Catena In Acta
- 10.14
Ἀμμωνίου Πρεσβυτέρου. ᾿Εζήτησε τίς τοῦτο· διατὶ ὁ Φίλιππος οὐκ ἐποίησε τοὺς ὑπ’ αὐτοῦ βαπτισθέντας μετασχεῖν Πνεύματος Ἁγίου; πρὸς ὃν δεῖ ἀπολογήσασθαι Θεοῦ χάριτι· ὅτι εἰ καὶ τὴν ἀρχὴν ὅτε ἐβάπτισε τοὺς ἐν Σαμαρείᾳ ὁ Φίλιππος, οὐδεὶς ἔλαβε Πνεῦμα Ἅγιον· ἀλλ’ οὖν ὕστερον μετὰ τὸ εὔξασθαι Ἰωάννην καὶ Πέτρον, δέδωκε διὰ τῆς τῶν χειρῶν αὐτοῦ ἐπιθέσεως τὸ Ἅγιον Πνεῦμα τοῖς βαπτισθεῖσι· κοινῷ γὰρ ὀνόματι καὶ ἀορίστῳ εἶπεν ἡ γραφὴ, ὅτι διὰ τῶν χειρῶν τῶν Ἀποστόλων ἐπιτιθεμένων ἐπὶ τοῖς πιστοῖς, ἐπέλαμψεν ἡ τοῦ Πνεύματος χάρις· οὐκ εἶπεν ὅτι διὰ μόνου Πέτρου καὶ Ἰωάννου, ἀλλ’ ἀπροσδιορίστως εἰπὼν συμπεριέλαβε καὶ τὸν Φίλιππον· ἔπειτα δὲ οὐχ ὡς εὐτελὴς ἣ ἀνάξιος ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα ἐπὶ τοὺς ὑπ’ αὐτοῦ βαπτισθέντας, ὁπότε καὶ αὐτὸς ἀνεγράφη σημεῖα πεποιηκὼς ἐν ἰάσεσι νόσων καὶ ἐκβολαῖς δαιμόνων· ἀλλ’ ὅτι οὐκ ηὔξατο τοῦτο αὐτοῖς ὑπάρξαι, οὕτω πολλάκις λογισάμενος εἶναι τέως αὐτοῖς συμφέρον, ὡς ἀκμὴν μὴ οὖσιν ἐπιτηδείοις πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχήν.
- 10.15
Ὡς ὁρᾶς γὰρ ὁ Σίμων ὁ βαπτισθεὶς ὑπ’ αὐτοῦ, ἀκμὴν τὰ τῆς σαρκὸς φρονῶν ᾔτει τὸν Πέτρον διὰ χρημάτων δόσεως λαβεῖν ἐξουσίαν, ᾧ ἃν θέλῃ διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως δοῦναι Πνεῦμα Ἅγιον· ὃν ἀπεσείσατο Πέτρος, ἐπιτρέψας αὐτῷ μετανοῆσαι, εἴπως ἄρα συγχωρηθείη αὐτῷ· διὰ δὲ τοῦτο εἶπεν “εἰ ἄρα “ἀφεθήσεταί σοι·” ἵνα διὰ τοῦ ἀμφιβόλου καταστήσῃ αὐτὸν ἐν φόβῳ, καὶ μετὰ δακρύων καὶ σπουδῆς ἐπιζητήσῃ τὸν Θεόν· πλὴν ὅμως κἀκεῖνο ἔστι στοχάσασθαι, ὅτι διὰ τοῦτο εἶπεν ὁ Πέτρος τοῦτο, ἐπειδὴ ἐδόκει ὁ Σίμων ἀσύγγνωστα ἡμαρτηκέναι ὡς εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσας, διότι δώροις ἐνόμισε τὸν Θεὸν πείθειν· ἣ ὅτι ἐνόμισε τοὺς Ἀποστόλους τοὺς πλήρεις Πνεύματος χρημάτων ἡττᾶσθαι, καὶ ἐνυβρίζειν δι’ αὐτῶν τὸ Πνεῦμα, εἴγε ἐν τοιούτοις ἀνθρώποις ἐνοικεῖ τὸ θεῖον Πνεῦμα τοῖς χρήμασι καταδουλουμένοις. ἔπειτα δὲ κἀκεῖνο πάλιν εἰπεῖν δεῖ, ὅτι τὰ πολλὰ ὁ Φίλιππος ἔπραττε νυττόμενος ὑπὸ τοῦ Πνεύματος, καὶ οὐδὲν ἐποίει ἀφ’ ἑαυτοῦ· μὴ προτρεπομένου αὐτὸν τοῦ Πνεύματος ἣ ἀγγέλου, ὡς ἐν τοῖς ἑξῆς εὑρήσεις λέγουσαν τὴν γραφήν· “ἄγγελος “δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων, ἀνάστηθι·” καὶ πάλιν· “εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε·” εἶκος οὖν ὅτι μὴ νυχθεὶς ὑπὸ τοῦ Πνεύματος εὔξασθαι καὶ ἐπιθεῖναι αὐτοῖς τὰς χεῖρας, οὐκ ἐπεχείρησεν ἀφ’ ἑαυτοῦ τοῦτο ποιῆσαι· ἀλλ’ ἀνέμεινε τὴν ἄνωθεν κρίσιν· ὁ δὲ Πέτρος καὶ Ἰωάννης θερμότεροι ὄντες καὶ παρρησιαστικώτεροι ἠνύξαντο Πνεύματος μετασχεῖν τοὺς αμετόχους· οἱ δὲ δύο πλείω τοῦ ἑνὸς ἐνεργοῦσιν εἰς εὐχήν· ἐν μέσῳ γὰρ δύο ἣ πλειόνων συναχθέντων ἐπὶ τῷ ὀνόματι τοῦ Θεοῦ Ἰησοῦ, εὑρεθήσεται ταχύτερον. Ἄλλοι δὲ λέγουσιν ὅτι διὰ τοῦτο Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα· ὅτι Διάκονος ἦν μόνον, παρὰ τῶν περὶ Στέφανον προβληθεὶς, οὐ μὴν καὶ Πρεσβυτέρου εἶχεν ἀξίαν ἣ Ἐπισκόπου, ὡς οἱ μαθηταὶ τοῦ Κυρίου· ὅτι δὲ Διάκονος ἦν μαρτυρεῖ ὁ Παῦλος ἐν τοῖς Κανόσιν οὐ μόνον περὶ αὐτοῦ ἀλλὰ καὶ περὶ Ἀνανίου, ὃς ἐβάπτισεν αὐτὸν τὸν Παῦλον, οὐκ ἰδίᾳ αὐθεντίᾳ, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ προτραπέντος τοῦτο ποιῆσαι· καὶ πῶς φησὶ, Διάκονος ὢν ἐβάπτισε; πρῶτον μὲν διὰ τὸ σπάνιν εἶναι Πρεσβυτέρων ἐν Σαμαρείᾳ· ὥσπερ τὸ πλεῖστον γὰρ μόνος ἦν, διὰ τὸν γεγονότα διωγμὸν διασπαρέντων πάντων· ἔξεστι δὲ ἐν ἀνάγκῃ καὶ τῷ Διακόνῳ βαπτίζειν, ἀπορίᾳ Πρεσβυτέρου, καθὼς αὐτὸ τὸ Πνεῦμα ἐδίδαξε· προτρεψαμένου αὐτὸν ἐπὶ τῷ πλησιάσαι τῷ εὐνούχῳ, καὶ πάλιν καὶ ἐξ αὐτοῦ τοῦ εὐνούχου προτραπείς· εἰ δὲ μὴ ἦν θέλημα Θεοῦ ποιῆσαι, οὐκ ἂν μετὰ τὸ βάπτισμα τῇ τῶν χειρῶν ἐπιθέσει ἐπιφοιτᾶ δι’ εὐχῆς ἐπὶ τοὺς βαπτιζομένους εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ τὸ Ἅγιον Πνεῦμα· διὸ καὶ μέχρι νῦν οὕτως ἡ τάξις φυλάττεται.
- 11.1
οὐκ ἀργυρίου οὐδὲ ὑποκριταῖς, ἀλλ’ ἁγίοις διὰ πίστεως ἡ μετοχὴ τοῦ Ἁγίου Πνεύματος δίδοται.
- 11.2
᾿Ιδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ᾿Αποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων, δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἃν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον.
- 11.3
Τοῦ Χρυσοστόμου. Οὐκ ἃν εἶδεν εἰ μή τι αἰσθητὸν ὥσπερ καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. ὅρα τὴν μιαρίαν τοῦ Σίμωνος· χρήματα διατί προσήνεγκε; καίτοι οὐκ εἶδεν αὐτὸν χρημάτων αὐτὸ ποιοῦντα· καὶ οὐκ ἦν ἀγνοίας τὸ πρᾶγμα, ἀλλὰ πειράζοντος καὶ βουλομένου κατηγορίᾳ περιβαλεῖν· διὰ τοῦτό φησι “οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῶ,” καὶ τὰ ἑξῆς.
