Ancient Texts

← Library

Catena In Epistulam Ad Romanos (typus Monacensis)

First Thousand Years of Greek · First Thousand Years of Greek · 959 sections

  1. 8.16.4.1

    Bασιλείου. Πῶς οὖν τὸ πνεῦμα συμμαρτυρήσει τῷ πνεύματι σου κατὰ τὸν Ἀπόστολον, ὅτι υἱὸς εἰ Θεοῦ, εἴπερ αὐτὸ τῆς Υἱοῦ δόξης ἀλλότριον ; πῶς ἐν σοὶ βοήσεται ἀββᾶ ὁ πατὴρ, εἰ μὴ μετά- δοσίς ἐστιν ὄντως ἐξ Υἱοῦ, οὐ κτῆμα αὐτοῦ παρ’ αὐτοῦ πεμπόμε νον, ὥσπερ τὸ πνεῦμα τὸ ἀνθρώπινον, ἢ τὸ πνεῦμα τὸ ἀνεμιαῖον, ἅπερ εἰώθασι λέγειν οἱ τὸ Πνεῦμα χωρίζοντες ἀπὸ τῆς θεότητος· ἀλλὰ Θεοῦ καὶ Υἱοῦ Πνεῦμα ἴδιον, ἐν τῇ θείᾳ δόξῃ τυγχάνον καὶ γνωριζόμενον ; οὐ γὰρ τὸ σὸν πνεῦμα Χριστός· οὐδὲ τὸ πνεῦμα τοῦ ἀνέμου Κύριος· οὐδὲ τὸ πνεῦμα τὸ ἀκάθαρτον. ἐπεὶ καὶ τοῦτο ἐτόλμησαν παραγαγεῖν τινές. τὸ δὲ Πνεῦμα τὸ Ἅγιον Χριστοῦ, καὶ Κύριος ὀνομάζεται· λέγοντος τοῦ Ἀποστόλου καθὰ πρὸ ὀλίγου εἰρήκαμεν, “εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν “αὐτοῦ. εἰ δ̔οὲ Χριστὸς ἐν ὑμῖν.” καὶ τὰ ἑξῆς. καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν ἀποφαίνοντος Χριστοῦ. λέγοντος δὲ πάλιν, “ ὁ δὲ Κύριος τὸ Πνεῦμα ἐστίν. οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευ- “ θερία.” ὥστε τὸ τοῦ Κυρίου Πνεῦμα, Κύριος. οὐκ ἄρα κτῆμα ἣ κτίσμα Κυρίου.

  2. 8.16.4.2

    Εἰ δὲ τέκνα, καὶ κληρονόμοι.

  3. 8.16.5.1

    ΧΡΥΣοΣTóMΩΥ. Ὁρᾶς πῶς κατὰ μικρὸν αὔξει τὴν δωρεάν ; ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ μὴ κληρονόμους γενέσθαι. οὐ γὰρ πάντως ἅπαντες κληρονόμοι οἱ παῖδες, ἐπάγει καὶ τοῦτο· ὅτι καὶ κληρονόμοι· οἱ δὲ Ἰουδαι-οι μετὰ τοῦ μὴ τοιαύτην ἔχειν υἱοθεσίαν, καὶ τῆς κληρονομίας ἐξεβλήθησαν. ’* κακοὺς γάρ,” φη- σιν, “ κακῶς ἀπολέσει. καὶ τὸν ἀμπελῶνα ἐκδώσει γεωργοῖς ἑτέ- “ ροις.” καὶ πρὸ τούτου δὲ ἔλεγεν, “ ὅτι πολλοὶ ἀπὸ “ καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἁβραάμ· οἱ “ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται.” ἀλλ’ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τούτου μεῖζον τίθησι. ποῖον δὴ τοῦτο; ὅτι Θεοῦ κληρονόμοι. διὸ καὶ ἐπήγαγε, “ κληρονόμοι μὲν Θεοῦ.” καὶ τὸ πλέον, ὅτι οὐχ ἁπλῶς κληρονόμοι, ἀλλὰ καὶ “ συγκληρονόμοι “ στοῦ.” ὁρᾷς πῶς φιλονεικεῖ ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ δεσπότου; ἐπειδὴ γὰρ οὐ πάντα τὰ τέκνα κληρονόμοι, δείκνυσιν, ὅτι ἡμεῖς καὶ τέκνα καὶ κληρονόμοι. ἐπεὶ δὲ οὐ πάντες οἱ κληρονόμοι, μεγάλων εἰσὶ κληρονόμοι πραγμάτων, δείκνυσιν ὅτι καὶ τοῦτο ἔχομεν, κληρόνομοι ὄντες Θεοῦ. πάλιν, ἐπειδὴ κληρονόμον μὲν εἶναι· συμβαίνει Θεοῦ, οὐ πάντως δὲ τῷ μονογενεῖ συγκληρονόμον· δείκνυσιν ἡμᾶς καὶ τοῦτο ἔχοντας. καὶ σκόπει σοφίαν. τὰ γὰρ λυπηρὰ συστείλας, ἡνίκα ἔλεγε τί πείσονται οἱ κατὰ σάρκα ζῶντες· οἷον ὅτι μέλλουσιν ἀποθνήσκειν. ἐπειδὴ τῶν χρηστοτέρων ἥψατο, εἰς εὐρυχωρίαν πολλὴν ἐξάγει τὸν λόγον· ἐμπλατύνων αὑτὸν τῇ τῶν μισθῶν ἀντιδόσει, καὶ ποικίλας καὶ μεγάλας δεικνὺς τὰς δωρεάς. εἰ γὰρ καὶ τὸ τέκνον εἶναι ἄφατος ἦν ἡ χάρις· ἐννόησον ἡλίκον τὸ κληρονόμον. εἰ δὲ τοῦτο μέγα, πολλῷ μᾶλλον καὶ τὸ, συγκληρονόμον.

  4. 8.16.6.1

    Θεοδωρήτου. Οὐκ ἤρκεσεν ἡμῖν, φησὶν, ἡ τῆς δουλείας ἀπαλλαγή· οὐδὲ τῆς ἐλευθερίας ἡ χάρις. ἀλλὰ καὶ τῷ τῆς υἱοθεσίας ἐκοσμήθη ἀξιώματι. καὶ οὐ μόνον υἱοὶ προσηγορεύθημεν, ἀλλὰ καὶ Θεοῦ κληρονόμοι. ἐπειδὴ οὐ πᾶς υἱὸς κληρονόμος τοῦ φύσαντος γίνεται. καὶ ἐπειδὴ πολλάκις καὶ οἰκέτης δέχεταί τινα παρὰ τοῦ δεσπότου κλῆρον, οὐ μὴν κοινωνὸς καταλιμπάνεται τοῦ παιδὸς, ἀναγκαίως προστέθεικε, “ συγκληρονόμοι δὲ Χριστοῦ.” ἵνα τὴν ἄφραστον φιλανθρωπίαν γυμνώσῃ.

  5. 8.16.7.1

    Χρυσοστόμου. Εἶτα δεικνὺς, ὅτι οὐ χάριτος ἐστὶ μόνον ἡ δωρεά. καὶ ποιῶν ὁμοῦ καὶ ἀξιόπιστα τὰ εἰρημένα, ἐπήγαγεν. “ εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” εἰ γὰρ ἐν τοῖς λυπηροῖς, φησι, ἐκοινωνήσαμεν αὐτῷ, πολλῷ μᾶλλον ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. ὃ γὰρ τοῖς οὐδὲν κατωρθωκόσι τοσαῦτα δωρη- σάμενος ἀγαθά· ὅταν ἴδῃ καὶ πονήσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται;

  6. 8.16.8.1

    Θεοδωρήτου. Ἅμα δὲ ἐμφαίνει ὡς οὐχ ἅπαντες οἱ τοῦ βαπτίσματος ἀξιωθέντες, τούτων ἀπολαύουσι τῶν ἀγαθῶν. ἀλλ’ οἱ πρὸς τούτῳ καὶ τὴν κοινωνίαν τῶν δεσποτικῶν παθημάτων καταδεχόμενοι. τοῦτο δὲ οὐχ ἁπλῶς προστέθεικεν, ἀλλ’ εἰς ψυχαγωγίαν τῶν τὰ πράγματα δεχομένων. παντοδαπὰς γὰρ ἐδέχοντο πειρασμῶν προσβολάς. οὗ δὴ χάριν παραμυθητικοὺς ἐξυφαίνει λόγους. ἀπὸ τῶν μελλόντων ψυχαγωγῶν καὶ φέρειν γενναίως τὰ παρόντα παρακαλῶν.

  7. 8.16.9.1

    Γενναδίου. Ἄλλως τε πρὸ ὀλίγου τῆς ἀντεξετάσεως ἁψάμενος τῆς πρὸς τὰ παλαιὰ, καὶ διὰ τῆς παράλληλα θέσεως αὐτῶν τό ὑπερέχον γνωρίσας τῆς χάριτος· εἶτα, ἵνα μὴ διὰ τὸ μέγεθος τοῖς παθηταῖς ἀμφιβάλοιτο, πιστωσάμενος αὐτὸ τῇ τοῦ Ἀγίου Πνεύματος μετουσίᾳ, μέτεισιν ἐπὶ παράκλησιν ἀκολούθως, καὶ προτρέπει μηδένα κίνδυνον ὑπὲρ τῶν τοιούτων ἀποδιδράσκειν. σφόδρα χρησίμης αὐτῷ καὶ ἀναγκαίας τῆς περὶ τούτων οὔσης διδασκαλίας. “ λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ “ καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμαᾶς.”

  8. 8.16.10.1

    Χρυσοστόμου. Δείξας ἀντίδοσιν οὖσαν τὴν κληρονομίαν. ἵνα ἀξιόπιστον ᾖ τὸ λεγόμενον, καὶ μηδεὶς ἀμφιβάλῃ, δείκνυσι πάλιν καὶ χάριτος δύναμιν ἔχον. τὸ μὲν, ἵνα καὶ παρὰ τοῖς ἀμφιβάλλουσι πιστεύηται τὰ λεγόμενα· καὶ οἱ λαμβάνοντες μὴ αἰσχύνωνται, ὡς ἀεὶ δωρεὰν σωζόμενοι. τὸ δὲ, ἵνα μάθῃς ὅτι νικᾶ ταῖς ἀντιδόσεσι τοὺς πόνους ὁ Θεός. καὶ τὸ μὲν, ἐδήλωσεν εἰπὼν, “ εἴπερ καὶ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” τὸ καὶ προσθεὶς, “ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν “ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.” ἐν γὰρ τοῖς προτέροις, τὴν τῶν ἠθῶν διόρθωσιν ἀπῄτει τὸν πνευματικόν· ἐν οἷς ἔλεγεν, “ οὐκ ὀφείλετε κατὰ σάρκα ζῇν.” οἷον, ἵνα τῶν παθῶν περιγένηται ὁ τοιοῦτος. ἐνταῦθα δὲ, ἐπειδὴ αὐτὸν τῆς δωρεᾶς ἀνέμνησεν ἁπάσης τῆς δοθείσης, τῆς μελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς ἔστησε τοῦ Χριστοῦ, καὶ συγκληρονόμον ἀπέφηνε τοῦ μονογενοῦς· θαρρῶν ἐξάγει λοιπὸν αὐτὸν καὶ ἐπὶ τοὺς κινδύνους. οὐδὲ γάρ ἐστιν ἶσον τῶν ἐν ἡμῖν παθῶν περιγενέσθαι, καὶ τοὺς πειρασμοὺς ἐκείνους ἐνεγκεῖν· τὰς μάστιγας· τὸν λιμόν· τὰ δεσμά· τὰς ἁλύσεις. πολὺ γὰρ ταῦτα γενναιοτέρας δεῖται ψυχῆς. καὶ ὅρα πῶς ὁμοῦ καταστέλλει, καὶ ἐπαίρει τὸ φρόνημα τῶν ἀγωνιζομένων. ὅταν γὰρ δείξῃ τὰ ἔπαθλα μείζονα τῶν πόνων, καὶ προτρέπει μειζόνως· καὶ οὐκ ἀφίησι μέγα φρονεῖν ἅτε νικωμένους τῇ τῶν στεφάνων ἀντιδόσει. καὶ ἀλλαχοῦ μέν φησι, “ τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερ- “ βολὴν ἐς ὑπερβολὴν δόξης αἰώνιον βάρος κατεργάζεται.” γὰρ φιλοσοφωτέρους ὁ λόγος ἦν αὐτῷ. ἐνταῦθα δὲ κοῦφα μὲν αὐτὰ οὔ φησι εἶναι, παραμυθεῖται δὲ τῇ μελλόντων ἀντιδόσει· λέγων, “ λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν “ ροῦ.” καὶ οὐκ εἶπε πρὸς τὴν μέλλουσαν ἄνεσιν· ἀλλ’ ὃ πολλῷ μεῖζον, “ πρὸς τὴν μέλλουσαν δόξαν.” ὅπου μὲν γὰρ ἄνεσις, πάντως καὶ δόξα. ὅπου δὲ δόξα, πάντως καὶ ἄνεσις. είτα ἐπειδὴ μέλλουσαν εἶπε, δείκνυσιν αὐτὴν ἤδη οὖσαν. οὐ γὰρ εἶπε πρὸς τὴν μέλλουσαν ἔσεσθαι. ἀλλὰ “ πρὸς τὴν μέλλουσαν “ ναι.” ὡς καὶ νῦν οὖσαν μὲν, κρυπτομένην δέ. ὅπερ καὶ σαφέστερον ἔλεγεν, “ ὅτι ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ “ ἐν τῷ Θεῷ·” θάρρει τοίνυν ὑπὲρ αὐτῆς. παρεσκεύασται γὰρ ἤδη τοὺς σοὺς ἀναμένουσα πόνους. εἰ δὲ τῷ μέλλειν σε λυπεῖ, αὐτῷ μὲν οὑν εὐφραινέτω τούτῳ. τῷ γὰρ μεγάλη τίς εἶναι, καὶ τὴν παροῦσαν ὑπερβαίνειν κατάστασιν, ἐκεῖ τεταμίευται. οὐδὲ γὰρ ἁπλῶς τέθεικε τὰ παθήματα τοῦ νῦν καιροῦ. ἀλλ’ ἵνα δείξῃ οὐχὶ ποιότητι μόνον, ἀλλὰ καὶ ποσότητι νικῶσαν ἐκείνην. ταῦτα μὲν γὰρ οἷα ἃν ᾐ τὰ παθήματα, τῷ παρόντι συγκεκλήρωται βίῳ. τὰ δὲ μέλλοντα ἀγαθὰ πρὸς τοὺς ἀθανάτους παρεκτείνεται αἰῶνας. ἅπερ ἐπειδὴ κατὰ μέρος εἰπεῖν οὐκ εἶχεν, οὐδὲ παραστῆσαι λόγῳ, ἀπὸ τοῦ μάλιστα δοκοῦντος εἶναι παρ’ ἡμῖν ἐπεράστου τῆς δόξης, αὐτὰ ὠνόμασεν. ἡ γὰρ κορυφὴ τῶν ἀγαθῶν καὶ τὸ κεφάλαιον, τοῦτο εἶναι δοκεῖ· καὶ ἐπειδὴ ὑπερβαίνουσι τοὺς ἀγῶνας οἱ στέφανοι, καὶ σμικρὸς μὲν ὁ πόνος, μέγα δὲ τὸ ἐλπιζόμενον κέρδος, διὰ τοῦτο οὐ μισθὸν, ἀλλὰ δόξαν τὰ προσδοκώμενα προσηγόρευσεν.

  9. 8.19.verse.1

    Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. τῆ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι.

  10. 8.19.1.1

    Χρυσοστόμου. Ἐπαίρων καὶ ἑτέρως τὸν ἀκροατὴν, καὶ ἀπὸ τῆς κτίσεως ἐξογκοῖ τὸν λόγον· δύο κατασκευάζων διὰ τῶν λεχθέντων, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων. καὶ τρίτον μετὰ τούτων· μᾶλλον δὲ πρῶτον, τὸ δεῖξαι περισπούδαστον πῶς τὸ τῶν ἀνθρώπων γένος ἐστὶ, καὶ ἐν ὅσῃ τὴν φύσιν τὴν ἡμετέραν ἔχει τιμῇ. μετὰ δὲ τούτων, καὶ τὰ τῶν φιλοσόφων ἅπαντα δόγματα τὰ περὶ τοῦ κόσμου τούτου, ὥσπερ ἀράχνην τινὰ καὶ παίδων ἀθύρματα ἐν τούτῳ καταβάλλει τῷ δόγματι. ἀλλ’ ἵνα σαφέστερα ταῦτα γένηται, ἴδωμεν τι φησι. καὶ ἡ κτίσις αὐτὴ σφόδρα ὠδίνει· ταῦτα ἀναμένουσα καὶ προσδοκῶσα τὰ ἀγαθὰ, ἅπερ εἰρήκαμεν. ἀποκαραδοκία γὰρ, ἡ σφοδρὰ προσδοκία ἐστίν. ὥστε δὲ ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσμον ἀπάντα τοῦτον. ἅπερ κα οἱ προφήται ποιοῦσι. ποτάμους κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ ὄρη σκιρτῶντα. οὐχ ἵνα ταῦτα λογισμὸν ἔχειν νομίσωμεν καὶ ψυχὴν, ἀλλ’ ἵνα τὴν ὑπερβολὴν μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων αὐτῶν καθικνουμένην. τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσιν, ἄψυχα θρηνοῦντα εἰσάγοντες. ἵνα πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν νοήσωμεν. τούτους δὴ καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καὶ φησὶ στενάζειν αὐτὴν καὶ ὠδίνειν. οὐκ ἐπειδὴ στεναγμοὺς ἤκουεν ἀπὸ γῆς ἐκπεμπομένους, ἢ οὐρανοῦ. ἀλλ’ ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν.

  11. 8.19.2.1

    Γρηγορίου Θεολόγου. Πόλλα γὰρ προσωποποιεῖν ἡ γραφὴ οἶδε καὶ τῶν ἀψύχων. ὡς τὸ, ἡ θάλασσα εἶπε τάδε καὶ τάδε. “ “ ἡ ἄβυσσος εἶπεν, οὐκ ἔστιν ἐν ἐμοί.” καὶ οἱ οὐρανοὶ διηγούμενοι δόξαν Θεοῦ. καὶ πάλιν ῥομφαία τι διακελεύεται, καὶ ὄρη καὶ βουνοὶ ἐρωτῶνται σκιρτήσεως.

  12. 8.19.3.1

    Κυρίλλου. Ἀποκαραδοκία μὲν οὖν ἐστιν ἡ ἐλπὶς, καὶ ἡ τῆς τῶν πραγμάτων ἐκβάσεως προσδοκία καὶ ἐπιτήρησις. ἐκδέχεταί γε μὴν ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ Θεοῦ· οὐκ εἰδυῖα τὸ ἐσόμενον. πῶς γάρ; ἣ πόθεν; ἀλλὰ ταῖς ἀπορρήτοις οἰκονομίαις τοῦ πάντα μεταρρυθμίζοντος εἰς τὸ ἄμεινον Θεοῦ, προσδοκῶσα τὴν εἰς τὸ κρεῖττον ἕξειν μεταβολήν. μεταπλαττομένων γὰρ τῶν τοῦ Θεοῦ τέκνων τῶν θεοσεβῶς ζησάντων, ἐξ ἀτιμίας εἰς δόξαν· καὶ αὐτὴ πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον, τὴν πρέπουσαν τοῖς τότε καιροῖς αὐχοῦσα κατάστασιν· καὶ πρός γε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ, εἰπὼν ὅτι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.

  13. 8.19.4.1

    Σευηριανοῦ. Καραδοκία μέντοι ἡ ἐπιτεταμένη τῶν ἐλπιζομένων ἐπιτήρησις εἴρηται. ἀπὸ τοῦ, τὸν προσδοκῶντα τυχὸν καὶ ἐπικλίνειν τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς ἐντείνειν, ὡς παραυτίκα ἰδεῖν μέλλοντα τὸ προσδοκώμενον.

