Catena In Acta
- 13.39
Τοῦ Αὐτοῦ ᾿Εκ περιουσίας τὸν φόβον ἔλυσεν, εἴγε μέλλοι οὕτω προθύμως τὰ ἡμέτερα φρονεῖν, ὡς καὶ πολλὰ πάσχειν· “σκεῦος δὲ καλεῖται δικαίως, δεικνύντος τοῦ λόγου ὡς οὐκ ἔστι φυσικὴ ἡ κακία· “σκεῦος,” φησὶν, “ἐκλογῆς·” τὸ δόκιμον γὰρ ἐκλεγόμεθα. μὴ δὲ νομίσῃ τις ὅτι ἀπιστῶν τοῖς λεγομένοις ταῦτά φησιν, οὐδὲ ἠπατῆσθαι νομίζων τὸν Χριστόν· μὴ γένοιτο· ἀλλὰ φοβούμενος καὶ τρέμων, οὐδὲ προσεῖχε τοῖς λεγομένοις, ἀκούσας τὸ ὄνομα Παύλου.
- 13.40
Τοῦ Αὐτοῦ Ὁ διώκτης καὶ βλάσφημος καὶ ὑβριστὴς, κῆρυξ τῆς οἰκουμένης ἀποδείκνυται.
- 13.41
Διδύμου. Οἱ τὰς φύσεις δογματίζοντες, φασὶ Παῦλον ὄντα ἀνεπίδεκτον εἶναι κακίας· κρατύνουσι δὲ τοῦτο αὐτῶν τῶν τὸ φρόνημα καὶ ἐκ τῆς προκειμένης λέξεως, εἰπόντος τοῦ Θεοῦ περὶ αὐτοῦ, “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος·” οὐ γὰρ “ἔσται” γέγραπται, φησὶν ἐκεῖνοι· ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ἡ μαρτυρία αὕτη γέγονεν, ὅτε ἐξ οἰκείας προαιρέσεως πεισθεὶς ὁ ἀνὴρ τῷ χρησμῷ ἀπῆλθεν ἐπὶ τῷ συντυχεῖν τῷ ᾿Ανανίᾳ· διὸ καὶ ἀκόλουθον τυγχάνει, τὸν τοσαύτην ἐνδειξάμενον μετάνοιαν ἐν ῥοπῇ καιροῦ ὑπάρξαι τοῦ εἶναι ἐκλογῆς σκεῦος· πρὸς τούτοις καὶ μηδὲ φαγεῖν ἐφ’ ὅλας τρεῖς ἡμέρας, δεῖγμα ἦν τῆς σφοδρᾶς μετανοίας καὶ νηστείας· δυνατὸν δὲ εἰπεῖν, ὅτι ὁ Θεὸς ὁ τὰ μέλλοντα γινώσκων ἀκριβῶς ὡς τὰ παρόντα, ἐμαρτύρησε διὰ τὴν μέλλουσαν αὐτοῦ ὑπηρεσίαν, ὡς ἤδη “σκεῦος ἐκλογῆς” ὑπῆρχεν· ἄλλος δὲ λέξει, ὅτι θεοσεβὴς ὣν, ζήλῳ τῷ μετὰ ἀγνοίας ἐδίωκε τοὺς πιστεύοντας τῷ Σωτήρι’, ὡς ἀποστάτας τοῦ Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ. καὶ ἐπεὶ θεικῇ πὼς προθέσει τοῦτο ἔπραττεν, εἰ καὶ πεπλανημένως, εἰς τὴν πρόθεσιν αὐτοῦ σκοπήσας ὁ χρηματίσας εἶπε, “τί με διώκεις; εὐθέως γὰρ ἐπήκουσε τῷ καλοῦντι, καὶ κατάλληλα τῇ κλήσει ἔπραξεν· ἐπαύσαντο δὲ ἃν τῆς ἀπάτης οἱ τὰς φύσεις φρονοῦντες, εἰ ἐπιστήσαντες ἤσαν τοῦ ἐκλογῆς εἶναι αὐτὸν σκεῦος· τοῦ ἐκλεγομένου οὐ φύσιν ἀλλὰ βίον σκοποῦντος.
- 13.42
Tαῦτα, οὔπω τῆς χάριτος παρούσης, ἐμαρτύρησεν ὁ ταῖς καρδίις ἐμβατεύων ἡμῶν· μὴ οὖν σφάλλωμεν ἑαυτοὺς, ἀδύνατον εἶναι λέγοντες γενέσθαι κατὰ Παῦλον τινά· τῆς μὲν γὰρ χάριτος καὶ τῶν σημείων ἕνεκεν οὐκέτι Παῦλος ἕτερος ἔσται λοιπὸν, τῆς δὲ ἀκριβείας τοῦ βίου τῶν βουλομένων ἕκαστος τοιοῦτος γένοιτο ἄν· εἰ δὲ μὴ εἰσὶ, παρὰ τὸ μὴ βούλεσθαι μόνον.
- 13.43
Οὕτως ἐπιδώσει ἡ διδασκαλία· ὥσπερ ἐξέπληττε τούτῳ, οὕτω κἀκείνω.
- 13.44
Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
- 13.45
Ἄμα καὶ ἐντρεπτικῶς· εἰ ἐκεῖνος πάντα πείσεται ὁ οὕτω μεμηνὼς, σὺ δὲ οὐδὲ βαπτίσαι αὐτὸν θέλεις; καλῶς ἔχει, φησὶν, ἄφες αὐτὸν πεπληρῶσθαι· διὰ τοῦτο ταῦτα λέγει, τυφλός ἐστιν ὅλος· τί με κελεύεις ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἵνα πάλιν δήσῃ; μὴ φοβηθῇς τὸ μέλλον· τῇ γὰρ ἀνοίξει οὐ καθ’ ὑμῶν χρήσεται· πρὸς τὸ ἵνα ἀναβλέψῃ ταῦτα εἴρηται· οὐ γὰρ μόνον, φησὶν, οὐδὲν ἐργάσεται εἰς ὑμᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά· τὸ δὴ θαυμαστὸν, ὅτι τὸ πρότερον πείσεται, καὶ τότε ἐμβήσεται εἰς τοὺς κινδύνους.
- 13.46
Ἀπῆλθε δὲ Ἀνανίας, καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς εἰς αὐτὸν τὰς χεῖρας, εἶπε, Σαοὺλ ἀδελφὲ, ὁ Κύριος ἀπέσταλκέ με Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου.
- 13.47
Εὐθέως αὐτὸν οἰκειοῦται τῷ ὀνόματι· “᾿Ιησοῦς,” φησιν, “ὁ ὀφθείς “σοι ἐν τῇ ὁδῷ·” καὶ μὴν τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Χριστὸς, ἀλλ’ ἀπὸ τοῦ Πνεύματος ἔμαθεν· ἵνα ἀναβλέψῃς, φησί. Καὶ μετ’ ὀλίγα—Ταῦτα λέγων τὰς χεῖρας ἐτίθει· ἀνέβλεψε δὲ παραχρῆμα· τινὲς φασὶ, πηρώσεως εἶναι σημεῖον τοῦτο· διατί μὴ ἐπήρωσεν αὐτοῦ τοὺς ὀφθαλμούς· τοῦτο παραδοξότερον ἦν, ὅτι ἀνεῳγμένων οὐκ ἔβλεπεν· ὅπερ ἔπαθεν ἐπὶ τοῦ νόμου, ἕως τὸ ὄνομα ἐπετέθη τοῦ Ἰησοῦ.