- 11.4
* Περὶ ὑποκρίσεως καὶ ἐπιπλήξεως Σίμωνος.
- 11.5
Πέτρος δὲ εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῶ λόγω τούτῳ.
- 11.6
Τοῦ Αὐτοῦ. Ἐπειδὴ οὐκ εἰς δέον αὐτῷ κέχρησαι· οὐκ ἔστι ταῦτα ἀρωμένου ἀλλὰ παιδεύοντος, σοί, φησι, τῷ τοιούτῳ· ὡς ἃν εἴποι, εἴποι, συναπόλοιτο μετὰ τῆς προαιρέσεως· οὕτω μικρὰ φρονεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα.
- 11.7
Φεοφίλου ἐπισκόπου Ἀλεξανδρείασ. Τὰς ἐκκλησιαστικὰς χειροτονίας ἠσφαλίζοντο, ἐξ ὀρθῆς πίστεως καὶ βίου σεμνοῦ τὴν μαρτυρίαν ἐχούσας· ἐφόβει γὰρ αὐτοὺς τὰ ἐπὶ τοῦ ῾Ιεροβοὰμ κακὰ, ἵνα μὴ μελέτη καὶ ἔθος τοῖς ἀσεβοῦσι γένηται, χρυσίῳ νομίζειν τὴν τῆς ἱερωσύνης τιμήν.
- 11.8
Ἡ γὰρ καρδία σου οὐκ ἐστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ.
- 11.9
Τοῦ Χρυσοστὀμου. Πάλιν τὰ ἐγκάρδια εἰς μέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόμιζεν· ὁρᾶς ἀπὸ τῆς κακίας πάντα πράττοντα.
- 11.10
Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.
- 11.11
Εξ ἀνεπιγράφου. Δείκνυται δὲ ὡς ἡ μετάνοια ἱκανὴ ἁμαρτίαν νικῆσαι διὰ τὸν χαίροντα ἐπὶ τῇ μετανοίᾳ Θεόν· τὸ δὲ ἄρα προσκείμενον διδάσκει, ὡς δυσκατόρθωτον τὸ πρᾶγμα γίνεται τῆς μετανοίας τοῖς εἰς αὐτὸ τὸ θεῖον ἐξαμαρτάνουσιν· εἰς ὃ καὶ Σίμων ἥμαρτεν, ἀργυρίου ὑπακούειν εἰς τὰς ἐνεργείας τὸ Πνεῦμα τὸ Ἅγιον ἡγησάμενος.
- 11.12
Διδύμου. Προαιρετικὴ τροπὴ ἣ πίπτει εἰς μόνον τὸν δεκτικὸν ἀρετῆς καὶ κακίας· ὁ δὲ κατὰ τοὺς μύθους τῶν αἱρετικῶν φύσει κακὸς ὢν ἄνθρωπος, οὐκ ἔστι δεκτικὸς τῆς κατὰ βούλησιν μετα- βολῆς· ὅθεν παρέλκει τὸ “μετανόησον” λεγόμενον τῷ Σίμωνι ἐκ κατασκευῆς ὄντι κακῷ κατὰ τοὺς ἐκείνων μύθους· ἀλλ’ οὐ ματαίως εἴρηται τὸ “μετανόησον οὖν·” αὐτεξούσιος ἄρα καὶ αὐτός· τούτου δὲ μὴ ὄντος φύσει κακοῦ, ἣ ἐπιτεταμένην κακίαν ἔχοντος· οὐδ’ ἄλλος τις εὑρεθείη τοιοῦτος.
- 11.13
Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
- 11.14
Τοῦ Χρυσοστόμου. Πολλοῦ θυμοῦ τὰ ῥήματα· ἄλλως δὲ οὐκ ἐκόλασεν αὐτὸν, ἵνα μὴ λοιπὸν ἀνάγκης ἡ πίστις ῄ· ἵνα μὴ τὸ πρᾶγμα ὠμὸν εἶναι δόξῃ· ἵνα μὴ καὶ τὰ τῆς μετανοίας εἰσαγάγῃ, ἀρκεῖ πρὸς διόρθωσιν τὸ ἐλέγξαι τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν· ἀρκεῖ τὸ ἐκεῖνον ὁμολογῆσαι ὅτι ἑάλω· τὸ γὰρ εἰπεῖν ὅτι “δεήθητε ὑμεῖς “ὑπὲρ ἐμοῦ·” τοῦτό ἐστιν ὁμολογοῦντος τὸ πλημμέλημα.
- 11.15
Τοῦ ἁγίου Ἀθανασίου ἐκ Τοῦ Πρὸσ Τοὺσ Λεγομένουσ Καθαροὺσ Λόγου Γ. Πρὸς οὖν τὴν προυποκειμένην αὐτοῦ πικρίαν, καὶ ταύτην αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ ἐπιχείρησιν, Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλμαν σου ταύτην, “ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας “διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ “λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ “Θεοῦ·” καὶ τοσαῦτα κατ’ αὐτοῦ εἰπὼν ὀρθῶς καὶ δικαίως, οὐδὲν τούτων ἀνίατον ἡγησάμεθα τῷ τῆς μετανοίας φαρμάκῳ· θεραπευτικὰ δὲ ταῦτα κρίνας εἶναι, ἐπήγαγε “μετανόησον οὖν ἀπὸ “τῆς κακίας σου καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεται σοι “ἡ ἐπίνοια τῆς καρδίας σου·” μέγα γάρ σοι καὶ τοῦτο· καὶ μὴ ἤδη τὴν δωρεὰν οὕτως ἀκαθάρτως καὶ ῥυπαρῶς διὰ χρημάτων σπεῦδε· ἀλλὰ τέως τῆς πικρίας σου καὶ τῆς κακῆς ταύτης ἐπινοίας παυσάμενος, “μετανόησον, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια “τῆς καρδίας σου· σου·” οὐχ ὡς ἀμφιβάλλων, ἀλλ’ ὅτι τὰ δυσίατα πάθη οὐκ ἀνίατα μέντοι ἀλλὰ δυσίατα· εἰ γὰρ ἦν ἀνίατον, περισσὸν ἦν τὸ “μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι “τοῦ Κυρίου·” ἀλλ᾿ ὅτι ἡ μετάνοια μὲν ἰσχύει διὰ τούτων ὅτι δὲ μετὰ πολλῆς μετανοίας καὶ ἐπιμελείας χρεῖα τοῖς βαρυνθεῖσιν εἰς κακίαν, παριστῶν ἐπήγαγεν, “εἰ ἄρα ἀφεθήσεται σοι ἡ ἐπί- “νοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον “ἀδικίας ὁρῶ σε ὄντα· καὶ τοσοῦτον ἴσχυσεν ἡ εἰς μετάνοιαν προτροπὴ τοῦ μεγάλου τούτου Ἀποστόλου, καὶ πρὸς τοσοῦτον μάγον, καὶ πρὸς τὸν οὕτω χολῆς καὶ πικρίας μεστὸν, καὶ τοσούτων κακῶν πεπληρωμένον, ὡς ἤδη ἐπιμελείας ἑαυτὸν δοῦναι, καὶ ταῦτα αὐτῷ εἰπόντι τὴν γραφὴν ἐπιμαρτυρεῖν· “δεήθητε ὑμεῖς ὑπὲρ “ἐμοῦ πρὸς τὸν Κύριον·” οὐ γὰρ ἐμοὶ παρρησία μέτεστιν· “ὅπως “μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε· οὔτε δὲ ἀπηγόρευσε ταῦτα αὐτῷ ὁ θεῖος ᾿Απόστολος, οὔτ’ ἀπηρνήσατο· πῶς γὰρ ὁ καὶ υποθέμενος καὶ εἰπών; τοσοῦτον δὲ ὠφελήθη οὗτος αὐτὸς ὁ τηλικοῦτος μάγος ἀπὸ τῆς ἐλπίδος τῆς εἰς μετάνοιαν, ὡς ἤδη τοσοῦτον τῆς πονηρίας καὶ πικρίας αὐτὸν μεταβληθέντα εἰπεῖν, ἐγὼ μὲν οὐκ εἰμὶ ἱκανὸς ὑπὲρ ἐμαυτοῦ δεηθῆναι, “ὑμεῖς δὲ δεήθητε ὑπὲρ ἐμοῦ πρὸς Κύριον.
- 11.16
᾿Αποκριθεὶς δὲ ὁ Σίμων εἶπε, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν n ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρή- κατε.
