὸ σῶμα ἡμῶν πρὸς αὐτήν. λέγεται γοῦν καὶ ἡ ἐναποκειμένη τῷ σώματι ἡμῶν ὀσμὴ καὶ αἴσθησις τῆς ἁμαρτίας, ἤτοι ἐπιθυμία καὶ ἡδονὴ, τοῦ σώματος νόμος, ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν. “ὁ μὲν “οὖν νόμος τοῦ νοός μου,” ἤτοι ἡ συνείδησις, συνήδεται τῷ νόμῳ τοῦ Θεοῦ· ἤτοι τῆ ἐντολὴ· καὶ ταύτην θέλει ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἤτοι ἡ προσβολὴ διὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν, ἤτοι τῆς σοῦ σώματος ἐπιθυμίας καὶ ῥοπῆς καὶ κινήσεως, καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοός μου. τουτέστι, τῇ συνειδήσει, καὶ αἰχμαλωτίζει με, καὶ ἀγα- πῶντα τὸν τοῦ Θεοῦ νόμον, καὶ μὴ θέλοντα τὴν ἁμαρτίαν, κατὰ ἀνάκρισιν, διὰ τὸ λεῖον τῆς ἡδονῆς καὶ τῆς τοῦ σώματος ἐπιθυμίας, καὶ τῆς ψυχῆς τοῦ ἀλόγου μέρους, ὡς ἔφην, πλανᾷ, καὶ πείθει δουλεῦσαι τῇ ἁμαρτίᾳ. “ἀλλ’ ὁ Θεὸς τὸ ἀδύνατον τοῦ “νόμου ἐν ᾧ ἠσθένει ὁ νόμος διὰ τῆς σαρκὸς, πέμψας τὸν Υἱὸν “αὐτοῦ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας,” σάρκα μὲν γὰρ ανέλαβεν· ἁμαρτίαν δὲ οὐδαμῶς, “κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ “σαρκί.” ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ, ἐν τοῖς “μὴ κατὰ “σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.” τὸ γὰρ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· καὶ παρέχει δύναμιν τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, κατὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν ἡμῶν. τὸ γὰρ, “τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν ἀλλ’ αὐτὸ τὸ πνεῦμα “ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις·” τουτέστι, δι- δάσκει ἡμᾶς τί δεῖ προσεύξασθαι· ὥστε ἀδύνατον, εἰ μὴ δι’ ὑπο- μονῆς καὶ προσευχῆς, τὰς ἐντολὰς τοῦ Θεοῦ ἐργάσασθαι.

  4. 7.22.9.1

    Μεθοδίου. τέσσαρας δέ τις ἐνταῦθα λέγεσθαι νόμους εἰπών· ἕνα μὲν τὸν νόμον τοῦ Θεοῦ· δεύτερον δὲ, τὸν ἀντιστρατευόμενον· τρίτον, περὶ οὗ φησὶν, “τῷ νόμῳ τοῦ νοός μου.” τέταρτον, περὶ οὗ λέγει· “τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.” τούτων ὁ πρῶτος φησὶ τὸ εὐαγγελικόν ἐστι παίδευμα, ἔξωθεν διὰ τοῦ κηρύγματος εἰσιὼν καὶ τὴν ψυχὴν ῥυθμίζων· ὁ δεύτερος, ὁ ἀντιστρατευόμενος καὶ οὗτος τῶν ἐπεισιόντων ἔξωθέν ἐστι κατ’ ἐνέργειαν τοῦ πονηροῦ, τὴν ψυχὴν αἰχμάλωτ’ ἵζων· ὁ τρίτος, ὅν φησι νόμον νοὸς, οὗτός ἐστιν ὁ τῇ φύσει ἡμῶν ἐγκατασπαρεὶς παρὰ τοῦ δημιουργοῦ· ἐπὶ τὰ τῷ Θεῷ φίλα παροτρύνων. ὁ τέ. ταρτος, ὁ τῆς ἁμαρτίας νόμος, οὗτός ἐστιν ὁ φιλαμαρτήμων· ὃς διὰ τῆς πρὸς τὸ κακὸν συνηθείας, ἐνεσκίρρωσεν ἐν ἡμῖν τὴν ἁμαρ- τίαν. ὅρα οὖν, φησὶ, πῶς ἐκ διαμέτρου ἐναντίοις περιεστοιχίσμεθα νόμοις. οἱ μὲν γὰρ δύο, ἔξωθεν ἡμῖν ἐπεισρέουσιν. ὁ μὲν, πρὸς ἀγαθοεργίαν ἐκκαλούμενος, ὁ εὐαγγελικός· ὁ δὲ, πρὸς κακίαν πα- ρακαλῶν, ὁ ἀντιστρατευόμενος τοῦ πονηροῦ νόμος. οἱ δὲ λοιποὶ δύο, ἔνδον εἰσὶ καὶ τὴν ψυχὴν συνέχουσιν. ὁ μὲν τοῦ νοὸς, παρὰ τοῦ δημιουργοῦ ἡμῖν ἐγκατεσπαρμένος, καὶ ὁδηγῶν πρὸς τὰ κρείτ- τονα· ὁ δὲ τέταρτος, ὁ καὶ νόμος τῆς ἁμαρτίας διὰ τὴν πρὸς τὸ κακὸν ἕξιν ἐνσκιρρωθεὶς ἐν ἡμῖν· διὸ πρόσσχες πῶς ἀκριβῶς εἶπε, “βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός “μου.” τούτῳ δὴ τῷ ἐμφύτῳ πρὸς τὰ καλά. “καὶ αἰχμαλωτί- “ ζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου.” ὡς εἰ ἔλεγεν· ἔξωθεν εἰσπνέων συγκινεῖ καὶ ἐρεθίζει πάντα τὸν ἐν ἐμοὶ ἀποκείμενον κονιορτὸν καὶ βόρβορον, ὃν ἡ πρὸς ἁμαρτίαν μοι ἕξις, ἐνεσπίλωσε καὶ ἐνέκαυσε· καὶ ὁ νόμος δὲ τοῦ Θεοῦ ὁ εὐαγγελικὸς, κινεῖ καὶ ἐρεθίζει τὰ ἐν ἡμῖν ἔμφυτα καὶ ἐγκατεσπαρμένα μένα πρὸς ἀγαθοεργίαν σπέρματα. ἕκαστος γὰρ τῶν ἔξωθεν ἐπεισι- όντων, τὸν οἰκεῖον καὶ κατάλληλον ἔνδον καὶ ἐν ἡμῖν ὄντα μόνον κινῶν καὶ διερεθίζων, ἣ εὐσεβεῖν ἣ ἀσεβεῖν ἡμᾶς προτρέπεται. Ἄλλος δὲ τρεῖς ἔφησεν εἰσὶν ἐνταῦθα νόμοι. ὁ γραπτὸς, ὃν νόμον λέγει Θεοῦ. ὁ ἔμφυτος, ὃν νόμον λέγει νοός. καὶ ὁ τῆς ἁμαρτίας, ἐν τοῖς μέλεσιν ἡμῶν ἰσχύσας. ὃν καὶ ἀντιστρατευόμενον λέγει, καὶ ἐν τοῖς μέλεσιν ἡμῶν ἔχειν τὴν ἰσχὺν τοῦ ἀντι- στρατεύεσθαι· νόμον δὲ τοῦτον φησὶ ὡς ἰσχύοντα καὶ ἔχοντα τοὺς πειθομένους αὐτῷ. τὸ δὲ “αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς “ἁμαρτίας,” οὕτως ἐξηγεῖται. οὗτος ὁ νόμος ὁ ἀπὸ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἐπεισελθών· ὁ ἀντιστρατευόμενος, αἰχμαλωτίζει με· ἀλλὰ πῶς; ἐπειδὴ ἀντιστρατείαν εἶπεν· ἵνα μὴ νομίσῃς ὅτι δι- καίως αἰχμαλωτίζει, καὶ νόμῳ πολέμου, ἐπάγει,’ νόμῳ ἁμαρτίας·” οὐ δικαίως φησί· μὴ γένοιτο. ποῖον γὰρ δίκαιον, τὸν ἀλλότριον δοῦλον ἐφ’ ἑαυτῇ ποιεῖν; ἀλλὰ πῶς; “ νόμῳ ἁμαρτίας,” τουτέστι, κατὰ τὸ ἰδίωμα τῆς ἁμαρτίας με αἰχιιαλωτίζει· κατὰ τὸ οἰκεῖον ἔθος αὐτῆς. ἐξ ἀναισχυντίας καὶ πολλῆς ἰταμότητος. ἐξ ἐπιβουλῆς, ἐξ ἐνέδρας· οὐκ ἐκ τοῦ φανεροῦ, ἀλλὰ ἀπατῶσα καὶ συναρ- πάζουσα. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν τὸ ὅλον ἐκείνης ἐστὶ τὸ αἰχμαλωτισθῆναί με. εἴπερ καὶ αἰχμάλωτ’ ἵζει με τῷ οἰκείῳ ἔθει, ἐνεδρεύουσα καὶ κρυφίως ἐπιτιθεμένη· προστίθησιν, “ἐν τοῖς μέ- “ λεσί μου.” οἷον ὅτι τὸ ἐγκαθιδρύσαι αὐτὴν ἐν τούτοις, ἐμόν ἐστι.

  5. 7.24.verse.1

    Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

  6. 7.24.1.1

    Δρυσοστόμου. Εἶδες πόση τῆς κακίας ἡ τυραννίς; ὅτι καὶ συνηδόμενον τῷ νόμῳ τὸν νοῦν νικᾷ; οὐδὲ γὰρ ἔχει τίς εἰπεῖν φησὶν, ὅτι μισοῦντά με τὸν νόμον καὶ ἀποστρεφόμενον, ἡ ἁμαρτία χειροῦται· συνήδομαι γὰρ αὐτῷ καὶ σύμφημι, καὶ καταφεύγω πρὸς αὐτόν. ἀλλ’ ὅμως, ἐκεῖνος μὲν, οὐδὲ φυγόντα πρὸς αὐτὸν ἴσχυσε σῶσαι· ὁ δὲ Χριστὸς καὶ φεύγοντα ἀπ’ αὐτοῦ ἔσωσεν. εἶδες ὅση τῆς χάριτος ἡ ὑπερβολή; ἀλλ’ οὕτως μὲν, οὐκ ἔθηκεν αὐτὸ ὁ Ἀπόστολος· ἀνοιμώξας δὲ μόνον καὶ θρηνήσας μέγα, ὡς ἐν ἐρημίᾳ τῶν βοηθησόντων, διὰ τῆς ἀπορίας, δείκνυσι τοῦ Χριστοῦ τὴν δύναμιν, καὶ φησὶν, “τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ “θανάτου τούτου;“νόμος οὐκ ἴσχυσε. τὸ συνειδὸς οὐκ ἤρκεσε· καὶ τοι ἐπαινοῦν τὰ καλά. καὶ οὐκ ἐπαινοῦν μόνον, ἀλλὰ καὶ ἀπο- μαχόμενον πρὸς τὰ ἐναντία. τὸ γὰρ εἰπεῖν “ἀντιστρατευόμενον,” ἔδειξε καὶ αὐτὸ ἀντιταττόμενον. πόθεν οὖν ἐστι σωτηρίας ἐλπίς; “εὐχαριστῶ τῷ Θεῷ, φησὶ, “διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου “ἡμῶν.” εἶδες πῶς ἔδειξεν ἀναγκαίαν τῆς χάριτος τὴν παρουσίαν; καὶ κοινὰ καὶ Υἱοῦ καὶ Πατρὸς τὰ κατορθώματα; εἰ γὰρ καὶ τῷ Πατρὶ εὐχαριστεῖ, ἀλλὰ καὶ τῆς εὐχαριστίας ταύτης ὁ Υἱὸς αἴτιος. ὅταν δὲ ἀκούσῃς λέγοντος αὐτοῦ, “τίς με ῥύσεται ἐκ "τοῦ σώματος τοῦ θανάτου τούτου;“μὴ νόμιζε αὐτὸν τῆς σαρκὸς αὐτοῦ κατηγορεῖν· οὐδὲ γὰρ εἶπε σῶμα ἁμαρτίας· ἀλλὰ "σῶμα “θανάτου,” τουτέστι τὸ θνητὸν σῶμα· τὸ χειρωθὲν ὑπὸ τοῦ θανά- του· οὐ τὸ γεννῆσαν θάνατον. ὅπερ οὐ τῆς πονηρίας τῆς σαρκός· ἀλλὰ τῆς πονηρίας n ἧς ὑπέμεινε, δείγμα. ὥσπερ γὰρ ἂν εἰ τις αἰχμαλωτισθεὶς παρὰ βαρβάρων λέγοιτο εἶναι τῶν βαρβάρων. οὐκ ἐπειδὴ βάρβαρος ἐστὶν, ἀλλ’ ἐπειδὴ ὑπ’ ἐκείνων κατέχεται· οὕτω καὶ τὸ “σῶμα θανάτου” λέγεται, ἐπειδὴ κατεσχέθη παρ’ αὐτοῦ. οὐκ ἐπειδὴ προεξένησεν αὐτόν. διόπερ οὐ ’δε αὐτὸς του σω- σώματος ῥυσθῆναι βούλεται, ἀλλὰ τοῦ θνητοῦ σώματος. αἰνιττόμενος ὃ πολλάκις ἔφην, ὅτι ἐκ τοῦ παθητὸν γενέσθαι, καὶ εὐεπιχεί- ῥῆτον γέγονε τῇ ἁμαρτίᾳ.

  7. 7.24.1.2

    Καὶ τίνος ἕνεκεν φησὶ, εἰ τοσαύτη ἡ χάριτος προγενεστέρα o τυραννὶς τῆς ἁμαρτίας ἦν, ἐκολάσθησαν ἁμαρτάνοντες; ὅτι τοιαῦτα ἐπετάγησαν, οἷα δυνατὸν ἦν καὶ τῆς ἁμαρτίας κρατούσης κατορθοῦν. οὐδὲ γὰρ εἰς ἄκραν αὐτοὺς εἷλκε πολιτείαν· ἀλλὰ καὶ χρημάτων ἀπολαύειν ἐπέτρεπε, καὶ γυναιξὶ κεχρῆσθαι πλείοσιν οὐκ ἐκώλυε· καὶ θυμῷ χαρίζεσθαι μετὰ τοῦ δικαίου· καὶ τρυφῇ κεχρῆσθαι συμμέτρῳ. καὶ τοσαύτη ἦν ἡ συγκατάβασις, ὡς καὶ ἐλάττονα ὧν ὁ φυσικὸς διηγόρευε νόμος, τὸν γραπτὸν ἀπαιτεῖν. ὁ μὲν γὰρ τῆς φύσεως νόμος ἕνα ἄνδρα μιᾷ γυναικὶ διηνεκῶς ὁμιλεῖν ἐκέλευσεν. ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν, “ὅτι ὁ ποιήσας ἐξαρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς” ὁ δὲ Μώσεως νόμος· οὔτε τὴν μὲν ἐκβάλλειν, τὴν δὲ ἀντει- σάγειν ἐκώλυεν. οὔτε δύο κατὰ ταὐτὸν ἔχειν ἀπηγόρευε. χω- ρὶς δὲ τούτου καὶ ἕτερα πλείονα τῶν ἐν τῷ νόμῳ τοὺς πρὸ τοῦ νόμου κατορθωκότας ἴδοι τίς ἄν· τῷ τῆς φύσεως παιδευομένους νόμῳ. οὐ τοίνυν ἐπηρεάσθησαν οἱ ἐν τῇ παλαιᾷ πολιτευσάμενοι· συμμέτρου νομοθεσίας οὕτως εἰσενεχθείσης αὐτοῖς. εἰ δὲ μὴ οὕτως ἤρκεσαν περιγενέσθαι, τῆς αὐτῶν ῥαθυμίας τὸ ἔγκλημα. διὰ τοῦτο καὶ Παῦλος εὐχαριστεῖ· ὅτι μηδὲν τούτων ἀκριβολογησάμενος ὁ Χριστὸς, οὐ μόνον τῶν ἡμαρτημένων οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ καὶ ἐπιτηδείους ἐποίησε πρὸς μείζονα δρόμον.

  8. 7.24.2.1

    Κυρίλλου. Τέως δὲ σχετλιάζει καὶ κατακράζει τῆς σαρκός· καὶ σῶμα θανάτου, τὸ ἀπὸ γῆς καὶ φιλήδονον βαλεῖ· διὰ τὸ νοσεῖν ἐν αὐτῷ τῆς ἁμαρτίας τὸν νόμον· ζητεῖν δὲ λέγει τὸν δυνάμενον τῶν τοιούτων ἀπαλλάξαι κακῶν. καὶ ἵν εὐαφόρμως ἡμῖν εἰσαγάγῃ τὸν λυτρωτὴν, τουτέστι, Χριστόν. ᾧ καὶ τὴν πᾶσαν ὁμολογεῖ χάριν. δι’ αὐτοῦ γὰρ λελυτρώμεθα, οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ θανάτου τῆς σαρκός. οὐκ ἀποθανόντεσ p ἀλλὰ τοῦ ἐν τοῖς μέλεσι θανάτου· τουτέστι τῆς ἐν τοῖς μέλεσιν ἀγρίας ἡδονῆς, ἐλευθε- ρωθέντες. κρείττους γὰρ ἡμᾶς ἀπέφηνεν ὁ Χριστὸς ἡδονῆς καὶ ἁμαρτίας·

  9. 7.24.3.1

    Γενναδίου. Οὐκ εἶπε δὲ κακὸς ἐγὼ ἄνθρωπος· οὐδὲ πονηρὸς, ἀλλὰ “ταλαίπωρος.” προδιηγησάμενος γὰρ καὶ δείξας αὐτὸν, τῷ νῷ μὲν ὁρῶντα πρὸς τὰ καλὰ, ὑποσυρόμενον δὲ πρὸς τὰ φαῦλα τῷ παθητῷ τῆς σαρκὸς, ελότως ὡς ἐλεεινὸν ταλαίπωρον προση- γόρευσε, καὶ οὐχ ὡς μισητὸν πονηρόν. θαυμασιώτατα δὲ ἔφη τὸ, “ τίς .“ἐμφαίνων διὰ τῆς ἀπορήσεως, τὸ τοῦ πράγματος δύσκολον. τίς οὖν ἄρα φησὶ τοσοῦτος, ὅς με τῆς τυραννδος τοῦ σώμα- τος ἀπαλλάξει· ὑφ’ ἧς πρὸς ἁμαρτίαν καθελκόμενος, θανατοῦμαι; σῶμα γὰρ θανάτου, τὸ θανάτου παραίτιον λέγει· ἐκ τοῦ ἀποτε- λέσματος αὐτὸ προσειπών. ὑποδείξας δὲ αὐταρκῶς τὴν ἀνάγκην, καὶ δηλώσας τὸ τοῦ πράγματος μέγεθος, ἐπάγει, μετ’ εὐχαριστίας καὶ ὕμνου τὸν εὐεργέτην δηλῶν. “εὐχαριστῶ τῷ Θεῷ μοῦ διὰ “Ἰησοῦ Χριστοῦ.” τοῦτο λέγων ὅτι χάρις τῷ φιλανθρώπῳ Θεῷ, δωρησαμένῳ τὴν ἀθανασίαν ἡμῖν καὶ τὴν ἀπάθειαν, διὰ τῆς οἰκο- νομίας, τῆς κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ὃς μεγαλο- φώνῳ πρὸς ἡμᾶς κηρύγματι κέκραγε. “δεῦτε πρός με πάντες “οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.”

