Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Acta

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,399 sections

  1. 15.20

    Τοῦ Χρυσοστόμου. Ἵνα μὴ ἐπ’ ἄλλον ἔλθωσι· οὐκ ἀπὸ τοῦ ἐπωνύμου μόνον, ἄλλα καὶ ἀπὸ τοῦ τόπου δηλοῖ τὸν ἄνδρα.

  2. 15.21

    Τοῦ Αὐτοῦ. Ἴδετε πῶς τὰ ἀνακεχωρημένα τῶν πόλεων ἐδιώκων οἱ Ἀπόστολοι ἐρημίας ὄντες φίλοι καὶ ἡσυχίας. τι οὖν εἰ συνέβη καὶ ἄλλον εἶναι; ἴδου ἔστι ἄλλο σημεῖον τὸ παρὰ θάλσσαν οἰκεῖν· οὐκ εἶπε διατί· ἵνα μὴ ἐκλύσῃ αὐτὸν ἐν ἐπιθυμίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι.

  3. 15.22

    Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,

  4. 15.23

    Τοῦ Αὐτοῦ. Ὁρᾶς οὐχ ἁπλῶς ταῦτα φησὶν, ὅτι οἱ προσκαρτερουντες αὐτῷ τοιοῦτοι ἤσαν. Καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.

  5. 15.24

    ᾿Αμμωνíoy. Σημειωτέον ὅτι οὐκ ἐμποδίζει ἡ στρατεία πρὸς θεοσέβειαν· κἀκεῖνο δὲ, ὅτι οὐκ ἀτάκτους οὐδὲ ἀσεβεῖς, ἀλλὰ Θεοσεβεῖς ἔπεμψε πρὸς τὸν Πέτρον ὁ Κορνήλιος· καὶ ὅτι καὶ τοῦτο δεῖγμα ἦν τῆς αὐτοῦ ὁσιότητος, τὸ συγκολλᾶσθαι καὶ ἔχειν ἐγγὺς ἑαυτοῦ θεοσεβεῖς ἄνδρας, διὰ τὸ “μετα ὁσίου ὅσιος ἔσῃ, καὶ τὰ εζης.

  6. 15.25

    Τοῦ Αὐτοῦ. Ὅρα τὸ ἄτυφον· οὐ γὰρ εἶπε, καλέσατέ μοι Πέτρον, ἀλλ’ ὥστε καὶ πεῖσαι ἐξηγήσατο ἅπαντα· τοῦτο οἰκονομικῶς· οὐ γὰρ ἠξίου ἀπὸ τοῦ ἀξιώματος αὐτὸν μεταπέμψασθαι· διὰ τοῦτο ἐξηγήσατο· οὕτω μέτριος ἦν ὁ ἀνήρ· καίτοι οὐδὲν μέγα ἢν φαντασθῆναι περὶ ἀνδρὸς καταγομένου παρὰ βυρσεῖ. Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων αὐτῶν καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἐνάτην.

  7. 15.26

    Τοῦ Αὐτοῦ. Ὅρα πῶς τοὺς καιροὺς συνάγει τὸ Πνεῦμα· οὔτε θᾶττον οὔτε βραδύτερον τοῦτο ποιεῖ γενέσθαι.

  8. 15.27

    Τουτέστι κατ’ ἰδίαν καὶ ἐν ἡσυχίᾳ, ὡς ἐν ὑπερῴῳ.

  9. 15.28

    Ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρα- σκευαζόντων δὲ αὐτῶν, ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις,

  10. 15.29

    Τί ἔστιν ἔκστασις ; μᾶλλον πνευματική τις ὡσανεὶ θεωρία γέγονεν αὐτῷ τοῦ σώματος· ὡσανεὶ εἴποι τις, ἐξέστη ἡ ψυχή.

  11. 15.30

    ἘΞ iκΕu1ΓΡΛ́ΦΩΥ. Ἡ ἔκστασις δηλοῖ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν, καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ἐπὶ τὰ πνευματικὰ ποδηγούμενον. ἀμέλει ἐκστὰς Πέτρος ἀπήγγειλεν ἃ ε7δε καὶ ἤκουσε. καὶ προσέτι τίνος ἦσαν σύμβολα· οὐκ ἄρα κατὰ τοὺς Φρύγας οἱ προφῆται ὑπὸ τοῦ Πνεύματος κατεχόμενοι ἐν παρα- φροσύνῃ εἰσὶν, ἀγνοοῦντες τί μὲν φθέγγονται, τι δὲ πράττουσι· δείκνυται δὲ τῷ κορυφαίῳ τῶν Ἀποστόλων διὰ τῆς ὀθόνης τὸ καθαρὸν τῆς Ἐκκλησίας διὰ τῶν τεσσάρων ἀρχῶν· τῶν εὐαγγελίων τὸ σωτήριον κήρυγμα, τὸ συνέχον τὴν Ἐκκλησίαν εἰς μίαν ἑνό- ἦτα πίστεως· διὰ δὲ τῶν θεωρηθέντων, τὸ ἐκ παντὸς ἔθνους διὰ τοῦ βαπτίσματος πεπληρῶσθαι τὴν Ἐκκλησίαν ἁγίων ἅμα καὶ ἁμαρτωλῶν.