- 11.17
Τοῦ Χρυσοστὀμου. Καὶ τοῦτο ἀφωσιωμένως ἐποίει· δέον κλαῦσαι καὶ πενθῆσαι “εἰ ἄρα ἀφεθήσεται σοι· οὐχ ὡς συγχωρηθέντος ἃν αὐτῷ εἰ ἔκλαυσεν, ἀλλ’ ἔθος καὶ τοῖς προφήταις τοῦτο ἀπαγορεύειν, καὶ μὴ λέγειν, ἐὰν δὲ τόδε ποιήσης, συγχωρηθήσεταί σοι· ἀλλ’ ὅτι πάντως ἔσται ἡ τιμωρία. σὺ δέ μοι θαύμασον, πῶς καὶ ἐν καίρῳ συμφορᾶς οὐκ ἠμέλουν, ἀλλὰ τοῦ κηρύγματος εἴχοντο. ὅρα δὲ καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγένετο τὰ θαύματα· οὕτω καὶ ἐνταῦθα μαγεία ἦν· καὶ οὕτω φανερὰ ταῦτα σημεῖα ἦν. καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴγε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς. εἰ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παραλυτικοί· ἐκεῖνα οὐκ ἀλήθεια ἦν· οὗτος δὲ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλε- γομενος.
- 11.18
Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόλον τοῦ Κυρίου.
- 11.19
Τοῦ Χρυσοστομου. Ἴσως διὰ τὸν Σίμωνα, ἵνα μὴ ἀπατῶνται, ἵνα λοιπὸν ἀσφαλεῖς ὦσιν.
- 11.20
῾Υπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο.
- 11.21
Τοῦ Αὐτοῦ. Διατί πάλιν ἄπεισιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες; καθάπερ ἐν τοῖς πολέμοις οἱ στρατηγοὶ ποιοῦσι, τὸ πονοῦν τοῦ πολέμου μέρος καταλαμβά- νοῦσιν.
- 12.1
Ὅτι τοῖς ἀγαθοῖς καὶ πιστοῖς εὐοδοῖ ὁ Θεὸς τὴν σωτηρίαν ο, δῆλον ἐκ τῆς κατὰ τὸν εὐνοῦχον ὑποθέσεως.
- 12.2
Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν, ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. καὶ ἀναστὰς ἐπορεύθη.
- 12.3
Τοῦ Αὐτοῦ. Ἐμοὶ δοκεῖ τῶν ἑπτὰ οὗτος εἶναι, οὐ γὰρ ἃν ἀπὸ Ἰεροσολύμων πρὸς μεσημβρίαν ἀπῄει ἀλλὰ πρὸς ἄρκτοι ἀπὸ δὲ Σαμαρείας πρὸς μεσημβρίαν αὕτη ἔστι, φησὶν, ἔρημος, ὥστε μὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν· καὶ οὐκ ἠρώτησε διατὶ; ἀλλ’ “ἀναστὰς ἐπορεύθη·” ὅρα ἀγγέλους συναντιλαμβανομένους τῷ κηρύγματι· καὶ αὐτοὺς μὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦντας· τὸ δὲ θαυμαστὸν καὶ ἐνταῦθα δείκνυται, ὅπερ δὲ πάλαι σπάνιον ἦν, καὶ μόλις ἐγίνετο, τοῦτο ἐνταῦθα εὐχερῶς· ὅρα μεθ’ ὅσης ἀφθονίας· ἅμα δὲ καὶ παραμυθία αὐτοῖς ἦν· ὅτι καὶ τῶν ἀλλοφύλων κρατήσουσι· καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον ἱκανὸν αὐτοὺς ἆραι· διατί μὴ τῷ εὐνούχῳ φαίνεται καὶ ἄγει αὐτὸν πρὸς Φίλιππον; ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ κἂν ἐξεπλάγη μᾶλλον.
- 12.4
Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς· ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱεροtκταλὴμ, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν ῾Ησαΐαν τὸν προφήτην.
- 12.5
Τοῦ Αὐτοῦ. Μεγάλα ἐγκώμια τούτου, εἴγε καὶ ἐν Αἰθιοπίᾳ μένων, καὶ τοσούτοις κυκλούμενος πράγμασι, καὶ ἑορτῆς οὐκ οὔσης, καὶ ἐν τῇ δεισιδαίμονι πόλει ὣν, ἤρχετο προσκυνήσων εἰς ᾿Ιεροσόλυμα· καὶ πολλὴ ἡ σπουδὴ, ὅτι γε καθήμενος ἐπὶ τοῦ ὀχήματος ἀνεγίνωσκε· καὶ ὅρα ἐν ποιῷ καίρῳ· ἐν τῷ χαλεπωτάτῳ καύ- ματι.
- 12.6
᾿ΕΞ Ἀνεπιγράφου. Ἐνταῦθα πεπλήρωται ἡ προφητεία ἡ “Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.
- 12.7
Κανδάκην Αἰθίοπες πᾶσαν τὴν τοῦ βασιλέως μητέρα καλοῦσιν· οὕτω Βίων ἐν πρώτῳ Αἰθιοπικῶν Ρ· “Αἰθίοπες τοὺς βασιλέων πα- “τέρας οὐκ ἐκφαίνουσιν, ἀλλ’ ὡς ὄντας υἱοὺς ἡλίου παραδιδόασιν· “ἑκάστου δὲ τὴν μητέρα καλοῦσι Κανδάκην.
- 12.8
Εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε, καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαίαν τὸν προφήτην·
- 12.9
Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Καὶ τοῦτο αὐτοῦ τῆς φιλοσοφίας· τὸ τὸν προφήτην τοῦτον μετὰ χεῖρας ἔχειν, τῶν ἄλλων ὄντα ὑψηλότερον· οὐχ ἁπλῶς ὡς ἔτυχεν αὐτῷ διηγεῖται ἀλλ’ ἡμέρως.
- 12.10
Σευήρου. Ἐν χερσὶ μὲν ἱστόρηται φέρειν ᾿Ησαΐου τοῦ προφήτου βιβλίον· καὶ φιλοπόνως μὲν ἐγκεῖσθαι τῇ ἀναγνώσει, τῇ δὲ διανοίᾳ μὴ γινώσκειν ἃ διὰ γλώττης ἐφθέγγετο· καὶ ὡς οὕτως ἔχοντα φιλοθέως αὐτὸν εἶδεν ὁ τῶν καρδιῶν θεατὴς, ὁ βουλόμενος πάντας ἀνθρώπους πίστει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τὸν Φίλιππον αὐτῶ, τῶν οἰκείων μαθητῶν ἕνα, κατὰ τὴν ὁδὸν ἀδοκήτως ἐπέστησεν· ὃς ἐξ αὐτῶν ὧν ἀνεγίνωσκε τῆς μυσταγωγίας ἀρξάμενος, καὶ τὸν τοῖς ῥήμασι τοῖς προφητικοῖς ἐγεκεκρυμμένον νοῦν ἀνακαλύψας, καὶ εἰς τὸ ἐμφανὲς ἀγαγὼν, ἔδειξεν ὡς ὁ ὑπὸ τῶν προφητῶν ἐπηγγελμένος ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους παρέσεσθαι, Χριστὸς ἦν Ἰησοῦς· ὁ σαρκωθεὶς ἀτρέπτως δι’ ἡμᾶς τοῦ Θεοῦ Λόγος, ὁ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθεὶς, καὶ τὸν σωτήριον σταυρὸν ὑπὲρ ἡμῶν ἐθελοντὴς ὑπομείνας, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ θανάτου καταλύσας τὸ κράτος· καὶ πρωτότοκος ἡμῶν γενόμενος ἐκ νεκρῶν, καὶ τῆς ἐλπιζομένης ἡμῖν ἀθανασίας διὰ τῆς ἰδίας σαρκὸς ἀπαρξάμενος, ἣν καθ’ ὑπόστασιν ἥνωσεν ἑαυτῷ, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοεράν· καὶ τελείαν ἡμῖν τὴν σωτηρίαν χαρίσεται.
- 12.11
Καὶ εἶπεν, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; ὁ δὲ εἶπεν, πῶς γὰρ ἃν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον, ἀναβάντα καθίσαι σὺν αὐτῷ.
- 12.12
Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὅρα πάλιν εὐλάβειαν, ὅτι οὐκ εἰδὼς ἀνεγίνωσκεν· εἶτα μετὰ τὸ ἀναγνῶναι ἐξετάζει.
- 12.13
Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἢν ἀνεγίνωσκεν, ἦν αὕτη, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
- 12.14
Εἰρηναίου. τοῦτον εἶναι Ἰησοῦν καὶ πεπληρῶσθαι ἐν αὐτῷ τὴν γραφὴν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε, “πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν “Χριστόν·” ὃς καὶ ἐπέμφθη εἰς τὰ κλίματα Αἰθιοπίας κηρύξων τοῦτο ὅπερ ἐπίστευσε· Θεὸν μὲν ἕνα τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι παρουσίαν, καὶ “ὡς πρόβατον εἰς σφαγὴν ἤχθη, καὶ τὰ λοιπὰ, ὅσα οἱ προφῆται λέγουσι περὶ αὐτοῦ.