- 13.48
᾿ΑΜΜΩΝÍΟΥ. Καὶ ἡ ἴασις διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως γίνεται, ὡς κατάγοντος θείαν δύναμιν ἰατικὴν τοῦ σχήματος ἐπὶ τῆς χειρρτονίας, καὶ τῆς ἐπὶ τῶν βαπτισθέντων χειροθεσίας.
- 13.49
Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Οὐκ εἶπεν ὁ πηρώσας, ἀλλ’ “ὁ ὀφθείς σοι·” ὅρα καὶ τοῦτον οὐκ ἀλαζονικόν· ἀλλ’ ὥσπερ ὁ Πέτρος ἔλεγεν ἐπὶ τοῦ χωλοῦ· “τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐλαβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν οὕτω καὶ οὕτος, Ἰησοὺς ὁ “ὀφθείς σοι·” τῶν χειρῶν ἐπικειμένων ταῦτα ἐφθέγγετο· διπλῆ πήρωσις λύεται.
- 13.50
Τοῦ Αὐτοῦ Καὶ μὴν οὐκ ὤφθη· ἀλλὰ διὰ πραγμάτων ὤφθη· καὶ εὐθέως ἐπήγαγε, θέλων συσκιάσαι τὴν κατηγορίαν· “ὅπως ἀνα- “βλέψῃς, καὶ πλησθῇς Πνεύματος Ἁγίου.” οὐχὶ ἐλέγξαι ἦλθον τὸ γεγενημένον, ἀλλὰ δοῦναι τὴν δωρεάν· ἐμοὶ δοκεῖ καὶ τοῦτον καὶ τὸν Κορνήλιον, τούτων λεγομένων τῶν ῥημάτων, τοῦ Πνεύματος μετασχεῖν.
- 13.51
Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.
- 13.52
Τοῦ Αὐτοῦ Ὅρα καὶ ἐξησθενηκὼς ἦν ἀπὸ τῆς ὁδοιπορίας, ἀπὸ τοῦ φόβου, καὶ τοῦ λιμοῦ, καὶ τῆς ἀθυμίας· βουλόμενος οὖν αὐτοῦ ἐπιτεῖναι τὴν ἀθυμίαν, ἐτύφλωσε τὸν ἄνθρωπον, πρὶν ἣ ἐλθεῖν τοῦτον· καὶ ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι τὴν πήρωσιν, διὰ τοῦτο αἱ λεπίδες· οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συμβὰν γέγονε διδασκαλία.
- 13.53
Τοῦ Αὐτοῦ Ἰδῶν δὲ ὁ τῆς ἀληθείας ἐξεταστὴς Θεὸς σωφρονισθέντα τὸν ἄνδρα, καὶ βελτίω ἐκ τῶν κακῶν γεγονότα· οὐχ ἐτέρως αὐτὸν ἢ οὕτως ἀπαλλαγήσεσθαι τῆς τιμωρίας ὁ Κύριος αὐτὸν ἢ οὕτως ἀπαλλαγήσεσθαι τῆς τιμωρίας ὁ Κύριος ἔφη.
- 13.54
Τοῦ Αὐτοῦ Διατί λαβὼν τροφὴν ἐνισχύθη; ὅτι οἱ τοιοῦτοι παρειμένοι γίνονται· οὐκ ἠνέσχετο πρότερον μετασχεῖν τροφῆς, ἕως ὅτε μεγάλων ἔτυχε τῶν δωρεῶν, ὥστε πιστεῦσαι ἐκεῖνον· καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σημεῖα ποιῶν, ἀλλὰ τί; “ὁ ὀφθείς σοι·” ἀπὸ τῶν ἐκείνῳ γνωρίμων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν, ἐγώ εἰμι ᾿Ιησοῦς ὁ σταυρωθεὶς, ὁ ἐγερθεὶς, ἀλλὰ τί; “ὃν σὺ διώκεις.” οὐκ εἶπεν, ὁ δεδιωγμένος· ἵνα μὴ δόξῃ ὡς ἐπενθουσιᾶν καὶ ἐπεγγελᾶν.
- 13.55
* Περὶ ἰάσεως κοὶ βαπτίσματος Παύλου διὰ Ἀνανίου κατὰ ἀποκάλυψιν Θεοῦ, παρρησίας τε αὐτοῦ καὶ συντυχίας τῆς διὰ Βαρνάβα πρὸς τοὺς ᾿Απο- στόλους.
- 13.56
Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς· καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
- 13.57
Ὅρα εὐθέως διδάσκαλος ἦν ἐν ταῖς συναγωγαῖς· οὐκ ᾐσχύνετο τὴν μεταβολὴν, οὐκ ἐδέδοικε ἐν οἷς ἦν λαμπρὸς πρότερον, ταῦτα καταλύων· ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς· καὶ εὐθέως ἐκ προοιμίων θανατῶν ὁ ἄνθρωπος ἦν πρὸς φόνους παρεσκευασμένος· ὁρᾶς οἷον σημεῖον ἐναργές· καὶ τούτῳ αὐτῷ πάντας ἐξέπληττεν· καὶ ὧδε γάρ, φησιν, εἰς αὐτὸ ἐλήλυθε.
- 13.58
Τοῦ ἁγίου Εἰρηναίου Ἐπισκόπου Λὂυγδούνων. Παῦλος μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον, καὶ ἐπιδεῖξαι, ὅτι τὸν ἴδιον δεσπότην ἐδίωκε, διώκων τοὺς μαθητὰς αὐτοῦ· καὶ πέμψας Ἀνανίαν πρὸς αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, ἐν ταῖς συναγωγαῖς, φησὶν, ἐν Δαμασκῷ ἐκήρυσσε μετὰ πάσης παρρησίας “τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Χριστός· τουτέστι τὸ μυστήριον, ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ· ὅτι ὁ παθὼν ἐπὶ Ποντίου Πιλάτου, οὗτος Κύριος τῶν πάντων, καὶ βασιλεὺς καὶ Θεὸς καὶ κριτής ἐστιν.
- 13.59
Τοῦ Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Οὐχ ὅτι ἀνέστη, οὐ τοῦτο· οὔτε ἀλλὰ τί; εὐθέως ἀκριβῶς τὸ δόγμα ἐξέθετο· “ὅτι οὗτός ἐστιν “ὁ Υἱὸς τοῦ Θεοῦ.”
- 13.60
Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
- 13.61
Τοῦ Χρυσοστóμου. Καὶ τόδε θαυμαστότερον· “ὅτι καὶ “εἰς τοῦτο ἐλήλυθεν· οὐκ ἔχομεν εἰπεῖν, ὅτι τοῖς Ἀποστόλοις πρότερον συνεγενετο.
