Ancient Texts

← Library

Catena In Epistulam Ad Romanos (typus Monacensis)

First Thousand Years of Greek · First Thousand Years of Greek · 959 sections

  1. 7.7.verse.1

    Τί οὖν ἐροῦμεν· ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.

  2. 7.7.1.1

    Τοῦ Χρυσοστόμου. Ἀντίθεσιν πάλιν ἀνακύπτουσαν λύει· ἐπειδὴ γὰρ εἶπεν “ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι “γράμματος,” ἐπήγαγε, “τί οὖν ἐροῦμεν· ὁ νόμος ἁμαρτία;” καὶ γὰρ πρὸς τούτου ἦν εἰρηκὼς, ὅτι τὰ παθήματα τῶν ἁμαρτιῶν “διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ ἁμαρτία “ὑμῶν οὐ κυριεύσει· οὐ γὰρ ἐστὲ ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν·” καὶ, “οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις·” καὶ, “ὁ νόμος “δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.” καὶ, “ὁ νόμος “ὀργὴν κατεργάζεται.” ἐπεὶ οὖν ταῦτα ἅπαντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, τίθησι τὴν ἀντίθεσιν, καὶ φησὶ, “μὴ γένοιτο·” πρὸ τῆς κατασκευῆς ἀπηγόρευσε τὸν ἀκροατὴν οἰκειούμενος, καὶ τὸν σκανδαλιζόμενον θεραπεύων· λοιπὸν γὰρ ὁ ἀκούσας καὶ ὑπὲρ τῆς διαθέσεως αὐτοῦ πληροφορηθεὶς, ζητεῖ μετ’ αὐτοῦ τὸ δοκοῦν εἶναι ἄποροι καὶ οὐχ ὑποπτεύει τὸν λέγοντα· διὸ καὶ τὴν ἀντίθεσιν, προσλαβὼν ἐκεῖνον τέθεικεν· οὐ γὰρ εἶπε· τι οὖν εἴποιμι ἄν; ἀλλὰ “τί οὖν ἐροῦμεν;” ὡς βουλῆς καὶ γνώμης προκειμένης· καὶ ἐκκλησίας κοινῆς συγκεκροτημένης· καὶ οὐ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τῆς τῶν εἰρημένων ἀκολουθίας, καὶ τῆς τῶν πραγμάτων ἀληθείας, τῆς ἀντιθέσεως φανείσης.

  3. 7.7.1.2

    Ὅτι μὲν γὰρ τὸ γράμμα ἀποκτεῖναι δύναται, οὐδεὶς ἀντερεῖ, φησί. καὶ ὅτι τὸ πνεῦμα ζωοποιεῖ, καὶ τοῦτο δῆλον. καὶ οὐδεὶς ἂν φιλονεικήσειεν. εἰ τοίνυν ταῦτα ὡμολογημένα, τί ἃν εἴποιμεν περὶ τοῦ νόμου; ὅτι ἁμαρτία; μὴ γένοιτο· λῦσον οὐν τὴν άπορίαν. εἶδες πῶς μεθ’ ἑαυτοῦ τὸν ἀντίδικον ἵστησι, καὶ τὸ τοῦ διδάσκοντος ἀξίωμα λαβὼν ἐπὶ τὴν λύσιν ἔρχεται; τίς οὖν ἡ λύσις; ἁμαρτία μὲν οὐκ ἔστι φησί· “τὴν δὲ ἁμαρτίαν οὐκ “ἔγνων, εἶ’ μὴ διὰ νόμου.” ὅρα σοφίας ἐπίτασιν. ὅπερ γὰρ οὐκ ἔστιν ὁ νόμος, ἐξ ἀντιθέσεως τέθεικεν, ἵνα ἀναιρῶν τοῦτο, καὶ ταύτῃ χαριζόμενος τῷ Ἰουδαίῳ, πείσῃ τὸ ἔλαττον αὐτὸν καταδέξασθαι. τί ἐστι τὸ ἔλαττον; “ὅτι τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.

  4. 7.7.2.1

    Τοῦ Θεοδωρήτου. Πόλλα γὰρ εἰρηκὼς ἀνωτέρω, τοῦ νόμου καθαπτόμενα, καὶ προορῶν ὡς πνευματικῆς χάριτος ἠξιωμένος, ὅτι τῶν αἱρετικῶν τινὲς εἰς κατηγορίαν ταῦτα τῆς παλαιᾶς λήψονται διαθήκης, καὶ νομιοῦσιν ἄλλου τινὸς εἶναι Θεοῦ τὸν νόμον τὸν παλαιὸν, ἀναγκαίως καὶ τὰς ἀντιθέσεις τίθησι· καὶ ἐπιφέρει τὰς λύσεις. καὶ πρῶτον μὲν, βλάσφημον ἔδειξε τὴν ἐρώτησιν, τὸν ἀπαγορευτικὸν λόγον τεθεικώς· “μὴ γένοιτο.” εἶτα διδάσκει τοῦ νόμου τὸ χρήσιμον· οὐ μόνον γάρ φησιν οὐκ ἔστιν ὁ νόμος ἁμαρτίας διδακτικός· ἀλλὰ καὶ τὸ ἐναντίον, ἁμαρτίας κατήγορος· οὐ γὰρ ἃν ἔγνων, τί τὸ κακὸν, εἰ μὴ ὁ νόμος ἐδίδαξεν.

  5. 7.7.3.1

    Σευηριανοῦ. Οὐκ εἶπεν οὐκ ἐποίησα· ἀλλ’ “οὐκ ἔγνων.’ ὥστε οὐ τοῦ ποιεῖν, ἀλλὰ τοῦ διαγινώσκειν τὴν ἁμαρτίαν, ὁ νόμος αἴτιος· παιδευτικὸς οὖν ὁ νόμος· μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν φύσιν· ἐκεῖνο μέντοι ζητητέον, πῶς ἐνταῦθα εἰπὼν, “τὴν ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ νόμου,” ἐν ἑτέροις δείκνυσιν, ὅτι ἔχομεν ἐν ἑαυτοῖς τὸ διακριτικὸν, ἐν οἷς φησί· “ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου “ποιῇ·” παρίστησι γὰρ διὰ τούτων ὅτι καὶ ἄνευ νόμου ἐνῆν συνορᾶν τὰ δέοντα. λεκτέον δὲ ὅτι εἰ καὶ ἐνῆν, ἀλλ’ οὐ πάντα· οὕτω γε καὶ νῦν ἔτι ἔνια παρ’ ἄλλοις ἔθνεσιν ὡς καλὰ καὶ ἔννομα πολιτεύεται· παρ’ ἄλλοις δὲ ὡς ἄνομα καὶ κακῶς ἔχοντα ἐκβάλλεται· διὸ δὴ ἀναγκαία τοῦ νόμου ἡ δόσις· διορίζουσα ἡμῖν τά τε πρακτέα καὶ τὰ μή· καὶ διαρθροῦσα καὶ φωτίζουσα τοῦ δικαίου τὴν πολιτείαν.

  6. 7.7.4.1

    Κυρίλλου. Ἄθρει δὴ ὅπως σοφῶς τοὺς ἐπὶ τῷ νόμῳ ποιεῖται λόγους. ἔφη μὲν γὰρ, ὅτι “ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα “τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· ἀπήλλακτο δ’ ἃν οὐδαμῶς ὑποψίας ὁ λόγος· ἔφη γὰρ ἄν τις πρὸς ταῦτα εὐθύς· βραβευτὴς οὖν ἄρα καὶ εἰσηγητὴς τῆς ἁμαρτίας ὁ νόμος. εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐνεργεῖται δι’ αὐτοῦ ἐν ἡμῖν τὰ παθήματα τῆς σαρκὸς, πῶς οὐκ ἃν νοοῖτο καὶ ἁμαρτίας γένεσις; τί οὖν ὁ μυσταγωγός; δριμὺς ἀπαντᾷ· καὶ ἀποφάσκει μὲν, ὅτι οὐ πατὴρ ἁμαρτίας ὁ νόμος· αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς ἀσθενῆ μᾶλλον, καἰ δι’ αὐτοῦ παθοῦσαν τὸ ἐναλῶναι δίκαις. ταύτῃ τοι φησίν. “τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο. ἀλλὰ “τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.” ὅρα τοίνυν ὅτι οὐκ εἶπε τὴν ἁμαρτίαν οὐκ εἶχον εἰ μὴ διὰ νόμου· ἀλλ’ ὅτι μὴ ἔγνων μᾶλλον αὐτήν· οὐκοῦν οὐ πρόφασις ἁμαρτίας ὁ νόμος· παραδεικτικὸς δὲ μᾶλλον αὐτῆς. τοῖς οὐκ εἰδόσιν αὐτὴν ἐμφανῆ καθιστάς· οὐχ ἵνα μαθόντες ἐργάσοιντο· εἴ γε καὶ πρὶν εἰδέναι πάντως που καὶ ἔδρων. “οὐ γὰρ ἦν δίκαιος οὐδὲ εἷς,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἀλλ’ ἵνα τὸ ἀδικοῦν εἰδότες, πρὸς τὰ ἀμείνω μεταχω- ρήσειαν.

  7. 7.7.4.2

    Καί μοι δοκεῖ γενέσθαι τι τοιοῦτον τοῖς ἀρχαιοτέροις διὰ τοῦ Μώσεως ἐντολῆς. ὑποκείσθω τῷ λόγῳ πλατεῖα τίς οἱμος· ἀποκομίζουσά ποι· καὶ διερρίφθω μὲν ἐν αὐτῇ πολλὴ διὰ μέσου χερμάς· ὀρωρύχθων δὲ εἰ δοκεῖ καὶ βόθροι. εἶτά τινες ἔστωσαν οἱ ἐν νυκτὶ καὶ σκότῳ βαδίζοντες ἐν αὐτῇ· περιπταίοντές τε καὶ μάλα συχνῶς τοῖς διὰ μέσου κειμένοις· καὶ μὴν βόθροις ἀβουλήτως ἐγκαθιέμενοι. ἔχοντος δὲ ὧδε τοῦ πράγματος. δάδα τίς λαβὼν, ἐπ’ αὐταῖς ἔστησε ταῖς τριόδοις· ἐμφανῆ καθιστὰς τοῖς ἰοῦσι τὰ μεταξύ· οὐχ ἵνα πάλιν αὐτοῖς περιπταίωσιν, ἀλλ’ ἵνα ἀπαλλάττοιντο τοῦ κακοῦ. ἆρ᾿ οὖν ἠδίκησε τὸ φῶς, ὅτι παρέδειξε τὸ λυποῦν; ἣ μᾶλλον ἐκεῖνο φαμέν· ὡς πλείστην ὅσην αὐτοῖς ἐνεποίει τὴν ὄνησιν; ἀπετέλει δὲ καὶ ἀσφαλεστέρους; ἀλλ’ οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἀσυμφανές. ὅτε τοίνυν ὄντες ἁμαρτωλοί· πλείστοις τὲ ὅσοις ἐγκλήμασι περιπταίοντες, ἐγνώκαμεν διὰ τοῦ νόμου τὴν ἁμαρτίαν. οὐχ ἁμαρτία μᾶλλον ὁ νόμος νοοῖτ’ ἃν εἰκότως ἣ λέγοιτο· πολλοῦ γε καὶ δεῖ. παραδεικτικὸς δὲ μᾶλλον τῆς ἁμαρτίας, ὡς ἔφην.

  8. 7.7.5.1

    Φωίου. Οὐκ εἶπε δὲ, τί οὖν ὁ νόμος ἀπέθανεν, ἣ κατήργηται ; τοῦτο γὰρ ἐβούλετο· ἀλλ’ ὅπερ μὴ δὲ αὐτῷ ἐδόκει. τί οὖν φησὶν, “ὁ νόμος ἁμαρτία ;“διὸ ἐπάγει, “μὴ γένοιτο·” ἅμα κἀκεῖνος (sic) λεαίνων καὶ τὰ αὐτοῦ οὐκ ἀναιρῶν. οὐ γὰρ εἰ μὴ ἐστὶν ἁμαρτία, ἤδη καὶ οὐκ ἀπέθανεν, ἣ οὐ κατήργηται· ὅπερ αὐτὸς καὶ ἐδείκνυ καὶ ἐβούλετο.

  9. 7.8.verse.1

    Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος οὐκ ἐπιθυμήσεις ἔλεγεν· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ- μίαν.

  10. 7.8.1.1

    Tοῦ Χρυσοστόμου. Ὁρᾶς ὅπως κατὰ μικρὸν οὐχὶ μόνον κατή- γορον τὸν νόμον δείκνυσι τῆς ἁμαρτίας, ἀλλ’ ἠρέμα καὶ κατα- σκευαστικόν ; οὐ μὴν παρὰ τὴν αἰτίαν τὴν αὐτοῦ, ἀλλὰ παρὰ τὴν τῶν ἀγνωμόνων Ἰουδαίων, ἀποφαίνει τοῦτο συμβαῖνον· καὶ γὰρ καὶ Μανιχαίων ἐσπούδακεν ἐμφράξαι τὰ στόματα, τῶν κατηγο- ρούντων τοῦ νόμου· διὸ ἐπήγαγεν· “ἀφορμὴν δὲ λαβοῦσα ἡ “ἁμαρτία διὰ τῆς ἐντολῆς.” εἶδες πῶς αὐτὴν ἀπήλλαξεν q̓κλή- μάτων ; ἡ ἁμαρτία φησὶ, οὐχ ὁ νόμος ηὔξησε τὴν ἐπιθυμίαν. καὶ τοὐναντίον οὗπερ ἐβούλετο ὁ νόμος γέγονεν· ὅπερ ἀσθενείας ἦν, οὐ πονηρίας· ὅταν γάρ τινος ἐπιθυμῶμεν, εἶτα κωλυώμεθα, αἴρεται μᾶλλον τῆς ἐπιθυμίας ἡ φλόξ. ἀλλ’ οὐ παρὰ τὸν νόμον τοῦτο· αὐτὸς μὲν γὰρ ἐσπούδαζεν ὥς τε ἀπαγαγεῖν· ἢ δὲ ἁμαρτία, τουτ- ἐστιν, ἡ ῥαθυμία ἡ σὴ, καὶ ἡ γνώμη ἡ πονηρὰ, τῷ κακῷ πρὸς τὸ ἐναντίον ἐχρήσατο. ἀλλ’ οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα· ἀλλὰ τοῦ ἀρρωστοῦντος· τῷ φαρμάκῳ κακῶς χρησαμένου. οὐ γὰρ διὰ τοῦτο ἐδόθη ὁ νόμος, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ’ ἵνα σβέσῃ. τοὐναν- τίον δὲ ἐξέβη. ἀλλ’ οὐκ ἐκείνου, ἀλλ’ ἡμῶν ἡ κατηγορία· οὐδὲ γὰρ εἴ τις τῷ πυρέττοντι καὶ ψυχροποσ ίας ἀκαίρως ἐπιθυμοῦντι· μὴ παρασχὼν ἐμφορηθῆναι τῆς ὀλεθρίας ταύτης ἡδονῆς αὐξήσειε τὴν ἐπιθυμίαν, ἐγκαλοῖτ ἃν δικαίως. τοῦ γὰρ ἰατροῦ, τὸ κωλῦσαι ἦν μόνον, τὸ δὲ ἀποσχέσθαι, τοῦ κάμνοντος. τί γὰρ εἰ ἡ ἁμαρτία ἐξ αὐτοῦ τὴν ἀφορμὴν ἔλαβεν ; ἐξ ἀγαθῶν γὰρ ἐπιταγμάτων πολ- λοὶ τῶν πονηρῶν τὴν ἑαυτῶν πονηρίαν αὔξουσιν. ἐπεὶ καὶ ὁ διάβο- λος οὕτω τὸν Ἰούδαν ἀπώλεσεν· εἰς φιλοχρηματίαν ἐμβαλὼν, καὶ κλέπτειν τὰ τῶν πενήτων ποιήσας. ἀλλ’ οὐ τὸ πιστευθῆναι τὸ γλωσσόκομον αὐτὸν, τοῦτο εἰργάσατο, ἀλλ’ ἡ τῆς γνώμης πονηρία. καὶ ἡ Εὔα δὲ τὸν Ἀδὰμ ἀπὸ τοῦ ξύλου παρασκευάσασα φαγεῖν, ἐξέβαλεν ἀπὸ τοῦ παραδείσου. ἀλλ’ οὐδὲ ἐκεῖ τὸ δένδρον αἴτιον. εἰ καὶ δι’ αὐτοῦ ἡ ἀφορμὴ γέγονεν.

  11. 7.8.1.2

    Εἰ δὲ καὶ σφοδρότερον κέχρηται τῷ λόγῳ τῷ περὶ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἵσταται. οὐκ ἀφιεὶς μὲν οὐδὲ τοῖς ἄλλως ὑποπτεύουσι τὰ λεγόμενα, λαβὴν παρασχεῖν. πολλὴν δὲ σπουδὴν ποιούμενος, τὸ παρὸν διορθῶσαι. μὴ τοίνυν γυμνὰ ἐξέταζε τὰ ἐνταῦθα λεγόμενα, ἀλλὰ καὶ τὴν ὑπόθεσιν προστίθει δι’ ἣν ταῦτα εἰπεῖν προσάγεται· καὶ τὴν μανίαν λογίζου τὴν Ἰουδαικήν· καὶ τὴν εὔτονον αὐτῶν φιλονεικίαν· ἣν καταλῦσαι σπεύδων, δοκεῖ πολὺς κατὰ τοῦ νόμου πνεῖν· οὐχ ἵνα ἐκεῖνον διαβάλλῃ, ἀλλ’ ἵνα τούτων ἐκλύσῃ τὸν τόνον. εἰ γὰρ ἔγκλημα τοῦ νόμου τὸ δι’ αὐτοῦ τὴν ἁμαρτίαν ἀφορμὴν λαβεῖν a, εὑρεθήσεται καὶ ἐν τῇ καινῇ τοῦτο συμβαῖνον. καὶ γὰρ καὶ ἐν τῇ καινῇ νόμοι μυρίοι· καὶ περὶ πολλῷ μειζόνων πραγμάτων. καὶ τοῦτο ἴδοι τίς ἃν ἐκβαῖνον κἀκεῖ· οὐκ ἐπὶ τῆς ἐπιθυμίας μόνον· ἀλλ’ ἐπὶ πάσης ἁπλῶς κακίας· “εἰ γὰρ μὴ ἦλθον,” φησὶ, “καὶ “ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον.” οὐκοῦν ἐντεῦθεν ἡ ἁμαρτία τὴν ὑπόθεσιν ἔλαβε, καὶ ἡ μείζων κόλασις. καὶ πάλιν περὶ τῆς χάριτος ὁ Παῦλος διαλεγόμενος, φησίν. “πόσῳ δοκεῖτε χεί- “ρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατή- “σὰς;” οὐκοῦν καὶ ἡ χείρων τιμωρία τὴν ἀφορμὴν ἐντεῦθεν ἔχει ἀπὸ τῆς μείζονος εὐεργεσίας. καὶ τοὺς Ἓλληνας δὲ διὰ τοῦτο φησὶν ἀναπολογήτους εἶναι. ὅτι καὶ λόγῳ τιμηθέντες, καὶ τῆς κτίσεως καταμαθόντες τὸ κάλλος, καὶ ἀπ’ αὐτῆς δυνάμενοι πρὸς τὸν δημιουργὸν χειραγωγηθῆναι, τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ εἰς δέον ἐχρήσαντο.

  12. 7.8.1.3

    Ὁρᾶς πανταχοῦ τοῖς πονηροῖς τὰς ἀφορμὰς τοῦ μειζόνως κο- λάζεσθαι ἀπὸ τῶν ἀγαθῶν γινομένας πραγμάτων; ἀλλ’ οὐ δήπου διὰ τοῦτο κατηγορήσομεν τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. ἀλλὰ ταύτας μὲν θαυμασόμεθα μειζόνως· καὶ μετὰ ταῦτα, τὴν δὲ γνώμην τῶν εἰς τἀναντία τοῖς ἀγαθοῖς κεχρημένων, διαβαλοῦμεν· τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ νόμου ποιῶμεν. ἀλλὰ τοῦτο μὲν ῥᾴδιον καὶ εὔκαλον. τὸ δὲ ἄπορον, ἐκεῖνο ἐστί. πῶς φησὶν “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, “εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” εἰ γὰρ οὐκ ᾔδει τὴν ἐπιθυμίαν πρὶν ἣ λαβεῖν τὸν νόμον ὁ ἄνθρωπος, πόθεν ὁ κατακλυσμὸς γέγονε; πόθεν τὰ Σόδομα ἐνεπρήθη; τί οὖν φησί; τὴν ἐπιτεταμένην ἐπιθυμίαν· διὰ τοῦτο οὐκ εἶπε κατειργάσατο ἐν ἐμοὶ ἐπιθυμίαν, ἀλλὰ “πᾶσαν ἐπιθυμίαν,” τὸ σφοδρὸν ἐνταῦθα αἰνιτ- τομενος.