  10. 7.24.4.1

    Σευηριανοῦ. Θεωρήσας τοίνυν τῷ νῷ τὸν διὰ τοῦ σώματος κατὰ τῆς ψυχῆς γενόμενον πόλεμον· καὶ δι’ αὐτοῦ τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, ζητεῖ καταφυγὴν σωτηρίας, καὶ τὸν ῥυόμενον περιβλέπεται· ἵνα αὐτοῦ τὸ σῶμα τοῦ θανάτου, εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα, ὡς εὑρεθέντος τοῦ ῥυομένου, καὶ ἑτοίμου ὄντος πρὸς τὴν χάριν, τὴν πρέπουσαν εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ, “ διὰ Ἰησοῦ Χριστοῦ,” δι’ οὗ αὐτῷ καὶ τὸ ῥυσθῆναι τοῦ πολεμίου προσεγένετο. οὐ λέγει δὲ ἁπλῶς· οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου τῇ ἁμαρτίᾳ. θέλει γὰρ ζωῆς ἑαυτοῦ εἶναι τὸ σῶμα, οὐ θανάτου, οὐδὲ ἁμαρτίας·

  11. 7.24.5.1

    Θεοδωρήτου. Ἢ ἁπλῶς θανάτου σῶμα καλεῖ, ὡς ὑπὸ τὸν θάνατον γεγἐνήμενον τουτέστι θνητόν. ἡ ψυχὴ γὰρ ἀθάνατος· δείκνυσι δὲ τὸν νόμον ἐπικουρῆσαι μὴ δυνάμενον, μὴ δὲ τοῖς πρὸ τῆς χάριτος ὑπὸ τῆς ἁμαρτίας πολιορκηθεῖσι. τούτων γὰρ τὸ πρόσωπον ἀναλαβὼν, ὡς μηδεμίας συμμαχίας ἑτέρωθεν οὔσης, στένει πικρὸν καὶ ὀδύρεται· μόνος δέ, φησιν, ὁ Κύριος ἡμῶν Ιησοῦς Χριστὸς τῆς πικρᾶς ἡμᾶς ἐλευθέρωσε δυναστείας. τὸν μὲν θάνατον λύσας, τὴν δὲ ἀθανασίαν ἡμῖν παρασχόμενος, καὶ τὴν ἄπονον καὶ ἄλυπον βιοτὴν, καὶ τὴν πολέμου δίχα καὶ ἁμαρ- τίας ζωήν. τούτων μέντοι τὴν ἀπόλαυσιν κατὰ τὸν μέλλοντα δεξόμεθα βίον. ἐν δὲ τῷ παρόντι τῆς τοῦ Παναγίου Πνεύματος χάριτος ἀπολαύοντες, οὐ μόνοι κατὰ τῶν παθημάτων παραταττόμεθα· ἀλλ’ ἐκείνην ἐπίκουρον ἔχοντες, περιγενέσθαι τούτων δυνάμεθα.

  12. 8.1.verse.1

    Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοὶ· δουλεύω νόμῳ Θεοῦ, τῇ δὴ σαρκὶ, νόμῳ ἁμαρτίας. οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστοῦ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.

  13. 8.1.1.1

    Κυρίλλου. Μακρὸς μὲν τῷ Παύλῳ ἐκπεποίηται λόγος· βα- σανίζοντι λεπτῶς ἕκαστα τῶν ἐν ἡμῖν καὶ τῆς πλεονεξίας τοὺς τρόπους, οὓς ὑπομένειν ἔθος τὴν ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ. διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ’ ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς, τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος. ἀλύει δὲ σφόδρα καὶ ἀσθενῶν αἰσχύνεται· τό γε μὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν, οὐδαμόθεν ἴσχει· δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταύτῃ τοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν οὐδὲν τὸ παράπαν διά γε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει δὴ οὖν ὁ θεσπέσιος Παῦλος· εἰ τῷ μὲν νο·ὶ; δουλεύειν τῷ θειῷ διισχυρίσαιτο νόμῳ· τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. καὶ τοῦτο οἶμαί ἐστιν ὅπερ ἔφη· “τὸ γὰρ θέλειν παράκειται μοι. τὸ δὲ κατερ- “γάζεσθαι τὸ καλὸν, οὐ.” πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τό γε ἧκον εἰς νοῦν, καὶ τὴν ἐν αὐτῷ θέλησιν, τὸ ἑλέσθαι τῷ θείῳ δουλεύειν νόμῳ. κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ, τὸ οἰκεῖον ὥσπερ ἀντανιστᾶσα θέλημα. ἦν οὐν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυνα- μένοις διὰ τὸ τυραννεῖσθαι τοῖς πάθεσιν. ἀλλ’ ἐν Χριστῷ πέ- παυται τὸ κατάκρινον· τουτέστιν, ἡ τῶν σαρκικῶν κινημάτων πλεονεξία.

  14. 8.1.2.1

    Χρυσοστόμου. Λέγει τοίνυν ὅτι οὐ τῶν προτερῶν ἀπηλλάγημεν μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχείρωτοι γεγόναμεν. “οὐδὲν “γάρ,” φησι, “νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ “σάρκα περιπατοῦσιν·” ἀλλ’ οὐ πρότερον αὐτὸ εἴρηκεν. ἕως ἀνέμνησε πάλιν τῆς προτέρας καταστάσεως· πρότερον γὰρ εἰπὼν, “ἄρα “οὖν αὐτὸς ἐγὼ τῷ μὲν νο·ὶ· δουλεύω, νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ “νόμῳ ἁμαρτίας,” τότε ἐπήγαγεν· “οὐδὲν ἄρα κατάκριμα νῦν “τοῖς ἐν Χριστῷ Ιησοῦ·” εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοῦς καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνειν, διὰ τοῦτο πρὸς αὐτὸ ἐπείγεται, καὶ οὐχ ἁπλῶς φησι, “τοῖς ἐν Χριστῷ Ἰησοῦ,” ἀλλὰ “τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι.” δεικνὺς,ὅτι ἐκ ῥαθυμίας τὸ πᾶν λοιπὸν τῆς ἡμετέρας. δυνατὸν γὰρ νῦν, μὴ κατὰ σάρκα περιπατεῖν· πατεῖν· τότε δὲ δύσκολον ἦν.

  15. 8.1.3.1

    Θεοδωρήτου. Οὐ γὰρ περιγίνεται νῦν μὴ βουλομένων ἡμῶν τὰ παθήματα· ἐπειδὴ τοῦ θείου Πνεύματος τὴν χάριν δεδέγμεθα.

  16. 8.1.4.1

    Κυρίλλου. Νόμον μὲν οὖν ἁμαρτίας, τὸ ἐν τῇ σαρκὶ πρὸς τὰς ἐκτόπους ἁμαρτίας κίνημα λέγει· Θεοῦ δὲ νόμον, τὴν τοῦ Πνεύματος βούλησιν. πρόδηλον τοίνυν ὅτι Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον· τὸ καὶ νόμους ὁρίζον ἐν ἡμῖν. πρέπει δὲ οὐχ ἑτέρῳ νομοθετεῖν· ἀλλὰ μόνῳ Θεῷ.

  17. 8.2.verse.1

    Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσε με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.

  18. 8.2.1.1

    Χρυσοστόμου. Δείκνυσι πόθεν δυνατοὶ γεγόναμεν νῦν, μὴ κατὰ σάρκα περιπατεῖν· “ ὁ νόμος,” φησὶ, “τοῦ Πνεύματος, “ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας.” νόμον Πνεύμα- τος, τὸ Πνεῦμα καλῶν. ὥσπερ γὰρ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν, οὕτω νόμον τοῦ Πνεύματος, τὸ Πνεῦμα φησίν. καίτοι καὶ τὸν Μώσεως, οὕτως ἐκάλεσέ λέγων· “οἴδάμεν ὅτι ὁ νόμος πνευ- “ματικός ἐστι.” τι οὖν τὸ μέσον; πολὺ καὶ ἄπειρον. ἐκεῖνος μὲν γὰρ πνευματικός. οὗτος δὲ, νόμος Πνεύματος. καί τι τοῦτο ἐκείνου διέστηκεν; ὅτι ὁ μὲν, ὑπὸ Πνεύμάτος ἐδόθη μόνον· οὗτος δὲ καὶ Πνεῦμα ἐχορήγει δαψιλὲς τοῖς ὑποδεχομένοις αὐτόν. διὸ καὶ ζωῆς αὐτὸν νόμον ἐκάλεσε· πρὸς ἀντιδιαστολὴν ἐκείνου τοῦ τῆς ἁμαρτίας· οὐ τοῦ Μωσαϊκοῦ. ὅταν γὰρ λέγῃ, “ἠλευθέρωσέ “με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας,” οὐ τὸ, Μωσαϊκὸν νόμον λέγει ἐνταῦθα. οὐδαμοῦ γὰρ αὐτὸν νόμον ἁμαρτίας καλεῖ. πῶς γάρ; ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόμασε, καὶ ἁμαρτίας ἀναιρετικόν. ἀλλ’ ἐκεῖνον ’τον ἀντιστρατευόμενον τῳ νόμῳ του νόος. τοῦτον γὰρ τὸν χαλεπὸν κατέλυσε πόλεμον. θανατώσασα τὴν ἁμαρτίαν, ἡ τοῦ Πνεύματος χάρις, καὶ ποιήσασα τὸν ἀγῶνα κοῦφον ἡμῖν, καὶ πρότερον στεφανώσασα. καὶ τότε, μέτα πολλῆς τῆς συμμαχίας, ἐπὶ τὰ παλαίσματα ἑλκύσασα ταῦτα· ὅπερ δὲ ἀεὶ ποιεῖ· ἀπὸ τοῦ Υἱοῦ εἰς τὸ Πνεῦμα μεταβαίνων· ἀπὸ τοῦ Πνεύματος, εἰς τὸν Υἱὸν καὶ τὸν Πατέρα. τῇ Τρίαδι πάντα τὰ ὑπὲρ ἡμῶν \λογιζόμενος· τοῦτο καὶ ἐνταῦθα ἐργάζεται· καὶ γὰρ εἰπὼν, “τίς με “ῥύσεται ἐκ τοῦ σώματος τοῦ P θανάτου τούτου;“ἔδειξε καὶ τὸν Πατέρα διὰ τοῦ Υἱοῦ τοῦτο ποιοῦντα. εἶτα πάλιν τὸ Πνεῦμα τὸ Ἁγιον μετὰ τοῦ Υἱοῦ. “ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, “ἠλευθέρωσέ με,” φησὶν, “ἐν Χριστῷ Ἰησοῦ.”

  19. 8.2.2.1

    Κυρίλλου. Ἢ ὥσπερ καὶ ἁμαρτίας καὶ θανάτου νόμον τὸ σαρκικὸν ὀνομάζει κἀς ἑτέραν ἔννοιαν φρόνημα· πρὸς πᾶν εἶδος φαυλότητος ἀποφέρον ἡμᾶς, οὕτω καὶ νόμος Πνεύματος ζωῆς, τὸ θέλημα τὸ πνευματικόν· τουτέστι, τὴν εἴς γε τὸ ἀγαθὸν τῆς διανοίας ῥοπήν. ἀλλ’ “ὁ μὲν σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς δαρ- “κὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύ- “μάτος θερίσει ζωὴν αἰώνιον.” οὐκοῦν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἦν μὲν ἐν ἡμῖν καὶ πάλαι. ἐδουλεύομεν γὰρ τῷ νοῒ, νόμῳ Θεοῦ. ἀλλ’ ἠρρώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν· καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἡττώμενος, κατεκρίνετο τῷ νόμῳ. ἐπειδὴ δὲ τὸ νοσεῖν ἀποβαλὼν, ἐρρώσθη διὰ Χριστοῦ· κατεσφραγίσμεθα γὰρ δι’ αὐτοῦ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὴν ἐξ ὕψους δύναμιν ἠμφιέ- σμεθα· ταύτῃ τοι καὶ λελυτρώμεθα· καὶ ὑπεζεύγμεθα μὲν οὐκέτι τῷ κακῷ, κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλεύθερον ἀξίωμα. οὐκοῦν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ, τὸ νενευκὸς εἰς ἀγαθοεργίαν, καὶ εἰς ζωὴν ἀποφέρον, ὅτε τὴν διὰ Χριστοῦ πεπλούτηκε χάριν, καὶ τῆς ἀσθενείας ἐκείνης ἀπήλλακται τότε τῶν ἐξ ἁμαρτίας ἀλογήσας κακῶν, καὶ τοῦ τῆς σαρκὸς κατευμεγεθήσας νόμου, “ἠλευθέρωσέ με,” φησίν· οὐκ αὐτός που πάντως τὴν ἐλευθερίαν διδούς· γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος, τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας πᾶσά πὼς ἀνάγκη, καὶ τοῖς τοῦ θανάτου καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς, ἐλευθερωμένους τὲ διὰ Χριστοῦ, δεῖ δὴ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῆν ἐν ἁγιασμῷ.

  20. 8.2.3.1

    Θεοδώρου Μονάχου. Ἣ νόμον Πνεύματος, τὸν εὐαγγελικὸν φησὶ νόμον. οὗτος γὰρ κυρίως τοῦ νεύματος νόμος.

  21. 8.2.4.1

    Τοῦ Αὐτοῦ. Διήλεγξε τοίνυν ἀνωτέρω τὴν πρὸς τὸ σῶμα καὶ τὴν ψυχὴν μάχην, ἵνα δείξη τὰ διὰ τῆς σαρκώσεως τοῦ Λόγου γεγονότα ἡμῖν κατορθώματα. τὴν ἕνωσιν καὶ εἰρήνην ψυχῆς καὶ σώματος διὰ τοῦ λουτροῦ τῆς παλινγενεσίας· δι’ ἧς καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐλάβομεν διὰ Πνεύματος Ἄγ’ ἴου. οὐκοῦν ὑπὸ Χριστὸν οἱ ὄντες, οὐκ εἰσὶν ὑπὸ ·κατάκριμα· ἐπειδὴ μὴ δὲ κατὰ σάρκα περιπατοῦσιν· εἰ γὰρ καὶ οἱ πάλαι τῇ μὲν διανοίᾳ ἕτοιμοι ἦσαν πληροῦν τὸν νόμον, ἀνθείλκοντο δὲ ἐπὶ τὴν ἁμαρτίαν διὰ τὸ ἀνέδην τρυφᾶν, καὶ κατὰ σάρκα ζῆν. ἀλλ’ οὐ πάσχουσι τοῦτο καὶ οἱ ἐν Χριστῷ περιπατοῦντες, ὡς μὴ τὸν νόμον φυλάσσοντες τὸν κατακρίνοντα, καταφυγόντες δὲ ἐπὶ τὸν Κύριον τὸν μὴ κατακρίνοντα, ἀλλὰ ῥυόμενον ἀπὸ τῆς κατακρίσεως διὰ τοῦ λουτροῦ· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ νόμος ποιῆσαι Μώσεως, ῥύσασθαι ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, τοῦτο ὁ νόμος τοῦ Πνεύματος ἐν Χριστῷ ἐποίησε· τουτέστιν, ἡ χάρις τοῦ Κυρίου ἡ ζωοποιός. νόμον δὲ Πνεύματος μάτος εἶπεν, ἀντιδιαστέλλων πρὸς τὸν νόμον τοῦ γράμματος.

  22. 8.2.4.2

    Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Ἀλλ᾿ ἐν τούτοις ὅρα ὅτι τὸν νόμον ἀνωτέρω καλέσας πνευματικόν· τουτέστι τὸν διὰ τοῦ Πνεύματος, ἐν ἔφη, ἔφη, “οἴδαμεν ὅτι ὁ νόμος πνευματικὸς ἐστὶν,” εὐθὺς αὐτὸν νόμον Θεοῦ ἀπεκάλεσεν, εἰπὼν “συνήδομαι τῷ νόμῳ “τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.” νῦν δὲ γυμνότερον ὅτι Θεὸς εἴη τὸ Πνεῦμα ἔδειξε, βοῶν, “ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς “ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ Με.” ἵνα μὴ μόνον νομοθετοῦν εὑρίσκηται τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ’ ἤδη καὶ Πνεῦμα ὑπάρχον ζωῆς. καὶ τίς ἡ ζωὴ, ἣ πάντως ὁ λέγων Χριστὸς, “ἐγὼ εἰμὶ ἡ “ἀλήθεια καὶ ἡ ζωή;“νομοθετοῦντος τοιγαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτοῦ νομοθετεῖ.

  23. 8.3.verse.1

    Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ Θεοῦ πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.

  24. 8.3.1.1

    Κυρίλλου. Ἀξιάγαστος μὲν ὁ μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν εἰς θεωρίαν· ἰδιώτης δέ φησιν εἰναι τῷ λόγῳ. ταύτῃ τοι φαμὲν ἐρυθριῶντες οὐδέν· ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων λείπει τί βραχὺ πρὸς ἐντελῆ διασάφησιν. ἐδεῖ γὰρ εἰπεῖν “τὸ γὰρ “ἀδύνατον τοῦ νόμου ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκὸς,” λέλυται τυχὸν ἣ πέπαυται. εἰτα προσενεγκεῖν τοῦ πράγματος τὴν ἀπόδοσιν, καὶ τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν· “ὁ γὰρ “Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, “καὶ περὶ ἁμαρτίας, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,” καὶ τὰ τούτοις ἐφεξῆς. ἐχούσης δὲ ὦδε τῆς τῶν λέξεων συνθήκης, κάταγε τὸν ἐνόντα σκοπὸν αὐτῷ, φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θεραπείας τὸν τρόπον· πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου νοοῖτο· καὶ ποίου νόμου; λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας τόν τε τοῦ Θεοῦ νόμον· φημὶ δὲ δὴ τὸν ἐν γράμμασι· καὶ τόν γε τοῦ Πνεύματος, κἀς ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθόν. κἂν εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνασθαι δρᾶν αὐτό. ἔφη γάρ· ὅτι” τὸ γὰρ θέλειν “παράκειται μοι· τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὔ.” πλεονεκτούσης δηλονότι τῆς ἁμαρτίας· καὶ τοῦ τῆς σαρκός μου νόμου καταστρέφοντος ὃς εἰς τὰ οἰκεῖα, καὶ οὐχ ἑκόντα τὸν νοῦν. κατὰ τὸν αὐτὸν δὲ οἶμαι τουτονὶ τρόπον, νοοῖτ’ ἃν εἰκότως νόμου τὸ ἀδύνατον· τοῦ τε ἐν γράμμασι καὶ διὰ Μώσεως, καθάπερ ἔφην ἀρτίως, καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν. καθ’ ὃν “καὶ τὰ ἔθνη, καὶ τοι “τὸν γραπτὸν οὐκ ἔχοντα νόμον, φύσει τὰ τοῦ νόμου ποιοῦντα “φαίνεται· καὶ νόμος εἰσὶν ἑαυτοῖς. ἐνδείκνυται γὰρ τὸ ἔρ- “ γον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν.” καθὰ γέγραπται.