- 13.62
Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ,
- 13.63
Τοῦ Αὐτοῦ Ἄτε νομομαθὴς ὣν ἐπεστόμιζεν αὐτοὺς, καὶ οὐκ εἴα φθέγγεσθαι· ἐνόμισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις διαλέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὗρον ἕτερον.
- 13.64
Συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
- 13.65
Τοῦ Αὐτοῦ Τουτέστιν ὅτι μετ’ ἐπιεικείας διδάσκων. Καὶ ὅρα οὐκ ἔλεγον, ὅτι σὺ εῖ ὁ πορθῶν· τί μεταβέβλησαι; ᾐσχύνοντο γάρ· ἀλλὰ πρὸς ἑαυτοὺς ἔλεγον· εἶπε γὰρ ἂν πρὸς αὐτοὺς, ὅτι τοῦτο μάλιστα ὑμᾶς διδάξαι ὀφείλει· ἐπεὶ καὶ πρὸς Ἀγρίππαν οὕτως ἀπολογεῖται.
- 13.66
Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναὶ, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν.
- 13.67
Τοῦ Αὐτοῦ Ἐπὶ τὸν ἰσχυρότερον λογισμὸν ἔρχονται πάλιν οἱ Ιουδαῖοι· οὐκέτι συκοφάντας, καὶ κατηγόρους, καὶ ψευδομάρτυρας ἐπιζητοῦντες, οὐκέτι ἀνέχονται τούτων, ἀλλὰ τί; λοιπὸν αὐτοὶ δι’ ἑαυτῶν· ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόμενον τὸ κήρυγμα, οὐδὲ δικαστήριον καθίζουσιν.
- 13.68
Ἐγνώσθη δὲ τῷ ΣαύΛῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι.
- 13.69
Τοῦ Χρυσοστóμου. Τοῦτο γὰρ ἁπάντων ἀφορητότερον ἦν τῶν ἤδη γεγενημένων σημείων, τῶν πεντακισχιλίων, τῶν τετρακισχιλίων, πάντων ἁπλῶς· καὶ ὅρα αὐτὸν οὐ χάριτι σωζόμενον, ἀλλ’ ἀνθρωπίνῃ σοφίᾳ· οὐ καθάπερ ἐκεῖνοι, ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν ἀρετὴν, χωρὶς σημείου λάμποντος.
- 13.70
Λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν αὐτὸν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι.
- 13.71
Τοῦ Αὐτοῦ Ἵνα ἀνύποπτον ἢ τὸ πρᾶγμα. ὅτι οὖν τοιοῦτον κίνδυνον διαφυγὼν, ἄρα φεύγει; οὐδαμῶς· ἀλλ’ ἀπέρχεται ἔνθα μειζόνως αὐτοὺς ἐξῆψεν· ἐπειδὴ ἀκριβῶς ἐπίστευσε· καὶ γὰρ ἄπιστον ἦν· διὰ τοῦτο μεθ’ ἡμέρας ἱκανὰς τοῦτο γίνεται· τί ποτε τοῦτό ἐστιν; εἰκὸς αὐτὸν μὴ βούλεσθαι τέως ἐξελθεῖν ἐκεῖθεν, πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔμαθε, τότε ἐπέτρεψε τοῖς μαθηταῖς αὐτοῦ· καὶ γὰρ μαθητὰς εἶχεν εὐθέως· μόνον δὲ αὐτὸν ἐξέπεμψαν, καὶ οὐδένα μετ’ αὐτοῦ· καὶ τοῦτο δὲ συμφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς Ἀποστόλοις ἐν Ἰεροσολύμοις· αὐτοὶ μὲν οὖν αὐτὸν ἐξέπεμψαν, ὡς ὀφείλοντα τῇ φυγῇ τὴν σωτηρίαν πορίσσθαι· αὐτὸς δὲ τοὐναντίον πεποίηκεν· εἰς τοὺς μαινομένους μᾶλλον ἐπήδησε· τοῦτό ἐστι πεπυρῶσθαι· τοῦτο ἀναζεῖν.
- 13.72
Τοῦ Αὐτοῦ ἐκ Τοῦ ΠΡÒΣ ΚΟΡΙΝΘÍΟΥΣ B ἐπιστολῆσ ὑπομνήματοσ. Εἰ καὶ ἐπεθύμει τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ’ ὅμως καὶ τῆς τῶν ἀνθρώπων ἐρᾷ σωτηρίας· διὸ καὶ πολλάκις τοιαῦτα ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐδὲ παρῃτεῖτο καὶ ἀνθρωπίνοις χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός.
- 13.73
Σευήρου ἀρχιεπισκόπου ᾿Αντιοχεíας. Διὰ τοῦτο τείχους ἐχαλᾶτο καὶ διεσώζετο, καὶ φυγὰς ἦν, ὁ μετὰ ταῦτα μυρίων θαυμάτων ἐργάτης, τεράτων τε καὶ δυνάμεων, ὡς αὐτός που γράφων φησί· καὶ ἡ πεῖρα ἐδίδαξεν· ἔδει γὰρ αὐτὸν τέως δοκιμασθῆναι τοῖς πάθεσι, καὶ καθάπερ ἐν χαλκείῳ τύπτεσθαι ταῖς πρώταις προσβολαῖς, ἱν ἐφ’ ἑαυτῷ πληρώσῃ τὴν θείαν μαρτυρίαν τοῦ προηγορευκότος Χριστοῦ· “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος· τοῦ “βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν ᾿Ισ- “ραὴλ,” καὶ τὰ ἑξῆς.
- 13.74
Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἰερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μαθητής.
- 13.75
Τοῦ Χρυσοστóμου. Ἄξιον ἐνταῦθα διαπορῆσαι πῶς ἐν μὲν πρὸς Γαλάτας φησὶν, ὅτι οὐκ ἀπῆλθον πρὸς Ἰεροσόλυμα, ἀλλ’ εἰς Ἀραβίαν καὶ Δαμασκόν· καὶ μετὰ τρία ἔτη εἰς Ἰεροσόλυμα· καὶ ὅτι ἱστορῆσαι Πέτρον· ἐνταῦθα δὲ τοὐναντίον φησί. καὶ “οὐδένα “τῶν Ἀποστόλων εἶδον·” νυνὶ δὲ φησὶν, ἤγαγεν αὐτὸν πρὸς τοὺς ᾿Αποστόλους· ἣ τοίνυν τοῦτο φησὶν, ὅτι οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι· τι γὰρ λέγει; “οὐ προσανεθέμην, οὐδὲ ἀπῆλθον εἰς ῾Ιεροσόλυμα· ἣ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν Δαμασκῷ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε· ἣ εἰ μὴ τοῦτο, πάλιν ἡ ἄνοδος μετὰ τὸ ἐλθεῖν ἀπὸ Ἀραβίας. αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ᾿Αποστόλους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι· ἅτε διδάσκαλος ὣν καὶ οὐ μαθητής· οὐ διὰ τοῦτο ἀπῆλθον, φησὶν, ἵνα πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους ἀπέλθω· οὐδὲν γοῦν παρ’ αὐτῶν ἔμαθον· ἣ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ’ ἀφίησιν ὥστε εἶναι οὕτως· ὅτι ἀπῆλθον εἰς Ἀραβίαν, εἶτα ἦλθον εἰς Δαμασκὸν, εἶτα εἰς ῾Ιεροσόλυμα, εἶτα εἰς Συρίαν· ἣ εἰ μὴ τοῦτο πάλιν, ὅτι ἀνῆλθον εἰς Ἱεροσόλυμα, εἶτα εἰς Δαμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Ἀραβίαν, εἶτα εἰς Δαμασκὸν πάλιν, εἶτα εἰς Καρσαρείαν· καὶ τὸ διὰ δεκατεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα· ἣ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν· ὁ γὰρ ἱστοριογράφος πολλὰ ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς. ὅρα πὼς οὔκ ἐστι φιλότιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην· ἀλλ’ “ἐπειρᾶτο,” φησὶ, “κολλᾶσθαι τοῖς μαθηταῖς·” οἱ δὲ “ἐφοβοῦντο αὐτὸν,” καὶ ἀπὸ τούτου πάλιν τὸ θερμὸν Παύλου δείκνυται· οὐκ ἀπὸ Ἀνανίου, οὐδὲ ἀπὸ τῶν θαυμαζόντων αὐτὸν ἐκεῖ, ἀλλ’ ἀπὸ τῶν ἐν ῾Ιεροσολύμοις· οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖ.