  12. 15.31

    Διδύμο. Οἱ τὰς φύσεις εἰσάγοντες ἑτερολκτοι, φασὶν ἀν- επιδέκτους ε7ναι σωτηρίας τοὺς ἀνθρώπους ἐκείνους τοὺς διὰ φαυ- λότητα ἤθους, κύνας καὶ χοίρους καλουμένους· οἷς τὸ ἅγιον δι- δόναι καὶ τοὺς μαργαρίτας τοὺς θείους ἀπεῖπεν ὁ σωτήρ· πρὸς τούτοις τοὺς φύσει κακοὺς λέγουσι τοὺς εἰρημένους λύκους ἅρπα- γας καὶ ἀλώπεκας, καὶ πάντας ἁπαξαπλῶς τοὺς ὀνόμασιν ἀλόγων ζώων δηλουμένους· ἐλεγκτέον οὖν αὐτοὺς ὡς οὐδεὶς ἐκείνων κατὰ φύσιν, ἀλλὰ κατὰ πρόθεσίν ἐστι κακὸς, ἐκ τῆς ἐγκειμένης ὀπτα- σίας. τὸν γὰρ Πέτρον διδάξαι βουλόμενος ὁ Θεὸς μηδένα ἄνθρω- πον παραιτεῖσθαι ὡς κοινὸν ἣ ἀκάθαρτον ὄντα, σκεῦος ἐμφερές τι ὀθόνης ἐκ τοῦ οὐρανοῦ τέσσαρσιν ἀρχαῖς καθῆκεν ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ γένη τῶν ἀλόγων ζώων· ἀφ’ ὧν θύσας φαγεῖν ὁ Πέτρος προσετάττετο· ὁ δὲ ἀκμὴν ἐμμένων ἐν τῇ Ἰουδαϊκῇ συνηθείᾳ, αἰσθητὰ νομίσας τὰ ὁρώμενα, παρῃτήσατο εἰπὼν, ἣ ἀκάθαρτον μηδέποτε βεβρωκέναι· ταῦτα αὐτοῦ εἰρηκότος, ὁ χρησμὸς πρὸς αὐτόν ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου ἀφ’ οὐ καὶ γνῶσιν λαβὼν, ὡς περὶ ἠθῶν ἀνθρώπων τούτων εἰρημένων, δεδειχέναι αὐτῷ τὸν Θεὸν, ὡς οὐδεὶς κατὰ φύσιν ἀκάθαρτος ἀνθρώ- πων· διὸ καὶ ἀναντιρρήτως ἀπαντῆσαι πρὸς τὸν Κορνήλιον, ὠφελη- θῆναι θέλοντα σὺν παντὶ τῷ οἴκῳ τὴν εὐαγγελικὴν διδασκαλίαν· ὅθεν ἐπιδέδεικται τὰ τετράποδα καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ ἀναφορὰν ἔχοντα εἰς τὰς ἀνθρώπων καταστάσεις ὑπὸ Θεοῦ χαρισθέντα· οὐ διὰ φύσιν ἀντιπράττουσαν, τὸ ἅγιον ἣ τοὺς μαργαρίτας κεκώλυται κυσὶν ἣ χοίροις διδόναι· ἀλλὰ διὰ προαίρεσιν χειρίστην ἣν καταλεῖψαι δυνατὸν, μηκέτι κύνα ἣ χοῖρον ὄντα. ἡ Συροφοινίκισσα γοῦν γυνὴ διὰ πίστιν ἐκ κυνὸς ἄνθρωπος γέγονεν· ὅθεν καὶ τὸν ἄρτον τῶν τέκνων παρέσχεν αὐτῇ ὁ Ἰησοῦς.

  13. 15.32

    “Ἐγένετο δὲ ἐπ’ αὐτόν,” φησιν, “ἔκστασις, καὶ θεωρεῖ τὸν οὐ- “ρανὸν ἀνεῳγμένον.” Οἱ γυναικῶν παραπαιουσῶν ἑλόμενοι εἰναι μαθηταὶ, οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Φρυγίας, φασὶ τοὺς προφήτας κατεχομένους ὑπὸ τοῦ Ἁγίου Πνεύματος μὴ παρακολουθεῖν ἑαυτοῖς παραφερομένοις κατὰ τὸν τῆς προφητείας καιρόν. δοκοῦσι δὲ ἀπόδειξιν ἔχειν ταύτης τῆς κακοδοξίας ἐκ τῆς προκειμένης γραφῆς λεγούσης ἐξεστακέναι τὸν Πέτρον· ἀλλ’ ἴστωσαν οἱ ἠλίθιοι, οἱ ἀληθῶς παραπαίοντες, ὡς πολλὰ σημαίνει ἡ λέξις αὕτη. δηλοῖ γὰρ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν· καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ποδηγούμενον ἐπὶ τὰ πνευματικά· καὶ τὸ παρακόπτειν· ὅπερ οὐ λεκτέον οὔτε ἐπὶ Πέτρου, οὔτε τῶν προφητῶν· ἀλλὰ τὰ ἄλλα ἐκ τῆς λέξεως σημαινόμενα· ἀμέλει γοῦν ὁ ἐκστὰς Πέτρος παρηκολούθει, ὡς ἀπαγγέλλειν ἃ εἶδε καὶ ἤκουσε, καὶ τίνος σύμβολα τὰ δειχθέντα ἦν. Ταῦτα καὶ περὶ τῶν προφητῶν πάντων ἐρεῖς παρακολουθούντων οἷς ἔλεγον τὰ θεωρούμενα· σοφοὶ γὰρ ἦσαν νοοῦντες ἀπὸ τοῦ ἰδίου στόματος ἃ προέφερον· τοῦ Κυρίου μετὰ τὴν ἀνάστασιν φανερῶς ἐντειλαμένου μαθητεῦσαι πάντα τὰ ἔθνη z. ἣ πῶς οἱ ἐν Ἱεροσολύμοις Ἀπόστολοι ἀκούσαντες τὰ κατὰ τὸν Κορνήλιον, διεκρίνοντο πρὸς τὸν Πέτρον· πάνυ μὲν οὖν ἐδεῖτο τῆς περὶ τῶν ἐθνῶν θείας ἀποκαλύψεως ὁ τῶν Ἀποστόλων ἔξαρχος Πέτρος ὁ πανάγιος· οὐ γὰρ ἐγίνωσκεν ὅτι περιτομῆς καὶ ἀκροβυστίας οὐκ ἔστι διαστολὴ κατὰ τὴν πίστιν· οὔτε μὴν ᾔδει σαφῶς ὅτι δίχα τῆς κατὰ νόμον φαινομένης λατρείας μαθητευθῆναι τὰ ἔθνη ὁ Κύριος εἶπεν, ἕως οὗ τῆς ἀπορρήτου βουλῆς αὐτοῦ καὶ ἀποκαψύψεως ἐφανέρωσε τὸ μυστήριον· διά τε τοῦ κατὰ τὴν σινδόνα παραδείγματος πείσας, διά τε τῆς ἴσως τὴν πίστιν δοθείσης καὶ τοῖς ἔθνεσι χάριτος τοῦ ῾Αγίου Πνεύματος, ὡς οὐκ ἔστιν ἐν Χριστῷ διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὅπερ καὶ οἱ ἐν Ἱεροσολύμοις ἀγνοοῦντες Ἀπόστολοι διεκρίνοντο πρὸς αὐτὸν, ἕως ἔμαθον καὶ αὐτοὶ τὸν ἐν ἀποκρύφοις πλοῦτον τῆς ἐπὶ πάντας ἀνθρώπους θείας χρηστότητος. θείας γὰρ ζωῆς καὶ καινῆς λατρείας παρὰ τὴν νομικὴν εἰσαγωγὴν, καὶ ψυχῆς ἑκουσίως σώματος ἑαυτὴν ἀπολυούσης καταγνώμην u ὑπῆρχε διδαχῇ, καὶ ἄλλης ἀρχὴ θειοτέρας γενέσεως ὑποτύπωσις ἡ τοῦ κηρύγματος χάρις· καὶ διὰ τοῦτο τῆς τοῦ προστάξαντος ἔχρηζον ἐφ’ ἑκάστῳ λόγῳ διδαχῆς οἱ ταύτην πιστευθέντες τὴν διακονίαν· εἰ δέ τῳ x μὴ δοκῶ τοῦ δέοντος εἶναι περιεργότερος, πᾶς λόγος θείας ἐντολῆς δεῖται πάντως τοῦ ἐπ’ αὐτῷ πρὸς ἐνέργειαν ὁρισθέντος τρόπου διδαχῆς καὶ ἀποκαλύψεως· οὐ γάρ ἐστι τὸ παράπαν τὸ διαγινῶσκον τόν τινος λόγου τρόπον χωρὶς τοῦ φαμένου τὸν λόγον ἀποκαλύψεως· ὅπερ εἰδὼς καὶ ὁ πανεύφημος Πέτρος, λαβὼν ἤδη παρὰ τοῦ Κυρίου τὸν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος λόγον, οὐκ ἐνεχείρησεν· ἀναμένων διδαχθῆναι παρὰ τοῦ δόντος τὸν λόγον, τοῦ λόγου τὸν τρόπον.