  14. 8.19.5.1

    Γενναδίου. Ἔφη δέ τις ἀποκαραδοκίαν τῆς κτίσεως, τὴν ἄποθεν προσδοκίαν αὐτῆς. ἥτις ἐστὶ τὸ ἀπεκδέχεσθαι ἀποκαλυφθῆναι τὴν τέως κεκρυμμένην ἐν Χριστῷ ζωὴν ἡμῶν. οὕτως ἔχειν εἰπὼν τὸ σύμπαν νόημα. εἰώθαμεν πολλάκις οἱ ἄνθρωποι μετὰ τὰς τῶν πραγμάτων ἐκβάσεις, ὡς σαφῆ ταῖς μνήμαις ἀναλαμβάνειν τὰ πρόσθεν ἡμῖν ἀσαφῆ. οἷον τι λέγω. πεφώραται τις ἀγαθόν τι πεποιηκὼς ἢ κακόν. εὐθὺς παρόντες φαμέν· ἀλλὰ καὶ πόρρωθεν οὗτος, τοιοῦτος ὣν καταφαίνεται· καὶ ἐδείκνυ τῷ σχήματι· καὶ ἐγὼ αὐτὸν ἐκ τῆσδε τῆς ῥήσεως, ὅστις ἦν, αὐτίκα κατέμαθον. καὶ ὅλως τοιαῦτα τινὰ πρὸς τὴν παροῦσαν πρᾶξιν ἐκ τῶν παλαιῶν λαμβάνοντες σύμβολα, βεβαιοῦμεν ἑαυτοῖς ἐκ τῶν προτέρων τὰ δεύτερα. τοιοῦτόν φησι καὶ ὁ εὐαγγελιστὴς περὶ τῶν μαθητῶν τοῦ Κυρίον. ὅτι οὐ συνίεσαν μὲν τὰ πέρι αὐτὸν σικονομούμενα πρότερον. “ ὅτε δὲ ἀνέστη ἐκ τῶν νεκρῶν, τότε ἔγνωσαν, “ ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα.” κἀνταῦθα τοίνυν ὁ μακάριος Παῦλος πνευματικῇ χάριτι τῆς οἰκονομίας τῆς ἐν Χριστῷ τὴν γνῶσιν παρειληφώς· καὶ γνοὺς ὅτι ἄνωθεν δέδοκται τοῦτο τῷ Θεῷ, καὶ ὅτι ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, διδάσκει τὰ τοῖς πρόσθεν ἀπόρρητα. λέγει γὰρ ὅτι αὐτῆς τῆς κτίσεως ἡ τοιουτότροπος διασκευὴ προκηρύττει, τὸ νῦν πεφηνὸς εὐαγγέλιον, καὶ δήλη ἐστὶ τὴν ἀποκάλυψιν τῶν υἱῶν περιμένουσα τοῦ Θεοῦ. ἐπεὶ μὴ δὲ ματαίως ἔκτισε τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ Θεός.

  15. 8.19.6.1

    Θεοδώρου Μονάχου. Ἕτερος δὲ κτίσιν μὲν λέγειν τὸν Παῦλον νῦν ἀπεφήνατο τὰς ἐφεστηκυίας δυνάμεις ταῖς ἀψύχαις ὕλαις τὰς ταγείσας παρὰ Θεοῦ τὴν κτίσιν διέπειν. ἀποκαραδοκίαν δὲ, τὴν ἀνελπιστίαν. ἡ κτίσις γάρ, φησι, ἐπιμενόντων ἡμῶν τῇ κακίᾳ, καὶ ἐπισφιγγόντων ἑαυτοῖς τοῦ θανάτου τὴν ἀπόφασιν, τόγε ἐφ’ ἡμῖν πολλάκις τὰ καθ’ ἡμᾶς ἀπελπίσασα, ταύτην ἀπεκδέχεται τῶν ἁπάντων διόρθωσιν, τὴν προσδοκίαν τῶν μελλόντων, ὅτι ἀναστησόμεθα πάντες εἰς τὸ εἶναι ἀθάνατοι. τὴν γὰρ ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, τὴν ἀνάστασιν λέγει· υἱοθεσίαν, τὴν ἀθανασίαν καλῶν. ὅθεν καὶ ὁ Δαβὰιδ λέγει, “ ἐγὼ εἶπα, θεοὶ ἐστέ.” ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, ὡς οὐκ ἔχοντος λόγον τοῦ ἀποθνήσκειν, τοὺς υἱοὺς τοῦ Θεοῦ χρηματίσαντας.

  16. 8.19.7.1

    Χρυσοστόμου. Τί δέ ἐστι “ τῆ ματαιότητι, ἡ κτίσις ὑπε- “τάγη;” φθαρτὴ γέγονε. διατί; διὰ σὲ τὸν ἄνθρωπον· ἐπειδὴ γὰρ σῶμα ἔλαβες θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο, καὶ ἀκάνθας ἤνεγκε καὶ τρίβολόν. ὅτι δὲ καὶ ὁ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τοῦ προφήτου λέγοντος, “ καταρχὰς, Κύριε, τὴν γῆν “ μελίωσας. καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. αὐτοὶ ἀπο- “ λοῦνται. σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσον- “ τᾶι· καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. καὶ Ἡσαίας δὲ ταῦτα ἐμφαίνων ἔλεγεν, “ ἐμβλέψατε εἰς τὸν “ οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω. ὅτι ὁ οὐρανὸς ὡς καπνὸς “ ἐστερεώθη. ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ “ κοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται.” εἶδες πῶς ἐδούλευσε τῇ ματαιότητι ἡ κτίσις; πῶς ἐλευθεροῦται ἀπὸ τῆς φθορᾶς; ὁ μὲν γάρ φησιν, “ ὡς ἱμάτιον ἑλίξει αὐτοὺς, καὶ ἀλλαγήσονται.” ὁ δὲ Ἡσαίας. “ οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦν- “τᾶι.” οὐ παντελῆ λέγων ἀπώλειαν. οὐδὲ γὰρ οἱ κατοικοῦντες ἀυτὴν, τουτεστιν ἄνθρωποι, ταύτην ὑποστήσονται· ἀλλὰ τὴν πρόσκαιρον. καὶ δι’ αὐτῆς, ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται· ὥσπερ οὖν καὶ ἡ κτίσις. ἅπερ ἅπαντα διὰ τοῦ εἰπεῖν ὡς ταῦτα, παρεδή- λωσεν. ὅπερ οὐν καὶ ὁ Παῦλος προιὼν φησίν· τέως μέντοι περὶ τῆς δουλείας αὐτῆς διαλέγεται· καὶ δείκνυσι τίνος ἕνεκεν τοιαύτη γέγονε, καὶ τὴν αἰτίαν, ἡμᾶς τίθησι. τί οὖν ἐπηρέασται, δι’ ἕτερον ταῦτα παθοῦσα; οὐδαμῶς. καὶ γὰρ δι’ ἐμὲ γέγονεν. ἡ τοίνυν δι’ ἐμὲ γενομένη, πῶς ἃν ἀδικοῖτο, εἰς ἐμὴν διόρθωσιν ταῦτα πάσχουσα; ἄλλως δὲ, τὸν τοῦ δικαίου καὶ ἀδίκου λόγον, οὐδὲ κινεῖν ἐπὶ τῶν ἀψύχων δεῖ. ἀλλ’ ὁ Παῦλος ἐπειδὴ ταύτην ἐπροσωποποίησεν, οὐδενὶ κέχρηται τούτων ὧν εἶπον, ἀλλ’ ἑτέρῳ τινὶ λόγῳ τὸν ἀκροατὴν ἐκ περιουσίας παραμυθήσασθαι σπεύδων. ποίῳ δὴ τούτῳ; τί λέγεις; φησίν. κακῶς ἔπαθε, καὶ διὰ σὲ φθαρτὴ γέγονεν· ἀλλ’ οὐδὲν ἠδίκηται. καὶ γὰρ ἄφθαρτος ἔσται διὰ σὲ πάλιν. τοῦτο γὰρ ἔστι τὸ “ ἐπ’ ἐλπίδι.” ὅταν δὲ λέγῃ, “ ἑκοῦσα ὑπετάγη,” οὐχ ἵνα κυρίαν γνώμης οὖσαν δείξῃ, τοῦτο λέγει. ἀλλ’ ἵνα μάθῃς ὅτι τῆς Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, καὶ οὐκ ἐκείνης κατόρθωμα τοῦτο.

  17. 8.19.8.1

    Θεοδωρήτου. Ματαιότητα μὲν οὖν, τὴν φθορὰν λέγει. τοῦτο γὰρ μετ’ ὀλίγα διδάσκει. “ ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσε- “ται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” διδάσκει δὲ, ὡς πᾶσα ἡ κτίσις ἡ ὁρωμένη, θνητὴν ἔλαχε φύσιν. ἐπειδήπερ τῶν ὅλων ὁ ποιητὴς προεώρα τοῦ Ἀδὰμ τὴν παράβασιν, καὶ τὴν ἐπενεχθησομένην αὐτῷ τοῦ θανάτου ψῆφον. οὐ γὰρ ἦν εἰκὸς οὐδὲ δίκαιον, τὰ μὲν δι’ αὐτὸν γεγενημένα μεταλαχεῖν ἀφθαρσίας· αὐτὸν δὲ, οὗ χάριν ταῦτα ἐπεποίητο, θνητὸν εἶναι καὶ παθητόν. τούτου δέ γε διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν λαμβάνοντος, κἀκεῖνα ὡσαύτως μεταλαμβάνει τῆς ἀφθαρσίας. λέγει τοίνυν, ὅτι ταύτην ἀναμένει τῶν πραγμάτων τὴν μεταβολὴν ἡ ὁρωμένη κτίσις. τρεπτὴ γὰρ ἐγένετο· οὐχ ἑκοῦσα μὲν, τοῦ δὲ δημιουργήσαντος ἀσπασαμένη τὸν ὅρον. τὴν δὲ περὶ ἡμᾶς ὁρῶσα κηδεμονίαν, ἔχει τῆς μεταβολῆς τὴν ἐλπίδα.

  18. 8.19.9.1

    Κυρίδδου. Ἢ ματαιότητα ἐνθάδε φησὶν τοὺς ζῶντας ἐν ματαιότητι· τουτέστιν, ἐν φρονήματι σαρκικῷ. περὶ ὣν ἂν λέγοιτο καὶ μάλα εἰκότως, “ ἄνθρωπος ματαιότητι ὡμοιώθη.” καὶ μὴν ὅτι παρεσυνεβλήθη τῆς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος. τούτοις ἡ κτίσις ὑποτάσσεται· καὶ οὔ τι που πάντως ἑκοῦσα. πόθεν; πῶς δὲ δὴ ἄρα καὶ τοῦτο φαμέν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ’ ἡμᾶς οὐδὲν, ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις. οὐ γάρ ἐστι λογική. ἀλλ’ εἰ καί τις δοίη τὸ δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἃν ἠνέσχετο, φησὶν, τῆς οὕτως αἰσχρᾶς δουλείας· οὐδ’ ἃν ἠθέλησεν ὑποτετάχθαι καὶ ὑπηρετεῖν τοῖς ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων, ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις. ἀλλ’ ἐπ’ ἐλπίδι, φησὶν, τῶν σωθησομένων, καὶ τῶν κατὰ καιροὺς ἁγίων τὲ καὶ ἐκλεκτῶν ὑποτέτακται τέως. καταζεύγνυντος αὐτὴν τοῦ Θεοῦ, καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτόν. ἵνα δὴ μόνοις ὑπηρετῇ τοῖς αὐτοῦ τέκνοις, καὶ ταῖς τῶν ἐξειλεγμένων παρακέοιτο χρείαις. ἀλύει μὲν γὰρ μονονουχὶ, καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ αὐτῇ ἦν τὸ καὶ εἰδέναι τι δύνασθαι τῶν καθ’ ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώξασα· πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ τὴν ἀποκάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ.

  19. 8.19.10.1

    Γενναδίου. Ματαιότητα τοιγαροῦν λεκτέον τὸν παρόντα τοῦτον βίον ἡμῶν· λέγοντος ἄντικρυς τοῦ Ἀποστόλου. ἐπεὶ τίνος χάριν οὕτω πρὸς τὴν ὑπηρεσίαν τῶν φθαρτῶν, ἅπασα συνετείνετο μὴ ἐπ’ ἐλπίσι τοιαύταις ποιεῖν αὐτῇ, Θεοῦ τοῦτο νομοθετήσαντος; καὶ τὸ, “ οὐχ ἑκοῦσα,’ ἣ προσωποποιήσας εἴρηκε, κατὰ τὸ ἰδίωμα τῆς γραφῆς, ὡς εἶπον, τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις ἣ καὶ διὰ τοὺς Ἀγγέλους τυχόν ἱν ἀπὸ τοῦ κρείττονος μέρους ὡσπερεὶ πάσης ἀύτης ᾖ τὸ λεγόμενον.

  20. 8.19.11.1

    Κυρίκκου. Οὐκοῦν εἴπερ εἶναι φασὶν κτιστὸν τὲ καὶ ποιητὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀνάγκη συνομολογεῖν ὑποτετάχθαι καὶ αὐτὸ τῇ ματαιότητι· καὶ συστενάζειν μὲν καὶ συνωδίνειν· εἶναι τὲ νῦν ὥσπερ ἐν δουλείᾳ· ἐλευθερωθήσεσθαι o δὲ μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. εἶτα ποῖ ποτε ὁ Παῦλος ἡμῖν οἰχήσεται λέγων, “ οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν “ φόβον· ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας. ἐν ᾧ κράζομεν “ ὁ πατήρ;” εἰ δοῦλον ἐστὶν, ὡς κτιστὸν καὶ ποιητὸν τὸ Πνεῦμα Ἅγιον, πῶς ἐν αὐτῷ κράζομεν ἀββᾶ ὁ πατήρ; ἀλλὰ τῆς μὲν δουλείας ἀπαλλάττει τοὺς ἐν οἷς ἃν γένοιτο. ἀναμορφοῖ δὲ μᾶλ- λον εἰς τὴν ἐλευθερίαν καὶ υἱότητα· μετόχους ἀποδεικνύον τῆς οἰκείας φύσεως. οὐκ ἄρα δοῦλον ἐστίν. εἰ δὲ δὴ τοῦτο, οὐ κτίσμα. τὸ δὲ καὶ τὸ εἰναι κτίσμα, καὶ τὸ ἐν δούλοις τετάχθαι διαφυγὸν, τῆς θείας λοιπὸν ἃν εἴη οὐσίας δηλαδή.

  21. 8.19.12.1

    Χρυσοστόμου. Ἀλλ’ εἰπὲ λοιπὸν καὶ ἐπὶ ποίᾳ ἐλπίδι.

  22. 8.21.verse.1

    Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.

  23. 8.21.1.1

    Χρυσοστόμου. Ti ἐστι καὶ αὐτή; οὐχὶ σὺ μόνος, ἀλλὰ καὶ ὃ σοῦ ἐστι καταδεέστερον, καὶ οὐ μετέχει λογισμοῦ οὐδὲ αἰσθήσεως, καὶ τοῦτο σοι κοινωνήσει τῶν ἀγαθῶν. “ ἐλευθερωθήσεται “ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” τουτέστιν. οὐκέτι ἔσται ἀλλ’ ἀκολουθήσει τῇ τοῦ σώματος εὐμορφία τοῦ σοῦ. ὥσπερ γὰρ γενομένου φθαρτοῦ, γέγονεν ἐκείνη τοιαύτη, οὕτως ἀφθάρτου κατάσταντος, καὶ αὐτὴ ἕψεται πάντως. ὅπερ οὖν δεικνὺς ἐπήγαγεν, “ εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Φεοῦ.” διὰ τὴν ἐλευθερίαν. καθάπερ γὰρ τιθηνὸς παιδίον τρέφουσα βασιλικόν· ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενομένου τῆς πατρικῆς, καὶ αὐτὴ συναπολαύει τῶν ἀγαθῶν, οὕτω καὶ ἡ κτίσις φησί. ὁρᾷς τὸν ἄνθρωπον πανταχοῦ προηγούμενον, καὶ δι’ αὐτὸν ἅπαντα γινόμενα; εἰδες πῶς καὶ παραμυθεῖται τὸν ἀγωνιζόμενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν; τι γὰρ ἀλγεῖς, φησι, ἐπὶ τοῖς πειρασμοῖς; σὺ διὰ σαυτὸν πάσχεις. ἡ κτίσις, διὰ σέ. οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἀξιόπιστα δείκνυσι τὰ λεγόμενα. εἰ γὰρ ἡ κτίσις ἐλπίζει, ἡ διὰ σὲ πάντα γενομένη, πολλῷ μᾶλλον σύ· δι’ ὃν καὶ ἡ κτίσις ἀπολαύειν μέλλει τῶν ἀγαθῶν ἐκείνων. οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ Υἱοῦ μέλλοντος ἐπ’ ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύσει στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν. ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίᾳ περιβάλλει, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων. Οἰκουμενίου. Ἢ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ, ὅτι εἰς αὐτὴν εἰς ἣν καὶ ἡμεῖς, ἐλευθερουμένη τῆς φθορᾶς ἡ κτίσις, ἐλεύσεται.

  24. 8.21.2.1

    Θεοδώρου Μονάχου. οἷον ἐκ φθαρτῆς ἄφθαρτος ἔσται. καὶ ἄλλως δὲ ἡ ὑλώδης, φησὶ, φύσις ἐδουλώθη τῷ πονηρῷ, καὶ ἐπιβουλεύεται ὑπ’ αὐτοῦ πολλάκις κατὰ συγχώρησιν Θεοῦ. ὥστε καὶ λοιμοὺς καὶ πολέμους, καὶ ἄλλας φθορὰς ὑπ’ αὐτοῦ κατασκευά- ζεσθαι. καὶ γὰρ εἰκὸς τῶν ἐνοικούντων εὐσεβῶς διαγόντων, ἔχειν χώραν τὸν πονηρὸν ὡς ἰδίων κατεπιβαίνειν, καὶ ἐπὶ τῇ αὐτῶν κακώσει, τὰ περὶ αὐτὰ στοιχεῖα κακοῦν. ὣν γινομένων· αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις, στενάζουσι καὶ ὠδίνουσι, καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου ἀναμένουσιν. ἐν ᾗ καὶ ἡ κτίσις συνελευθερωθεῖσα, τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον, τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ. ὡς καὶ νῦν φαμὲν, ἡ οἰκία θορυβοῦται, ἡ πόλις ἀγανακτεῖ. ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων, τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες. καὶ καθ’ ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι τῆς δουλείας τῆς φθορᾶς. ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ἡ κτίσις ὑπὸ τῶν συνδούλων αὐτῆς, “ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ “κτίσει παρὰ τὸν κτίσαντα.” ὥστε τῆς δεσποτικῆς ἀκουσίως ἀπολαύουσα τιμῆς, βαρέως φέρει τὸ γινόμενον καὶ ὠδίνει καὶ ἄχθεται προσκυνουμένη ματαίαν προσκύνησιν ὕπο τῶν ἀνθρώπων· καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς· οὐδὲ ἐξ ἀρχῆς ἑλοῦσα, οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ· ἀλλ’ ὑπετάγη, συγχωρήσαντος τοῦ Θεοῦ· καὶ ὑπετάγη, ἐπ’ ἐλπίδι μελλούσῃ. “ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται.” πότε δέ; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δικαίων. διὸ καὶ “ ἡ ἀποκαραδοκία τῆς κτίσεως “ τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται·” ὅτε καὶ πάντα ἀνακαινισθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. τουτέστι, τοῦ διαβόλου. φθορὰν γὰρ, τὸν διάβολον ἔστιν εἰπεῖν, ὡς καὶ μα- ταιοτητα.

  25. 8.21.3.1

    Γρηγορίου Νύσσησ. Ἢ ἀποκαραδοκίαν τῆς κτίσεως, καὶ ἀντὶ τοῦ τῶν Ἀγγέλων νοητέον, καθὰ καὶ ἀνωτέρω δεδήλωται· ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς Ἀγγέλοις ἐπὶ τοῖς ἀνασωζομένοις ἐξ ἁμαρτίας. διότι ἡ κτίσις ἐκείνη μέχρι τοῦ νῦν συστενάζει καὶ συνωδίνει τῆ καθ’ ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώ- λείαν. ὅταν ἡ ἄπο κάλυψις γένηται τῶν υἱῶν τοῦ Θεοῦ, ἣν ὑπὲρ ἡμῶν ἀεὶ καραδοκεῖ τὲ καὶ ἀπεκδέχεται· καὶ ὅταν ἀποσωθῇ τῇ ἄνω ἑκατοντάδι τὸ πρόβατον. ἡμεῖς δὲ πάντως ἐσμὲν, ἡ ἀνθρωπίνη φύσις, τοῦτο τὸ πρόβατον, τὸ δὲ διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ εὐχαριστίᾳ, τῇ ὑπὲρ ἡμῶν, προσάξουσι τῷ Θεῷ τὴν προσκύνησιν χαίροντες οἱ Ἄγγελοι.