- 13.76
Τοῦ Αὐτου. “᾿Επειρᾶτο,” φησὶ, “κολλᾶσθι τοῖς μαθηταῖς·” ἀναισχύντως προσῆλθεν, ἀλλ’ ὑπεσταλμένως· μαθηταὶ πάντες ἐκαλοῦντο τότε διὰ τὴν πολλὴν ἀρετήν· ἦν γὰρ ἡ εἰκὼν τῶν μαθητῶν δήλη. ὅρα πῶς ἐφοβοῦντο τοὺς κινδύνους· πῶς ἔτι τὸ δέος αὐτοῖς ἐνήκμαζεν· ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν εἶναι αὐτῷ φίλος· ὅρα πῶς οὐδὲν τούτων φησὶν αὐτός· οὐ ἃν εἰς τοὺς ἄλλους ἐξήνεγκεν, εἰ μή τις ἀνάγκη γέγονεν αὐτῷ.
- 13.77
Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν q ἤγαγε πρὸς τοὺς Ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῆ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.
- 13.78
Τοῦ Αὐτοῦ Βαρνάβας ἐπιεικὴς ἄνθρωπος ἦν· καὶ ὅρα αὐτὸν οὐ πρὸς τοὺς Ἀποστόλους ἀπιόντα διὰ τὸ μετριάζειν, ἀλλὰ πρὸς τοὺς μαθητὰς, ἅτε μαθητὴν ὄντα διὰ τὸ μετριάζειν· οὐκ ἐνομίζετο ἀξιόπιστος εἶναι. Καὶ μετ’ ὀλίγα—Υἱὸς δὲ παρακλήσεως οὗτος λέγεται, ὅθεν καὶ εὐπρόσιτος γέγονε τῷ ἀνδρί· χρηστὸς σφόδρα ἦν· καὶ τοῦτο καὶ ἐκ τοῦ παρόντος καὶ ἐκ τοῦ κατὰ ᾿Ιωάννην δῆλον γέγονεν· ὅθεν οὗτος οὐκ ἐφοβήθη· γοργὸς γὰρ ἦν ὁ ἀνήρ· εἰκὸς αὐτὸν καὶ ἐν Δαμασκῷ ἀκηκοέναι τὰ κατ’ αὐτόν.
- 13.79
Καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς ῾Ιερουσαλὴμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Κυρίου, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλλη- νιστας·
- 13.80
Τοῦ Χρυσοστóμου. Οἱ μὲν οὖν μαθηταὶ ἐφοβοῦντο αὐτὸν, δὲ ᾿Απόστολοι οὐκ ἐπίστευον αὐτῶ· διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος· “ἐλάλει,” φησὶ, “καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς·” τοὺς Ἑλληνιστὶ, φησὶ, φθεγγομένους· καὶ τοῦτο σφόδρα σοφῶς· ἐκεῖνοι γὰρ οἱ ἄλλοι, οὐδὲ ἰδεῖν αὐτὸν ἠθέλησαν οἱ βαθεῖς Ἑβραῖοι.
- 13.81
Οἱ δὲ ἐπετήρουν ἀνελεῖν αὐτόν. ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
- 13.82
Τοῦ Αὐτοῦ τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης τεκμήριον τοῦτο· καὶ τῷ σφόδρα λυπεῖσθαι τῷ γεγονότι· φοβηθέντες λοιπὸν μὴ ταὐτὸν γένηται, οἷον ἐπὶ Στεφάνου, ἔπεμψαν αὐτὸν εἰς Καισαρείαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσὸν, ἅμα καὶ κηρύττοντα καὶ ἐν ἀσφαλείᾳ μᾶλλον ἐσόμενον, ἅτε ἐν οἰκείᾳ r πατρίδι. ὅρα δὲ πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ καὶ συγχωρεῖ αὐτοῖς ὁ Θεὸς, καὶ οἰκείᾳ σοφίᾳ οἰκονομεῖν πολλὰ, καὶ ἀνθρωπίνως· εἰ γὰρ ἐπ’ αὐτοῦ τοῦτο γέγονε, πολλῷ μᾶλλον ἐπ’ αὐτῶν, ἵνα τῶν ῥαθύμων τὴν πρόφασιν ἐκκόψῃ.
- 13.83
Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ Κυρίου,
- 13.84
Τοῦ Αὐτοῦ Τουτέστιν ηὔξησε καὶ τὴν εἰρήνην πρὸς ἑαυτήν· ταύτην τὴν ὄντως εἰρήνην· οὐ γὰρ ἂν αὐτοὺς ὁ πόλεμος ἐκάκωσεν ὁ ἔξωθεν.
- 13.85
Καὶ τῇ παρακλήσει τοῦ Ἁγίου νεύματος ἐπλη- θύνετο.
- 13.86
Τοῦ Αὐτοῦ Παρεκάλει δὲ αὐτοὺς τὸ Πνεῦμα, καὶ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν ἔργων· καὶ χωρὶς δὲ τούτων καὶ καθ’ ἑαυτον ἕκαστος.
- 14.1
Περὶ Αἰνέα s παραλυτικοῦ ἰαθέντος ἐν Λύδδῃ διὰ Πέτρου.
- 14.2
Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων, κετελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.