  14. 15.33

    Καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην,

  15. 15.34

    Τοῦ Χρυσοστóμου. Σύμβολον τῆς οἰκουμένης ἁπάσης ὁ ἀκρόβυστος ἦν· οὐδὲ γὰρ κοινὸν εἶχε πρὸς Ἰουδαίους· ἔμελλον αὐτοῦ κατηγορεῖν ἅπαντες ὡς παραβάτου· τοῦτο πάνυ αὐτοῖς προσίστατο· ὅρα οὑν τι οἰκονομεῖται, ἱν ἔχῃ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ὁ τι καὶ ἀντεῖπε· πάνυ γὰρ αὐτοὺς ἔδει τὸν νόμον φυλάττειν. εἰς ἔθνη ἐπέμπετο· ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατηγορήσωσιν, ὅρα πόσα οἰκονομεῖται· ἵνα γὰρ μὴ δόξῃ φαντασιά τις εἶναι, εἶπον y, φησὶ, “μηδαμῶς Κύριε.

  16. 15.35

    Εὐαγρίου. Αἱ τέσσαρες ἀρχαὶ τὰ τέσσαρα στοιχεῖα καὶ τὸ φανὲν σκεῦος τὸν παχύτερον κόσμον σημαίνει· καὶ τὰ διάφορα ζῷα τῆς τῶν ἀνθρώπων ἐστὶ καταστάσεως σύμβολα.

  17. 15.36

    Τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα· καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐ- ρανου.

  18. 15.37

    Τέσσαρσιν εὐαγγελίοις δεδεμένην τὴν Ἐκκλησίαν, ἐν ᾗ πάντα τὰ ἔθνη.

  19. 15.38

    Καὶ ἐγένετο φωνὴ πρὸς αὐτὸν, ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. ὁ δὲ Πέτρος εἶπε, μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.

  20. 15.39

    Ἴσως ἐπὶ γόνατα κείμενος εἶδε τὴν ὀπτασίαν· ἐμοὶ δοκεῖ καὶ κήρυγμα τοῦτο ὅτι θεῖον ἦν τὸ γενόμενον· τό τε ἄνωθεν ἰδεῖν, τὸ τε ἐν ἐκστάσει γενέσθαι, καὶ τὸ φωνὴν ἐκεῖθεν ἥκειν, καὶ τὸ τρὶς ὁμολογῆσαι ὅτι ἀκάθαρτα ἦν, καὶ τὸ ἐκεῖθεν ἥκειν, καὶ τὸ ἐκεῖ ἀνασπασθῆναι μέγα δεῖγμα καθαρότητος. διατί δὲ καὶ τοῦτο γίνεται; διὰ τοὺς μετὰ ταῦτα, οἷς μέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤκουσεν, ὅτι “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· εἰ γὰρ καὶ περιτομῆς ἐδεήθη καὶ θυσίας ὁ Παῦλος, πολλῷ μᾶλλον τότε, ἐν ἀρχῇ τοῦ κηρύγματος ἀσθενεστέρων ὄντων αὐτῶν.

  21. 15.40

    Του ἁγίου ἐπιφανίου ἐπισκόπου Κύπρου ἐκ τοῦ Α βιβαίου τῆν Παναρίων κατὰ ᾿Εβιωναίων. Εὑρεθήσεται ἐκ τῆς ἀληθείας ἡ σύστασις· εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν βρωμάτων διεξεληλυθέναι λόγον τὸν ἅγιον Πέτρον, καὶ λέγειν ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον, ὡς καὶ βόας καὶ αἶγας, καὶ πρόβατα καὶ ὄρνις κοινὰ λέγεσθαι παρ’ αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς· μετὰ γὰρ τὸ γῆμαι, καὶ τέκνα κεκτῆσθαι, καὶ πενθερὰν ἔχειν, συνέτυχε τῷ Σωτήρι’ ἐξ ᾿Ιουδαίων ὁρμώμενος· Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι, καὶ κρεωφαγία παρ’ αὐτοῖς οὐκ ἔστι βδελυκτὴ, οὐδὲ ἀπηγόρευται· ἄρα οὖν αὐτοῦ βεβρωκότος ἀπ’ ἀρχῆς, εἰ καὶ εὐθέως τοῦ συναντῆσαι τῷ Σωτήρι’ εἴποιμεν, δειχθήσεται ὅτι οὐδὲν ἡγήσατο κοινὸν τῶν οὐ κοινῶν λεγομένων· καὶ γὰρ οὐ κατὰ πάντων ἀπεφήνατο τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρτων· πάλιν δὲ τούτου δειχθέντος, ὅτι οὐ περὶ πάντων κρεῶν ἔλεγεν ὡς κοινῶν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ Θεὸς τῆς ἁγίας Χριστοῦ Ἐκκλησίας τὸν χαρακτῆρα παραδοὺς, ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· πάντα γὰρ αὐτῷ ἐστι καθαρὰ μετὰ εὐχαριστίας καὶ εὐλογίας Θεοῦ λαμβανόμενα· ἀλλ’ εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἣ ἀκαθάρτους, ὅμως ὁ λόγος τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ἔμφασιν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντὶ σαφὲς ἃν εἴη.

  22. 15.41

    Ἀμμωνίου. Μαλλὸν ἣ πάντα ἀκάθαρτα ἦν ἐν τῷ σκεύει ὀθονοειδεῖ, ἣ δεικτικῶς ἡ φωνὴ αὐτῷ ἐσήμανεν ἐκ τῶν ἀκαθάρτων φαγεῖν· ἢ καὶ κοινῷ ὀνόματι ἀορίστως εἰποῦσα ἡ φωνὴ, ἀναστὰς, φάγε ὃ δοκεῖ σοι ἐκ τῶν φαινομένων, ἐποίησε τὸν Πέτρον εἰπεῖν, “μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινόν·” “τοῦτο δὲ “ἐγένετο ἐπὶ τρίς.”