  26. 8.22.verse.1

    Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς τοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν του σώματος ἤμων.

  27. 8.22.1.1

    Χρυσοστόμου. Ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ οὕτω λέγων. μὴ γένῃ τῆς κτίσεως χείρων· καὶ τοῖς παροῦσιν ἐμφιλοχωρήσῃς. οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ καὶ στενάζειν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας. εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ μᾶλλον σὲ δίκαιον τοῦτο ἐπιδείκνυσθαι, τὸν λόγῳ τετιμημένον.

  28. 8.22.2.1

    Θεοδωρήτου. Ἐνταῦθα δὲ καὶ τὴν ἀόρατον συμπεριέλαβε κτίσιν. “πᾶσα” γὰρ εἶπεν “ἡ κτίσις.” εἰς ἀκριβεστέραν δὲ τοῦ χωρίου, τῆς εὐαγγελικῆς ἀναμνήσω φωνῆς· ὃ γὰρ Κύριος ἔφη, καὶ τοὺς Ἀγγέλους ἐν τῷ οὐρανῷ χαίρειν ἐπὶ ἀνθρώπῳ μετανοοῦντι. εἰ δὲ χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν ἁμαρτωλοῖς, καὶ ἀθυμοῦσι δηλονότι, τὰς ἡμετέρας παρανομίας ὁρῶντες.

  29. 8.22.3.1

    Κυρίλλου. Εἰ δὲ στενάζει μὲν ἡ κτίσις πᾶσα, καὶ ἀπεκδέχεται τὴν ἀπολύτρωσιν τῶν υἱῶν τοῦ Θεοῦ καὶ τὴν ἐλευθερίαν· οὔτε δὲ στενάζων ὁ υἱὸς φαίνεται, οὔτε τὴν υἱοποιίαν ἣ ἐλευθερίαν ἐκδέχεται. ἀλλ’ αὐτός ἐστιν ὁ τὴν ἐλπίδα τῆς γνώσεως ἀποπληρῶν, καὶ εἰς υἱοθεσίαν τοὺς στενάζοντας καλῶν, καὶ τῆς ἐλευθερίας δοτὴρ, οὐκ ἄρα ἐν τοῖς πᾶσιν ἐστὶν, οὐδὲ τῇ κτίσει καταριθμηθήσεται. ἀλλ’ ἕτερός ἐστι παρ’ αὐτήν. καὶ τὰ μὲν, ὡς κτίσματα στενάζει τοῦ βοηθοῦντος δεόμενα. ὁ δὲ, ὡς Υἱὸς ἐλευθεροῖ τὰ τῷ τῆς δουλείας δεσμῷ συνεχόμενα.

  30. 8.22.4.1

    Χρυσοστόμου. Ἀλλ᾿ οὔπω μέγα εἰς ἐντροπὴν τὸ τὴν κτίσιν στενάζειν. διὸ καὶ ἐπήγαγεν, “ οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ “ ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, ἐν ἑαυτοῖς στενάζομεν.” τῶν μελλόντων ἤδη γευσάμενοι. κἂν σφόδρα λίθινός τις ᾐ φησιν, ἱκανὰ τὰ δοθέντα ἤδη διαναστῆσαι τε αὐτὸν, καὶ τῶν παρόντων ἀπαγαγεῖν, καὶ πρὸς τὰ μέλλοντα πτερῶσαι διπλῆ· καὶ τῷ μεγάλα εἶναι τὰ δεδομένα· καὶ τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀπαρχὴν εἶναι. εἰ γὰρ ἡ ἀπαρχὴ τοσαύτη, ὥστε δι’ αὐτῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ· τοὺς δὲ τότε, καὶ δαίμονας ἐλαύνειν, καὶ νεκροὺς ἐγείρειν διὰ σκιᾶς καὶ ἱματίων· ἐννόησον τὸ ὅλον ἡλίκον. εἶτα ἵνα μὴ δῷ τοῖς αἱρετικοῖς λαβὴν, καὶ δόξῃ τὰ παρόντα διαβάλλειν, στενάζομεν φησί· οὐ τῶν παρόντων κατηγοροῦντες, ἀλλὰ τῶν μειζόνων ἐφιέμενοι. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ υἱοθεσίαν τί λέγεις; ἄνω καὶ κάτω ἔστρεφες ὅτι ἤδη γεγόναμεν υἱοί· καὶ νῦν ἐλπίσι τιθεῖς τουτὶ τ᾿ ἀγαθόν; γράφων ὅτι ἐκδέχεσθαι αὐτὴν δεῖ; τοῦτο τοίνυν διορθούμενος τῇ ἐπαγωγῇ, λέγει, “ τὴν “ τρῶσιν τοῦ σώματος ἡμῶν.” τουτέστι, τὴν ἀπηρτισμένην δόξαν. νῦν μὲν γὰρ ἐν ἀδήλῳ τὰ ἡμέτερα ἕστηκεν, ἕως ἐσχάτης ἀναπνοῆς· ἃν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεά· οὐκέτι τὴν ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας δεδοικυῖα μεταβολήν. τότε οὖν βεβαία ἔσται ἡ χάρις· ὅταν καὶ τὸ σῶμα ἡμῶν ἀπαλλαγῇ θανάτου καὶ τῶν μυρίων παθῶν. τοῦτο γάρ ἐστιν ἀπολύτρωσις. οὐχ ἁπλῶς λύτρωσις, ἀλλ’ ὥστε μηκέτι πάλιν ὑποστρέψαι ἐπὶ τὴν προτέραν αἰχμαλωσίαν. ἵνα γὰρ μὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς καὶ μηδὲν σαφῶς ἐπιστάμενος, ἐκ μέρους σοι παρανοίγει τὰ μέλλοντα. τὸ σῶμά σοι μεταβάλλων, καὶ τὴν κτίσιν αὐτῷ συμμεταβάλλων ἅπασαν.

  31. 8.22.5.1

    Κυρίλλου. Τὸ γοῦν ἐφ’ ἡμῖν γίνεσθαι πεφυκὸς, δέχεται πρὸς ἀπόδειξιν τῶν εἰρημένων. “ αὐτοὶ γὰρ ἡμεῖς,” φησι, “ οἱ “ ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν “ βαρυνόμενοι. υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ “ μάτος ἡμῶν.” ἀληθὲς γὰρ ὅτι φθαρτὸν σῶμα, βαρύνει ψυχήν. καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Ἁγίου Πνεύματος, καὶ μεταστοιχειοῦντος ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς, ἀντεξάγει ὥσπερ ἡ φιλοσαρκία· καὶ ὁ τοῖς μέλεσιν ἡμῶν ἐγκατασκήψας νόμος, ἀεὶ καταθήγων εἰς ἐκτόπους ἡδονὰς, ἀπηνῶς ἀντανίσταται. ταύτῃ τοι στενάζομεν, τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν εἰς υἱοθεσίαν καταλογιζόμενοι. δεδι- ψήκαμεν γὰρ οὐ τὴν τῶν σωμάτων ἀπόθεσιν. οὔτε μὴν ταύτην ετͅναι φαμὲν τὴν λύτρωσιν· ἔσεσθαι δὲ προσδοκῶμεν τὸ σῶμα πνευματικόν. τουτέστιν ἀποβεβληκὸς εἰσάπαν φρόνημά τε τὸ σαρκικὸν καὶ γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ κέντρον. τοῦτο εἶναι φαμὲν τὸ σῶμα τὸ πνευματικόν. εἰ δὲ τῆς υἱοθεσίας ἡ χάρις, τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν ἔχει, μὴ δή τινες ὅλως συκοφαν- τείτωσαν ἡμῖν τὴν ἀνάστασιν. μήτε μὴν εἰς τοῦτο ἡκόντων ἀσυνε- σίας, ὡς ἀπόβλητον μὲν ποιεῖσθαι τὴν σάρκα, καὶ ἀφανισθή- σεσθαι λέγειν αὐτὴν πεσοῦσαν εἰς γῆν· ἀντανίστασθαι δὲ ὥσπερ ἕτερόν τι πνευματικόν· ἰσχνὸν φημὶ καὶ ἀερῶδες. νοοῦσι γὰρ ωηε τὸ πνευματικὸν αὐτοὶ.

  32. 8.22.6.1

    Θεολωρήτου. Εἰ καὶ ε7πε τοίνυν, ὅτι ἐλάβομεν πνεῦμα υἱοθεσίας. ἀλλ’ ὅμως, διδάσκει σαφέστερον, ὅτι τὸ μὲν ὄνομα νῦν ἐλάβομεν, τοῦ δέ γε πράγματος, τότε μεθέξομεν, ὅταν ἡμῶν ἀπαλ- λαγῇ τὰ σώματα τῆς φθορᾶς, καὶ τὴν ἀθανασίαν ἐνδύσηται.

  33. 8.24.verse.1

    τῇ γὰρ ἐλπίδι ἐσώθη μὲν. ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τίς, τί καὶ ἐλπίζει ; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.

  34. 8.24.1.1

    Χρυσοστόμου. Ἐπειδὴ τῇ τῶν μελλόντων ἐνδιέτριψεν ὑπο- σχέσει. ἐδόκει δὲ τοῦτο λυπεῖν τὸν ἀσθενέστερον ἀκροατήν. εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθά· πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων καὶ ὁρωμένων ἐστὶ σαφέστερα· καὶ πολλὰ περὶ τῶν ἤδη δεδομέ- δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλά- βομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν, καὶ τὴν εν̓γέ. νειαν ἡμῶν προσδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησὶ, ** τῇ γὰρ ἐλ- πίδι ἐσώθημεν. ὃ δὲ λέγει, τοῦτό ἐστιν. οὐ δεῖ πάντα ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ. καὶ διὰ ταύτης μόνον ἐσώθημεν τῆς ὁδοῦ. ἃν τοίνυν αὐτὴν ἀπολέ- σωμεν P. εἰ τοίνυν αὕτη σε ἔσωσε, ταύτην κάτεχε καὶ νῦν. ἡ γὰρ τοσαῦτά σοι παρασχοῦσα ἀγαθὰ, εὔδηλον ὅτι οὐδὲ περὶ τῶν μελλόντων σε ψεύσεται. εἰ γὰρ ἐχθρὸν λαβοῦσα, φίλον ἐποίησε, καὶ υἱὸν καὶ κληρονόμον, πῶς μετὰ τὴν τοσαύτην σε οἰκείωσιν, προήσεται ἐν τοῖς ἑξῆς; ἃν δὲ ἐνταῦθα πάντα ἀπαιτῇς, ἀπώλεσάς σου τὸ κατόρθωμα· δι’ οὗ λαμπρὸς ἐγένου. διὸ ἐπάγει, “ ἐλπὶς “ βλεπομένη, οὐκ ἔστιν ἐλπίς. ὃ γὰρ βλέπει τίς, τί ἐλπίζει; “ εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι’ ὑπομονῆς εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, τίς χρεία ἐλπίδος; τι οὖν ἐστιν ἐλπίς; τὸ τοῖς μέλλουσι θαρρεῖν· τί γὰρ μέγα αἰτεῖ παρὰ σοῦ ὁ Θεός; αὐτὸς ὁλόκληρα οἴκοθεν διδοὺς τὰ ἀγαθὰ, ἓν αἰτεῖ παρὰ σοῦ μόνον. ἐλπίδα. ἵνα ἔχῃς τί καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν. ὅπερ οὐν καὶ αἰνιττόμενος, ἔλεγεν. “ εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.· ὥσπερ γὰρ ’τον πονοῦντα καὶ ταλαιπωρούμενον καὶ μυρία κάμνοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ. τὸ γὰρ τῆς ὑπομονῆς ὄνομα, ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. ἀλλ’ ὅμως ἐχαρίσατο καὶ τοῦτο τῷ ἐλπίζοντι· ἵνα παραμυθήσηται τὴν ἀποκαμοῦσαν ψυχήν.

  35. 8.24.1.2

    Ανωθεν δέ τις ἀπὸ τοῦ, “ τὴν υἱοθεσίαν ἀπεκδεχόμενος,” ἀρξάμενος, οὕτως ἔφη περὶ τούτων.

  36. 8.24.2.1

    Θωτίου. Τί γὰρ οὐκ ἐλάβομεν ταύτην διὰ τοῦ βαπτίσματος; οὐχὶ καὶ αὐτὸς πρὸ μικροῦ ἔφης, ὅτι πνεῦμα υἱοθεσίας ἐλάβετε; ’ναι φησιν. ποίαν οὖν ἀπεκδεχόμεθα; τὴν φανερουμένην, φησὶν, κατὰ τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἄλλην παρὰ τὴν εἱρημένην; μὴ γένοιτο. ἀλλ’ αὐτὴν ἐκείνην τελειότερον φανερουμένην, καὶ διὰ πείρας αὐτῆς ἐπιγινωσκομένην. μετὰ γὰρ τὴν ἀπολύτρωσιν τοῦ σώματος, τότε ἡ τῶν ἀγαθῶν ἀπόλαυσις. τότε πάντα τὰ τῆς υἱοθεσίας γνωρίσματα καὶ ἀποτελέσματα. καὶ νῦν γὰρ ἐπ’ ἐλπίδι τούτων ἐλάβομεν τὴν υἱοθεσίαν. αὐτὸς δὲ ἐμφαντικώτερον εἰπεν, “ ἐσώθημεν.” πῶς οὖν ἠλπίσαμεν ταῦτα, μὴ τούτων ἤδη, μὴ δ᾿ ὑπ’ ὄψιν ἡμῶν πεσόντων, μὴ δ’ ὑπὸ πεῖραν; καλῶς φησιν καὶ εὐλόγως. εἰ γὰρ ὑπ’ ὄψιν ἡμῶν, καὶ ὑπὸ πεῖραν ἤδη τὰ ἐλπιζόμενα ἀγαθὰ ἐγεγόνει, οὐκ ἃν ἦν ἐλπιζόμενα. ὃ γάρ τις κατέχειν, πῶς οἷόν τε ἐλπίζειν; οὐκοῦν κατὰ φύσιν ἴδιον τῆς ἐλπίδος τοῦτο. τὸ περὶ μελλόντων αὐτὴν, καὶ μήπω παρόντων εἶναι. ὥστε καὶ ἡμᾶς ἃ οὐ βλέπομεν, ἐκεῖνα δέον ἐλπίζειν. εἰ δὲ ἃ οὐ βλέπομεν, ὥσπερ δεῖ, ἐκεῖνα καὶ ἐλπίζομεν, ὑπομένειν δεῖ καὶ ἀπεκδέχεσθαι τὰ προσδοκηθέντα, καὶ μὴ ἀθρόον ἐπιζητεῖν αὐτὰ παραγενέσθαι. μάλιστα τοῦ νεύματος διὰ τῶν ἐνταῦθα χαρισμάτων πιστουμένου τὰ ἐκεῖθεν, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν ἡμῶν συναντιλαμβανομένου καὶ θεραπεύοντος. πόσα γὰρ εὐεργετεῖ ἐν αὐταῖς ἡμῶν ταῖς εὐχαῖς; ἵνα νῦν τὰ ἄλλα ἐάσω, διδάσκον ὅπως χρὴ εὔχεσθαι, καὶ πάντα εἰς τὸ ἀγαθὸν συνεργοῦν.

  37. 8.26.verse.1

    Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. τὸ γὰρ τί προσευξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν. ἀλλ’ αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις.

  38. 8.26.1.1

    Χρυσοστόμου. Δείκνυσιν ὅτι καὶ πρὸς τὸ κοῦφον τοῦτο. τὴν ἐν ἐλπίδι ὑπομονὴν, πολλῆς ἀπολαύομεν βοηθείας. τὸ μὲν γάρ, φησιν, γίνεται σὸν, τὸ τῆς ὑπομονῆς. τὸ δὲ, τῆς τοῦ Πνεύματος χορηγίας· εἴς τε τὴν ἐλπίδα σε ἀλείφοντος, καὶ δι’ αὐτῆς πάλιν τοὺς πόνους κουφίζοντος. εἶτα ἵνα μάθῃς ὅτι οὐκ ἐν τοῖς πόνοις σοι μόνον καὶ τοῖς κινδύνοις παρέστηκεν αὐτη ἡ χάρις, ἄλλα κα ἐν τοῖς εὐκολωτάτοις δοκοῦσιν εἶναι συμπράττει, καὶ πανταχοῦ τὴν παρ’ ἑαυτοῦ βοήθειαν εἰσφέρει, ἐπήγαγε· “ τὸ γὰρ τι προσ- “ εὐξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν.” ταῦτα δὲ ἔλεγε, τήν τε πολλὴν τοῦ Πνεύματος ἐμφαίνων πρόνοιαν τὴν περὶ ἡμᾶς, καὶ παιδεύων αὐτοὺς μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα ἃ τοῖς λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς μυρία πάσχοντας δεινὰ ἄνεσιν ζητεῖν, καὶ ταύτην αἰτεῖν παρὰ Θεοῦ τὴν χάριν, καὶ νομίζειν αὐτοὺς λυσιτελεῖν, λέγει· μὴ πάντως τὰ δοκοῦντα ὑμῖν εἶναι συμφέροντα, ταῦτα καὶ εἶναι νομίζετε· καὶ γὰρ εἰς τοῦτο τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας. ὅθεν καὶ ἔλεγε, τὸ, “ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.” ἵνα μηκέτι ὁ μαθητὴς αἰσχύνηται τὴν ἄγνοιαν, ἔδειξε καὶ τοὺς διδασκάλους ἐν τοῖς αὐτοῖς ὄντας. οὐ γὰρ εἶπεν, οὐκ οἴδατε, ἀλλ’ “οὐκ οἴδαμεν”. καὶ ὅτι οὐ μετριάζων ταῦτα ἔλεγεν, ἐδήλωσε δι’ ἑτέρων. καὶ γὰρ ἀδιαλείπτως ἐπὶ τῶν προσευχῶν αὐτοῦ, τὴν Ῥώμην ἰδεῖν ἐδεῖτο. καὶ οὐχ ὅτε ἐδεῖτο τότε ἐπέτυχε. καὶ ὑπὲρ τοῦ σκόλοπος δὲ τοῦ δεδομένου αὐτῷ ἐν τῇ σαρκί· τουτέστι τῶν κινδύνων, παρεκάλεσε καὶ ἀπέτυχε. καὶ Μωϋσῆς δὲ ἐν τῇ παλαιᾷ ὑπὲρ τοῦ τὴν Παλαιστίνην ἰδεῖν δεόμενος. καὶ Ἱερεμίας δὲ, ὑπὲρ Ιουδαίων ἱκετεύων. καὶ Ἁβραὰμ ὑπὲρ Σοδομιτῶν ἐντυγχάνων.

  39. 8.26.1.2

    “ Ἀλλ᾿ αὐτό” φησι, “τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, στε- “ ναγμοῖς ἀλαλήτοις.” ἀσαφὲς τὸ εἰρημένον διὰ τὸ πολλὰ τότε γενομένων θαυμάτων, νῦν πεπαῦσθαι. διόπερ ἀναγκαῖον διδάξαι ὑμᾶς τὴν τότε κατάστασιν, καὶ οὕτω σαφέστερος λοιπὸν ἔσται ὁ λόγος. τίς οὖν ἡ τότε κατάστασις; διάφορα πᾶσι τοῖς τότε βαπτιζομένοις χαρίσματα ἐδίδοτο, ἃ δὴ καὶ πνεύματα ἐκα- λεῖτο. πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται φησί. καὶ ὁ μὲν, εἶχε προφητείας χάρισμα· τοῦ τὰ μέλλοντα προλέγειν. ὁ δὲ, σοφίας, καὶ ἐδίδασκε τοὺς πολλούς. ὁ δὲ, ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας. ὁ δὲ, δυνάμεων, καὶ τοὺς νεκροὺς ἤγειρε. μετὰ δὲ τούτων ἁπάντων, ἦν καὶ εὐχῆς χάρισμα, ὃ καὶ αὐτὸ ἐλέγετο πνεῦμα. καὶ ὁ τοῦτο ἔχων, ὑπὲρ τοῦ πλήθους παντὸς ηὔχετο. ἐπειδὴ γὰρ ἀγνοοῦντες πολλὰ τῶν συμφερόντων ἡμῖν, τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο εἰς ἕνα τινὰ τῶν τότε χάρισμα εὐχῆς. καὶ τὸ κοινὴ συμφέρον ἁπάσης τῆς ἐκκλησίας, αὐτός τε ὑπὲρ ἁπάντων ἵστατο αἰτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευε. πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τό τε χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα, καὶ ἐντυγχάνουσαν τῷ Θεῷ καὶ στενάζουσαν. ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστὼς μετὰ κατανύξεως πολλῆς, μετὰ πολλῶν τῶν στεναγμῶν τῶν κατὰ διάνοιαν· τῷ Θεῷ προσπίπτων, ᾔτει πᾶσι τὰ συμφέροντα· οὗ καὶ νῦν σύμβολον ὁ διάκονος ἐστὶ, τὰς ὑπὲρ τοῦ δήμου ἀναφέρων εὐχάς. ἐνταῦθα τοίνυν οὐ περὶ τοῦ Παρακλήτου ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς.