- 14.3
Τοῦ Αὐτοῦ Καθάπερ γάρ τις στρατηγὸς περιῄει τὰς τάξεις, ἐπισκοπῶν, ποῖον εἴη συγκεκροτημένον μέρος· ποῖον ἐν κόσμῳ· ποῖον τῆς αὐτοῦ δεῖται παρουσίας· ὄρα πανταχοῦ αὐτὸν επιτρεχοντα· πρῶτον ὅτε ἑλέσθαι δεῖ τὸν Ἀπόστολον οὗτος πρῶτος· ὅτε θεραπεῦσαι τὸν χωλόν· ὅτε δημηγορῆσαι, αὐτὸς πρὸ τῶν ἄλλων ἐστίν· ὅτε πρὸς τοὺς ἄρχοντας, οὗτος· ὅτε πρὸς Ἀνανίαν· ὅτε ἀπὸ τῆς σκιᾶς αἱ ἰάσεις ἐγένοντο, αὐτὸς ἦν. καὶ θέα· ἔνθα μὲν γὰρ ἢν κίνδυνος, οὗτος· καὶ ἔνθα οἰκονομία· ἔνθα δὲ γαλήνης τὰ πράγματα γέμει, κοινῇ πάντες· οὐκ ἀπαιτεῖ τιμὴν μείζονα· ὅτε θαυματουργῆσαι ἔδει, αὐτὸς προπηδᾷ· καὶ ἐνταῦθα πάλιν οὗτος πονεῖ καὶ ταλαιπωρεῖ.
- 14.4
Εὖρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν t ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμένος. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα u, ἰᾶταί σε ὁ Κύριος Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη· καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σαρωνᾶν, οἵτινες ἐπέστρεψαν πρὸς Κύριον.
- 14.5
Τοῦ Χρυσοστόμου. Διατί μὴ ἀνέμεινε τὴν πίστιν τοῦ ἀνδρὸς, μηδὲ ἠρώτησεν εἰ βούλοιτο θεραπευθῆναι; μάλιστα μὲν οὖν καὶ πρὸς πολλῶν παράκλησιν ἐγένετο τὸ θαῦμα· ἄκουε οὖν τὸ κέρδος ὅσον· “καὶ εἶδον αὐτόν,” φησι, “πάντες οἱ κατοικοῦντες Λύδδαν, καὶ τὰ ἑξῆς. ἐπίσημος γὰρ ἦν ὁ ἀνήρ· καλῶς ἔλεγχον δίδωσι τοῦ σημείου· οὐ γὰρ δὴ τῶν νοσημάτων ἀπηλλάττοντο μόνον, ἀλλὰ καὶ τὴν ὑγείαν παρεῖχον καὶ τὴν ἰσχύν· καὶ τότε οὔπω ἦσαν τεκμήρια τῆς οἰκείας παρασχόντες δυνάμεως ὥστε οὐκ εἰκότως ἀπῃτεῖτο τὴν πίστιν ὁ ἀνὴρ, ἐπειδὴ οὐδὲ τὸν χωλὸν ἀπῄτησαν· καθάπερ οὖν ὁ Χριστὸς ἀρχόμενος τῶν σημείων οὐκ ἀπῄτει πίστιν, οὕτως οὐδὲ οὗτοι· ἐν Ἱεροσολύμοις μὲν γὰρ εἰκότως ἡ πίστις αὐτῶν πρότερον ἐγένετο· “ἵνα ἐρχομένου Πέτρου κἂν ἡ “σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.” πολλὰ γὰρ ἐγίνετο ἐκεῖ σημεῖα· ἐνταῦθα δὲ τοῦτο πρῶτον ἐπιβαίνει· τὰ μὲν γὰρ τῶν σημείων ὑπὲρ τοῦ τοὺς ἄλλους ἐπισπάσασθαι ἐγίνετο· τὰ δὲ καὶ ὑπὲρ τῆς τῶν πιστευόντων παρακλήσεως.
- 14.6
Διδύμου. Πόλλην διαφορὰν ἔχει τὸ πραχθὲν ὑπὸ εἰς τὸν ἐπὶ ὅλα ὀκτὼ ἔτη διὰ νόσον χαλεπὴν κατακείμενον, πρὸς τὸ ὑπὸ Ἰησοῦ γενόμενον, εἰς τὸν ὅλα τριάκοντα καὶ ὀκτὼ ἔτη ἐπὶ σκίμποδος μείναντα διὰ πάρεσιν ἀνίατον. ὁ μὲν γὰρ Πέτρος εἰπὼν, “Αἰνέᾳ ἰᾶται σε Ἰησοῦς ὁ Χριστὸς, ἀνάστα, στρῶσον σεαυτῷ, τὸ σημεῖον εἰργάσατο· Ἰησοῦς δὲ φήσας, “ἔγειρε, ἆρον τὸν κρά- “βάττον σου καὶ περιπάτει, οἷα Θεὸς τὸ τεράστιον πεποίηκεν. εἶχε δὲ παραλλαγὴν πολλὴν τὰ πρὸς ἑκατέρους εἰρημένα· τῷ μὲν γὰρ ἐλέχθη, “ἀνάστα, καὶ ἆρον τὸν κράβαττον καὶ περιπάτει·” ἐμφαίνει γὰρ ἡ πρόσταξις ἰσχὺν πολλὴν σὺν ὑγείᾳ βεβαίᾳ ἐγγεγονέναι τῷ εὐεργετουμένῳ· μάλιστα ὅτι ἐπιφέρεται “ἀνάστας “οὖν ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.” τῷ δὲ, “ἀνάστα, “στρῶσον σεαυτῷ.” οὐ γὰρ τοσαύτη ἐμφαίνεται ἰσχὺς τοῦ δυνηθέντος στρῶσαι μετὰ πολλὴν νόσον, ὅσον τοῦ τὸν κράβαττον αἴροντος καὶ περιπατοῦντος s. ἐσημειωσάμεθα δὲ ταῦτα, προφάσει τῆς ἀναγωγῆς, ἀλλ’ οὐ συγκρίνοντες τὸν ᾿Ιησοῦν Πέτρῳ· ὁ μὲν γὰρ ὡς Θεὸς ἐποίει, ὁ δὲ πιστεύων εἰς Θεόν. φησὶ γὰρ, “ἰᾶται “σε ᾿Ιησοῦς Χριστός·” ὡς ἑκάτερα ταῦτα Χριστοῦ εἶναι ἔργα.
- 14.7
Ἐν ᾿Ιοππῇ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά· ἡ διερμηνευομένη λέγεται Δορκάς.
- 14.8
Τοῦ Χρυσοστóμου. Δείκνυσιν ὅτι φερώνυμος ἦν· οὕτως καὶ νήφουσα ὥσπερ δορκάς· πολλὰ γὰρ καὶ οἰκονομικῶς ὀνόματα τίθεται, ὡς πολλάκις πρὸς ὑμᾶς εἴπομεν.
- 14.9
Διδύμου. Σημειωτέον ὅτι καὶ μέχρι γυναικῶν φθάνει τὸ μαθητριῶν ὄνομα καὶ ἡ ἀξία τῆς ἐπωνυμίας· ἀπέστειλαν δὲ δύο ἄνδρας πρὸς αὐτόν· μᾶλλον ἡ πίστις τῶν πασχόντων τὰς ἰάσεις ἐργάζεται· ἰδοὺ γὰρ καὶ ὧδε οἱ πιστεύσαντες, ὅτι διὰ τῆς τοῦ Πέτρου παρουσίας δύναται ἀναστῆναι νεκρὸς, ἐπέτυχον τοῦ σκόπου· πλὴν οὐχ οἱαδήποτε πίστις συμβάλλεται, ἀλλ’ ἡ εἰς τοὺς ὄντας ἁγίους.