- 12.15
Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὅρα πὼς οἰκονομεῖται· πρότερον ἀναγινώσκει καὶ ἀγνοεῖ· εἶτα ἀναγινώσκει αὐτὴν τὴν μαρτυρίαν· ἔνθα ἦν τὸ πάθος, καὶ ἡ ἀνάστασις, καὶ ἡ δωρεά. Καὶ μετ’ ὀλίγα— Καλῶς ὁ εὐνοῦχος οὐκ εἶδεν εἰς τὸ σχῆμα· οὐκ εἶπεν, σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ’ ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει· ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συνεῖδεν ὅτι καὶ οἲδε ταῦτα, καὶ βούλεται διδάξαι.
- 12.16
ΚΥΡÍΛΛΟΥ. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς. ἀποφέρονται γὰρ εἰς τὸ καρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες· καίτοι πάσχοντα, τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾶ· οὕτως καὶ ὁ Χριστὸς λοιδορούμενος οὐκ ἀντιλοιδόρει· πάσχων οὐκ ἠπείλει· ἐπειδή περ καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς πεπρᾶχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ μυστήριον· διὰ τοῦτό, φησιν, ὅτι “τὴν γενεὰν αὐτοῦ τίς “διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀντὶ τοῦ ἐπαίρεται, καὶ ὑψηλοτέρα τῶν ἐπὶ γῆς ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτέστιν ἡ πολιτεία· αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶν ἡ ζωὴ αὐτοῦ· τουτέστιν ἡ ὑπάρξις τοῦ μονογενοῦς· ὅταν ἔξω σαρκὸς καὶ οὔπω κἀς ἡμᾶς γενόμενος.
- 12.17
Φεοδώρου ἩΡΑΚΛΕÍΑΣ. Τὸ ἑκούσιον τοῦ Σωτῆρος ἐν πειρᾷ τῶν οἰκονομουμένων σημαίνεται· ὡς γὰρ πρόβατον ἀγόμενον εἰς θυσίαν ἣ ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν, ἀνάγκῃ τε δαμαζόμενα οὐδὲ βληχᾶσθαι τὸ ἐνδόσιμον ἔχει, οὕτως αὐτὸς ἑκὼν ἐν τῷ πάσχειν ἀπεσιώπα.
- 12.18
Ἐν τῆ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.
- 12.19
Τοῦ Αὐτοῦ. τὴν παράνομον καὶ ἄδικον κρίσιν ἐπ’ αὐτῷ γενομένην δηλοῖ τῆς ἀληθείας κρυβείσης.
- 12.20
Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;
- 12.21
Τοῦ Αὐτοῦ. τὴν μετὰ τὴν ἀνάστασιν γενομένην δόξαν, καὶ τὴν ἐν γένει αὐτοῦ ἀξίαν, ἣν ἡ τῶν οἰκονομηθέντων ὑπέδειξε πεῖρα, τίς ἔσται ἱκανὸς λόγῳ φράσαι; αὐτοῦ μὲν θανάτῳ ὑποβαλλομένου, πάντων δὲ εἰς ἀφθαρσίαν χάριτι αὐτοῦ ζωοποιουμένων καὶ πίστει λυτρουμένων.
- 12.22
Εὐσεβίου ΚΑΙΣΑΡΕÍΑΣ. Διελθὼν αὐτοῦ τὰ πάθη τὴν τῶν ἀκουόντων διάνοιαν ἐπὶ τὴν τῆς γενέσεως αὐτοῦ φαντασίαν, ἐπιλέγων “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;” τότε γὰρ μάλιστα μεῖζόν τις λήψεται θαῦμα τῆς τῶν τοσούτων ὑπομονῆς, ὅταν εἰς ἔννοιαν ἔλθῃ, τίς ὣν καὶ ποῖος, καὶ ἐκ Θεοῦ γεγενημένος μονογενὴς Υἱὸς ταῦτα πάντα ὑπέστη.
- 12.23
Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἀπὸ ΛÓΓΟΥ Μϛ. Ἦν γὰρ ὁ αὐτὸς καὶ ἀγενεαλόγητος ὡς Θεὸς, καὶ κατὰ σάρκα γένος ἐπιγραφόμενος.
- 12.24
Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
- 12.25
Τοῦ Αυτοῦ ἐκ τοῦ ΠΡÒΣ ᾿ΙΟΥΛΙΑΝÒΝ ΣΥΝΤÁΓΑΜΑΤΟΣ. Τοῦ γὰρ εἰς θάνατον ἑκουσίως καταβεβηκότος ἤρθη ἀπὸ τῆς γῆς ἡ ζωή· καὶ μετεωρίσθη καὶ διήλασε καὶ ὑπερανέβη τοὺς οὐρανοὺς, ὅτι βασιλεὺς ὑπῆρχε τῆς δόξης, καὶ ἡ αὐτοκαταφύσιν ο ζωὴ, καὶ κύριος τῶν δυνάμεων, καὶ θρόνον ἔχων τὸν ἀνωτάτω· καθὰ καὶ αἱ δυνάμεις αἱ ἐν οὐρανοῖς ἐπέγνωσάν τε καὶ ὡμολόγησαν· ἣ καὶ διὰ τὴν περὶ ἡμᾶς οἰκονομίαν, καὶ τὴν ἑκούσιον κένωσιν τῆς κατὰ τὸ πάθος ἐπὶ γῆς ἀτιμίας καὶ ἀδοξίας ἠνέσχετο· τοῦτο διδούσης εὐλόγως αὐτῷ τῆς καθ’ ὑπόστασιν αὐτῷ καὶ ἀδιαιρέτως ἡνωμένης σαρκός· περὶ ἣν τὸ πάθος καὶ ἡ ἐντεῦθεν ἀτιμία συνέβαινε· κατὰ Θεοῦ μὲν τολμωμένη τοῦ σεσαρκωμένου, ψαῦσαι δὲ μηδὲ δυναμένη τοῦ ἀπαθοῦς, ὅπερ ἀδύνατον.
- 12.26
Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε, δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
- 12.27
Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Τὸ ὅλως εἰδέναι ὅτι ἄλλως καὶ περὶ ἄλλων λέγουσιν οἱ προφῆται, ἣ ὅτι περὶ ἑαυτῶν ἑτέρῳ προσώπῳ διαλέγονται, σφόδρα περιεσκεμμένη ἐστὶν ἡ ἐρώτησις.
- 12.28
Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος, ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτι- σθῆναι;
- 12.29
Διδύμου. Ἐπιστατέον ὡς πολλὴ σπουδὴ ὑπῆρχε τοῖς χριστιανίζουσι περὶ τὸ αἰσθητὸν βάπτισμα· διττοῦ γὰρ ὄντος τούτου διδομένου ὅτε μὲν δι’ ὕδατος, ὅτε δὲ ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· οὐ διὰ τὴν ὑπεροχὴν τοῦ ἐν Πνεύματι βαπτίσματος κατεφρόνουν τοῦ σωματικωτέρου· συμβάλλεται γὰρ καὶ τοῦτο εἰς σωτηρίαν, κατὰ τὴν ἀνάστασιν τοῦ σώματος. ἔστι δὲ διὰ τῆς προκειμένης βίβλου τῶν Πραξέων τῶν Ἀποστόλων πολλὰ θηρεῦσαι παραστατικὰ τοῦ χρησίμου τοῦ ἐξ ὕδατος βαπτίσματος.
- 12.30
Εἶπε δὲ αὐτῷ, εἰ πιστεύεις ἐξ ὅλης καρδίας σου ἔξεστιν· ἀποκριθεὶς δὲ εἶπε, πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν Χριστόν· καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν· ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Ἅγιον ἐπέπεσεν ἐπὶ ’τον εὐνοῦχον.
- 12.31
Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὁρᾶς ὅτι τὰ δόγματα ἀπηρτισμένα εἶχε· καὶ γὰρ ὁ προφήτης τὸ πᾶν εἶχε, τὴν σάρκωσιν, τὸ πάθος, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, τὴν κρίσιν τὴν μέλλουσαν· εἰ δὲ πολλὴν τὴν ἐπιθυμίαν δείκνυσιν, μὴ θαυμάσῃς· αἰσχύνθητε ὅσοι ἀφώτιστοι τυγχάνετε.
- 12.32
Ἄγγελος δὲ Κυρίου ἥρπασε τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν οδὸν αὐτοῦ χαίρων.
- 12.33
Τοῦ Αὐτοῦ Ὅρα προθυμίαν, ὅρα ἀκρίβειαν.