  23. 15.42

    Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτὸν,

  24. 15.43

    Τοῦ ἁγίου Κυρίλλου ἐκ Τοῦ Δευτέρου Τεύχουσ τῶν Κατὰ Ἰουλιανοῦ. Τοῦ θεσπεσίου Πέτρου ἐπὶ τοῖς Ἰουδαίοις ἐμφιλοχωρεῖν ἐθέλοντος, καὶ οἷον ὀκνοῦντος ἰέναι πρὸς τὰ βελτίω, διὰ τὸ ἡττῆσθαι y δεινῶς τῇ περὶ τοὺς τύπους αἰδοῖ, καθίησι τὴν ὀθόνην ἐξ οὐρανοῦ Θεὸς, ἐγγεγραμμένων αὐτῇ τῶν ζώων, ἃ ταῖς τοῦ νόμου ψήφοις αἰνιγματωδῶς μὲν, ὡς ἔφην, πλὴν ὡς βέβηλα κατεκρίνετο· καὶ δὴ καὶ σφάττειν ἐκέλευε, καὶ εἴπερ ἕλοιτο ποιεῖσθαι τροφήν· ἀλύοντος δὲ καὶ οὕτω τοῦ μαθητοῦ, καὶ δὴ καὶ λέγοντος ᾿Ιουδαϊκῶς, “μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν “κοινὸν καὶ ἀκάθαρτον·” οὐδὲ εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον· φωνὴ κατεδόθη, μονονουχὶ καὶ ἐπιπλήττοντος αὐτῷ τοῦ Θεοῦ, λέγοντός τε σαφῶς, “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου· εἰτα συνῆκεν εὐθὺς, ὡς ἐνειστήκει καιρὸς τοῦ μεταπλάττεσθαι δεῖν πρὸς ἀλήθειαν τὰς σκιάς. ἡ δέ γε τῶν τύπων εἰς ἀλήθειαν μεταφοίτησις, ἀποπεραίνει μᾶλλον αὐτοὺς, καὶ οὐ καθάπερ οἴονταί τινες εἰκῆ τεθειμένους ἀποφήνειεν ἄν· οὐκοῦν οὐ ποτὲ μὲν ὁ νομοθέτης καθαρὸν οἶδε τὸν σῦν, ἤγουν τὰ ἕτερα, ποτὲ δὲ οὐχί· ἀλλ’ οἶδεν εὖ γεγονότα· οὐκοῦν εἰ καὶ μὴ πρόσεστιν ὑσὶ τὸ μαρυκᾶσθαι τυχὸν, ἀλλ’ οὖν οὐκ ἀκάθαρτον· ἐδώδιμον δὲ μᾶλλον ἐστὶ τὸ ζῶον κατὰ μίαν· εἰ δέ τινας κατ’ οὐδένα τρόπον, τόγε ἧκον εἰς ἰδίαν φύσιν· τύποι γὰρ, ὡς ἔφην, ὁ νόμος, καὶ σκιαὶ μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι.

  25. 15.44

    Τοῦ Χρυσοστóμου. Δοκεῖ μὲν πρὸς αὐτὸν λέγεσθαι ἡ τὸ δὲ πᾶν πρὸς Ἰουδαίους λέγεται· εἰ γὰρ ὁ διδάσκαλος ἐπιτιμᾶται, πολλῷ μᾶλλον οὗτοι· ἡ οὖν γῆ τουτέστιν ἡ σινδὼν, τὰ δὲ ἐν αὐτῇ θηρία οἱ ἐξ ἐθνῶν· τὸ δὲ “θῦσον καὶ φάγε,” ὅτι κἀκείνοις δεῖ προσιέναι· τὸ δὲ τρίτον τοῦτο γενέσθαι τὸ βάπτισμα.

  26. 15.45

    Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.

  27. 15.46

    Εἰρηναίου. τοῦ Πέτρου τὴν ἀποκάλυψιν ἰδόντος, ἐν ᾗ οὐράνιος εἶπεν αὐτῷ φωνὴ, “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου· τοῦθ’ ὅτι διὰ τοῦ νόμου μεταξὺ καθαρῶν καὶ ἀκαθάρτων διαστείλας ὁ Θεὸς, οὗτος κεκαθάρικε τὰ ἔθνη διὰ τοῦ αἵματος τοῦ παιδὸς αὐτοῦ, ὃν καὶ ὁ Κορνήλιος ἐσέβετο.

  28. 15.47

    Τοῦ Χρυσοστóμου. Πολλὴ ἡ τόλμα· διατὶ ἀντεῖπε; ἵνα μή τις εἴπῃ ὅτι ἐπείραζεν ὁ Θεὸς ὥσπερ ἐπὶ τοῦ Ἀβραάμ· διὰ τοῦτο φησὶν, οὐχὶ ἀντιλέγων· ὥσπερ οὖν καὶ πρὸς τὸν Φίλιππον ἔλεγε “πόσους ἄρτους ἔχετε οὐχ ἵνα μάθῃ, ἀλλὰ πειράζων αὐτόν· καὶ μὴν αὐτός ἐστιν ὁ περὶ καθαρῶν καὶ ἀκαθάρτων διαλεχθεὶς ἀνθρώπῳ· ἀλλὰ καὶ ἐκεῖ τετράποδα ἦν, καὶ οὐδὲ οὕτως ᾔδει.

  29. 15.48

    Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.

  30. 15.49

    Ἀμμωνίου. Τὸ τῆς τριάδος δείκνυσιν αὐτῷ τὸ ἀληθὲς τῆς ὀπτασίας· ὥσπερ καὶ ἡ εἰς Τριάδα πίστις τὴν ἀληθῆ θεοσέβειαν παρίστησιν.

  31. 15.50

    Ὡς δὲ ἐν αὐτῷ διηπόρει ὁ Πέτρος, τί ἃν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου,

  32. 15.51

    Τοῦ Κρυσοστóμου. Εὐκαίρως ἔρχονται οἱ ἄνδρες τὴν λύοντες· ἐπεὶ καὶ τὸν Ἰωσὴφ πρότερον εἴασε θορυβηθῆναι ὁ Χριστὸς, καὶ τότε τὸν ἄγγελον πέμπει· εὐκόλως γὰρ ἡ ψυχὴ δέχεται τὴν λύσιν, πρότερον ἐν ἀπορίᾳ γενομένη· οὔτε πρὸ τούτου, ἀλλὰ περὶ τὸν καιρὸν καθ’ ὃν ἠρώτησαν εἰ ἐκεῖ ἐξενίζετο.

  33. 15.52

    Διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα·

  34. 15.53

    Τοῦ Αὐτοῦ Ἅτε ὡς εὐτελῆ οἰκίαν κάτωθεν ἐπυνθάνοντο, τοὺς γείτονας ἠρώτων.