  40. 8.26.2.1

    Κυρίλλου. “ Ἐντυχχάνει στεναγμοῖς ἀλαλήτοις ὑπὲρ ἐπειδὴ στενάζομεν ἐσθ’ ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ἐκτελεῖν σπουδάζοντες. οὐκοῦν μανθάνομεν ἐν Ἁγίῳ Πνεύματι, καὶ τοῦτο· σοφὸν γὰρ, ὡς καὶ ὁ Υἱός. “ ἐπειδὴ δέ,” φησιν, “ τὸ “ ξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν,” ἐκεῖνο ζητήσωμεν. καί τοι τίνα δεῖ τρόπον εὔχεσθαι, πεπαιδεύμεθα παρὰ τοῦ Χριστοῦ λέγοντος ἐναργῶς, “ ὑμεῖς οὖν προσεύχεσθε· Πάτερ ἡμῶν, ὁ ἐν “ οὐρανοῖς·” καὶ ὅσα τούτοις κείμενα ἐστὶν ἐφεξῆς. ὅτε τοίνυν καθ’ ὃν πρέπει τρόπον ἐκτελεῖν τὰς ἱκετείας ἐγνώκαμεν, τίς ἃν, εἰπέ μοι, γένοιτο τῶν ἀποστολικῶν γραμμάτων ὁ λόγος; ἣ, ἔνθα ἃν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον; φαμὲν οὖν ὅτι προσευχόμεθα μὲν ἐκζητοῦντες τὴν τῶν ἀγαθῶν αἴτησιν, καὶ τὰ εἰς δόξαν Θεοῦ πρό γε τῶν ἄλλων· καὶ τὰ δι’ ὧν ἂν ἔσοιτο βιῶναι τε ὀρθῶς, καὶ τὴν ζωὴν τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι. “ τὴν δὲ ἀπαρχὴν ἔχοντες τοῦ Πνεύματος, καὶ αὐτοὶ “ ἐν ἑαυτοῖς. υἱοθεσίαν ἀπεκδεχόμενοι, καὶ ἐλπίζοντες τὴν ἀπολύ- “ τρῶσιν τοῦ σώματος.” καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει τὸ, “τί “ προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.” “ εἰ γὰρ ὀφθαλμὸς οὐκ “ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ “ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν,” τι προσιόντες ἣ πῶς ἃν εἰδείημεν, ἃ μὴ τεθεάμεθα; μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ, καὶ ταῖς τῶν ἀνθρώπων καρδίαις οὐκ ἔγνως μένα; ποία δ᾿ ἃν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις· ἣ τίς ὁ μεταπλασμός· ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν· αὐτὸς ἃν εἰδείη καὶ μόνος ὁ τούτων τεχνίτης. ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς, καθὸ δεῖ προσεύχεσθαι μὴ εἰδότας, “ αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. ἵνα ἐν ταῖς “ ναῖς ὑμῶν δαπανήσητε·” οὐκοῦν πρέποι ἃν τοῖς ὧδε διακειμένοις εἰπεῖν, τὸ, “ τί προσευξόμεθα, καθὸ δεῖ οὐκ οἴδαμεν.” ἀλαλήτοις δὴ οὑν ἐν στεναγμοῖς λαλοῦμεν ἐν Πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται, πεπιστεύκαμεν· τίνα δὲ τρόπον, ἀγνοοῦμεν παντελῶς.

  41. 8.26.3.1

    Θεοδωρήτου. Ἢ καὶ ἁπλούστερον, μὴ αἰτεῖτε, φησὶ, λυπηρῶν τὴν ἀπαλλαγήν· οὐ γὰρ ἴστε τὸ συμφέρον, ὡς ὁ κυβερνῶν Θεός. δότε ὑμᾶς αὐτοὺς τῷ κατέχοντι τοῦ παντὸς τὰ πηδάλια· οὗτος γὰρ, κἂν μηδὲν αἰτήσετε, στενάζητε δὲ μόνον ὑπὸ τῆς ἐνοι- κούσης χάριτος ἐνεργούμενοι, σοφῶς τὰ κἄ ὑμᾶς πρυτανεύει, καὶ τὸ συνοῖσον μέλλει παρέξειν.

  42. 8.26.4.1

    Οἰκουμενίου. λῦτό, φησιν, τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. εἰ μὲν γὰρ σπεύδεις ἐργάσασθαι τὰ ἀγαθὰ, ὡσαύτως καὶ τὸ Πνεῦμα φροντίσει σου. εἰ δὲ ἀμελεῖς, ἀμεληθήσῃ.

  43. 8.26.5.1

    Θεοδώρου Μονάχου. Σημεῖον δὲ ἀσθενείας, καὶ τὸ σπουδάζειν παραγενέσθαι τὰ ἐλπιζόμενα, πρὸ τοῦ δέοντος καιροῦ. συναντιλαμβάνεται οὖν ἡμῖν τὸ Πνεῦμα, ἀσθενοῦσι περὶ τὸ εὔχεσθαι ἃ δεῖ. ἐπειδὴ ἡμεῖς τὰ συμφέροντα οὐκ ἴσμεν, οὐδὲ τοὺς εὐθέτους καιρούς. τὸ μέντοι Πνεῦμα τὸ Ἄγ’ ἴον ἐν τῷ συνεργεῖν, οὐκ ἀναιρεῖ τῆς αὐτεξουσιότητος τὴν χάριν. τὸ γὰρ συνεργεῖν, συμπράττειν ἐστὶν ἀσθενούσῃ τῇ γνώμῃ. οὐκ ἀναγκάζει, ἀλλὰ τοὺς ἑκουσίως εἰς ἀρετὴν ὁρμῶντας, ἐπιρωννύει· καὶ αὐτὸ δὲ τὸ Ἅγιον Πνεῦμα ἔστιν εἰπεῖν, ὅτι διὰ τῶν ἀλαλήτων στεναγμῶν, οὓς ἐγκαταμιγνυσι ταῖς τῶν ὁσίων εὐχαῖς, διορθοῦται τῶν εὐχομένων τὴν ἄγνοιαν· ὅταν ὁ εὐχόμενος ἐξ ἀγνοίας αἰτῇ τὸ μὴ δέον. ἀλαλήτους δέ φησι στεναγμοὺς, τοὺς ἐν βάθει τῆς καρδίας ὑπὸ τοῦ Ἁγίου Πνεύματος κινουμένους.

  44. 8.26.6.1

    Γενναδίου. Ἢ καὶ οὕτως. ἡ μὲν φύσις ἡμῶν ἐστι, ἀσθενὴς, καὶ τὸ καθ’ αὑτὴν τὸ αὖθις ἀναβιώσεσθαι· τὰ δὲ ἐπηγγελμένα, μεγάλα τὲ καὶ θεῖα, καὶ οἷα μηδὲ νῷ χωρηθῆναι δυνάμενα. ἀλλ’ ὅμως πρὸς πίστιν τούτων τῶν τηλικούτων, ἀπὸ τοῦ Πνεύματος οὐ μικρὰν ἐπικουρίαν ἔχομεν. τὰ γὰρ καὶ αἰτήσεως κρείττονα, καὶ περὶ ὧν οὐκ ἴσμεν, οὐ δὲ ὅπως εὔξασθαι χρὴ, ἵν εἴπῃ καὶ τὰ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχὴν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ Πνεύματος τοῦ Ἀγίου χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ τοῦ παντός. ὥσπερ γὰρ οἱ ἔπι τῶν γάμων ἀρραβῶνες, οὓς ἀλλήλοις οἱ γαμοῦντες διδόασιν, ἐγγυῶνται τὰ μετὰ ταῦτα· καὶ προφερόμενοι τὰς ἐφ’ οἷς δέδονται συνθήκας, ἐπὶ πέρας ἀχθῆναι καταναγκάζουσιν· οὕτως οἴμαι καὶ ἡ ἀπαρχὴ τοῦ Πνεύματος, τουτέστι τὸ μερικὸν τοῦ Πνεύματος χάρισμα, ὁ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, τὴν ἐπὶ καιροῦ δοθησομένην καθόλου χάριν ἡμῖν βέβαιοι. δέον οὖν ἄρα τοὺς ὑπὲρ αὐτῆς πόνους μὴ ἀποφεύγειν. τὸ δὲ ἐντυγχάνειν, μεταφορικῶς εἶπεν· ἀπὸ τοῦ καὶ ἡμῶν τὰς χρείας ταῖς πρὸς ἀλλήλους ἐντυχίαις ἀνύεσθαι.

  45. 8.27.verse.1

    Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.

  46. 8.27.1.1

    Χρυσοστόμου. Ἐκ τούτων μᾶλλον ἀληθὲς φαίνεται ὅτι περὶ τοῦ Παρακλήτου οὐκ ἔστιν ὁ λόγος τῷ Παύλῳ. ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς. ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἔδει εἰπεῖν, ὁ δὲ ἐρευνῶν τὸ Πνεῦμα. ἀλλ’ ἵνα μάθῃς ὅτι περὶ ἀνθρώπου ὁ λόγος πνευματικοῦ, καὶ χάρισμα ἔχοντος εὐχῆς, ἐπήγαγεν, “ ὁ δὲ “ νῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.” τοῦ ἀνθρώπου τοῦ πνευματικοῦ· ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. οὐ γὰρ ἀγνοοῦντα, φησὶν, διδάσκει τὸν Θεόν· ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ἃ χρὴ, καὶ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ δοκοῦντα αὐτῷ. τοῦτο γάρ ἐστι τὸ κατὰ Θεόν. ὥστε καὶ παρακλήσεως ἕνεκεν ἐγίνετο τοῦτο τῶν προσιόντων, καὶ διδασκαλίας ἀρίστης. καὶ γὰρ ὁ παρέχων τὰ χαρίσματα, καὶ τὰ μυρία διδοὺς ἀγαθὰ, ὁ παράκλητος ἦν. “ πάντα γὰρ ταῦτα, ” φησὶν, “ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.” καὶ τῆς ἡμετέρας χάριν τοῦτο γίνεται, καὶ τοῦ δειχθῆναι τοῦ Πνεύματος τὴν ἀγάπην· ὅτι μέχρι τούτου συγκαταβαίνει. ὅθεν καὶ τὸ εὔχεσθαι τῷ ἀγαπωμένῳ ἐγίνετο· μᾶλλον δὲ τὸ ἀκούεσθαι τῷ εὐχομένῳ.

  47. 8.27.2.1

    Γενναδίου. Διὰ μέντοι τοῦ, ὁ ἐρευνῶν, οὐκ ἄγνοιαν ἐσήμανεν. ἀλλὰ τὴν ἀκριβῆ τοῦ Θεοῦ γνῶσιν τῶν καθ’ ἡμᾶς. ἐπεὶ καὶ ἡμεῖς ἐρεύνης καὶ πλείονος ἀξιοῦμεν ζητήσεως, ἅπερ ἃν ἀκριβῶς βουληθείημεν λαβεῖν. τοῦτο προσέοικε κἀκεῖνο· “ τὸ Πνεῦμα πάντα “ ἐρευνᾷ·” καὶ τὸ παρὰ τοῦ προφήτου Σοφονία· “ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ “ λέγει Κύριος, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου. οὖν φησὶν, ὁ σοφῶς πάντα τὰ τῶν ἀνθρώπων εἰδὼς, οὐδὲ τὸν σκοπὸν πὸν τοῦ πνεύματος ἡμῶν ἀγνοεῖ· ἀλλ’ οἶδεν ὅτι κατὰ τὸ αὐτοῦ θέλημα· καὶ ἐφ’ ᾧ δέδωκεν αὐτό. τοῦτο γάρ ἐστι, τὸ “κατὰ Θεόν. πρὸς αὐτὸν ποιεῖται τὴν ἔντευξιν. ὥστε τυχεῖν οὓς ἀγαπᾷ, ὁλοκλήρου τῆς ἁγιότητος. τουτέστιν, ὥστε αὐτοὺς διὰ τῆς ἀναστάσεως, σεως, εἰς ἀθάνατον καὶ ἀπαθῆ μεταστῆναι ζωήν. ἁγίους δέ φησιν, τοὺς πιστούς. διττὸν γὰρ τὸ τῆς ἁγιότητος ὄνομα. τὸ μὲν, ἄπο τῆς πίστεως. τὸ δὲ, ἀπὸ τῆς ἀρίστης πολιτείας. ἣ ἁγίους, τοὺς διὰ τῆς εὐχῆς ἁγιαζομένους. ἢ ὑπὲρ ἁγίων φησίν. ἀντὶ τοῦ, ὑπὲρ καθαρῶν καὶ θεαρέστων ἔργων τὰς αἰτήσεις ποιεῖται. ἣ ὑπὲρ ἀνθρώπων τὸν ἁγιασμὸν ἐπιποθούντων. οὐκ εἶπε δὲ ἐντυγχάνει, ὑπερεντυγχάνει· τὴν σύντονον καὶ κατεσπουδασμένην δηλῶν ἔντευξιν.

  48. 8.28.verse.1

    Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.

  49. 8.28.1.1

    Χρυσοστόμου. Ἐνταῦθά μοι δοκεῖ πρὸς τοὺς ἐν κινδύνοις ὄντας ἅπαν τοῦτο κεκινηκέναι τὸ χώριον. μᾶλλον ’δε οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ μικρῷ πρὸ τούτων εἰρημένα. καὶ γὰρ τὸ “ οὐκ “ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ,” καὶ τὰ ἑξῆς ἅπαντα, ἐκείνους εἴρηται. δι’ ἐκείνων τοίνυν πάντων ἀλείψας αὐτοὺς, καὶ παιδεύσας, μὴ ἅπερ ἃν νομίσωσιν εἶναι συμφέροντα, ταῦτα αἰτεῖσθαι τεῖσθαι πάντως· ἀλλ’ ἅπερ ἃν τὸ Πνεῦμα ὑποβάλῃ, ἄνεσις γὰρ καὶ κινδύνων ἀπαλλαγὴ καὶ τὸ ἐν ἀδείᾳ ζῆν ἐδόκει συμφέρον ἐκείνοις· νοῖς· ὅπερ ἐπιβλαβὲς μᾶλλον ἐστὶν, ἐπάγει καὶ ταῦτα q. λογισμὸν κινῶν ἱκανὸν αὐτοὺς ἀνακτήσασθαι. ὅταν δὲ εἴπῃ πάντα, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ λέγει. κἂν γὰρ θλίψις καὶ πενία· κἂν ὁτιοῦν ἕτερον ἐπέλθῃ, δυνατὸς ὁ Θεὸς εἰς τοὐναντίον ἅπαντα μεταβαλεῖν. ἐπεὶ καὶ τοῦτο τῆς ἀφάτου δυνάμεως αὐτοῦ· τὸ τὰ δοκοῦντα εἶναι μοχθηρὰ, κοῦφα τὲ ἡμῖν ποιεῖν, καὶ εἰς τὴν ὑπὲρ ἡμῶν τρέπειν βοήθειαν. διόπερ οὐκ εἶπε τοῖς ἀγαπῶσι τὸν Θεὸν, οὐκ ἐπέρχεται τι δεινὸν, ἀλλ’ ὅτι “ συνεργεῖ εἰς ἀγαθόν.” ὅτι αὐτοῖς τοῖς δεινοῖς κέχρηται εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν. ὅπερ πολλῷ μεῖζον ἐστὶ, τοῦ κωλῦσαι ἐπελθεῖν τὰ δεινά· ἢ καταλῦσαι ἐπελθόντα. ὃ καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου πεποίηκεν. οὔτε γὰρ ἐκώλυσεν ἐμπεσεῖν εἰς αὐτήν· οὔτε ἐμπεσόντων τῶν ἁγίων ἐκείνων, τὴν φλόγα ἔσβεσεν. ἀλλὰ ἀφεὶς καίεσθαι, δι’ αὐτῆς ταύτης θαυμαστοτέρους εἰργάσατο. εἰδες πῶς τοῖς ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν; Γενναδίου. Καὶ τοῦτο ἡμῖν που πάντως ἀνωμολόγηται, φησὶν, ὅτι ὁ Θεὸς οὐκ ἐγκαταλείπει ποτὲ τοὺς ἀγαπῶντας αὐτόν. ἀλλ’ ἅπαντα αὐτοῖς τὰ περὶ αὐτοὺς συμβαίνοντα, γίνεσθαι παρασκευάζει εἰς ἀγαθόν.

  50. 8.28.2.1

    Θεοδωρήτου. Πλὴν οὐχ ἅπασι συνεργεῖ, ἀλλὰ τοῖς ἀγαπῶσι. καὶ οὐχ ἁπλῶς συνεργεῖ, ἀλλ’ εἰς ἀγαθόν. εἰ γάρ τις αἰτήσει τὰ μὴ συμφέροντα, διαμαρτάνει τῆς αἰτήσεως· ἐπειδὴ τὸ μὴ τυχεῖν συμφέρει.

  51. 8.28.3.1

    Θεοδώρου Μονάχου. Ἢ τὸ Πνεῦμα συνεργεῖ, ὁ ἐστι εἰς τὸ ἀγαθὸν τοῖς ἀγαπῶσι τὸν Θεόν. ἀγαπῶσι δὲ τὸν Θεὸν, οἱ κατὰ πρόθεσιν κλητοί. οἱ διὰ τὴν ἀγαθὴν πρόθεσιν, ἄξιοι γεγονότες κλήσεως. ὁ μὲν γὰρ Θεὸς καλεῖ πάντας, οὐ πᾶσι δὲ συνεργεῖ, ἀλλὰ τοῖς εὐσεβῆ πρόθεσιν ἔχουσιν. οὗτοι γὰρ καὶ τέλειοι, καὶ υἱοί. οὐ μὴν Ἰουδαῖοι, οἱ φόβῳ τοῦ νόμου εὐσεβοῦντες. διὸ καὶ δοῦλοι οὗτοι. εἶτα ἐπειδὴ εἶπε, πάντα συνεργεῖ εἰς τὸ ἀγαθὸν ὁ Θεὸς, ἐπάγει καὶ τὰ ἑξῆς.

  52. 8.28.4.1

    Χρυσοστόμου. Εἰπὼν γὰρ τὸ μέγα τοῦτο ἀγαθὸν, καὶ σφόδρα τὴν ἀνθρωπίνην ὑπερβαῖνον φύσιν, ὅτι οὐ κωλύει τὰ δοκοῦντα εἶναι Θεὸς, ἀλλ’ εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν αὐτοῖς κέχρηται. χρηται. ἐπειδὴ πολλοῖς ἄπιστον τοῦτο εἶναι ἐδόκει· ἀπὸ τῶν παρελθόντων αὐτὸ πιστοῦται· “ τοῖς κατὰ πρόθεσιν,” λέγων, “ “ τοῖς οτυσι.” σκόπει γάρ, φησι, εὐθέως ἀπὸ τῆς κλήσεως τὸ εἰρημένον. διατί γὰρ μὴ ἐξαρχῆς πάντας ἐκάλεσεν, ἢ μηδὲ αὐτὸν Παῦλον εὐθέως μετὰ τῶν ἄλλων, οὐ δοκεῖ ἡ ἀναβολὴ ἐπιζήμιος εἶναι. ἀλλ’ ὅμως, ἐδείχθη διὰ τῶν πραγμάτων, ὅτι χρήσιμος γέγονε. πρόθεσιν δὲ ἐνταῦθα φησίν· ἵνα μὴ τὸ πᾶν τῇ κλήσει δῷ. ἐπειδὴ οὕτως ἔμελλον καὶ Ἕλληνες ἀντιλέγειν καὶ Ἰουδαῖοι. εἰ γὰρ ἡ κλῆσις ἤρκει μόνον, τίνος ἕνεκεν οὐ πάντες ἐσώθησαν; ὅτι οὐχ ἡ κλῆσις μόνον, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν καλουμένων τὴν σωτηρίαν ἐργάζεται. οὐ γὰρ ἠναγκασμένη γέγονεν ἡ κλῆσις. πάντες γοῦν ἐκλήθησαν, ἀλλ’ οὐ πάντες ἐσώθησαν.