  25. 8.3.1.2

    Ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνατον, βασανίσαι καιρός. ὁ μὲν γὰρ ἐν γράμμασι νόμος, διδάσκαλος ἦν εὐκοσμίας, καὶ τῶν ἀρίστων εἰσηγητής. δεδικαίωκε δὲ παντελῶς οὐδένα. ὁ γε μὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ πνεύματος· ἀπονένευκε μὲν εἰς τὸ ἀγαθόν· ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον· τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν, εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ’ οὐδένα τρόπον ὁ τοῦ πνεύματος, ἤτοι τού νοὸς, ἀσθενήσει νόμος. νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι. ὁ γὰρ τοῦ Θεοῦ Λόγος ἐν εὐδοκίᾳ τοῦ Θεοῦ, καὶ Πατρὸς, ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας· ἵνα τὴν ἁμαρτίαν κατακρίνῃ ἐν τῇ σαρκί· γέγονε γὰρ ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν. καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἃν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἃν λέγοιντο ἁμαρτίας, διά τε τὸ πεφυκέναι νοσεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν· τὸ δέ γε σῶμα Χριστοῦ φαίη τίς ἃν, οὐχ ἁμαρτίας εἶναι σάρκα; μὴ γένοιτο. ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας. τουτέστι προσεοικὸς μὲν τοῖς ἡμετέροις σώμασιν· οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν· ίαν· ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεώς· καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἃν οὐδεὶς ἐκεῖνο εἰπεῖν· ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἃν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα. ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκηκεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις. ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατορθούμενον. μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς. ὅταν γὰρ καὶ ἐν ἡμῖν αὐλίζηται Χριστὸς διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος. ἀληθὲς οὖν ὅτι “τὸ ἀδύνατον “τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, πέπαυται διὰ Χριστοῦ.” κατακρίναντός τε καὶ κατηργηκότος τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν. πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου. τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου. ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετήν. τοῦ ἐν ἡμῖν ὄντος κατ’ οὐδένα τρόπον ὡς ἔφην ἀσθενοῦντος νόμου ἔστι, διὰ τὸ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι, ζῆν δὲ μᾶλλον ἐθέλουσι πνευματικῶς.

  26. 8.3.2.1

    Χρυσοστόμου. Καὶ δοκεῖ μὲν διαβάλλειν τὸν νόμον πάλιν. εἰ δέ τις ἀκριβῶς προσέχει, καὶ σφόδρα αὐτὸν ἐπαινεῖ. σύμφωνον τῷ Χριστῷ δεικνὺς, καὶ τὰ αὐτὰ προῃρημένον. οὐδὲ γὰρ εἶπε τὸ πονηρὸν τοῦ νόμου, ἀλλὰ “τὸ ἀδύνατον.” καὶ πάλιν· “ἐν ᾧ “ἠσθένει.” οὐκ ἐν ᾧτ’ ἐκακούργει ἢ ἐπεβούλευε. καὶ οὐδὲ τὴν ἀσθένειαν αὐτῷ λογίζεται, ἀλλὰ τῇ σαρκὶ, λέγων· “ἐν ᾧ ἠσθένει “διὰ τῆς σαρκός.” σάρκα πάλιν αὐτὴν οὐχὶ τὴν οὐσίαν αὐτὴν καὶ τὸ ὑποκείμενον, ἀλλὰ τὸ σαρκικώτερον φρόνημα καλῶν· δι’ ὧν καὶ τὸ σῶμα καὶ τὸν νόμον ἀπαλλάττει κατηγορίας. οὐ διὰ τούτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. εἰ γὰρ ἐναντίος ἦν ο νόμος, πῶς ὁ χριστοὶ εἰς βοήθειαν αὐτοῦ παραγέγονε, καὶ τὸ δικαίωμα αὐτοῦ πληροῖ, καὶ χεῖρα ὤρεξε, κατακρίνας τὴν ἁμαρ- τίαν ἐν τῇ σαρκί; τοῦτο γὰρ ὑπολέλειπτο. ἐπειδήπερ ἐν τῇ ψυχῇ πάλαι ὁ νόμος αὐτὴν κατακρίνας ἦν. τί οὖν; τὸ μεῖζον ὁ νόμος ἐποίησε, τὸ δὲ ἔλαττον ὁ τοῦ Θεοῦ μονογενής; οὐδαμῶς· μά- λιστα μὲν γὰρ κἀκεῖνο ὁ Θεὸς εἰργάσατο. ὁ τὸν φυσικὸν δεδωκὼς νόμον, καὶ τὸν γραπτὸν προσθείς. ἄλλως δὲ, οὐδὲν ὄφελος τοῦ μείζονος ἦν, τοῦ ἐλάττονος μὴ προσκειμένου. τί γὰρ ὄφελος εἰδέναι τὰ πρακτέα μὴ μετιόντα αὐτά; οὐδέν. ἀλλὰ καὶ μείζων κατάκρισις. ὥστε ὁ καὶ τὴν ψυχὴν σώσας, οὗτός ἐστιν, ὁ καὶ τὴν σάρκα εὐήνιον ποιήσας. τὸ μὲν γὰρ διδάξαι εὔκολον. τὸ δὲ καὶ ὁδόν τινα δεῖξαι, δι’ ἧς μετ’ εὐκολίας ταῦτα ἐγίνετο, τοῦτο ἐστι τὸ θαυμαστόν.

  27. 8.3.2.2

    Διὰ δὴ τοῦτο ἦλθεν ὁ μονογενής. καὶ οὐ πρότερον ἀπέστη, ἕως ἃν ἀπήλλαξε τῆς δυσκολίας ἡμᾶς ἐκείνης. καὶ τὸ δὴ μεῖζον, ὁ τρόπος τῆς νίκης. οὐδὲ γὰρ ἑτέραν ἀνέλαβε σάρκα. ἀλλ’ αὐτὴν τὴν καταπονουμένην. ὥσπερ ἄν εἰ τις ἐν ἀγορᾷ γυναῖκα εὐτελῆ q τυπτομένην ἰδὼν, εἴποι αὐτῆς εἶναι υἱὸς, βασιλέως ὣν υἱός. καὶ οὕτως αὐτὴν ἀπαλλάξειε τῶν ἐπερεαζόντων. ὅπερ αὐτὸς ἐποίησε. καὶ υἱὸς ἀνθρώπου εἶναι ὁμολογήσας, καὶ παραστὰς αὐτὴ αὐτὴ r, καὶ κατακρίνας τὴν ἁμαρτίαν. οὐ τοίνυν ἐτόλμησεν αὐτὴν τυπτῆσαι λοιπόν. μᾶλλον γε ἐτύπτησε μὲν τῇ τοῦ θανάτου πληγῇ. τούτῳ δὲ αὐτῷ κατεκρίθη· καὶ ἀπώλετο, οὐχ ἡ τυπτηθεῖσα σὰρξ, ἀλλ’ ἡ τυπτήσασα ἁμαρτία. ὅπερ ἁπάντων ἐστὶ θαυμαστότατον. καὶ γὰρ εἰ μὴ ἐν τῇ σαρκὶ η νίκη γέγονεν, οὐχ οὐτῶ θαυμαστὸν ἢν. ἐπεὶ καὶ ὁ νόμος τοῦτο εἰργάζετο· τὸ δὲ θαυμαστὸν, ὅτι μετὰ σαρκὸς τὸ τρόπαιον ἔστη. καὶ η μυριάκις ὕπο τῆς ἁμαρτίας καταβληθεῖσα, αὐτὴ λαμπρὰν κατ’ αὐτῆς τὴν νίκην ἤρατο. ὅρα γὰρ πόσα τὰ παράδοξα γέγονεν. ἕνα μὲν ὅτι οὐκ ἐνίκησεν ἁμαρτία τὴν σάρκα· ἕτερον δὲ, καὶ ἐνικήθη παρ’ αὐτῆς. οὐ γάρ ἐστιν ἶσον μὴ νικηθῆναι καὶ νικῆσαι τὴν ἀεὶ καταβάλλουσαν. τρίτον, ὅτι οὐ μόνον ἐνίκησεν· ἀλλὰ καὶ ἐκόλασε. τῷ μὲν γὰρ μὴ ἁμαρτεῖν, οὐκ ἐνικήθη. τῷ δὲ ἀποθανεῖν, ἐνίκησε καὶ κατέκρινεν αὐτήν· φοβερὰν αὐτῷ τὴν σάρκα ἀποφήνας, τὴν πρότερον οὖσαν εὐκαταφρόνητ ὂν. οὕτω γοῦν καὶ αὐτῆς τὴν δύναμιν ἐξέλυσε, καὶ τὸν δι’ αὐτῆς εἰσενεχθέντα θάνατον ἀνεῖλεν. ἕως μὲν γὰρ ἁμαρτωλοὺς ἐλάμβανεν, ἐπῆγε τὴν τελευτὴν κατὰ τὸν τοῦ δικαίου λόγον. ἐπειδὴ δὲ ἀναμάρτητον εὑροῦσα σῶμα, τῷ θανάτῳ παρέδωκεν, ὡς ἀδικήσασα κατεκρίθη.

  28. 8.3.2.3

    Ὁρᾷς, ὅσα τὰ νικητήρια γέγονε; τὸ μὴ ἡττηθῆναι τὴν σάρκα ὑπὸ τῆς ἁμαρτίας. τὸ καὶ νικῆσαι αὐτὴν καὶ καταδικάσαι. τὸ μὴ ἁπλῶς καταδικάσαι, ἀλλὰ καὶ ὡς ἁμαρτοῦσαν καταδικάσαι; πρότερον γὰρ ἐλέγξας ἠδικηκυῖαν, οὕτως αὐτὴν κατεδίκασεν. οὐχ ἁπλῶς ἰσχύι· καὶ ἐξουσίᾳ· ἀλλὰ καὶ τῷ τοῦ δικαίου λόγῳ. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν “ἐν τῇ σαρκί. ὡς ἃν εἰ ἔλεγεν· ὅτι μέγα ἡμαρτηκυῖαν ἔλεγξε· καὶ τότε αὐτὴν κατεδίκασεν r. εἰ δὲ ἐν ὁμοιώματι σαρκός φησιν πέμψαι τὸν υἱὸν, μὴ διὰ τοῦτο ἄλλην ἐκείνην σάρκα εἶναι νόμιζε. ἐπειδὴ γὰρ εἶπεν ἁμαρτίας, διὰ τοῦτο καὶ τὸ ὁμοίωμα τέθεικεν. οὐδὲ γὰρ ἁμαρτωλὸν σάρκα εἶχεν ὁ Χριστός· ἀλλ’ ὁμοίαν μὲν τῆ ἡμετέρᾳ τῇ ἁμαρτωλῷ, καὶ τῇ φύσει τὴν αὐτὴν ἡμῖν· ἀναμάρτητον δέ. ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐκ ἦν πονηρὰ τῆς σαρκὸς ἡ φύσις· οὔτε γὰρ ἑτέραν ἀντὶ τῆς προτέρας λαβὼν ὁ Χριστός· οὔτε αὐτὴν ταύτην μεταβαλὼν κατ’ οὐσίαν, οὕτως αὐτὴν ἀναμαχέσασθαι παρεσκεύασεν. ἀλλ’ ἀφεὶς μένειν ἐπὶ τῆς αὐτῆς Φύσεως, τὸν στέφανον ἀναδήσασθαι ἐποίησε κατὰ τῆς ἁμαρτίας· καὶ τότε αὐτὴν μετὰ τὴν νίκην ἀνέστησε s, καὶ θάνατον εἰργάσατο.

  29. 8.3.3.1

    Μαξίμου. Ἐν ὁμοιώματι μὲν σαρκὸς ἁμαρτίας γενόμενος, ὅτι φύσει Θεὸς ὑπάρχων, ἀπαθὴς ἀτρέπτως κατ’ οἰκονομίαν, φύσει παθητὸς γενέσθαι κατηξίωσεν ἄνθρωπος. “περὶ ἁμαρτίας” δὲ, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ἤχθη εἰς θάνατον· καὶ ὑπὲρ ἡμῶν ὠδυνήθη· καὶ διὰ τὰς ἁμαρτίας ἐτραυματίσθη. καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα ἡμεῖς τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν.

  30. 8.3.4.1

    Βασιλείου. Φαίνεται γὰρ ὁ Κύριος, τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος πρὸς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως. τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ῥυπαίνει, ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος· καὶ διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι αὐτὸν σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἔλαβε, μετὰ τῶν Φυσικῶν αὐτῆς παθῶν· ἁμαρτίαν δὲ οὐκ ἐποίησε.

  31. 8.3.5.1

    Μαξίμου. Καὶ ἄλλως δὲ σάρξ ἁμαρτίας ἐστὶν ἡ ἐκ σπορᾶς ἀνδρὸς τὴν γένεσιν ἔχουσα. κατὰ ταὐτὸν γὰρ ἔχει δυνάμει τὴν ἁμαρτίαν, καὶ τὴν φθορὰν κατὰ φύσιν. τὴν μὲν, ἀρχήν· τὴν δὲ, τέλος ἔχονσαν τῆς οἰκείας γενέσεως· ἡ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐστὶ σὰρξ, ἡ δίχα σπορᾶς ἀνδρὸς συστᾶσα τοῦ Κυρίου σάρξ· κατὰ φύσιν μὲν ἔχουσα τὴν φθορὰν, καθ’ ἣν ἡμῖν ὅμοιος ἦν· κατὰ δύναμιν δὲ φύσεως τὴν ἀναμαρτησίαν, καθ’ ἣν ἡμῖν ἀνόμοιος ἢν.

  32. 8.3.6.1

    Κυρίλλου. Εἰ δὲ ἠσθένησεν ὁ νόμος κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· κατέκρινε δὲ ὁ Χριστὸς, δεκτικὴν αὐτὴν ἀποδείξας Πνεύματος Ἁγίου· ὡς δύνασθαι λέγειν ἡμᾶς, οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ’ ἐν Πνεύματι, καὶ κατὰ τοῦτο ἄρα κρείττων τῶν Ἀγγέλων, δι’ ὧν ὁ νόμος λελάληται.

  33. 8.3.7.1

    Γενναδίου. Καὶ οὕτως δὲ τίς ἄνωθεν διεξῆλθε περὶ τῶν προκειμένων. ἣν ὁ νόμος δικαίωσιν ὑπαγορεύων, ἠτόνει διὰ τῆς ἡμετέρας σαρκὸς ἐν ἡμῖν κατορθῶσαι, ταύτην ἐν Χριστῷ παρέσχεν ἡμῖν ὁ Θεός. τὸν γὰρ Υἱὸν πέμψας τὸν αὐτοῦ, σάρκα τὴν αὐτὴν ἡμῖν ἔχοντα, παθητὴν τὲ καὶ ἁμαρτητικὴν, οὐχὶ τῷ ἁμαρτεῖν, ἀλλὰ τῷ ἱκανὴν εἶναι ὑποδέχεσθαι. ὁμοίωμα γὰρ σαρκὸς ἁμαρτίας, τὴν ἐνδεχομένην ἁμαρτῆσαι σάρκα φησί. ὡς καὶ τὸ “ ἐν ὁμοιώματι “ἀνθρώπου γενόμενος,” ἀντὶ τοῦ, γενόμενος ἄνθρωπος. ταύτην οὖν ἔχοντα τὴν σάρκα, φησὶ, “ ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας “ περὶ ἁμαρτίας,” τουτέστιν, ἐφ’ ᾧ τὴν ἁμαρτίαν καταγωνίσασθαι, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἀνέπαφον αὐτῇ καὶ ἀνάλωτον παντελῶς διαφυλάξας αὐτήν.

  34. 8.3.8.1

    Φωτίου. Δυνατὸν γὰρ καὶ οὕτω στίξαντα, ἀναγνῶναι· “ ὁ Θεὸς “ τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ “ περὶ ἁμαρτίας·” εἶτα ἐπαγαγεῖν, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν “ τῇ σαρκί.” τουτέστι τὸν Υἰὶν περὶ ἁμαρτίας· ἤγουν ἕνεκα τῆς ἁμαρτίας, τοῦ ἐξᾶραι αὐτήν· καὶ ἐλευθερῶσαι ἡμᾶς ἀπὸ ταύτης. πῶς οὖν ἐξῆρε ; κατακρίνας αὐτήν. οὐ γὰρ ἁπλῶς καὶ ἐξουσιαστικῶς· ἀλλ’ ὑπὸ δίκην ἀγαγὼν αὐτὴν, καὶ δείξας ἁλοῦσαν. πῶς οὖν ἑάλω καὶ ἥττηται ; ἐν τῇ σαρκὶ αὐτοῦ. προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα, ἑάλω καὶ ἥττηται.

  35. 8.3.9.1

    Τοῦ Θεοδόγου. Σὺ δὲ πρὸς τὸν λέγοντα ὅτι ἐλάττων ὁ Υἱὸς τοῦ Πατρός· ἐπέμφθη γὰρ παρ’ αὐτοῦ, ὡς καὶ Παῦλος φησὶ, εἰπὲ, μηδὲν ἐνδοιάσας· ἀπεστάλη μὲν ἀλλ’ ὡς ἄνθρωπος. διπλοῦς γὰρ ἦν, ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε καὶ ἐδάκρυσε, νόμῳ σώματος. εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο ; τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν εἶναι νόμισον, ἐφ’ ὃν ἀναφέρει τὰ ἑαυτοῦ. καὶ ὡς ἀρχὴν τιμῶν ἄγχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος.