  35. 15.54

    Καὶ φωνήσαντες ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. τοῦ δὲ Πέτρου διανοουμένου περὶ τοῦ ὁράματος, εἶπε τὸ Πνεῦμα αὐτῷ,

  36. 15.55

    Τοῦ Αὐτοῦ Καὶ πάλιν τοῦτο ἀπολογία Πέτρου πρὸς τοὺς μαθητὰς, ἵνα μάθωσιν ὅτι καὶ διεκρίθη καὶ ἐπαιδεύθη μὴ διακρί- νεσθαι.

  37. 15.56

    Ἀμμωνἰου. Σημειωτέον ὅτι οὐ δεῖ τινὰ ἑαυτῷ αὐθεντεῖν καινοτομίας εἰσάγειν ἐν τῇ πίστει· ὅπου μετὰ ὀπτασίαν ὁ Πέτρος τοσοῦτον διηπόρει, ὥστε καὶ Πνεῦμα αὐτὸν προτρέψασθαι· δεῖ οὖν καὶ θείας προτροπῆς ἐν τοῖς δοκοῦσι παρὰ κανόνα γίνεσθαι, ὡς καὶ ἄνω ἐπὶ τοῦ βαπτίσματος Φιλίππου σεσημείωται· ὃν εἶπον διάκονον ὄντα μὴ δύνασθαι δίχα ἀνάγκης βαπτίζειν.

  38. 15.57

    Ἰδοὺ, ἄνδρες τρεῖς ζητοῦσί σε· ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.

  39. 15.58

    Τοῦ Αὐτοῦ Πολλὴ τοῦ Πνεύματος ἡ ἐξουσία· ὃ γὰρ ποιεῖ ὁ Θεὸς, τοῦτο λέγεται τὸ Πνεῦμα ποιεῖν· ὁ μὲν γὰρ αγγελος οὐχ οὕτως· ἀλλὰ πρῶτον εἶπεν, “αἱ εὐχαί σου καὶ ἐλεημο- “σύναι σου·” ἵνα δείξῃ ὅτι ἐκεῖθεν ἀπέσταλται· τὸ δὲ Πνεῦμα οὐχ οὕτως· ἀλλ’ ὅτι “αὐτοὺς ἐγὼ ἀπέσταλκα.”

  40. 15.59

    Τοῦ Αὐτοῦ. Καὶ οὐκ εἶπε, διὰ γὰρ τοῦτο ὅραμά σοι ὤφθη· ἀλλ’ “ἐγὼ αὐτοὺς ἀπέσταλκα· οὕτω δεῖ τῷ Πνεύματι πείθεσθαι, εὐθύνας οὐκ ἀπαιτοῦντα· ἀρκεῖ πρὸς πᾶσαν πληροφορίαν τὸ ακοῦσαι παρ’ αὐτοῦ· τόδε ποιῆσον· τόδε πίστευσον· μηδὲν πλέον.

  41. 15.60

    Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας τοὺς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὐτὸν, εἶπεν, ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία, δι’ ἢν πάρεστε;

  42. 15.61

    Τοῦ Αὐτοῦ Εἶδε στρατιώτην· εἶδεν ἄνθρωπον· οὐκ ἐφοβήθη λοιπὸν, ἀλλὰ πρότερον ὁμολόγησας αὐτὸς εἶναι καὶ ζητήσας, τότε τὴν αἰτίαν πυνθάνεται· ἵνα μὴ νομισθῇ διὰ τοῦτο τὴν αἰτίαν πυνθάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι· ἵνα ἃν μὲν εὐθέως κατεπείγει, καὶ συνεξέλθῃ· ἂν δὲ μὴ, ἵνα ξενίσῃ εἰς τὸν οἶκον αὐτοὺς.

  43. 15.62

    Οἳ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων.

  44. 15.63

    Toῦ αὐτοῦ. Λέγουσι τὰ ἐγκώμια, ὥστε πεῖσαι, ὅτι καὶ ἄγγελος ὤφθη αὐτῷ· ὅρα πόθεν ἡ ἀρχὴ γίνεται τῶν ἐθνῶν· ἀπὸ ἀνδρὸς εὐσε- βοῦς ἀξίου φανέντος ἀπὸ τῶν ἔργων· εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὁμ́ως σκανδαλίζονται, εἰ μὴ τοῦτο ἦν· τί οὐκ ἃν ἐγένετο ; ὅρα πόση ἀσφάλεια, ὥστε μηδὲν αὐτοὺς παθεῖν δεινόν.

  45. 15.64

    Ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου, μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.

  46. 15.65

    Toῦ αὐτοῦ. Μῆ καταφρονήσῃς· οὐχ ὡς καταφρονῶν ἔπεμψεν, ἀλλ’ ἐκελεύσθη οὕτως. * ὅτι μετασταλεὶς ὁ Πέτρος ἦλθε πρὸς Κορνήλιον.

  47. 15.66

    Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε.

  48. 15.67

    Toῦ Αὐτοῦ. Μετὰ παρρησίας λοιπὸν καὶ συνδιαιτᾶται, καὶ ἦλθον σὺν αὐτῷ ἄλλοι.

  49. 15.68

    Tῇ ἐπαύριον ἀναστὰς ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ· καὶ τῆ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν.

  50. 15.69

    Toῦ Χρυσοστόμωυ. Καλῶς πρότερον φιλοφρονεῖται τοὺς ἄν- δρας, ἄτε ἄπο καμάτου ὄντας, καὶ οἰκεῖοι ἑαυτῷ καὶ τινες ἔρχον- τᾶι μετ’ αὐτοῦ· καὶ τοῦτο οἰκονομικῶς, ὥστε ε-ι’ναι μάρτυρας μετὰ ταῦτα, ὅταν ἀπολογει-σθαι δέῃ Πέτρον.

  51. 15.70

    Tοῦ αὐτοῦ. Ἐπίσημος ἦν ὁ ἀνὴρ, καὶ ἐν ἐπισήμῳ πόλει τυγ- χάνων· διὰ τοῦτο πάντα γίνεται· καὶ ἀπὸ τῆς Ἰουδαίας ἀρχὴν λαμβάνει τὸ πρᾶγμα· οὐχὶ ἐν ὕπνῳ ὤφθη, ἀλλ’ ἐγρηγορότι· ἐν ἡμέρᾳ, περὶ ὥραν ἐνάτην οὕτως αὐτῷ προσεῖχεν.

  52. 15.71

    Ὀ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκελεσά- μένος τοὺς συγγενεῖς αὐτοῦ, καὶ τοὺς ἀναγκαίους φί- λους.