- 12.34
Τοῦ Αὐτοῦ Διατί ἥρπασεν αὐτόν; τὸ γενόμενον θαυμασιώτερον ἐδείκνυτο· καὶ τότε οὐκ ἤδει· ὥστε οὖν ὕστερον αὐτὸν θαυμασθῆναι τοῦτο ἐγένετο· “ἐπορεύετο γάρ,” φησι, “χαίρων.”
- 12.35
Τοῦ Αὐτοῦ Ἵνα θεῖον δειχθῇ τὸ γινόμενον· ἵνα μὴ νομίσῃ ὅτι ἄνθρωπος ἐστὶν ἁπλῶς.
- 12.36
Διδύμου. Ἡ προκειμένη ἁρπαγὴ ἰσοδυναμοῖ τῇ Ηλιοῦ· καὶ ἐπεὶ ἁρπαγεὶς ὁ Φίλιππος ἐκ τόπου εἰς τόπον μετηνέχθη, ἀκόλουθον καὶ τὸν Ἡλίαν ἀναληφθέντα ἐκ τοῦ περὶ γῆν τόπου, εἰς ἕτερον χῶρον μετενεχθῆναι· κἂν ὅπου μὲν σημαίνηται τὰ ὀνόματα τῶν τόπων εἰς ἃ μετενέχθησαν, ὅπου δὲ μὴ σημαίνηται. οἱ ἁρπαγέντες καὶ ἀναληφθέντες, Φίλιππος μετὰ τὴν ἀρπαγὴν εὑρέθη εἰς Ἄζωτον· Παῦλος εἰς τρίτον οὐρανὸν καὶ ἕως τοῦ Παραδείσου μετατεθεὶς, ἤκουσεν ἀρρήτων ῥημάτων. Εἰς τοῦτο λήψῃ καὶ τὸν Ἀμβακούμ· καὶ αὐτὸς γὰρ μετεωρίσθη ὑπὸ ἀγγέλου ἐκ τῆς ῾Ιερουσαλὴμ εἰς Βαβυλῶνα· ᾿Ηλίας δὲ ἀνελήφθη μετενεχθεὶς οὐκ ἐν ὡρισμένῳ τόπῳ· εἴρηται γὰρ ἀναληφθῆναι αὐτὸν ὡς εἰς τὸν οὐρανόν· αὕτη δὲ ἡ λέξις δηλοῖ ὅτι οὐκ εἰς τὸν οὐρανόν· οὐ μὴν ποῦ γέγονεν ὁρίζει. συμφώνως τοῖς εἰρημένοις καὶ Ἑνὼχ μετατεθεὶς ἐκ τόπου εἰς τόπον γέγονε· σαφῶς γὰρ τοῦτο παρίσταται ἐκ τοῦ μετατεθεῖσθαι αὐτόν. Ἐπειδὴ δὲ οὐκ εἴρηται ποῦ ἐν ταῖς δεδημοσιευμέναις βίβλοις, ἐν ἀποκρύφοις λέγεται ὅτι ἐν τῷ Παραδείσῳ. Ἐὰν οὕτως ἔχῃ, συνεπίσκεψαι καὶ περὶ τοῦ Ἡλιοῦ, μὴ ἄρα τὸ ὡς εἰς τὸν οὐρανὸν ταὐτόν ἐστι τοῦ ἐν τῷ Παραδείσῳ· ἀναμφιβόλως δὲ περὶ τοῦ Σωτῆρος εἴρηται, ὡς μετὰ τὴν ἀνάστασιν εἰς τὸν οὐρανὸν ἀνελήφθη· πολλαὶ γὰρ μαρτυριαι εἰσι πέρι τουτου.
- 12.37
Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος, εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
- 12.38
Τοῦ Χρυσοστόμου. Οὗτος τῶν ἑπτά ἐστι· καὶ γὰρ ἐκεῖ εὑρίσκεται ἐν Καισαρείᾳ· συμφερόντως οὖν ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, ἐπεὶ ἠξίωσεν ἂν καὶ συναπελθεῖν αὐτῷ ὁ εὐνοῦχος, καὶ ἐλύπησεν ἂν ἐκεῖνος ἀνανεύσας καὶ ἀρνησάμενος, οὔπω τοῦ καιροῦ ὄντος·
- 12.39
Τοῦ Χρυσοστóμου. Μέγα καὶ ὁ Φίλιππος ἐκέρδανεν· ἤκουε περὶ τῶν προφητῶν, περὶ ᾿Εζεκιὴλ, Ἀμβακοὺμ, καὶ τῶν ἄλλων, εἶδεν ἐπ’ αὐτοῦ γενόμενον· ἐντεῦθεν δείκνυται πολλὴν ὁδὸν ἀπελθὼν, εἴγε ἐν Ἀζώτῳ εὑρέθη· ἐκεῖ αὐτὸν ἔστησεν, ἔνθα λοιπὸν καὶ εὐαγγελίζεσθαι ἔδει.
- 13.1
Περὶ τῆς οὐρανόθεν θείας κλήσεως Παύλου εἰς ἀποστολὴν o Χρίστου.
- 13.2
Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ Ἀρχιερεῖ, ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν, πρὸς τὰς συναγωγὰς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τὲ καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ῾Ιερου- σαλήμ.
- 13.3
Τοῦ Αὐτοῦ Ἀξίως εἶπε τὸν Παύλου ζῆλον, καὶ δείκνυσιν ὅτι ἐν μέσῳ τῷ ζήλῳ ἕλκεται, καὶ οὐδέπω κορεσθεὶς τῷ φόνῳ Στεφάνου· οὐκ ἐνεπλήσθη τῷ φόνῳ τῆς ἐκκλησίας καὶ τῆ διασπορᾷ. ἰδοὺ τοῦτο ἐπλήρου τὸ παρὰ τῷ Χριστῷ εἰρημένον· ὅτι “οἱ ἀπο- “κτένοντες ὑμᾶς δοξοῦσι λατρείαν προσφέρειν τῷ Θεῷ·” οὗτος δὴ οὖν οὕτως ἐποίει, οὐχ ὡς Ἰουδαῖοι, μὴ γένοιτο· ὅτι γὰρ ζήλῳ ἐποίει, δῆλον ἐκ τοῦ καὶ εἰς τὰς ἔξω πόλεις ἀπιέναι· ἐκεῖνοι δὲ οὐκ ἂν οὔτε τῶν ἐν Ἰεροσολύμοις ἐφρόντισαν· ἑνὸς γὰρ ἦσαν μόνου τοῦ τιμῆς ἀπολαύειν· διατί δὲ εἰς Δαμασκὸν ἐπορεύετο; μέγ’ ἄλη ἡ πόλις ἦν· βασιλικὴ ἦν· ἐφοβεῖτο μὴ ἐκείνη προκαταλήφθη· καὶ ὅρα τὸν πόθον καὶ τὴν σφοδρότητα· οὐ προσέρχεται τῷ ἄρχοντι ἀλλὰ τῷ ἱερεῖ.
- 13.4
Τοῦ Αὐτοῦ ῾Υποκείσθω τοίνυν ὡς ἐν πίνακι ἡ ψυχὴ Παύλου· οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμον· οὐδὲν γὰρ βλασφημίας χεῖρον· ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα μετασκευάζεν, καὶ εἶδεν οὐ παρὰ ῥαθυμίαν καὶ βλακίαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας· ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ’ ἐπίγνωσιν τὸν ζῆλον εἶχε· δίδωσιν αὐτὸ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν τὴν εἰκόνα ἀπέδειξε. λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε τὸν χρόνον, ἀλλ’ εὐθέως ἐφάνη τεχνίτης ἄριστος· καὶ πρῶτον δεικνύει τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λεῖπον σῶμα τῆς πολιτείας τῆς ἀκριβοῦς. Οἱ μὲν οὑν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς μετὰ πολλῆς τῆς ἡσυχίας ἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβουμένων, ταραττόντων, οὗτος εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο· διὸ καὶ ἔλεγε· “θέατρον ἐγενήθημεν τῷ “κόσμῳ·” ἐν μέσῳ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ, καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου, τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Καὶ μεθ’ ἕτερα—Εἶδες ἀγάπην πυρὸς θερμοτέραν; οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον ἐὰν βουλώμεθα· οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν· διάτοι τοῦτο καὶ τὰ πρότερα ἀναγράφει τὰ ἐναντία τούτοις· ἵνα μαθὼν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα. μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον οὖν ὅτι Παῦλος βλάσφημος ἦν, καὶ διώκτης καὶ ὑβρίστης, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς· καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται κακίας μεθ’ ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς ἐκκλησίας. Καὶ μετ’ ὀλίγα—Καὶ ἡνίκα εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας καὶ γυναῖκας, θορύβου καὶ ταραχῆς πάντα πληρῶν· ἀλλ’ ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, υἷος γέγονε· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προ- αἱρέσεως ἐλευθερίᾳ ; ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέτωσαν· τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλῦον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ· καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσῳ καὶ κατὰ φύσιν ἐστὶν ἡμῶν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν η πονηρία.