  13. 7.8.2.1

    Θεοδωρήτου. Ἤ τὸ, οὐκ ᾔδειν καὶ οὐκ ἔγνων, οὐ τῆς παντελοῦς ἀγνοίας ἐνταῦθα δηλωτικά· ἀλλὰ τοῦτο λέγει, ὅτι ἀκριβεστέραν τῆς φυσικῆς διακρίσεως ἐδεξάμην γνῶσιν διὰ τοῦ νόμου· ἡ δὲ προσθήκη τοῦ “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς πᾶσαν ἐπιθυμίαν ἐν ἐμοὶ κατειργάσατο,” δείκνυσι τὸν νόμον τῆς κατηγορίας ἐλεύθερον. ἐπειδὴ γὰρ εἶπεν ὅτι ηὐξήθη τὰ ἁμαρτήματα τῇ θέσει τοῦ νόμου, ἵνα μή τις ὑπολάβῃ τὸν νόμον αἴτιον γεγενῆσθαι, ἀναγκαίως ὑποδείκνυσι τὸν τρόπον· ὅτι πρόφασιν διαμάχης ἡ ἁμαρτία τὴν νομοθεσίαν λαβοῦσα, τὸν ἀσθενέστερον κατετροπώσατο λογισμόν.

  14. 7.8.3.1

    Γενναδίου. Μετρούσης γάρ μοι τῆς ἐντολῆς τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει· καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης, ἀλλ’ ὀροῖς τακτοῖς αὐτὴν περιγραφούσης τὲ καὶ περιλαμβανούσης, ἡ ἁμαρτία λαβοῦσα ταύτῃ δι’ αὐτῆς ἀφορμὴν, τουτέστιν ἰσχύος εὐπορήσασα καὶ ἐπικουρίας, εἶτα με πρὸς ἀμετρίαν υποσκελίσασα, ἐνεργὸν εἰς ἁμαρτίαν μοι πᾶσαν ἐπιθυμίαν ἀπειρημένην κατέστησε. τῷ γὰρ “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ- “μίαν,” ἐνδεῖ, τὸ, ἀπηγορευμένην.

  15. 7.8.4.1

    Τοῦ Χρυσοστόμου. Καὶ τί τοῦ νόμου τὸ κέρδος, εἰ τὸ πάθος ηὔξησε φησίν; οὐδὲν, ἀλλὰ καὶ πολὺ τὸ βλάβος. ἀλλ’ οὐ τοῦ νόμου τὸ ἔγκλημα. ἀλλὰ τῆς ῥαθυμίας τῶν δεξαμένων. ἡ γὰρ ἁμαρτία αὐτὸ κατειργάσατο. ἀλλὰ διὰ τοῦ νόμου. ἀλλ’ οὐ τοῦτο τοῦ νόμου σπουδάζοντος, ἀλλὰ καὶ τὸ ἐναντίον. ἰσχυρότερα οὖν γέγονε, φησὶν, ἡ ἁμαρτία; καὶ σφόδρα· ἀλλ’ οὐ δὲ τοῦτο ἔγκλημα τοῦ νόμου πάλιν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης.

  16. 7.8.5.1

    Σευηριανοῦ. Εἰ δὲ βούλει, ἁμαρτίαν ὧδε νόησον, τὸν διάβολον. ὥσπερ γὰρ τὸν Σωτῆρα ζωὴν ἡ γραφὴ καλεῖ, καὶ δικαιοσύνην, τῷ ζωῆς καὶ δικαιοσύνης αἴτιον εἶναι· οὕτω καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας, ποτὲ μὲν, ἁμαρτίαν, ποτὲ δὲ ψεῦδος καὶ ἀθάνατον b καλεῖ. οὕτω καὶ ἐν τοῖς ἑξῆς εἰπὼν “ἡ “ἁμαρτία ἀνέζησε,” τὸν διάβολον καλεῖ. λοιπὸν οὖν διὰ τῆς ἐντολῆς ἀφορμὴν ὁ διάβολος ἔλαβεν. ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὡς ὕλην τινὰ τῆς ἑαυτοῦ τέχνης ποιησάμενος· εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον. ἰστέον μέντοι ὅτι δι’ ἑαυτοῦ ὁ Ἀπόστολος τὸ κοινὸν δηλοῖ.

  17. 7.8.6.1

    Κυρίλλου. Καὶ τὸ τῆς ἡμετέρας φύσεως ἀδρανὲς παρεισάγει. ὅτι δοθεὶς ὁ νόμος εἰς ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως. ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ, ἀφορμὴν μὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγενῆσθαι, μηδεὶς κατηγορεῖν αὐτὸν οἰέσθω τοῦ νόμου· ἀλλὰ κατακεκραγέναι μᾶλλον τῆς ἐν ἡμῖν ἀσθενείας. ἀνθ’ ὧν ἐχρῆν ἀνακόπτεσθαι διὰ τοῦ νόμου, διὰ τούτων εἰς τὰ χείρω παρατρυνομένους. ἡ γὰρ ἀνθρώπου διάνοια τὸ φιλόκαινον ἀεὶ πρὸς ἐπιθυμίας νοσεῖ. καὶ ὁ μὲν ποιῶν τὰς ἐπιθυμίας, ὡς θέλει ζῇ, ἀνενόχλητος ὤν. ὁ δὲ ἀνακόπτων αὐτὰς, ἀγριωτέραν εἰσδέχεται τὴν τῶν παθῶν ἔφοδον. καὶ τῶν μὲν προχείρων οὐδεὶς ἐπιθυμεῖ· ὧν δὲ κωλύεται τίς ἐπιθυμεῖ. ὅθεν τοῦ νόμου κωλύσαντος τὸ βλάπτον, γέγονεν ἀφορμὴ τοῖς ἀσθενεστέροις, τοῦ πλέον αὐτοῦ ἐπιθυμεῖν.

  18. 7.8.7.1

    Θεοδώρου Μονάχου. τάχα δὲ καὶ εἰς τὰ κατὰ τὸν Ἀδὰμ ὡς ἐν ὑποδείγματος λόγῳ εἴποι τίς ἀναφέρεσθαι τὸ προκείμενον. ἐπεὶ κἀκεῖνος προκειμένων αὐτῷ, φυτῶν ἀδεῶς ἁπάντων μεταλαμβάνειν ἠδύνατο, εἰ μὴ νόμος αὐτῷ περὶ ἀποχῆς ἔτυχε δοθείς. καὶ οὐκ ἦν ἁμάρτημα, τὸ μετὰ τῶν λοιπῶν, κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις ἐνῆν αὐτῷ τῆς μεταλήψεως ὡς εἰκὸς τοῦ καρποῦ. ἐκωλύετο δὲ ὑπὸ τῆς ἐντολῆς. ἁμάρτημα εἶναι τὸ φαγεῖν τῶν ἀπαγορευθέντων, ἡγούμενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχε. τῆς μὲν ἐντολῆς ἐπεχούσης τὴν βρῶσιν· τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν αὐτῆς βουληθέντος ἰδεῖν, ἀλλὰ τοῦ ἐπιβούλου πιστωθέντος τοῖς λόγοις, καὶ ὅλου τῆς ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος. καὶ οὐ μόνον ἀφορμὴ τῆς ἐπιθυμίας ἐντεῦθεν ἐγένετο· ἀλλὰ κἀκεῖνο ἐμάθομεν· ὡς οὐχ ἁπάσαις ταῖς ἐπιθυμίαις προσῆκεν ἕπεσθαι ἡμᾶς. δοκιμάζοντας δὲ ἃ χρὴ ποιεῖν, τῶν ἑτέρων ἀπέχεσθαι· οἷς οὐκ ἐμμένοντες, δῆλοι πάντως ἐσμὲν ἁμαρτάνοντες. ὥστε οὐ κατ’ ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχε διὰ τῆς ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφειμεν. ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις ἕπεσθαι ταῖς ἐπιθυμίαις μαθόντες, ἡμάρτομεν ἁπάσας παρὰ τὸ δέον πληροῦν ἐπειγόμενοι. τοῦτο τὰρ λέγει, τὸ, “κατειργάσατο ἐν ἐμοὶ “πᾶσαν ἐπιθυμίαν.” ἀντὶ τοῦ παντὸς ἁμαρτήματος ἀπό τινος ἐπιθυμίας τικτομένου, ἐντεῦθεν ἡ ἀρχὴ γέγονεν ἡμῖν. ἅτε δὴ τῆς διακρίσεως τὰς ἀφορμὰς δεξαμένοις ἐντεῦθεν· οὕτω καὶ ἐν τοῖς ἀνωτέροις· τῷ, “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν “οὐκ ἐπιθυμήσεις,” ἀντὶ τοῦ, οὐκ ἃν ᾔδειν εἰ μὴ ὁ νόμος ἦν ὁ τοῦτο διορίζων, ὡς οὐ δεῖ τι ποιεῖν τῶν ἐν ἐπιθυμίᾳ κειμένων. καὶ γὰρ τὸ “ἐν ἐμοὶ” ὅτε λέγει, τὸ κοινὸν λέγει τῶν ἀνθρώπων· καὶ τοῖς τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοινῶν.

  19. 7.8.7.2

    Χωρὶς γὰρ νόμου· ἁμαρτία νεκρά.

  20. 7.8.8.1

    Χρυσοστόμου. Τουτέστιν, οὐχ οὕτω γνώριμος. ᾔδεσαν μὲν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρτανον. ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν. διὰ τοῦτο καὶ μείζονος ἦσαν κατηγορίας ὑπεύθυνοι. οὐδὲ γὰρ ἦν ἶσον, φύσιν ἔχειν κατήγορον. καὶ μετὰ τῆς φύσεως καὶ τὸν νόμον φανερῶς διαγορεύοντα ἅπαντα.

  21. 7.8.9.1

    Ισιδώρου. Οὔκουν τοῦτο αἰνίττεται· ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες. ἐπεὶ ἀλόγως εὑρεθεῖεν ἃν κολασθέντες, οἱ πρὸ τοῦ νόμου· οἱ μὲν γὰρ, ὕδατος, οἱ δὲ, πυρὸς ἔργον ἐγένοντο· ἀλλ’ ὅτι ᾔδεσαν μὲν, οὐχ οὕτω δὲ ἀκριβῶς. διὸ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς.

  22. 7.8.10.1

    Κυρίλλου. Ἢ καὶ ἁπλῶς· εἰ μὴ κέοιτο, φησὶν, ὁ τῶν τῆς φαυλότητος τρόπων κατηγορῶν νόμος, ἀδρανὲς ἃν γένοιτο τὸ κακόν. κατερεθίζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν, διὰ τοῦ νόμου. καὶ ῥαθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῶν μηδενός. μονονουχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον· οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ καὶ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ πρακτέον μὴ διαγορεύοντος.

  23. 7.8.11.1

    Θεοδωρήτου. Καὶ μὴ ὄντος τοῦ τὸ πρακτέον ὑποδεικνύοντος. καὶ τὸ οὐ πρακτέον ἀπαγορεύοντος, οὐκ ἔχει χώραν ἡ ἁμάρτια.

  24. 7.8.12.1

    Σευηριανοῦ. Ὅτι μὴ δὲ δύναται κατακρῖναι τὸν ἐν ἀγνοίᾳ ἡμαρτηκότα. ὁ δὲ νόμος δοθεὶς, καὶ δείξας τὴν ἁμαρτίαν, δύναμιν δέδωκε τῇ ἁμαρτίᾳ· τοῦτο δὲ, οὐ τοῦ νόμου κατηγορία· ἀλλὰ τῆς τῶν μὴ φυλαττόντων αὐτὸν ὀλιγωρίας ἔλεγχος ὥσπερ δὲ χωρὶς νόμου ἁμαρτία νεκρὰ, οὕτω καὶ φυλαττομένου τοῦ νόμου, ἡ ἁμαρ- τια νεκρὰ·

  25. 7.8.13.1

    Γενναδίου. τὴν γὰρ πρᾶξιν ὁ νόμος ἀπαγορεύων, ἁμαρτωλὸν συνίστησιν· ὡς ἐὰν μὴ τούτου μοι προπαρηγγελκότος τὴν αὐτῆς ἀποχὴν, ἐπιτετηδευκὼς ὑπῆρχον αὐτὴν, οὐκ ἃν ἦν ἔνοχος πλημμελήματι· “οὗ γὰρ οὐκ ἔτι νόμος, οὐδὲ παράβασις·’ οὐ γὰρ ἐλλογεῖται ἁμαρτία, μὴ ὄντος νόμου. τὸ οὖν “χωρὶς νόμου ἡ “ἁμαρτία νεκρά·” ἀντὶ τοῦ, οὐκ ἃν ἐνεργηθείη, φησὶ, ἁμάρτημα, μὴ νόμῳ διωρισμένον· διὰ τί; ὅτι οὐχ ἡ πρᾶξις ἁμάρτημα ἁπλῶς. ἀλλὰ τὸ εἰδότα ὧν δεῖ ἀπέχεσθαι, ποιεῖν τί παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν.

  26. 7.9.verse.1

    Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον· καὶ εὑρέθη μοὶ ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με καὶ δι’ αὐτῆς ἀπέκτεινεν. ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἅγια καὶ δικαία καὶ ἀγαθή.

  27. 7.9.1.1

    Κυρίλλου. Ἐζηκέναι μέν φησιν ὁ μυσταγωγὸς, χωρὶς νόμου ποτέ· εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρτίαν τεθνάναι γε μὴν ἑαυτὸν διισχυρίζετο· καὶ σχηματίζει μὲν ἐν τούτοις ἐφ’ ἑαυτῷ τὸν λόγον. οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βου- λεύεσθαι δηλοῦν αὐτόν. ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν. ἔσται δὲ ὅτι φορτικωτέρα τοῖς εἰδόσιν ἡ κόλασις, πεπληροφόρηκεν ὁ Σωτῆρ’ λέγων· “ὁ εἰδὼς τὸ “θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. “ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας.” οὐκοῦν, ἄμεινον ὁμολογουμένως τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἣ τὸ ἐν εἰδήσει νομων.

  28. 7.9.1.2

    Εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον· τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωήν· εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ἠρημένος, ἥλω γραφὴν ἁμαρτίας, καὶ πέπτωκεν ὑπὸ δίκην· τότε δὴ τότε ταῖς ἑαυτοῦ ῥαθυμίαις ἐπιστυγνάσας τῆς ἀκριβείας τοῦ νόμου, μονονουχὶ καὶ κατακεκράξεται λέγων, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ ’δε ἀπέθανον εἰ γάρ ἐστιν ἀληθῶς “ἁμαρτία νεκρὰ χωρὶς νόμου,” πῶς οὐ πιθανὸν ζωοποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, ἐννοεῖν· τοῦ καὶ ἐμφανῆ καθιστάντος αὐτὴν, καὶ οἷον, ἔμπνουν ἐπιτελοῦντος; καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ ἦν. οὐχ ἡμῖν, οὐ γὰρ ἦμεν δίκαιοι. ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας· διά τοι τὸ μὴ εἶναι τυχὸν τὸν καταδικάζοντα νόμον, ἐζῶμεν ἡμεῖς, τῆς ἀγνοίας τὴν παραίτησιν εὐάφορμον ἔχοντες. “οὗ γὰρ οὐκ ἔστι “νόμος, οὐδὲ παράβασις,” καθά φησι αὐτός. οὕτω παρελθούσης τῆς ἐντολῆς εἰς μέσον, ἀνεβίω μὲν ὥσπερ ἡ ἁμαρτία· κατερεθίσθη δὲ ὁ θάνατος· καὶ ἀρὰ καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας· καὶ τι τὸ ἐντεῦθεν; πέπρακται τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ’ ἡμῖν· εὕρηται γάρ, φησι, ἡ ἐντολὴ ἡ δοθεῖσα πρὸς ζωὴν αὕτη εἰς θάνατον. ὥσπερ γὰρ κατασίνεταί πὼς τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς τοὺς οἵπερ ἃν εἶεν τὴν ὄψιν ἠρρωστηκότες, καί τοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον. καὶ οὐκ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν· νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀρρωστίας ἔγκλημα, τὸ ἀδικεῖσθαι παρ’ αὐτοῦ· κατὰ τὸν ἶσον οἶμαι τρόπον πρόφασιν δεδόσθαι τῇ ἁμαρτίᾳ φησὶ τὴν ἐντολήν. ἐξηπατῆσθαι τὲ δι’ αὐτῆς· κατακομισθῆναι τὲ καὶ εἰς θάνατον. φαίη δ’ ἄν τις καὶ ἑτέρως, ὅτι δὴ σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πὼς μάχεσθαι τὸ φιλήδονον· καὶ οἱ τῆς φαυλότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι, γεννικώτερον ἀντεξάγουσι· καὶ τὸν νοῦν ἔσθ’ ὅτε καταληΐζονται, καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες. καὶ τοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν. ταύτῃ τοι φησὶ σοφὸς ὣν ὁ Παῦλος, ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι’ αὐτῆς ἀποθανεῖν. ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν ἡδονὰς, κατά γε τοὺς προειρημένους τρόπους.

  29. 7.9.2.1

    Χρυσοστόμου. Καὶ ὅρα πῶς δεῖξαι σπουδάζει καὶ ἀφ’ ὧν οὐκ ἐποίησε βαρήσαντα τὸν νόμον τὴν ἀνθρωπίνην φύσιν· ὅτε γὰρ χωρὶς νόμου ἔζων φησὶ, δηλαδὴ πρὸ Μώσεως, οὐχ οὕτω κατεδικαζόμην· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ “ἀπέθανον.” τοῦτο δοκεῖ μὲν εἶναι κατηγορία τοῦ νόμου. εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἐγκώμιον αὐτοῦ φανεῖται ὄν. οὐ γὰρ μὴ οὐσαν ὑπεστήσατο· ἀλλὰ κρυπτομένην ἔδειξεν ὅπερ καὶ επαινος ἐστὶ τοῦ νόμου· εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον· τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρπώσατο, τοῦτο γοῦν ἀκριβῶς ἔμαθον ὅτι ἥμαρτον· ὅπερ οὐκ ἃν εἴη μικρὸν εἰς c κακίας ἀπαλλαγήν. εἰ δὲ μὴ ἀπηλλάγησαν τῆς κακίας, οὐδὲν τοῦτο πρὸς τὸν πάντα ὑπὲρ τούτου ποιήσαντα νόμον. ἀλλ’ ἡ πᾶσα κατηγορία τῆς ἐκείνων γνώμης ἐστὶ, πη ἐλπίδα πᾶσαν διαφθαρείσης· οὐ γὰρ κατὰ λόγον ἠν τὸ γινόμενον τὸ διὰ τῶν ωφελουντων βλάπτεσθαι. διὸ καὶ ἔλεγεν· “εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς “ζωὴν, αὕτη εἰς θάνατον.” οὐκ εἶπε γέγονε θάνατος· οὐδὲ ἔτεκε θάνατον, ἀλλ’ “εὑρέθη.” τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας οὕτως ἑρμηνεύων. καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπων κεφαλήν. ἃν γὰρ τὸν σκοπὸν αὐτῆς ἐθέλῃς ἰδεῖν, εἰς ζωὴν ἦγε φησίν. καὶ διὰ τοῦτο ἐδόθη. εἰ δὲ θάνατος ἐντεῦθεν ἐξέβη, τῶν λαβόντων τὴν ἐντολὴν τὸ ἔγκλημα, οὐ τῆς ἐπὶ τὴν ζωὴν ἀγούσης. σαφέστερον δὲ τοῦτο καὶ διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπὼν, “ἡ γὰρ ἁμαρ- “τία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι’ “αὐτῆς ἀπέκτεινεν·” εἶδες πῶς πανταχοῦ τῆς ἁμαρτίας ἔχεται. τὸν νόμον ἀπαλλάττων κατηγορίας; διὸ καὶ ἐπήγαγεν, “ὥστε ὁ “μὲν νόμος ἅγιος· καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.