- 14.10
Αὕτη πλήρης ἦν ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
- 14.11
Τοῦ Χρυσοστομου. Οὐχὶ ἐλεημοσύνης μόνον, ἀλλὰ καὶ ἀγαθῶν ἔργων, ὅσα ἐποίει. μετ’ αὐτῶν, φησιν, οὖσα· πολλὴ ἡ ταπεινοφροσύνη· οὐχ ὥσπερ ἡμεῖς, ἀλλὰ καὶ κοινῇ πάντες ἦσαν· καὶ ἐποίει καὶ εἰργάζετο.
- 14.12
Διδύμου. Ἐπεὶ τινὲς ὀκνηρῶς ἔχοντες περὶ τελείας ἀνάληψιν, φασὶ μὴ δυνατὸν κατορθοῦσθαι ἀνθρώπῳ βίον ἄληπτον· ἐλεγκτέον αὐτοὺς ἐκ τῆς προκειμένης γραφῆς μαρτυρούσης, ὡς ἄρα ἡ Δορκὰς “πλήρης πάντων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὣν ἐποίει, ὑπῆρχε· ἀκολουθεῖ γὰρ τὸν οὕτω κατορθοῦντα, βίον ἔχειν ἀκηλίδωτον· πλήρης δὲ ἐλεημοσυνῶν ὧν ἐποίει, ἥτις εὑρίσκεται· ὅταν διὰ τὸ κοινωνικὸν καὶ Θεοῦ ἐντολὴν ποιῇ αὐτὰς, καὶ μὴ ὅπως θηρεύσῃ τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον. τὸ αὐτὸ ἐρεῖς καὶ περὶ τῶν ἄλλων ἀγαθῶν, ὧν πλήρης ἡ ἐπαινουμένη ἄνθρωπος ὑπῆρχεν.
- 14.13
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν ἐν τῷ ὑπερῴῳ.
- 14.14
Ὅρα πανταχοῦ τὰ σημεῖα γινόμενα· ἡμεῖς δὲ αὐτοῖς οὕτω πιστεύομεν ὡς νῦν ὁρωμένοις· οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβιθὰ, ἀλλ’ ἐν ἀρρωστίᾳ γενομένη· καὶ οὐκ ἐκάλεσε Πέτρον, ἕως ὅτε ἐτελεύτα· εἶτα ἀποστείλαντες ἔλεγον μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Καὶ μετ’ ὀλίγα—Οὐδαμοῦ κοπετὸς, οὐδαμοῦ θρῆνος· ὅρα πῶς διακαθαίρεται τὰ πράγματα· “λούσαντες,” φησὶν, “ἔθηκαν ἐν ὑπερῴῳ· τουτέστι τὰ ἔπι νεκρῷ πάντα ἐποίησαν.
- 14.15
Διδύμου. Διατὶ περιέμειναν ἀποθανεῖν; διατί μὴ Πέτρος καὶ πρὸ τούτου; ἀνάξιον ἡγοῦντο λοιπὸν φιλοσοφοῦντες, ὑπὲρ τῶν τοιούτων τοὺς μαθητὰς σκύλλειν, καὶ τοῦ κηρύγματος παρασπᾶν· ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, εἴπου ἐν τάξει παρέργου τοῦτο ᾔτουν·
- 14.16
* Τὰ περὶ Ταβιθὰ τῆς φιλοχήρου, ἢν ἤγειρεν ἐκ νεκρῶν ὁ Πέτρος διὰ προσευχῆς ἐν Ἰόππῃ.
- 14.17
Ἐγγὺς δὲ οὔσης Λύδδης τῆ ᾿Ιόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ἀναστὰς δὲ ὁ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορ- κἀς.
- 14.18
Τοῦ Χρυσοστóμου. Οὐ παρακαλοῦσιν, ἀλλ’ ἐπιτρέπουσιν, τὴν σωτηρίαν αὐτῇ χαρίσηται· ὅρα ἐλεημοσύνης πόση γίνεται προτροπὴ.
- 14.19
Τοῦ Αὐτοῦ ἐκ Τοῦ ὑπομνήματοσ τῆσ Τῆσ Πρὸσ Ῥωμαίουσ Ἀπιόντας ἡμᾶς τῶν ἐντεῦθεν, οὐκ ἔνι λαθεῖν τὸν πλοῦτον· πολλάκις δὲ, οὐδ’ ἐνταῦθα μένοντας, κατασχεῖν· παρὸν οὕτω πλουτεῖν, ὡς μὴ μόνον ἐνταῦθα ἀλλὰ καὶ ἐκεῖ φαίνεσθαι εὐπορωτάτους· ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρύσιον ἐπὶ τῆς γῆς περιφέρων, ὅπου περ ἂν φανῇ, μετὰ τοῦ πλούτου φαίνεται τούτου· καὶ πῶς ἔνι τοῦτο γενέσθαι φησίν; ἔνι καὶ μετὰ πλείονος εὐκολίας· ἃν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ μεταθῇς διὰ τῆς τῶν πενήτων χειρος, άπαντα εἰς τὴν σαυτοῦ ψυχὴν μεταθήσεις κἂν θάνατος ἐπέλθῃ, λοιπὸν οὐδείς σε αὐτὰ ἀφαιρήσεται· ἀλλ’ ἀπελεύσῃ κἀκεῖ πλουτῶν· τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἐκήρυττεν, οὐδὲ οἱ τοῖχοι, οὐδὲ οἱ λίθοι, οὐδὲ οἱ κίονες, ἀλλὰ σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν ἑαυτοῖς ἀποθήκας· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν οἰκίας· οὕτω καὶ τὸν Θεὸν συνεργὸν ἕξομεν, καὶ αὐτοὶ αὐτοῦ συνεργοὶ ἐσόμεθα· αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τοὺς πενομένους· σὺ δὲ παραχθέντας καὶ γενομένους u οὐκ ἐᾶς διαφθαρῆναι τῷ λιμῷ καὶ τῇ λοιπῇ ταλαιπωρίᾳ, θεραπεύων, διορθούμενος, πάντοθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ’ ἃν ἶσον καὶ εἰς ὠφελείας καὶ εὐδοξίας λόγον.
- 14.20
ΕΞ ἀνεπιγράφου· Ἐντεῦθεν δείκνυται ὅσον ἐλεημοσύνη μετὰ πίστεως συμβάλλεται, ὅτι καὶ τὴν ὧδε καὶ τὴν αἰώνιον προξενεῖ ζωήν.
- 14.21
Ἐκβάλλων δὲ ἔξω πάντας ὁ Πέτρος.
- 14.22
Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Τί δήποτε πάντας ἐκβάλλει; ὥστε συγχυθῆναι τοῖς δάκρυσι, μηδὲ ταραχθῆναι.
- 14.23
Καὶ θεὶς τὰ γόνατα, προσηύξατο.
- 14.24
Τοῦ Αὐτοῦ Οὐ πάντα μετὰ τῆς αὐτῆς εὐκολίας τὰ σημεῖα ἐποίουν· τοῦτο δὲ αὐτοὺς ὠφέλει· οὐ γὰρ δὴ μόνον τῆς τῶν ἄλλων ἐφρόντιζεν ὁ Θεὸς σωτηρίας, ἀλλὰ καὶ τῆς αὐτῶν· ὁ γὰρ τῇ σκιᾷ τοσούτους θεραπεύων, πῶς τοσαῦτα νῦν ποιεῖ; ἔστι δὲ ὅπου καὶ ἡ πίστις τῶν προσιόντων συνήργει· ταύτην πρώτην νεκρὰν ἀνίστησιν.