  53. 15.72

    Τοῦ αὐτοῦ. τοῦ φίλου τοῦτο θεοσεβοῦς, ἐν τοῖς τοιούτοις ἀγα-5o θοῖς πάντων ποιεῖσθαι κοινωνοὺς τοὺς ἀναγκαίους φίλους· εἰκότως οἷς ἐθάρρει ἀεὶ περὶ τοιούτων ὄντος αὐτῷ τοῦ ἀγῶνος· φοβούμενος τοῖς ἄλλοις ἐγχειρίσαι. ἐμοὶ δὲ καὶ φίλοι καὶ συγγενεῖς παρ’ αὐ- τοῦ δοκοῦσιν εὐωχεῖσθαι· ὅρα πῶς ἐπίστευσεν ὅτι πάντως ἥξει ὁ Πέτρος.

  54. 15.73

    Ὡς δὲ ἐγένετο εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνη- σεν.

  55. 15.74

    Τοῦ Αὐτοῦ τοῦτο καὶ τοὺς ἄλλους παιδεύων, καὶ τῶ Θεῶ εἰχαριστῶν, χαριστῶν, καὶ τὸ ταπεινὸν αὐτοῦ ἐνδεικνύμενος.

  56. 15.75

    Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, ἀνάστηθι, καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι· καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε· καὶ εὑρίσκει συνεληλυθότας πολλούς.

  57. 15.76

    Τοῦ Αὐτοῦ. Ὅρα πῶς πρὸ τῶν ἄλλων τοῦτο αὐτοὺς παιδεύουσι, μηδὲν μέγα περὶ αὐτὸν φαντάζεσθαι.

  58. 15.77

    Ἀμμωνιου. Εἰ ὁ Πέτρος ὁ τοσοῦτος οὐκ ἠνέσχετο τοῦ αὐτῷ, ἶσον ἑαυτὸν ποιῶν τῷ Κορνηλίῳ, καὶ ταῦτα ἔτι ὄντι ἐθνικῷ, τί δεῖ εἰπεῖν περὶ τῶν λοιπῶν ἀνθρώπων;

  59. 15.78

    Ἔφη τε πρὸς αὐτοὺς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσεύχεσθαι ἀλλο- φύλῳ.

  60. 15.79

    Τοῦ Χρυσοστὀμου. Ὄρα εὐθέως περὶ τῆς τοῦ Θεοῦ διαλέγεται· καὶ δείκνυσιν ὅτι μεγάλα αὐτοῖς ἐχαρίσατο ὁ Θεός· καὶ ὅρα πῶς ὁμοῦ καὶ μεγάλα φθέγγεται, καὶ μετριάζει· οὐ γὰρ εἶπεν, ἄνθρωποι, μηδενὶ καταξιοῦντες κολλᾶσθαι ἤλθομεν πρὸς ὑμᾶς, ἀλλάγε, ὑμεῖς ἐπίστασθε, ὁ Θεὸς τοῦτο ἐκέλευσε παρά. νόμον εἰναι κολλᾶσθαι ἣ προσεύχεσθαι ἀλλοφύλῳ.

  61. 15.80

    Καί μοι ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.

  62. 15.81

    Εἰρηναίου. Διὰ τῶν λόγων τούτων σημαίνων ὅτι οὐκ ἂν πορεύετο πρὸς αὐτοὺς, εἰ μὴ κεκέλευστο· ἴσως γὰρ οὐδὲ τὸ βάπτισμα οὕτως εὐχερῶς ἔδωκεν αὐτοῖς, εἰ μὴ τοῦ Πνεύματος τοῦ Ἁγίου ἐπαναπαύοντος Ζ αὐτοῖς, προφητεύοντας αὐτοὺς ἀκηκόει· καὶ διὰ τοῦτο ἔλεγε· μή τις τὸ ὕδωρ κωλύσαι δύναται τού- “τοὺς, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;“πείθων ἅμα τοὺς συμπαρόντας καὶ σημαίνων, ὅτι εἰ μὴ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς ἐπαναπέπαυτο, ἦν ὁ κωλύσων αὐτοὺς τοῦ βαπτίσματος.

  63. 15.82

    Τοῦ Χρυσοστὀμου. Ἵνα μηδεὶς οὕτω τὴν χάριν ἔχῃ, ταῦτά φησιν· ἵνα μὴ δόξη κολακεύειν αὐτόν.

  64. 15.83

    Ἀμμωνιου. Σημειωτέον ὅτι αὐτὸς ὁ Θεὸς ἐπέτρεψε τῷ Χριστιανῷ λαῷ, μηδένα ἄνθρωπον κοινὸν ἢ ἀκάθαρτον λέγειν, ἀλλὰ συνεῖναι αὐτοῖς· ἅτε ἐλπίδα ἔχοντες τοῦ πιστεύειν μάλιστα εἰς τὸν Χριστόν.

  65. 15.84

    Διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς.

  66. 15.85

    Ἵνα μὴ νομίσωσιν ὅτι παρανομία ἦν τὸ πρᾶγμα, μὴ δὲ νομίσῃ ἐπειδὴ ἄρχων ἦν διὰ τοῦτο ὑπήκουσεν· ἀλλὰ τὸ πᾶν τῶ Θεῶ λογίσωνται. οὐ μόνον κολλᾶσθαι ἀλλ’ οὐδὲ προσέρχεσθαι ἑξῆν.

  67. 15.86

    Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με.

  68. 15.87

    Τοῦ Αὐτοῦ Ἤδη τὸ πᾶν ὁ Πέτρος ἤκουσε καὶ παρὰ τῶν στρατιωτῶν, ἀλλὰ πρῶτον βούλεται αὐτοὺς ὁμολογῆσαι, καὶ ὑπευθυνους ποίησαι τῇ πίστει ἤκουσε γὰρ παρὰ τῶν στρατιωτῶν.

  69. 15.88

    Καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας, ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῳ οἴκῳ μου.

  70. 15.89

    “Τὴν ἐνάτην ὥραν,” φησὶ, “προσευχόμενος,” τι ἐστι τοῦτο ἐμοὶ δοκεῖ καιροὺς οὗτος ὡρικέναι ἑαυτῷ βίου ἀκριβεστέρου· καὶ ἔν τισιν ἡμέραις· διὰ γὰρ τοῦτο εἶπεν“ἀπὸ τετάρτης ἡμέρας·” ὅρα πόσον ἐστὶν εὐχή· ὅτε ἐπέδωκεν εἰς εὐλάβειαν, τότε φαίνεται αὐτῷ ὁ ἄγγελος. αὕτη μία ἡμέρα, καὶ ἣν ἀπῆλθον οἱ πεμφθέντες παρὰ Κορνηλίου, μία· καὶ ἣν ἦλθον, μία· καὶ τετάρτη ἐφάνη ὡσεὶ τρίτην ὥραν μεθ’ ἣν προσηύξατο.

  71. 15.90

    Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ· πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ· σύ τε καλῶς ἐποίησας παραγενόμενος.