- 13.5
Ἐκ τοῦ προτασσομένου προλόγου τῆσ βίβλου τοῦ Ἀποστόλου Παύλου P. Πρῶτος μετὰ τῶν στασιαζόντων ἑωρᾶτο· παν- ταχῆ σπουδάζων καθαιρεῖν τοὺς τῆς εὐσεβείας λογάδας· πολλάτε ἢν καὶ μεγάλα τὰ παρ’ αὐτοῦ κατὰ τῆς ἐκκλησίας γινόμενα, καὶ οὐδὲν εἰς ὑπερβολὴν μανίας ὑπέλιπεν Ψ ἐν τούτῳ γὰρ εὐσεβεῖν καὶ τὰ μέγιστα κατορθοῦν ἐνόμιζε· καθὼς αὐτός τε ἐν ταῖς Ἐπιστολαῖς ὁμολογεῖ, καὶ Λουκᾶς ἱστορεῖ. Καὶ μετ’ ὀλίγα — Κομισάμενος δὲ Παῦλος παρὰ τῶν ἱερέων ἐπιστολὰς πρὸς τοὺς ἐν Δαμασκῷ Ἰουδαίους, ὥρμησε μορμύρων ὥσπερ τις χείμαρρος λάβροςr περι- κλύσειν δοκῶν τοὺς ἐν Δαμασκῷ μαθητὰς, καὶ εἰς τὸ τῆς ἀπω- λείας αὐτοὺς βάραθρον ἐκπέμψειν. γνοὺς δὲ ὁ Κύριος ὅτι ἄδικον μανίαν δικαίᾳ δῆθεν προαιρέσει ἐκέκτητο, ἐν μέσῃ τῇ ὁδῷ ἐπιφα- νεὶς, ἀπεστέρησε μὲν αὐτὸν τῶν ὀψέωνs τῷ μεγέθει τοῦ φωτὸς, καὶ εἰς τοσοῦτον μέτεισιν, ὥστε τὸν πάλαι οὐδὲν ὅτι τῶν δεινῶν κατὰ τῆς ἐκκλησίας οὐκ ἐπινοοῦντα, καὶ πάντας τοὺς μαθητὰς ἀπολέ- σεῖν ἄρδην προσδοκῶντα, αὐτίκα δὴ τοῦτον καὶ παραχρῆμα ἀγα- πητὸν ἑαυτοῦ καὶ πιστότατον ἡγήσασθαι· ἱκέτης γὰρ εὐθὺς τοῦ Ἰησοῦ, ὁ πολέμιος γίνεται, καὶ παραυτίκα τὸ σύνταγμα τῆς μα- νίας ἀπορριψάμενος, εἰς πρεσβείαν ἐχώρει, καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν ὡμολόγει.
- 13.6
Τοῦ Χρυσοστόμου. Οὕτω γὰρ ἐκαλοῦντο οἱ πιστεύσαντες· ἴσως διὰ τὸ τὴν ὁδὸν τέμνειν τὴν εἰς οὐρανοὺς φέρουσαν.
- 13.7
Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τὲ αὐτὸν περιήστραψε φῶς ἐκ τοῦ 4οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγουσαν ἀυτῷ.
- 13.8
τοῦ Αὐτοῦ. Διατὶ μὴ ἐν Ἱεροσολύμοις ; διατὶ μὴ ἐν Δα- μασκῷ, ὥστε μὴ ἐξεῖναι ἄλλους ἄλλως αὐτῷ διηγεῖσθαι; ἀλλ’ οὗτος ἀξιόπιστος ἦν διηγούμενος, ὁ διὰ τοῦτο ἀπιών. τοῦτο γοῦν λέγει καὶ πρὸς Ἀγρίππαν ἀπολογούμενος· ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς πλήττειν εἴωθε· μέτρα γὰρ ἔχουσιν οἱ ὀφθαλμοί· λέγεται δὲ καὶ φωνῆς ἡ ὑπερβολὴ κωφοὺς ποιεῖν καὶ ἀποπλήγας· ἀλλὰ τοῦτον μόνον ἐπήρωσεν, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυμὸν τῷ φόβῳ, ὥστε ἀκοῦσαι τὰ λεγόμενα.
- 13.9
᾿Αμμωνíου Πρεσβυτéρου. Ἑωρακὼς τὸν Ἰησοῦν, καὶ μὴ φέρων τὸ πολὺ τοῦ φωτὸς, ἀπελιθώθη τὸ διορατικὸν τῆς ψυχῆς καὶ τὸ ζωτικόν· διὸ καὶ δοκῶν ἔχειν ὀφθαλμοὺς οὐχ ἑώρα, καὶ ἔχων στόμα οὐκ ἤσθιεν· ἕως οὗ πιστεύσας τῷ ᾿Ανανίᾳ λέγοντι αὐτῷ τὸν λόγον, ἰάθη· μετὰ γὰρ τὴν πίστιν ἤρξατο βλέπειν· λοιπὸν ἐβαπτίσθη, καὶ οὕτω τροφῆς μᾶλλον τῆς πνευματικῆς μετασχὼν, ἀνέσφηλεν· σημειωτέον δὲ, ὅτι δεῖ πρῶτον βαπτίζειν, καὶ οὕτω μεταδιδόναι τροφῆς· διὸ κακῶς ποιοῦσιν οἱ μετὰ τροφὴν τοὺς τελείους βαπτίζοντες.
- 13.10
Σαοὺλ, Σαοὺλ, τί με διώκεις; εἶπε δὲ, τίς εἶ Κύριε; ὁ δὲ, ἐγὼ εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις.
- 13.11
Τοῦ Αὐτοῦ Καὶ οὐδὲν αὐτῷ λέγει οὐ λέγει πίστευσον, οὐδὲ ὅλως τοιοῦτον οὐδὲν, ἀλλ’ ἐγκαλεῖν μονονουχὶ λέγων, τι παρ’ ἐμοῦ μέγα ἣ μικρὸν ἠδικημένος ταῦτα ποιεῖς; Καὶ μετ’ ὀλίγα—Μὴ νομίσης πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεμον. καὶ τὴν φωνὴν τοῦ Παύλου ἤκουσαν οἱ συνόντες αὐτῷ, οὐδένα δὲ ἐθεώρουν πρὸς ὃν ἀπεκρίνατο· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς· εἰ τῆς φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες ἐθαύμαζον.
- 13.12
Ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ “κλητὸν” ἑαυτὸν ἐκάλεσεν· οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ· ἀλλὰ διώκων καὶ πορθῶν τὴν ἐκκλησίαν ἐκλήθην· ἐνταῦθα τοῦ μὲν καλοῦντος τὸ πᾶν, τοῦ δὲ κληθέντος οὐδὲν ὡς εἰπεῖν γίνεται, ἣ τὸ ὑπακοῦσαι μόνον Ἰησοῦ Χριστοῦ.
- 13.13
Τοῦ Αὐτοῦ Τέως ὁμολόγησεν ἑαυτὸν δοῦλον.
- 13.14
Τοῦ Αὐτοῦ ἐκ Τοῦ Εἰσ Τὴν NB ὁμιλίαν. Ὦ φιλανθρωπία δεσπότου, ποῦ κατέβη; Θεὸς ἀνθρώπῳ λέγει, τί με διώκεις; τὸν πατέρα τὸν ἑαυτοῦ μιμεῖται· καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραικῷ λέγει· “λαός μου τι ἐποίησά σοι; ἣ τί ἐλύπησά σε; “ἣ τί παρηνόχλησά σοι; ἀποκρίθητι μοι.” οὕτω καὶ ὁ υἱὸς αὐτοῦ τῷ Σαύλῳ λέγει· “Σαῦλε τί με διώκεις;” τι οὖν ἐκεῖνος; “τίς “εἶ Κύριε;” εὐθέως τὴν δεσποτείαν ὡμολόγησεν· εἶδες ψυχὴν εὐγνώμονα· “τίς εἶ Κύριε; ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ὢ σοφία δεσπότου· διατὶ μὴ εἶπεν, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ; ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος· ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρός· ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὁ τὸν οὐρανὸν τείνας· ὁ τὴν γῆν ἐργασάμενος· ὁ τὴν θάλατταν ἁπλώσας· ὁ τοὺς Ἀγγέλους ποίησας· ὃ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν· ὁ προὼν καὶ γεννηθείς; διατί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ μεγάλα καὶ ὑψηλά; ἀλλ’ “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις·” ἀπὸ τῆς κάτω πόλεως, ἀπὸ τοῦ κάτω χωρίου καὶ τοῦ τόπου; διότι ἠγνόει αὐτὸν ὁ διώκων; εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωξεν· ἠγνόει ὅτι ἐκ τοῦ Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει· εἰ οὖν εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ· ὁ ἐν ἀρχῇ Λόγος· ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ἄλλος τὲ ἐκεῖνος, καὶ ἄλλον ἐγὼ διώκω· εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ λαμπρὰ καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς· ἀλλ’ ἵνα μάθῃ ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου λαβόντα, τὸν μετ’ αὐτοῦ συναναστραφέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, ἀπὸ τοῦ κάτω χωριου, λέγει, “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις ὃν οἰδας, ὃν γνωρίζεις, τὸν μετὰ σοῦ ἀναστρεφόμενον· διὰ τοῦτο τὴν δεσποτείαν εὐθέως ὡμολόγησε· κατέβη τοσοῦτον ὁ δεσπότης, ὅσον ὁ δοῦλος ἀναβῆναι ἠδύνατο.