  53. 8.28.5.1

    Ἰσιδώρου. Ἡ γὰρ θεία χάρις τῇ ἀνθρωπίνῃ κιρνωμένη προθυμίᾳ, μία, σώζει τὸν ἄνθρωπον. διόπερ καὶ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, εἶπε συνεργεῖν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. οὐ γὰρ ἡ κλῆσις μόνον· πάντες γὰρ ὑπήκουσαν μὲν οὐδαμῶς· ἐκλήθησαν δὲ, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν κεκλημένων τὴν σωτηρίαν εἰργάσατο. οὐ γὰρ ἠναγκασμένη γέγονεν ἡ κλῆσις, οὐδὲ βεβιασμένη, ἀλλ’ ἑκουσία.

  54. 8.28.6.1

    Θεοδωρήτου. Σφόδρα τοίνυν ἀκριβῶς συνέζευξε τῇ κλήσει τὴν πρόθεσιν. οὐ γὰρ ἁπλῶς καλεῖ, ἀλλὰ τοὺς πρόθεσιν ἔχοντας. διὰ τοῦτο ἐν μὲν Κορίνθῳ ἔφη τῷ Ἀποστόλῳ, “ λάλει καὶ μὴ “ σιωπήσῃς. ἔστι γάρ μοι λαὸς πολὺς ἐν τῇ πόλει ταύτῃ.” εἰς δὲ τὴν Μυσίαν λαλῆσαι τὸν λόγον ἐκώλυσεν. εἰς μέντοι τὴν Ἀσίαν, τὸ μὲν πρῶτον, ἐπέσχεν. ὕστερον δὲ τοῦτο ἐπέσχεν ἥκιστα· ἀλλὰ ποιῆσαι προσέταξε. διὰ τοῦτο καὶ ἐν Ἱεροσολύμοις ἔφη πρὸς αὐτὸν, “ σπεῦσον καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν. οὐ γὰρ “ μὴ προσδέξονταί σου τὴν μαρτυρίαν.” διὰ τοῦτο κἀνταῦθα, “ τοῖς κατὰ πρόθεσιν,” ἔφη, “

  55. 8.28.7.1

    Γενναδίου. Ἐντεῦθεν μέντοι καὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς τῶν Ἰουδαίων ἀποβολῆς, ἤρξατο προκατασκευάζειν.

  56. 8.28.8.1

    Κυρίλλου. Τὸ μὲν οὖν κατὰ πρόθεσιν, εἴη ἃν τὸ κατὰ βούλησιν. κέκληνται δὲ, οἱ, περὶ ὧν ὁ λόγος, κατὰ βούλησιν, τίνων; πότερα δὴ τοῦ κεκληκότος, ἣ τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτο ἃν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ που ὁ Χριστός· “ οὐδεὶς “ ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.” πλὴν ἔν γε τούτοις, οὐκ ἃν τίς ἁμάρτοι τοῦ πρέποντος, λέγων, ὡς κλητοὶ γεγόνασι τινὲς κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν.

  57. 8.29.verse.1

    Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε. λεσε. καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.

  58. 8.29.1.1

    Κυρίλλου. Πολλοὶ μέν, φησιν, οἱ κατὰ πρόθεσιν κλητοί· οὐ μὴν ἅπαντες ἐκλεκτοί. μόνοι δὲ οὗτοι τετίμηνται, οἳ καὶ προεγνώσθησαν, ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ τοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ, τίς ἃν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος, “ ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.” οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ. τουτέστι, τὴν ἐν ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ καὶ ἁμαρτίαις ζωὴν εἶναι φαμὲν, οὐτῶ καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν, ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ, κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὖτοι καὶ κὲκλήνται.

  59. 8.29.2.1

    Θεοδώρου Μονάχου. Ἢ καὶ οὕτως. διὰ τοῦτο φησὶ συνεργεῖ τὸ Πνεῦμα τοῖς κατὰ πρόθεσιν κλητοῖς, ὅτι αὐτοὺς προέγνω Θεὸς ἀξίους τῆς τοῦ Πνεύματος βοηθείας· καὶ προγνοὺς, προώρισε συμμόρφους εἶναι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. οὐκ ἀναιρῶν τὸ αὐτεξούσιον· ἡ γὰρ πρόγνωσις, οὐκ ἔστιν ἀναγκαστική· ἀλλὰ προθεωρητικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ διαθέσεως. σαφέστερον δ’ ἃν εἴη τὸ ῥηθὲν, εἰ ἀπὸ τῶν τελευταίων ἀρξάμενοι, ἐπὶ τὰ πρῶτα ἀνίωμεν. τίνας τοίνυν ἐνταῦθα ἐδόξασεν ὁ Θεός; οὓς ἐδικαίωσε. τίνας δὲ ἐδικαίωσεν; οὓς καὶ ἐκάλεσε· τίνας δὲ ἐκάλεσεν; οὓς προώρισε. τίνας δὲ προώρισεν; οὓς προέγνω. τίνας δὲ προέγνω; τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας. τουτέστι, τοὺς διὰ τὴν ἰδίαν πρόθεσιν κλητοὺς ὄντας καὶ συμμόρφους Χριστῷ. σύμμορφοι δὲ γινόμεθα τῆς εἰκόνος τοῦ Υἱοῦ ἐν τῷ καὶ αὐτοὶ υἱοὶ χρηματίσαι, ὡς ἀδελφοὶ τοῦ φύσει Υἱοῦ καὶ πρωτοτόκου Ἰησοῦ Χριστοῦ, κατὰ τὸν πνευματικὸν λόγον. ἐπειδὴ γὰρ Πνεῦμα ὁ Θεὸς, πνευματικοὶ δὲ καὶ οἱ ἐκ τοῦ Πνεύματος γεννηθέντες· σύμμορφοι ἄρα κατὰ τοῦτον τὸν λόγον ἐσμὲν τῷ Χριστῷ. ἣ οὕτως σύμμορφοι ἐσμὲν τῆς εἰκόνος τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι, τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν γὰρ τοῦ Πατρὸς ὁ Υἱός.

  60. 8.29.3.1

    Γενναδίου. Ἢ συμμόρφους φησὶ τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· ἀντὶ τοῦ, τῆς υἱότητος τοῦ σώματος αὐτοῦ. διὸ καὶ ἐπήγαγεν, “εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον·” εἰ γὰρ καὶ μετέδωκε τῆς υἱοθεσἱας καὶ ἄλλοις, οὐδὲν ἐντεῦθεν τὸν Υιὸν ἐζημίωσεν· ἔχει γὰρ καὶ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχήν· καὶ πλεονεκτεῖ τοῖς πρωτοτοκίοις τῶν ἀδελφῶν.

  61. 8.29.4.1

    Θεοδωρήτου. Ἀκριβῶς δὲ σφόδρα οὐκ εἶπε συμμόρφους τοῦ Υἱοῦ αὐτοῦ· σαφέστερον δὲ τοῦτο τέθεικεν ἐν τῇ πρὸς Φιλιππησίους. εἰρηκὼς γάρ· “ ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. “ ἐξ καὶ καὶ Σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστὸν,” “ ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς “ τὸ γενέσθαι σύμμορφον αὐτὸ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὐ γὰρ δὴ τῇ θεότητι αὐτοῦ σύμμορφον ἡμῶν ἔσται τὸ σῶμα, ἀλλὰ “ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὕτω κἀνταῦθα, τοὺς τῆς ἀξιωθέντας, τῆς εἰκόνος τοῦ Υἰοῦ συμμόρφους ὠνόμασεν. τουτέστι, τοῦ σώματος τοῦ Υἱοῦ. ἐπειδὴ γὰρ ἀόρατος ἡ θεία φύσις· τὸ δὲ σῶμα ὁρατὸν, ὡς ἐν εἰκόνι τινὶ διὰ τοῦ σώματος προσκυνεῖται. ἣ εἰκόνα τοῦ Υἱοῦ, τὸ σῶμα αὐτοῦ φησίν. ἐπειδὴ ὁ ἐκ σπέρματος Δαβὶδ, εἰκὼν τοῦ Λόγου κατὰ τὴν υἱότητα. Υἱὸς γὰρ προσηγορεύθη διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν. σύμμορφοι γοῦν ἐσώμεθα τῷ ἐκ Δαβίδ· εἰ γὰρ καὶ σαρκὶ ἁγίᾳ καὶ καθαρᾷ καὶ ἡνωμένῃ Θεῷ συμμορφούμεθα, ἀλλ’ ὅμως ἔχομεν οἰκειότητα, πρὸς τὸ σύμμορφοι γενέσθαι ὡς ἄνθρωποι ἀνθρώπῳ.

  62. 8.29.5.1

    Σευηριανοῦ. Ἢ τῆς εἰκόνος τοῦ Υἱοῦ, ἀντὶ τοῦ Ἁγίου Πνεύματος. ὥσπερ γὰρ Υἱὸς τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ. ὅσοι οὖν Πνεύματος Ἁγίου ἀξιωθέντες, πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοι εἰσὶ τοῦ Πνεύματος· ὁ ἐστιν, εἰκὼν τοῦ Υἱοῦ.

  63. 8.29.6.1

    Βασιλείου. Διὰ τοῦτο καὶ Θεοῦ μὲν ὁ Υἱὸς, Λόγος· ῥῆμα δὲ Υἱοῦ, τὸ Πνεῦμα. “ φέρων γάρ,” φησι, “ τὰ πάντα τῆς δυνάμεως αὐτοῦ. καὶ ἐπειδὴ ῥῆμα Υἱοῦ, καὶ διὰ τοῦτο “ Θεοῦ, “ τὴν μάχαιραν,” φησὶ, “ τοῦ Πνεύματος. “ Θεοῦ.” ῥῆμα δὲ, ζῶν καὶ

  64. 8.29.7.1

    Χρυσοστόμου. Εἶδες τιμῆς ὄγκον; ὅπερ ὁμογενὴς ἦν τοῦτο καὶ οἱ κατὰ πρόθεσιν κληθέντες γεγόνασιν ἐν χάριτι. ἀλλ’ ὅμως, οὐκ ἠρκέσθη τῷ εἰπεῖν συμμόρφους, ἀλλὰ καὶ ἕτερον προστέθεικεν, “ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον.” καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ ἕτερον ἐπάγει, “ ἐν πολλοῖς ἀδελφοῖς.” διὰ πάντων, σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόμενος. ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε. κατὰ γὰρ τὴν θεότητα, μονογενής.

  65. 8.29.8.1

    Θεοδωρήτου. Οὐ γὰρ ἔχει ἀδελφοὺς ὁ Θεὸς, ὡς Θεός. ὡς δὲ ἄνθρωπος, ἀδελφοὺς τοὺς πεπιστευκότας καλεῖ, ὧν ἐστι πρωτότοκος. οὐκ ἄλλος ὣν παρὰ τὸν μονογενῆ· ἀλλ’ ὁ αὐτὸς, καὶ μονογενης καὶ πρωτότοκος.

  66. 8.29.9.1

    Βασιλείου. Πρωτότοκος, πρὸς τοὺς δι’ υἱοθεσίαν τοῦ Ἁγίου Πνεύματος ἐκ Θεοῦ γεννωμένους. ὡς ὁ Παῦλος ἐνταῦθα φησὶ, “ εἰς τὸ εἶναι πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.” λέγεται δὲ “ πρωτότοκος τῆς κτίσεως·” ὡς πρὸ πάσης αὐτῆς ἐκ Θεοῦ γεννηθείς. ἀλλ’ οἱ τῇ κτίσει τοῦτον συντάττοντες, εἰ πρωτότοκος, φασὶν, ὁ μονογενὴς, οὐκέτι μονογενής· ἀλλ’ ὀφείλει καὶ ἄλλος εἶναι οὗ πρωτότοκος λέγεται. καί τοι γε, ὦτ’ σοφοὶ, καὶ ἐκ Μάριας τῆς παρθένου μόνος γεννηθεὶς, πρωτότοκος αὐτῆς εἴρηται. “ ἕως οὗ γὰρ “ἔτεκε,” φησὶν, “τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.” ὥστε ἀνάγκη ἀδελφοῦ πρωτότοκον λέγεσθαι, εἰ δὲ πρὸ τῆς κτίσεως ὣν, οὐ γέννημα ἐστὶν ἀλλὰ κτίσμα, πρωτόκτιστος ἃν ἐλέγετο, καὶ οὐ πρωτότοκος.

  67. 8.29.9.2

    Ἰωάννου Τοῦ Δαμασκέωσ. Ἀλλ᾿ ἰστέον ὅτι πρωτότοκος ἐστὶν, ὁ πρῶτος γεννηθείς· εἴτε μονογενὴς, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. εἰ μὲν οὖν ἐλέγετο Υἱὸς τοῦ Θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἃν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον, ὡς κτίσμα ὑπάρχοντα. ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἄμφω τηρῆσαι ἐπ’ αὐτοῦ. πρωτότοκον μὲν αὐτὸν φαμὲν ἀληθῶς ἁπάσης τῆς κτίσεως, ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ Θεοῦ, καὶ ἡ κτίσις ἐκ τοῦ Θεοῦ. ἀλλ’ αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, μόνος ἀχρόνως γεγεννημένος, εἰκότως υἱὸς μονογενὴς πρωτότοκος, καὶ οὐ πρωτόκτιστος λεχθήσεται. ἡ γὰρ κτίσις, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλὰ θελήματι αὐτοῦ, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. “ πρωτό- “ τόκος δὲ ἐν πολλοῖς ἀδελφοῖς.” μονογενὴς γὰρ ὣν καὶ ἐκ τρός· ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, καὶ ἄνθρωπος γέγονε. γεγόναμεν δὲ καὶ ἡμεῖς δι’ αὐτοῦ υἱοὶ Θεοῦ· υἱοθετηθέντες διὰ βαπτίσματος. αὐτὸς ὁ φύσει Υἱὸς τοῦ Θεοῦ, πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς Θεοῦ γεγεεννημένοις, καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. ὅθεν ἔλεγεν, “ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν.” Πατέρα μου, φύσει· πατέρα ὑμῶν, θέσει καὶ χάριτι.

  68. 8.29.9.3

    Καὶ ἄλλως δὲ πρωτότοκος τῆς κτίσεως, διὰ τὸ τῆς ἐνανθρωπή- σεως τοῦ Θεοῦ μυστήριον λεχθείη ἂν ἐπ’ αὐτοῦ.

  69. 8.29.10.1

    Γρηορίου Νύσσησ. Ο γάρ τοι μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁμογενὴς ἔστι Θεὸς, ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ, τὸ μὴ μόνον τὴν τῶν ὄντων κτίσιν δι’ ἐκείνου γενέσθαι, ἀλλ’ ὅτι τῆς ἀρχαίας τῶν ἀνθρώπων κτίσεως παλαιωθείσης καὶ ἀφανισθείσης, καθὼς αὐτὸς ὀνομάζει, ἄλλης δὲ καινῆς κτίσεως ἐν Χριστῷ γενομένης, οὐδὲ ταύτης ἄλλος τις καθηγήσατο· ἀλλὰ πάσης τῆς διὰ τοῦ εὐαγγελίου τῶν ἀνθρώ- πων γενομένης κτίσεως, αὐτός ἐστιν ὁ πρωτότοκος. ὡς ἃν σαφέ- στερον γένοιτο τὸ περὶ τούτου νόημα, οὑτωσὶ τὸν λόγον διαληψό- διαληψόμεθα. τετράκις τῆς φωνῆς ταύτης μέμνηται ὁ θεῖος Ἀπόστολος. ἅπαξ μὲν, οὕτως εἰπών· “ὅτι πρωτότοκος πάσης κτίσεως·” πάλιν δέ· “ὅτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” ἐκ τρίτου δέ· “ὅτι “πρωτότοκος ἐκ τῶν νεκρῶν.” μετὰ ταῦτα δὲ ἀπόλυτόν τε καὶ ἀσυζυγῆ τὴν φωνὴν παρ·ατίθεται, εἰπών· “ὅταν δὲ πάλιν εἰσαγάγῃ “τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην.” οὐκοῦν ἥνπερ ἃν διάνοιαν ἐπὶ τῶν ἄλλων συζυγιῶν τοῦ ὀνόματος τούτου κατανοήσωμεν, ἀκο- λούθως τὴν αὐτὴν καὶ τῷ πρωτοτόκῳ τῆς κτίσεως ἐφαρμόσομεν. μιᾶς γὰρ καὶ τῆς αὐτῆς οὔσης φωνῆς, ἀνάγκη μίαν ε7ναι καὶ τὴν σημαινομένην διάνοιαν. πῶς τοίνυν γίνεται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ; πῶς δὲ ἐκ νεκρῶν πρωτότοκος ; ἢ τοῦτο πάντως ἐστὶ δῆλον, ὅτι διὰ τὸ γενέσθαι ἡμᾶς καὶ σάρκα, καθὼς φησὶν ἡ γραφὴ, ὁ δι’ ἡμᾶς γενόμενος καθ’ ἡμᾶς, καὶ σαρκὸς καὶ αἵματος κοινωνήσας, μέλλων ἡμᾶς ἐκ τοῦ φθαρτοῦ μεταποιεῖν πρὸς τὸ ἄφθαρτον, διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι’ ὕδατος καὶ πνεύματος, αὐτὸς τοῦ τοιούτου τόκου καθηγήσατο διὰ τοῦ ἰδίου βαπτίσματος· τὸ Ἅγιον Πνεῦμα ἐπὶ τὸ ὕδωρ ἐπισπασάμενος. ὥστε πάντων τῶν πνευματικῶς ἀναγεννωμένων πρωτότοκον αὐτὸν γενέσθαι· καὶ ἀδελ- φοὺς ὀνομάσαι τοὺς τῆς, ὁμοίας αὐτῶ διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος μετεσχηκότας γεννήσεως.

  70. 8.29.10.2

    Ἐπειδὴ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἔδει αὐτὸν ἐναπο- θέσθαι τῇ φύσει τὴν δύναμιν, πάλιν γίνεται “ ἀπαρχὴ τῶν κεκοι- “ μημένων· καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ὁ πρῶτος δι’ ἑαυτοῦ λύσας τὰς ὠδῖνας τοῦ θανάτου. ὥστε καὶ ἡμῖν ὁδοποιηθῆναι τὴν ἐκ τοῦ θανάτου παλιγγενεσίαν, διὰ τῆς τοῦ Κυρίου ἀναστάσεως, τῆς ὠδῖνος τοῦ θανάτου λυθείσης, ᾧτ’ κατειχόμεθα. ὥσπερ οὖν μετασχὼν τῆς διὰ λουτροῦ ἀναγεννήσεως, ἀδελφῶν πρωτότοκος γίνεται. καὶ πάλιν ἀπαρχὴν τῆς ἀναστάσεως ἑαυτὸν ποιήσας, πρωτότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται· οὕτως ἐν πᾶσι πρωτεύων μετὰ τὸ παρελθεῖν τὰ ἀρχαῖα πάντα, καθὼς φησὶ ὁ Ἀπόστολος, τῆς ἐν Χριστῷ καινῆς κτίσεως τῶν ἀνθρώπων πρωτότοκος γίνεται. διὰ τῆς διπλῆς παλιγγενεσίας· τῆς τε κατὰ τὸ ἅγιον βάπτισμα, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως· ἀρχηγὸς τῆς ζωῆς καθ’ ἑκάτερον ἡμῖν γενόμενος, καὶ ἀπαρχὴ καὶ πρωτότοκος. ἐν οἷς δέ φησιν, “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” ἡ τοῦ “ πάλιν” προσθήκη τὴν ἐπὶ τέλει γενησομένην τοῦ δεσπότου τῶν ὅλων ἐμφάνειαν προαγορεύει. ὡς γὰρ “ ἐν τῷ ὀνόματι Ἰησοῦ “ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.” καί τοι ὁ Υἱὸς τὸ ἀνθρώπινον ὄνομα οὐκ ἔχει τῷ ὑπὲρ πᾶν εἰναι ὄνομα, οὕτως παρὰ πάσης τῆς ὑπερκοσμίου κτίσεως προσκυνεῖσθαι τὸν πρωτότοκον λέγει, τὸν δι’ ἡμᾶς οὕτως ὠνομασμένον· πάλιν εἰς τὴν οἰκουμένην εἰσιόντα· ὅταν κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. οὕτως διακρίνεται παρὰ τοῦ λόγου τῆς εὐσεβείας, τό τε τοῦ πρωτοτόκου καὶ τὸ τοῦ μονογενοῦς σημαινόμενον. ἑκατέρῳ τῶν ὀνομάτων τῆς καταλλήλου σημασίας φυλασσομένης. ὁ δὲ εἰς τὴν προαιώνιον ὕπαρξιν ἀνάγων τοῦ πρωτοτόκου τὸ ὄνομα, πῶς διασώσει τὴν τοῦ μονογενοῦς ἔννοιαν; οὐ γὰρ συμβαίνει ταῦτα προσάλληλα· μήτε τοῦ πρωτοτόκου, χωρὶς ἀδελφῶν νοουμένου· μήτε τοῦ μονογενοῦς, μετὰ ἀδελφῶν. ὅταν μὲν γὰρ εἴπῃ “ ἐν ἀρχῇ ἦν ὁ διὰ τούτου τὸν μονογενῆ παρεδεξάμεθα. ὅταν δὲ ἐπαγάγῃ ὅτι “ ὁ “ Λόγος σὰρξ ἐγένετο,” διὰ τούτου τὸν πρωτότοκον ἐνοήσαμεν.