  36. 8.3.9.2

    Σευηριανοῦ καὶ Θεοδώρου. Τέως δὲ οὐχ ὁ νόμος φησὶ, ἀδύνατα ἔπραττεν, ἀλλ’ ἡ σὰρξ οὐκ ἠδύνατο πληρῶσαι τὴν τοῦ νόμου πολιτείαν, διὰ τὸν ἐμποδίζοντα πονηρόν· ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινεν ὁ Χριστός· ἣν ὅταν ἀποβλέψῃ πρὸς τὸ αὐτῆς ἀναμάρτητον καὶ ὅσιον καὶ καθαρὸν, ὁμοίωμα σαρκὸς ὀνομάζει. ἔπεμψεν οὖν, φησι, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, οὐκ ἐν ὁμοιώματι Ἀγγέλου, ἢ τινὸς ἄλλου, ἀλλ’ ἐν ὁμοιώματι σαρκός. ἵνα σαρκὸς ἡττηθείσης ἐπὶ τοῦ Ἀδὰμ, σὰρξ καταγωνίσηται τὸν πονηρὸν ἐπὶ τοῦ Χριστοῦ. ἀπεστάλη δὲ ὁ Κύριος, διὰ τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν. τοῦτο γὰρ τὸ “ καὶ περὶ ἁμαρτίας·” ἀντὶ τοῦ, διὰ τὴν ἁμαρτίαν. παρέλκει δὲ τὸ “ καί.” ἣν κατέκρινεν ἐν τῇ σαρκὶ αὐτοῦ.

  37. 8.3.10.1

    Χρυσοστόμου. Τί οὖν πρός με s τοῦτο φησί; εἰ ταῦτα ἐν ἐκείνῃ τῇ σαρκὶ γέγονε, πρὸς σὲ μὲν οὖν μάλιστα· διὸ καὶ ἐπήγαγεν, “ ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ “ κατὰ σάρκα περιπατοῦσι.” τί ἐστι “ τὸ δικαίωμα ;” τὸ τέλος, ὁ σκοπὸς, τὸ κατόρθωμα. τι γὰρ ἐκεῖνος ἐβούλετο ; καὶ τί ποτε ἐπέταττεν ; ἀναμάρτητον εἶναι. τοῦτο τοίνυν κατόρθωται νῦν ἡμῖν διὰ τοῦ Χριστοῦ. καὶ τὸ μὲν ἀντιστῆναι καὶ περιγενέσθαι, γέγονεν ἐκείνου. τὸ δὲ ἀπολαῦσαι τῆς νίκης, ἡμέτερον. οὐκοῦν οὐχ ἁμαρτησόμεθα λοιπόν ; οὐχ ἁμαρτησόμεθα, ἃν μὴ σφόδρα ὦμεν ἐκλελυμένοι καὶ ἀναπεπτωκότες. διὸ καὶ προσέθηκε “ τοῖς μὴ “ κατὰ σάρκα περιπατοῦσιν.” ἵνα γὰρ μὴ ἀκούσας ὅτι ἐρρύσατο ὁ Χριστὸς τοῦ πολέμου τῆς ἁμαρτίας, καὶ ὅτι τὸ δικαίωμα τοῦ νόμου πεπλήρωται ἐν σοί· τῆς ἁμαρτίας κατακριθείσης ἐν τῆ σαρκὶ, καταλύσῃς τὴν παρασκευὴν ἅπασαν. διὰ τοῦτο καὶ ἐκεῖ εἰπὼν “ οὐδὲν ἄρα κατάκριμα· τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι.” καὶ ἐνταῦθα λέγων, “ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν,” τὸ αὐτὸ τοῦτο ἐπήγαγε. μᾶλλον δὲ ούχί τοῦτο μόνον, άλλὰ καὶ πολλῷ πλέον. εἰπὼν γὰρ “ τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν,” ἐπήγαγεν, ἀλλὰ “ κατὰ Πνεῦμα.” δεικνὺς ὅτι οὐ κακῶν δεῖ μόνον ἀπέχεσθαι, ἀλλὰ καὶ ἐν ἀγαθοῖς κομᾷν. τὸ μὲν γὰρ δοῦναι σοι τὸν στέφανον, ἐκείνου. τὸ δὲ κατασχεῖν δοθέντα, σόν. καὶ γὰρ ὅπερ ἦν δικαίωμα νόμου, τὸ μὴ γενέσθαι ὑπεύθυνον τῇ ἀρᾷ, τοῦτο ἤνυσέ σοι ὁ Χριστός. μὴ τοίνυν προδῷς τὴν τοσαύτην δωρεάν t. δείκνυσι γὰρ ἐνταῦθά σοι, ὅτι οὐκ ἀρκεῖ τὸ λουτρὸν ἡμῖν εἰς σωτηρίαν, ἃν μὴ μετὰ τοῦ λουτροῦ ἄξιον ἐπιδειξώμεθα βίον τῆς δωρεᾶς. ὥστε πάλιν τῷ νόμῳ συνηγορεῖ ταῦτα λέγων. καὶ γὰρ καὶ μετὰ τὸ πεισθῆναι τῷ Χριστῷ, πάντα δεῖ ποιεῖν καὶ πραγματεύεσθαι. ὥστε τὸ ἐκείνου δικαίωμα μένειν ἐν ἡμῖν, ὅπερ ἐπλήρωσεν ὁ Χριστὸς, καὶ μὴ διαφθαρῆναι.

  38. 8.3.10.2

    Σευηριανοῦ καὶ Θεοδώρου. Τινὲς δὲ τὸ “ μὴ κατὰ σάρκα “ περιπατοῦσιν,” ἀντὶ τοῦ κατὰ τὸν νόμον εἶπον· εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς· σαρκικὸν δὲ ἦν καὶ τὸ παραχωρῆσαι τρυφᾶν.

  39. 8.3.11.1

    Θεοφωρήτου. Καὶ “ δικαίωμα νόμου,” τὸ δικαίους ἀποφῆναι τοὺς δεξαμένους τὸν νόμον.

  40. 8.5.verse.1

    Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος. τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη. διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ ἑοῦ, οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται.

  41. 8.5.1.1

    Κυρίλλου. τοῦ περὶ τῆς δικαιοσύνης ἁψάμενος λόγου, τὴν περὶ ταύτης εἰσφέρει παραίνεσιν. καὶ εἰρηκὼς “ τοῖς μὴ κατὰ “ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα,” ἐπήγαγεν, “ οἱ γὰρ “ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν. οἱ δὲ κατὰ πνεῦμα, “ τὰ τοῦ πνεύματος.” οὕτως καὶ ἀλλαχοῦ. “ εἰ πνεύματι ζῶμεν, πνεῦμα δὲ ἐνταῦθα τὴν χάριν λέγει τοῦ Πνεύματος. καὶ διδάσκει ὡς ὁ ταύτῃ ἑπόμενος, τὰ ταύτῃ ἀρέσκοντα φρονεῖ καὶ ποιεῖ. ὁ δὲ τῇ σαρκὶ δουλεύων, τοῖς τοῦ σώματος δηλονότι πάθεσι, τὴν ἐλευθερίαν ἀφῄρηται. οὐκ εἶπε δὲ ἡ γὰρ σὰρξ, θάνατος, ἀλλὰ “ τὸ φρόνημα τῆς σαρκός.” τουτέστι, τὰ τῶν παθημάτων σκιρτήματα. τῶν γὰρ ἡμαρτηκότων ὁ θάνατος ἐπιτίμιον. ὁ δὲ πνευματικῶς, φησι, ζῶν, τῆς πρὸς Θεὸν μεταλαγχάνει. μεταλαγχάνει. ἐκπεπολέμωται δὲ πρὸς Θεὸν τὸ φρόνημα τῆς σαρκός. τουτέστιν, ἡ τῶν παθῶν δυναστεία. οὐδὲ γὰρ οἷόν τε τὸν τὴν παθῶν δυναστείαν καταδεξάμενον, τοῦ Θεοῦ τὴν θεραπείαν ἀσπάσασθαι, ἔτι τῇ ἁμαρτίᾳ δουλεύειν αἱρούμενον.

  42. 8.5.2.1

    Κυρίλλου. Θάνατον μὲν οὖν εἶναί φησι τὸ τῆς σαρκὸς φρόνημα, καὶ μάλα ὀρθῶς. τὸ δέ γε τοῦ πνεύματος, ζωὴν καὶ εἰρήνην. θανάτου μὲν γὰρ ἀληθῶς, ἡ φιλοσαρκία πρόξενος. ζωῆς δὲ τῆς εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν, τὸ διαβιοῦν ἑλέσθαι πνευματικῶς. εἰ γὰρ “ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν,” ὡς οὐκ ἀνεχόμενον τοῖς θείοις ὑπείκειν νόμοις· οὐ δὲ γὰρ δύναται. πῶς γὰρ ἀρέσει Θεῷ μυσαρὰ καὶ βέβηλος ἡδονή ; πάντως ὁ καθαρὸς ῥύπου καὶ παθῶν νοῦς, κατὰ τὸ δύνατον τῇ ἀνθρώπου φύσει, πρὸς Θεὸν εἰρηνεύει.

  43. 8.5.3.1

    Μεθοφίου. Τὸ φρόνημα φησὶ τῆς σαρκὸς οὐχ ἡ σάρξ, ἀλλὰ τὸ πρὸς ἀκρασίαν αὐτῆς ὅρμημα.

  44. 8.5.4.1

    Χρυσοστόμου. Καὶ οὐδὲ τοῦτο διαβολὴ τῆς σαρκός. ἕως μὲν γὰρ ἂν τὴν οἰκείαν φυλάττῃ τάξιν, οὐδὲν ἄτοπον γίνεται. ὅταν δὲ αὐτῇ πάντα ἐπιτρέπομεν, καὶ τοὺς οἰκείους ὑπερβᾶσα ὀροὺς κατεξανασταίη τῆς ψυχῆς, τότε πάντα ἀπόλλυσι καὶ διαφθείρει. οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀμετρίαν καὶ τὴν ἐκ ταύτης ἀταξίαν. “ τὸ γὰρ φρόνημα,” φησὶ, “ τῆς σαρκός.” οὐκ εἶπεν ἡ τῆς σαρκὸς φύσις, οὐδὲ ἡ οὐσία τοῦ σώματος, ἀλλὰ τὸ φρόνημα. ὅπερ διορθωθῆναι δύναιτ’ ἃν καὶ ἀναιρεθῆναι. τοῦτο δὲ λέγει, οὐ τῇ σαρκὶ διδοὺς λογισμὸν ἴδιον, ἄπαγε· ἀλλὰ τὴν παχυτέραν τῆς διανοίας ὁρμὴν ἐνδεικνύμενος, καὶ ἀπὸ τοῦ χείρονος αὐτὴν καλῶν. ὥσπερ οὖν καὶ σάρκα πολλάκις, ἄνθρωπον ὁλόκληρον, καὶ ψυχὴν ἔχοντα εἴωθε καλεῖν· φρόνημα δὲ τοῦ πνεύματος, τὴν πνευματικὴν διάνοιαν λέγει. ὅπερ οὖν καὶ προιὼν φησὶ, “ ὁ “ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.” καὶ δείκνυσι πολλὰ τὰ ἐκ ταύτης ἀγαθὰ, καὶ ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι. τῶν γὰρ κακῶν ὧν τὸ φρόνημα εἰσάγει τὸ σαρκικὸν, πολλῷ πλείονα ἀγαθὰ παρέχει τὸ πνευματικόν. ἅπερ ἐδή- λωσεν εἰπὼν, “ ζωὴ καὶ εἰρήνη.” τὸ μὲν, πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου· “τὸ γὰρ φρόνημα,’ φησὶ, “τῆς σαρκὸς, θάνατος· τὸ δὲ, πρὸς ἀντιδιαστολὴν τοῦ ἑξῆς. εἰπὼν γὰρ εἰρήνη, ἐπήγαγε, “διότι “τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν.” ὃ τοῦ θανάτου χεῖρον ἐστίν. εἶτα δείκνυσι, πῶς καὶ θάνατος καὶ ἔχθρα. “τῷ γὰρ νόμῳ του Θεοῦ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται.

  45. 8.5.4.2

    Ἀλλὰ μὴ θορυβηθῇς ἀκούων, “ οὐ δὲ γὰρ δύναται. καὶ γὰρ εὔκολον ἡ ἀπορία αὕτη τὴν λύσιν ἔχει. φρόνημα γὰρ ἐνταῦθα σαρκὸς φησὶν, τὸν γεώδη λογισμὸν, τὸν παχύν· τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοημένον. τοῦτον φησὶ, ἀδύνατον εἶναι ὑποταγῆναι Θεῷ. καὶ ποία ἐλπὶς λοιπὸν σωτηρίας, εἰ ἀδύνατον κακὸν ὄντα γενέσθαι καλόν ; οὐ τοῦτο φησί. ἐπεὶ πῶς ὁ Παῦλος ἐγένετο τοιοῦτος ; πῶς ὁ λῃστὴς, καὶ μυρίοι ἕτεροι; οὐ τοῦτο τοίνυν φησὶ, ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλόν. ἀλλ’ ὅτι ἀδύνατον πονηρὸν μένοντα, ὑποταγῆναι Θεῷ. μεταβαλόμενον μέντοι καλὸν γενέσθαι καὶ ὑποταγῆναι, ῥᾴδιον. οὐ γὰρ εἶπεν, ὅτι ἄνθρωπος οὐ δύναται ὑποταγῆναι Θεῷ, ἀλλ’ ὅτι ἡ πονηρὰ πρᾶξις, οὐ δύναται εἶναι καλή. ὅπερ οὖν καὶ ἐν τῷ εὐαγγελίῳ ἔλεγεν ὁ Χριστὸς, “οὐ δύναται σαπρὸν δένδρον, καλοὺς καρποὺς ποιεῖν,” οὐ τὴν ἀπὸ κακίας εἰς ἀρετὴν μεταβολὴν κωλύων, ἀλλὰ τὴν ἐν τῇ κακίᾳ διατριβὴν λέγων, μὴ δύνασθαι φέρειν καρποὺς καλούς. ἐπεὶ ὅτι δύνατον μεταβληθῆναι, καὶ ἐξ ἄλλης ἔδειξε παραβολῆς. ὅταν εἰσάγῃ τὰ ζιζάνια γινόμενα σῖτον. διὸ καὶ ἐκριζῶσαι αὐτὰ κωλύει. “μήποτε γάρ,” φησι, “σὺν αὐτοῖς ἀνασπάσητε καὶ τὸν “ σῖταον.” τουτέστι, τὸν μέλλοντα γενέσθαι ἐξ αὐτῶν. φρόνημα τοίνυν σαρκὸς, τὴν κακίαν φησίν. καὶ φρόνημα πνεύματος, τὴν χάριν τὴν δεδομένην· καὶ τὴν ἐνέργειαν, τὴν τῇ προαιρέσει κρινομένην τῇ χρηστῇ. οὐδαμοῦ περὶ ὑποστάσεως καὶ οὐσίας ἐνταῦθα διαλεγόμενος, ἀλλὰ περὶ ἀρετῆς καὶ κακίας. ὅπερ γὰρ οὐκ ἴσχυσας ἐν τῷ νόμῳ φησὶν, τοῦτο δυνήσῃ νῦν, ὀρθὰ βαδίζειν καὶ ἀδιάπτωτα, εἰ τῆς τοῦ πνεύματος ἐπιλάβοιο βοηθείας. οὐ γὰρ ἀρκεῖ τὸ μὴ κατὰ σάρκα περιπατεῖν, ἀλλὰ δεῖ καὶ κατὰ Πνεῦμα βαδίζειν. u τοῦτο δὲ ἔσται, ἃν τῷ Πνεύματι τὴν ψυχὴν ἐκδῶμεν, καὶ τὴν σάρκα πείσωμεν τὴν οἰκείαν τάξιν ἐπιγινώσκειν. οὕτω γὰρ καὶ αὐτὴν ἐργασόμεθα πνευματικήν. ὥσπερ οὖν ἐὰν ῥαθυμῶμεν, καὶ τὴν ψυχὴν ποιήσομεν σαρκικήν x.

  46. 8.5.5.1

    Ωριγένουσ. Ἀφ’ ὧν τοίνυν διδάσκει ὁ Παῦλος μανθάνομεν, τινες εἰσι κατὰ σάρκα οἱ τὰ τῆς σαρκὸς φρονοῦντες. καὶ τίνες εἰσὶ κατὰ πνεῦμα· οἱ τὰ τοῦ πνεύματος φρονοῦντες . τὰ δὲ φρονήματα τῆς σαρκὸς εἰσὶ, πορνεία, ἀσέλγεια, εἰδωλολατρίᾳ, καὶ τὰ ὅμοιαι ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι. τὰ δὲ τοῦ πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα. ἅπερ ἔστι ζωή. καὶ ἤδη ἐν ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ εὐφραίνονται. ἀκόλουθον οὖν, τοὺς μὲν εἰς τὴν σάρκα σπείροντας θερίζειν φθοράν. τοὺς δὲ πνεύματι ζῶντας, σπείρειν εἰς τὸ πνεῦμα. ἀφ’ οὗ ἐστι θερίσαι ζωὴν αἰώνιον. πρὸς δὲ τούτοις, καὶ ἐχθροὶ εἰσὶ τοῦ Θεοῦ, οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σαρκὸς, καὶ ὅσοι βούλονται πλουτεῖν, ἣ ἐπιθυμοῦσι δόξης. καὶ οἱ κατὰ γράμμα ζῶντες Ἰουδαῖοι, καὶ τὴν ἐν σαρκὶ αὐχοῦντες περιτομὴν, οὗτοι τὰ τῆς σαρκὸς τοῦ νόμου φρονοῦσιν. οἱ δὲ κατὰ πνεῦμα Ἰουδαῖο· οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, οὗτοι φρονοῦσι τὰ τοῦ πνεύματος. καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ νόμου, θάνατόν τις εὑρήσει καὶ ἔχθραν τὴν εἰς Θεόν. ἐν δὲ τῷ φρονήματι τοῦ πνεύματος τοῦ νόμου, ζωὴν καὶ εἰρήνην. οἱ δὲ ἐν τῇ σαρκὶ τοῦ νόμου ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ’ οἱ ἐν τῳ πνεύματι του νόμου ὄντες. ἀμφότεροι γὰρ ἐπαγγελλόμεθα τὸν Μώσεως νόμον. ἀλλ’ ἐκεῖνοι μὲν, κατὰ σάρκα, ἡμεῖς δὲ, κατὰ πνεῦμα. διὸ ἐκεῖνοι σαρκικὰς ἡγοῦνται τὰς ἐπαγγελίας, ἀκολούθως τῷ σαρκικῷ νόμῳ· ἡμεῖς δὲ πνευματικὰς, ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, ἐν τοῖς ἐπουρανίοις.

  47. 8.5.6.1

    Φωτίου. Καλῶς οὖν φησὶν, ὅτι τὸ φρόνημα τῆς σαρκὸς τῷ νόμῳ τοῦ Χριστοῦ οὐχ ὑποτάσσεται. ἐν ὅσῳ μὲν γάρ ἐστι, δῆλον ὅτι οὐχ ὑποτάσσεται. ἐν ὅσῳ δὲ παρέλθῃ καὶ ἀπογένηται τοῦ ἀνθρώπου, οὐδόλως ἐστίν. ὥστε οὐδ’ ὑποτάσσεται. πῶς γὰρ ἃν τὸ μὴ ὃν, ἣ ἀντιστήσεται, ἣ ὑποταγῇ τινι; τίς οὖν ὑποτάσσεται; ὁ ἄνθρωπος ἐν ᾧ τὸ σαρκικὸν φρόνημα y; ἀλλ’ ἔτι μὲν τοῦ σαρκικοῦ παρόντος φρονήματος, οὐδὲ ἐκεῖνος. καταβληθέντος δὲ διὰ μετα- νοίας καὶ ὑποχωρήσαντος, τότε ἐκεῖνος ἀγαθοεργεῖ, καὶ ὐποτάσσεται τῷ νόμῳ τοῦ Θεοῦ.