  30. 7.9.3.1

    Θεοδωρήτου. τέθεικε γοῦν τὸ, “εὑρέθη·” ἵνα δείξῃ, ἄλλον μὲν τὸν τοῦ νόμου σκοπὸν, ἄλλο δὲ τὸ διὰ τὴν ἁμαρτίαν συμβάν.

  31. 7.9.4.1

    Σευηριανοῦ. Εἰ δὲ ἀνέζησεν ἡ ἁμαρτία, δηλονότι ἔζη ποτὲ, καὶ ἀποθανοῦσα ἀνέζησε· πότε οὖν ἔζη; ὅτε εἰληφότα τὴν ἐντολὴν τὸν Ἀδὰμ, καὶ εἰδότα τὴν παράβασιν ὀλεθρίας, ἠπάτησε καὶ κατηγωνίσατο ὁ διάβολος. μὴ οὔσης οὖν μεταξὺ μή τε ἐντολῆς μή τε ὡς εἴρηται νόμου, ἐνεκροῦτο ἡ ἁμαρτία τῇ τῶν ἁμαρτανόντων ἀγνωσίᾳ· τὰ γὰρ πλεῖστα ἠγνόουν πάντες. τι οὖν ἐκ τούτων; ἐλυσιτέλει μὴ δοῦναι τὸν νόμον; ἀλλ’ ἐζημιοῦντο οἱ μέλλοντες κατορθοῦν· ἄτοπον δὲ διὰ τοὺς ῥαθύμους καὶ φιληδόνους ἀμελεῖν τὸν λόγον τῆς σωτηρίας, καὶ τὴν ὑπόθεσιν τῶν σπουδαίων καὶ ἐναρέτων.

  32. 7.9.5.1

    Βασιλείου. Δύνατον μέντοι τὸ, “ἐλθούσης τῆς ἐντολῆς. ἡ “μὲν ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον,” καὶ ἄλλως ἐκλαβεῖν. ἔτι γὰρ ἐπὶ τῆς πρώτης ἡλικίας ὄντες οἱ ἄνθρωποι, οὔτε ἐν κακίᾳ ἐσμὲν, οὔτε ἐν ἀρετῇ· ἀνεπίδεκτος γὰρ ἡ ἡλικία τῆς ἕξεως ἑκατέρας. ἐπειδὰν δὲ ὁ λόγος ἡμῶν συμπληρωθῇ, τότε γίνεται τὸ γεγραμμένον· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· “ἐγὼ δὲ ἀπέθανον·” ἐπαγγέλλουσι γὰρ λογισμοὶ πονηροὶ ἐκ τῶν παθῶν τῆς σαρκὸς, ταῖς ψυχαῖς ἡμῶν ἐντικτόμενοι. τῷ ὄντι γὰρ ἐχθοῦσα ἡ ἐντολή. τουτέστιν ἡ διάγνωσις τῶν καλῶν· ἐὰν μὴ κατακρατήσῃ τοῦ χείρονος λογισμοῦ. ἀλλὰ συγχωρήζῃ ὑπὸ τῶν παθῶν ἐξανδραποδισθῆναι τὸν λογισμὸν, ἀνέζησε μὸν ἡ ἁμαρτία, ἀπέθανε δὲ ὁ νοῦς νεκρὸς γενόμενος τοῖς παραπτώμασιν.

  33. 7.9.6.1

    Ωριγέσνουσ. Ἅπας τοιγαροῦν ἄνθρωπος ἔζη χωρὶς νόμου ποτὲ, ὅτε παιδίον ἦν· ὅτε οὐκ ἦν ἐπιτίμησις. ἄγνοια γὰρ κολάσει οὐχ ὑπόκειται· καὶ παντὶ ἀνθρώπῳ ἦλθε ποτὲ ἢ ἐντολή. πότε, ἣ ὅτε ἀνεπλήρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προστάττουσαν μὲν τὰ τοιάδε· ἀπαγορεύουσαν δὲ τὰ τοιάδε; ἅμα δὲ τῷ ἐλθεῖν τὴν ἐντολὴν, κατὰ τὸν πρῶτον αὐτῆς καιρὸν ὑφίσταται ἡ κακία. ἢ ὡς ὁ Παῦλος φησὶν, ἀναζῇ ἡ ἁμαρτία, τέως οὖσα νεκρά. ἐπεὶ δὲ μὴ πέφυκεν ἁμαρτία ἅμα ζῆν καὶ ὁ ἔσω ἄνθρωπος, διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀναζῇ, ἡ δὲ ψυχὴ ἀποθνήσκει. κατὰ τὸ, “ψυχὴ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται·” τὸ γὰρ “ἀγὼ,” ἐπὶ τὸν ἔσω ἄνθρωπον καὶ ἐπὶ τὴν ψυχὴν ἀναφέρεται. περιίσταται τοίνυν τὸ ζωοποιὸν ἀγαθὸν ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ, τὴν ἁμαρτίαν οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον. διὰ ταύτης δή που καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως επιτιμιον συνίσταται.

  34. 7.9.7.1

    Θεοδώρου Μονάχου. τινὲς δὲ τὸ, “ἐγὼ ἔζων χωρὶς νόμου “ποτὲ,” καὶ τὰ ἑξῆς, περὶ τοῦ ἀδὰμ λέγειν φασὶ τὸν Ἀπόστολον· ὡς ὅτε εὐθὺς ἐγένετο, ἔξω νόμου τυγχάνοντος· πρὶν ἢ δέζασθαι παρὰ τοῦ Θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ ἐπίταγμα. δῆλον γὰρ ὡς ἐγένετο πρῶτον· εἶτα τὴν ἐντολὴν ἐδέξατο ὕστερον· ὅθεν ἐπάγει, “ἐλθούσης δὲ τῆς ἐντολῆς,” καὶ τὰ ἑξῆς. ἐπειδὴ δέ, φησι, ὁ Θεὸς τὸν περὶ τοῦ φυτοῦ δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ ἁμαρτία παρείσδυσιν ἔσχεν. ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ Θεῷ δεδογμένοις, θανάτῳ κατεκρίθην. ἐλήλυθε δέ, φησιν ὁ Παῦλος, ἐπὶ τούτους ἀπὸ τοῦ νόμου τοὺς λόγους· δεικνὺς ὡς οὐ φαῦλον ἡγεῖται αὐτόν. κοινῶς δὲ περὶ τῆς τοῦ νόμου φύσεως διαλέγεται· τὸ χρειῶδες αὐτοῦ διδάσκων. ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς· ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα, καλῶς ἐπάγει, “ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία.”

  35. 7.9.8.1

    Θεοδωρήτου. Ἀπὸ γοῦν τοῦ κατὰ τὸν Ἀδὰμ παραδείγματος φανερὸν ποιεῖ τὸ χωρὶς νόμου μὴ χώραν ἔχειν τὴν ἁμαρτίαν· ὁ γὰρ Ἀδὰμ πρὸ τῆς παραβάσεως, οὐκ εἶχε τοῦ θανάτου τὸ δέος. τοῦ δὲ Θεοῦ τὴν περὶ τῶν δένδρων ἐντολὴν τεθεικότος, εὐθὺς μὲν προσελήλυθε διὰ τοῦ ὄφεως ὁ διάβολος τῇ γυναικὶ, καὶ τοῖς ἀπατηλοῖς ἐκείνοις ἐχρήσατο λόγοις. δελεασθεῖσα δὲ ἐκείνη· καὶ τοῦ καρποῦ τὴν ὥραν θεασαμένη, ἡττήθη μὲν τῆς ἡδονῆς, παρέβη δὲ τὴν ἐντολήν· ἐδέξατο δὲ σὺν τῳ Ἀδὰμ παρ’ αὐτίκα τὸν ὅρον τῆς τελευτῆς. ἐκοινώνησε γὰρ κἀκεῖνος τῆς βρώσεως.

  36. 7.9.9.1

    Γενναδίου. Ὥστε ἐγὼ, ὁ ἄνθρωπος λέγει νῦν· λέγει δὲ περὶ τοῦ Ἀδάμ· τὸ δὲ “ἔζων χωρὶς νόμου,” νόησον καὶ οὕτως. ἐμὲ τὸν ἄνθρωπον ἔχοντα πρὸ τοῦ νόμου τὸ ζῆν, ἡ ἐντολὴ προσελθοῦσα διὰ τῆς πρόσθεν νεκρᾶς ἁμαρτίας ἀναζησάσης, τοῦτο ἀφείλετο· “καὶ “εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον.” καὶ πέπονθέ τι σχέτλιον καὶ ὄντως ἐλεεινὸν, τῇ εὐεργεσίᾳ βλαβείς· καὶ τῷ πρὸς ζωὴν δοθέντι μοι βοηθήματι, τούτῳ τὸ ζῆν ἀπολέσας. “ἡ “γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα,” καὶ τὰ ἑξῆς· ἔχουσα γὰρ διὰ τῆς ἐντολῆς πρόφασιν ἡ κατάρατος ἁμαρτία, καὶ δυνατωτέρα τῷ ὅπλῳ τῷ ἐμῷ γενομένη, διὰ τούτου με αὐτοῦ παρακρουσαμένη κατέσφαξε· δίεισι μέντοι περὶ τῆς ἁμαρτίας, ὡς ζώσης τε καὶ ὑφεστηκυίας καὶ σοφιζομένης τὸν ἄνθρωπον· κατὰ τὸ τῆς θείας ἔθος γραφῆς. οὕτω γοῦν καὶ δικαιοσύνην προσωποποιῶν ὁ μακάριος εἰσάγει Δαβίδ, “δικαιοσύνη ἐνώπιον αὐτοῦ προσπορεύσεται,” λέγων· καὶ πάλιν ὁ Σολομῶν τὴν σοφίαν. καὶ ὅλως ἐν τοῖς θείοις λογίοις πολὺ τὸ τοιοῦτον ἰδίωμα.

  37. 7.9.10.1

    Κλισλρίου. Ἄλλ ὅπερ εἶπον τὸ, ἐγὼ δὲ ἔζων χωρὶς νόμου “ποτὲ,” οὐ περὶ αὐτοῦ τοῦ Παύλου ληπτέον. οὐ γὰρ προυπῆρχε τοῦ νόμου Παῦλος, ὁ ἔσχατος πάντων τῶν τοῦ νόμου φοιτητῶν. οὐδ’ αὖ πάλιν χωρὶς τούτου ποτὲ ἦν ἢ ἐγένετο· καὶ γὰρ τὸ εὐαγγέλιον κηρύττων, τὰς νομικὰς μαρτυρίας παντὶ παρατίθησιν· ἀλλ’ ἐκ προσώπου τοῦ Ἀδὰμ ἀποδυρόμενος ταῦτα φησὶν, “ἐγὼ δὲ ἔζων “χωρὶς νόμου ποτέ.” σαφέστερον δὲ ὡς ἐκ προσώπου τοῦ Ἀδὰμ ἀποδυρόμενος ταῦτα φησὶ λευκαίνων τὸ νόημα· οὐκ ἔτι νόμον ἀλλ’ ἐντολὴν φάσκων τὴν δοθεῖσαν τῷ Ἀδὰμ δηλονότι· ἐλθούσης δὲ τῆς ἐντολῆς, ὡσανεὶ δοθείσης, ἡ ἁμαρτία ἀνέζησε φησί· ἐγὼ δὲ ἀπέθανον τῇ διὰ τῆς παρακοῆς ἐκπτώσει τῆς μακαρίας ζωῆς.

  38. 7.9.11.1

    Θεοδωρήτου. Ἀπὸ δὴ τῶν κατὰ τὸν Ἀδὰμ πιστωσάμενος τὸν περὶ τοῦ Μωσαϊκοῦ νόμου λόγον, συμπεραίνων ἐπάγει· “ὥστε “ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἅγια, καὶ δικαία καὶ ἀγαθή.” νόμον λέγων, τὸν Μωσαϊκόν· ἐντολὴν δὲ, τὴν τῷ Ἀδὰμ δεδομένην. οὗ χάριν, καὶ πλείοσιν αὐτὴν ἐταινίωσε στεφάνοις· ὡς πλείους παρὰ πολλῶν δεχομένην κατηγορίας. οἱ γὰρ ῥαθυμίᾳ συζῶντες, καὶ τοῦ δεσπότον Θεοῦ κατηγοροῦσιν ὡς τεθεικότος τὴν ἐντολήν. εἰ μὲν γὰρ ἠγνόει φασὶ τὸ γενησόμενον, πῶς Θεὸς ὁ μὴ προγινώσκων τὰ μέλλοντα; εἰ δὲ προορῶν τὴν παράβασιν, τέθεικε τὴν ἐντολὴν, αὐτὸς τῆς παραβάσεως αἴτιος. ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς ἴδιον λογικῶν ἡ τῶν καλῶν καὶ τῶν μὴ τοιούτων διάκρισις· πῶς τοίνυν ἐνῆν τοὺς τοιαύτην ἔχοντας φύσιν, χωρὶς νόμου πολιτεύεσθαι; διά τι τοῦτο τέθεικε τὴν ἐντολὴν ὁ Θεός; ἵνα καὶ τὴν οἰκείαν φύσιν ἐπιγινώσκῃ, καὶ τὸν νομοθέτην δειμαίνῃ. ἔστι δὲ ἰδεῖν καὶ τοῦ νομοθέτου τὴν φιλανθρωπίαν λίαν εὐχερῆ, καὶ οὐ δυσκατόρθωτον δεδωκότος νόμον. πάντων γὰρ ἐδεδώκει τῶν φυτῶν τὴν ἀπόλαυσιν· ἑνὸς δὲ μόνου ἐκεκωλύκει τὴν μετάληψιν· οὐ φθονῶν αὐτῷ τὴν ἐξουσίαν παρεσχηκώς· ἀλλὰ τῆς δουλείας αὐτὸν ἐκπαιδεύων τοὺς ὅρους· καὶ εὔνουν εἶναι περὶ τὸν πεποιηκότα διδάσκων, καὶ ἀφορμὴν εἰς γυμνασίαν παρέχων τῷ λογικῷ· εἰ δὲ τὴν ἐντολὴν μὴ φυλάξας, ὑπὸ τὸν ὅρον τοῦ θανάτου κατέστη, οὐ κατηγορία τοῦτο τοῦ τεθεικότος, ἀλλὰ τοῦ παραβεβηκότος.

  39. 7.9.12.1

    Χρυσοστόμου. Ἀλλὰ ταῦτα μὲν καὶ οἱ περὶ τῆς ἐν τῷ παραδείσῳ ἐντολῆς καὶ τοῦ φυσικοῦ νόμου τὸ ῥητὸν ἐκλαμβάνοντες. ἴδωμεν δὲ, ὡς οὐ σφόδρα τῆς ἀκριβείας ἔχονται· πανταχοῦ γὰρ σκοπὸς τῷ Παύλῳ, τὸν Μωσαϊκὸν παῦσαι νόμον· πρὸς δὲ ἐκείνους, οὐδένα λόγον ἔχει. καὶ μάλα εἰκότως· τοῦτον γὰρ οἱ Ἰουδαῖοι δεδοικότες καὶ φρίττοντες, ἐφιλονείκουν τῇ χάριτι· τὴν δὲ ἐντολὴν τὴν ἐν τῷ παραδείσῳ, οὐδὲ νόμον ποτὲ φαίνεται καλέσας, οὔτε Παῦλος οὔτε ἄλλος οὐδείς. ἵνα δὲ καὶ ἀπ’ αὐτῶν τῶν εἰρημένων τοῦτο σαφέστερον γένηται, ἐπεξέλθωμεν τοῖς ῥηθεῖσι· μικρὰ ἀνωτέρω τὸν λόγον ἀναγαγόντες. περὶ γὰρ πολιτείας αὐτοῖς ἀκριβοῦς διαλεχθεὶς, ἐπήγαγεν· “ἣ ἀγνοεῖτε ἀδελφοὶ, ὅτι ὁ νόμος “τοῦ ἀνθρώπου κυριεύει, ἐφ’ ὅσον χρόνον ζῇ; ὥστε καὶ ὑμεῖς “ἐθανατώθητε τῷ νόμῳ.” οὐκοῦν εἰ περὶ τοῦ φυσικοῦ ταῦτα εἴρηται, εὑρεθησόμεθα μὴ ἔχοντες νόμον φυσικόν· εἰ δὲ τοῦτο ἀληθὲς, τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι. ἀλλ’ οὐκ ἔστι ταῦτα οὐκ ἔστι· περὶ γὰρ τοῦ ἐν τῷ παραδείσῳ οὐδὲ φιλονεικεῖν ἀναγκαῖον. ἵνα μὴ περιττὸν ἀναδεξώμεθα πόνον πρὸς τὰ ὡμολογημένα ἀποδυόμενοι· πῶς οὖν φησὶ, “τὴν ἁμαρτίαν οὐκ ἔγνων, “εἰ μὴ διὰ νόμου;” οὐ τὴν καθόλου λέγων ἀγνοίαν· ἀλλὰ τὴν ἀκριβεστέραν γνῶσιν· εἰ γὰρ περὶ τοῦ φυσικοῦ τοῦτο εἴρηται, πῶς ἃν τὸ ἑξῆς ἔχοι λόγον; “ἐγὼ,” γάρ φησι, “ἔζων χωρὶς νόμου ποτέ οὔτε γὰρ ὁ Ἀδὰμ οὔτε ἄλλος ἄνθρωπος οὐδὲ εὶς οὐδεποτε φαίνεται χωρὶς νόμου ζήσας φυσικοῦ· ὁμοῦ τὲ γὰρ αὐτὸν ἔπλαττεν ὁ Θεὸς, καὶ ἐκεῖνον ἐντίθει τὸν νόμον αὐτῶ. σύνοικον νόμον ἀσφαλῆ παρακαθιστὰς τῇ φύσει πάσῃ. χωρὶς δὲ τούτων, οὐδαμοῦ φαίνεται τὸν φυσικὸν νόμον ἐντολὴν καλέσας· τοῦτον δὲ καὶ ἐντολὴν ἁγίαν καὶ δικαίαν καλεῖ· καὶ νόμον πνευματικόν· ὁ δὲ φυσικὸς, οὐκ ἀπὸ πνεύματος ἡμῖν ἐδόθη. καὶ γὰρ βάρβαροι καὶ Ἓλληνες, καὶ πάντες τὸν νόμον τοῦτον ἔχουσιν οἱ ἄνθρωποι· ὅθεν δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ ἄνω καὶ κάτω καὶ πανταχοῦ διαλέγεται.

  40. 7.9.13.1

    Φωτίου. Ἐκ δευτέρου δὲ ἔφη τὸ, “λαβοῦσα ἡ ἁμαρτία “ἀφορμὴν διὰ τῆς ἐντολῆς.” τὰ αὐτὰ ποικίλως κατασκευάζων· καὶ εἰκότως· μεγάλην γὰρ εἶχε δόξαν ὁ νόμος. δείκνυσιν οὖν αὐτὸν μηδὲν ὠφελοῦντα, ἀλλ’ ἐκ περιστάσεως καὶ βλάψαντα· ἵνα εὐπαράδεκτος γένηται, κηρύσσων τὸ ἀφεῖναι μὲν αὐτὸν προδραμεῖν δὲ τῇ πίστει Χριστοῦ.

  41. 7.9.13.2

    Ἀλλοσ δὲ, ἀνωτέρω εἰπὼν, “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν,” ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο· ἀλλὰ καὶ ἐθανάτωσέ με. αὐτή μοι γενομένη εἰς θάνατον· εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν, καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν. καὶ φησὶ ὅτι “ἀφορμὴν λαβοῦσα, ἐξηπάτησέ με.” εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα· ὅτι, ἐκ τούτου δὲ εἰργάσατο· τι εἰργάσατο; τὴν ἐπιθυμίαν· καὶ τοῦτο ἀφεὶς, ἐπισυνάπτει τὸ τέλος. “καὶ ἀπέ- “κτεινεν·” ἱν ᾖ κατὰ συνέχειαν, εἰ τις ἀναλάβοι οὕτως αὐτῷ εἰρημένον. “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ἐπιθυμίαν.” τὴν δὲ ἐπιθυμίαν κατειργάσατο, ἀπατήσασα, τουτέστι δελεάσασα· ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν, ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας. ἡ δὲ ἐπιθυμία, τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία· ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς· διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης.