  71. 8.29.11.1

    Τοῦ Αὐτοῦ. Διὰ πάντων τοίνυν δέδεικται πρωτότοκος ὁ Υἱὸς, ὡς ἄνθρωπος ὀνομαζόμενος. καὶ εἰ βούλει πάλιν ἐξετάσωμεν τὰ ῥητὰ ἐν οἷς πρωτότοκος εἴρηται· ἐν τῷ, “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον ἕλ’ τὴν οἰκουμένην, λέγει, “ καὶ προσκυνησάτωσαν “ αὐτὸν πάντες ἄγγελοι τοῦ Θεοῦ.” ἡ τοῦ “ πάλιν” προσθήκη, τὸ μήτε πρώτως γίνεσθαι τοῦτο διὰ τῆς κατὰ λέξιν σημασίας ἐνδείκνυται. ἐπὶ τῆς ἐπαναλήψεως γὰρ τῶν ἅπαξ γεγονότων τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῷ τέλει τῶν αἰώνων φοβερὰν βερὰν αὐτοῦ ἐπιφάνειαν, σημαίνει τῷ λόγῳ· ὅτε οὐκέτι τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ’ ἑ ’πὶ τοῦ θρόνου τῆς μεγαλοπρεπείας προφανῶς καθήμενος, καὶ ὑπὸ τῶν Ἀγγέλων πάντων τῶν περὶ αὐτὸν μεγαλοπρεπῶς προσκυνούμενος. διὰ τοῦτο ὁ ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην, πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τὲ καὶ ἀδεκφῶν καὶ πάσης τῆς κτίσεως· ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἱκουμένην, ὁ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο· ἀλλ’ ὡς ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει τῷ ὑπὲρ πᾶν ὄντι ὄνομα, οὕτως καὶ τὸν ἐν τῷ ὀνόματι τοῦ πρωτοτόκου γενόμενον, προσκυνεῖ ἅπαν τῶν Ἀγγέλων τὸ πληρημα, τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευφραινόμενον· ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος πάλιν εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο. καὶ πρωτότοκος δὲ ἐκ νεκρῶν γίνεται, πρῶτος δι’ ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας, ἵνα πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος, τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι· οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο. δι’ οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως, ἀδελφοὺς ἑαυτοῦ ποιεῖ. καὶ πρωτότοκος γεννωμένων μετ’ αὐτὸν, ἐκ τοῦ ὕδατός τε καὶ τοῦ Πνεύματος γίνεται.

  72. 8.29.11.2

    Εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται· οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκος ἐστὶν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν. τήν τε πρώτην, καθ’ ἣν ἐπλάσθημεν· καὶ τὴν δευτέραν καθ’ ἣν ἀνεπλάσθημεν. ἀλλ’ οὐκ ἂν r τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τὲ καὶ ἀφανισθείσης, νισθείσης, ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθὼς φησὶν ὁ Ἀπόστολος, “ ἐνδύσασθε,” λέγων, “ τὸν καινὸν “ κατὰ Θεὸν κτισθέντα.” καὶ “ εἴ τις ἐν Χριστῷ,” φησὶν, “ “κτίσις.” ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη. ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ Υἱῷ τὸ πρωτότοκος, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται. ὁ γὰρ ἀληθῶς μονογενὴς, ἀδελφοὺς οὐκ ἔχεν πῶς οὖν ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ’ ὡς λέγεται Θεὸς καὶ ἄνθρωπος, Υἱὸς Θεοῦ καὶ υἱὸς ἀνθρώπου, τὰ μὲν, κατὰ τὴν ὑπερέχουσαν φύσιν ὣν, τὰ δὲ, κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος, οὕτω καὶ μονογενὴς Θεὸς ὢν, πρωτότοκος πάσης τῆς κτίσεως γίνεται· μονογενὴς μὲν ὢν ἐν τῷ πατρῴῳ κόλπῳ· ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σωζομένοις, πρωτότοκος τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος.

  73. 8.29.11.3

    Εἰ δὲ, καθὼς ἡ αἵρεσις βούλεται, δοιὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς πη αὐτῶν περὶ τοῦ μονογενοῦς Θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. οὐ γὰρ τοῦτο φασὶν, ὅτι παρὰ τοῦ Πατρὸς τὴν ἡμῶν περιεβάλετο σάρκα. οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ. καὶ πρωτότοκος δὲ πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρωτότοκος αὐτῆς κατὰ χρόνον ὑπάρχων· οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμα- σιν οὐσίας· ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. ἐπιτηρῆσαί δὲ ὅμως κἀκεῖνο, καλόν. μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμέ- νης αἰτίας, καθ’ ἣν ἐστὶ μονογενὴς, τοῦτο καλεῖται. ἀλλὰ ἀπολε- λυμένως ὁ μονογενὴς Θεὸς “ ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρός” ὅτε δὲ πρωτότοκον αἱ θεῖαι καλοῦσι γραφαὶ αὐτὸν, εὐθὺς ἐπιφέρουσιν. ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. φασὶν γὰρ, “πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” καὶ “ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ἐπειδὴ γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ κάτα φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἅνθρωπος τοῦτο μὴ ἀπολέσας, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως.

  74. 8.29.11.4

    Οὐδὲ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινός· ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει. ἀλλὰ καὶ οὕτω, πρωτεύει· καὶ καθηγήσεται πάσης ὁμοῦ τῆς κτίσεως· ἅτε δὴ ποιητὴς αὐτῆς ὑπάρχων καὶ Κύριος. οὕτω καὶ ὁ εὐαγγελιστὴς φησίν· “ καὶ “ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ ἄλλως τε οὐδὲ εἴρηκεν ἡ θεία γραφὴ, ὅτι περ ἐστὶ πρωτότοκος τῶν ἄλλων κτισμάτων. ἵνα μὴ ὄντως ὡς εἷς ἐξ αὐτῆς εἶναι νοοῖτο· ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἴναι φησι. ἴνα δία του “ πάσης” εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτίσεως ἐν μέρει κειμένης, ἕτερος εἶναι παρ’ αὐτὴν πιστεύηται. ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ’ ἕτερος παρ’ αὐτήν. καὶ γοῦν ἡ θεῖα γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὶμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακώβ. ἵνα μὴ ἕτερος παρὰ τούτους εἶναι νομίζηται. ἀλλὰ μετὰ πολλῆς ἀκριβείας πρωτότοκον αὐτὸν εἶναι φησὶ τοῦ Ἰακὼβ καὶ τῶν αὐτοῦ. εἰ οὖν διὰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν τῇ κτίσει συγκαταριθμεῖν αὐτὸν ἐπιχειροῦσι τινὲς, ἔσται καὶ αὐτὸς ἐν τοῖς πᾶσιν. εἰ δέ τις δοίη τοῦτο κρατεῖν, ἑαυτοῦ πρωτότοκος ἔσται· καθὸ πάσης τῆς κτίσεως πρωτότοκος ὢν, καὶ αὐτὸς ἐν τοῖς πᾶσιν ἐστίν. ἔσται οὐν ἑαυτοῦ, καὶ πρωτότοκος καὶ δεύτερος. εἰ μὲν γὰρ διὰ τὸ πάσης κτίσεως εἶναι πρωτότοκον, ἔξω τῶν πάντων αὐτὸν κεῖσθαι νοήσαιμεν, πρῶτος ἔσται τῶν πάντων. εἰ δὲ τοῖς πᾶσι καὶ αὐτὸς συνταχθήσεται, ἑαυτοῦ κατὰ χρόνον ἔσται δεύτερος. πρῶτος μὲν, κατ’ ἐκεῖνον τὸν τρόπον· δεύτερος δὲ, κατὰ τοῦτον. καὶ ἔτι, εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκος πάσης τῆς κτίσεως, εἷς ἔσται καὶ αὐτὸς τῶν κτισμάτων· γέγονε δὲ πάντα δι’ αὐτοῦ· ἑαυτοῦ ποιητὴς ἔσται καθ’ ὑμᾶς· καὶ ὁ κτίζων, κτίζεται. καὶ τοῦτο, δι’ ἑαυτοῦ. εἰ γὰρ ἐν τοῖς πᾶσιν ἔστι, καὶ πάντα δι’ αὐτοῦ, ἀληθὲς ἔσται τὸ εἰρημένον. καὶ εἰ πᾶσα κτίσις ἐν αὐτῷ συνέστηκε, πῶς εἷς τῶν πάντων εἶναι δύναται, ὁ τοῖς πᾶσι τὸ συνεστάναι διδούς;

  75. 8.29.11.5

    “ Πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελξοῖς” λέγεται, καθὸ “ γέγονεν “ὅμοιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας.” καὶ καθὸ τὴν ἡμετέραν σάρκα φορέσας, ἀδελφὸς τὲ ἡμῶν χρηματίσας, τοῦτο καλεῖται δικαίως. “ πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν·” πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε τὴν ἑαυτοῦ σάρκα, καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγε. διὸ καὶ φησὶν, ἐγὼ εἰμὶ ἡ ὀδός.” καὶ “ἐγὼ “ εἰμὶ ἡ θύρα.” δι’ αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία, καὶ τὴν καινὴν τῆς ἀναστάσεως ὁδὸν βαδίζειν ἐκδιδάσκεται· καὶ ὥσπερ διά τινος θύρας εἰς αὐτὸν ἀνέρχεται τὸν οὐρανόν. καὶ ἄλλως δὲ κατὰ τὸν εὐσεβῆ λόγον διὰ τὴν τοῦ Πατρὸς φιλίαν, ἣν ἔχει περὶ τὰ ἑαυτοῦ κτίσματα, πρωτότοκον ἑαυτὸν πάσης κτίσεως ἐκάλεσε, τῆς τε ὁρωμένης, τῆς τε ἀοράτου, ὁ Υἱός. καὶ τῇ πρὸς τὰ πεποιημένα συγκαταβάσει μονονουχὶ καὶ ἑαυτὸν τούτοις συντάττειν οὐκ ὀκνεῖ. ἱν ἐπειδή περ καλεῖται τούτων πρωτότοκος, δι’ αὐτοῦ σώζηται μετ’ αὐτόν. εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὧν ἔσται πρωτότοκος. ἔστι τοίνυν μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὣν ἐκ Πατρός· Θεὸς ἐκ Θεοῦ· καὶ φῶς ἐκ φωτὸς ἀναλάμψας. πρωτότοκος δὲ δι’ ἡμᾶς. ἱν ὥσπερ ἀθανάτῳ τινὶ ῥίζῃ, πᾶσα ἡ κτίσις ἐγκεκεντρισμένη, καὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀναβλαστήσασα, γέγονε γὰρ τὰ πάντα δι’ αὐτοῦ, καὶ συνέστηκεν εἰς ἀεὶ, καὶ αὐτὴ διασώζηται.

  76. 8.29.11.6

    Εἰ δὲ τὸ καλεῖσθαι πρωτότοκον πάσηι κτίσεως κτίσμα κατὰ φύσιν ὄντα, τῇ κτίσει συντάξει τὸν Υἱὸν, ἔσται μὲν ταύτης κατὰ τὸν χρόνον, πρῶτος, συγγενὴς δὲ ὅμως κατὰ τὴν φύσιν, καὶ διὰ τὸ εἰναι κτίσμα τοῖς ἄλλοις ἅπασι προσεοικώς. συγγενὴς οὐν ἔσται καὶ ἀλόγοις ζώοις, ὀρνέοις τὲ καὶ νηκτοῖς. ταῦτα γὰρ εἰ καὶ ἐλάχιστα, μέρη γοῦν τῆς πάσης κτίσεως ἐστίν. ἀλλὰ τοῦτο ἄτοπον. οὐκοῦν εὐσεβῶς μὲν πρωτότοκος, ὡς ἐν πολλοῖς ἀδελφοῖς, διὰ τοὺς κατὰ χάριν εἰς υἱοθεσίαν κεκλημένους, νοηθήσεται. πάσης δὲ κτίσεως ἀνωτέρω κείσεται· ὡς πρὸ ταύτης ὣν, καὶ εἰς τὸ εἶναι παραγαγών· κτιστῆς τὲ αὐτὸς οὐχ ὑπάρχων οὐσίας. καὶ πάλιν, εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθείς· ἔστι δὲ καὶ ἐκ τῆς παρθένου πρωτότοκος, εἴη ἃν καὶ ἐξ αὐτῆς ὡς πρωτότοκος ἑτέρων. εἰ δὲ μόνος, ἀλλ’ οὐ πρὸ ἄλλων γεννηθείς. ἐκ Μάριας πρωτότοκος αὐτῆς κέκληται, καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ’ ὡς μόνος γεννηθείς. εἰ δὲ κτίσμα καὶ αὐτὸς, οὐκέτ’ ἀν’ εἴη πρωτότοκος· οὔτε αὐτὸς γεννηθεὶς, καὶ τῶν ἄλλων ἀδελφῶν οὐκ ὄντων ἐκ πατρός. αὐτὸ δὲ δὴ τοῦτο τὸ εἶναι πρῶτον, εἰκόνα δείκνυσιν αὐτὸν τοῦ Πατρὸς ἀληθινήν. ὥσπερ γὰρ ὁ Πατὴρ πρῶτον ἑαυτὸν εἶναι φησὶ, οὕτω καὶ ὁ Υἱὸς εἰκὼν ἀκριβὴς, καὶ ὁμοίωμα τοῦ πρώτου Πατρὸς ὑπάρχων, πρῶτος καὶ ἔστι καὶ λέγεται. ἐν αὐτῷ γάρ ἐστιν ὁ πρῶτος Πατήρ. καὶ αὐτὸς ὁμοίως ἐν τῷ πρώτῳ Πατρί. καὶ δι’ αὐτοῦ τὰ πάντα γέγονε, καὶ πρὸς υἱοθεσίαν καλεῖται τὰ λογικά. κἂν τὸ λέγεσθαι πρῶτον τῆς κτίσεως εἶναι τὸν Υἰόν. ἀνάγκη συγγενῆ τοῖς μετ αὐτὸν γενομένοις ὑπάρχειν αὐτόν· καὶ τοιοῦτον εἶναι κατὰ φύσιν, ὁποῖα περ ἂν ᾖ τὰ τῷ χρόνῳ δεύτερα. τί ἄρα φατέ; κἂν ὁ Πατὴρ λέγῃ περὶ ἑαυτοῦ, “ ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα,” ἆρα καὶ αὐτῷ τὸ τῳ χρόνῳ προτερεύειν μόνον τῶν κτισμάτων παραχωρησαντες, γενητὴν περιθήσετε τὴν οὐσίαν; καὶ τοῖς πεποιημένοις αὐτὸν συγκαταριθμήσετε; ἀλλ’ οὐκ ἂν οἶμαί τις εἰς τοσαύτην μανίαν, ὡς τολμῆσαι τοῦτο κἂν δέχεσθαι κατὰ νοῦν. ὥσπερ οὖν τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα, οὐκ ἀναγκάσει πάντως αὐτὸν συγγενῆ τοῖς μετ’ αὐτὸν νοεῖσθαι· οὕτω κἂν ὁ Υἱὸς πρῶτος λέγηται τῆς κτίσεως, οὐ πάντως ἔσται τῶν ποιημάτων εἱς. ἀλλ’ ὥσπερ ὁ Πατὴρ ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων ἔλεγεν, “ ἐγὼ “ πρῶτος,” οὕτω καὶ ὁ Υἱὸς πρωτότοκος τῆς κτίσεως λέγεται. δι’ αὐτοῦ γὰρ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ πάντων τῶν κτισμάτων ἀρχή. ὡς κτίστης καὶ δημιουργός. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν. οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε. καὶ οὓς ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.

  77. 8.29.12.1

    Χρυσοστόμου. Δείκνυσι τοῦ Θεοῦ τὴν κηδεμονίαν, τῷ λέγειν ἄνωθεν ταῦτα προτετυπῶσθαι. ἄνθρωποι μὲν γὰρ ἀπὸ τῶν πραγμάτων, τὰς ὑπὲρ αὐτῶν γνώμας λαμβάνουσι. τῷ δὲ Θεῷ πάλαι τοῦτο ἔδοξε, καὶ ἄνωθεν πρὸς ἡμᾶς διέκειτο. οὓς δὲ ἐκάλεσεν, ἐδικαίωσε μὲν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας· ἐδόξασε δὲ, διὰ τῆς χάριτος, διὰ τῆς υἱοθεσίας.

  78. 8.29.13.1

    Θεοδωρήτου. Σὺ δὲ τούτοις συνυπάκουε, ὅτι ὧν προέγνω τὴν πρόθεσιν, τούτους προώρισεν ἄνωθεν. ἀλλὰ μηδεὶς τὴν πρόγνωσιν αἰτίαν εἶναι λεγέτω τῶν ἐπ’ αὐτοῖς γεγονότων. οὐ γὰρ ἡ ρόγνωσις αὐτοὺς τοιούτους εἰργάσατο. οὐ δὲ γὰρ εἰ γαῦρον ἵππον ἐνδακόντα τὸν χαλινὸν ὁρῶν, καὶ τοῦ ἐποχουμένου οὐδαμῶς ἀνεχόμενον, εἴποιμι αὐτὸν κατὰ κρημνοῦ χωρήσειν πελάζοντα εἶτα γένοιτο κατὰ τὸν λόγον ἡ ἔκβασις, ἐγὼ τὸν ἵππον ἐνέβαλον εἰς κρημνόν. ἀλλὰ τὸ μέλλον ἔσεσθαι προηγόρευσα· τεκμηρίῳ χρησάμενος τῇ τοῦ ἵππου θρασύτητι. ὁ δὲ τῶν ὅλων Θεὸς πόρρωθεν οἶδεν ἅπαντα ὡς Θεός. οὐ μὴν ἀνάγκην ἐπάγει τῷ δεῖνι εἰς κατόρθωσιν ἀρετῆς, τῷ δεῖνι δὲ εἰς ἐργασίαν κακίας. εἰ γὰρ αὐτὸς εἰς ἑκάτερον ἐβιάζετο, οὐ δικαίως τὸν μὲν ἀνακηρύττει καὶ στεφανοῖ, τοῦ δὲ, καταψηφίζεται κόλασιν. εἰ δὲ δίκαιος ὁ Θεὸς, ὥς περ οὖν δίκαιος, προτρέπει μὲν ἐπὶ τὰ καλὰ, καὶ ἀπαγορεύει τἀναντία. ἐπαινεῖ δὲ τοὺς τῶν ἀγαθῶν ἐργάτας, καὶ τιμωρεῖται τοὺς ἑκόντας τὴν κακιαν ἀσπασαμένους.