  48. 8.8.verse.1

    Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι. εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ἡμῖν.

  49. 8.8.1.1

    Κυρίλλου. Ἐπικρατούσης μὲν τῆς τοῦ ἀνθρώπου διανοίας, τῆς γεώδους ἡδονῆς, ἐν σαρκὶ τίς ἐστιν ὡς τὰ τῆς σαρκὸς φρονῶν. καὶ ὁ τοιοῦτος, οὐκ ἃν ἀρέσῃ Θεῷ. καταπλουτήσαντος δὲ τοῦ νοῦ τὴν διὰ Χριστοῦ χάριν, καὶ τῆς ἄνωθεν ἰσχύος μεμεστωμένου, καὶ ζέοντος τῷ πνεύματι, καὶ ἐπὶ ἀρετὴν σπεύδοντος, οὐ νοεῖται ὁ τοιοῦτος ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι. καὶ εὐκόλως ποίει τὰ αρεστὰ τῶ Θεῶ.

  50. 8.8.2.1

    Χρυσοστόμου. Τί οὖν ; κατακόψομαι τὸ σῶμα, ἵνα ἀρέσωμεν τῷ Θεῷ; καὶ ἐξέλθωμεν τῆς σαρκός’, καὶ ἀνδροφόνους ἡμᾶς εἰναι κελεύεις ἐπ’ ἀρετὴν ἄγων ; ὁρᾷς πόσα ἄτοπα τίκτεται, ἐὰν ἁπλῶς λεγόμενα ἐκδεξώμεθα ; σάρκα γὰρ ἐνταῦθα, οὐ τὴν οὐσίαν φησὶ τοῦ σώματος, ἀλλὰ τὸν σαρκικὸν βίον, καὶ κοσμικὸν καὶ τρυφῆς καὶ ἀσωτείας γέμοντα. ’τον, ὀλὸν σάρκα ποιοῦντα του ἄνθρωπον. ὡσπερ γὰρ οἱ τῳ πνεύματι πτερούμενοι, καὶ τὸ σῶμα πνευματικὸν ἐργάζονται· οὕτως οἱ γαστρὶ καὶ ἡδονῇ δουλεύοντες, καὶ τὴν ψυχὴν σάρκα ποιοῦσιν. οὐ τὴν οὐσίαν αὐτῆς μεταβάλλοντες, ἀλλὰ τὴν εὐγένειαν αὐτῆς ἀπολλύντες. καὶ οὗτος τῆς λέξεως ὁ τρόπος. καὶ ἐν τῇ παλαιᾷ πολλάκις κεῖται σάρκα σημαίνων τὸν παχὺν καὶ γεώδη βίον, καὶ ἡδοναῖς ἐμπεπληγμένον ἀτόποις. καὶ γὰρ τῷ Νῶς φησὶ, “ οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώ- “ ποις τούτοις διὰ τὸ εἶναι αὐτοῖς σάρκας.” καὶ τοι καὶ αὐτὸς ὁ Νῶε σάρκα περίκειται z. ἀλλὰ οὐκ ἦν τοῦτο ἔγκλημα, τὸ περικεῖσθαι σάρκα. τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ τὸ τὸν σαρκικὸν ἀνηρῆσθαι βίον.

  51. 8.8.3.1

    Ἰσιδωρου. Τὸ γὰρ τῆς σαρκὸς ὄνομα δίχως πάρα τῇ θειᾳ εἴρηται γραφῇ. ποτὲ μὲν κατὰ τὴν φύσιν αὐτήν· ποτὲ δὲ κατὰ τὸ φρόνημα καὶ τὴν φθοράν. καὶ τῆς μὲν, ἀπόδειξις, τὸ πνεῦμα “ σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.” τῆς δὲ, “ τὸ, σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται.” καὶ “ οἱ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.” ὁ τοίνυν τὴν φθορὰν καὶ τὴν σάρκα παιδαγωγῆσαι βουλόμενος, μαραίνει τὰ τῆς σαρκὸς ὑπεκκαύματα, καὶ ἀρέσκει Θεῷ ἔτι σαρκὶ συνεχόμενος· καὶ κληρονομεῖ τὴν αὐτοῦ βασιλείαν μετὰ σώματος ὡς ἀσώματος.

  52. 8.8.3.2

    Χρυσοστόμου Καὶ ἐν τῷ ἐπαγαγεῖν δὲ. “ὑμεῖς δὲ οὐκ ἐστὲ “ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι,” οὐχ ἁπλῶς σάρκα φησὶ, ἀλλὰ τὴν τοιαύτην σάρκα τὴν συρομένην ὑπὸ τῶν παθῶν a. καὶ τίνος ἕνεκεν, φησὶν, οὐχ οὕτως εἶπεν, οὐδὲ τὴν διαφορὰν τέθεικεν; ἐπαίρων τὸν ἀκροατὴν, καὶ δεικνὺς, ὅτι οὐδ’ ἐν σώματι ἐστὶν ὁ ὀρθῶς βιῶν. ἐπειδὴ γὰρ τὸ ἐν ἁμαρτίᾳ μὴ εἶναι τὸν πνευματικὸν παντὶ που δῆλον ἦν, οὗτος τὸ μεῖζον τίθησιν· ὅτι οὐ μόνον οὐκ ἐν ἁμαρτίᾳ, ἀλλ’ οὐδὲ ἐν σαρκὶ λοιπόν ἐστιν ὁ πνευματικὸς ἄνθρωπος· Ἄγγελος ἐντεῦθεν ἤδη γενόμενος καὶ πρὸς τὸν οὐρανὸν ἀναβὰς, καὶ λοιπὸν τὸ σῶμα ἁπλῶς περιφέρων. εἰ δὲ διὰ τοῦτο τὴν σάρκα διαβάλλεις, ἐπειδὴ τῷ ὀνόματι αὐτῆς τὸν σαρκικὸν καλεῖ βίον, καὶ τὸν κόσμιον οὕτω διαβαλῇ· ἐπειδὴ καὶ ἐντεῦθεν ἡ πονηρία καλεῖται πολλάκις, καθάπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· “ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου.” καὶ τὴν ψυχὴν δὲ ἀλλοτρίαν φήσειε τοῦ Θεοῦ, ἐπειδὴ τοὺς ἐν πλάνῃ ὄντας ψυχικοὺς ἐκάλεσεν. ἀλλ’ οὐ ταῖς λέξεσιν ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος πανταχοῦ δεῖ προσέχειν, καὶ τὴν ἀκριβῆ τῶν εἰρημένων εἰδέναι διαίρεσιν. τὰ μὲν γάρ ἐστιν, ἀγαθά· τὰ δὲ, κακά· τὰ δὲ, μέσα. οἷον, ψυχὴ καὶ σὰρξ τῶν μέσων ἐστί· καὶ τοῦτο κἀκεῖνο γενέσθαι δυναμένη. τὸ δὲ πνεῦμα, τῶν ἀγαθῶν ἀεί. καὶ οὐδέ ποτε ἕτερόν τι γινόμενον. πάλιν τὸ φρόνημα τῆς σαρκὸς, τουτέστιν ἡ πονηρὰ πρᾶξις, τῶν ἀεὶ κακῶν· “τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑπο- “τάσσεται.’ ἃν τοίνυν τῷ βελτίονι δῷς τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου τῆς ἐκείνου μερίδος. ἃν τῷ χείρονι, πάλιν τῆς ἐνταῦθα ἀπωλείας κατέστης κοινωνός· οὐ παρὰ τὴν φύσιν τῆς σαρκὸς καὶ τῆς ψυχῆς, ἀλλὰ παρὰ τὴν γνώμην τὴν κυρίαν ἀμφότερα ταῦτα ἑλέσθαι.

  53. 8.8.3.3

    Ὄτι δὲ οὐ σαρκὸς διαβολὴ τὰ εἰρημένα, πάλιν αὐτὴν μεταχειρίσαντες τὴν λέξιν, ἐξετάσωμεν ἀκριβέστερον. “ὑμεῖς δὲ οὐκ “ ἐστὲ ἐν σαρκὶ,” φησὶ, “ἀλλ’ ἐν πνεύματι.” τί οὖν; οὐκ ἦσαν ἐν σαρκί· ἀλλ’ ἀσώματοι περιῄεσαν; καὶ πῶς ἃν ἔχοι τοῦτο λόγον; ὁρᾷς ὅτι τὸν σαρκικὸν βίον ᾐνίξατο ; καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ὑμεῖς οὐκ ἐστὲ ἐν ἁμαρτίᾳ; ἵνα μάθῃς ὅτι οὐχὶ τῆς ἁμαρτίας μόνον τὴν τυραννίδα ἔσβεσεν ὁ Χριστὸς, ἀλλὰ καὶ τὴν σάρκα κουφοτέραν καὶ πνευματικωτέραν ἐποίησεν· οὐ τῷ τὴν φύσιν μεταβαλεῖν, ἀλλὰ τὸ πτερῶσαι μᾶλλον αὐτήν. καθάπερ γὰρ πυρὸς ὁμιλοῦντος σιδήρῳ, καὶ ὁ σίδηρος γίνεται πῦρ, ἐν τῇ οἰκείᾳ μένων φύσει, οὕτω καὶ τῶν πιστῶν καὶ πνεῦμα ἐχόντων, καὶ ἡ σὰρξ λοιπὸν πρὸς ἐκείνην μεθίσταται τὴν ἐνέργειαν· ὅλη πνευματικὴ γινομένη. b τὸ δὲ, “ εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν,” ἀντὶ τοῦ, ἐπείπερ τέθεικε. πολλαχοῦ δὲ τοῦτο οὕτω τίθησιν. οὐκ ἀμφιβάλλων, ἀλλὰ καὶ σφόδρα πιστεύων. ὡς ὅταν λέγῃ, “εἴπερ “δικαιοι c, παρὰ τῷ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλί- “ ψεις.” καὶ πάλιν, “ τοσαῦτα ἐπάθετε εἰκῇ. εἴ γε καὶ εἰκῆ.”

  54. 8.8.4.1

    Γενναδίου. Ὑμεῖς οὖν, φησι, ἐκ θνητότητος εἰς ἀθανασίαν μεταβεβήκατε· ἀντὶ τῶν σαρκικῶν γεγενημένοι πνευματικοί. καὶ ἀναντίρρητον τοῦ λόγου τούτου τὴν ἀπόδειξιν ἔχων, “εἴπερ Πνεῦ- “ μὰ Θεοῦ,” φησι, “ οἰκεῖ ἐν ὑμῖν.” πότε γὰρ πρὸς τῷ τῆς υἱοθεσίας χαρίσματι, καὶ ἑτέρων ἐπὶ θαυματουργίᾳ χαρισμάτων ἀπήλαυον· τοῦ Πνεύματος αὐτοῖς διὰ τούτων καὶ περὶ τῶν τέως ἀφανῶν πιστουμένου. ὅτι τοίνυν πρὸς τὴν πνευματικὴν, φησὶ, μετέστητε ζωὴν, ἡ τοῦ πνεύματος ἐγκατοικοῦσα χάρις ἀποχρώντως δηλοῖ.

  55. 8.8.5.1

    Θεοδώρου Μονάχου. Ἢ ἐν δισταγμῷ, τὸ, “εἴπερ Πνεῦμα “ Θεοῦ οἰκεῖ ἐν ὑμῖν” εἴρηκε· διεγείρων αὐτοὺς εἰς τὸ ἐγρηγορέναι τὸν νοῦν, καὶ μὴ ὑπτιοῦσθαι αὐτοὺς ὡς κατωρθωκότας. τὸ γὰρ ὀφρυῶσαι αὐτοὺς καὶ φυσιῶσαι, ὡς ἤδη ἔχοντας Πνεῦμα Θεοῦ, ἐπιβλαβὲς ἦν, καὶ τὴν σπουδὴν διακόψαι δυνατόν.

  56. 8.8.5.2

    Εἰ δέ τις Πνεῦμα Χροῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν

  57. 8.10.verse.1

    αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴν διὰ δικαιοσύνην.

  58. 8.10.1.1

    Θεοδωρήτου. Ἐπειδὴ τὸ, “ εἴπερ” τέθεικεν· ἀμφιβολίας δὲ τοῦτο ἐστὶν, εἰκότως ἐπήγαγεν, ὡς ὁ ταύτης τῆς χάριτος ἄμοιρος, οὐδεμίαν ἔχει πρὸς τὸν Θεὸν κοινωνίαν. καὶ ἐπειδὴ ἱκανὸν ἦν τοῦτο τοὺς δεχομένους πλῆξαι, διὰ τῶν ἑξῆς θεραπεύει, “ εἰ δὲ Χριστὸς,” λέγων, “ ἐν ὑμῖν· τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίας.” τῇ γὰρ ἁμαρτίᾳ προσέταξε τὸ σῶμα γενέσθαι νεκρόν· ἀντὶ τοῦ, τὴν ἁμαρτίαν μὴ ἐνεργεῖν. πνεῦμα δὲ, τὴν ψυχὴν προσηγόρευσεν, ἐν τῷ, “τὸ δὲ πνεῦμα ζωή·” ὡς πνευματικὴν ἤδη γεγενημένην. καὶ ταύτῃ μετιέναι τὴν δικαιοσύνην κελεύει· ἧς καρπὸς ἀξιέραστος ἡ ζωή.

  59. 8.10.2.1

    Κυρίλλου. Εἴ τις οὖν ἐστιν ἐν πνεύματι, οὗτος ἔσται καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ζωῇ· μονονουχὶ τεθνεῶτος τοῦ τῆς ἁμαρτίας σώματος, καὶ πάσης ἀτόπου σβεσθείσης ἡδονῆς. ἀδύνατον γὰρ ἐν ταὐτῷ καὶ κἄ ἕνα καιρὸν δικαιοσύνην εἶναι καὶ ἀδικίαν, ἁγιασμὸν τὲ καὶ ἀκαθαρσίαν. πνεῦμα δὲ φαμὲν τὸ ἀνθρώπινον. ἐν δὲ τῷ, “τὸ πνεῦμα, ζωή·” τῇ τοῦ Ἁγίου Πνεύματος ζωοποιούμενον χάριτι, καὶ τῇ πρὸς αὐτὸ κοινωνίᾳ πλουτοῦν δικαιοσύνην. οὕτω γὰρ ἐσμὲν θείας φύσεως κοινωνοί. ἐνοικίζεται γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος ὁ Χριστός.

  60. 8.10.3.1

    Γενναδίου. Ἢ καὶ οὕτως. ὥσπερ οἱ ἐξ Ἀδὰμ τοῦ Ἀδὰμ εἶναι λεγόμεθα, τῆς φύσεως αὐτῷ κοινωνήσαντες, οὕτως οἱ τῆς πρὸς Χριστὸν Ἰησοῦν ἀξιωθέντες ἑνώσεως, εἶναι λέγονται τοῦ Χριστοῦ, διὰ τῆς ἑνὸς Πνεύματος μετουσίας. εἰ τοίνυν γνωρίζεται Χριστὸς ἐν ὑμῖν, φησὶ, τῷ τοῦ Πνεύματος αὐτοῦ μετέχειν ὑμᾶς. ὃν τρόπον ἐστὶν ἀθανασίας ἀμέτοχον τὸ σῶμα διὰ τὴν ἁμαρτίαν, οὕτως αὖ θανάτου πόρρω διὰ τὴν δικαιοσύνην, τὸ πνεῦμα. πνεῦμα τὸ πνευματικὸν προσειπὼν σῶμα, ἐκ του μεθεκτοῦ τὸ μετέχον καλέσας. ὥσπερ ἐν τοῖς εὐαγγελίοις, “ τὸ γεγενημένον,” φησὶν, “ἐκ τοῦ Πνεύματος, πνεῦμα ἐστί.”

  61. 8.10.4.1

    Χρυσοστόμου. Καὶ οὐκ εἶπεν, εἰ ὑμεῖς πνεῦμα Χριστοῦ οὐκ ἔχετε, ἀλλ’ ἐπ’ ἄλλων προήγαγε τὸ λυπηρόν. ἐπ’ αὐτῶν δὲ πάλιν τίθησι τὸ χρηστὸν, ἐπαγαγὼν, “εἰ δὲ Χριστὸς ἐν ὑμῖν.” καὶ τὸ μὲν λυπηρὸν, βραχὺ καὶ μέσον. τὸ δὲ ποθεινὸν ἑκατέρωθεν. καὶ διὰ πολλῶν, ὥστε ἐκεῖνο συσκιάσαι. τοῦτο δὲ ἔλεγεν οὐ τὸ Πνεῦμα Χριστὸν λέγων· ἄπαγε. ἀλλὰ δεικνὺς ὅτι ὁ τὸ Πνεῦμα ἔχων, οὐ μόνον τοῦ Χριστοῦ χρηματίζει, ἀλλὰ καὶ αὐτὸν ἔχει τὸν Χριστόν. οὐ γάρ ἐστι Πνεύματος παρόντος, μὴ καὶ τὸν Χριστὸν παρεῖναι. ὅπου γὰρ ἃν μία τῆς τριάδος ὑπόστασις παρῇ, πᾶσα πάρεστιν ἡ τριάς. ἀδιασπάστως γὰρ ἔχει πρὸς ἑαυτὴν, καὶ ἥνωται μετὰ ἀκριβείας ἁπάσης.

  62. 8.10.4.2

    Ἀλλ᾿ ὁ μὲν θεῖος Ἰωάννης ὁ Χρυσολόγος πατὴρ, πρὸς τὰς διαφόρους ὑποστάσεις ἀπιδὼν, οὐ δεῖ, φησιν, Χριστὸν ἐνταῦθα τὸ πνεῦμα λέγειν. ἵνα μὴ συγχεθείη τὰ πρόσωπα. ὁ δέ γε μέγας Βασίλειος ἐν τῷ περὶ τοῦ Ἁγίου Πνεύματος λόγῳ, πρὸς τὴν τῆς ἐνεργείας τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος ἔκφανσιν ἀπιδὼν, Χριστὸν τὸ πνεῦμα ἐκάλεσεν, οὕτως εἰπών. Βασιλείου. Ἐπεὶ πᾶσα ἡ ἐνέργεια τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος φανεροῦται, Κύριος ὀνομάζεται τὸ Πνεῦμα, καὶ Χριστὸς, τῷ τοῦ Χριστοῦ. ὡς ἄρτι μὲν ἐλέγομεν, “ ὁ δὲ Κύριος, τὸ Πνεῦ- “ μὰ ἐστίν εἴρηται δὲ καὶ τὸ, ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, “ἀλλ’ ἐν πνεύματι. εἴπερ πνεῦμα Θεοῦ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα “Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.” εἶτα ἐπάγει ὁ Ἀπόστολος. “εἰ δὲ Χριστὸς ἐν ὑμῖν.” ἀντὶ τοῦ εἰπεῖν, ὅπερ ἀκόλουθον ἦν, εἰ δὲ τὸ πνεῦμα ἐν ἡμῖν.