  42. 7.9.14.1

    Γενναδίου. “Ὥστε ὁ μὲν νόμος, ἅγιος· καὶ ἡ ἐντολὴ δικαία καὶ ἀγαθή. ὁ “μὲν,” σύνδεσμος, ἁπλῶς ἐνταῦθα παρέρριπται. νόμον δὲ καὶ ἐντολὴν, τὸ αὐτὸ εἰ βούλει εἰπέ. ἁγίαν μέντοι τὴν ἐντολὴν εἴρηκεν, ὡς τῆς ἁμαρτίας ἀπάγουσαν, καὶ διιστῶσαν καὶ ἀφορίζουσαν τοῦ κακοῦ· δικαίαν δὲ, ὡς μετὰ τοῦ δικαίου τιμῶσαν τὲ ὑπακούοντας, καὶ κολάζουσαν παρακούοντας. ἀγαθὴν δὲ, ὡς ὁδηγοῦσαν τὲ πρὸς τὸ ἀγαθὸν, καὶ δι’ ἀγαθότητα δοθεῖσαν Θεοῦ· καὶ καῶν παρεκτικὴν, τῷ τε παρέχειν τὴν δ ιάγνωσιν, καὶ τῷ μείζονα πειθομένοις ὑπισχνεῖσθαι κατάστασιν.

  43. 7.9.15.1

    Κυρίλλου. Εἴποις δ᾿ ἃν τὸν νόμον ἅγιον καὶ τὴν ἐντολὴν ἁγίαν καὶ δικαίαν καὶ ἀγαθήν· καὶ ὅτι ἀποφαίνει ἁγίους καὶ δικαίους τοὺς, οἵπερ ἃν ἕλοιντο φυλάττειν αὐτόν· καὶ ἀπαλλάσσει τῶν ἐκ παραβάσεως ἐγκλημάτων.

  44. 7.9.16.1

    Χρυσοστόμου. Εἰ γὰρ καὶ ἀκάθαρτοι γεγόνασιν Ἰουδαῖοι μετὰ τὸν νόμον, καὶ ἄδικοι καὶ πλεονέκται· οὐ καταργεῖ τοῦτο τοῦ νόμου τὴν ἀρετήν· ὥσπερ τοῦ Θεοῦ τὴν πίστιν οὐκ ἀναιρεῖ, ἡ ἀπιστία ἀυτῶν.

  45. 7.9.17.1

    Ωριγένουσ. Κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν. οὕτω λέγων· ὡς εἰ καὶ “ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς “ἐντολῆς ἐξηπάτησε,” καὶ διὰ τοῦτο ἀπέκτεινεν, οὐδὲν ἧττον τὴν ἀλήθειαν ὁμολογητέον· καὶ τὸν ἐγγεγραμμένον τῇ καρδίᾳ ὑπὸ τοῦ Θεοῦ νόμον ὡς ἅγιον ἀποδεκτέον. καὶ τὴν ἐντολὴν ὡς ἀγαθὴν καὶ ἐξ ἀγαθοῦ Θεοῦ ἐπαινετέον.

  46. 7.9.18.1

    Θεοδωρήτου. Ἄλλος δὲ νόμον μὲν τὸν Μωσαϊκὸν εἶπεν· ἐντολὴν δὲ τὴν τῷ Ἀδὰμ δεδομένην. ἣν ἁγίαν μὲν προσηγόρευσεν, ὡς τὸ δέον διδάξασαν· δικαίαν δὲ, ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενεγκοῦσαν. ἀγαθὴν δὲ, ὡς ζωὴν τοῖς φυλάττουσιν εὐτρεπίζουσαν.

  47. 7.9.19.1

    Φωτίου. Σὺ δὲ ἁπλῶς δύνασαι ἅγιον τὸν νόμον εἰπεῖν· ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτόν· δίκαιον, ὅτι τοὺς μὲν κατορθοῦντας, ἠμείβετο δωρεαῖς· τοῖς δὲ παραβαίνουσιν, ἐπετίθει τὰς τιμωρίας. ἀγαθὸν, ὅτι οὐχ ἡδόμενος ταῖς τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκόλαζεν· ἀλλὰ τῆς αὐτῶν ἕνεκεν σωτηρίας· καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μέγαλα ἐχαρίζετο· καὶ ἁμαρτάνοντας περιεῖπε· καὶ οὐ κατ’ ἀξίαν τῶν πλημμελημάτων ἐκόλαζεν· αὐτὸς δὲ ταῦτα παραδραμὼν ἐκ τούτων συμπεραίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἢ τὴν ἐντολήν. ἐξ ἑνὸς μὲν, ὅτι ἐδίδαξέ με τὴν ἁμαρτίαν· καὶ ἐπέταξε φυγεῖν αὐτήν. ἐξ ἑτέρου ’δε, ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν. ἅγιος οὖν, ὅτι ἐδίδαξε, καὶ ἐπέταξε φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας. δίκαιος, ὅτι διδάξας οὕτω, τὴν τιμωρίαν τοὺς ἁμαρτάνοντας ἀπαιτεῖ· ἀγαθὸς δὲ, ὅτι καὶ ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει.

  48. 7.13.verse.1

    Τὸ οὖν ἀγαθὸν ἐν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλ’ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.

  49. 7.13.1.1

    Κυρίλλου. Ἄγιος μὲν ὁ νόμος, ἅγια δὲ καὶ ἡ ἐντολὴ, καὶ ἀγαθή· εἶτα πῶς ἔφασκε· “καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, “αὕτη εἰς θάνατον;” ἀρα οὖν εἰπέ μοι γέγονεν ἡμῖν τὸ ἀγαθὸν ὀλέθρου πρόξενον; μὴ γένοιτο φησί. ἐπαιτιῶμαι γὰρ ἐν τούτοις ἥκιστα μὲν τὸν νόμον· ἕστηκα δὲ ὥσπερ τῆς ἁμαρτίας κατήγορος· καταβιάζεται γὰρ οὕτω τὴν ἀνθρώπου φύσιν, καὶ τῆς ἐν ἡμῖν διανοίας κεκράτηκεν· ὥστε αὐτὸν τὸν εἰς σωτηρίαν ἡμῖν καὶ ζωὴν δοθέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι πρόφασιν τοῖς ὑποζευγνύναι. πῶς ἣ τίνα τρόπον; εἰ γὰρ ἕψεται μὲν ἀεὶ τοῖς παρανομοῦσιν ἡ δίκη· διεληλάκαμεν δὲ πρὸς τοῦτο ἀσθενείας ἡμεῖς λοιπὸν ὡς ἀεὶ ταῖς παραβάσεσιν ἐναλίσκεσθαι, ἐναργὲς ἤδη πῶς, ὅτι κατὰ τοῦτον τὸν τρόπον ὁ σώζων νόμος, ὁ ἅγιός τε καὶ ἀγαθὸς, νεῦρον πῶς δοκεῖ γενέσθαι τῇ ἁμαρτίᾳ, καὶ ὁδὸς εἰς θάνατον τοῖς ὑφ’ ἁμαρτίαν. καὶ τάχα που φησὶν, “ἵνα “γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντο- “λῆς.” τοῖς μὲν γὰρ ἠγνοηκόσι τὸ τῷ δεσπότῃ δοκοῦν, ἕψεται μὲν πάντως τὸ ἐναλῶναι δίκαις· ἠνομήκασι γὰρ, εἰ καὶ μὴ ἐγνώκασι· πλὴν ἔστι τίς αὐτοῖς καὶ ἀπολογίας οὐκ ἀπίθανος οἶμαι λόγος· προβαλοῦνται γὰρ κατὰ τὸ εἰκὸς τὴν ἄγνοιαν. τοῖς γε μὴν ἐν νόμῳ τὸ μὴ εἰδέναι λέγειν τὸ θέλημα τὸ δεσποτικὸν, εἰκαῖον ἤδη πὼς· οὐκοῦν εἴ τις φαίνοιτο διαβιοῦν ἠρημένος ἀνοσίως, οὐκ ἀγνοίας ἔσται ἀλλ’ ἀπονοίας τὸ κατηγόρημα· καὶ τῆς ἀνωτάτω λοιπὸν ἀφιλοθεΐας. οὕτως ἃν λέγοιτο καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία. ἁμαρτωλοῦ μὲν γὰρ ὑπάρχοντος, καὶ τοῦ πεπλημμεληκότος ἐν ἀγνοίᾳ· ἥκιστά τε μὴν καθ’ ὑπερβολὴν λεγομένου τὲ καὶ ὄντος ἁμαρτωλοῦ.

  50. 7.13.2.1

    Θεοδωρήτου. Διὰ τοίνυν τοῦ ἀγαθοῦ, τουτέστι τοῦ νόμου καὶ τῆς ἐντολῆς, δείκνυται μοι ἡ ἁμαρτία, ἁμαρτία c. τουτέστι, κακὴ καὶ πονηρά. καὶ πῶς δείκνυται; κατεργαζομένη θάνατον. ἀπὸ γὰρ τοῦ καρποῦ γινώσκω τὸ δένδρον. καὶ τὸν θάνατον βλέπων, τὴν τούτου μητέρα μισῶ. τούτων δέ μοι ὁ νόμος διδάσκαλος. οὐ τοίνυν ὁ νόμος κακὸς, ὁ ταῦτα διδάσκων, ἀλλ’ ἡ ἁμαρτία προξενοῦσα τὸν θάνατον. ποιεῖ δὲ τὴν ἁμαρτίαν, τῆς ἡμετέρας προαιρέσεως ἡ ἐπὶ τὸ χεῖρον ῥοπή. εἰ γὰρ καὶ ἡ φύσις τὴν ἁμαρτίαν ὑποδείκνυσιν, ἀλλ’ οὖν γε ὁ νόμος ἀκριβέστερον ἡμᾶς ἐδίδαξε τῆς πονηρίας αὐτῆς τὴν ὑπερβολήν· τὸ δὲ “ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρ- “τωλὸς ἡ ἁμαρτία” ἐλλιπῶς κεῖται· προσυπακούεται δὲ, φανερά· οὕτω γὰρ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, “ἀλλ’ ἡ ἁμαρτία, ἵνα “φανῇ ἁμαρτία,” τουτέστιν, ἵνα γένηται διὰ τῆς ἐντολῆς φανερά· ὅτι καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ὑπάρχει ἡ ἁμαρτία· ἀντὶ τοῦ, πονηρά.

  51. 7.13.3.1

    Γενναδίου. Οὐκ ἄρα τοῦ κακοῦ μοι τὸ ἀγαθὸν αἰτιάσομαι· τῆς δὲ ἁμαρτίας κατηγορῶ, καὶ ταύτην μισῶ. καὶ πρὸς ταύτην οὐκ ἃν ἑκὼν σπεισαίμην ποτέ. ἵνα φανῇ, φησὶ, ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· αὕτη γὰρ βλάψασά με τῷ ἀγαθῷ, δι’ αὐτοῦ μοι τούτου, καὶ τὴν ἑαυτῆς φύσιν ἥτις ἐστὶ κατεφάνη. ἐλέγχεται γὰρ διὰ τοῦ νόμου, ἡλίκον κακὸν καὶ ὅσον ἐστὶν ἡ ἁμαρτία· τὸν γὰρ παρακελευόμενον αὐτήν μοι Φυλάττεσθαι καὶ δεδομένον εἰς συμμαχίαν, ὑποσκελίσασά με δι’ ἀπάτης, αὐτόν μοι τοῦτον ἐπέστησε φονευτήν.

  52. 7.13.4.1

    Φωτίου. Τὸ μέγεθος δὲ ἠθέλησε δεῖξαι τῆς ἁμαρτίας· καὶ ἐπειδὴ ταύτης εἰς κακίαν μεῖζον οὐκ ἦν εὑρεῖν· δι’ αὐτῆς ταύτης ἐνδεικνύμενος τὸ μέγεθος φησίν· “ἵνα φανῇ ἁμαρτία·” τουτέστιν ἵνα ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος, καὶ ἡ ἰσχὺς αὐτῆς ἡ ἐν αὐτῇ. οἷον ἵν ὅπερ ἐστιν ὅλη ὡς ὅλη γένηται ἐκφανής. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπερβολήν τινα θέλοντες παραστῆσαι, δυνάμεθα ἄλλο τι ἐπιφέρειν τῷ διασυρωμένῳ ὑφ’ ἡμῶν· οἷον μιαρὸς ἦν ἐπὶ τοσοῦτον ὁ Κάϊν· ὅτι καὶ ἀδελφοκτόνος ἐγένετο· καὶ Θεὸν πρῶτος ἐψεύσατο. καὶ πάλιν, οὐδὲ μετὰ τὴν τῶν τεραστίων ἐπίδειξιν παρεκλήθη Φαραὼ ἀπολῦσαι τοὺς Ἰσραηλίτας. ἵνα φανῇ αὐτοῦ τὸ ὠμὸν τῆς γνώμης καὶ θεομισές· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἔστι γὰρ εὑρεῖν τι χεῖρον τῶν ὑποκειμένων, οὗ μετασχόντες οἱ πονηρευόμενοι τὰς κατ’ ἐκεῖνο προσηγορίας ἐπιδέχονται. ἐπὶ δὲ τῆς ἁμαρτίας, ἐπεὶ ταύτης ὡς ἔφημεν οὐκ ἔστι χεῖρον εὑρεῖν· αὐτῆς ἐφ’ ἑαυτῆς κατηγόρησε. πικρῶς ἅμα καὶ δριμέως τὸν ὄγκον αὐτῆς, καὶ τὸ τυραννικὸν ἅμα καὶ ἀνυπέρβλητον ἐνδεικνύμενος. ἐπεὶ δὲ ἀσφαλέστερόν πὼς ἔδοξεν εἰρῆσθαι τῇ ταυτολογίᾳ τοῦ ὀνόματος· πάλιν δὲ μεταλαμβανομένου τοῦ ὀνόματος. ἔφη γὰρ παρωνύμως “ἁμαρτωλὸς ἡ ἁμαρτία.” ἡ τῆς δριμύτητος ἔνδειξις ἐξελύετο. παρονομάζει μὲν καὶ οὐ τελείως ἀφίσταται τοῦ ὀνόματος. ἐν ᾧ δὲ ἐκλελύσθαι ἐδόκει· τόνον ἐπάγει τῇ προσθήκῃ τοῦ “καθ’ ὑπερβολήν·” καὶ οὕτως ἐπὶ τὸ σαφέστερον ἅμα καὶ ἔντονον, καὶ τοῦ δριμέως ἐμφαντικὸν μεταλαβὼν τὸν λόγον φησίν· “ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία.”

  53. 7.13.5.1

    Χρυσοστόμου. Ἵνα δειχθῇ φησὶ ὅσον κακὸν ἡ ἁμαρτία· ἡ ῥάθυμος προαίρεσις· ἡ ἐπὶ τὸ χεῖρον ῥοπή. καὶ αὐτὴ δὲ ἡ πρᾶξις, καὶ ἡ διεφθαρμένη γνώμη. τοῦτο γὰρ ἁπάντων αἴτιον τῶν κακῶν. αὔξει δὲ αὐτὴν, δεικνὺς τῆς τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολήν. καὶ διδάσκων οἵου κακοῦ τὸ τῶν ἀνθρώπων ἀπήλλαξε γένος. ὁ καὶ διὰ τῶν κωλυόντων ηὔξαντο. δι’ ὧν δὲ αὐτῆς κατηγορεῖ, δείκνυσι πάλιν μειζόνως τοῦ νόμου τὴν ἀρετήν. οὐδὲ γὰρ μικρὸν ηὔξησε, δείξας ὅσον ἡ ἁμαρτία κακόν. καὶ πάντα τὸν ἰὸν αὐτῆς εἰς μέσον προσθείς. τοῦτο γὰρ ἐδήλωσεν εἰπών· “ἵνα γένηται “καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.” τουτέστιν ἵνα φανῇ ἡλίκον κακόν· ἡλίκος ὄλεθρος ἡ ἁμαρτία· τοῦτο δὲ διὰ τῆς ἐντολῆς ἐδείχθη· ἐκ τούτων, καὶ τὴν ὑπεροχὴν δείκνυσι τῆς χάριτος πρὸς τὸν νόμον, τὴν ὑπεροχὴν, οὐ τὴν μάχην. μὴ γὰρ τοῦτο ἴδῃς ὅτι χείρους ἐγένοντο οἱ δεξάμενοι. ἀλλ’ ἐκεῖνο σκόπει· ὅτι οὐ μόνον εἰς ἐπίτασιν τὴν κακίαν ἀγαγεῖν οὐκ ἤθελεν ὁ νόμος, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἐκκόψαι ἐσπούδαζεν· εἰ δὲ οὐκ ἴσχυσε, στεφάνου μὲν ἐκεῖνον ἀπὸ τῆς γνώμης· προσκύνει δὲ μειζόνως τὴν τοῦ Χριστοῦ δύναμιν, ἣ ποικίλον οὕτω κακὸν καὶ δισκαταγώνιστον, ἠφάνισέ τε καὶ πρόρριζον ἐκτεμοῦσα ἀνέσπασεν. ἁμαρτίαν δὲ ὅταν ἀκούσῃς, μὴ δύναμίν τινα ἐνυπόστατον νομίσῃς· ἀλλὰ τὴν πρᾶξιν τὴν πονηρὰν ἐπιγινομένην τὲ καὶ ἀπογινομένην ἀεί. καὶ οὔτε πρὸ τοῦ γενέσθαι οὖσαν, καὶ μετὰ τὸ γενέσθαι πάλιν ἀφανιζομένην. διὰ γὰρ τοῦτο καὶ νόμος ἐδόθη. νόμος δὲ οὐδέποτε ἐπ’ ἀναιρέσει τῶν φυσικῶν δίδοται, ἀλλ’ ἐπὶ διορθώσει τῆς κατὰ προαίρεσιν πονηρᾶς πράξεως.