- 13.15
Ἀλλ’ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, ὅτι σε δεῖ ποιεῖν.
- 13.16
Τοῦ Αὐτοῦ Ὅρα πῶς οὐκ εὐθέως πάντα ἐπηγγείλατο, ἀλλὰ προμαλάττει αὐτοῦ τὴν διάνοιαν· οὕτω καὶ τοὺς μαθητὰς ἐκάλεσεν· ἐκ δευτέρου δίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀνα- βλέψει.
- 13.17
Διδύμου. Ἐπεὶ ὁ εἰπὼν τῶ Παύλῳ Ἰησοῦς· “Σαοὺλ, τί με διώκεις;“αἴτιος αὐτῷ γέγονε τοῦ μὴ ὁρᾶν, κατηγορούντων τῶν αἱρετικῶν τοῦ εἰπόντος “τίς ἐποίησε βλέποντα καὶ τυφλόν· οὐκ “ἐγὼ Κύριος ὁ Θεός;” εἰς ἀπορίαν γὰρ αὐτοὺς τὰ τοιαῦτα περιίστησι, διαφόρους θεοὺς λέγοντας· καὶ τοῦ μὲν κατηγοροῦντος ὡς τοῦ μὴ βλέπειν αἰτίου· τὸν δὲ ἕτερον ἀποδεχομένους ἐπὶ τῷ τὸ βλέπειν παρέχειν. ἡμᾶς δὲ τὸν αὐτὸν ὁμολογοῦντας Θεὸν, οὐ θλίψει ταῦτα· μάλιστα εἰδότας, ὅτι προνοητὴς τῶν ὅλων ὑπάρχων, οἶδε τίνι τὸ βλέπειν ὀρέξει καὶ μή· καὶ διατί, καὶ πότε, καὶ πῶς. τὸν γοῦν ἀπὸ γενετῆς Ρ τυφλὸν, διὰ τοῦτο οὕτω γεγεννῆσθαι φησιν, ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· οὐ κακὸν δὲ τὸ αἴτιον τῆς φανερώσεως τῶν ἔργων τοῦ Θεοῦ· διὸ οὐδὲ ἀπεμφαίνει εἰπεῖν ὅτι ὁ Θεὸς τυφλοῖ τινά· καὶ ταῦτα μὲν τοῦ ῥητοῦ συναγορευομένου, δυνατῆς οὔσης καὶ τῆς συναγωγῆς τῷ προσχόντι τῷ, “εἰς κρίμα ἦλθον ἐγὼ εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες “βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται· οὐ γὰρ περὶ αἰσθητῆς ὄψεως ἣ τυφλότητος ταῦτα εἴρηται· μάλιστα διὰ τὸ λεχθὲν πρὸς τοὺς εἰπόντας, “μὴ καὶ ἡμεῖς τυφλοὶ ἐσμὲν;“τὸ “εἰ “τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίας.”
- 13.18
Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοὶ, ἀκούοντες μὶν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
- 13.19
Διδύμου. Τίς ἡ διαφωνία τῶν ἐν ταῖς Πράξεσιν ἀναγεγραμμένων ἐν τῇ κατὰ Παῦλον ὀπτασίᾳ; ἐν μὲν γὰρ τῇ καθ’ ὁδὸν ὀπτασίᾳ ἱστορεῖ ὁ Λουκᾶς, τοὺς μετ’ αὐτὸν ὄντας τῆς φωνῆς μὲν ἀκηκοέναι, μηδένα δὲ θεωρῆσαι· ἐν δὲ τῷ διηγεῖσθαι τὸν Παῦλον ἐπὶ τῶν ἀναβαθμῶν τὴν αὐτὴν ὀπτασίαν, λέγει τοὺς μετ’ αὐτὸν ὄντας τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι· κατὰ μὲν τὴν ἱστορίαν ὁ Χρυσόστομος πάνυ ἡρμήνενυσε τὸν τόπον· ἔφη, ὅτι ἡ πρώτη ἐξήγησις ἡ λέγουσα, τῆς φωνῆς ἤκουον οἱ συνόντες, τῆς Παύλου φωνῆς λέγει ἀκούειν αὐτοὺς τῆς λεγούσης, “τίς εἶ Κύριε;“οὐδένα δὲ ἔβλεπον ἄνθρωπον εἰ μὴ Παῦλον· ἡ δὲ δευτέρα ἐξήγησις ἡ λέγουσα, τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι, φωνῆς λέγει τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης, μόνον δὲ τὸ φῶς τε- θεᾶσθαι.
- 13.20
Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε.
- 13.21
Εὐσεβίου. Παρεδόθη τῇ τυφλότητι ὥσπερ στρατιώτῃ μήπως ἐκ πολλῆς τῆς προλήψεως ἄρξηται λέγειν, ὅτι φαντασία τις γέγονε· καὶ τάχα παρήκουσα τὴν φωνήν· καὶ πῶς ἄνωθεν ἔκραξεν, ὃν κάτω ἐγὼ ᾔδειν; ἱν οὖν μὴ τὰ τοιαῦτα μερίζηται ἡ διάνοια, παρεδόθη τῇ τυφλότητι.
- 13.22
Χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
- 13.23
Τοῦ Χρυσοστóμου. Τὸ λάφυρον τοῦ διαβόλου, τὰ σκεύη καθάπερ πόλεως τινὸς μητροπόλεως ληφθείσης· καὶ τὸ δὴ θαυμαστὸν, αὐτοὶ οἱ πολέμιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν πάντων ὁρώντων.
- 13.24
Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
- 13.25
Τοῦ Αὐτοῦ Τοφλὀς ἦν· τι τούτου ἴσον γένοιτο; τῆς ἐπὶ Στεφάνου ἀθυμίας παράκλησις, ἡ Παύλου προσαγωγὴ γίνεται· ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθιὰν τὸ οὕτως αὐτὸν ἀπελθεῖν· λαβοῦσα δὲ καὶ ταύτην· καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι μεγίστην παρέσχον παράκλησιν· διατὶ δὲ μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη Χριστός· ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ τελευτῇ καὶ τῇ ἀναστάσει, ὁ καὶ τοὺς μαθητὰς διώκων, οὗτος πόθεν ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τῆς ἀναστάσεως ἡ ἰσχύς; ἔστω· ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί δὴ πρὸς αὐτόν; διατὶ οὖν μὴ μετὰ τὴν ἀνάστασιν εὐθέως; ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος· ὁ γὰρ οὕτως μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς δεσμωτήριον ἐμβάλλειν, ἀθρόον πιστεύει· οὐκ ἤρκεσε τὸ μὴ συγγενέσθι τῷ Χριστῷ, ἀλλὰ δὴ καὶ πολεμηθῆναι σφοδρῶς ὑπ’ αὐτοῦ τοὺς πιστούς· οὐδενὶ κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν· ἐπειδὴ δὲ τῆς δεσποτείας αὐτοῦ τὰ τεκμήρια καὶ τῆς φιλανθρωπίας εἶδε q, τότε ἀποκρίνεται, ἵνα μή τις εἴπῃ ὅτι ὑπεκρίνετο· ὁ καὶ αἱμάτων ἐπιθυμῶν, καὶ τοῖς ἱερεῦσι προσελθὼν, καὶ εἰς κινδύνους ἑαυτὸν ῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος, οὕτω δὴ τὴν δεσποτείαν ὁμολογεῖ· διατὶ δὲ οὐκ ἔνδον ἐν τῇ πόλει κατηυγάσθη τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; οὐκ ἃν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν· ὅπου γε κἀκεῖ ἀκούοντες ἔλεγον, ὅτι βροντῆς ἐστιν ἄνωθεν ἐνεχθείσης φωνή· οὗτος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων μᾶλλον τὰ αὐτοῦ· καὶ δεδεμένος εἰσήγετο· οὐ περικειμένων αὐτῷ δεσμῶν· καὶ εἷλκον αὐτὸν, τὸν προσδοκήσαντα αὐτοὺς ἕλξειν· καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν· κατεγίνωσκε γὰρ ἑαυτοῦ ἐπὶ τοῖς γινομένοις, ἐξομολογεῖτο, ηὔχετο, παρεκάλει τὸν Θεόν· εἰ δὲ λέγοι τις ἀνάγκης εἶναι τὸ πρᾶγμα· καὶ ὁ Ἐλύμας τὰ αὐτὰ ἔπαθε· πῶς οὖν οὐ μετέστη; τί δὲ ἀναγκαστικωτερον του σεισμοῦ του ἔπι τῆς ἀναστάσεως; τῶν στρατιωτῶν τῶν ἀπαγγειλάντων; τῶν σημείων τῶν ἄλλων; τοῦ ἰδεῖν αὐτὸν ἀναστάντα; ἀλλ’ οὐκ ἔστι ταῦτα ἀναγκαστικὰ, ἀλλὰ διδακτικά· οἱ Ἰουδαῖοι διατί οὐκ ἐπίστευσαν ταῦτα ἀκούοντες; ὅτι ἠλήθευε δῆλον ἦν· οὐ γὰρ ἃν μετέθετο μὴ γενομένου τούτου· ὥστε πάντα πιστεῦσαι ἔδει· τῶν τὴν ἀνάστασιν αὐτοῦ κηρυττόντων οὐκ ἦν οὗτος ἥττων, καὶ ἀξιοπιστότερος ἀθρόον μεταβεβλημένος· οὐ συνεγένετο τινὶ τῶν πιστῶν· ἀλλ’ ἐν Δαμασκῷ μετεβάλετο· μᾶλλον δὲ πρὸ τῆς Δαμάσκου τοῦτο ἔπαθεν.