  63. 8.10.5.1

    Κυρίλλου. Δυσσεβοῦσι τοιγαροῦν λίαν. οἰκτιστὸν d εἶναι καὶ γενητὸν, ἣ φρονεῖν, ἣ λέγειν ἀποτολμῶντες τὸ Πνεῦμα τὸ Ἅγιον. ὥσπερ γὰρ οὐχ ἕτερόν τι ἐστὶ παρὰ τὸν ἄνθρωπον τὸ πνεῦμα αὐτοῦ, οὕτως οὐχ ἕτερόν τι παρὰ τὸν φύσει καὶ ἀληθῶς Θεὸν, τὸ Πνεῦμα αὐτοῦ. κἂν ἐν ὑπάρξει νοῆται τῇ καθ’ ἑαυτό. καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Πατὴρ, καὶ μέντοι καὶ ὁ Υἱός. ὅτι γὰρ ἐν ἡμῖν ὄντος τοῦ Πνεύματος, ὁ Υἱὸς ἐν ἡμῖν ἐστι, διὰ τὴν ταυτότητα τῆς οὐσίας· καὶ ὅτι κατὰ φύσιν ἴδιον αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος, “ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν “σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. “εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. “εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα, νεκρὸν διὰ τὴν ἁμαρτίαν· “τὸ δὲ πνεῦμα, ζωὴ διὰ τὴν δικαιοσύνην.” σύνες οὖν ὅπως Πνεῦμα Θεοῦ λέγων αὐτὸ, καὶ Χριστὸν ὀνομάζει διὰ τὴν ταὐτότητα τῆς οὐσίας. ὅτε τοίνυν ὡς Χριστὸς ἐν ὑμῖν τὸ Πνεῦμα αὐτοῦ, πῶς ἃν εἴη γενητὸν, Θεοῦ κατὰ φύσιν ὄντος τοῦ Υἱοῦ, καὶ ὁμοουσίου τῷ Πατρί;

  64. 8.10.5.2

    Τοῦ αὐτοῦ. Δέχου οὖν μοι καὶ ἐντεῦθεν ὀρθὰς περὶ τοῦ Ἁγίου Πνεύματος τὰς ἐννοίας. ἵνα δὴ καὶ ἐκμάθοις αὐτὸ τῆς τοῦ Σωτῆρος ὑπάρχον οὐσίας, καὶ τῆς μιᾶς θεότητος, οὐκ ἀλλότριον. Πνεῦμα γὰρ ἀποκαλέσας αὐτὸ Θεοῦ, εὐθὺς αὐτὸ καὶ Πνεῦμα λέγει Χριστοῦ. δεικνύων μὲν ὅτι πάντα τὰ τοῦ Πατρὸς ἴδια, διαβαίνει φυσικῶς καὶ ἐπὶ τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν. Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ, λέγων, “εἰ δὲ Χριστὸς ἐν “ ὑμῖν.” δεικνὺς οὐκ ἀλλότριον αὐτὸ τῆς τοῦ Λόγου φύσεως. ἀλλ’ οὕτω, ἡνωμένον, εἰ καὶ ἔστιν ἰδιοσύστατον, ὡς αὐτὸ τὸ ὑπάρχειν ἐν Υἱῷ, καὶ τὸν Υἱὸν ἐν αὐτῷ διὰ τὴν τῆς οὐσίας ταυτό- τητα.

  65. 8.10.6.1

    Βασιλείου. Πνεῦμα δὲ Χριστοῦ λέγεται, ὡς ᾠκειωμένον αὐτῷ κατὰ τὴν φύσιν. διότι “εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ.

  66. 8.10.6.2

    Τοῦ αὐτοῦ. Οὐ μὲν υἱὸς, τοῦ Υἱοῦ τὸ Πνεῦμα. ἵνα ἡ τριὰς μὴ νομισθῇ πλῆθος ἄπειρον· υἱοὺς ἐξ υἱῶν ὡς καὶ ἐν ἀνθρώποις ἔχειν ὑποπτευθεῖσα. ἀλλὰ λέγῃς· εἰ Θεοῦ μὲν εἰκὼν ὁ Υἱὸς Υἱοῦ δὲ τὸ Πνεῦμα, διατί μὴ υἱὸς τοῦ Υἱοῦ, τὸ Πνεῦμα εἴρηται; τούτῳ γὰρ ἰσχυροτάτῳ πρὸς τὴν ἀσέβειαν ἐχρήσω. ἣ γὰρ υἱὸν ἣ κτίσμα κελεύεις νοεῖν. καὶ ὅτι μὴ υἱὸς ὠνόμασται, διὰ τοῦτο κτίσμα εἶναι βλασφημεῖς τὸ τῆς κτίσεως αἴτιον; τὸ τῆς κτίσεως ἁγιαστικὸν καὶ θεοποιόν; τὸ, Κυρίου καὶ Θεοῦ δοξαζόμενον ὀνόματι; τὸ τῶν θείων ἐνεργειῶν πληρωματικόν; εἴπερ οὖν ἀνάξιόν σοι φαίνεται τῆς υἱοῦ προσηγορίας, ὡς ἀλλότριον Υἱοῦ καὶ Πατρὸς, σκέψαι πῶς υἱοὺς ἀπεργάζεται τοὺς ἁγιαζομένους. εἰ σὺ διὰ τὸ Πνεῦμα θεὸς, πῶς τὸ Πνεῦμα θεότητος ἀλλότριον; ἀντερωτήσεις δὴ πάλιν. διὰ τι δὴ τὸ τοῦ υἱοῦ μὴ εἴληφεν ὄνομα; κἂν σιωπήσωμεν οὐ βουλόμενοι τὰ τοῦ Θεοῦ περιεργάζεσθαι, νενικῆ- σθαι τὴν τοῦ θείου πνεύματος δόξαν ὑπολαμβάνεις· διὰ τὸ, τὴν Υἱοῦ μὴ κεῖσθαι προσηγορίαν ἐπ’ αὐτοῦ. ὥσπερ οὐχὶ ταὐτὸν δυνάμενος ἀπαιτεῖσθαι. εἰ γὰρ ὁμολογεῖς διὰ τὸ πνεῦμα, υἱοὺς θέσει γενέσθαι μυρίους, διατί τὸ πνεῦμα μὴ δὲ θέσει προσαγορεύεται υἱός; κάλλιον δήπουθεν ὃν τῶν υἱοθετουμένων χάριτι δι’ αὐτοῦ. καὶ διὰ τοῦτο μᾶλλον οὐκ ὀφεῖλον ἐλαττοῦσθαι διὰ τὴν προσ- ηγοριαν.

  67. 8.10.6.3

    Ἡμεῖς δὲ καὶ περὶ τούτου κατὰ τὸ δυνατὸν ἀποκρινούμεθα πρὸς ἡμᾶς αὐτούς. ἔπειγε πρός γε σὲ καὶ σιωπᾶν ἐξήρκει. τῆς αὐτῆς ἐρωτήσεως ἐπικειμένης καὶ σοί. λέγομεν οὖν, ὅτι τὸ εἰπεῖν υἱὸν ἐξ υἱοῦ τὴν τριάδα τῆς θεότητος εἰς πλήθους ὑποψίαν προσῆγεν ἃν τοῖς ἀκούσασιν. ἕτοιμον γὰρ ἦν ὑπολαβεῖν, ὡς εἴπερ υἱὸς ἐξ υἱοῦ γεγέννηται, καὶ ἕτερος ἐκ τούτου πάλιν εἴη γεγεννημένος, καὶ πάλιν ἄλλος, καὶ ἐπὶ πλῆθος ἑξῆς. διὰ δὴ τοῦτο τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι, τρανῶς ἐκήρυξεν ὁ Ἀπόστολος λέγων, ὅτι τὸ πνεῦμα τὸ ἐκ Θεοῦ ἐλάβομεν. καὶ τὸ δι’ υἱοῦ πεφηνέναι σαφὲς πεποίηκεν. Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ Θεοῦ· καὶ νοῦν Χριστοῦ προσειπὼν, καθάπερ καὶ Θεοῦ Πνεῦμα ὡς τοῦ ἀνθρώπου. υἱὸν δὲ προσειπεῖν ἐφυλάξατο· ἵνα ἦ εἷς μὲν Πατὴρ ὁ Θεὸς, ἀεὶ δια- μένων Πατὴρ καὶ ὢν ἀιδίως, ὄ ἐστιν. εἰς ’δε Υἱὸς ἀιδίῳ γεννήσει γεγεννημένος ἀνάρχως· ἀνάρχως· σὺν τῷ Πατρὶ ὣν, Υἱὸς ἀληθινὸς Θεοῦ· ἀεὶ ὣν ὁ ἐστι, Θεὸς Λόγος καὶ Κύριος. ἓν δὲ καὶ τὸ Πνεῦμα Ἅγιον· ἀληθῶς Ἅγιον Πνεῦμα· κατὰ τὸ γεγραμμένον, τὸ μετὰ Πατρὸς Υἱοῦ συνδοξαζόμενον. ὃ δὴ καὶ “ Πνεῦμα στόματος” ὀνομάζεται, παρὰ τῷ προφήτῃ Δαβίδ.

  68. 8.10.7.1

    Μαδίμου. Πλὴν οὐχ ὥσπερ Πνεῦμα Θεοῦ καὶ Πνεῦμα Χριστοῦ αὐτὸ λέγεται, οὕτω καὶ ὁ Χριστὸς Πνεύματος λέγεσθαι δύναται· ὥσπερ γάρ ἔστιν αἴτιος τοῦ λόγου ὁ νοῦς, οὕτω καὶ τοῦ πνεύματος· διὰ μέσου δὲ τοῦ λόγου. καὶ ὥσπερ οὐ δυνάμεθα εἰπεῖν τὸν λόγον εἶναι τῆς φωνῆς, οὕτως οὐδὲ τὸν Υἱὸν λέγειν τοῦ Πνεύματος.

  69. 8.10.8.1

    Γρηγορίου Νύσσησ. Κοινοῦ γὰρ ὄντος τῷ Υἱῷ καὶ τῷ Πνεύ- ματι του μἦ αναιτιως ἑιναι. ὢς αν μή τις σύγχυσις έκ τούτου περὶ τὸ ὑποκείμενον θεωρηθείη. πάλιν ἐστὶ καὶ διαφορὰν ἐν τῇ κοινότητι ἐξαρεῖν. ὁ μὲν γὰρ μονογενὴς Υἱὸς, ἐκ τοῦ Πατρὸς λέ- γεται· καὶ μέχρι τούτου ὁ λόγος ἵστησι τὸ ἰδίωμα. τὸ δὲ Ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. “ εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὐκ ἔστιν “ αὐτοῦ,” φησὶν ἡ γραφή. οὐκοῦν τὸ μὲν Πνεῦμα τὸ ἐκ Θεοῦ ὃν, καὶ Χριστοῦ Πνεῦμα ἐστιν ὁ δὲ Υἱὸς ἐκ του Θεοῦ ὣν, οὐκέτι καὶ τοῦ Πνεύματος, οὔτε ἐστὶν οὔτε λέγεται. οὐ δὲ ἀντιστρέφει ἡ σχετικὴ αὕτη ἀκολουθία· ὡς δύνασθαι κατὰ τὸ ἶσον ἀντιστραφῆναι τὸν λόγον.

  70. 8.10.9.1

    Σευηριανοῦ. Ἐν μέντοι τῷ, “ εἰ δὲ Πνεῦμα Χριστοῦ ἐν “ ὑμῖν,” Πνεῦμα Χριστοῦ ἔφησε λέγεσθαι τις, τὰ χαρίσματα τῆς καινῆς διαθήκης.

  71. 8.10.10.1

    Χρυσοστόμου. Ἐκ μὲν οὖν τοῦ μὴ ἔχειν Πνεῦμα Ἅγιον, θάνατος, ἔχθρα εἰς Θεόν· τὸ μὴ δύνασθαι ἀρέσαι τοῖς ἐκείνου νόμοις τὸ μὴ εἶναι ὡς χρὴ, τοῦ Χριστοῦ τὸ μὴ ἔχειν αὐτὸν ἔνοικον. ἐκ δὲ τοῦ Πνεῦμα ἔχειν, τὸ Χριστοῦ εἶναι· τὸ αὐτὸν ἔχειν τὸν Χριστόν· τὸ τοῖς εὐαγγελίοις ἁμιλλᾶσθαι. τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα· τὸ ζωὴν ἀθάνατον ζῆν· τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα· τὸ μετ’ εὐκολίας τὸν τῆς ἀρετῆς τρέχειν δρόμον. οὐ δὲ γὰρ εἶπεν ἀργεῖν τὸ σῶμα λοιπὸν τῇ ἁμαρτίᾳ· ἀλλὰ καὶ νεκρὸν εἶναι· ἐπιτείνων τὴν εὐκολίαν τῶν δρόμων. χωρὶς γὰρ πραγμάτων καὶ πόνων ὁ τοιοῦτος στεφανοῦται λοιπόν. διὰ τοῦτο, καὶ τῇ ἁμαρτίᾳ προσέθηκεν. ἵνα μάθῃς ὅτι τὴν πονηρίαν, ἀλλ’ οὐ τὴν φύσιν τοῦ σώματος καθάπαξ ἀνεῖλεν. εἰ γὰρ τοῦτο γένοιτο, πολλὰ καὶ τῶν τὴν ψυχὴν ὠφελῆσαι δυναμένων, ἀνήρηται. οὐ τοίνυν τοῦτο φησί· ἀλλὰ καὶ ζῶν καὶ μένον, νεκρὸν εἶναι βούλεται. τοῦ d γὰρ τὸν υἱὸν ἔχειν· τοῦ τὸ πνεῦμα ἐν ἡμῖν εἶναι, σημεῖον ἐστὶ, τὸ μηδὲν τῶν ἐν τῇ σορῷ κειμένων σωμάτων διαφέρειν ἡμῶν τὰ σώματα πρὸς τὴν τῆς ἁμαρτίας ἐργασίαν. ἀλλὰ μὴ φοβηθῇς νέκρωσιν ἀκούσας· ἔχεις γὰρ τὴν ὄντως ζωήν· ἣν οὐδεὶς διαδέξεται θάνατος. τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος. οὐκ εἴκει θανάτω λοιπόν. ἀλλ’ ἀναλίσκει θάνατον καὶ δαπανᾶ. καὶ ὅπερ ἔλαβεν, ἀθάνατον διατηρεῖ. διόπερ εἰπὼν “τὸ σῶμα “ νεκρὸν,” οὐκ εἶπε τὸ πνεῦμα ζῶν· ἀλλὰ “ ζωή.” ἵνα δείξῃ καὶ ἑτέροις τοῦτο δυνάμενον παρασχεῖν. εἶτα πάλιν ἐπισφίγγων τὸν ἀκροατὴν, λέγει καὶ τὴν αἰτίαν τῆς ζωῆς, καὶ τὴν ἀπόδειξιν. αὕτη δέ ἐστιν ἡ δικαιοσύνη. ἁμαρτίας γὰρ οὐκ οὔσης, οὐδὲ θάνατος φαίνεται. θανάτου δὲ μὴ φαινομένου, ἀκατάλυτος ἡ ζωή.

  72. 8.11.verse.1

    Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν.

  73. 8.11.1.1

    Χρυσοστόμου. Πάλιν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον. ἐπειδὴ αὕτη μάλιστα τὸν ἀκροατὴν διήγειρεν ἡ ἐλπίς. καὶ βεβαιοῖ αὐτὴν ἀπὸ τῶν ἐπὶ Χριστοῦ συμβάντων. μὴ γὰρ δὴ φοβηθῇς, φησι, ὅτι νεκρὸν περίκεισαι σῶμα. ἔχει τὸ πνεῦμα, καὶ ἀναστησεται πάντως. τι οὑν τὰ μὴ ἔχοντα πνεῦμα σώματα; οὐκ ανισταται ἐκεῖ; καὶ πῶς ἅπαντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ e; τί οὖν ἐστι τὸ λεγόμενον ; πάντες μὲν ἀναστήσονται. οὐ πάντες δὲ, εἰς ζωήν. ἀλλ’ οἱ μὲν, εἰς κόλασιν· οἱ δὲ, εἰς ζωήν. διὰ τοῦτο οὐκ εἶπεν ἀναστήσει, ἀλλὰ ζωοποιήσει. ὃ, πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνον δεδωρημένον. καὶ τὴν αἰτίαν τῆς τοιαύτης τιμῆς τιθεὶς, προσέθηκε, λέγων, “διὰ τὸ “ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν.’ ὥστε ἃν ἀπελάσῃς ἐνταῦθα ὣν, τοῦ Ἁγίου Πνεύματος τὴν χάριν· καὶ μὴ σώαν ἔχων αὐτὴν, ἀπέλθῃς, ἀπολῇ πάντως, κἂν ἀναστῇς.

  74. 8.11.2.1

    Γενναδίου. Οὔκουν δεῖ, φησι, περὶ τούτου διαμφισβητεῖν. ὅτι τοὺς ἠξιωμένους ναοὺς γενέσθαι τοῦ Πνεύματος, καὶ ταύτῃ κεκοινωνηκότας Χριστῷ, ἐχόμενόν ἐστι τὸ κοινωνῆσαι αὐτῷ δι’ αὐτὸ τοῦτο, καὶ τῆς ἐκ νεκρῶν εἰς θάνατον ζωὴν ἀναστάσεως.

  75. 8.11.3.1

    Θεοδωρήτου. Ψυχαγωγεῖ δὲ τῇ τῶν μελλόντων ἐλπίδι, καὶ δίδωσιν ἱκανὴν προθυμίαν εἰς τοὺς παρόντας ἀγῶνας. οὐκ εἰς μακρὰν γάρ, φησιν, ἀθάνατα ὑμῶν ἔσται τὰ σώματα· καὶ κρείττονα τῶν νῦν ἐνοχλούντων παθημάτων γενήσεται. ποιήσει δὲ τοῦτο αὐτὸς ὁ τῶν ὅλων Θεός. ὁ νῦν ἡμῖν τοῦ πνεύματος τὸν ἀγῶνα παρασχὼν φιλοτίμως. δέδωκε δὲ αὐτοῖς καὶ ἐνέχυρον τῆς ἀναστάσεως, τοῦ Χριστοῦ τὴν ἀνάστασιν, ἐδίδαξέ τε ἡμᾶς διὰ τῶν εἰρημένων, καὶ τὴν μίαν τῆς θεότητος φύσιν, τὸ γὰρ Πανάγιον Πνεῦμα, καὶ Θεοῦ προσηγόρευσε καὶ Χριστοῦ· οὐκ ἐπειδὴ κατὰ τοὺς δυσωνύμους αἱρετικοὺς ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ δεδημιούργηται. ἀλλ’ ἐπειδὴ ὁμοούσιον ἐστὶ Πατρὸς καὶ Υἱοῦ. καὶ ἐκ Πατρὸς μὲν ἐκπορεύεται, κατὰ τὴν τῶν εὐαγγελίων διδασκαλίαν. ἡ δὲ τούτου χάρις τοῖς ἀξίοις διὰ τοῦ Χριστοῦ χορηγεῖται.