  79. 8.29.13.2

    Ιωάννου Τοῦ Δαμασκηνοῦ. Χρὴ γὰρ γινώσκειν, ὡς πάντα μὲν προγινώσκει ὁ Θεός· οὐ πάντα δὲ προορίζει. προγινώσκει γὰρ καὶ τὰ ἐφ’ ἡμῖν, οὐ προορίζει δὲ αὐτά, οὐ γὰρ θέλει τὴν κακίαν γενέσθαι, οὐ δὲ βιάζεται τὴν ἀρετήν. ὥστε τῆς θείας προγνωστικῆς κελεύσεως ἐστὶν ὁ προορισμός. προορίζει δὲ τὰ οὐκ ἐφ’ ἡμῖν κατὰ πρόγνωσιν αὐτοῦ. προέκρινε γὰρ πάντα ὁ Θεὸς ἤδη κατὰ τὴν πρόγνωσιν αὐτοῦ, κατὰ τὴν ἀγαθότητα καὶ τὴν δικαιοσύνην αὐτοῦ. χρὴ δὲ γινώσκειν ὅτι ἡ μὲν ἀρετὴ ἐκ τοῦ Θεοῦ ἐδόθη ἐν τῇ φύσει, καὶ αὐτός ἐστιν παντὸς ἀγαθοῦ ἀρχὴ καὶ αἰτία. καὶ ἐκτὸς τῆς αὐτοῦ συνεργίας καὶ βοηθείας, ἀδύνατον ἀγαθὸν θελῆσαι ἣ πρᾶξαι ἡμᾶς. ἐφ’ ἡμῖν δέ ἐστιν ἣ ἐμμεῖναι τῇ ἀρετῇ, καὶ ἀκολουθῆσαι τῷ Θεῷ πρὸς ταύτην καλοῦντι, ἣ ἀποφοιτῆσαι αὐτῆς. ὅπερ ἐστιν ἐν κακίᾳ γενέσθαι, καὶ ἀκολουθῆσαι τῶ διαβόλῳ πρὸς ταύτην καλοῦντι ἀβιάστως. ἡ γὰρ κακία οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ἀναχώρησις τοῦ ἀγαθοῦ· ὥσπερ καὶ τὸ σκότος, τοῦ φωτός ἐστιν ἀναχώρησις. μένοντες οὖν ἐν τῷ κατὰ φύσιν, ἐν τῇ ἀρετῇ ἐσμέν. ἐκκλίνοντες δὲ ἐκ τοῦ κατὰ φύσιν, ἤγουν ἐκ τῆς ἀρετῆς, εἰς τὸ περὶ q φύσιν ἐρχόμεθα, καὶ ἐν τῇ κακίᾳ γινόμεθα.

  80. 8.29.14.1

    Κυρίλλου. Οὐδὲν μέντοι τὸ ἀπεικὸς, εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαι τινὰς, ἐξ ἀμαθίας συνηρπασμένους, καὶ λέγοντας, εἰ οὓς αὐτὸς προέγνω κατὰ πρόθεσιν, καὶ προώρισεν, οὗτοι καὶ κέκληνται, πρὸς ἡμᾶς τοὺς οὔπω πεπιστευκότας οὐδέν. οὐ γάρ τοι κεκλήμεθα, οὔτε μὴν προωρίσμεθα. πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλε συναγεῖραι τοὺς κεκλημένους. οἱ δὲ, οὐκ ἠθέλησαν ἐλθεῖν. εἰσῆλθον δὲ μετ’ ἐκείνους οἱ κλητοὶ κατ’ ἰδίαν πρόθεσιν. πέπλησται δὲ οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον. ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησι τινάς. ἐπεὶ διδασκόντων εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθείαις ἐξυβρικότες τὸν σεσωκότα Θεόν. ἀλλὰ καὶ κέκληνται μὲν καὶ εἰσπεπεδήκασι τινὲς εἰς τὸν γάμον. πλὴν οὐ γεγόνασιν ἐκλεκτοί· οὐ δεδικαίωνται οὐδὲ ἐδοξάσθησαν. διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἐμφιέννυντο στολήν. ἄλλως τε καὶ αὐτὸν εὑρήσομεν τὸν ἡμῶν Ἰησοῦν Χριστὸν, ἀναφανδὸν εἰρηκότα, “ δεῦτε πρός με “ οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἰδοὺ δὴ σύμπαντας ἐκάλει πρὸς ἑαυτόν. ἀμοιρήσειε δ’ ἃν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος. ἐν γὰρ τῷ, “ πάντες” εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα.

  81. 8.29.14.2

    Ἐκ Τῆσ Φιλοκαλίασ Τοῦ Ὠριγένουσ. Προσχῶμεν δὲ ἄνωθεν τοῖς εἰρημένοις, ὣς ἃν ὁμοῦ ἀπολογησώμεθα, καὶ πρὸς τοὺς ἐπιλαμβανομένους τῶν τοιούτων λέξεων, καὶ οἰομένους διὰ τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους, καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τούτων ἀναιροῦντας. ἴδωμεν οὖν τὴν τάξιν τῶν εἰρημένων. δικαιοῖ ὁ Θεὸς, καλέσας πρότερον. οὐκ ἂν δικαιώσας οὓς μὴ ἐκάλεσε· καλεῖ δὲ, πρὸ τῆς κλήσεως προορίσας. οὐκ ἂν καλέσας, οὓς μὴ προώρισε. καὶ ἔστιν αὐτῷ ἀρχὴ τῆς κλήσεως καὶ τῆς δικαιώσεως, οὐχ ὁ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν ἑξῆς, πιθανώτατα ἃν ἔλεγον οἱ παρεισάγοντες τὸν περὶ τῆς φύσεως ἄτοπον λόγον. ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἡ πρόγνωσις· “ οὓς γὰρ φησὶν, “ καὶ προώρισε, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.” προενατενίσας οὖν ὁ Θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ’ ἡμῖν, τῶν δέ τινων ἐπὶ εὐσέβειαν· καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπήν· καὶ ὡς ὅλους ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ’ ἀρετὴν ζῆν, προέγνω αὐτούς. γινώσκων μὲν τὰ ἐνιστάμενα, προγινώσκων δὲ τὰ μέλλοντα. καὶ οὓς οὕτω προέγνω, “ προώρισε συμ- “ μόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.” ἔστιν οὖν ὁ τοῦ Θεοῦ, εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· τούτου δὲ εἰκὼν, ἡ λεγομένη εἰκὼν, τοῦ Θεοῦ r. ἥντινα νομίζω εἶναι, ἣν ἀνέλαβε ψυχὴν ὁ Υἱὸς τοῦ Θεοῦ ἀνθρωπίνην· γενομένην διὰ τὴν ἀρετὴν, τῆς εἰκόνος τοῦ Θεοῦ εἰκόνα. ταύτης δὲ, ἣν οἰόμεθα εἰκόνος εἰκόνα εἶναι τοῦ Υἱοῦ τοῦ Θεοῦ, συμμόρφους προώρισε γενέσθαι ὁ Θεὸς, οὓς διὰ τὴν περὶ αὐτῶν πρόγνωσιν προώρισεν. οὐ νομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν, τὴν πρόγνωσιν τοῦ Θεοῦ. ἀλλ’ ἐπεὶ ἔμελλε γίνεσθαι κατ’ ἰδίας ὁρμὰς τοῦ ποιοῦντις, διὰ τοῦτο προέγνω· εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν. καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν, τούσδε μέν τινας προέγνω καὶ προώρισε συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρὸς ταῦτα· εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ Θεὸς, φήσομεν ἀδύνατον μὲν μὴ γενέσθαι· οὐχὶ δὲ εἰ ἀδύνατον μὴ γενέσθαι, ἀνάγκημὴ γενέσθαι ἣ γενέσθαι. καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης. ἀλλὰ δυνατόν ἐστι καὶ τὸ αὐτὰ μὴ γενέσθαι.

  82. 8.29.14.3

    Τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας καὶ θεωρίας ὁ περὶ δυνατῶν τόπος. ἵν ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς ψυχῆς, δυνηθῇ τῆ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας, κατανοῆσαι πῶς μέχρι καὶ τῶν τυχόντων οὐκ ἐμποδίζεται, τὸ εἶναι τι εἰς πολλὰ δυνατὸν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· μένου· προεγνωσμένου τε οὑτωσὶν, ὅτι ἔσται μὲν, οὐκ ἐξ ἀνάγκης δὲ ἔσται. ἀλλ’ ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι, ἔσται. οὐ στοχαστικῶς εἰρημένον, ἀλλ’ ἀληθῶς προεγνωσμένον. μὴ νομιζέτω μιζέτω δέ τις ἡμᾶς τὸ κατὰ πρόθεσιν σεσιωπηκέναι ὡς θλῖβον ἡμῶν τὸν λόγον. ἐπεὶ φησὶν ὁ Παῦλος, “ οἴδαμεν δὲ, ὅτι “ ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν· τοῖς κατὰ “ πρόθεσιν κλητοῖς οὖσιν.” ἀλλὰ προσεχέτω, ὅτι τοῦ κατὰ εἶναι κλητοὺς τὴν αἰτίαν εὐθέως ἀποδέδωκε καὶ ὁ Ἀπόστολος, ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος, εἰπὼν, τοῦ Υἱοῦ αὐτοῦ. καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ Θεοῦ, ἣ τοὺς ἀγαπῶντας αὐτόν; πάνυ δὲ τὴν ἐκ του ἐφ’ ἡμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως, τὸ, “ οἴδαμεν δὲ, ὅτι τοῖς “ τὸν Θεὸν, πάντα συνεργεῖ εἰς ἀγαθόν.” σχεδὸν γὰρ εἶπεν, ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθὸν, διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοι εἰσὶ συνεργίας οἱ ἀγαπῶντες τὸν Θεόν. ἅμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας, καὶ ἀποκρινέσθωσαν ἡμῖν πρὸς ταῦτα. ἔστω καθ’ ὑπόθεσιν εἶναί τινα ἐφ’ ἡμῖν. καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφ’ ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιὴς ὤν. ὄντος δὴ τοῦ ἐφ’ ἡμῖν, ἄρα ὁ Θεὸς ἐπιβαλὼν τῷ εἱρμῷ τῶν ἐσομένων, προγνώσεται τὰ πραχθησόμενα ἐκ τοῦ ἐφ’ ἡμῖν, ἑκάστῳ τῶν ἐχόντων τὸ ἐφ’ ἡμῖν, ἣ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν οὐ προγνώσεται, ἀγνοοῦντος ἐστὶ τὸν ἐπὶ πᾶσι νοῦν, καὶ τὴν μεγαλωσύνην τοῦ Θεοῦ. εἰ δὲ δώσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτήσωμεν αὐτοὺς. ἅ τὸ εγνωκεναι αὐτὸν αἴτιόν ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα; διδομένου τοῦ τοῦ τὸ ἐφ’ ἡμῖν; ἣ ἐπεὶ ἔσται προέγνω. καὶ οὐδαμῶς ἐστιν αἰτία αὐτοῦ ἡ πρόγνωσις τῶν ἐσομένων ἐκ τοῦ ἐφ’ ἡμῖν ἑκάστῳ. δυνατὸν οὖν ἦν τῶν δέ τινων ἀπαντησάντων, μὴ τόδε, ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον.

  83. 8.31.verse.1

    Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;

  84. 8.31.1.1

    Χρυσοστόμου. Ὡς ἃν εἰ ἔλεγε. μὴ τοίνυν λοιπὸν λέγε μοι περὶ τῶν κινδύνων, καὶ τῆς παρὰ πάντων ἐπιβουλῆς. εἰ γὰρ καὶ τοῖς μέλλουσι τινὲς διαπιστοῦσιν. ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ, οὐδὲν ἃν ἔχοιεν εἰπεῖν. οἷον, τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο. καὶ ὅπερ ἐνόμιζες αἰσχύνης εἶναι, ’τον σταυρὸν, τὰς μάστιγας, τὰ δέσμα, ταύτα ἐστιν α την οἰκουμένην κατώρθωσεν ἅπασαν. ὥσπερ οὖν οὗν αὐτὸς ἔπαθε, καί τοι γε σκυθρωποῖς εἶναι δοκοῦσι, τούτοις εἰς ἐλευθερίαν καὶ σωτηρίαν ρίαν τῆς φύσεως ἀπεχρήσατο, οὕτως καὶ ἐφ’ οἷς αὐτὸς ὑπομένεις, ποιεῖν εἴωθεν· εἰς δόξαν σου καὶ εὐδοκίμησιν τοῖς σοῖς ἀποχρώμενος πάθεσι. καὶ τίς οὐ καθ’ ἡμῶν, φησιν; καὶ γὰρ ἡ οἰκουμένη καθ’ ἡμῶν, καὶ τύραννοι, καὶ δῆμοι, καὶ συγγενεῖς, καὶ πολίται· ἀλλ’ οὗτοι οἱ καθ’ ἡμῶν, τοσοῦτον ἀπέχουσιν ἐπηρεάζειν ἡμῖν, ὅτι καὶ ἄκοντες στεφάνων ἡμῖν αἴτιοι γίνονται, καὶ μυρίων ἀγαθῶν πρόξενοι. τῆς τοῦ Θεοῦ σοφίας τὰς ἐπιβουλὰς, εἰς τὴν ἡμετέραν τρεπούσης σωτηρίαν καὶ δόξαν. ὁρᾷς, πῶς οὐδεὶς καθ’ ἡμῶν; ὅτι τοῦ Θεοῦ ὄντος ὑπὲρ ἡμῶν, καὶ τὰ καθ’ ἡμῶν δοκοῦντα εἶναι, ὑπὲρ ἡμῶν πάντα γίνεται. ἐκ γὰρ τούτων, ἡμῖν οἱ στέφανοι πλέκονται· καὶ αὐτοὶ οἱ δοκοῦντες ἐπιβουλεύειν, τῶν εὐεργετούντων οὐκ ἔλαττον ἡμᾶς ὠφελοῦσι.

  85. 8.31.2.1

    Θεοδωρήτου. Πάντα δὲ ὁμοῦ συμπεριέλαβε, διὰ τοῦ, “ καὶ βασιλέας, καὶ στρατηγοὺς, καὶ δήμους, καὶ δημαγωγοὺς, καὶ πᾶσαν ὁμοῦ τὴν οἰκουμένην.

  86. 8.31.3.1

    Θωτίου. Ἢ καὶ οὕτως. τι ἐροῦμεν πρὸς ταῦτα; ὅτι προώρισεν, ὅτι ἐκάλεσεν, ὅτι ἐδικαίωσεν, ὅτι ἐδόξασε· πρὸς τοιαύτην ἀφθονίαν εὐεργεσιῶν, τί ἐροῦμεν; οὐδὲ εὐχαρίστων, φησὶν, λόγων εὐποροῦμεν· μή τι γε ἔργων ἀμοιβῆς. τοιαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθεν, φησὶν, “ εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;” οὐδείς. τινες βλάπτειν ἐπιχειρήσωσιν, οὐ βλάψουσιν, ἀλλὰ ὠφελήσουσιν.

  87. 8.32.verse.1

    Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;

  88. 8.32.1.1

    Χρυσοστόμου. Οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις, τὸ μέγιστον σημεῖον τῆς περὶ ἡμᾶς ἀγάπης, καὶ ὃ συνεχῶς ἀεὶ περιστρέφει, τοῦτο καὶ ἐνταῦθα τίθησι, τὴν σφαγὴν τοῦ παιδός. οὐ γὰρ ἐδικαίωσε μόνον φησὶν, καὶ ἐδόξασε, καὶ συμμόρφους ἐποίησε τῆς εἰκόνος ἐκείνης, ἀλλ’ οὐδὲ τοῦ παιδὸς ἐφείσατο διὰ σέ. καὶ μεθ’ ὑπερβολῆς καὶ πολλῆς τῆς θερμότητος ταῖς λέξεσι κέχρηται. ἵνα ἐνδείξηται αὐτοῦ τὴν ἀγάπην. πῶς οὖν ἡμᾶς προήσεται, ὑπὲρ ὧν τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν; ἐννόησον γὰρ ὅσης ἀγαθότητος, τὸ καὶ τοῦ ἰδίου Υἱοῦ μὴ φείσασθαι· σθαι· ἀλλὰ καὶ δοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν, καὶ ἀγνωμόνων, καὶ ἐχθρῶν, κα βλασφήμων. “ πῶς οὑν οὐχὶ καὶ “ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται ; ” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ τὸν Υἱὸν αὐτοῦ ἐχαρίσατο, καὶ οὐχ ἁπλῶς ἐχαρίσατο, ἀλλὰ καὶ σφαγῇ παρέδωκε, τι λοιπὸν ὑπὲρ τῶν ἄλλων ἀμφιβάλλεις, τὸν δεσπότην λαβών; τί διστάζεις ὑπὲρ τῶν κτημάτων, τὸν Κύριον ἔχων; ὁ γὰρ τὸ μεῖζον τοῖς ἐχθροῖς δεδωκὼς, πῶς τὰ ἐλάττονα οὐ δώσει τοῖς φίλοις;

  89. 8.32.2.1

    Φωτίου. Τέθεικε τοίνυν τὸ, “ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, τὴν κηδεμονίαν ὡς ἔφαμεν τὴν ἄφατον τοῦ Θεοῦ τὴν περὶ ἡμᾶς ἐνδεικνύμενος. καὶ ἅμα εἴ τι δυσχερὲς ὑπό τινος πάσχομεν, καρτερεῖν διὰ τοῦ παραδείγματος παραινῶν. οὐ μόνον δὲ, ἀλλὰ κα ἀνακτώμενος καὶ παρηγορῶν· εἰ γὰρ ὁ Υἱὸς τοσαῦτα ὑπὲρ σοῦ ἔπαθε, τί σε χρῆ παθεῖν ὑπὲρ αὐτοῦ; καὶ εἰ ἐκεῖνος τοιαῦτα παθὼν, τῆς πατρικῆς δόξης τε καὶ θεότητος οὐδέν τι καθυφειμένον ἐδέξατο· μὴ δὲ σὺ ὀλιγωρήσῃς πάσχων ταῦτα. πάντως γὰρ τῶν ἐπηγγελμένων, καὶ μετὰ τὰ παθήματα, καὶ μετὰ τῶν θάνατον, ἀξιωθήσῃ.

  90. 8.32.3.1

    Γενναδίου. Εὔκαιρον δὲ τοῦτο ἐπισχεῖν νῦν, ὅτι ἐνταῦθα τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν παραδεδόσθαι λέγων ὁ Παῦλος, ἐν τῇ πρὸς Ἐφεσίους αὐτὸν παρ’ ἑαυτοῦ λέγει τὸν Υἱὸν τοῦτο πεποιηκέναι. “ ὁ Χριστὸς γάρ,” φησι, “ ἠγάπησεν ἡμᾶς, “ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν.” τί διδάσκων ἡμᾶς ἕτερον, ἣ ἓν εἶναι Πατρὶ καὶ Υἱῷ τῆς ἀνθρώπων σωτηρίας τὸ βούλημα; Γρηγορίου Νύσσησ. Εἰπών γε μὴν ὁ Παῦλος τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀντιδιαστέλλει τὸν ἀληθινὸν Υἱὸν τοῖς γεννηθεῖσι καὶ ὑψωθεῖσι καὶ ἀθετήσασι. τούτοις λέγω τοῖς διὰ προστάγματος παραχθεῖσιν εἰς γένεσιν. τῇ τοῦ ἰδίου προσθήκῃ, τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐπισημαίνων. καὶ ὡς ἃν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυρὸν πάθος προστρίβοιτο, δι’ ἑτέρων τρανοτέρων τὴν τοιαύτην ἐπανορθοῦται πλάνην. μεσίτην αὐτὸν Θεοῦ καὶ ἀνθρώπων, καὶ ἄνθρωπον καὶ Θεὸν ὀνομάζων. ἵν ἐκ τοῦ, τὰ δύο περὶ τὸ ἓν λέγεσθαι, τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον. περὶ μὲν τὸ θεῖον, ἡ ἀπάθεια· περὶ δὲ τὸ ἀνθρώπινον, ἡ κατὰ τὸ πάθος οἰκονομία. τῆς ἐπινοίας διαιρούσης τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνωμένον· τῷ λόγῳ δὲ διακρινόμενον· ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι. τοῦτε ἀνθρωπίνου, διὰ τῆς ἀναλήψεως δοξαζομένου· καὶ τοῦ θείου διὰ τῆς συγκαταβάσεως μὴ μολυνομένου. ἀλλὰ διδόντος μὲν τοῖς πάθεσι τὸ ἀνθρώπινον μέρος, ἐνεργοῦντος δὲ τὴν τοῦ πεπονθότος ἀνάστασιν διὰ τῆς θείας δυνάμενως· καὶ οὕτως οὔτε τοῦ θανάτου πεῖρα ἐπὶ τὸν κεκοινωνηκότα τῆς ἐμπαθοῦς φύσεως ἀναφέρεται, διὰ τὴν τοῦ ἀνθρώπου πρὸς αὐτὸν ἕνωσιν· καὶ τὰ ὑψηλὰ τὲ καὶ θεοπρεπῆ τῶν ὀνομάτων ἐπὶ τὸν ἄνθρωπον καταβαίνει. ὡς καὶ Κύριον τῆς δόξης τὸν ἐπὶ σταυροῦ φανέντα, κατονομάζεσθαι τῇ τῆς φύσεως αὐτοῦ πρὸς τὸ ταπεινὸν ἀνακράσει· καὶ τῆς τῶν ὀνομάτων χάριτος, ἐκ τοῦ θείου πρὸς τὸ ἀνθρώπινον συμμετελθούσης.