  72. 15.91

    Τοῦ Χρυσοστόμου. Ἵνα δείξῃ ἑαυτὸν ἄξιον ὅντα· ἐπειδὴ εἶπεν, “ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν Ἰουδαίῳ κολλᾶσθαι, ἢ συνεύ- “Χεσθαι ἀλλοφύλῳ·” οὐκ ἔστι τοῦτο κενοδοξίας·“πάντες ἐπίστασθε,” φησὶ, καὶ τὴν ἐκείνων κατεγγυήται γνώμην.

  73. 15.92

    Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου.

  74. 15.93

    Τοῦ Αὐτοῦ. Ὄρα ὅση πίστις ὄρα ὅση εὐλάβεια ᾔδει ὅτι οὐδὲν ἀνθρώπινον εἶπε Πέτρος· ὅτι ὁ Θεὸς ἔδειξέ μοι, φησί· λέγει λοιπὸν οὗτος, πάρεσμεν ἀκοῦσαι τὰ προστεταγμένα σοι ὑπὸ τοῦ “Κυρίου.”

  75. 15.94

    Τοῦ Αὐτοῦ Οὐχὶ ἐνώπιον ἀνθρώπου ἀλλὰ τοῦ Θεοῦ· οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις· εἴδετε διάνοιαν διεγηγερμένην· εἴδετε πῶς ἄξιος ἦν πάντων τούτων.

  76. 15.95

    Ἀνοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· ἐπ’ ἀληθείας καταλαμβάνομαι.

  77. 15.96

    Εἰρηναίου ἐπισκόπου Λουγδούνων. Τρανῶς σημαίνει ὅτι ὃν πρότερον Θεὸν ἐφοβεῖτο ὁ Κορνήλιος, τὸν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν κατηχεῖτο, δι’ ὧν b καὶ τὰς ἐλεημοσύνας ἐποίει, οὗτος ἐπ’ ἀληθείας ἐστὶ Θεός· ἔλειπε δὲ αὐτῷ ἡ τοῦ Υἱοῦ γνῶσις.

  78. 15.97

    Ὄτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς,

  79. 15.98

    Τοῦ Χρυσοστόμου. Τουέστιν ἄν τε ἀκρόβυστος ᾖ, ἄν τε ἐμπερίτομος c τι οὖν φησι; δεκτὸς αὐτῷ ἐστὶν ὁ ἐν Πέρσιδι; ἂν ᾖ ἄξιος· ταύτῃ δεκτός ἐστι τῷ καταξιωθῆναι τῆς πίστεως· τὸν ἐξ Αἰθιοπίας εὐνοῦχον οὐ περιεῖδε· τι οὖν ἂν εἴποι τις περὶ τῶν θεοσεβῶν τῶν περιοφθέντων; οὐκ ἔστι τινὰ περιοφθῆναι ποτε· ὁ δὲ λέγει τοῦτό ἐστιν, ὅτι οὐδένα ἀπωθεῖται.

  80. 15.99

    Τοῦ Αὐτοῦ Τουτέστιν οὐ προσώπων ποιότητα, ἀλλὰ πραγμάτων ἐξετάζει διαφοράν.

  81. 15.100

    Τοῦ Αὐτοῦ Ὡς ὅταν λέγῃ Παῦλος, ὅταν γὰρ ἔθνη τὰ μὴ “νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ,” καὶ δόγμα τίθησι καὶ πολιτείαν· εἰ γὰρ μάγους οὐ περιεῖδεν, οὐδὲ Αἰθίοπα, οὐ δὲ λῃστὴν, οὐδὲ πόρνην, πολλῷ μᾶλλον τοὺς ἐργαζομένους δικαιοσύνην καὶ βουλομένους πάντως.

  82. 15.101

    Τοῦ Αὐτοῦ Προσίεται Προσίεται γὰρ ἅπαντας τοὺς τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἐργάτας ὁ φιλαβέτας ἡμῶν Χριστός.

  83. 15.102

    Ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος μένος δικαιοσύνην, δεκτός αὐτῷ ἐστι.

  84. 15.103

    Εὰν προσδράμῃ τῷ βαπτίσματι τῷ θείῳ, ἀποστὰς τῆς προτέρας πλάνης, ἤγουν τῆς προλαβούσης.

  85. 15.104

    Τοῦ Χρυσοστὀμου. τὴν πᾶσαν φησὶν ἀρετὴν ἐν τάξει ριμμενων εἶναι.

  86. 15.105

    Ἀμμωνιου. Πρὸ τοῦ οὖν δέξασθαι b τὸν δικαιοπραγοῦντα διὰ τῆς εἰς ἑαυτὸν πίστεως ὁ Χριστὸς εἰς τὴν Ἐκκλησίαν, καὶ πιστεύσῃ c τοῖς θείοις καὶ ἀληθινοῖς δόγμασιν, ἀπρόσδεκτος ὣν, οὐκ εἰσέρχεται εἰς τὴν τῶν οὐρανῶν βασιλείαν.

  87. 15.106

    Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ, οὗτός ἐστι πάντων Κύριος· ὑμεῖς οἴδατε τὸ ῥῆμα τὸ γενόμενον καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης.

  88. 15.107

    Τοῦ Χρυσοστὀμου. ταῦτα λέγει καὶ διὰ τοὺς παρόντας· ἵνα καὶ ἐκείνους πείσῃ· διὰ τοῦτο ἀναγκάζει τὸν Κορνήλιον εἰπεῖν· καὶ δίδωσιν αὐτοῖς τοῖς υἱοῖς Ἰσραὴλ τὸ ἐξαίρετον.

  89. 15.108

    Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει.

  90. 15.109

    Ἐξ ἀνεπιγράφου. Ἐπειδὴ ἐκένωσεν ἑαυτὸν, καὶ παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός· καὶ ταῦτα ἅπερ ἔχει κατὰ φύσιν ὡς Θεὸς, λαμβάνειν λέγεται διὰ τὸ ἀνθρώπινον· δέχεται γὰρ οὐχ ἑαυτῷ, μᾶλλον δὲ καθ’ ὃ Θεὸς Λόγος ἐστίν· ἴδια γὰρ ἦν αὐτοῦ. ἀλλ’ ἡμῖν ὡς ἐν ἀπαρχῇ δι’ ἑαυτοῦ.