- 14.25
Τοῦ Αὐτοῦ Ὅρα τὴν ἐπιτεταμένην εὐχήν.
- 14.26
Καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε· Ταβιθὰ, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε· δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν ἀυτὴν.
- 14.27
Τοῦ Αὐτοῦ Ὅρα κατὰ μέρος τὴν ζωὴν, εἶτα τὴν δύναμιν εἰσαγομένην· τὴν μὲν διὰ τοῦ ῥήματος, τὴν δὲ διὰ τῆς χειρός· ὅρα πῶς αὐτὴν καθάπερ ἐξ ὕπνου ἐγείρει· πρῶτον ἤνοιξε τοὺς ὀφθαλμούς· εἶτα ἀπὸ τῆς ὄψεως ἀνεκάθισεν· εἶτα ἀπὸ τῆς χειρὸς τὴν δύναμιν ἔλαβεν· ὅρα τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα· διὰ τοῦτο καὶ βάλλει πάντας ἔξω· τὸν διδάσκαλον κἀν τούτῳ μιμού- μενος.
- 14.28
Φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.
- 14.29
Τοῦ Αὐτοῦ ῖς μὲν εἰς παράκλησιν, ὅτι παρέλαβον τὴν ἀδελφὴν, ἣ ὅτι θαῦμα είδον· ταῖς δὲ, εἰς u προστασίαν.
- 14.30
Γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς ᾿Ιόππης, καὶ πολλοὶ ἐπίστευον ἐπὶ τὸν Κύριον.
- 14.31
Τοῦ Αὐτοῦ Σημειωτέον ὅτι οὐ μόνοις τοῖς ἀπίστοις ἀλλὰ καὶ τοῖς ἁγίοις ἐγίνετο σημεῖα οἰκονομικῶς· ἵνα ἄλλοι πάλιν πιστεύσωσιν· ἰδοὺ γὰρ μετὰ τὸ σημεῖον τοῦτο πάλιν πολλοὶ ἐπίστευσαν· ὡς εἶναι πάλιν τὰ σημεῖα τοῖς ἀπίστοις, οἳ οὐκ ἄλλως ἐπίστευσαν, εἰ μὴ πάλιν εἶδον σημεῖα· τῶν ἁγίων καὶ δίχα τοῦ σημείου πιστευόντων, ὅτι δυνατός ἐστιν ὁ τοῦ Θεοῦ δοῦλος ἀναστῆσαι ἀμελητὶ νεκρόν· ἐπεὶ πῶς αὐτὸν μετεστείλαντο;
- 14.32
Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
- 14.33
Ὅρα τὸ ἄτυφον τοῦ Πέτρου· ὅρα τὸ ἐπιεικές· πῶς οὐ παρὰ ταύτῃ μένει, οὐδὲ παρὰ ἄλλῳ τινὶ τῶν ἐπισήμων, ἀλλὰ παρὰ βυρσεῖ· διὰ πάντων εἰς ταπεινοφροσύνην ἐνάγων, οὔτε τοὺς εὐτελεῖς αἰσχύνεσθαι ἀφιεὶς, οὔτε τοὺς μεγάλους ἐπαίρεσθαι· ἐδέοντο γὰρ αὐτοῦ τῆς διδασκαλίας οἱ διὰ τὰ σημεῖα πιστεύσαντες.
- 15.1
Περὶ Κορνηλίου ὅσα πρὸς αὐτὸν ὁ ἄγγελος εἶπε, καὶ ὅσα πόλιν Πέτρῳ οὐρανόθεν περὶ κλήσεως ἐθνῶν ἐρρέθη.
- 15.2
Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς.
- 15.3
Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Οὗτος οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ τῶν τὸν νόμον, ἀλλ’ ἤδη προειλήφει τὴν ἡμετέραν πολιτείαν· ὅρα δύο πιστεύοντας· ὡς τὸν εὐνοῦχον τὸν ἐπὶ τῆς Γάζης, καὶ τοῦτον· ἐν ἀξιώμασιν ὄντας ἀμφοτέρους· καὶ ὅρα πολλὴν ὑπὲρ τούτων γινομένην σπουδήν. ἀλλὰ μὴ νομίσῃς ὅτι διὰ τὰ ἀξιώματα τίθησιν, ἵνα μείζων ἡ εὐλάβεια δειχθῇ· θαυμαστότερον γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις ὢν, τοιοῦτος ἦ· τοῦτό τε ἐκείνου ἐγκώμιον, τοσαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ μηδὲ καιροῦ καλοῦντος· καὶ τὸ ἐν ὁδῷ ἀναγινώσκειν, καὶ ἐπὶ ὀχήματος φερόμενον, καὶ τὸ τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα.
- 15.4
Πρῶτος οὗτος ἐξ ἀπίστων ἐθνῶν μετετέθη.
- 15.5
Εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ.
- 15.6
Τοῦ Αὐτοῦ Ἵνα μὴ νομίσῃς ὅτι διὰ τὸ ἀξίωμα ταῦτα γίνεται, ὅτε Παῦλον ἔδει προσαχθῆναι, οὐδαμοῦ ἄγγελος ἀλλ’ αὐτὸς ὁ Κύριος· καὶ οὐ πέμπει αὐτὸν πρὸς μέγαν τινὰ, ἀλλὰ πρὸς εὐτελῆ· ἐνταῦθα δὲ τοὐναντίον τὸν κορυφαῖον ἄγει, καὶ οὐκ αὐτοὺς πέμπει, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, καὶ εἰδὼς πῶς κεχρῆσθαι δεῖ τοῖς τοιούτοις. “ἀνὴρ,” φησὶν, “εὐσεβὴς καὶ φοβούμενος “τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ·” ἀκούσωμεν ὅσοι τῶν οἰκείων ἀμελοῦμεν· οὗτος δὲ καὶ στρατιωτῶν ἐπεμελεῖτο.
- 15.7
Σευήρου ἐπισκόπου ἀντιοχείασ ἐκ Τοῦ Πρὸσ ἐκ Τοῦ ΠΡÒΣ ΚΩΝΣΤÁΝΤΙΟΝ ἀπούπατον y ἐπιστολῆσ. Θεοσεβῶς μὲν βιοῦς, τὴν δὲ τῆς θεοσεβείας θύραν ἀγνοῶν Ἰησοῦν τὸν μέγαν Θεὸν, τὸν ἐν εὐαγγελίοις μεγαλοφώνως βοήσαντα· “ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν “τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ “νομὴν εὑρήσει·” καὶ δὴ καὶ ἀπέστελλεν αὐτῷ τῶν οἰκείων λειτουργῶν ἄγγελον ἕνα, πρὸς τὸ τῆς ἀληθείας φῶς ποδηγήσαντα, καὶ ὑποσημανοῦντα τὴν τῆς σωτηρίας ὁδόν.