- 13.26
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι ᾿Ανανίας· καὶ εἶπε πρὸς αὐτὸν ἐν ὁράματι ὁ Κύριος, ᾿Ανανία· ὁ δὲ εἶπεν, ἰδοῦ, ἐγὼ, Κύριε· ὁ δὲ Κύριος πρὸς αὐτόν· ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν· καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, τῷ γένει Ταρσέα.
- 13.27
᾿ΑΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤÉΡΟΥ. Ὅτι καὶ Ἀνανίας Διάκονος ἦν· ὡς καὶ αὐτὸς Παῦλος μαρτυρεῖ ἐν τοῖς Κανόσι· διὰ τὸ σπάνιν εἶναι Πρεσβυτέρων ἐν Σαμαρείᾳ διὰ τὸν γεγονότα διωγμόν.
- 13.28
Τοῦ ΧΡΥΣΟΣΤÓMOY. Τί δήποτε οὐδένα τῶν ἀξιοπίστων μεγάλων οὔτε εἵλκυσεν, οὐδὲ μετέστησε πρὸς τὴν τοῦ Παύλου κατήχησιν; ὅτι οὐκ ἔμελλε δι’ ἀνθρώπων ἐνάγεσθαι, ἀλλὰ δι’ αὐτοῦ τοῦ Χριστοῦ ἐπεὶ καὶ οὕτος ἐδίδαξε μὲν αὐτὸν οὐδὲν, ἐβάπτισε δὲ μόνον· ἅμα γὰρ φωτισθεὶς ἔμελλεν ἐπίστασθαι πολλὴν τοῦ Πνεύματος χάριν, ἀπὸ τοῦ ζήλου καὶ τῆς προθυμίας τῆς πολλῆς· ὅτι γὰρ οὐ τῶν σφόδρα ἐπισήμων ἦν, δῆλον.
- 13.29
᾿Ιδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ᾿Ανανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.
- 13.30
Τοῦ Αὐτοῦ Οὐκ εἶπε πρὸς αὐτὸν, διαλέχθητι καὶ κατήχησον αὐτόν· εἰ γὰρ εἰπὼν ὅτι εὔχεται, καὶ εἶδεν ἄνδρα ἐπιθέντα αὐτῷ τὰς χεῖρας, οὐκ ἔπεισε, πολλῷ μᾶλλον εἰ τοῦτο εἶπε, ὥστε, φησὶν, οὐ διαπιστήσει σοι.
- 13.31
᾿ΑΜΜΩΝÍΟΥ. Σημειωτέον ὅτι ἐκεῖνα τὰ ῥήματα r λέγεται, ἅπερ κοινωφελῆ ἐστι, καὶ συμβάλλεται εἰς θεοσέβειαν· ὅσα ἔχει τοῦ Κυρίου τὴν παράστασιν ἣ ἀγγέλου· καθ’ ὃν ἃν δέ ἐστιν ἰδικὰ, οὐκ ὀφείλει λαλεῖσθαι· πλὴν εἶ’ καὶ ἰδικὴ τοῦ Σαύλου ἦν ἡ ὠφέλεια· ἀλλ’ οὖν ἴασις παράδοξος συμβᾶσα πάλιν εἰς θεοσέβειαν τὸν ἄνθρωπον προσκαλεῖται.
- 13.32
᾿Απεκρίθη δὲ ᾿Ανανίας, Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίνσεν ἐν Ἰερουσαλήμ·
- 13.33
Τοῦ Αὐτοῦ Τί λέγεις; ὁ Θεὸς λέγει, καὶ σὺ ἀμφιβάλλεις; οὔπω καλῶς ᾔδεισαν τὴν δύναμιν τοῦ Χριστοῦ. Καὶ μετ’ ὀλίγα— Εἰ πρὸς αὐτὸν ἀντεῖπε, πολλῷ μᾶλλον εἰ ἄγγελον ἔπεμψε· διὰ τοῦτο οὐδὲ πρὸ τούτου ὁ Φίλιππος ἀκούει τὸ γινόμενον, ἀλλ’ ὁρᾶ τὸν ἄγγελον· καὶ τότε τὸ Πνεῦμα προστάττει αὐτῷ κολληθῆναι τῷ ἅρματι· ὅρα δὲ ἐνταῦθα πῶς αὐτοῦ τὸν φόβον ὑποτέμνεται· πηρός ἐστι, φησὶ, καὶ εὔχεται, καὶ σὺ δέδοικας; οὕτω καὶ Μωϋσῆς φοβεῖται· ὥστε τὰ ῥήματα φοβουμένου ἦν καὶ ἀναβαλλομένου, οὐκ ἀπιστοῦντος.
- 13.34
Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
- 13.35
Τοῦ Αὐτοῦ Πόθεν τοῦτο δῆλον; εἰκὸς ἦν αὐτοὺς ἐν φόβῳ ὄντας περιεργάζεσθαι· οὐχ ὡς οὐκ εἰδότος τοῦ Χριστοῦ ταῦτα λέγει, ἀλλὰ τούτων ὄντων, πῶς δύναταί, φησι, ταῦτα γενέσθαι; ἐπεὶ καὶ ἐκεῖνοι λέγουσι, “τίς δύναται σωθῆναι;“τοῦτο γεγένηται ἵνα πιστεύση τῷ ἐρχομένῳ· ἐν ὀνείρῳ εἶδε, προεμήνυσεν αὐτῷ· προσεύχεται, φησὶν, μὴ φοβοῦ. Καὶ μετ’ ὀλίγα—“Εἶδε,” φησὶν, “ἐν ὁράματι ἄνδρα ᾿Ανανίαν·” διὰ τοῦτο γὰρ ἐν ὁράματι, ἐπειδὴ πηρὸς ἢ; καὶ οὐδὲ τοῦ θαύματος ἡ ὑπερβολὴ εἷλε τὸν μαθητὴν, οὕτως ἐφοβεῖτο· ὅρα δὲ, Παῦλον τυφλὸν ὄντα ἀναβλέψαι οὕτως ἐποίησε.
- 13.36
Τοῦ Αὐτοῦ Ὅρα, φησὶ, τίνι με παραδίδως· φοβοῦμαι μή ποτέ με εἰς ῾Ιεροσόλυμα ἀπαγάγῃ· τι με εἰς τὸ στόμα ἐμβάλλεις τοῦ λέοντος; φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα μάθωμεν τὴν ἀρετὴν πάντοθεν τοῦ ἀνδρός· τὸ μὲν γὰρ παρὰ ᾿Ιουδαίων ταῦτα λέγεσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ τούτους οὕτω φοβεῖσθαι μέγιστον τεκμήριον τῆς τοῦ Θεοῦ δυνάμεως δείκνυται· καὶ φόβος δείκνυται, καὶ ὑπακοὴ μείζων μετὰ τὸν φόβον· ὄντως γὰρ ἰσχύος χρεία.
- 13.37
Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων, υἱῶν τε ᾿Ισραήλ.
- 13.38
Τοῦ Αὐτοῦ Οὐ μόνον πιστὸς ἔσται, φησὶν, ἀλλὰ καὶ διδάσκὰλος, καὶ πολλῇ χρήσεται τῇ παρρησίᾳ.
← Previous · Next → — showing 801–900 of 2,399
First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.