  76. 8.11.4.1

    Κυρίλλου. Ἐγήγερταί γε μὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ Πατρὸς, ἐνεργουμένης πέρι τὴν σάρκα αὐτοῦ τῆς ζωῆς, διὰ τοῦ Ἁγίου Πνεύματος, ὁ ἐστιν αὐτοῦ. ὅτι γὰρ αὐτὸς τὸν ἴδιον ἐζωοποίησε ναὸν, λέγει πρὸς Ἰουδαίους, “ λύσατε “τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. οὐκοῦν κἂν εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, ἀλλ’ οὖν αὐτὸς ἦν ὁ ἀνιστὰς, διὰ τοῦ Ἁγίου Πνεύματος. πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι. ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός.

  77. 8.11.4.2

    Τοῦ αὐτοῦ. Τὸ τοίνυν ἰσουργεῖν δυνάμενον τῷ Θεῷ Πνεῦμα, Θεὸς τέ ἐστι καὶ ἐκ Θεοῦ κατὰ φύσιν. ζωοποιοῦντος γὰρ τοῦ Πατρὸς, ὁμοίως δὲ καὶ τοῦ Υἱοῦ, ζωοποιόν ἐστι καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. γράφει οὖν ὁ μακάριος Παῦλος, “παραγγέλλω σοι “ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα.” ἔφη δὲ καὶ ὁ Υἱὸς, “τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούει, καὶ ἀκο- “ λουθοῦσί μοι. κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.” ὅτι δὲ καὶ τὸ Πνεῦμα ζωογονεῖ, γράφει πάλιν ὁ Παῦλος, “ὁ ἐγείρας Χρι- “’στὸν Ἰησοῦν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, “διὰ τοῦ ἐνοικοῦντος αὐτῷ Πνεύματος ἐν ὑμῖν.”

  78. 8.11.4.3

    Κυρίλλου. Ἀλλ᾿ εἴπερ ἦν ὄντως ποίημα καὶ κτίσμα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ Ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; οὐ γὰρ δή τις τοσοῦτον οἶμαι τοῦ φρονεῖν ὀρθῶς ἐκβήσεται, ὡς τολμῆσαι καὶ μόνον εἰπεῖν τὴν θείαν οὐσίαν δι’ ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι, πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς φυσικῶς διαβαίνουσαν πρός τινας τῶν ἐπιτηδείων πρὸς τὸ λαβεῖν. ἐπειδὴ δὲ ζωὴ μέν ἐστι κατὰ φύσιν ὁ Θεός· ζωοποιεῖ δὲ τὸ Πνεῦμα τὸ παρ’ αὐτοῦ χορηγούμενον, ἀνάγκη λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν αὐτὸ τῆς τοῦ Θεοῦ· πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ τὴν ἐνέργειαν ἔχον. ὥσπερ ἃν εἰ ἐξ ὕδατος ἀτμὶς ἀναβαίνοι, καὶ δι’ ὧν ἐνεργεῖ τοὺς παρ’ οἷς ἃν γένοιτο ψύχουσα, τοῦ ἐκπέμποντος αὐτὴν τὴν φύσιν σημαίνοι.

  79. 8.11.4.4

    Τοῦ αὐτοῦ. Εἰ δὲ ζωοποιεῖν τὸ Πνεῦμα τὸ Ἅγιον φήσουσιν, ὡς διακονοῦν τοῖς κτίσμασι τὴν παρὰ Θεοῦ ζωὴν, οὐ μὴν αὐτόχρημα ζωὴν, ἀκουέτωσαν τοῦ μακαρίου λέγοντος Παύλου, “εἰ δὲ “τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ “ἔγειρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ “ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” τὸ ζωῆς οὖν Πνεῦμα τῆς κατὰ φύσιν, εἴη δήπου πάντως ἃν παρ’ αὐτὴν οὐχ ἕτερον. κατά γε τὸ ἀμωμήτως ἔχον εἰς ὀρθότητα λογισμῶν. εἴη γὰρ ἃν ὅπως οὐ ζωὴ, τὸ ῥίζαν ἔχον τὴν ζωήν ; καὶ πηγὴν ὡσπερ τινα τὴν ἀκήρατον καὶ παντὸς ἐπέκεινα γενητοῦ, Θεοῦ φύσιν;

  80. 8.11.5.1

    Βασιλείου. Μίαν γὰρ ἐν τοῖς τρισὶν ὁρῶμεν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος. ὡς οὐκ ὄντος κτιστοῦ καὶ ποιητοῦ τὴν φύσιν, οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος. ὅτι μὴ τῆς ἑαυτοῦ κτίσεως ὁ Θεὸς ἐπιδεῖται πρὸς τὸ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδόναι. ζωογονεῖ μὲν γὰρ ὁ Πατὴρ, ὥς φησιν ὁ Παῦλος, “ παραγ- “ γέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποιοῦντος τὰ πάντα. ζωὴν δὲ δίδωσιν ὁ Χριστὸς ὁ λέγων, “τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς “φωνῆς ἀκούει. κἀγὼ ζωὴν αἰώνιον δίδωμι “ζωοποιούμεθα δὲ διὰ τοῦ Πνεύματος, ὥς φησι Παῦλος, “ὁ ἐγείρας Ἰησοῦν ἐκ “νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοι- “κοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” ὥστε δῆλον, ὅτι οὐδέν ἐστι τὸ διάφορον ἐν τούτοις, ἀλλ’ ἐν ἅπασι τὸ ὁμοφυές.

  81. 8.12.verse.1

    Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῆ σαρκὶ, τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦσθε, ζήσεσθε.

  82. 8.12.1.1

    Χρυσοσόμου. Δείξας ὅσον τὸ ἔπαλθον τοῦ πνευματικοῦ βίου· καὶ ὅτι Χριστὸν ἔνοικον ποιεῖ· καὶ ὅτι ζωοποιεῖ τὰ θνητὰ σώματα, καὶ πρὸς τὸν οὐρανὸν πτεροῖ· καὶ τὴν ὁδὸν τῆς ἀρετῆς εὐκολωτέραν ἐργάζεται, ἀναγκαίως ἐπάγει λοιπὸν τὴν παραίνεσιν· λέγων, “οὐκοῦν οὐκ ὀφείλομεν ζῆν κατὰ σάμκα.” ἀλλ’ οὕτω μὲν οὐκ εἶπε· πληκτικώτερον δὲ πολλῷ καὶ δυνατώτερον. εἰπών· “ὀφειλέται “ἐσμὲν τῷ Πνεύματι.” τῷ γὰρ εἰπεῖν, “ὅτι οὐκ ἐσμὲν ὀφειλέται “τῇ σαρκὶ,” τοῦτο ἐδήλωσε. καὶ πανταχοῦ τοῦτο κατασκευάζει· δεικνὺς ὅτι τὰ μὲν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα, οὐκ ὀφειλῆς ἦν, ἀλλὰ γυμνῆς χάριτος. τὰ δὲ παρ’ ἡμῶν μετὰ ταῦτα γινόμενα, οὐκέτι φιλοτιμίας, ἀλλ’ ὀφειλῆς. καὶ γὰρ ὅταν λέγῃ. “τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώποων,” τοῦτο αἰνίττεται. καὶ ὅταν γράφῃ, “οὐκ ἐστὲ ἑαυτὼν,” τὸ αὐτὸ τοῦτο δηλοῖ f. δὴ καὶ ἐνταῦθα κατασκευάζων φησὶν, “ὀφειλέται ἐσμέν.” εἶτα ἐπειδὴ ἔλεγεν, “ὅτι οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ,” ἵνα μὴ τὰ λεγόμενα πάλιν εἰς τὴν τῆς σαρκὸς λάβῃς φύσιν, ἐπήγαγε, “τοῦ κατὰ σάμκα ζῇν.“ καὶ γὰρ πολλὰ αὐτῇ ὀφείλομεν. τρέφειν αὐτὴν, τὸ θάλπειν, τὸ ἀναπαύειν, τὸ θεραπεύειν νοσοῦσαν, τὸ περιβάλλειν, καὶ μυρία ἕτερα λειτουργεῖν. ἵνα οὖν μὴ νομίσῃς ὅτ’ ταύτην ταύτην ἀναιρεῖ τὴν διακονίαν, εἰπὼν, “ ὀφειλέται οὐκ ἐσμὲν “τῇ σαρκὶ,’ ἐπήγαγε λέγων, “τοῦ κατὰ σάρκα ζῇν.” ἐκείνην γὰρ ἀναιρεῖ g τὴν σπουδὴν φησὶ, τὴν ἐπὶ ἁμαρτίαν ἄγουσαν· ὡς τά γε θεραπεύοντα αὐτὴν βούλομαι γίνεσθαι h. ὀφείλομεν γὰρ αὐτῇ τοῦτο· μὴ μέντοι κατὰ σάρκα ζῶμεν. τουτέστι, μὴ ποιῶμεν αὐτὴν κυρίαν τῆς ζωῆς τῆς ἡμετέρας. ἕπεσθαι γὰρ αὐτὴν ἀναγκαῖον, οὐχ ἡγεῖσθαι i. καὶ κατασκευάσας ὅτι ὀφειλέται ἐσμὲν τῷ πνεύματι· εἶτα δεικνὺς, τίνων ὀφειλέται εὐεργεσιῶν, οὐ τὰ παρελθόντα λέγει k ἀλλὰ τὰ μέλλοντα· οὐ γὰρ οὕτως ἡ δοθεῖσα ἅπαξ εὐεργεσία ὡς ἡ προσδοκωμένη καὶ μέλλουσα ἐπάγεσθαι τοὺς πολλοὺς εἴωθε. καὶ τοῦτο προθέμενος, πρότερον ἀπὸ τῶν φοβερῶν λυπεῖ, καὶ τῶν κακῶν τῶν γινομένων ἐκ τοῦ κατὰ σάρκα ζῆν. οὕτω λέγων, “ εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνή- “ σκειν·” τὸν θάνατον ἡμῖν αἰνιττόμενος τὸν ἀθάνατον ἐκεῖνον, τὴν ἐν τῇ γεέννῃ κόλασιν. μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε τοῦτο, καὶ ἐν τῇ ζωῇ ταύτῃ τέθνηκεν ὁ τοιοῦτος 1. “ εἰ δὲ πνεύματι τὰς “πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.” ὁρᾷς ὅτι οὐ περὶ φύσεως διαλέγεται σώματος, ἀλλὰ περὶ πράξεων σαρκικῶν ; οὐ γὰρ εἶπεν, εἰ δὲ πνεύματι τὴν φύσιν τοῦ σώματος θανατοῦτε, ἀλλὰ τὰς πράξεις τὰς πονηράς. καὶ τοῦτο δῆλον ἐκ τῶν ἑξῆς. εἰ γὰρ τοῦτο ποιήσετε, “ ζήσεσθε,” φησί. καὶ πῶς ἔνι τοῦτο γενέσθαι, εἰ πέρι πασῶν ἢν ο λόγος αὐτῷ ; καὶ γὰρ τὸ ὅραν καὶ τὸ ἀκούειν, καὶ τὸ φθέγγεσθαι, καὶ τὸ βαδίζειν, τοῦ σώματος πράξεις εἰσί. καὶ μέλλοιμεν αὐτὰς θανατοῦν; τοσοῦτον ἀφέξομεν m τοῦ ζῆν, ὅτι καὶ ἀνδροφονίας δώσομεν δίκην; ποίας οὖν φησιν πράξεις θανατοῦν; τὰς ἐπὶ πονηρίαν κινουμένας. ἃς οὐδὲ ἄλλως ἐστὶ θανατῶσαι, ἣ διὰ Πνεύματος n. ἃν γὰρ τοῦτο παρῇ, τὰ πάθη κατέπτηχεν. εἶδες πῶς ἀπὸ τῶν μελλόντων, ὅπερ ἔμπροσθεν εἶπον, προτρέπει, καὶ δείκνυσιν ὀφειλέτας οὐκ ἀπὸ τῶν ἤδη γεγεννημένων μόνον· οὐ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶν, τὸ κατόρθωμα τοῦ Πνεύματος, ὅτι τῶν παρελθόντων ἡμᾶς ἀφῆκεν ἁμαρτημάτων· ἀλλ’ ὅτι καὶ πρὸς τὰ μέλλοντα ἀχειρώτους ἡμᾶς κατασκευάζει, καὶ ζωῆς ἀξιοῖ τῆς ἀθανάτου.

  83. 8.12.2.1

    Θεοδωρήτου. τοῦτο ὑπὲρ τὸν νόμον ἡ χάρις ἔχει. ὅτι ὁ μὲν, τὸ δέον ἐδίδαξεν· ἡ δὲ, καὶ τοῦ Πνεύματος ἔχει συνεργοῦσαν τὴν χάριν. σὺν ἀκριβείᾳ οὖν πολλῇ τὴν θείαν διδασκαλίαν προήνεγκεν ὁ θεῖος Ἀπόστολος· Μαρκίωνος, καὶ Βαλεντίνου, καὶ Μανέντος τὴν βλασφημίαν ὁρῶν. οὐ γὰρ εἶπε τὸ σῶμα θανατώσατε, ἀλλὰ “τὰς “πράξεις τοῦ σώματος.” τουτέστι, τὸ φρόνημα τῆς σαρκός· τὰ τῶν παθημάτων σκιρτήματα. ἔχετε γὰρ συνεργοῦσαν τὴν τοῦ Πνεύματος χάριν· καρπὸς δὲ τῆς νίκης ζωή.

  84. 8.14.verse.1

    Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσὶν υἱοὶ Θεοῦ.

  85. 8.14.1.1

    Χρυσοστόμου. Καὶ ἕτερον τίθησι μισθὸν τῆς ἐν Πνεύματι ζωῆς, ὅστις πολλῷ τοῦ προτέρου μείζων. διὸ οὐδὲ ἁπλῶς εἶπεν, ὅσοι γὰρ πνεύματι Θεοῦ ζῶσιν· ἀλλ’ “ὅσοι Θεοῦ Πνεύματι “ ἄγονται.” δεικνὺς ὅτι οὕτως αὐτὸ βούλεται κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς τὸν κυβερνήτην τοῦ πλοίου, καὶ τὸν ἡνίοχον τοῦ ζεύγους τῶν ἵππων. καὶ οὐχὶ τὸ σῶμα μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ὑποβάλλει ταῖς τοιαύταις ἡνίαις. οὐ δὲ γὰρ ἐκείνην βούλεται αὐθεντεῖν, ἀλλὰ καὶ ἐκείνης τὴν ἐξουσίαν ὑπὸ τῆ τοῦ Πνεύματος ἔθηκε δυνάμει. ἵνα γὰρ μὴ τῇ δωρεᾷ τοῦ Θεοῦ θαρρήσαντες, τῆς μετὰ ταῦτα ἀμελήσωσι πολιτείας, φησὶν, ὅτι κἂν βάπτισμα λάβῃς, μὴ μέλλῃς δὲ Πνεύματι ἄγεσθαι, ἀπώλεσας τὴν δεδομένην σοι ἀξίαν, καὶ τῆς υἱοθεσίας τὴν προεδρίαν. διὰ τοῦτο οὐκ εἶπεν, ὅσοι Πνεῦμα ἔλαβον, ἀλλ’ “ὅσοι Πνεύματι “ ἄγονται.” τουτέστιν, ὅσοι παρὰ πάντα τὸν βίον οὕτω πολιτεύονται, οὗτοι εἰσιν υἱοὶ Θεοῦ.

  86. 8.14.2.1

    Θεοδωρήτου. Ἐνταῦθα δὲ, καὶ τοὺς Ἰουδαίους νύττει, διδάσκων μὴ μεγαφρονεῖν. ἐπειδήπερ κἀκεῖνοι, υἱοὶ προσηγορεύθησαν. ἔρημοι γάρ εἰσι τῆς τιμῆς· τῆς τοῦ Παναγίου Πνεύματος ἄμοιροι τυγχάνοντες χάριτος.

  87. 8.14.3.1

    Κυρίλλου. Οἱ δὲ Πνεύματι ζῶντες, οὗτοι καὶ Πνεύματι ἄγονται. διὰ τὸ κατεσφραγίσθαι τῷ Ἁγίῳ Πνεύματι· καὶ δουλείας μὲν] ἀπηλλάχθαι τῆς ἐν νόμῳ καὶ γράμματι, μεταφοιτῆσαι δὲ μᾶλλον εἰς ἐλευθερίαν, καὶ μαρτυρεῖσθαι τῷ τῆς υἱοθεσίας Πνεύματι. ὅτι δὲ εἰσὶν υἱοὶ Θεοῦ, καὶ ἐν αὐτῷ τῷ τῆς υἱοθεσίας Πνεύματι διακεκράγασιν “ἀββᾶ ὁ Πατήρ.