  54. 7.13.6.1

    Θεοδώρου Μονάχου. Ἀλλὰ φέρε καὶ αὖθις περὶ τῶν εἰρημένων διεξέλθωμεν εὐκρινέστερον· ὥς τινος εἰπόντος κατὰ ἀντίθεσιν. τοῦτο ἀγαθὸν ὁ θανάτου κατέστη μόνον αἰτίον· ἀγαθοῦ δὲ οὐδενός; μὴ γένοιτο, φησί. ἀντὶ τοῦ, οὐχ οὕτως ἔχει· οὐ θανάτου μὲν αἴτιον ἐγένετο· ἀγαθὸν δὲ παρέσχεν οὐδέν· ἀλλὰ καί τινος ἐξ αὐτοῦ ἀπελαύσαμεν ἀγαθοῦ. ἡ ἁμαρτία φησὶ, ἵνα φανῇ ἁμαρτία· διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. εἰ γεγονὼς ὁ Ἀδὰμ κατελείφθη μηδένα νόμον δεξάμενος, οὐδὲν ἂν διήλλαττεν ἀλόγου. διάκρισιν μὲν οὐδεμίαν ἔχων καλοῦ τὲ καὶ χείρονος. πᾶν δὲ τὸ προστυχὸν ὡς ἔτυχε διαπραττόμενος. οὔτε οὖν ἁμάρτημα εἶναι τὸ ποιῆσαί τι τοῖς θείοις νόμοις ὑπεναντίον ἠπίστατο, οὔτε μὴν ἀγαθὸν τὸ ποιεῖν ὅσα ἐκείνοις ἀκόλουθα. πόθεν γὰρ καὶ εἰδέναι τοῦτο προσῆκε, νόμον οὐκ εἰληφότι; οὐκοῦν ἡ δόσις τῆς ἐντολῆς, καὶ διάκρισιν αὐτῷ τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παρέσχεν. ὑπακοῆς τὲ γὰρ ἐξουσία καὶ παρακοῆς αὐτῷ προὔκειτο, πρὸς ὃ ῥέπειν ἐβούλετο. καὶ ἐγνώρισεν αὐτῷ τι μὲν ἁμάρτημα, τι δὲ δικαιοσύνη. καλὸν μὲν εἶναι τὸ πεισθῆναι τοῖς νόμοις γνωρίζουσα· ἁμάρτημα δὲ, τὸ ποιεῖν τι τούτων ἀλλότριον. καὶ ἐπειδὴ παρέβη τὸ θεῖον ἐπίταγμα· εἶτα τὴν ὑπὲρ τούτου τιμωρίαν ἐδέξατο, μεῖζον ζον κατὰ τῆς ἁμαρτίας τὸ μῖσος ἐκτήσατο· πάλαι μὲν λόγῳ παιδευθεὶς, ὡς ἡ ἁμαρτία θανάτου παρεκτική. ὕστερον δὲ ἐπὶ τῶν ἔργων, τῆς ἁμαρτίας ἐγνωκὼς τὴν φαυλότητα· καὶ γὰρ ὅσῳ διὰ τὴν παράβασιν ὑπὸ τιμωρίαν κατέστη, τοσούτῳ μισεῖν τὴν ἁμαρτίαν, ὡς αἰτίαν αὐτῷ τῶν κακῶν παρεσκευάζετο. τὸ οὖν “ἡ ἁμαρτία “ἵνα φανῇ ἁμαρτία,” ἀντὶ τοῦ, ὥστε φανῆναι τὴν ἁμαρτίαν, ὅπερ ἐστι· τι δὲ τοῦτο; αὐτὸ τοῦτο ἁμαρτία. ἵν εἴπῃ κακόν. πόθεν δὲ τοῦτο ἐφάνη; διὰ τοῦ ἀγαθοῦ· ἵν εἴπῃ διὰ τῆς ἐντολῆς. καὶ ὅπως ἐφάνη· κατεργαζομένη θάνατον. ἀφ’ ὧν θανάτου γίνεται πρόξενος. συνεβάλετο οὖν μοι τὸ ἀγαθόν· ἵν εἴπῃ ἡ ἐντολὴ, πρὸς τὸ γνῶναι τὴν ἁμαρτίαν, ὅτι δὴ κακόν. ὥστε καὶ μισεῖν αὐτὴν διὰ τοῦτο. ἀγαθὸν ἄρα ἡ ἐντολὴ, τῆς διακρίσεως καὶ τοῦ πρὸς τὴν ἁμαρτίαν μίσους τὴν αἰτίαν ἡμῖν παρασχομένη. τὸ γὰρ “ἵνα” οὐκ ἐπὶ αἰτίας, ἀλλὰ τὸ ἑπόμενον συνήθως λέγει. ἀποδοτέον δὲ τὸ “διὰ “τοῦ ἀγαθοῦ μοι” κατὰ τὴν ἔννοιαν, τῷ “ἡ ἁμαρτία ἵνα φανῇ “ἁμαρτία·” οὐ τῳ ἑξῆς, τῷ, “κατεργαζομένη θάνατον.” λέγει γὰρ ὅτι διὰ τοῦ ἀγαθοῦ, τουτέστι τῆς ἐντολῆς, κατάδηλός μοι ἡ ἁμαρτία ἐγένετο, ἡλίκον ἔστι κακὸν, ὡς καὶ θάνατον ἀποτελεῖν κατὰ τῶν ἐπιτηδεύοντων αὐτήν.

  55. 7.14.verse.1

    Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικὸς εἰμὶ, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.

  56. 7.14.1.1

    Χρυσοστόμου. Ἐπειδὴ εἶπεν, ὅτι μεγάλα γέγονε κακά. καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη, τῆς ἐντολῆς ἐπιλαβομένη. καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη· καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν· λέγει καὶ τὸν λογισμὸν λοιπὸν καθ’ ὃν ταῦτα γέγονε· πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας· ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε· καὶ ὅτι ἐλθούσης αὐτῆς, ἡ ἁμαρτία ἔζησε· καὶ ὅτι δι’ αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινε e, τὸν νόμον τῶν κακῶν τούτων αἴτιον νομίσῃ τίς εἶναι· πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν, μετὰ πολλῆς τῆς περιουσίας· οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττων, ἀλλὰ καὶ ἐγκώμιον αὐτῷ πλέκων μέγιστον· καὶ τοῦτο, οὐχ ὡς αὐτὸς χαριζόμενος τίθησιν, ἀλλ’ ὡς κοινὴν εἰσφέρων ψῆφον· “οἴδαμεν γάρ,” φησι, “ὅτι ὁ νόμος πνευματικός “ἐστιν.” ὡς ἂν εἰ ἔλεγεν, ὅτι ὡμολογημένον τοῦτο καὶ δῆλον ἐστίν· ὅτι πνευματικός ἐστι. τοσοῦτον ἀπέχει ἁμαρτίας αἴτιος εἶναι f. ὁρᾷς ὅπως οὐ κατηγορίας αὐτὸν ἀπαλλάττει μόνον, ἀλλὰ καὶ ἐπαινεῖ μεθ’ ὑπερβολῆς ἁπάσης. πνευματικὸν γὰρ εἰπὼν, διδάσκαλον αὐτὸν δείκνυσιν ἀρετῆς ὄντα, καὶ κακίας πολέμιον. τοῦτο γάρ ἐστιν εἶναι πνευματικόν· τὸ, πάντων ἀπάγειν ὰμαρτημάτων· ὅπερ οὖν καὶ ὁ νόμος ἐποίει, φοβῶν, νουθετῶν, κολάζων, διορθούμενος· τὰ περὶ ἀρετῆς συμβουλεύων ἅπαντα. Θεοδρήτου. Ἢ πνευματικὸς ὁ νόμος, ὅτι θείῳ ἐγράφη πενύματι. ταύτης γὰρ μετέχων τῆς χάριτος, φησὶ, Μώσης, τὸν νόμον συνέγραψεν.

  57. 7.14.2.1

    Κυρίλλου. Ἢ καὶ ὡς πνευματικοὺς ἀποτελῶν, τοὺς πειθομένους αὐτῷ· νοεῖται δὲ πνευματικὸς, ὁ μὴ κατὰ σάρκα ζῶν, ἀλλ’ ἑπόμενος τῆ θελήσει τοῦ Πνεύματος ἀμωμήτως.

  58. 7.14.3.1

    Γενναδίου. Ἐπὶ πλέον οὖν τοῦ νόμου ὑπεραπολογούμενος, φησί· “ἐπίσταμαι ὅτι ὁ νόμος πνευματικός ἐστιν. ἵνα εἴπῃ τέλειος καὶ ἀνενδεὴς, καὶ ἀρετὴν ἀπηκριβωμένην ἀπαιτῶν, ἀθανάτοις προσήκουσαν· ἀλλ’ ἐγὼ τί πάθω; θνητὴν καὶ φθαρτὴν, καὶ πολλοῖς πάθεσιν ὑποκειμένην περικείμενος σάρκα.

  59. 7.14.4.1

    Κυρίλλου. Καὶ σαρκικὸς ὤν· ὡς τῷ τῆς σαρκὸς φρονήματι τυραννούμενος· ἑτέρου ὄντος τοῦ φρονήματος τῆς σαρκὸς, καὶ ἄλλου τοῦ πνεύματος. ἅπερ ἀντίκειται ἀλλήλοις· εἰ γὰρ καὶ ὁ νόμος πνευματικός ἐστι· τουτέστι τὰ τοῦ πνεύματος βούλεται· καὶ τὰ συμφέροντα ζητεῖ τῇ ψυχῇ· ἀλλ’ ἐγὼ τὰς τῆς σαρκὸς ἐπιθυμίας διώκων, σαρκικός εἰμι. οὐκ εἶπε δὲ ὑμεῖς οἱ τῷ νόμῳ χρώμενοι καὶ παραβαίνοντες. ἵνα μὴ τραχὺν καὶ ἐπαχθῆ ποιήσῃ τὸν λόγον. ἀλλ’ ἐγώ φησι, τὰ ἐκείνων, ἐφ’ ἑαυτοῦ σχηματίζων. καὶ ἐφεξῆς δὲ οὕτω ποιεῖ· τὸ τραχὺ καὶ σφοδρὸν ἐκλύων τῇ περὶ αὐτοῦ σχηματολογίᾳ.

  60. 7.14.5.1

    Χρυσοστόμου. Ἢ τὸ, ἐγώ φησι, τὸν ἐν τῷ νόμῳ καὶ πρὸ τοῦ νόμου πολιτευόμενον ἄνθρωπον ὑπογράφων νῦν.

  61. 7.14.6.1

    Θεοσωρήτου. Καὶ ὅλως, τὸν πρὸ τῆς χάριτος ἄνθρωπον εὶσάυων, πολιορκούμενον ὑπὸ τῶν παθῶν· σαρκικὸν γὰρ καλεῖ τὸν μηδέπω τῆς πνευματικῆς ἐπικουρίας τετυχηκότα· τὸ δὲ “πεπρα- “μένος ὑπὸ τὴν ἁμαρτίαν,” διὰ τῆς προφητικῆς νοήσομεν χρήσεως. “ἰδοὺ,” φησὶ, “ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε·” τοῦτο καὶ ἐνταῦθα φησί· ηὐτομόλησα πρὸς τὴν ἁμαρτίαν· καὶ ἐμαυτὸν αὐτῇ πέπρακα· ἐκδεδομένος ὥσπερ εἰς πταίσματα.

  62. 7.14.7.1

    Γενναδίου. Τὸ γὰρ “πεπραμένος” ἀντὶ τοῦ ὡς πεπραμένος λέγει. καὶ τοῦτο δὲ ἰδίωμα γραφικόν· τὸ δίχα τοῦ ὁμοιωματικοῦ ἐπιρρήματος, λέγειν τί τῶν προκειμένων πολλάκις. οἷον ἐστὶ καὶ τὸ, “ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.” ἔοικε δὲ τὸ, “ δοῦλοι ἦτε “ τῆς ἁμαρτίας,” ἐν τοῖς ἔμπροσθεν εἰρημένον, καὶ τῷ παρὰ τῷ προφήτῃ, “τίνι ὑπόχρεως ὣν, πέπρακα ὑμᾶς. ἀλλ’ ἣ, ταῖς ἁμαρ- “ τίαις ὑμῶν ἐπράθητε.” καὶ τῷ ἐν τοῖς εὐαγγελίοις λεγομένῳ, “ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἔστι τῆς ἅμαρτ”’ ὄντως γὰρ, ὦτ’ τίς ἥττηται, τούτω καὶ δεδούλωται.

  63. 7.14.8.1

    Χρυσοστόμου. “ Σαρκικός εἰμι,” φησὶ, “ πεπραμένος ὑπὸ “ τὴν ἁμαρτίαν.” μετὰ γὰρ τοῦ θανάτου, καὶ ὁ τῶν παθῶν ἐπεισ- ἦλθεν ὄχλος. ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶμα· ἐδέξατο καὶ ἐπι- θυμίαν ἀναγκαίως λοιπὸν, καὶ ὀργὴν, καὶ λύπην, καὶ τὰ ἄλλα πάντα· ἃ πολλῆς ἐδεῖτο φιλοσοφίας, ἵνα μὴ πλημμύραντα ἐν ἡμῖν, καταποντίσῃ τὸν λογισμὸν εἰς τὸν τῆς ἁμαρτίας βυθόν. αὐτὰ μὲν γὰρ οὐκ ἦν ἁμαρτία· ἡ δὲ ἀμετρία αὐτῶν μὴ χαλινου- μένη, τοῦτο εἰργάζετο· οἷον, ἵν ὡς ἐπὶ παραδείγματος, ἓν αὐτῶν μεταχειρισάμενος εἴπω, ἡ ἐπιθυμία ἁμαρτία μὲν οὐκ ἔστιν· ὅταν δὲ εἰς ἀμετρίαν ἐκπέσῃ· εἴσω τῶν τοῦ γάμου νόμων οὐκ ἐθέλουσα μένειν, ἀλλὰ καὶ ἀλλοτρίαις ἐπιπηδῶσα γυναιξὶ, τό τε λοιπὸν μοιχεία γίνεται. ἀλλ’ οὐ παρὰ τὴν ἐπιθυμίαν, ἀλλὰ παρὰ τὴν ταύτῃ, πλεονεξίαν. καὶ σκόπει σοφίαν Παύλου· ἐγκωμιάσας γὰρ τὸν νόμον, ἐπὶ τὸν ἀνωτέρω χρόνον ἔδραμεν εὐθέως· ἵνα δείξῃ πῶς καὶ τότε τὸ γένος διέκειτο τὸ ἡμέτερον· καὶ ἡνίκα τὸν νόμον ἔλα- βεν, ἀποφήνῃ τῆς χάριτος ἀναγκαίαν οὖσαν τὴν παρουσίαν. ὅπερ πανταχοῦ κατασκευάσαι ἐσπούδακε. τὸ γὰρ “ πεπραμένος ὑπὸ “ τὴν ἁμαρτίαν” ὅταν λέγῃ, οὐ περὶ τῶν ἐν τῷ νόμῳ λέγει μόνων, ἀλλὰ καὶ τῶν πρὸ τοῦ νόμου βεβιωκότων, καὶ τῶν ἐξαρχῆς γενομένων ἀνθρώπων.

  64. 7.14.9.1

    Ωριγένουε. Ζήτημα καὶ ἀνακύπτει ἀπὸ πάσης τῆς προκειμένησ περικοπῆς. πῶς ταῦτα λέγων ὁ Παῦλος, οὐ δοκεῖ ἐναντιοῦαθσι τοῖς ἰδίοις λόγοις, ἐν oh λέγει, “ ἠγοράσθητε τιμῆς. ” καὶ “ Χριστὸς ἡμᾶς ἐξηγόρασε.” καὶ “ ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν “ ἐμοὶ Χριστλ” εἰ μή που εἴπωμεν, ὅτι προσωποποιtας ἔχει διαφόρους ὁ λόγος. καὶ συσχηματίζονται αἱ περικοπαὶ πρὸς τὰς διαφόρους ποιότητας τῶν προσώπων. ὁ γοῦν παρὼν λόγος ἁρμόζει λέγεσθαι ὑπὸ τῶν μεμαθηκότων μὲν τὰ τοῦ νόμου, ὅτι θεῖος ἐστί· καὶ βλεπόντων αὐτοῦ τὰ προστάγματα, ὅτι εἰσὶ καλά. οὐδὲν δὲ ἦττον ὡς πεπραμένων ὕπο τὴν ἁμαρτίαν, καὶ σαρκικῶν ὄντων. οὐ γινωσκόντων πὼς ἐμπίπτουσιν ὕπο τὴν αμαρτιαν.

  65. 7.15.verse.1

    Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὁ θέλω, τοῦτο πράσσω· ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ. εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός.

  66. 7.15.1.1

    Γενναδίου. Ἐπειδὴ εἶπε τὸ, “πεπραμένος ὑπὸ τὴν ἁμαρ- “τίαν.” καὶ διὰ τούτου τὴν μὲν ἐν τάξει δεσποίνης ὑπέθετο. ἑαυτὸν δὲ ἐν δούλου, πρὸς τοῦτο ἀκολούθως ἐπάγει, “ὃ γὰρ κατερ- “γάζομαι, οὐ γινώσκω.” τοῦτο γὰρ ἴδιον οἰκετῶν, τὸ μὴ γνώμης ἰδίας εἶναι κυρίους· ἀλλὰ δεσποτικοῖς ὑποκεῖσθαι προστάγμασι. πολλάκις γοῦν τί, φησι, οὐ προαιρούμενος αὐτὸς διαπράττομαι· τὸ γὰρ οὐ γινώσκω, οὐχ ὅτι ἀγνοῶ λέγει. πῶς γὰρ ἣ ὃ πράττει τίς, τοῦτο αὐτὸν ἀγνοεῖν ἐγχωρεῖ; ἢ ὅλως ἃν αὐτῷ τὸ τοιοῦτον εἰς σφάλμα καταλογίζοιτο. ἀλλὰ τὸ, οὐ γινώσκω τοιοῦτόν ἐστιν, οἷον τὸ ἐν εὐαγγελίοις τοῦ Σωτῆρος· “οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε “ἀπ’ ἐμοῦ,” ἀντὶ τοῦ, κατεργάζομαί τι πολλάκις· οὐκ οἰκειούμενος οὐδὲ χαίρων· οὐδὲ ἡδόμενος αὐτῷ κατὰ πρόθεσιν· οὐδὲ ἐμαυτοῦ συντόμως εἰπεῖν ἐπακούων, ἀλλὰ ἄλλου. καὶ ὅτι τοῦτο οὕτως ἔχει, φησὶ, δῆλον· “οὐ γὰρ ὃ θέλω, τοῦτο ποιῶ. ἀλλ’ ὃ “μισῶ, τοῦτο πράσσω.” τουτέστιν ἃ μὲν αὐτὸς ἐμαυτῷ θέλω, τούτων οὐδὲν διαπράττομαι. ποιῶ δὲ τἀναντία· καὶ ἃ μισῶν οὐκ ἂν ἐμαυτῷ βουληθείην ποτέ. διὰ μέντοι τῶν τοιούτων τὸν τοῦ Σωτῆρος ἐκεῖνον νόμον παραβαίνειν φησί· τὸν φυσικὸν τε καὶ περιεκτικὸν τῶν ἁπάντων· τὸν, “ὅσα ἃν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ “ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.

  67. 7.15.2.1

    Χρυσοστόμου. Ὃ τοίνυν, φησὶ, κατεργάζομαι ἀγνοῶ. καὶ πότε τοῦτο γέγονεν; οὐδεὶς γὰρ οὐδέποτε ἐν ἀγνοίᾳ ἥμαρτεν· ὁρᾷς ὅτι ἐὰν μὴ μετὰ τῆς προσηκούσης εὐλαβείας τὰς λέξεις ἐκδεξώμεθα· καὶ πρὸς τὸν ἀποστολικὸν ἴδωμεν σκοπόν, μυρία ἕψεται τὰ ἄτοπα εἰ γὰρ ἀγνοοῦντες ἡμάρτανον, οὐδὲ δίκην ἦσαν ἄξιοι δοῦναι· ὥσπερ οὖν ἀνωτέρω ἔλεγε “χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά·’ οὐ τοῦτο δηλῶν, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες· ἀλλ’ ὅτι ᾔδεσαν μέν οὐχ οὕτω δὲ ἀκριβῶς. διόπερ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς. καὶ πάλιν “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν.” οὐ τὴν καθόλου ἄγνοιαν δηλῶν· ἀλλὰ τὴν σαφεστέραν γνῶσιν ἐμφαίνων. ἔλεγε δὲ ὅτι “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.” οὐ τοῦτο λέγων, ὅτι ἡ ἐντολὴ τὴν ἐπιθυμίαν ἐποίησεν· ἀλλ’ ὅτι τὴν ἐπίτασιν τῆς ἐπιθυμίας ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐπεισήγαγεν. οὕτω καὶ ἐνταῦθα, οὐ τὴν καθόλου ἀγνοίαν δηλοῖ· λέγων, “ὃ γὰρ κατεργάζομαι οὐ “γινώσκω·” ἐπεὶ πῶς συνήδετο τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· τι οὖν ἐστιν “οὐ γινώσκω;” σκοτοῦμαι φησὶν, συναρπάζομαι. ἐπήρειαν ὑπομένω· οὐκ οἶδα πῶς ὑποσκελίζομαι· ὅπερ καὶ ἡμεῖς εἰώθαμεν λέγειν. οὐκ οἶδα πῶς ὁ δεῖνα ἐλθὼν, συνήρπασέ με. οὐκ ἄγνοιαν προβαλλόμενοι· ἀλλὰ ἀπάτην τινὰ καὶ περίστασιν, καὶ ἐπιβουλὴν ἐμφαίνοντες.

  68. 7.15.3.1

    Θεοδώρου Μονάχου. Οὔκουν ὡς ἀγνοῶν μετὰ τὸν νόμον τὴν ἁμαρτίαν, τὸν νόμον λέγει ὅτι καλός· ἀλλὰ ἀντὶ τοῦ, πῶς αὐτὴν ποιῶ. ἢ πῶς ὑποκλέπτομαι, καὶ οὐκ αἰσθάνομαι· οἷον πολλάκις κρίνας κρατῆσαι θυμοῦ, ἡττήθην· καὶ θυμωθεὶς, ἔπραξα, ἃ μὴ ἐβουλόμην. ὥσπερ ὑπὸ δεσπότου τινὸς τῆς ἁμαρτίας ταττόμενος. ᾗ ἐμαυτὸν πέπρακα. οὐχ ἑαυτοῦ δὲ κατηγορεῖ, ἀλλὰ τὸν καινὸν ἄνθρωπον ἐν ἑαυτῷ ὑπογράφει, τὸ φορτικὸν ἐφ’ ἑτέρου τάξαι παραιτούμενος. καὶ δείκνυσιν ὅτι ὅσοι ὑπὸ νόμον ἐσμὲν, ὀρεγόμεθα μὲν τῆς ἀρετῆς, ἡττώμεθα δὲ ἡδονῆς. οὐ μὴν ὅσοι ὑπὸ χάριν, ὡς δι’ αὐτὴν ἔξω γεγονότες ἁμαρτίας. ὑφ’ ἧς οὐ κατεχόμεθα, ἐὰν μὴ δράμωμεν εἰς αὐτήν.