- 15.8
Ἰσιδώρου Πηλουσιώτου. Οὐδὲν ὀνίνησι νηστεία τοὺς ὑγιέσι μὴ προσέχοντας ὅροις· ὅσῳ γὰρ τοῦ σώματος ἡ ψυχὴ προτερεύει, τοσοῦτον πολιτείας δόγματα προκρίνεται εὐσεβείας. Ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διαπαντός.
- 15.9
Τοῦ Χρυσοστóμου. Μέγα καὶ τοῦτο τὸ ἐλεημοσύνας καὶ εὐχὰς, καὶ δίκαιον εἶναι ἐν ἀρχῇ τοιαύτῃ· διὰ τοῦτο τὸν ἄνδρα ποιεῖ γνώριμον καὶ δῆλον, ἵνα μήτις εἴπῃ ὅτι ψεύδεται τῶν γραφῶν ἡ ἱστορία· “ἐκ σπείρης,” φησὶ, “τῆς καλουμένης ᾿Ιταλικῆς·” σπεῖρα δέ ἐστιν ὃ καλοῦμεν νυνὶ νούμερον.
- 15.10
Εἶδεν ἐν ὁράματι φανερῷ, ὡς περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε.
- 15.11
Διατί βλέπει τὸν ἄγγελον; καὶ τοῦτο εἰς πληροφορίαν Πέτρου· μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τῶν ἄλλων τῶν ἀσθενεστέρωι ἐνάτη ὥρα, ὅτε φροντίδων ἠφίετο καὶ ἐν ἡσυχίᾳ ἦν· ὅτε ἐν εὐχαῖς ἦν καὶ κατανύξει.
- 15.12
Τοῦ Χρυσοστóμου. Καὶ τὰ δόγματα καὶ ὁ βίος αὐτῷ διόρ- θωτο.
- 15.13
Τοῦ Αὐτοῦ Ὅρα τὸν ἄγγελον οὐκ εὐθέως λέγοντα ἃ λέγει, ἀλλὰ πρότερον αἴροντα αὐτοῦ τὴν διανοίαν καὶ μετεωρίζοντα. ἀπὸ τῆς ὄψεως φόβος ἐγένετο, ἀλλὰ φόβος σύμμετρος, ὅσον ἐπιστρέψαι μόνον· εἶτα καὶ τὰ ῥήματα τὸν φόβον ἔλυσεν· ὁ φόβος διήγειρεν· ὁ ἔπαινος τοῦ φόβου τὸ τραχὺ κατεμάλαξεν.
- 15.14
῾Ο δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ.
- 15.15
Τοῦ Αὐτοῦ Ὅρα μέχρι ποῦ προβαίνει ἡ ἐλεημοσύνη· τὸν οὐρανὸν τοῦ οὐρανοῦ· καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ. Καὶ μετ’ ὀλίγα—Καὶ ἡ μὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέμνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἀψῖδας· καὶ σὺ μὲν σιγᾶς, τὸ δὲ ἔργον βοᾷ· καὶ γίνεται θυσία αἰνέσεως, οὐ δαμάλεως σφαττομένης οὐδὲ δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ’ ἑαυτῆς εἰσφερούσης· φιλανθρωπίας γὰρ πάσης τοιαύτη θυσία εὐδοκιμώτερα.
- 15.16
Σευηριανοῦ ΓΑΒÁΛΩΝ. Ἐπειδὴ εἶδεν ὁ τῆς ἀληθείας ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστι, πίστιν οὐκ ἔχοντα· ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον· ὥστε τοὺς καλῶς ἀθλοῦντας στεφανῶσαι τῇ πίστει, ὡς φησὶν ὁ ἄγγελος· “Κορνήλιε, αἱ προσευχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου “ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἀνέβησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; ἀλλὰ πέμψον εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου· οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν· εἰ γὰρ ἐξ ὧν κηρύσσει Πέτρος σώζεται, οὐκ εἶχεν οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις· διὰ τοῦτο καὶ Πέτρος ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένους ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως λέγει, “ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπο- “λήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ “ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. οὐκ εἶπεν, ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ “δεκτός ἐστι·” τουτέστι ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν, καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα· μήτε τὴν πίστιν ὑβρίζέτω τῇ ἀκαρπίᾳ· μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ.
- 15.17
᾿Αμμωνíου. Σημειωτέον ὅτι ἐκτενῶς καὶ καθαρῶς συνειδότι, δεόμενος τοῦ Θεοῦ καὶ ποιῶν ἐλεημοσύνας, οὐ μένει οὕτως, ἀλλ’ ὁ Θεὸς, δι’ ὀπτασίας ἀγγέλου ἢ ἀνθρώπου θεοσεβοῦς, δείκνυσι τὴν ἀληθῆ πίστιν, δι’ ἧς τις σώζεται· ὥστε οὖν ἐν ᾧ τις ἀγνοεῖ τόδε ἣ τόδε τὸ πρᾶγμα, εἰ Θεῷ ἀρέσκον ἐστὶν ἢ οὐ, ὀφείλει ἐκτενῶς δεηθῆναι τοῦ Θεοῦ, καὶ ἀποκαλύπτεται αὐτῷ τὸ ἀληθές· μάλιστα δὲ εἰ περὶ τὴν πίστιν ἀπορεῖ, τὸ πῶς δεῖ φρονεῖν ἢ τίνι πιστεῦσαι· διότι πολλαὶ εἰσὶν αἱρέσεις ἐν τοῖς δοκοῦσιν εἶναι Χριστιανοῖς. οὕτως λέγουσι καὶ τὸν ἐν ἁγίοις πατέρα καὶ ἐπίσκοπον Γρηγόριον, δι’ ὀπτασίας νύκτωρ κατηχηθῆναι τὸ μυστήριον τῆς τριάδος ὅπως δεῖ φρονεῖν.
- 15.18
Ταύτας ζητῶμεν τὰς ἀρετὰς, αἳ μετὰ τῆς ἡμετέρας σωτηρίας καὶ τοὺς πλησίον τὰ μέγιστα ὠφελῆσαι δύναιντ’ ἄν· τοιοῦτον ἐλεημοσύνη· τοιοῦτον εὐχή· μᾶλλον δὲ καὶ αὐτὴ παρ’ ἐκείνης δυνατὴ καὶ ὑπόπτερος γίνεται· “αἱ εὐχαὶ γάρ σου,” φησὶν, “καὶ “αἱ ἐλεημοσύναι ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ·” οὐκ εὐχὴ δὲ μόνον, ἀλλὰ καὶ νηστεία ἐνταῦθα τὰ νεῦρα ἔχει· κἂν νηστεύῃς χωρὶς ἐλεημοσύνης, οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται, ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χείρων ὁ τοιοῦτος· καὶ τοσούτῳ χείρων, ὅσῳ τρυφῆς ὠμότης χαλεπώτερον· καὶ τι λέγω νηστείαν; κἂν σωφρονῇς καὶ παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος, ἐλεημοσυνην οὐκ ἔχων.
- 15.19
Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνά τινα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν ἡ οἰκία παρὰ θάλασσαν. οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν.
← Previous · Next → — showing 901–1000 of 2,399
First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.