  91. 15.110

    Διδύμου. Ἰστέον ὡς ἡ τάξις ἡ κατὰ τὴν ἐπαγγελίαν τῆς προφορᾶς, οὐ πάντως ἕπεται τῇ τῶν σημαινομένων πραγμάτων ἁρμονίᾳ· εἰ καὶ ποτε συμπίπτει τοῦτο· διὸ καὶ d πραττόμενον ἐν τῇ προφορᾷ τῆς δυνάμεως τοῦ Θεοῦ εὑρίσκεται τὸ Πνεῦμα, οὐ δεῖ νομίζειν ὅτι οὕτω καὶ τὰ σημαινόμενα ἔχει· ἅμα γὰρ καὶ ἀδιαίρετον φρονοῦντες εἶναι τὴν τριάδα, οὐδὲ περὶ οὐσιώδους διαφορᾶς ἐννοοῦμεν· τῷ μὴ ἐκ διαφόρων συμπληροῦσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἣ τὸ Ἅγιον Πνεῦμα· διὸ κἂν λέγηται ὁ Ἰησοῦς, ὁ ἐκ τῆς παρθένου κυηθεὶς, κεχρῖσθαι Πνεύματι Ἁγίῳ καὶ δυνάμει, οὐχ ἕτερόν τι ἐκ τῆς λέξεως μανθάνομεν, ἣ ὅτι Πνεύματος Ἁγίου καὶ τῆς τοῦ Θεοῦ δυνάμεως ἐπισκιασάσης αὐτῇ, ἵνα τέκῃ τὸν Ἐμμανουήλ· φαμὲν οὖν τὸ κυηθὲν μὴ ἐξ ἀνδρὸς, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως γεγονέναι. Ὣς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.

  92. 15.111

    Τοῦ Χρυσοστὀμου. Ἐντεῦθεν δείκνυσι πολλὰς πηρώσεις διαβολικὰς, καὶ διαστροφὴν σωμάτων ὑπ’ ἐκείνου γεγενημένας, ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν. Ἠν γὰρ καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων δι’ ἀπιστίας πεδήσας ὁ Σατανᾶς, καὶ τὰ σώματα λωβησάμενος, σάμενος, κατὰ τὸ, “ἀπὸ ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ὁλοκληρία.

  93. 15.112

    Ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ· καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἐν τῆ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλον, κρεμάσαντες ἐπὶ ξύλου· τοῦτον ὁ Θεὸς ἤγειρεν τῇ τρίτη ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι.

  94. 15.113

    Τοῦ Χρυσοστὀμου. Πἀλιν τὰ ταπεινά. Καὶ μεθ’ ἕτερα—Ὅτε ἔδειξεν ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, τότε λέγει ὅτι ἀνῃρέθη· ἵνα μή τι ἄτοπον φαντασθῇς. ὁρᾶς αὐτοὺς οὐδαμῶς κρύπτοντας τὸν σταυρόν· ἀλλὰ μετὰ τῶν ἄλλων τιθέντας, καὶ τὸν τρόπον, ὃν καὶ “ἀνεῖλον,” φησὶ, “κρεμάσαντες κρεμάσαντες ἐπὶ ξύλου.

  95. 15.114

    Οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειρο- τονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν,

  96. 15.115

    Τοῦ Αὐτοῦ. Καίτοι γε αὐτοὺς αὐτὸς ἐξ ἐλέξατο· ἀλλὰ καὶ τοῦτο ἀνατίθησι τῷ Θεῷ, “τοῖς προκεχειροτονημένοις” φησίν· ὅρα πόθεν τὴν ἀνάστασιν βεβαιοῦται· διατί μηδὲν ἀναστὰς ἐποίησε σημεῖον, ἀλλ’ ἔφαγε καὶ ἔπιεν; ὅτι αὐτὴ ἡ ἀνάστασις μέγα σημεῖον ἦν· ταύτης δὲ οὐδὲν οὕτω σημεῖον ὡς τὸ φαγεῖν καὶ πιεῖν. “διαμαρτύρασθαι φησὶ, φοβερῶς· ἵνα μὴ ἔχωσιν εἰς ἄγνοιαν καταπεσεῖν i καὶ οὐκ εἶπεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλ’ ὃ μᾶλλον αὐτοὺς ἐφόβει, ἡ καιρία κατασκευὴ ἡ ἀπὸ τῶν προφητῶν· μεγάλην γὰρ δόξαν εἶχον ἐκεῖνοι. ὅτε τῷ φόβῳ κατέσεισε, τότε ἐπάγει τὴν συγχώρησιν, οὐ παρ’ αὐτοῦ λεγομένην, ἀλλὰ παρὰ τῶν προφητῶν.

  97. 15.116

    Οἵ τινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κήρυξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.

  98. 15.117

    Σευήρου ἀρχιεπισκόπου Ἀντιοχεἰας ἐκ τῆσ Ορὸσ Ἀνασταςἰαν Διἀκονον έπιστολῆσ. Καὶ μὴν καὶ καινὴν συνέφαγεν, οὐ κατὰ τὴν προτέραν τάξιν ἣν συνήσθιεν αὐτοῖς καὶ συνέπιε πρὸ τῆς ἀναστάσεως. τότε γὰρ κάτα πάντα χωρὶς αμαρτίας ὁμοιωθεὶς ἡμῖν, ἤσθιε καὶ ἔπινε καθάπερ ἡμεῖς· ἑκὼν ἐνδιδοὺς τῇ σαρκὶ τὴν τῆς τροφῆς χρείαν ἐπιζητεῖν· διὸ καὶ τὸ τῆς πεινῆς βουλόμενος προσείκατο πάθος· μετὰ δέ γε τὴν ἀνάστασιν οὐκέτι κατὰ χρείαν ἔφαγε καὶ ἔπιεν, ἀλλὰ μόνον πιστούμενος καὶ ἐπιδεικνὺς τοῖς οἰκείοις μαθηταῖς· καὶ τοῖς μετὰ ταῦτα δεῖ κεινῶν πιστεύειν μέλλουσι τὴν ἀληθῆ φύσιν τοῦ σώματος· ὃ καὶ πέπονθεν ἑκὼν καὶ ἀνέστη θεοπρεπῶς, πανταχόθεν ἀπελαύνων τὴν τῆς ἐπαράτου δοκήσεως καὶ φαντασίας ὑπόνοιαν. ταύτην οὖν καὶ καινὴν βρῶσιν καὶ πόσιν ἐκάλεσε τὴν μετὰ τὴν ἀνάστασιν γενομένην αὐτῷ μετὰ τῶν μαθητῶν, οὐ κατὰ τὴν προτέραν συνήθειαν.

  99. 15.118

    τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ αἵματος αὐτοῦ πάντα τὸν πι- πιστεύοντά εἰς αὐτὸν.

  100. 15.119

    Ἐξ ἀνεπιγράφου. Ὅσοι, φησὶ, προφῆται ἐλάλησαν περὶ ἁμαρτιῶν ἀφέσεως, ἐν τούτῳ τῷ Ἰησοῦ εἶπαν αὐτὰς ποιεῖσθαι· οὕτω καὶ Ἡσαΐας τὸ αὐτοῦ εἰσφέρον πρόσωπον λέγει, “ἐγώ εἰμι “ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ τὰς ἀνομίας σου.”

← Previous · Next → — showing 10011100 of 2,399

First Thousand Years of Greek. CTS URN tlg4102.tlg008.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.