  69. 7.15.4.1

    Θεοδωρήτου. Καὶ εἰκότως ἀγνοεῖν φησι· ὁ γὰρ ἡττώμενος ὑπὸ τῆς ἡδονῆς, καὶ μέν τοι καὶ τῆς ὀργῆς τῷ πάθει μεθύων, οὐκ ἔχει σαφῆ τὴν γνῶσιν τῆς ἁμαρτίας· μετὰ δέ γε τὴν παῦλαν τοῦ πάθους, τὴν αἴσθησιν δέχεται τοῦ κακοῦ· τὶ δὲ, “οὐ γὰρ ὃ θέλω, “τοῦτο πράσσω. ἀλλ’ ὃ οὐ θέλω, τοῦτο ποιῶ,” κατόρθωμα ἐμφαίνει τοῦ νόμου· τὸ διδάξαι τι τὸ κακόν. καὶ μῖσος ἐνθεῖναι τῇ ψυχῇ κατὰ τούτου. τὸ μέν τοι “ὃ οὐ θέλω, καὶ ὃ μισῶ,” οὐκ ἀνάγκης ἀλλ’ ἀσθενείας δηλωτικά· οὐ γὰρ ὑπ’ ἀνάγκης τινὸς καὶ βίας ὠθούμενοι, πλημμελοῦμεν. ἀλλ’ ὑπὸ τῆς ἡδονῆς καταλεγόμενοι, ποιοῦμεν, ἅπερ ὡς παράνομα βδελυττόμεθα.

  70. 7.15.5.1

    Χρυσοστόμου. Πῶς οὖν ὁ γινώσκεις ὃ κατεργάζῃ; εἰ γὰρ θέλεις τὸ καλὸν, καὶ μισεῖς τὸ πονηρὸν, γνώσεως τοῦτο ἀπηρτισμένης ἐστίν. ὅθεν δῆλον, ὅτι καὶ τὸ, “οὐ Θέλω” εἴρηκεν, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν, οὐδὲ ἀνάγκην τινὰ εἰσάγων βεβιασμένην. εἰ γὰρ οὐχ ἑκόντες ἀλλ’ ἀναγκαζόμενοι ἡμαρτάνομεν, πάντα τὰ τῶν κολάσεων τῶν ἔμπροσθεν γεγενημένων, οὐκ ἃν ἔχοι λόγον. ἀλλ’ ὥσπερ “οὐ γινώσκω” εἰπών· οὐκ ἄγνοιαν ἐνέφηνεν· ἀλλ’ ἅπερ εἰρήκαμεν, οὕτω καὶ τὸ, “οὐ θέλω” προσθεὶς, οὐκ ἀνάγκην ἐδήλωσεν, ἀλλὰ τὸ μὴ ἐπαινεῖν τὰ γινόμενα· ἐπεὶ εἰ μὴ ἦν τοῦτο δηλώσας, τῷ εἰπεῖν “ὃ οὐ θέλω, τοῦτο πράσσω,” ἐπήγαγεν ἃν, ἀλλ’ ὃ ἀναγκάζομαι καὶ βιάζομαι, τοῦτο ποιὼ τοῦτο γὰρ τῷ θέλει, καὶ τῇ ἐξουσίᾳ ἀντίκειται· νυνὶ δὲ οὐ τοῦτο εἴρηκεν· ἀλλ’ ἀντὶ τούτου, τὸ “μισῶ” τέθεικεν· ἵνα μάθῃς, ὅτι καὶ ἐν τῷ εἰπεῖν οὐ θέλω, οὐ τὴν ἐξουσίαν ἀνεῖλε. τι οὐν ἐστιν “οὐ θέλω;” ὃ μὴ ἐπαινῶ· ὃ μὴ ἀποδέχομαι· ὃ μὴ φιλῶ.

  71. 7.15.6.1

    Κυρίλλου. τινὲς δὲ τῶν ἀμαθεστέρων, οἴονται τὸν τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδα πῶς πρεσβεύειν ἐγνώκασιν ἐκεῖνοι, πλανῶντες τὲ καὶ πλανώμενοι. εἱμαρμένην γὰρ πλαστουργοῦντες τινὰ, καὶ τύχην, κατὰ τὸ σφίσι δοκοῦν· εἶτα τὸ κρατεῖν τῶν καθ’ ἡμᾶς πραγμάτων ταῖς οὐκ οὔσαις ἀνάπτοντες, παραιροῦνται τὸν ἄνθρωπον τοῦ ὅτι μάλιστα πρέποντος αὐτῷ· φημὶ δὲ τοῦ χρῆναι βιοῦν ἐλευθέρως· ἀνειμένην τὲ καὶ ἐθελούσιον ἔχοντα τὴν ῥοπὴν, τὴν ἐφ’ ὅπερ ἃν ἕλοιτο τῶν πρακτέων. ἀνάγκῃ ’δε ὡσπερ καὶ τοῖς παρ’ ἐκείνων ὀροῖς τε καὶ ψήφοις ὑπάγοντες, οὐ μετρίως ἀδικοῦσι τοὺς κατὰ τόνδε τὸν βίον· εἰ γάρ τις ἴοι κατ’ αὐτοὺς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις, οὐκ ἐνὸν αὐτῷ, κἂν εἰ βούλοιτο τυχὸν τῆς εἱμαρμένης τὸ νεῦμα διαφυγεῖν· οὐδ’ ἃν ὅλως διαμωμήσαιτό τις εὖ φρονῶν· κἂν εἰ ὁρῶτο πλημμελῶν· ὃ γὰρ ἦν ἀνάγκῃ καὶ οὐχ ἑκόντα δρᾶν, εἰ ἁλίσκοιτο πεπραχὼς, ἔξω που πάντως αἰτίας ἔσται καὶ δίκης· ἐπαινέσαι δ’ ἄν τις οὐ λίαν ἐμφρονως, τον επιεικη κα κόσμιον· τι γὰρ εἰ γέγονε τοιοῦτος, ουχ ἑκὼν, ἄλλα τοῖς ἑτέρων νεύμασι παρενηνεγμένος εἰς τοῦτο· μᾶλλον δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἀνάγκην κατεξανιστάσης τῆς τύχης;

  72. 7.15.6.2

    Οὐκοῦν ἀπηχὲς μὲν παντελῶς τὸ ταῖς Ἑλλήνων τερθρείαις συναποφέρεσθαι λέγειν τὸν τῶν καλλίστων εἰσηγητήν· ἤγουν οἴεσθαι τῆς ἐκείνων ἀβελτηρίας ἰέναι κατόπιν, τὸν τῶν θείων ἡμῖν μυστηρίων γεγονότα ταμίαν· εἰ λέγοι τυχὸν, “ὃ γὰρ κατεργάζομαι οὐ “γινώσκω· οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω· ἀλλ’ ὃ μισῶ, τοῦτο “ποιῶ.” εἰ γὰρ δή τις ὅλως διισχυρίσαιτο· καὶ δὴ καὶ ἕλοιτο φρονεῖν ὡς εἱμαρμένῃ καὶ τύχῃ τῶν καθ’ ἡμᾶς ἀπονενέμηκεν ἐξουσίαν, πῶς οὐκ ἃν εἰκότως ἔροιτο ἃν αὐτὸν ἐκεῖνον που λέγων· εἰ σκληραῖς καὶ δυσαρτήτοις ἀνάγκαις ἐνειλημμένοι, τῶν πρακτέων, ἣ μὴ, κύριοι μὲν ἡμεῖς οὐδαμόθεν καθεστήκαμεν· εἴκομεν δὲ μᾶλλον ὡς κρατοῦσιν ἑτέροις· καὶ τοῦ κατὰ γνώμην εἰργόμεθα, πῶς ἡμῖν γέγραφας αὐτός· “ἣ ἀγνοεῖτε ἀδελφοί· εἰδόσι γὰρ νόμον “λαλῶ· ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου, ἐφ’ ὅσον χρόνον ζῆ; κυριεύει δὴ οὖν τίνα τρόπον τῶν ζώντων ὁ νόμος. ἀπρακτήσει μὲν γὰρ ἀραρότως ἐπὶ τοῖς τεθνεῶσιν· ὁρίζεται δὲ οὐκ ἐκείνοις πόθεν. ἀλλὰ τοῖς ἔτι τὸν ἐν σώμασι τρίβουσι βίον. καὶ στεφανοῖ μὲν ἐπαίνοις, τὸν εὐδοκιμεῖν εἰωθότα· καταψηφίζεται δὲ τῶν βεβήλων τὴν δίκην. εἶτα πῶς ὁ νομοθέτης ὅσιος ἔσται κριτής· κολάζων ἡμαρτηκότας τοὺς εἰς τοῦτο πεσεῖν ἀβουλήτως ἐκ ψυχῆς ἠναγκασμενους;

  73. 7.15.6.3

    Μαλλὸν δὲ τί καὶ ὅλως τὸν νόμον ὡρίσατο. τοῖς μὲν γὰρ ἔχουσιν ἐπ’ ἐξουσίας, ἃ ἃν βούλοιντο δρᾶν, ὁσίαν ὁ νόμος ὁρίζει τὴν δίκην· εἰ παρὸν εὐδοκιμεῖν ταῖς ἀγαθοεργίαις ἐπίδοντας τὸν νοῦν, αὐτοὶ τὰ αἰσχίω τετολμήκασι· καὶ τῶν ἀμεινόνων ἠλλάξαντο τὰ διὰ νόμου κατεγνωσμένα. τοῖς γε μὴν ἐπηρτημένον ἔχουσι τὸν τῆς ἀνάγκης ζυγόν· καὶ ᾗπερ ἃν τοῖς κρατοῦσι δοκῇ, τρεπομένοις ἀεὶ, πέριττον οἴμαι που τὸ θέσπισμα· καὶ τοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐδ᾿ ἃν ἡμῖν ὁ πάντα εἰδὼς τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπετίθει τὸ αὐτῷ δοκοῦν εὖ μάλα βραβεύοντα, καὶ παιδαγωγοῦντα πρὸς τὸ συμφέρον, εἰ τοῖς εἱμαρμένης βρόχοις ἐνειλημμένους ἠπίστατο; ἣ γὰρ ἐκεῖνο λεγόντων οἱ δι’ ἐναντίας, ὡς ἠγνόηκε τοῦτο Θεός. ἣ εἴπερ ὀρθὰ φρονεῖν ᾑρημένοι δεδίασι σφόδρα τὸ τῆς ἀρρήτου δόξης καταχέαι τὴν ἄνοιαν ἣ τὴν ἄγνοιαν. νενομοθετήκασι δέ φασιν, καὶ μὴν καὶ τῶν πλημμελούντων καθορίσαι τὰς δίκας, ὁμολογήσουσιν ἐναργῶς, οἳ δέ g που πάντως ἐλευθέρῳ φρονήματι διαζῶντα τὸν ἄνθρωπον· καὶ ῥοπαῖς ἐθελουσίοις ἐφ’ ὅπερ ἃν καὶ βούλοιτο διάττειν ἰσχύοντα, παραποδίζοντος οὐδενός.

  74. 7.15.6.4

    Ταύτητοι καὶ ὁ θεσπέσιος Παῦλος κυριεύειν ἔφη τοῦ ἀνθρώπου τὸν νόμον ἐφ’ ὅσον χρόνον ζῆ· οὐκοῦν, οὐχ ὡς τῆς ἀνθρώπου διανοίας τοῖς ἑτέρων ὑποκειμένης νεύμασι, τὰ τοιάδε φησίν· Φιλοσοφεῖ δὲ, καὶ τῆς ἀνθρώπου φύσεως τὰ πάθη περιεργάζεται· μονονουχὶ δὲ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀρρωστημάτων· καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται· τοῦ νοσοῦντος ἔτι τὴν φιλοσαρκίαν ἑαυτῷ τὸ πρόσωπον εὖ μάλα περιτιθείς. εἰ γὰρ καὶ ἐσταύρουται μὲν αὐτὸς τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ· καὶ ἦν ἀξιάγαστος ἀληθῶς, ἀλλ’ ἡγεῖτο σοφὸν, μὴ εἰς τὸ οἰκεῖον χάρισμα βλέπειν, ἀλλὰ τὴν τῶν οὔπω κατ’ αὐτὸν γεγονότων ἀσθένειαν, ὑπόθεσιν ἀναγκαίαν ποιεῖσθαι τῷ λόγῳ. ὅταν οὖν ἀκούσῃς λέγοντος· “ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω,” τινὰς τῶν ὑπεράγαν ἁμαρτωλῶν· οἰομένους ὅτι τὸν πανάριστον ἀληθῶς θὼς διαζῶσι βίον. καὶ ὅτι τῆς ἐν τῷδε τῷ βίω τρυφῆς καὶ ἐξιτηλίασ, οὐδὲν ἃν γένοιτο τὸ ἰσοστατοῦν· καταμυσάττονται μὲν γὰρ τῆς ἐπιεικείας τοὺς τρόπους· ἐναβρύνονται δὲ καὶ ἐνσπαταλῶσι λίαν, ταῖς σφῶν αὐτῶν ἡδοναὶ καὶ πέρι ἀυτῶν αντῶν που φησι ὁ Παῦλος, “οἱ τὰ ἐπίγεια φρονοῦντες. ὧν ὁ Θεὸς, ἡ κοιλία· καὶ ἡ “δόξα αὐτῶν ἐν τῇ αἰσχύνῃ αὐτῶν·” οὗτοι φαῖεν ἃν ὥς τι τῶν ἄγαν ἐπαινουμένων πληροῦντες τὸ φαῦλον. “ὃ γὰρ κατεργάζομαι, “ οὐ γινώσκω·” οὐκοῦν οὗτοι ἀκουέτωσαν. “ἐκνήψατε οἱ μεθύοντες “ἐξ οἴνου αὐτῶν.” ὅνπερ γὰρ τρόπον οἱ φιλοπόται καὶ κάτοινοι παρακεκομμένοι τῷ πάθει, τῆς διανοίας τὸ ἀκριβὲς, οὐκ ἃν εἰδεῖεν τὰ σφίσι δρώμενα κατὰ τὸν τοῦ μεθύειν καιρόν· οὕτως οἱ τὴν φρένα κατερρωστηκότες ἐκ φιλοσαρκίας καὶ τῶν αἰσχίστων ἡδονῶν οὐδὲ ὁ τί ποτε δρῶσιν, εἰδεῖεν ἄν. νόσημα δὴ οὖν ἀνθρώπου καρδίας ὁ Παῦλος ἡμῖν ἐξηγεῖται, λέγων “ὃ κατεργάζομαι οὐ “ γινώσκω.” εἰ δὲ δή τις εἴη τοῖς μὲν ἀπὸ τοῦ συνειδότος ἐλέγχοις τρυφερωτέραν ὥσπερ ὑπέχων τὴν ἑαυτοῦ καρδίαν· καὶ ἀσχάλλων μὲν ὅτι πλημμελεῖ· πλὴν ἔτι πλεονεκτούμενος ταῖς εἰς ἁμαρτίαν ἡδοναῖς· καὶ οἷον ἀβουλήτως ἰὼν πρὸς τὸ πλημμελὲς, φαίη ἃν εἰκότως, “οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω· ἀλλ’ ὃ μισῶ, τοῦτο “ ποιῶ·” ὡς πολλοὶ πολλάκις τεθαυμάκασι μὲν τὴν ἐγκράτειαν. καὶ δὴ μελέτης τῆς εἰς αὐτὴν ἀρξάμενοι, τοῖς τῆς μυσαρᾶς ἡδονῆς νενίκηνται κέντροις. καὶ ὀκλάσαντος αὐτοῖς τοῦ νοῦ πρὸς τὸ χεῖρον, ἐνηργήκασι τὴν ἁμαρτίαν. κατηφείας γε μὴν μετὰ τοῦτο μεμέστωνται. τούτ’ ὄις ἃν πρέποι καὶ μάλα εἰκότως, μονονουχὶ καὶ ἀβουλήτως ἠσθενηκόσι, τὸ φάναι δὴ πάλιν· “νυνὶ δὲ ἐγὼ “οὐκέτι κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.”

  75. 7.15.7.1

    Χρυσοστόμου. Εἰπών γε μὴν “εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλὸς,” δείκνυσι τέως τὴν διάνοιαν οὐ διεφθαρμένην. ἀλλὰ καὶ ἐν τῇ πράξει τὴν οἰκείαν διατηροῦσαν εὐγένειαν. εἰ γὰρ καὶ μετέρχεται τὴν κακίαν, ἀλλὰ μισοῦσα μετέρχεται· ὃ καὶ τοῦ φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ μέγιστον ἐγκώμιον ἃν εἴη. ὅτι γὰρ καλὸς ὁ νόμος φησὶ, δῆλον ἐξ ὧν ἐμαυτου κατηγόρων παρακούω του νόμου, καὶ μισῶ τὸ γεγενημένον. καὶ τοι εἰ ἁμαρτίας αἴτιος ἦν ὁ νόμος, πῶς αὐτῷ συνηδόμενος τὸ παρ’ αὐτοῦ κελευόμενον γενέσθαι ἐμίσει;

  76. 7.15.8.1

    Γενναδίου. Εἰ τοίνυν ἃ μὴ αὐτὸς θέλω ταῦτα ποιῶ, δι’ αὐτοῦ τούτου τὸ τὸν νόμον εἶναι καλὸν, καθομολογῶ· ἃς γὰρ ἐκεῖνος κακίζων πράξεις ἀπαγορεύει μοι, τούτων καὶ αὐτὸς ἐγὼ κατέγνωκα. κἂν μετίω τοῖς ἔργοις αὐτά.

  77. 7.15.9.1

    Θεοδωρήτου. Καὶ αὐτὸ δὲ τὸ μῖσος, ὃ περὶ τὴν ἁμαρτίαν ἔχω, παρὰ τοῦ νόμου λαβὼν ἔχω· οὐκοῦν συνηγορῶ τῷ νόμῳ, καὶ εὖ αὐτὸν ἔχειν ὁμολογῶ.

  78. 7.15.10.1

    Φωτίου. Σὺ δέ μοι οὕτω διαλεύκανον τὰ ῥητά. μετὰ τὸ πραθῆναι καὶ γενέσθαι ὑπὸ τὴν ἁμαρτίαν τὸν ἄνθρωπον, οὐ γινώσκει ὃ κατεργάζεται· τῆς συνηθείας τῆς αἰσχρᾶς, παντελῶς αὐτοῦ κυριευσάσης· καὶ μὴ συγχωρούσης εἰδέναι ὅτι κακόν ἐστιν ὃ πράσσει. διὸ καὶ ὃ ἐμίσει ἃν, εἰ ἄπρακτος καὶ ἐλεύθερος ἦν· καὶ ὃ οὐκ ἃν εἵλετο, τοῦτο καὶ αἱρεῖται. πεπραμένος ἤδη ὣν καὶ πράττει. εἰ δ̀οὲ ἐλεύθερος ὣν καὶ ἄπρακτος καὶ κατὰ φύσιν, οὐκ ἃν εἱλόμην ἃ νῶν ποιῶ, συμμαρτυρῶ τῷ νόμῳ ὅτι καλός· ἐκεῖνα γάρ μοι συμψηφίζεται φυγεῖν· ἃ καὶ ἐγὼ ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ τυγχάνων, ἔκρινα φευκτέα εἶναι καὶ μισητά. οὐ γινώσκω οὖν, πραθεὶς δηλονοτι, οὐ γὰρ ὃ θέλω ἐλεύθερος ὣν, τοῦτο πράσσω νῦν. πεπραμένος ὤν· ἀλλ’ ὃ μισῶ ἐλεύθερος ὣν, τοῦτο ποιῶ πεπραμένος ὢν. εἰ δὲ ὃ οὐ θέλω ἐλεύθερος ὣν, τοῦτο πράσσω πεπραμένος ὣν, συμμαρτυρῶ ἐλεύθερος ὣν, ὅτι καλὸς ὁ νόμος. τὰ γὰρ αὐτὰ ἐκείνου βούλομαι, καὶ οὐχ α νυν ποίω.