  88. 8.15.verse.1

    Οὐ δὲ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν ἀββᾶ ὁ πατήρ,

  89. 8.15.1.1

    Χρυσοστόμου. Ἐπειδὴ τὸ τῆς υἱότητος ἀξίωμα καὶ τοῖς Ἰουδαίοις ἦν δεδομένον, “ἐγὼ γάρ,” φησι, “εἶπον Θεοὶ ἐστὲ, καὶ “υἱοὶ ὑψίστου πάντες.” καὶ πάλιν· “υἱοὺς ἐγέννησα καὶ ὕψωσα. καὶ, “πρωτότοκός μου Ἰσραήλ.” καὶ ὁ Παῦλος δέ φησιν, “ωτν “ἡ υἱοθεσία,” κατασκευάζει λοιπὸν ὅσον τὸ μέσον ἐκείνης καὶ ταύτης τῆς τιμῆς. εἰ γὰρ καὶ τὰ ὀνόματα τὰ αὐτά φησιν, ἀλλ’ οὐ τὰ πράγματα τὰ αὐτά. καὶ σαφῆ παρέχεται τούτων ἀπόδειξιν, καὶ ἀπὸ τῶν κατορθούντων καὶ ἀπὸ τῶν δεδομένων, καὶ ἀπὸ τῶν μελλόντων ἔσεσθαι τὴν σύγκρισιν εἰσάγων. καὶ πρότερον δείκνυσι, τίνα ἦν τὰ ἐκείνοις δεδομένα. τίνα οὖν ταῦτα ἦν; πνεῦμα δουλείας. εἶτα ἀφεὶς εἰπεῖν τὸ ἀντιδιαστελλόμενον τῇ δουλείᾳ, τουτέστι πνεῦμα ἐλευθερίας, τὸ πολλῷ μεῖζον τέθεικε, τὸ τῆς υἱοθεσίας· δι’ οὗ, κακεῖνο συνεισήγετο εἰπὼν, “ἀλλ’ ἐλάβετε “Πνεῦμα υἱοθεσίας.” ἀλλὰ τοῦτο μὲν δῆλον. τὸ δὲ πνεῦμα τῆς δουλείας τί ποτέ ἐστιν, ἄδηλον. οὐκ ἀσαφὲς δὲ μόνον ἀλλὰ καὶ σφόδρα ἄπορον τὸ εἰρημένον. πνεῦμα γὰρ οὐκ ἔλαβεν ὁ τῶν Ἰουδαίων δῆμος. τί οὖν ἐνταῦθα φησίν; τὰ γράμματα οὕτως ἐκάλεσεν ἐπειδὴ πνευματικὰ ἦν. ὥσπερ οὖν καὶ τὸν νόμον πνευματικὸν καλεῖ. καὶ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πέτρας, καὶ τὸ μάννα· “πάντες “ γάρ,” φησι, “τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον. καὶ πάντες “τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.” καὶ τὴν πέτραν δὲ οὕτως ὀνομάζει λέγων, “ἔπινον δὲ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. ἐπειδὴ γὰρ ὑπὲρ φύσιν πάντα ἦν τὰ τελούμενα, πνευματικὰ αὐτὰ ἐκάλεσεν. οὐκ ἐπειδὴ πνεῦμα ἔλαβον οἱ μετέχοντες αὐτῶν τότε.

  90. 8.15.1.2

    Καὶ πῶς τὰ γράμματα ἐκεῖνα, δουλείας ἦν γράμματα; παράγαγε πᾶσαν τὴν πολιτείαν, καὶ τότε εἴσῃ καὶ τοῦτο σαφῶς. καὶ γὰρ αἱ τιμωρίαι παρὰ πόδας αὐτοῖς, καὶ ὁ μισθὸς εὐθέως εἵπετο. σύμμετρός τε ὣν, καὶ ὥσπερ σιτηρέσιόν τι καθημερινὸν διδόμενον οἰκέταις. καὶ πολὺς πανταχόθεν ὁ φόβος, πρὸ τῆς ὄψεως ἀκράζων· καὶ περὶ τὰ σώματα οἱ καθαρμοί· καὶ μέχρι τῶν πράξεων ἡ ἐγκράτεια. παρὰ δὲ ἡμῖν, οὐχ οὕτως. ἀλλὰ καὶ λογισμὸς καὶ συνειδὸς ἐκκαθαίρεται. οὐ γὰρ λέγει, μὴ φονεύσῃς μόνον, ἀλλὰ μὴ δὲ ὀργισθῇς. ἵνα μηκέτι τῷ φόβῳ τῆς κολάσεως τῆς παρούσης, ἀλλὰ τῷ πόθῳ τῷ πρὸς αὐτὸν, τῷ τε ἐν ἕξει τῆς ἀρετῆς εἶναι, καὶ τὰ ἀλλὰ κατορθούμενα ᾖ. οὐδὲ ἐπαγγέλλεται “γῆν “ῥέουσαν γάλα καὶ μέλι,” ἀλλὰ τῷ μονογενεῖ συγκληρονόμον ποιεῖ. τῶν παρόντων διὰ πάντων ἀφιστὰς, καὶ ἐκεῖνα ἐπαγγελλόμενος μενος διδόναι, διδόναι, ἃ τοῖς γενομένοις υἱοῖς τοῦ Θεοῦ πρέπει λαμβάνειν. αἰσθητὸν μὲν οὐδὲν οὐδὲ σωματικὸν, πνευματικὰ δὲ ἅπαντα. ὥστε ἐκεῖνοι μὲν, εἰ καὶ υἱοὶ ἐκαλοῦντο, ἀλλὰ ὡς δοῦλοι. ἡμεῖς δὲ ὡς ἐλεύθεροι γενόμενοι, τὴν υἱοθεσίαν ἐλάβομεν, καὶ τὸν οὐρανὸν ἀναμένομεν. κἀκείνοις μὲν, δι’ ἑτέρων διελέγετο· ἡμῖν δὲ δι’ ἑαυτοῦ. κἀκεῖνοι μὲν φόβῳ τιμωρίας πάντα ἔπραττον οἱ δὲ πνευματικοὶ, ἐπιθυμίᾳ καὶ πόθῳ. καὶ τοῦτο δηλοῖ, τῷ ὑπερβαίνειν τὰ ἐπιτάγματα ἐκεῖνοι, ὡς μισθωτοὶ καὶ ἀγνώμονες. οὐδέ ποτε γοῦν διέλειπον γογγύζοντες. οὗτοι δὲ, εἰς ἀρέσκειαν τοῦ Πατρός. καὶ οἱ μὲν, εὐεργετούμενοι ἐβλασφήμουν. ἡμεῖς δὲ κινδυνεύοντες, εὐχαριστοῦμεν, κἂν κολασθῆναι δὲ ἁμαρτάνοντας δέῃ. καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. οὐ γὰρ ὡς ἐκεῖνοι καταλευόμενοι καὶ καιόμενοι καὶ ἀκρωτηριαζόμενοι πάρα τῶν ἱερέων, οὐτῶ καὶ ἡμεῖς αποστρεφόμεθα· ἀλλ’ ἀρκεῖ τραπέζης ἐκβληθῆναι πατρικῆς, καὶ ἀπ’ ὄψεως ῥητὰς γενέσθαι ἡμέρας. καὶ ἐπὶ μὲν τῶν Ἰουδαίων ῥήματος ἦν τιμὴ ἡ υἱοθεσία· ἐνταῦθα δὲ, καὶ πρᾶγμα ἠκολούθησεν· ὁ διὰ βαπτίσματος καθαρμός· ἡ τοῦ πνεύματος δόσις· ἡ τῶν ἄλλων ἀγαθῶν χορηγία.

  91. 8.15.2.1

    Οἰκουμενίου. Τάχα δὲ, εἰ καὶ οἱ Ἰουδαῖοι θεοὶ ἐκαλοῦντο καὶ υἱοὶ Θεοῦ, ὥσπερ τὰ παρ’ αὐτοῖς πάντα, τύπος ἦν τῶν ἡμετέρων, οὕτω καὶ ἡ υἱοθεσία. οὔτε γὰρ κυρίως ἐκλήθησαν, ἀλλὰ τυπικῶς υἱοί· οὔτε καθολικῶς πνεῦμα ἔλαβον.

  92. 8.15.3.1

    Θεοδωρήτου. Πάλιν οὖν τῷ νόμῳ παρεξετάζει τὴν χάριν· καὶ καλεῖ δουλείαν, τὴν ὑπ’ ἐκείνῳ πολιτείαν. διδάσκει δὲ ὅμως ὅτι κἀκεῖνον, ἡ τοῦ Πνεύματος ἔγραψε χάρις. πνεῦμα τοίνυν δουλείας, οὐ τὸ Πανάγιον Πνεῦμα καλεῖ, ἀλλὰ τὴν τοῦ νόμου θέσιν. καὶ αὐτὴν διὰ τοῦ Πνεύματος δεδομένην. εἰ δὲ τὸ Πανάγιον Πνεῦμα δουλείας πνεῦμα καλεῖ, εἰδέναι προσήκει, ὅτι τὸ μὲν Πανάγιον Πνεῦμα ἕν· διάφορα δὲ καὶ ποικίλα τὰ τούτου χαρίσματα.

  93. 8.15.4.1

    Σευηριανοῦ. τὸν δὴ νόμον πνεῦμα δουλείας εἶπε· καὶ δούλους, τοὺς ὑπὸ νόμον. τὸ γὰρ ἐπιτάττεσθαι ὑπὸ τοῦ νόμου, καὶ τῆς ἐπιταγῆς ἀμελήσαντα τὴν ἀπειληθεῖσαν τιμωρίαν φοβεῖσθαι, δουλείας σημεῖον ἐστί. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν Θεὸν καλεῖν, διὰ τὴν τοῦ βίου καθαρότητα, υἱοθεσίας ἐλπίδα ἐπαγγέλλεται. εἴτε δουλείας ἐδόθη πνεῦμα, εἴτε υἱοθεσίας, τὸ αὐτὸ πνεῦμα ἐπ’ ἀμφοτέρων ἐστί. κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργῆσαν, κατὰ τὴν ἀμφοτέρων ἀξίαν.

  94. 8.15.5.1

    Θεοδώρου Μονάχου. Ἢ τάχα τὸ, “οὐκ ἐλάβετε πνεῦμα “ δουλείας,” οὐχ ὡς ὄντος πνεύματος δουλείας εἶπεν, ἀλλ’ ἀντὶ τοῦ, ταῦτα ἐμποιεῖν τὸ πνεῦμα φύσιν οὐκ ἔχει. Πνεύματος ὑμεῖς μετεσχήκατε· οὐχ ἵνα πάλιν ὑπὸ δουλείαν ἦτε, καὶ φόβον, κατὰ τοὺς ἐν νόμῳ. ταῦτα γὰρ ἐνεῖναι τοῖς παντελῆ τοῦ Πνεύματος δεξαμένοις τὴν χάριν, οὐχ ὄνον τε. ἐλάβετε δὲ Πνεῦμα υἱοὺς ἐργαζόμενον.

  95. 8.15.6.1

    Χρυσοστόμου. Καὶ ἑτέραν δὲ ποιεῖται ἀπόδειξιν, τοῦ πνεῦμα υἱοθεσίας ἔχειν. ποῖον δὴ τοῦτο ; ὅτι “κράζομεν ἀββᾶ ὁ πατήρ. τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ μύσται καλῶς, ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι λέγειν τὸ ῥῆμα. τι οὑν φησί; οὐκ ἐκάλουν καὶ ἐκεῖνοι πατέρα τὸν Θεόν ; οὐκ ἀκούεις Μώσεως λέγοντος, “ Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες;” καὶ τοῦ Μαλαχίου ὀνειδίζοντος καὶ λέγοντος, “ὅτι Θεὸς εἷς ἔκτισεν “ ἡμᾶς.” καὶ "πατὴρ εἷς πάντων ὑμῶν;” ἀλλ’ εἰ καὶ ταῦτα, καὶ πλείονα τούτων εἴρηται, οὐδαμοῦ τοῦτο εὑρίσκομεν αὐτοὺς καλοῦντας τὸ ῥῆμα τὸν Θεὸν, οὐδὲ εὐχομένους οὕτω. ἡμεῖς δὲ ἅπαντες, οὕτως εὔχεσθαι ἐκελεύσθημεν n. ἄλλως δὲ, εἰ καὶ ἐκάλεσάν ποτε ἐκεῖνοι, ἀλλ’ ἐξ οἰκείας διανοίας. οἱ δὲ ἐν τῇ χάριτι, ἀπὸ πνευματικῆς ἐνεργείας κινούμενοι. ὥσπερ γὰρ πνεῦμα σοφίας ἐστὶ, καθὸ σοφοὶ οἱ ἄσοφοι ἐγίνοντο· καὶ δηλοῦται τοῦτο ἀπὸ τῆς διδασκαλίας· καὶ πνεῦμα δυνάμεως, καθὸ οἱ ἀσθενεῖς νεκροὺς ἤγειραν o· οὕτω καὶ πνεῦμα υἱοθεσίας. καὶ ὥσπερ ἴσμεν τὸ πνεῦμα τῆς προφητείας, ἀφ’ ὣν ὁ ἔχων αὐτὸ προλέγει τὰ μέλλοντα· οὐκ οἰκείᾳ φθεγγόμενος διανοίᾳ, ἀλλ’ ὑπὸ τῆς χάριτος κινούμενος· οὕτω δὴ καὶ πνεῦμα υἱοθεσίας· ἀφ’ οὗ ὁ λαβὼν, πατέρα καλεῖ τὸν Θεόν· ὑπὸ τοῦ πνεύματος κινούμενος. ὃ δὴ βουλόμενος δεῖξαι γνησιότητος ὂν, καὶ τῆ τῶν Ἑβραίων ἐχρήσατο γλώσσῃ. οὐ γὰρ εἶπε μόνον ὁ πατὴρ, ἀλλὰ “ ἀββᾶ ὁ πατήρ.” ὅπερ τῶν παίδων μάλιστά ἐστι τῶν γνησίων πρὸς πατέρας ῥῆμα.

  96. 8.15.7.1

    Θεοδωρήτου. Ἢ καὶ ἐπειδὴ τῶν νηπίων ἴδιόν ἐστι, τὸ, ἀββᾶ καλεῖν τοὺς πατέρας· νήπιοι δὲ κατὰ τὸν παρόντα βίον ἦσαν, οἱ διὰ τοῦ βαπτίσματος ἠξιωμένοι τῆς υἱότητος· τὴν τελείαν καὶ ἀληθῆ ἐπὶ τοῦ μέλλοντος προσδοκῶντες αἰῶνος. τὸ οὖν ἀββᾶ ὁ πατὴρ τέθεικε· τὸ μὲν, εἰς μήνυσιν τῆς προσδοκωμένης τελειότητος· τὸ δὲ, σύμβολον τῆς παρούσης καταστάσεως· ἐν ᾗ νηπίων δίκην οὐχ ὁλοτελῆ τῶν ἀγαθῶν τὴν μετουσίαν ἐκομίσαντο. Κυρίλλου. Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ Ἅγιον υἱοὺς ἀποδεικνύει Θεοῦ τοὺς ἐν οἷς κατοικεῖ, καὶ θείας ἐργάζεται φύσεως κοινωνούς· ὡς ἐντεῦθεν ἡμᾶς ἡνωμένους τῷ ὑπὲρ πάντας ὄντι Θεῷ, μετὰ παρρησίας ἀναβοᾶν, ἀββᾶ ὁ πατὴρ, οὐκ ἐν δούλοις οὐδὲ ἐν τοῖς ποιήμασι τετάξεται· φορέσει δὲ μᾶλλον φυσικῶς τὸ τῆς θείας οὐσίας ἀξίωμα· ἐξ αὐτῆς τὲ ὑπάρχον καὶ παρ’ αὐτῆς τοῖς ἁγίοις δι’ Υἱοῦ χορηγούμενον. διά τοι τοῦτο θεοποιοῦν, καὶ εἰς υἱότητα καλοῦν τους εν ὄις ἀν’ γενοιτο.

  97. 8.16.verse.1

    Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. εἰ δὲ τέκνα, καὶ κληρονόμοι. κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.

  98. 8.16.1.1

    Χρυσοστόμου. Εἰπὼν τὴν ἀπὸ τῆς πολιτείας διαφορὰν, καὶ τὴν ἀπὸ τῆς χάριτος τῆς δεδομένης ἐλευθερίαν, ἐπάγει καὶ ἑτέραν ἀπόδειξιν τῆς ὑπεροχῆς τῆς κατὰ τὴν υἱοθεσίαν ταύτην. “ αὐτὸ τὸ “ Πνεῦμα,” λέγων, ὅτι “ τῷ πνεύματι ἡμῶν μαρτυρεῖ, ὅτι ἐσμὲν “ τέκνα Φεοῦ.” οὐκ ἀπὸ τῆς φωνῆς ἰσχυρίζομαι μόνον φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ’ ἧς ἡ φωνὴ τίκτεται. τοῦ γὰρ πνεύματος ὑπαγορεύοντος ταῦτα λέγομεν. ὅπερ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν, “ ὅτι ἐξαπέστειλε ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς “ δίας ἡμῶν, κράζον ἀββᾶ ὁ πατήρ.·’ τί δέ ἐστι τὸ πνεῦμα τῷ πνεύματι μαρτυρεῖ; ὁ παράκλητος φησὶν τῶ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. οὐ γὰρ τοῦ χαρίσματος ἐστὶ μόνον ἡ φωνὴ, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν παρακλήτου. αὐτὸς γὰρ ἡμᾶς οὕτως ἐδίδαξε διὰ τοῦ χαρίσματος φθέγγεσθαι. ὅταν δὲ τὸ Πνεῦμα μαρτυῇ, ποία λοιπὸν ἀμφισβήτησις; εἰ μὲν γὰρ ἄνθρωπος ἡ ἄγγελος ἣ ἄλλη τίς τοιαύτη δύναμις τοῦτο ὑπισχνεῖτο, ἀμφιβάλλειν εἰκὸς ἦν τινάς. τῆς δὲ ἀνωτάτω οὐσίας τῆς καὶ δωρησαμένης τοῦτο, δι’ ὧν ἐκέλευσεν εὔχεσθαι, μαρτυρούσης ἡμῖν, τίς ἃν λοιπὸν ἀμφισβητήσειε περὶ τῆς ἀξίας;

  99. 8.16.2.1

    Γενναδίου. “ Αὐτὸ μὲν γὰρ τὸ Πνεῦμα.” τὴν τοῦ Ἁγίου Πνεύματος ὑπόστασιν λέγει. πνεῦμα δὲ ἡμῶν τὴν ἀπ’ ἐκείνου δεδομένην χάριν ἡμῖν, ἣν εἴωθεν ἰδίαν τῶν λαβόντων καλεῖν. ὡς ἐν τῶ, “ συνελθόντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνύματος.” καὶ, “ ὁλόκληρον “ὑμῶν τὸ πνεῦμα.” καὶ “ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη.” ὥσπερ γὰρ ἥλιος μέν ἐστιν αὐτὸ τὸ σῶμα τοῦ ἡλίου· λέγεται δὲ καὶ ἡ ἐξ αὐτοῦ ἀκτὶς ὁμωνύμως τῷ ὅλῳ. φαμὲν δὲ τῶν τόπων, τοὺς μὲν, ἔχειν ἥλιον, τοὺς δὲ, ἀνηλίους ὑπάρχειν οὐχ ὡς τῆς ὑποστάσεως τοῦ ἡλίου ἐξισταμένης, ἀλλὰ διὰ τὸ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, τῷ μὲν, τῶν χωρίων προσβάλλειν· τοῦ δὲ, προβόλοις τισὶν ἀπο- κλείεσθαι· οὕτω καὶ τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ὁμωνύμως τοῦ ἐξ οὗπέρ ἐστιν ἡ θεία λέγει γραφή.

  100. 8.16.3.1

    Θεοδωρήτου. Φησῖν τοίνυν ὁ Παῦλος ὅτι πνευματικὴ δι- δασκαλίᾳ πειθόμενοι προφέρομεν τὴν εὐχήν. οὐ κατηγορούμεθα δὲ τοῦτο ποιοῦντες, ἐπειδὴ κατὰ νόμον θεῖον ἐπιτελοῦμεν.

← Previous · Next → — showing 101200 of 959

First Thousand Years of Greek. CTS URN tlg4102.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.