  91. 8.32.3.2

    Διὰ τοῦτο ποικίλως καὶ διαφόρως αὐτὸν παραδίδωσι νῦν μὲν, τὸν ἐξ οὐρανῶν κατελθόντα· νῦν δὲ, τὸν ἐκ γυναικὸς γεννηθέντα. καὶ Θεὸν προαιώνιον· καὶ ἐπ’ ἐσχάτων ἡμερῶν, ἄνθρωπον. οὕτως καὶ ἀπαθὴς ὁμογενὴς Θεὸς, καὶ παθητὸς ὁ Χριστὸς εἶναι πιστεύεται. καὶ ὁ λόγος διὰ τῶν ἐναντίων οὐ ψεύδεται· τὸ πρόσφορον ἑκατέρῳ τῶν ὀνομάτων ἐν τοῖς νοήμασιν ἐφαρμόζων. τὰ μὲν οὖν ἀνθρώπινα, τῷ ἀνθρωπίνῳ· τὰ δὲ ὑψηλὰ, τῇ θεότητι καταλλήλως ἁρμόζομεν. καὶ φαμὲν ὅτι καθὸ Θεὸς ὁ Υἱὸς, ἀπαθὴς πάντως ἐστι καὶ ἀκήρατος. εἰ δέ τι πάθος περὶ αὐτοῦ λέγοιτο, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος, τὸ τοιοῦτον ἐνήργησεν. ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος σωτηρίαν· ὡς εἶναι τῆς μὲν σαρκὸς, τὸ πάθος, τοῦ δὲ Θεοῦ, τὴν ἐνέργειαν. κἂν τὸν Ἀπόστολον εἰς συνηγορίαν τινὲς, τοῦ ἐναντίου καθέλκωσι δόγματος, λέγοντα, ὅτι τοῦ ἰδίου οὐκ ἐφείσατο· καὶ ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν ἔπεμψε, καὶ ὅσα τοιαῦτα. πρὸς τὴν θείαν φύσιν ἐν τῇ τοῦ πάθους οἰκονομίᾳ, καὶ οὐχὶ πρὸς τὸ ἀνθρώπινον βλέπειν δοκεῖ. οὐδὲν ἧττον τῶν ὑγιῶν δογμάτων οὐκ ἀφεξόμεθα· αὐτοῦ τοῦ Παύλου γυμνότερον τὸ περὶ τούτου σαφηνίσαντος ἡμῖν μυστήριον. πανταχοῦ γὰρ τῷ ἀνθρωπίνῳ μέρει τοῦ Χριστοῦ, τὴν τοῦ πάθους οἰκονομίαν προσμαρτυρεῖ, λέγων, “ ἐπειδὴ γὰρ “ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν.” καὶ, “ ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς “ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἐν τῇ σαρκὶ γὰρ, οὐκ ἐν τῇ θεότητι φησίν. καὶ μηδεὶς οἰέσθω τὸν θεῖον Ἀπόστολον καθ’ ἑαυτοῦ πρὸς τὰ ἐναντία μερίζεσθαι. καὶ τοῖς μαχομένοις κατὰ τὰ δόγματα, πρὸς τὴν εἰς ἑκάτερον ἐπιχείρησιν ἐκ τοῦ ἴσου παρέχειν διὰ τῶν ἰδίων λόγων τὰς ὕλας. εὕροι γὰρ ἄν τις ἀκριβῶς ἐξετάζων, ὅτι πρὸν ἓν αὐτῷ βλέπει δι’ ἀκριβείας ὁ λόγος, καὶ οὐκ ἐπιδιστάζει ταῖς ἐπινοίαις. πανταχοῦ γὰρ τὴν τοῦ ἀνθρωπίνου πρὸς τὸ θεῖον ἀνάκρασιν κηρύσσων, οὐδὲν ἧττον ἐν ἑκα- τέρῳ τὸ ἴδιον καθορᾷ. ὡς καὶ τῆς ἀνθρωπίνης ἀσθενείας διὰ τῆς πρὸς τὸ ἀκήρατον κοινωνίας πρὸς τὸ κρεῖττον ἀλλοιωθείσης· καὶ τῆς θείας δυνάμεως οὐ συγκαταπιπτούσης τῇ πρὸς τὸ ταπεινὸν συναφείᾳ τῆς φύσεως.

  92. 8.32.4.1

    ΚΥΡÍΛΛΩΥ. Σὺ δὲ ἀκούων ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, σύνες, ὡς οἱ τὸν τῆς οὐσίας αὐτοῦ καρπὸν εἰς ποίημα καται σύροντες, καὶ αὐτὸ τὸ μέγα καὶ ἐξαίσιον τὸ ἐπὶ τῇ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπῃ καταστρέφουσι θαῦμα. β. φράσειας ἃν, ὅπως. . καὶ μάλα προθύμως. δέδωκεν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τὸν υἱόν ; β. καὶ πάνυ. . ἄμεινον δὲ δήπουθεν τὸ γεννηθὲν, οὗ- περ ἃν φιλοτεχνήσαιτό τις· εἶπέρ ἐστι τὸ μὲν, ἐξ ἡμῶν, καὶ τῆς τοῦ τεκόντος ὑποστάσεως καρπός· τὸ δὲ, τῆς ἀρίστης εὕρεμα βουλῆς, καὶ σοφίας ἔργον· οὐ βλαστὸς οὐσίας. β. τι οὖν τοῦτό γε; . ἣ οὐκ ἐννοεῖς, ὡς μεῖον μὲν ἄντις ἀγάσαιτο τυχὸν τὴν ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρὸς, προεμένου πρὸς λύτρωσιν τῆς ὅλης κτίσεως, μέρος ὄντα κτίσεως τὸν Υἱόν· εἶπέρ ἐστι γενη- τός. πλουσιώτερον δὲ κατατεθήποι ἂν, καὶ μάλα εἰκότως τῆς τοῦ κόσμου ζωῆς ἀντάλλαγμα, καὶ αὐτὸν εἰ μάθοι δεδωκότα τὸν Υἱόν· καὶ ἀφειδήσαντα μὲν ἰδίου καρποῦ, κατά γε τὸ, ἐν σαρκὶ γεγονότα· καὶ ἐντεθνάναι δοκεῖν, δεδιψηκότα δὲ μᾶλλον τοῦ κόσμου τὴν εἰς τὸ εὖ εἶναι διαμονήν. β. συνίημι. . ογͅαι δὲ ἔγωγε. καὶ νεμε- σάτω μηδεὶς ἀνακαιομένῳ πρὸς θράσος ἐκ φιλοθείας τῷ λόγῳ· ὡς οὐδ’ ἃν ἀντάξιος εἴη τῆς ὅλης κτίσεως ὁ Χριστός οὐδ’ ἃν ἔχῃ διαρκῶς εἰς τὸ ἐκπρίασθαι καλῶς τὴν τοῦ κόσμου ζωὴν, εἰ καὶ αὐτὴν κατάθοιτο, καθάπερ ἐν τάξει τιμῆς, τὴν ἰδίαν ψυχὴν, πρό- οιτό τε ὑπὲρ ἡμῶν τὸ τίμιον αἷμα· εἰ μὴ ἀληθῶς Υἱός ἐστι, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, κτίσμα δὲ καὶ κτίσεως μέρος.

  93. 8.33.verse.1

    Τίς ἐγκαλέσειε κατὰ ἐκλεκτῶν Θεοῦ ; Θεὸς ὁ δικαίων. τίς ὁ κατακρίνων ;

  94. 8.33.1.1

    Χρτσοστόμου. ταῦτα πρὸς τοὺς λέγοντας ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ. καὶ ὅρα πῶς τά- χεως αὐτοὺς ἐπεστόμισεν, ἀπὸ τοῦ ἀξιώματος τοῦ ἐκλεξαμένου· καὶ οὐκ εἶπε, τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ; οὐδὲ κατὰ τῶν πιστῶν τοῦ Θεοῦ; ἀλλὰ “ κατὰ τῶν ἐκλεκτῶν Θεοῦ;“ἡ γὰρ ἐκλογὴ, ἀρετῆς σημεῖον ἐστίν· εἰ γὰρ, ἐπειδὰν πωλοδάμνης πώλους ἐκλέξηται πρὸς δρόμον ἐπιτηδείους, οὐδεὶς ἐπισκῆψαι δυνήσεται, ἀλλὰ καταγέλαστος γίνεται, κἂν ἐγκαλέσῃ τίς, πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς ἐκλέγηται ψυχὰς, καταγέλαστοι οἱ ἐγκαλοῦντες. οὐκ εἶπε δὲ Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα· ἀλλ’ ὃ πολλῷ μεῖζον ἦν, “ Θεὸς ὁ δοκαιῶν.” ὅταν γὰρ ἡ δικαστοῦ ψῆφος, δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; οὐκοῦν οὔτε τοὺς πειρασμοὺς φοβεῖσθαι δικαιον ὑπὲρ ἡμῶν γάρ ἐστιν ὁ Θεός. καὶ ἐδήλωσεν ἐξ ὧν ἐποίησεν.) οὔτε τὰς φλυαρίας τὰς Ἰουδαικάς. καὶ γὰρ καὶ ἐξελέξατο ἡμᾶς καὶ ἐδικαίωσε. καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ διὰ τῆς σφαγῆς τοῦ παιδὸς, ἐδικαίωσε. τίς οὖν ἡμᾶς κατεδίκασεν;

  95. 8.33.2.1

    Φωτίου. Ἐν τοῖς ἔμπροσθεν δὲ εἰπὼν τοὺς πειρασμοὺς τοὺς διὰ θλίψεων καὶ βασάνων, ἐν τῷ εἰπεῖν “ τις καθ᾿ ἡμῶν;” νῦν ἕτερον εἶδος πειρασμῶν λέγει· τοὺς ὀνειδισμοὺς, τὰς μέμψεις, τὰς λοιδορίας, ἃς κατέχεον οἱ ἄπιστοι τῶν πιστῶν. καὶ τοῦτο δηλοῖ διὰ τοῦ λέγειν, “ τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;” καὶ ἀποδεί- κἀνταῦθα, ὥσπερ καὶ ἐπὶ τῶν εἰρημένων, ὅτι Θεοῦ δικαισῦντος, εἰς μάτην γλωσσαλγοῦσιν οἱ αἰτιώμενοι καὶ κατακρίνοντες.

  96. 8.33.3.1

    Κυρίλλου. Τάχα δὲ καὶ οἰκονομικῶς ὁ Παῦλος οὐκ ἐᾷ τὸν νοῦν τῶν κεκλημένων εἰς ἀμηχανίαν ἐμπεσεῖν, ἀλλὰ διδάσκει, ὅτι τῶν μὲν ἀρχαίων ἁμαρτιῶν ἐλευθερωθήσονται, δικαιωθήσονται δὲ, Θεοῦ κατανεύοντος. εἰ γὰρ καὶ πᾶσα ἁμαρτία, τοῦ θείου νόμου παράβασιν ἔχει, καὶ κατακρίνει τὸν ῥαθυμοῦντα· ἀλλ’ εἰ αὐτὸς ὁ τοῦ νόμου κύριος συγχωρεῖ, τίς ὁ κατακρίνων τὸν ἡμαρτηκοτα;

  97. 8.33.4.1

    Ωριγένουσ. Δόξειε δ’ ἃν τοῦτο καὶ ἐπὶ τὸν διάβολον ἀναφέρεσθαι, ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν. οὐδεὶς γάρ ἐστιν, οὗ ἐκεῖνος μὴ κατηγορήσει, καὶ ᾧ οὐκ ἐγκαλέσει, εἰ μὴ μόνος ὁ Ιῃσοῦς, “ ὃς ἁμαρτίαν οὐκ ἐποίησε.” καὶ διὰ τοῦτο ἔλεγεν, “ ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχε οὐδέν.” διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται, ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν τοῦ Θεοῦ. τοῦ γὰρ Θεοῦ δικαιοῦντος, τίς κατακρίναι δύναται; κἂν ὁ κατήγορος φέρῃ εἰς μέσον τὰ ἀπειλημένα, ἐφ’ οἷς κατεκρίθη ἂν, εἰ μὴ ἀπήλειπτο. ἐδικαίωσε δὲ, ὡς νεφέλην ἀπολείψας τὰς ἀνομίας αὐτῶν, καὶ ὡς γνόφον τὰς ἁμαρτίας αὐτῶν.

  98. 8.34.verse.1

    Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ημων.

  99. 8.34.1.1

    Χρυσοστόμου. τίς, φησιν, ἡμᾶς καταδικάσει, τοῦ Χριστοῦ δι’ ἡμᾶς σφαγέντος· καὶ μετὰ τὴν σφαγὴν, καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνοντος; καὶ γὰρ ἐπὶ τῆς οἰκείας ἀξίας φανεὶς, οὐ κατέλυσε τὴν ὑπὲρ ἡμῶν πρόνοιαν. ἀλλὰ καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· καὶ τὴν αὐτὴν ἀγάπην μένει διατηρῶν. οὐδὲ γὰρ ἠρκέσθη τῇ σφαγῇ μόνον, ὅπερ μεγίστου μάλιστά ἐστι φίλτρου, τὸ μὴ μόνον τὰ εἰς αὐτὸν ἥκοντα ποιεῖν, ἀλλὰ καὶ ἕτερον ὑπὲρ τούτου παρακαλεῖν. τοῦτο γὰρ μόνον διὰ τοῦ ἐντυγχάνει, δηλῶσαι ἠβουλήθη, ἀνθρωπικώτερον διαλεχθεὶς καὶ συγκαταβατικώτερον· ἵνα τὴν ἀγάπην ἐνδείξηται. ἐπεὶ καὶ τὸ, “ οὐκ ἐφείσατο,,” ἐὰν μὴ μετὰ ταύτης τῆς ἐννοίας, πολλὰ τὰ ἄτοπα ἕψεται. καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐστιν ὃ κατασκευάσαι βούλεται, πρότερον εἰπὼν ὅτι ἔστιν ἐν δεξιᾷ, τότε ἐπήγαγεν, ὅτι ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὅτε τὴν ὑμοτιμίαν ἔδειξε καὶ τὴν ἰσότητα. ἵνα λοιπὸν τὸ, ἐντυγχάνει, μὴ ἐλαττώσεως, ἀλλὰ ἀγάπης φαίνηται ὄν. ὁ γὰρ αὐτοξωὴ ὣν, καὶ πηγὴ τῶν ἀγαθῶν ἁπάντων, καὶ μετ’ ἐξουσίας τῆς αὐτῆς τῷ Πατρὶ, καὶ νεκροὺς ἐγείρων καὶ ζωοποιῶν, καὶ τὰ ἄλλα πάντα ποιῶν, πῶς ἂν ἐντεύξεως ἐδεήθη εἰς τὸ ὠφελῆσαι ἡμᾶς, ὁ ἀπεγνωσμένους καὶ καταδεδικασμένους, καὶ ἐξ οἰκείας ἐξουσίας, καὶ τῆς καταδίκης ἐκείνης ἀπαλλάξας, καὶ δικαίους υἱοὺς ποιήσας, καὶ πρὸς τὰς ἀνωτάτω τιμὰς ἀγαγὼν, καὶ τὰ μηδέποτε ἐλπισθέντα εἰς ἔργον ἀγαγὼν, πῶς ἂν μετὰ τὸ κατορθῶσαι πάντα, καὶ τὴν φύσιν τὴν ἡμετέραν δεῖξαι, ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ, πρὸς τὰ εὐκολώτερα, ἐντυχίας ἐδεῖτο; ὁρᾷς πῶς πανταχόθεν δείκνυται, ὅτι τὸ, ἐντυγχάνει δι’ οὐδὲν ἕτερον εἴρηκεν, ἀλλ’ ἵνα τὸ θερμὸν καὶ ἀκμάζον τῆς περὶ ἡμᾶς ἀγάπης ἐνδείξηται. ἐπεὶ καὶ ὁ Πατὴρ φαίνεται παρακαλῶν ἀνθρώπους καταλλαγῆναι αὐτῷ. “ ὑπὲρ “ Χριστοῦ γὰρ πρεσβεύομεν,” φησὶν, “ ὡς τοῦ “ λοῦντος δι’ ἡμῶν.” ἀλλ’ ὅμως καὶ Θεοῦ, καὶ ἀνθρώπων Χριστοῦ πρεσβευομένων, οὐδὲν ἀνάξιον ἐννοοῦμεν ἐντεῦθεν τῆς ἀξίας ἐκείνης, ἀλλ’ ἓν μόνον ἐκ τῶν εἰρημένων ἁπάντων συλλέγομεν, τὴν τῆς ἀγάπης ἐπίτασιν. τοῦτο δὴ καὶ ἐνταῦθα ποιῶμεν. εἰ τοίνυν καὶ “ τὸ Πνεῦμα ἐντυγχάνει στεναγμοῖς ἀλαλήτοις,” καὶ ὁ Χριστὸς ἀπέθανε καὶ ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν, καὶ ὁ Πατὴρ τοῦ ἰδίου Υἰοῦ οὐκ ἐφείσατο διὰ σὲ, καὶ ἐξελέξατό σε καὶ έδικαίωσέ σε, τί λοιπὸν δέδοικας τοσαύτης ἀπολαύων ἀγάπης;

  100. 8.34.2.1

    Θεοδωρήτου. Τί τούτων μεῖζον ζητεῖς; ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ δεσπότης Χριστός· καὶ ἀναστὰς, τῷ Πατρὶ συνεδρεύει. καὶ οὐδὲ οὕτως τῆς περὶ ἡμῶν ἐπαύσατο προμηθείας. ἀλλ’ ἣν ἐξ ἡμῶν ἀνέλαβε δεικνὺς ἀπαρχὴν, καὶ τὸ ταύτης ἄμωμον ἐπιδεικνὺς τῷ Πατρὶ, δι’ ἐκείνης ἡμῖν τὴν σωτηρίαν αἰτεῖ. καὶ τοῦτο μέντοι κατὰ τὸ ἀνθρώπινον τέθεικεν. ὡς γὰρ Θεὸς οὐκ αἰτεῖ, ἀλλὰ Χορηγεῖ. γεῖ. εἰ δὲ καὶ κατὰ τὴν θεότητα φήσαιεν οἱ αἱρετικοὶ τοῦτο ποιεῖν τὸν Υἱὸν, οὐδὲ οὕτως αὐτοῦ τὴν δόξαν ἐλάττονα δείξουσι. δῶμεν γὰρ δύο βασιλεῖς ἰσοτίμους εἶναι, τὴν αὐτὴν ἔχοντας ἐξουσίαν. ὕπαρχον δέ τινα ἣ στρατηγὸν ἀμφοτέροις προσκεκρουκέναι. καὶ τούτων ’τον ἕτερον πρότερον του προσκεκρουκότος τὰς ἱκετείας δεξάμενον, αἰτεῖν παρὰ τοῦ κοινωνοῦ τῆς βασιλείας τὰς πρὸς τοῦτον καταλλαγάς· ἄρα τοῦτο σμικρύνει τὴν τοῦ αἰτοῦντος ἀξίαν; οὐδαμοῦ· ἀλλ’ ἐνταῦθα οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. τὰ γὰρ δοκοῦντα τῷ Υἱῷ, καὶ τῷ Πατρὶ συνδοκεῖ. ἐσχημάτισται δὲ οὕτως τῷ Ἀποστόλῳ ὁ λόγος, ἵνα δείξῃ τὴν τῆς κηδεμονίας ὑπερβολήν.

← Previous · Next → — showing 201300 of 959

First Thousand Years of Greek. CTS URN tlg4102.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.