  79. 7.17.verse.1

    Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί· τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν. τὸ μὲν γὰρ θέλειν παράκειταί μοι· τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω· οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ’ ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω· εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.

  80. 7.17.1.1

    Χρυσοστόμου. Σαφὲς ἄρα φησὶν τὸ μὴ ἐμὴν ἔτι, τῆς δὲ ἐν ἐμοὶ ἁμαρτίας εἶναι τὴν πρᾶξιν· ἐγὼ γὰρ αὐτὴν οὐδὲ βουλόμενος οὐδὲ θέλων πέφηνα· καὶ ἑρμηνεύων πῶς ποτε ἔφη τὸ, “ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμάρτια, ἐπάγει· “γὰρ ὅτι οὐκ οἴκει ἐν ἐμοὶ “τουτέστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν.” διὰ πάντων τούτων, τὸ ἐν τοῖς ἁγίοις εὐαγγελίοις λέγων παρὰ τοῦ δεσπότου λεχθέν· “ὅτι “τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ, ἀσθενήσ.” τὸ γὰρ τῆς σαρκὸς φθαρτὸν καὶ ἐμπαθὲς τῆς παρανομίας καταιτιᾶται· “οὐκ “οἰκεῖ γάρ,” φησιν, “ἐν τῇ σαρκί μου, ἀγαθόν·” τουτέστιν, οὐκ ἔχει τὸ ἀπαθὲς οὐδὲ τὸ τέλειον, καὶ ἀνενδεὲς καὶ ἀναμάρτητον. ὅθεν αὐτὴν καὶ σάρκα πολλάκις ἁμαρτίας καλεῖ· καὶ σῶμα ἀμαρτίας, καὶ σῶμα θανάτου· αἱροῦμαι γοῦν τῷ νῷ τὸ ἀγαθόν· καὶ παρεσκεύασμαι πρὸς τοῦτο κατὰ ψυχήν. ἐπὶ δὲ τῶν διὰ σαρκὸς ὤργων, αὐτὸ μετελθεῖν οὐχ εὑρίσκω· ἀλλ’ ἐσπούδακα μὲν καὶ ἀγωνίζομαι ποιῆσαι τὸ ἀγαθόν. ὑπάγομαι δὲ παρ’ αὐτῆς πράττειν ἃ μὴ προῄρημαι. τὴν οὖν τοιαύτην πρᾶξιν, εἰκότως οὐκ ἐμὴν ἀλλ’ ἀλλοτρίαν λογίζομαι.

  81. 7.17.2.1

    Θεοδωρήτου. Καὶ σκόπει πῶς τοῦτο γίνεται· ἄρχειν τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας ὁ νοῦς ἐτάχθη παρὰ Θεοῦ, ἐν ἐμοὶ, καὶ κυβερνᾶν τὰ μετὰ τὴν παράβασιν ταύτην καὶ διεξάγειν καλῶς· νήφων μὲν οὖν καὶ σωφρονῶν τοῦτον ἰθύνει τὸν τρόπον αὐτά· ἀμελήσας δὲ ὑποκύπτει σφίσι μᾶλλον αὐτὸς, καὶ κατακυριεύεται ὑπ’ αὐτῶν· καὶ πρὸς τὰ φαῦλα καθέλκεται· ἅπερ αὐτὸς μὲν οὐ λέγεται κατεργάζεσθαι· ἐπειδὴ μισεῖ τὸ γινόμενον. ἡ δὲ τῶν παθῶν δεσποτεία καὶ δουλεία αὐτοῦ, ἣν ἁμαρτίαν ὁ Παῦλος ἐκάλεσε, ταύτην ἔχει τὴν πρᾶξιν· διὸ καὶ μὴ οἰκεῖν φησὶν ἐν τῇ σαρκὶ ἀγαθὸν, διὰ τὴν τῶν παθῶν ἐπικράτειαν. ἃ ἐπεισήγαγε μὲν θνητὸν τὸ σῶμα γεγενημένον· ηὔξησε δὲ τοῦ νοῦ ῥαθυμία. καί τοι τὴν περὶ τὰ καλὰ προθυμίαν ἀπὸ τῆς τοῦ νόμου διδασκαλίας προσέλαβον. ἀσθενῶ δὲ ὅμως περὶ τὴν πρᾶξιν, ἑτέραν ἐπικουρίαν οὐκ ἔχων·

  82. 7.17.3.1

    Κυρίλλου. Ἐνίησι δὲ πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς τῇ τοῦ σώματος φύσει· καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀρρωστημάτων τὴν δύναμιν κατασκέπτεται. αἱ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὁτιοῦν ἀποκομίζουσαι· καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκλήματα, πηγὴν ἔχουσι τὴν σάρκα· καὶ καταστρατεύονται τοῦ πνεύματος· καὶ ἀνθέλκουσι πρὸς τὰ αἰσχίω· καὶ τοι φιλελεύθερον ὄντα τὸν νοῦν καὶ καυχώμενον ἐπ’ ἀρετῇ. διὸ καὶ εἰς ἀπόδειξιν τοῦ κατηγορεῖσθαι τὴν σάρκα δεινῶς ὠδίνουσαν ἐν ἑαυτῇ τὴν ἁμαρτίαν, λέγει τὸ παρακεῖσθαι μὲν ἡμῖν τὸ ἀγαθὸν, μὴ μὴν ἔτι καὶ δύνασθαι διαπεραίνειν αὐτό· καταβιάζεται γὰρ εἰς ἀβούλητον ἐκτροπὴν καὶ οὐχ ἑκόντα τὸν νοῦν· οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἃν ἔξω ἁμαρτίας. ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν, εἴη ἂν εἰκότως οὐκ αὐτοῦ δὴ μᾶλλον· ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτῃ τοι φησί· “εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι “ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.”

  83. 7.17.3.2

    Εἴποι δὲ ἄν τις, ἆρα εἰ τινες τῶν ἀλιτηρίων βαρβάρων πόλιν ἢ χώραν καταδῃώσαντες, εἶτα δορυκτήτους τῶν ἐνοικούντων ἑλόντες τινὰς τὸν τῆς δουλείας αὐτῶν ἐπιτιθεῖεν ζυγόν· οἱ δὲ τοῦτο πεπουθότες ὡς ἐξ ἀναγκαίου δεσμοῖς τοῖς τῶν κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εῖεν ἂν ἄξιοι· ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσί· μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι· τῆς τῶν τετυραννηκότων ἀλογήσαντες ἐξουσίας; ἀλλ’ οὐκ ἃν οῖμαί τις αὐτοὺς εἰκότως διαμωμήσαιτο· οὐ γὰρ ἐξὸν ἀνεῖσθαι δουλεύουσιν· εἴκουσι δὲ, ὡς ἔφην, ταῖς ἀβουλήτοις συμφοραῖς. ἀλύοντες μὲν, ὅτι τῆς ἐλευθερίας ἐστέρηνται, τοῖς γε μὴν ἀλκιμωτέροις ἐξ ἀνάγκης ἡττῶ μένοι· καὶ οὐχ ἑκόντες δουλεύουσιν· ἀλλ’ εἶπέρ ἐστι τοῦτο τοῦ εἰκότος οὐ μακρὰν, ἀπηλλάχθω γραφῆς ὁ ἀνθρώπινος νοῦς ἐπὶ τοῖς τῆς σαρκὸς ἀρρωστήμασιν. ἀλλ’ ἦν ἐπ’ αὐτῷ, φησὶν, καὶ τὸ μὴ ἑλέσθαι δρᾶν. ἔχει γὰρ αὐτὸς τὰς τῶν θελημάτων ἡνίας. οὐκοῦν ἔστω καὶ πλεονεξίας ἀμείνων καὶ ἀτυράννευτος ἁμαρτίαις. εἰ δὲ δύσοιστος καὶ οὐκ εὐάντητος ἡ τῆς σαρκὸς φύσις· κατεξανιστᾶσα τῷ νῷ τὴν ἀτίθασσον ἡδονήν· ἀργότερος δὲ πρὸς ἐπικουρίαν ὁ νόμος. οὐ γὰρ ἔχει τὸ δύνασθαι νεκροῦν ἁμαρτίας, οὐκ ἃν ἐγκαλέσειέ τις δικαίως, ὅτι μὴ δρᾷ τὸ ἄμεινον, τὰ αἰσχίω μεθείς. κἂν εἰ ἔχοι τυχὸν τὰς τῶν ἐν ἡμῖν θελημάτων ἤνιας.

  84. 7.17.4.1

    Χρυσοστόμου. Ἀλλ᾿ ἐνταῦθα ἐπιτίθενται ἡμῖν οἱ τὴν σάρκα διαβάλλοντες, καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἀλλοτριοῦντες. τι οὖν ἃν εἴποιμεν; ἃ καὶ περὶ τοῦ νόμου πρώην διαλεγόμενοι εἰρήκαμεν. ὅτι ὥσπερ ἐκεῖ τὸ πᾶν τῆς ἁμαρτίας εἶναι φησὶ, οὕτω καὶ ἐνταῦθα· οὐ γὰρ εἶπεν ὅτι ἡ σὰρξ αὐτὸ κατεργάζεται· ἀλλὰ καὶ τοὐναντίον ὅτι οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό ” εἰ δὲ λέγοι ὅτι οὐκ οἰκεῖ ἐν αὐτῇ ἀγαθὸν, οὔπω τοῦτο ἔγκλημα τῆς σαρκός. οὐ γὰρ τὸ μὴ οἰκεῖν ἀγαθὸν ἐν αὐτῇ, πονηρὰν αὐτὴν δείκνυσιν οὖσαν. ἡμεῖς δὲ ἐλάττονα μὲν τῆς ψυχῆς ὁμολογοῦμεν εῖναι τὴν σάρκα, καὶ καταδεεστέραν· οὐ μὴν ἐναντίαν οὐδὲ μαχομένην οὐδὲ πονηράν· ἀλλ’ ὡς κιθάραν κιθαριστῇ, καὶ ὡς ναῦν κυβερνήτῃ, οὕτως αὐτὴν ὑποκεῖσθαι τῇ ψυχῇ· ἅπερ οὐκ ἐναντία τοῖς ἄγουσι καὶ χρωμένοις ἐστίν ἀλλὰ καὶ σφόδρα συμβαίνοντα· οὐ μὴν ὁμότιμα τῷ τεχνίτῃ· ὥσπερ οὖν ὁ λέγων, ὅτι οὐκ ἐν τῇ κιθάρᾳ· οὐδ’ ἐν τῇ νηὶ ἡ τέχνη· ἀλλ’ ἐν τῷ κυβερνήτῃ καὶ τῷ κιθαρῳδῷ· οὐ τὰ ὄργανα διέβαλεν· ἀλλὰ τὸ μέσον τὸ πρὸς τὸν τεχνίτην ἔδειξεν· οὕτω καὶ ὁ Παῦλος εἰπὼν ὅτι “οὐκ οἰκεῖ ἐν τῇ σαρκί “μου ἀγαθόν·” οὐ τὸ σῶμα διέβαλεν· ἀλλὰ τὸ ὑπερέχον τῆς ψυχῆς ἔδειξεν. αὕτη γάρ ἐστιν ἡ τὸ πᾶν ἐγκεχειρισμένη τῆς κυβερνήσεως καὶ τῆς κιθαρῳδίας· ὅπερ καὶ Παῦλος ἐνταῦθα δείκνυσι τὸ κῦρος τῆς ψυχῆς τιθέμενος, καὶ εἰς δύο ταῦτα τὸν ἄνθρωπον διελὼν, ψυχήν τε καὶ σῶμα· λέγει ὅτι ἀλογωτέρα μέν ἐστιν ἡ σὰρξ, καὶ συνέσεως ἔρημος, καὶ τῶν ἀγομένων ἀλλ’ οὐ τῶν ἀγόντων· σοφωτέρα δὲ ἡ ψυχὴ, καὶ τὸ πράττειν καὶ τὸ μὴ πράττειν συνιδεῖν δυναμένη· οὐ μὴν ἀρκοῦσα πρὸς τὸ τὸν ἵππον ἄγχειν h ὡς ἤρηται· ὅπερ οὐ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς γένοιτ’ ἃν ἔγκλημα· εἰδυίας μὲν ἅπερ δεῖ πράττειν, οὐκέτι δὲ εἰς ἔργον ἐκφερούσης τὰ δόξαντα.

  85. 7.17.5.1

    Οἰκουμενίου. τάχα δὲ καὶ τὸ, “οὐκ οἰκεῖ ἐν ἐμοὶ ἀγαθὸν,” τὸ αὐτεξούσιον δείκνυσι. καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ’ ἄμφω τό τε ἀγαθὸν καὶ τὸ κακὸν ῥοπῆς· τὸ γὰρ “οὐκ οἰκεῖ” ταὐτὸν εἴποι ἄν τις, τῷ, οὐκ ἀποκληρωμένον καὶ ἀνάγκη τινὶ παραμένον ἔχω τὸ πράττειν τὰ ἀγαθά· ὥς τε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν. τοῦτο γὰρ ἡ οἴκησις· ἡ εἰς ἀεὶ διαμονὴ, καὶ οἷον ἐγκάθισις. ἐπὶ μέν τοι τοῦ ἀγαθοῦ, οὐκ εῖπεν οἴκησιν· ἐπὶ δὲ τῆς ἁμαρτίας, εῖπεν· ἐκ γὰρ τοῦ διαμαρτάνειν λοιπὸν, εἰς ἕξιν τινὰ τῆς ἁμαρτίας ἤλθομεν· ἡ δὲ ἕξις, ἴση τῇ φύσει γίνεται. καὶ οὐκ εἶπεν ἡ ἐρριζωμένη ἐν ἐμοὶ ἁμαρτία· τὸ ἐμπεφυκὸς κακόν· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. ἵνα μηδεὶς φυσικὴν τὴν ἁμαρτίαν νομίσῃ. ἀλλ’ ὥσπερ ἐπὶ οἰκήτορος, ὡς εἰσῆλθεν ἐξελθεῖν δυναμένην. τὸ δ᾿ αὐτὸ καὶ συνηγορία τοῦ σώματος, οὐ γὰρ ἡ τῶν οἰκούντων κακία, τῆς φύσεως τοῦ οἴκου διαβολή· τί γὰρ παρὰ τὸν οἶκον, εἰ λῃστὴς ἐν αὐτῶ τίς κατοικεῖ;

  86. 7.17.6.1

    Μεθοδίου Πατάρεωσ. Ἔφη δέ τις ἁμαρτίαν ἐνταῦθα τὴν ἀπὸ τῆς παραβάσεως εἰσοικισθεῖσαν.

  87. 7.17.7.1

    Διδύμου. Ἕτερος δὲ τὸν διάβολον εἶπεν. ὡς τὸ τῆς ἁμαρτίας ὄνομα οὐκ οὐσίαν ὑφεστῶσαν δηλοῖ, ἀλλὰ τὸ διημαρτηκέναι τινὰ τοῦ κατὰ λόγον καὶ ὀρθῶς ἔχοντος πράγματος. ἐπεὶ δὲ ὁ θεῖος Απόστολος οὐχ ἁπλῶς ἁμαρτημάτων, ἀλλ’ ἁμαρτίας γενικωτάτης δυναμένης σοφίστασθαι ἀφορμὰς, πρὸς τὴν τοῦ κακοῦ εὕρεσιν μνημονεύει, οὐκ ἄλλον τινὰ γενικωτάτως ἁμαρτίαν ὀνομάζει, ἀλλ’ ἣ αὐτὸν τὸν τῶν ἁμαρτημάτων γεγονότα ἀρχηγέτην καὶ πατέρα διάβολον. ὡς γὰρ τοὺς ἀνθρώπους, ἀφ’ ἧς ἐπιτηδεύουσι τέχνης καλοῦμεν, οὕτω δὴ καὶ αὐτὸν τὸν διάβολον ὡς πρώτως ἐφευρετὴν γενόμενον τῆς ἁμαρτίας, ἁμαρτίαν καλεῖ· ὃς μάλιστα ἐν τῇ ψυχῇ λέγεται ἐπιχωριάζειν· κατὰ τὸ, “εἰσῆλθεν ὁ Σατανᾶς “εἰς τὴν καρδίαν Ἰούδα. εὑ δὲ καὶ τὸ, εἰπεῖν, οὐκέτι ἐγὼ “κατεργάζομαι αὐτό.” ἔργου δὲ καὶ κατέργου πολὺ τὸ μέσον. διότι τοῦ ἔργου προηγεῖται τὸ κάτεργον. ὡς φέρε εἰπεῖν οἰκίας ἣ νηὸς τόδε κάτεργον, τουτέστι τῆς ὕλης ἡ παρασκευή. ἡ τοίνυν οἰκοῦσα ἐν τοῖς ἁμαρτάνουσιν ἁμαρτία, τουτέστιν ὁ Σατανᾶς, ὁμολογουμένως ἐν τοῖς λογισμοῖς ἡμῶν προκατεργάζεται τοῦ ἐσομένου κακοῦ τῆς ἰδέας τὴν κατασκευήν· τῆς ὑποδεξαμένης αὐτὸν ψυχῆς συμπραττούσης αὐτῷ· ὥσπερ δὲ ταῖς φιλαρέτοις ψυχαῖς τὸ Ἅγιον Πνεῦμα συγκοπιᾶν λέγεται· κατὰ τὸ, “περισσότερον “πάντων ἐκοπίασα. οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν “ἐμοί.” οὕτω δὴ ἐπὰν ῥάθυμος ψυχὴ ταῖς τοῦ διαβόλου πεισθῇ προστροπαῖς, συνεργὸν ἔχει πρὸς τὸ κακὸν αὐτόν.

  88. 7.17.8.1

    Χρυσοστόμου. Εἰπών γε μὴν ὅτι “τὸ κατεργάζεσθαι τὸ ἀγαθὸν οὐχ εὑρίσκω. οὐκ ἄγνοιαν φησὶ, οὐδὲ ἀπορίαν, ἀλλ’ ἐπήρειάν τινα καὶ ἐπιβουλὴν τῆς ἁμαρτίας. ὅπερ οὖν καὶ σαφέ- στερον δεικνὺς, ἐπήγαγεν· “οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ’ ὃ “οὐ θέλω, κακὸν, τοῦτο πράσσω· εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, “οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· εἶδες πῶς καὶ τὴν οὐσίαν τῆς ψυχῆς, καὶ τὴν οὐσίαν τῆς σαρκὸς ἀπαλλάξας ἐγκλήματος, τὸ πᾶν ἐπὶ τὴν πονηρὰν πρᾶξιν μετέστησεν. εἰ γὰρ οὐ θέλει τὸ κακὸν, ἀπήλλακται ἡ ψυχή· καὶ εἰ αὐτὸς αὐτὸ μὴ κατεργάζεται, ἠλευθέρωται καὶ τὸ σῶμα. καὶ μόνης τῆς πονηρᾶς προαιρέσεως ἔστι τὸ πᾶν. οὐ γὰρ ταὐτὸν ψυχῆς οὐσία καὶ σώματος καὶ προαιρέσεως. ἀλλὰ τὰ μὲν ἔστιν ἔργα τοῦ Θεοῦ· τὰ δὲ, ἐξ ἡμῶν αὐτῶν γενομένη κίνησις πρὸς ὅπερ ἂν αὐτὴν βουληθῶμεν ἀγαγεῖν· ἡ μὲν γὰρ βούλησις, ἔμφυτον, καὶ παρὰ Θεοῦ. ἡ δὲ τοιάδε βούλησις ἡμέτερον, καὶ τῆς γνώμης ἡμῶν.

  89. 7.21.verse.1

    Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.

  90. 7.21.1.1

    Χρυσοστόμου. Ἀσαφὲσ τὸ εἰρημένον. τί οὖν ἐστι τὸ λεγόμενον; ἐπαινῶ τὸν νόμον φησὶ, κατὰ τὸ συνειδός. καὶ αὐτὸν δὲ εὑρίσκω ἐμοὶ τῷ βουλομένῳ τὸ καλὸν ποιεῖν, συνήγορον καὶ ἐπιτείνοντά μοι τὸ βούλημα. ὥσπερ γὰρ ἐγὼ αὐτῷ συνήδομαι, οὕτως καὶ αὐτὸς ἐπαινεῖ τὴν γνώμην ἐμοί. ὁρᾷς πῶς δείκνυσι τὴν μὲν τῶν καλῶν καὶ τῶν μὴ τοιούτων γνῶσιν ἐξ ἀρχῆς ἡμῖν καταβεβληένην· τὸν δὲ νόμον Μώσεως ἐπαινοῦντα αὐτὴν, καὶ ἐπαινούμενον παρ’ αὐτῆς; οὐδὲ γὰρ ἀνωτέρω εἶπεν ὅτι διδάσκομαι παρὰ τοῦ νόμου· ἀλλὰ σύμφημι τῷ νόμῳ· οὔτε προϊὲν1 ὅτι παιδεύομαι παρ’ αὐτοῦ, ἀλλ’ ὅτι συνήδομαι αὐτῷ. τί δέ ἐστι συνήδομαι; ὁμολογῶ ὡς καλῶς ἔχοντι. ὥσπερ οὖν καὶ αὐτὸς ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν· ὥστε τὸ θέλειν τὸ καλὸν καὶ τὸ μὴ θέλειν τὸ πονηρὸν, ἄνωθεν ἦν προκαταβεβλημένον. ὁ δὲ νόμος ἐλθὼν, καὶ ἐν τοῖς κακοῖς κατήγορος ἐγένετο πλείων, καὶ ἐν τοῖς ἀγαθοῖς ἐπαινέτης μείζων. ὁρᾷς πανταχοῦ ἐπίτασίν τινα καὶ προσθήκην αὐτῷ μαρτυροῦντα μόνον· πλέον δὲ οὐδέν· καὶ γὰρ ἐπαινοῦντος αὐτοῦ καὶ ἐμοῦ συνηδομένου καὶ θέλοντος τὸ καλὸν, τὸ κακὸν ἔτι παράκειται· καὶ ἡ πρᾶξις αὐτοῦ οὐκ ἀνήρηται· ὥστε ὁ νόμος τῷ προῃρημένῳ καλὸν τι ποιῆσαι, καὶ κατὰ τοῦτο σύμμαχος γίνεται μόνον, καθὸ καὶ αὐτὸς τὰ αὐτῶ βούλεται.

  91. 7.21.2.1

    Κυρίλλου. Καὶ ἄθρει δὴ πάλιν ὡς σοφῶς καὶ εὐτέχνως ἀποδέχεται τὸν νόμον· οὐχ ὡς τῆς ἁμαρτίας τὸ κέντρον ἀπαμβλύνειν ἰσχύοντα· οὔτε μὴν κατανεκροῦν οἷόν τε τὴν ἐν ἡμῖν ἁμαρτίαν. ἀλλ’ ὡς ἐνιέντα μόνον τῷ νῷ τὴν τοῦ συμφέροντος γνῶσιν. εἰ γὰρ ἐμοί, φησι, παράκειται τὸ κακὸν ὡς ἐνοικοῦν τῇ σαρκί· κατακιβδηλεύει γε μὴν ὁ νόμος αὐτὸ, χαρίζεται τὴν ἐπικουρίαν, καὶ νοεῖται σύμβουλος· οὐ μὴν ἔτι καὶ λυτρωτής. δεῖ δὲ πάντως τοῖς ἀρρωστοῦσι τὴν ἁμαρτίαν, οὐ τοῦ δειδέναι μόνον, ὅτι τὰ ἀμείνω προσήκει δρᾶν αὐτοὺς, ἀλλὰ καὶ τοῦ δύνασθαι κατορθοῦν, ἅπερ ἃν εὖ ἔχοι, καὶ τῷ νόμῳ δοκῇ. καθάπερ ἀμέλει καὶ τοῖς ἐθέλουσιν εὐδοκιμεῖν ἐν μάχῃ οὐκ ἀπόχρη πρὸς τοῦτο γυμνὴ καὶ μόνη τῶν τακτικῶν εἴδησις. ἀλλ’ εἰ προσυπάρχοι τούτῳ καὶ τὸ εὐσθενὲς, εἶεν ἃν οἱ τοιοίδε τότε δὴ μόλις λαμπροὶ καὶ περίβλεπτοι. οὐκοῦν εἰ διδάσκει μὲν ὁ νόμος τὸ ἐν ἀγαθοῖς εὐτεχνὲς, κατ’ οὐδένα τρόπον δὲ τοῖς πλεονεκτουμένοις ἐπικουρεῖ, τὴν ἁμαρτίαν ἀπονευρῶν, καλὸς μὲν ἔστι καὶ διδάσκαλος, οὐ μὴν ἔτι καὶ ἐν ἴσῳ χάριτι τῇ διὰ Χριστοῦ καταλογισθείη ἃν εἰκότως· τοῦ καὶ σοφοῦν ἰσχύοντος, καὶ ἀλκιμωτέρους ἡμᾶς ἀποφαίνοντος τοῦ κακοῦ.

  92. 7.21.3.1

    Θεοδωρήτου. καλὸς οὖν εἶναί μοι δοκεῖ ὁ νόμος. ἐπαινῶ γὰρ τὰ ὑπ’ αὐτοῦ διηγορευομένα ὡς εὖ ἔχοντα· καὶ ὁμοίως αὐτὰ καὶ τὰ καλὰ φιλῶ· καὶ τὰ κακὰ μισῶ· ἀλλ’ ὅμως, ἐμοὶ τὸ κακὸν παράκειται· τουτέστιν ἡ ἁμαρτία. διά τε τὸ θνητὸν ἔχειν καὶ παθητὸν τὸ σῶμα· καὶ διὰ τὴν τῆς τύχης ῥαθυμίαν τε καὶ ἀσθένειαν. σὺ δὲ τὸ μὲν τῷ θέλοντι ἐμοὶ τὸ καλὸν ποιεῖν, τῇ ψυχῇ πρόσαψον· τὸ δὲ, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται, τῇ σαρκί. λέγει γὰρ ὅτι ὁ νόμος, κατὰ μὲν τὴν ψυχὴν, χρήσιμος, παιδεύων αὐτὴν ἐφίεσθαι τοῦ καλοῦ, ἀποστρέφεσθαι δὲ τὸ κακόν. τὴν περὶ τὸ ἁμαρτάνειν δὲ ἡμῖν εὐκολίαν, οὐδαμῶς δύναται ἀφελεῖν· ἥτις ἡμῖν ἀπὸ τῆς θνητότητος ἐγένετο.

  93. 7.21.4.1

    Γενναδίου. Εί δὲ βούλει καὶ οὕτω νόησον τὸ ῥητόν. ἐκ Τούτων τῶν δείκνυται φησὶ βουλόμενος καὶ ὁ νόμος συνῳδὰ τῷ περὶ τὸ καλόν μου θελήματι. ἐξ ὧν καὶ τὸ κακὸν ἀμφοτέροις ἐμοὶ τὲ κἀκείνῳ, ταὐτὸν καταφαίνεται.

  94. 7.21.5.1

    Θεοδώρου Μονάχου. Ἢ τῷ, “εὑρίσκω τὸν νόμον,” πρόσθες ὡς λεῖπον, τὸ δυσκατόρθωτον· καὶ συνάψας, εἰπὲ, ἐξ ὧν καὶ βουλόμενος τί ποιῆσαι καλὸν οὐ δύναμαι, ἀλλ’ ἐπὶ τὸ χεῖρον παρατρέπομαι, εὑρίσκω τὸν νόμον δυσκατόρθωτόν μοι, θέλοντι ποιεῖν τὸ καλόν. παράκειται μοι γὰρ ἑτοιμότερα κακὰ πρὸς τὸ ποιεῖν αὐτά. τοῦ “παράκειται” δεικνύοντος, ὡς οὐκ ἐργῶδες ἐστὶ μετιέναι τὴν κακίαν. Φωτίου. Ἐκλάβοις δ᾿ ἃν καὶ οὕτως. ἐξ ὧν εἶπον φησὶ, τοῦτό μοι συμπεραίνεται. καὶ τοῦτο εὑρίσκω, τὸ εἶναι τὸν νόμον, νόμον εἰς τὸ καλὸν τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν· καὶ τοῦτο μόνον χαριζόμενον. τὸ γὰρ κακὸν εὑρίσκω, ὅτι ὁμοίως ἐμοὶ παράκειται· καὶ οὐδὲν ἐβελτιώθην ἐκ τοῦ νόμου. εἰ μὴ καὶ μᾶλλον βλάβην κ ἐδεξάμην, ὅτι παρακεῖσθαι μοι καὶ οἷον ἐγγίζειν μοι τὸ κακὸν παρέσχε ἀφορμήν· ὁ νόμος οὖν, μόνον νόμος ἐγένετό μοι εἰς τὸ ἀγαθόν· ἄλλο δὲ οὐδέν· πόθεν δῆλον, ὅτι τὸ κακόν μοι ὡσαύτως παράκειται· η καὶ οὕτως· εὑρίσκω ἄρα ’τον νόμον, τουτέστι, κατενόησα καὶ κατελάμβανον τὴν ἰσχὺν καὶ τὴν φύσιν τοῦ νόμου. ἐξεῦρον αὐτὸν ἀκριβῶς· ὅτι οὐδέν μοι βοηθῆσαι ἴσχυσε· πόθεν δῆλον; ὅτι θέλοντί μοι ποιεῖν τὸ καλὸν, οὐδὲν ἐπικουρεῖ· ἀλλ’ ὁμοίως τὸ κακὸν παράκειται ἄπρακτόν μοι τὸ θέλειν ποιοῦν. ἐν τούτῳ οὖν ἒὗρον ἀκριβῶς τὸν νόμον ὅσον ἰσχύει, καὶ τίς ἐστιν ἡ φύσις αὐτῷ, ἐν τῷ ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν, εὑρίσκειν ἔτι τὸ κακόν· παράκειται γὰρ καὶ οὐκ ἀπελήλαται ὑπ’ αὐτοῦ ἐξ ἐμοῦ. δυνατὸν δὲ καὶ οὕτως ἐγγύτερον τῆς λέξεως ἐκλαβεῖν. εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν κατὰ τὸν νόμον, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· καὶ γὰρ οἱ κατὰ τὸ εὐαγγέλιον θέλοντες ποιεῖν τὸ καλὸν, οὐχ εὑρίσκουσιν ὅτι παράκειται αὐτοῖς τὸ κακόν. διὰ τοῦ βαπτίσματος γὰρ ἐξώσθη καὶ ἀπελήλατο. ὥστε δεῖ Χριστῷ προσελθεῖν διὰ τοῦ βαπτίσματος, καταλιπόντας τὸν νόμον.

  95. 7.22.verse.1

    Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῳ νόμῳ του νόος μου. καὶ αιχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.

  96. 7.22.1.1

    Χρυσοστόμου. Ἐπειδὴ ἀσαφῶς τέθεικε τὸ προειρημένον, ἑρ μηνενει αὐτὸ, καὶ σαφέστερον ποίει. δείκνυς, πὼς τὸ κακὸν παράκειται. καὶ πῶς τῷ θέλοντι ποιεῖν τὸ καλὸν μόνον, νόμος ἐστὶν ὁ νόμος. “συνήδομαι,” λέγων, “τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω “ἄνθρωπον.” ᾔδειν μὲν γὰρ, φησὶ, καὶ πρὸ τούτου τὸ καλόν. εὑρὼν δὲ αὐτὸ καὶ ἐν γράμμασι κείμενον, ἐπαινῶ1. νόμον δὲ ἐνταῦθα πάλιν ἀντιστρατευόμενον, τὴν ἁμαρτίαν ἐκάλεσεν. οὐ διὰ τὴν εὐταξίαν· ἀλλὰ διὰ τὴν σφοδρὰν ὑπακοὴν τῶν πειθομένων αὐτῇ. ὥσπερ οὖν κύριον τὸν Μαμωνᾶν καλεῖ, καὶ θεὸν τὴν κοιλίαν· οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγμένων δουλείαν· οὕτω καὶ ἐνταῦθα νόμον ἐκάλεσεν ἁμαρτίας m, διὰ τοὺς οὕτως αὐτῇ δουλεύοντας, καὶ φοβουμένους αὐτὴν ἀφεῖναι. ὥσπερ δεδοί- κάσιν οἱ νόμον λαβόντες, ἀφεῖναι τὸν νόμον. αὕτη οὐν φησιν άντίκειται κειται τῷ νόμῳ τῷ φυσικῷ. τοῦτο γάρ ἐστι “τῷ νόμῳ τοῦ νοός “μου.” καὶ εἰσάγει λοιπὸν παράταξιν καὶ μάχην, καὶ τὸν ἀγῶνα ὅλον ἀνατίθησι τῷ φυσικῷ νόμῳ· ὁ γὰρ Μώσεως, ἐκ περιουσίας ὕστερον προσετέθη· ἀλλ’ ὅμως καὶ οὗτος κἀκεῖνος, ὁ μὲν διαδάξας· ὁ δὲ ἐπαινέσας τὰ δέοντα, οὐδὲν ἐν τῆ μάχη ταύτῃ ἤνυσαν μέγα. τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννίς· νικῶσα καὶ περιγινομένη· ὅπερ ὁ Παῦλος ἐμφαίνων, καὶ τὴν κατὰ κράτος ἧτταν δηλῶν, ἔλεγε, “βλέπω δὲ ἕτερον νόμον, ἀντιστρατευόμενον τῷ νόμῳ “τοῦ νοός καὶ αἰχμαλωτίζοντά αἰχμαλωτίζοντά με.” οὐ γὰρ εἶπε νικῶντα ἁπλῶς, ἀλλὰ “καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας. οὐκ εἶπε τῇ ὁρμῇ τῆς σαρκὸς, οὐδὲ τῇ φύσει τῆς σαρκὸς, ἀλλὰ “τῷ νόμῳ “τῆς ἁμαρτίας.” τουτέστι, τῇ τυραννίδι, τῇ δυνάμει. πῶς οὖν, φησὶ, “τῷ ὄντι ἐν τοῖς μέλεσί μου;“καὶ τί τοῦτο; οὐ γὰρ τοῦτο “ἁμαρτίαν ποιεῖ τὰ μέλη, ἀλλὰ χωρίζει μάλιστα τῆς ἁμαρτίας· ἕτερον γὰρ τὸ ἔν τινι ὃν, καὶ τὸ ἐν ᾧτ’ ἐστιν ἐκεῖνο. ὥσπερ οὐν καὶ ἡ ἐντολὴ οὐκ ἔστι πονηρὰ, ἐπειδὴ δι’ αὐτῆς ἀφορμὴν ἔλαβεν ἡ ἁμαρτία, οὕτως οὐδὲ τῆς σαρκὸς ἡ φύσις, εἰ καὶ αὐτῆς ἡμᾶς καταγωνίζεται. ἐπεὶ οὕτως ἔσται καὶ ἡ ψυχὴ πονηρά· καὶ πολλῷ μᾶλλον ἐκείνη, ὅσῳ καὶ τὸ κῦρος τῶν πρακτέων ἔχει. ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. οὐδὲ γὰρ εἰ θαυμαστὸν οἶκον καὶ βασιλικὰς αὐλὰς τύραννος λάβοι καὶ λῃστὴς, διαβολὴ τῆς οἰκίας τὸ γινόμενον. ἀλλ’ ἡ κατηγορία πᾶσα τῶν τὰ τοιαῦτα ἐπιβουλευσάντων ἐστίν. ἀλλ’ οἱ τῆς ἁληθείας ἐχθροὶ μετὰ ἀσεβείας καὶ ἀνοίᾳ πολλῇ περιπίπτοντες, οὐκ αἰσθάνονται· οὐδὲ γὰρ τῆς σαρκὸς μόνον κατηγόρους ἱν, ἀλλὰ καὶ τὸν νόμον διαβάλλουσι· καί τοι γε εἰ πονηρὸν ἡ σὰρξ, καλὸν ὁ νόμος. ἀντιστρατεύεται γὰρ καὶ ἐναντιοῦται. εἰ δὲ οὐ καλὸν ὁ νόμος, καλὸν ἡ σάρξ. μάχεται γὰρ αὐτῷ, καὶ κατ’ ἐκείνου πολεμεῖ. πῶς οὖν ἀμφότερα τοῦ διαβόλου φασὶ εἶναι, ἐναντιούμενα ἀλλήλοις εἰσάγοντες; ὁρᾷς ὅση μετὰ τῆς ἀσεβείας καὶ ἡ ἄνοια; ἀλλ’ οὐ τῆς ἐκκλησίας τὰ δόγματα τοιαῦτα. ἀλλὰ τὴν ἁμαρτίαν κατακρίνει μόνον· καὶ τὸν νόμον ἑκάτερον, παρὰ τοῦ Θεοῦ δεδομένον, καὶ τὸν τῆς φύσεως καὶ τὸν Μώσεως ταύτῃ πολέμιον εἶναι φησί· οὐ τῇ σαρκί. οὐδὲ γὰρ τὴν σάρκα ἁμαρτίαν εἶναν λέγει, ἀλλὰ ἔργον Θεοῦ σφόδρα καὶ πρὸς ἀρετὴν ἐπιτήδειον, ἐὰν νήφωμεν.

  97. 7.22.2.1

    Θεοδωρήτου. Ἔσω δὲ ἄνθρωπον, τὸν νοῦν λέγει· καὶ νόμον ἁμαρτίας, τὴν ἁμαρτίαν, ἥτις ἐνεργεῖται· τῶν μὲν τοῦ σώματος παθῶν, σκιρτώντων· τῆς δέ γε ψυχῆς, ταῦτα, διὰ τὴν ἐξαρχῆσ γεγενημένην ἐπιθυμίαν, ἐπισχεῖν οὐ δυναμένης· ἀλλὰ τὴν μὲν οἰκείαν ἐλευθερίαν ἀποβαλούσης, δουλεύειν δὲ τούτοις ἀνεχομένης. ἀλλ’ ὅμως καὶ δουλεύουσα, τὴν δουλείαν μισεῖ, καὶ ἐπαινεῖ τὸν νόμον τὸν τῆς δουλείας κατήγορον.

  98. 7.22.3.1

    Οἰκουμενίου. Νόμον οὖν ἁμαρτίας περιφραστικῶς, τὴν ἁμαρτίαν καλεῖ. καὶ καλῶς εἶπεν “αἰχμαλωτίζοντά με.” μάχης γὰρ κινουμένης μεταξὺ τῆς ἁμαρτίας, καὶ τῶν τοῦ νοός μου ἐπι- ταγμάτων· ἤγουν τοῦ ἀντιλέγοντος λογισμοῦ τῷ ἁμαρτίᾳ, ἄπεισι νικήσασα ἡ ἁμαρτία· αἰχμάλωτον λαβοῦσα τὸν ταλαίπωρον ἄρ θρωπον.

  99. 7.22.4.1

    Ωριγένουσ. Διαγράφει δὲ τὸν παρόντα λόγον ἐν τοῖς μηδέπω κρατύνασι τὴν ἕξιν ἐπὶ τὰ βέλτιστα. ὥσπερ γὰρ στρατιώτης κρατήσας πολεμίοις αἰχμαλώτους ἄγει, οὕτως ἐν τοῖς προειρημένοις προσώποις ἐστὶν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρα- τευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν· καὶ αἰχμαλωτίζων τὴν ταλαίπωρον ψυχὴν, καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον.

  100. 7.22.5.1

    Θεοδώρου Μονάχου. Καὶ καλῶς εἶπεν “ἐν τοῖς μέλεσιν.” ἐπειδὴ πολύτροπος ἡ ἁμαρτία. διὰ πάντων ἐπιτηδεύεσθαι φύσιν ἔχουσα τῶν μελῶν. τὰ μὲν γὰρ δι’ ὀφθαλμῶν, τὰ δὲ διὰ γλώσσης, τὰ δὲ, ἑτέρως ἁμαρτάνομεν. ἀντὶ δὲ τοῦ εἰπεῖν τὴν ἁμαρτίαν, νόμον ετͅπεν ἁμαρτίας, κατά τι οἰκεῖον ἰδίωμα. οὕτω καὶ ἐν τοῖς ἀνωτέρω ἔλεγεν “ὅτι διὰ νόμου πίστεως.” καὶ πάλιν· “ὁ “νόμος τοῦ πνεύματος τῆς ζωῆς.” ἐπειδὴ γὰρ σκοπός ἐστι νόμου παντὸς ἴδιος· ἐφ’ ἑκάστου τὸ τοῦ νόμου προστίθησιν ὄνομα. ἵνα εἴπῃ περὶ οὗ ἃν λέγῃ πράγματος τὸν σκοπόν. αὐτὸ τὸ καὶ οὐχ ἕτερον λέγων.

Next → — showing 1100 of 959

First Thousand Years of Greek. CTS URN tlg4102.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.